---
title: To the Initial Discharges
title_greek: Πρὸς τὰς ἀρχομένας ὑποχύσεις
author: Aglaias of Byzantium
eul_wid: qja-aa
eul_aid: qja
canonical: "https://eulogikon.org/works/aglaias-byzantium-initial-discharges-qja-aa"
period: Roman
dialect: Koine (frg)
domain: Poetry
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# To the Initial Discharges

*Πρὸς τὰς ἀρχομένας ὑποχύσεις*

**Author:** Aglaias of Byzantium

**eul_wid:** `qja-aa` · [HTML page](https://eulogikon.org/works/aglaias-byzantium-initial-discharges-qja-aa)

## Text

### unit_1

Ἀγλαΐας τόδε σοι Βυζάντιος ἐσθλὸν ἰάλλω [para]Ἰητὴρ ἑτάρῳ δῶρον ἀοιδοπόλῳ, Ὀφθαλμῶν μὲν ἄκος, Δημήτερα (?) τῶν ὑποχεῖσθαι [para]Ἀρχομένων, ὑπ’ ἐμῆς δ’ εὑρεθὲν εὐμογίης. Καί σοι δ’ ἔξοχον ἔσται ἐς ἄχθεα, παντί τ’ ὄνειαρ [para]Παρμόνιμον, κάμψῃς ἄχρι κεν ἐς πλέονας. Ὅσσα δ’ ἔχει θρόνα λέξαι ἔοικε μοι, ὡς ἐπαρήγειν [para]Οἷς ἄν τι σθεναρὴ σύνθεσις ἥδε πέλει. Ἄνθους μὲν χαλκοῦ πεντώβολον, ἰσοβαρὲς δὲ Τοῦ συοδηλήτου τὴν ἀρετὴν γενέτιν· Καὶ μεῖον τούτων ὀβολῷ στρόγγυλμα πυραιθὲς [para]Πρόσθες, ὃ Γαλλαϊκοῖς (?) ἀλδαίνετ’ ἐν δαπέδοις· Καὶ δύο διδράχμω, τὸ μὲν ἐκ ξανθότριχος ἄνθους, [para]Ἔνυμα * δ’ ἐκ μηδέων θάτερον ἱπποδάμου·

### unit_2

Ἡμίσταθμον, ὃ τοῦ πατρὸς ψευδώνυμος, ἔστω [para]Ὃς γῆμαι δμωῆς υἱέϊ δῶκε κόρην· Στῆσον δ’ αὖ ἀλόϊον ἓν ἥμισυ τοῦ προτέροιο [para]Ἄχθος· ἄγε στάχυος Σινδογενοῦς ὀβολόν· Διστάσιος δ’ αὐτῷ πελέτω λίθος εἰαριήτης· Διστάσιον δ’ ἀφροῦ θρύμμα φακουσιακοῦ· Σὺν δὲ τριάκοντα δραχμαῖς ἔτι καὶ δύο μίσγε [para]Ὁλκὰς ἐξ ἄνθους ναμασιπηγὸς ἁλός· Καὶ Ζακορίσου * Μούσαις ἰσάριθμον ὄπισμα [para]Δραχμόθεν ἔστω σοι συγκατακιρνάμενον Τετραμόρῳ κοτύλης, ὃ τιτύσκεται οὐ διὰ χειρῶν [para]Ἐν δαπεδοῖς * Βάκτης, ἀλλὰ διὰ στομάτων. Λεῖα δὲ πάντα καθ’ ἓν τρίψας ἀνάμισγε σὺν ὑγροῖς,

### unit_3

Τημελέως τ’ ἀπόθου τεῦχος ἐς ἀργύρεον.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: qja-aa`.
