---
title: Seven-Thebes
title_greek: Ἑπτὰ ἐπὶ Θήβας
author: Aeschylus the Tragedian
eul_wid: emo-aa
eul_aid: emo
canonical: "https://eulogikon.org/works/aeschylus-seven-thebes-emo-aa"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Seven-Thebes

*Ἑπτὰ ἐπὶ Θήβας*

**Author:** Aeschylus the Tragedian

**eul_wid:** `emo-aa` · [HTML page](https://eulogikon.org/works/aeschylus-seven-thebes-emo-aa)

## Text

### 1

ΕΤΕΟΚΛΗΣ

### 1.1

Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια

### 1.2

ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως

### 1.3

οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ.

### 1.4

εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ·

### 5.1

εἰ δ’ αὖθ’, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι,

### 5.2

Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλιν

### 5.3

ὑμνοῖθ’ ὑπ’ ἀστῶν φροιμίοις πολυρρόθοις

### 5.4

οἰμώγμασίν θ’—ὧν Ζεὺς Ἀλεξητήριος

### 5.5

ἐπώνυμος γένοιτο Καδμείων πόλει.

### 10.1

ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ’ ἔτι

### 10.2

ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ,

### 13

ὥραν τ’ ἔχονθ’ ἕκαστον, ὥς τε συμπρεπὲς

### 12

βλαστημὸν ἀλδαίνοντα σώματος πολύν,

### 14

πόλει τ’ ἀρήγειν καὶ θεῶν ἐγχωρίων

### 15.1

βωμοῖσι, τιμὰς μὴ ’ξαλειφθῆναί ποτε,

### 15.2

τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ·

### 15.3

ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ,

### 15.4

ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,

### 15.5

ἐθρέψατ’ οἰκητῆρας ἀσπιδηφόρους,

### 20.1

πλείους ὅπως γένοισθε πρὸς χρέος τόδε.

### 20.2

καὶ νῦν μὲν ἐς τόδ’ ἦμαρ εὖ ῥέπει θεός·

### 20.3

χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις

### 20.4

καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ. νῦν δ’ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ,

### 25.1

ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα,

### 25.2

χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ·

### 25.3

οὗτος τοιῶνδε δεσπότης μαντευμάτων

### 25.4

λέγει μεγίστην προσβολὴν Ἀχαιίδα

### 25.5

νυκτηγορεῖσθαι κἀπιβούλευσιν πόλει.

### 30.1

ἀλλ’ ἔς τ’ ἐπάλξεις καὶ πύλας πυργωμάτων

### 30.2

ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ,

### 30.3

πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν

### 30.4

πύργων στάθητε, καὶ πυλῶν ἐπ’ ἐξόδοις

### 30.5

μίμνοντες εὖ θαρσεῖτε, μηδ’ ἐπηλύδων

### 35.1

ταρβεῖτ’ ἄγαν ὅμιλον· εὖ τελεῖ θεός.

### 35.2

σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ

### 35.3

ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ·

### 35.4

καὶ τῶνδ’ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ.

### 38

ΑΓΓΕΛΟΣ ΚΑΤΑΣΚΟΠΟΣ

### 39

Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ,

### 40.1

ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων,

### 40.2

αὐτὸς κατόπτης δ’ εἴμ’ ἐγὼ τῶν πραγμάτων·

### 40.3

ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται,

### 40.4

ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος

### 40.5

καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου,

### 45.1

Ἄρη τ’, Ἐνυώ, καὶ φιλαίματον Φόβον

### 45.2

ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς

### 45.3

θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,

### 45.4

ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ·

### 45.5

μνημεῖά θ’ αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμους

### unit_17.1

πρὸς ἅρμ’ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ

### unit_17.2

λείβοντες· οἶκτος δ’ οὔτις ἦν διὰ στόμα.

### unit_17.3

σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων

### unit_17.4

ἔπνει, λεόντων ὣς Ἄρη δεδορκότων.

### unit_17.5

καὶ τῶνδε πύστις οὐκ ὄκνῳ χρονίζεται.

### 55.1

κληρουμένους δ’ ἔλειπον, ὡς πάλῳ λαχὼν

### 55.2

ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.

### 55.3

πρὸς ταῦτ’ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως

### 55.4

πυλῶν ἐπ’ ἐξόδοισι τάγευσαι τάχος·

### 55.5

ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς

### 60.1

χωρεῖ, κονίει, πεδία δ’ ἀργηστὴς ἀφρὸς

### 60.2

χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων.

### 60.3

σὺ δ’ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος

### 60.4

φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς

### 60.5

Ἄρεως· βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ·

### 65.1

καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ·

### 65.2

κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον

### 65.3

ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου

### 65.4

εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ.

### 65.5

Ετ.ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί,

### 70.1

Ἀρά τ’ Ἐρινὺς πατρὸς ἡ μεγασθενής,

### 70.2

μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον

### 70.3

ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος

### 70.4

φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους·

### 70.5

ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν

### 75.1

ζεύγλῃσι δουλίῃσι μήποτε σχεθεῖν·

### 75.2

γένεσθε δ’ ἀλκή· ξυνὰ δ’ ἐλπίζω λέγειν·

### 75.3

πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.

### 77

ΧΟΡΟΣ

### 78.1

—θρεῦμαι φοβερὰ μεγάλ’ ἄχη·

### 78.2

μεθεῖται στρατὸς στρατόπεδον λιπών·

### 80.1

ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας·

### 80.2

αἰθερία κόνις με πείθει φανεῖς’,

### 80.3

ἄναυδος σαφὴς ἔτυμος ἄγγελος,

### 80.4

ἕλε δὲ γᾶς ἐμᾶς πεδί’· ὁπλῶν κτύπος,

### 80.5

ἒ ἕ, χρίμπτεται.

### 84

(βοᾷ)

### 85.1

—ποτᾶται, βρέμει δ’

### 85.2

ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου.

### 85.3

ἰώ,

### 87.1

—ἰὼ ἰὼ θεοὶ θεαί τ’, ὀρόμενον

### 87.2

κακὸν ἀλεύσατε.

### 88

(βοᾷ)

### 89-90

—ὑπὲρ τειχέων

### 91.1

ὁ λεύκασπις ὄρνυται λαὸς εὐ‐

### 91.2

τρεπὴς ἐπὶ πόλιν διώκων 〈πόδα.〉

### unit_32.1

—τίς ἄρα ῥύσεται, τίς ἄρ’ ἐπαρκέσει

### unit_32.2

θεῶν ἢ θεᾶν;

### 95.1

πότερα δῆτ’ ἐγὼ 〈πάτρια〉 προσπέσω

### 95.2

βρέτη δαιμόνων;

### 95.3

—ἰώ, μάκαρες εὔεδροι·

### 95.4

ἀκμάζει βρετέων ἔχεσθαι· τί μέλ‐

### 95.5

λομεν ἀγάστονοι;

### unit_34.1

—ἀκούετ’ ἢ οὐκ ἀκούετ’ ἀσπίδων κτύπον;

### unit_34.2

—πέπλων καὶ στεφέων πότ’ εἰ μὴ νῦν ἀμ‐

### unit_34.3

φὶ λιτάν’ ἕξομεν;

### unit_34.4

—κτύπον δέδοικα· πάταγος οὐχ ἑνὸς δορός.

### unit_34.5

—τί ῥέξεις; προδώσεις, παλαίχθων

### 105.1

Ἄρης, τὰν τεάν;

### 105.2

—ὦ χρυσοπήληξ δαῖμον, ἔπιδ’ ἔπιδε πόλιν

### 105.3

ἅν ποτ’ εὐφιλήταν ἔθου.

### 109

—θεοὶ πολιάοχοι χθονὸς ἴτ’, ἴτε, πάντες.[στρ. α.

### 110

ἴδετε παρθένων

### 111-113

ἱκέσιον λόχον δουλοσύνας ὕπερ.

### 114

κῦμα περὶ πτόλιν δοχμολόφων ἀνδρῶν

### 115.1

καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον.

### 115.2

ἀλλ’, ὦ Ζεῦ 〈φεῦ φεῦ〉 πάτερ παντελές,

### 117-119

πάντως ἄρηξον δαΐων ἅλωσιν.

### 120.1

Ἀργέϊοι γὰρ πόλισμα Κάδμου

### 120.2

κυκλοῦνται· φόβος δ’ ἀρείων ὅπλων.

### 120.3

διὰ δέ τοι γενύων ἱππίων

### 120.4

κινύρονται φόνον χαλινοί.

### 120.5

ἑπτὰ δ’ ἀγήνορες πρέποντες στρατοῦ

### 125.1

δορυσσοῖς σαγαῖς

### 125.2

πύλαις ἑβδόμαις προσίστανται πάλῳ λαχόντες.

### 128.1

σύ τ’, ὦ Διογενὲς φιλόμαχον κράτος,[ἀντ. α.

### 128.2

ῥυσίπολις γενοῦ,

### 130.1

Παλλάς, ὅ θ’ ἵππιος ποντομέδων ἄναξ

### 130.2

ἰχθυβόλῳ μαχανᾷ Ποσειδάν,

### 130.3

ἐπίλυσιν φόβων, ἐπίλυσιν δίδου.

### 135

σύ τ’, Ἄρης, φεῦ, φεῦ, πόλιν ἐπώνυμον

### 136-139

Κάδμου φύλαξον κήδεσαί τ’ ἐναργῶς.

### 140.1

καὶ Κύπρις, ἅτ’ εἶ γένους προμάτωρ,

### 140.2

ἄλευσον· σέθεν γὰρ ἐξ αἵματος

### 142-143

γεγόναμεν· λιταῖς [σε] θεοκλύτοις

### 144

ἀυτοῦσαι πελαζόμεσθα.

### 145

καὶ σύ, Λύκει’ ἄναξ, Λύκειος γενοῦ

### 146-147

στρατῷ δαΐῳ [στόνων ἀυτᾶς].

### 148-149

σύ τ’, ὦ Λατογένεια κούρα, τόξον εὐτυκάζου.

### 149

[Ἄρτεμι φίλα].

### unit_55.1

ἒ ἕ, ἒ ἕ,[στρ. β.

### unit_55.2

ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω·

### unit_55.3

ὦ πότνι’ Ἥρα.

### unit_55.4

ἔλακον ἀξόνων βριθομένων χνόαι·

### unit_55.5

Ἄρτεμι φίλα.

### 155.1

δοριτίνακτος αἰθὴρ ἐπιμαίνεται.

### 155.2

τί πόλις ἄμμι πάσχει, τί γενήσεται;

### 155.3

ποῖ δ’ ἔτι τέλος ἐπάγει θεός;

### 157

ἒ ἕ, ἒ ἕ,[ἀντ. β.

### 158.1

ἀκροβόλων [δ’] ἐπάλξεις λιθὰς ἔρχεται·

### 158.2

ὦ φίλ’ Ἄπολλον.

### 160

κόναβος ἐν πύλαις χαλκοδέτων σακέων·

### 161-162

παῖ Διός, ὅθεν

### 163-164

πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ,

### 164

σύ τε, μάκαιρ’ ἄνασς’ Ὄγκα, πρὸ πόλεως

### 165

ἑπτάπυλον ἕδος ἐπιρρύου.

### 165.1

ἰὼ παναρκεῖς θεοί,[στρ. γ.

### 165.2

ἰὼ τέλειοι τέλειαί τε γᾶς

### 165.3

τᾶσδε πυργοφύλακες,

### 165.4

πόλιν δορίπονον μὴ προδῶθ’

### 170.1

ἑτεροφώνῳ στρατῷ.

### 170.2

κλύετε παρθένων κλύετε πανδίκως

### unit_66

χειροτόνους λιτάς.

### 174

ἰὼ φίλοι δαίμονες,[ἀντ. γ.

### 175.1

λυτήριοί 〈τ’〉 ἀμφιβάντες πόλιν

### 175.2

δείξαθ’ ὡς φιλοπόλεις,

### 175.3

μέλεσθέ θ’ ἱερῶν δημίων,

### 175.4

μελόμενοι δ’ ἄλξατε·

### 175.5

φιλοθύτων δέ τοι πόλεος ὀργίων

### 180

μνήστορες ἐστέ μοι.

### 182.1

Ετ.ὑμᾶς ἐρωτῶ, θρέμματ’ οὐκ ἀνασχετά,

### 182.2

ἦ ταῦτ’ ἀρωγὰ καὶ πόλει σωτήρια,

### 182.3

στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ,

### 185.1

βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν

### 185.2

αὔειν, λακάζειν, σωφρόνων μισήματα;

### 185.3

μήτ’ ἐν κακοῖσι μήτ’ ἐν εὐεστοῖ φίλῃ

### 185.4

ξύνοικος εἴην τῷ γυναικείῳ γένει.

### 185.5

κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος,

### 190.1

δείσασα δ’ οἴκῳ καὶ πόλει πλέον κακόν.

### 190.2

καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς

### 190.3

θεῖσαι διερροθήσατ’ ἄψυχον κάκην·

### 190.4

τὰ τῶν θύραθεν δ’ ὡς ἄριστ’ ὀφέλλετε,

### 190.5

αὐτοὶ δ’ ὑπ’ αὐτῶν ἔνδοθεν πορθούμεθα.

### 195.1

τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις.

### 195.2

κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται,

### 195.3

ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον,

### 195.4

ψῆφος κατ’ αὐτῶν ὀλεθρία βουλεύσεται,

### 195.5

λευστῆρα δήμου δ’ οὔ τι μὴ φύγῃ μόρον.

### unit_74.1

μέλει γὰρ ἀνδρί—μὴ γυνὴ βουλευέτω—

### unit_74.2

τἄξωθεν· ἔνδον δ’ οὖσα μὴ βλάβην τίθει.

### unit_74.3

ἤκουσας, ἢ οὐκ ἤκουσας; ἢ κωφῇ λέγω;

### 202.1

Χο.ὦ φίλον Οἰδίπου τέκος, ἔδεις’ ἀκού‐[στρ. α.

### 202.2

σασα τὸν ἁρματόκτυπον ὄτοβον ὄτοβον,

### 205.1

ὅτε τε σύριγγες κλάγξαν ἑλικότροχοι,

### 205.2

ἱππικοί τ’ ἄπυον πηδαλίων διὰ στόμια

### 205.3

πυριγενετᾶν χαλινοί.

### 207.1

Ετ.τί οὖν; ὁ ναύτης ἆρα μὴ ’ς πρῷραν φυγὼν

### 207.2

πρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας,

### 210

νεὼς καμούσης ποντίῳ πρὸς κύματι;

### 210.1

Χο.ἀλλ’ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ‐[ἀντ. α.

### 210.2

χαῖα βρέτη, θεοῖς πίσυνος, ὅτ’ ὀλοᾶς

### 210.3

νειφομένας βρόμος λιθάδος ἐν πύλαις·

### 210.4

δὴ τότ’ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεος

### 215

ἵν’ ὑπερέχοιεν ἀλκάν.

### 215.1

Ετ.πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.

### 215.2

οὐκοῦν τάδ’ ἔσται πρὸς θεῶν. ἀλλ’ οὖν θεοὺς

### unit_82.1

τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος.

### unit_82.2

Χο.μήποτ’ ἐμὸν κατ’ αἰῶνα λίποι θεῶν[στρ. β.

### 220.1

ἅδε πανάγυρις, μηδ’ ἐπίδοιμι τάνδ’

### 220.2

ἀστυδρομουμέναν πόλιν καὶ στράτευμ’

*[crux: στράτευμ’]*

### 220.3

ἁπτόμενον πυρὶ δαΐῳ.

### 222.1

Ετ.μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς·

### 222.2

πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας

### 225

μήτηρ, γυνὴ Σωτῆρος· ὧδ’ ἔχει λόγος.

### 225.1

Χο.ἔστι· θεοῦ δ’ ἔτ’ ἰσχὺς καθυπερτέρα·[ἀντ. β.

### 225.2

πολλάκι δ’ ἐν κακοῖσι τὸν ἀμήχανον

### 225.3

κἀκ χαλεπᾶς δύας ὕπερθ’ ὀμμάτων

### 225.4

κριμναμενᾶν νεφελᾶν ὀρθοῖ.

### 230.1

Ετ.ἀνδρῶν τάδ’ ἐστί, σφάγια καὶ χρηστήρια

### 230.2

θεοῖσιν ἔρδειν, πολεμίων πειρωμένων·

### 230.3

σὸν δ’ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.

### 232.1

Χο.διὰ θεῶν πόλιν νεμόμεθ’ ἀδάματον,[στρ. γ.

### 232.2

δυσμενέων δ’ ὄχλον πύργος ἀποστέγει.

### 235

τίς τάδε νέμεσις στυγεῖ;

### 235.1

Ετ.οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος·

### 235.2

ἀλλ’ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς,

### unit_91.1

εὔκηλος ἴσθι μηδ’ ἄγαν ὑπερφοβοῦ.

### unit_91.2

Χο.ἅμα ποταίνιον κλύουσα πάταγον[ἀντ. γ.

### 240.1

ταρβοσύνῳ φόβῳ τάνδ’ ἐς ἀκρόπτολιν,

### 240.2

τίμιον ἕδος, ἱκόμαν.

### 241.1

Ετ.μή νυν, ἐὰν θνῄσκοντας ἢ τετρωμένους

### 241.2

πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε.

### 241.3

τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν.

### 245.1

Χο.καὶ μὴν ἀκούω γ’ ἱππικῶν φρυαγμάτων.

### 245.2

Ετ.μή νυν ἀκούους’ ἐμφανῶς ἄκου’ ἄγαν.

### 245.3

Χο.στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων.

### 245.4

Ετ.οὐκοῦν ἔμ’ ἀρκεῖ τῶνδε βουλεύειν πέρι;

### 245.5

Χο.δέδοικ’, ἀραγμὸς δ’ ἐν πύλαις ὀφέλλεται.

### unit_95.1

Ετ.οὐ σῖγα μηδὲν τῶνδ’ ἐρεῖς κατὰ πτόλιν;

### unit_95.2

Χο.ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα.

### unit_95.3

Ετ.οὐκ ἐς φθόρον σιγῶς’ ἀνασχήσῃ τάδε;

### unit_95.4

Χο.θεοὶ πολῖται, μή με δουλείας τυχεῖν.

### unit_95.5

Ετ.αὐτὴ σὺ δουλοῖς κἀμὲ καὶ πᾶσαν πόλιν.

### 255.1

Χο.ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος.

### 255.2

Ετ.ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.

### 255.3

Χο.μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις.

### 255.4

Ετ.παλινστομεῖς αὖ θιγγάνους’ ἀγαλμάτων;

### 255.5

Χο.ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.

### 260.1

Ετ.αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος.

### 260.2

Χο.λέγοις ἂν ὡς τάχιστα, καὶ τάχ’ εἴσομαι.

### 260.3

Ετ.σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει.

### unit_98.1

Χο.σιγῶ· σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.

### unit_98.2

Ετ.τοῦτ’ ἀντ’ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.

### 265.1

καὶ πρός γε τούτοις, ἐκτὸς οὖς’ ἀγαλμάτων,

### 265.2

εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς·

### 265.3

κἀμῶν ἀκούσας’ εὐγμάτων, ἔπειτα σὺ

### 265.4

ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιώνισον,

### 265.5

Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς,

### 270.1

θάρσος φίλοις, λύουσα πολέμιον φόβον.

### 270.2

ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,

### 270.3

πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις,

### 270.4

Δίρκης τε πηγαῖς ὕδατί τ’ Ἰσμηνοῦ λέγω,

### 270.5

εὖ ξυντυχόντων καὶ πόλεως σεσωμένης,

### 275.1

μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν,

### 275.2

ταυροκτονοῦντας θ’ οἷσιν ὧδ’ ἐπεύχομαι,

### 275.3

θήσειν τροπαῖα, καὶ λάφυρα δαΐων

### 275.4

στέψω πρὸ ναῶν δουρίπληχθ’ ἁγνοῖς δόμοις.

### 275.5

τοιαῦτ’ ἐπεύχου μὴ φιλοστόνως θεοῖς,

### 280.1

μηδ’ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν·

### 280.2

οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον.

### 280.3

ἐγὼ δέ γ’ ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ

### 280.4

ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον

### 280.5

εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών,

### 285

πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους

### unit_104.1

λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.

### unit_104.2

ΧΟΡΟΣ

### 287.1

μέλει, φόβῳ δ’ οὐχ ὑπνώσσει κέαρ·[στρ. α.

### 287.2

γείτονες δὲ καρδίας

### 287.3

μέριμναι ζωπυροῦσι τάρβος

### 290.1

τὸν ἀμφιτειχῆ λεών,

### 290.2

δράκοντας ὥς τις τέκνων

### 290.3

ὑπερδέδοικεν λεχαί‐

### 290.4

ων δυσευνήτορας

### 290.5

πάντρομος πελειάς.

### 295.1

τοὶ μὲν γὰρ ποτὶ πύργους

### 295.2

πανδημεὶ πανομιλεὶ

### 295.3

στείχουσιν. τί γένωμαι;

### 295.4

τοὶ δ’ ἐπ’ ἀμφιβόλοισιν

### 295.5

ἰάπτουσι πολῖται

### unit_108.1

χερμάδ’ ὀκριόεσσαν.

### unit_108.2

παντὶ τρόπῳ, Διογενεῖς

### unit_108.3

θεοί, πόλιν καὶ στρατὸν

### unit_108.4

Καδμογενῆ ῥύεσθε.

### 303

ποῖον δ’ ἀμείψεσθε γαίας πέδον[ἀντ. α.

### 305.1

τᾶσδ’ ἄρειον, ἐχθροῖς

### 305.2

ἀφέντες τὰν βαθύχθον’ αἶαν,

### 305.3

ὕδωρ τε Διρκαῖον, εὐ‐

### 305.4

τραφέστατον πωμάτων

### unit_111

ὅσων ἵησιν Ποσει‐

### 310.1

δὰν ὁ γαιάοχος

### 310.2

Τηθύος τε παῖδες;

### 310.3

πρὸς τάδ’, ὦ πολιοῦχοι

### 310.4

θεοί, τοῖσι μὲν ἔξω

### 310.5

πύργων ἀνδρολέτειραν

### 315.1

κάκαν, ῥίψοπλον ἄταν,

### 315.2

ἐμβαλόντες ἄροισθε

### 315.3

κῦδος τοῖσδε πολίταις.

### 315.4

καὶ πόλεως ῥύτορες 〈ἔστ’〉

### 315.5

εὔεδροί τε στάθητ’

### 320

ὀξυγόοις λιταῖσιν.

### 320.1

οἰκτρὸν γὰρ πόλιν ὧδ’ ὠγυγίαν[στρ. β.

### 320.2

Ἀίδᾳ προϊάψαι, δορὸς ἄγραν

### 320.3

δουλίαν, ψαφαρᾷ σποδῷ

### 320.4

ὑπ’ ἀνδρὸς Ἀχαιοῦ θεόθεν

### 325.1

περθομέναν ἀτίμως,

### 325.2

τὰς δὲ κεχειρωμένας ἄγεσθαι,

### 325.3

ἒ ἔ, νέας τε καὶ παλαιὰς

### 325.4

ἱππηδὸν πλοκάμων, περιρ‐

### 325.5

ρηγνυμένων φαρέων. βοᾷ

### 330.1

δ’ ἐκκενουμένα πόλις,

### 330.2

λαΐδος ὀλλυμένας μειξοθρόου·

### 330.3

βαρείας τοι τύχας προταρβῶ.

### 332

κλαυτὸν δ’ ἀρτιδρόποις ὠμοδρόπων [ἀντ. β.

*[crux: ἀρτιδρόποις ὠμοδρόπων]*

### unit_119

νομίμων προπάροιθεν διαμεῖψαι

### 335.1

δωμάτων στυγερὰν ὁδόν·

### 335.2

τί; τὸν φθίμενον γὰρ προλέγω

### 335.3

βέλτερα τῶνδε πράσσειν·

### 335.4

πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ,

### 335.5

ἒ ἔ, δυστυχῆ τε πράσσει.

### 340.1

ἄλλος δ’ ἄλλον ἄγει, φονεύ‐

### 340.2

ει, τὰ δὲ πυρφορεῖ· καπνῷ

### 340.3

[δὲ] χραίνεται πόλισμ’ ἅπαν·

### 340.4

μαινόμενος δ’ ἐπιπνεῖ λαοδάμας

### 340.5

μιαίνων εὐσέβειαν Ἄρης.

### 345.1

κορκορυγαὶ δ’ ἀν’ ἄστυ, ποτὶ [πτόλιν] δ’ ὁρκάνα[στρ. γ.

### 345.2

πυργῶτις,

### 345.3

πρὸς ἀνδρὸς δ’ ἀνὴρ

### 347.1

δόρει καίνεται·

### 347.2

βλαχαὶ δ’ αἱματόεσσαι

### 347.3

τῶν ἐπιμαστιδίων

### unit_124.1

ἀρτιτρεφεῖς βρέμονται.

### unit_124.2

ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες·

### unit_124.3

ξυμβολεῖ φέρων φέροντι,

### unit_124.4

καὶ κενὸς κενὸν καλεῖ,

### unit_124.5

ξύννομον θέλων ἔχειν,

### 355.1

οὔτε μεῖον οὔτ’ ἴσον λελιμμένοι.

### 355.2

τί ἐκ τῶνδ’

### 356.1

εἰκάσαι λόγος πάρα;

*[crux: λόγος]*

### 356.2

παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν[ἀντ. γ.

### 356.3

ἀλγύνει

### 358.1

κυρήσας, πικρὸν δ’

### 358.2

ὄμμα θαλαμοπόλων·

### 360.1

πολλὰ δ’ ἀκριτόφυρτος

### 360.2

γᾶς δόσις οὐτιδανοῖς

### 360.3

ἐν ῥοθίοις φορεῖται.

### 360.4

δμωίδες δὲ καινοπήμονες νέαι

*[crux: νέαι]*

### 360.5

τλήμονες εὐνὰν αἰχμάλωτον

### 365.1

ἀνδρὸς εὐτυχοῦντος, ὡς

### 365.2

δυσμενοῦς ὑπερτέρου,

### 365.3

ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,

### 365.4

παγκλαύτων

### 368

ἀλγέων ἐπίρροθον.

### 368

—ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ

### 370.1

πευθώ τιν’ ἡμῖν, ὦ φίλαι, νέαν φέρει,

### 370.2

σπουδῇ διώκων πομπίμους χνόας ποδῶν.

### 370.3

—καὶ μὴν ἄναξ ὅδ’ αὐτὸς Οἰδίπου τόκος

### 370.4

ἐς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν·

### 370.5

σπουδὴ δὲ καὶ τοῦδ’ οὐκ ἀπαρτίζει πόδα.

### 375.1

Αγ.λέγοιμ’ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων,

### 375.2

ὥς τ’ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.

### 375.3

Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν

### 375.4

βρέμει, πόρον δ’ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν

### unit_134

ὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται καλά.

### 380.1

Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος

### 380.2

μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ·

### 380.3

θείνει δ’ ὀνείδει μάντιν Οἰκλείδην σοφόν,

### 380.4

σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ.

### 380.5

τοιαῦτ’ ἀυτῶν τρεῖς κατασκίους λόφους

### 385.1

σείει, κράνους χαίτωμ’, ὑπ’ ἀσπίδος δὲ τῷ

### 385.2

χαλκήλατοι κλάζουσι κώδωνες φόβον·

### 385.3

ἔχει δ’ ὑπέρφρον σῆμ’ ἐπ’ ἀσπίδος τόδε,

### 385.4

φλέγονθ’ ὑπ’ ἄστροις οὐρανὸν τετυγμένον·

### 385.5

λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,

### 390.1

πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει.

### 390.2

τοιαῦτ’ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς

### 390.3

βοᾷ παρ’ ὄχθαις ποταμίαις, μάχης ἐρῶν,

### 390.4

ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,

### 390.5

ὅστις βοὴν σάλπιγγος ὁρμαίνει κλύων.

### 395.1

τίν’ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν

### 395.2

κλῄθρων λυθέντων προστατεῖν φερέγγυος;

### 395.3

Ετ.κόσμον μὲν ἀνδρὸς οὔτιν’ ἂν τρέσαιμ’ ἐγώ,

### 395.4

οὐδ’ ἑλκοποιὰ γίγνεται τὰ σήματα·

### 395.5

λόφοι δὲ κώδων τ’ οὐ δάκνους’ ἄνευ δορός.

### unit_139.1

καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ’ ἀσπίδος

### unit_139.2

ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν—

### unit_139.3

τάχ’ ἂν γένοιτο μάντις ἡ ἀνοία τινί.

### unit_139.4

εἰ γὰρ θανόντι νὺξ ἐπ’ ὀφθαλμοῖς πέσοι,

### unit_139.5

τῷ τοι φέροντι σῆμ’ ὑπέρκομπον τόδε

### 405

γένοιτ’ ἂν ὀρθῶς ἐνδίκως τ’ ἐπώνυμον,

### unit_141.1

καὐτὸς καθ’ αὑτοῦ τήνδ’ ὕβριν μαντεύσεται.

### unit_141.2

ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον

### unit_141.3

τόνδ’ ἀντιτάξω προστάτην πυλωμάτων,

### unit_141.4

μάλ’ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον

### 410.1

τιμῶντα καὶ στυγοῦνθ’ ὑπέρφρονας λόγους.

### 410.2

αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δ’ εἶναι φιλεῖ.

### 410.3

σπαρτῶν δ’ ἀπ’ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,

### 410.4

ῥίζωμ’ ἀνεῖται, κάρτα δ’ ἔστ’ ἐγχώριος,

### 410.5

Μελάνιππος· ἔργον δ’ ἐν κύβοις Ἄρης κρινεῖ·

### 415.1

Δίκη δ’ ὁμαίμων κάρτα νιν προστέλλεται

### 415.2

εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.

### 416.1

Χο.τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν[στρ. α.

### 416.2

θεοὶ δοῖεν, ὡς δικαίως πόλεως

### 416.3

πρόμαχος ὄρνυται· τρέμω δ’ αἱματη‐

### 420.1

φόρους μόρους ὑπὲρ φίλων

### 420.2

ὀλομένων ἰδέσθαι.

### 421.1

Αγ.τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί·

### 421.2

Καπανεὺς δ’ ἐπ’ Ἠλέκτραισιν εἴληχεν πύλαις,

### 421.3

γίγας ὅδ’ ἄλλος, τοῦ πάρος λελεγμένου

### 425.1

μείζων, ὁ κόμπος δ’ οὐ κατ’ ἄνθρωπον φρονεῖ,

### 425.2

πύργοις δ’ ἀπειλεῖ δείν’, ἃ μὴ κραίνοι τύχη·

### 425.3

θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν

### 425.4

καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς

### 425.5

Ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν

### 430.1

τὰς δ’ ἀστραπάς τε καὶ κεραυνίους βολὰς

### 430.2

μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν·

### unit_149.1

ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,

### unit_149.2

φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη·

### unit_149.3

χρυσοῖς δὲ φωνεῖ γράμμασιν ‘Πρήσω πόλιν.‘

### 435.1

τοιῷδε φωτὶ πέμπε—τίς ξυστήσεται,

### 435.2

τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ;

### 435.3

Ετ.καὶ τῷδε κόμπῳ κέρδος ἄλλο τίκτεται.

### 435.4

τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων

### 435.5

ἡ γλῶσς’ ἀληθὴς γίγνεται κατήγορος.

### 440.1

Καπανεὺς δ’ ἀπειλεῖ, δρᾶν παρεσκευασμένος,

### 440.2

θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα

### 440.3

χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν

### 440.4

πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντ’ ἔπη·

### 440.5

πέποιθα δ’ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον

### 445.1

ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον

### 445.2

μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.

### 445.3

ἀνὴρ δ’ ἐπ’ αὐτῷ, κεἰ στόμαργός ἐστ’ ἄγαν,

### 445.4

αἴθων τέτακται λῆμα, Πολυφόντου βία,

### 445.5

φερέγγυον φρούρημα, προστατηρίας

### unit_153.1

Ἀρτέμιδος εὐνοίαισι σύν τ’ ἄλλοις θεοῖς.

### unit_153.2

λέγ’ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.

### 451.1

Χο.ὄλοιθ’ ὃς πόλει μεγάλ’ ἐπεύχεται,[ἀντ. α.

### 451.2

κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι,

### 451.3

πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν θ’

### 455.1

ἑδωλίων 〈μ’〉 ὑπερκόπῳ

### 455.2

δορί ποτ’ ἐκλαπάξαι.

### 456

Αγ.[καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις]

### unit_157.1

λέξω· τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος

### unit_157.2

ἐξ ὑπτίου ’πήδησεν εὐχάλκου κράνους,

### 460.1

πύλαισι Νηίστῃσι προσβαλεῖν λόχον.

### 460.2

ἵππους δ’ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας

### 460.3

δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι.

### 460.4

φιμοὶ δὲ συρίζουσι βάρβαρον βρόμον,

### 460.5

μυκτηροκόμποις πνεύμασιν πληρούμενοι.

### 465.1

ἐσχημάτισται δ’ ἀσπὶς οὐ σμικρὸν τρόπον·

### 465.2

ἀνὴρ [δ’] ὁπλίτης κλίμακος προσαμβάσεις

### 465.3

στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων.

### 465.4

βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς,

### 465.5

ὡς οὐδ’ ἂν Ἄρης σφ’ ἐκβάλοι πυργωμάτων.

### 470.1

καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον

### 470.2

πόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν.

### 470.3

Ετ.πέμποιμ’ ἂν ἤδη τόνδε, σὺν τύχῃ δ’ ἴτω,

### 470.4

[καὶ δὴ πέπεμπται κόμπον ἐν χεροῖν ἔχων,]

### 470.5

Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν γένους,

### 475.1

ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων

### 475.2

βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,

### 475.3

ἀλλ’ ἢ θανὼν τροφεῖα πληρώσει χθονί,

### 475.4

ἢ καὶ δύ’ ἄνδρε καὶ πόλισμ’ ἐπ’ ἀσπίδος

### 475.5

ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.

### 480

κόμπαζ’ ἐπ’ ἄλλῳ, μηδέ μοι φθόνει λόγων.

### 480

Χο.ἐπεύχομαι δὴ τὰ μὲν εὖ τυχεῖν, ἰὼ[στρ. β.

### unit_164.1

πρόμαχ’ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.

### unit_164.2

ὡς δ’ ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει

### unit_164.3

μαινομένᾳ φρενί, τώς νιν

### 485

Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων.

### 485.1

Αγ.τέταρτος ἄλλος, γείτονας πύλας ἔχων

### 485.2

Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται,

### 485.3

Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος·

### 485.4

ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,

### 490.1

ἔφριξα δινήσαντος· οὐκ ἄλλως ἐρῶ.

### 490.2

ὁ σηματουργὸς δ’ οὔ τις εὐτελὴς ἄρ’ ἦν

### 490.3

ὅστις τόδ’ ἔργον ὤπασεν πρὸς ἀσπίδι,

### 490.4

Τυφῶν’ ἱέντα πύρπνοον διὰ στόμα

### 490.5

λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν·

### 495.1

ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος

### 495.2

προσηδάφισται κοιλογάστορος κύκλου.

### 495.3

αὐτὸς δ’ ἐπηλάλαξεν, ἔνθεος δ’ Ἄρει

### 495.4

βακχᾷ πρὸς ἀλκὴν θυιὰς ὥς, φόβον βλέπων.

### 495.5

τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον·

### unit_169.1

Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται.

### unit_169.2

Ετ.πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτ’ ἀγχίπτολις

### unit_169.3

πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρους’ ὕβριν,

### unit_169.4

εἴρξει νεοσσῶν ὡς δράκοντα δύσχιμον·

### unit_169.5

Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος,

### 505.1

ἀνὴρ κατ’ ἄνδρα τοῦτον ᾑρέθη, θέλων

### 505.2

ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης,

### 505.3

οὔτ’ εἶδος οὔτε θυμὸν οὐδ’ ὅπλων σχέσιν

### 505.4

μωμητός· Ἑρμῆς δ’ εὐλόγως ξυνήγαγεν.

### 505.5

ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται,

### 510.1

ξυνοίσετον δὲ πολεμίους ἐπ’ ἀσπίδων

### 510.2

θεούς· ὁ μὲν γὰρ πύρπνοον Τυφῶν’ ἔχει,

### 510.3

Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπ’ ἀσπίδος

### 510.4

σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων·

### 510.5

κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.

### 515.1

[τοιάδε μέντοι προσφίλεια δαιμόνων.

### 515.2

πρὸς τῶν κρατούντων [δ’] ἐσμέν, οἱ δ’ ἡσσωμένων,

### 515.3

εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ.

### 519

εἰκὸς δὲ πράξειν ἄνδρας ὧδ’ ἀντιστάτας·

### 518

Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος

### 520

σωτὴρ γένοιτ’ ἂν Ζεὺς ἐπ’ ἀσπίδος τυχών.]

### 520.1

Χο.πέποιθα 〈δὴ〉 τὸν Διὸς ἀντίτυπον ἔχοντ’[ἀντ. β.

### 520.2

ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας

### 520.3

δαίμονος, ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶ

### 520.4

δαροβίοισι θεοῖσιν,

### 525

πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν.

### 525.1

Αγ.οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω,

### 525.2

πέμπταισι προσταχθέντα Βορραίαις πύλαις,

### 525.3

τύμβον κατ’ αὐτὸν Διογενοῦς Ἀμφίονος·

### 525.4

ὄμνυσι δ’ αἰχμὴν ἣν ἔχει, μᾶλλον θεοῦ

### 530.1

σέβειν πεποιθὼς ὀμμάτων θ’ ὑπέρτερον,

### 530.2

ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ

### 530.3

Διός· τόδ’ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου

### 530.4

βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ.

### 530.5

στείχει δ’ ἴουλος ἄρτι διὰ παρηίδων,

### 535.1

ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ.

### 535.2

ὁ δ’ ὠμόν, οὔτι παρθένων ἐπώνυμον,

### 535.3

φρόνημα, γοργὸν δ’ ὄμμ’ ἔχων, προσίσταται

### 547.1

Παρθενοπαῖος Ἀρκάς· ὁ δὲ τοιόσδ’ ἀνὴρ

### 547.2

μέτοικος, Ἄργει δ’ ἐκτίνων καλὰς τροφάς.

### 547.3

[πύργοις ἀπειλεῖ τοῖσδ’ ἃ μὴ κραίνοι θεός]

### 538.1

οὐ μὴν ἀκόμπαστός γ’ ἐφίσταται πύλαις·

### 538.2

τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ

### 540.1

σάκει, κυκλωτῷ σώματος προβλήματι,

### 540.2

Σφίγγ’ ὠμόσιτον προσμεμηχανημένην

### 540.3

γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας,

### 540.4

φέρει δ’ ὑφ’ αὑτῇ φῶτα Καδμείων ἕνα,

### 540.5

ὡς πλεῖστ’ ἐπ’ ἀνδρὶ τῷδ’ ἰάπτεσθαι βέλη.

### 545.1

ἐλθὼν δ’ ἔοικεν οὐ καπηλεύσειν μάχην,

### 545.2

μακρᾶς κελεύθου δ’ οὐ καταισχυνεῖν πόρον.

### unit_185.1

Ετ.εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν,

### unit_185.2

αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν·

### unit_185.3

ἦ τἂν πανώλεις παγκάκως τ’ ὀλοίατο.

### unit_185.4

ἔστιν δὲ καὶ τῷδ’, ὃν λέγεις τὸν Ἀρκάδα,

### unit_185.5

ἀνὴρ ἄκομπος, χεὶρ δ’ ὁρᾷ τὸ δράσιμον,

### 555.1

Ἄκτωρ, ἀδελφὸς τοῦ πάρος λελεγμένου·

### 555.2

ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ

### 555.3

εἴσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,

### 555.4

οὐδ’ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκος

### 555.5

[εἰκὼ φέροντα πολεμίας ἐπ’ ἀσπίδος]

### 560.1

ἔξωθεν εἴσω. τῷ φέροντι μέμψεται,

### 560.2

πυκνοῦ κροτησμοῦ τυγχάνους’ ὑπὸ πτόλιν.

### unit_188.1

θεῶν θελόντων κἂν ἀληθεύσαιμ’ ἐγώ.

### unit_188.2

Χο.ἱκνεῖται λόγος διὰ στηθέων,[στρ. γ.

### unit_188.3

τριχὸς δ’ ὀρθίας πλόκαμος ἵσταται·

### 565.1

μεγάλα μεγαληγόρων κλύοντες

### 565.2

ἀνοσίων ἀνδρῶν, εἰ θεοὶ θεοί,

### 565.3

τούσδ’ ὀλέσειαν ἐν γᾷ.

### 567.1

Αγ.ἕκτον λέγοιμ’ ἂν ἄνδρα σωφρονέστατον

### 567.2

ἀλκήν τ’ ἄριστον, μάντιν, Ἀμφιάρεω βίαν·

### 570.1

Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος

### 570.2

κακοῖσι βάζει πολλὰ Τυδέως βίαν·

### 570.3

τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα,

### 570.4

μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον,

### 570.5

Ἐρινύος κλητῆρα, πρόσπολον Φόνου,

### 575.1

κακῶν δ’ Ἀδράστῳ τῶνδε βουλευτήριον.

### 575.2

καὶ τὸν σὸν αὖθις πρὸς μόραν ἀδελφεόν,

*[crux: πρὸς μόραν ἀδελφεόν,]*

### 575.3

ἐξυπτιάζων ὄνομα, Πολυνείκους βίαν

### 575.4

[δίς τ’ ἐν τελευτῇ τοὔνομ’ ἐνδατούμενος,]

### 575.5

καλεῖ. λέγει δὲ τοῦτ’ ἔπος διὰ στόμα·

### 580.1

“Ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές,

### 580.2

καλόν τ’ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις,

### 580.3

πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς

### 580.4

πορθεῖν, στράτευμ’ ἐπακτὸν ἐμβεβληκότα;

### 580.5

μητρός τε πηγὴν τίς κατασβέσει δίκη;

### 585.1

πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ

### 585.2

ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται;

### unit_195.1

ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα,

### unit_195.2

μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός.

### unit_195.3

μαχώμεθ’, οὐκ ἄτιμον ἐλπίζω μόρον.”

### 590.1

τοιαῦθ’ ὁ μάντις ἀσπίδ’ εὐκήλως ἔχων

### 590.2

πάγχαλκον ηὔδα· σῆμα δ’ οὐκ ἐπῆν κύκλῳ.

### 590.3

οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλ’ εἶναι θέλει,

### 590.4

βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,

### 590.5

ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα.

### 595.1

τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας

### 595.2

πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει.

### 595.3

Ετ.φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς

### 595.4

δίκαιον ἄνδρα τοῖσι δυσσεβεστέροις.

### 595.5

ἐν παντὶ πράγει δ’ ἔσθ’ ὁμιλίας κακῆς

### unit_198.1

κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος.

### unit_198.2

[ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται.]

### unit_198.3

ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ

### unit_198.4

ναύτῃσι θερμοῖς καὶ πανουργίᾳ τινὶ

### unit_198.5

ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει,

### 605.1

ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν

### 605.2

ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν,

### 605.3

ταὐτοῦ κυρήσας ἐκδίκως ἀγρεύματος,

### 605.4

πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ’δάμη.

### 605.5

οὕτως δ’ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω,

### 610.1

σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ,

### 610.2

μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς

### 610.3

θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν,

### unit_201.1

τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν,

### unit_201.2

Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.

### 615.1

δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις,

### 615.2

οὐχ ὡς ἄθυμον οὐδὲ λήματος κάκῃ,

### 615.3

ἀλλ’ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ,

### 615.4

εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου·

### 615.5

φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια.

### 620.1

ὅμως δ’ ἐπ’ αὐτῷ φῶτα, Λασθένους βίαν,

### 620.2

ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν·

### 620.3

γέροντα τὸν νοῦν, σάρκα δ’ ἡβῶσαν φύει,

### 620.4

ποδῶκες ὄμμα, χειρὶ δ’ οὐ βραδύνεται

### 620.5

παρ’ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ.

### 625

θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.

### 625.1

Χο.κλύοντες θεοὶ δικαίας λιτὰς[ἀντ. γ.

### 625.2

ἡμετέρας τελεῖθ’, ὡς πόλις εὐτυχῇ,

### 625.3

δορίπονα κάκ’ ἐκτρέποντες 〈ἐσ〉 γᾶς

### 625.4

ἐπιμόλους· πύργων δ’ ἔκτοθεν βαλὼν

### 630

Ζεύς σφε κάνοι κεραυνῷ.

### 630.1

Αγ.τὸν ἕβδομον δὴ τόνδ’ ἐφ’ ἑβδόμαις πύλαις

### 630.2

λέξω, τὸν αὐτοῦ σου κασίγνητον, πόλει

### 630.3

οἵας ἀρᾶται καὶ κατεύχεται τύχας·

### 630.4

πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί,

### 635.1

ἁλώσιμον παιῶν’ ἐπεξιακχάσας,

### 635.2

σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας,

### unit_209.1

ἢ ζῶντ’, ἀτιμαστῆρα τὼς ἀνδρηλάτην,

### unit_209.2

φυγῇ τὸν αὐτὸν τόνδε τείσασθαι τρόπον.

### unit_209.3

τοιαῦτ’ ἀυτεῖ καὶ θεοὺς γενεθλίους

### 640.1

καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν

### 640.2

τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία.

### 640.3

ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος

### 640.4

διπλοῦν τε σῆμα προσμεμηχανημένον.

### 640.5

χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν

### 645.1

ἄγει γυνή τις σωφρόνως ἡγουμένη.

### 645.2

Δίκη δ’ ἄρ’ εἶναί φησιν, ὡς τὰ γράμματα

### 645.3

λέγει· “Κατάξω δ’ ἄνδρα τόνδε καὶ πόλιν

### 645.4

ἕξει πατρῴαν δωμάτων τ’ ἐπιστροφάς.”

### 645.5

τοιαῦτ’ ἐκείνων ἐστὶ τἀξευρήματα.

### unit_212.1

σὺ δ’ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ·

### unit_212.2

ὡς οὔποτ’ ἀνδρὶ τῷδε κηρυκευμάτων

### unit_212.3

μέμψῃ—σὺ δ’ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν.

### unit_212.4

Ετ.ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος,

### unit_212.5

ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος·

### 655.1

ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι.

### 655.2

ἀλλ’ οὔτε κλαίειν οὔτ’ ὀδύρεσθαι πρέπει,

### 655.3

μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος.

### 655.4

ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκη λέγω,

### 655.5

τάχ’ εἰσόμεσθα τοὐπίσημ’ ὅποι τελεῖ,

### 660.1

εἴ νιν κατάξει χρυσότευκτα γράμματα

### 660.2

ἐπ’ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν.

### 660.3

εἰ δ’ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν

### 660.4

ἔργοις ἐκείνου καὶ φρεσίν, τάχ’ ἂν τόδ’ ἦν·

### 660.5

ἀλλ’ οὔτε νιν φυγόντα μητρόθεν σκότον,

### 665.1

οὔτ’ ἐν τροφαῖσιν, οὔτ’ ἐφηβήσαντά πω,

### 665.2

οὔτ’ ἐν γενείου ξυλλογῇ τριχώματος,

### 665.3

Δίκη προσεῖδε καὶ κατηξιώσατο·

### 665.4

οὐδ’ ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ

### 665.5

οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας.

### 670.1

ἦ δῆτ’ ἂν εἴη πανδίκως ψευδώνυμος

### 670.2

Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας.

### 670.3

τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι

### 670.4

αὐτός· τίς ἄλλος μᾶλλον ἐνδικώτερος;

### 670.5

ἄρχοντί τ’ ἄρχων καὶ κασιγνήτῳ κάσις,

### 675.1

ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρ’ ὡς τάχος

### 675.2

κνημῖδας, αἰχμῆς καὶ πέτρων προβλήματα.

### 676.1

Χο.μή, φίλτατ’ ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ

### 676.2

ὀργὴν ὁμοῖος τῷ κάκιστ’ αὐδωμένῳ·

### 676.3

ἀλλ’ ἄνδρας Ἀργείοισι Καδμείους ἅλις

### 680.1

ἐς χεῖρας ἐλθεῖν· αἷμα γὰρ καθάρσιον.

### 680.2

ἀνδροῖν δ’ ὁμαίμοιν θάνατος ὧδ’ αὐτοκτόνος—

### 680.3

οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος.

### 680.4

Ετ.εἴπερ κακὸν φέροι τις, αἰσχύνης ἄτερ

### 680.5

ἔστω· μόνον γὰρ κέρδος ἐν τεθνηκόσι·

### 685

κακῶν δὲ κᾀσχρῶν οὔτιν’ εὐκλείαν ἐρεῖς.

### 685.1

Χο.τί μέμονας, τέκνον; μή τί σε θυμοπλη‐[στρ. α.

### 685.2

θὴς δορίμαργος ἄτα φερέτω· κακοῦ δ’

### 685.3

ἔκβαλ’ ἔρωτος ἀρχάν.

### 688

Ετ.ἐπεὶ τὸ πρᾶγμα κάρτ’ ἐπισπέρχει θεός,

### 690

ἴτω κατ’ οὖρον, κῦμα Κωκυτοῦ λαχόν,

### unit_224.1

Φοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος.

### unit_224.2

Χο.ὠμοδακής ς’ ἄγαν ἵμερος ἐξοτρύ‐[ἀντ. α.

### unit_224.3

νει πικρόκαρπον ἀνδροκτασίαν τελεῖν

### unit_224.4

αἵματος οὐ θεμιστοῦ.

### 695.1

Ετ.φίλου γὰρ ἐχθρά μοι πατρὸς μέλαιν’ Ἀρὰ

### 695.2

ξηροῖς ἀκλαύτοις ὄμμασιν προσιζάνει,

### 695.3

λέγουσα κέρδος πρότερον ὑστέρου μόρου.

### 697.1

Χο.ἀλλὰ σὺ μὴ ’ποτρύνου· κακὸς οὐ κεκλή‐[στρ. β.

### 697.2

σῃ βίον εὖ κυρήσας· μελάναιγις [δ’] οὐκ

### unit_227.1

εἶσι δόμων Ἐρινύς, ὅταν ἐκ χερῶν

### unit_227.2

θεοὶ θυσίαν δέχωνται.

### 701.1

Ετ.θεοῖς μὲν ἤδη πως παρημελήμεθα,

### 701.2

χάρις δ’ ἀφ’ ἡμῶν ὀλομένων θαυμάζεται·

### 701.3

τί οὖν ἔτ’ ἂν σαίνοιμεν ὀλέθριον μόρον;

### 705.1

Χο.νῦν ὅτε σοι παρέστακεν· ἐπεὶ δαίμων[ἀντ. β.

### 705.2

λήματος ἂν τροπαίᾳ χρονίᾳ μεταλ‐

### 705.3

λακτὸς ἴσως ἂν ἔλθοι θελεμωτέρῳ

### 705.4

πνεύματι· νῦν δ’ ἔτι ζεῖ.

### 708

Ετ.ἐξέζεσεν γὰρ Οἰδίπου κατεύγματα·

### 710.1

ἄγαν δ’ ἀληθεῖς ἐνυπνίων φαντασμάτων

### 710.2

ὄψεις, πατρῴων χρημάτων δατήριοι.

### 710.3

Χο.πιθοῦ γυναιξί, καίπερ οὐ στέργων ὅμως.

### 710.4

Ετ.λέγοιτ’ ἂν ὧν ἄνη τις· οὐδὲ χρὴ μακράν.

### 710.5

Χο.μὴ ἔλθῃς ὁδοὺς σὺ τάσδ’ ἐφ’ ἑβδόμαις πύλαις.

### 715.1

Ετ.τεθηγμένον τοί μ’ οὐκ ἀπαμβλυνεῖς λόγῳ.

### 715.2

Χο.νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός.

### 715.3

Ετ.οὐκ ἄνδρ’ ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος.

### 715.4

Χο.ἀλλ’ αὐτάδελφον αἷμα δρέψασθαι θέλεις;

### 715.5

Ετ.θεῶν διδόντων οὐκ ἂν ἐκφύγοις κακά.

### 720

ΧΟΡΟΣ

### 720.1

πέφρικα τὰν ὠλεσίοικον[στρ. α.

### 720.2

θεόν, οὐ θεοῖς ὁμοίαν,

### 720.3

παναληθῆ, κακόμαντιν,

### 720.4

πατρὸς εὐκταίαν Ἐρινὺν

### 720.5

τελέσαι τὰς περιθύμους

### 725.1

κατάρας Οἰδιπόδα βλαψίφρονος·

### 725.2

παιδολέτωρ δ’ ἔρις ἅδ’ ὀτρύνει.

### 726.1

ξένος δὲ κλήρους ἐπινωμᾷ[ἀντ. α.

### 726.2

Χάλυβος Σκυθῶν ἄποικος,

### 726.3

κτεάνων χρηματοδαίτας

### 730.1

πικρός, ὠμόφρων σίδαρος,

### 730.2

χθόνα ναίειν διαπήλας

### 730.3

ὁπόσαν καὶ φθιμένοισιν κατέχειν,

### unit_238.1

τῶν μεγάλων πεδίων ἀμοίρους.

### unit_238.2

ἐπεὶ δ’ ἂν αὐτοκτόνως[στρ. β.

### 735.1

αὐτοδάικτοι θάνω‐

### 735.2

σι, καὶ γαΐα κόνις

### 735.3

πίῃ μελαμπαγὲς αἷμα φοίνιον,

### 735.4

τίς ἂν καθαρμοὺς πόροι,

### 735.5

τίς ἄν σφε λούσειεν; ὦ

### 740.1

πόνοι δόμων νέοι παλαι‐

### 740.2

οῖσι συμμιγεῖς κακοῖς.

### 741.1

παλαιγενῆ γὰρ λέγω[ἀντ. β.

### 741.2

παρβασίαν ὠκύποι‐

### 741.3

νον, αἰῶνα δ’ ἐς τρίτον

### 745.1

μένειν, Ἀπόλλωνος εὖτε Λάιος

### 745.2

βίᾳ, τρὶς εἰπόντος ἐν

### 745.3

μεσομφάλοις Πυθικοῖς

### 745.4

χρηστηρίοις θνῄσκοντα γέν‐

### 745.5

νας ἄτερ σῴζειν πόλιν.

### unit_243.1

κρατηθεὶς δ’ ἐκ φιλᾶν ἀβουλιᾶν[στρ. γ.

### unit_243.2

ἐγείνατο μὲν μόρον αὑτῷ,

### unit_243.3

πατροκτόνον Οἰδιπόδαν,

### unit_243.4

ὅστε ματρὸς ἁγνὰν

### unit_243.5

σπείρας ἄρουραν, ἵν’ ἐτράφη,

### 755.1

ῥίζαν αἱματόεσσαν

### 755.2

ἔτλα· παράνοια συνᾶγε

### 755.3

νυμφίους φρενώλης.

### 757.1

κακῶν δ’ ὥσπερ θάλασσα κῦμ’ ἄγει·[ἀντ. γ.

### 757.2

τὸ μὲν πίτνον, ἄλλο δ’ ἀείρει

### 760.1

τρίχαλον, ὃ καὶ περὶ πρύμ‐

### 760.2

ναν πόλεως καχλάζει.

### 760.3

μεταξὺ δ’ ἀλκὰ δι’ ὀλίγου

### 760.4

τείνει, πύργος ἐν εὔρει.

### 760.5

δέδοικα δὲ σὺν βασιλεῦσι

### 765

μὴ πόλις δαμασθῇ.

### 765.1

τέλειαι γὰρ παλαιφάτων ἀρᾶν[στρ. δ.

### 765.2

βαρέαι καταλλαγαί· τὰ δ’ ὀλο‐

### 765.3

ὰ πενομένους παρέρχεται,

### 765.4

πρόπρυμνα δ’ ἐκβολὰν φέρει

### 770.1

ἀνδρῶν ἀλφηστᾶν

### 770.2

ὄλβος ἄγαν παχυνθείς.

### 771.1

τίν’ ἀνδρῶν γὰρ τοσόνδ’ ἐθαύμασαν[ἀντ. δ.

### 771.2

θεοὶ [καὶ] ξυνέστιοι πόλεος

### 771.3

ὁ πολύβοτός τ’ αἰὼν βροτῶν,

### 775.1

ὅσον τότ’ Οἰδίπουν τίον,

### 775.2

τὰν ἁρπαξάνδραν

### unit_252.1

κῆρ’ ἀφελόντα χώρας;

### unit_252.2

ἐπεὶ δ’ ἀρτίφρων[στρ. ε.

### unit_252.3

ἐγένετο μέλεος ἀθλίων

### 780.1

γάμων, ἐπ’ ἄλγει δυσφορῶν

### 780.2

μαινομένᾳ κραδίᾳ

### 780.3

δίδυμα κάκ’ ἐτέλεσεν·

### 780.4

πατροφόνῳ χερὶ τῶν

### 780.5

κρεισσοτέκνων [δ’ ἀπ’] ὀμμάτων ἐπλάγχθη·

*[crux: κρεισσοτέκνων [δ’ ἀπ’] ὀμμάτων ἐπλάγχθη·]*

### 785.1

τέκνοις δ’ ἀρχαίας[ἀντ. ε.

### 785.2

ἐφῆκεν ἐπίκοτος τροφᾶς,

### 785.3

αἰαῖ, πικρογλώσσους ἀράς,

### 785.4

καί σφε σιδαρονόμῳ

### 785.5

διὰ χερί ποτε λαχεῖν

### 790.1

κτήματα· νῦν δὲ τρέω

### 790.2

μὴ τελέσῃ καμψίπους Ἐρινύς.

### 791.1

Αγ.θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι.

### 791.2

πόλις πέφευγεν ἥδε δούλιον ζυγόν·

### 791.3

πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα·

### 795.1

πόλις δ’ ἐν εὐδίᾳ τε καὶ κλυδωνίου

### 795.2

πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο.

### 795.3

στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις

### 795.4

ἐφραξάμεσθα μονομάχοισι προστάταις·

### 795.5

καλῶς ἔχει τὰ πλεῖστ’ ἐν ἓξ πυλώμασιν·

### unit_258.1

τὰς δ’ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτας

### unit_258.2

ἄναξ Ἀπόλλων εἵλετ’, Οἰδίπου γένει

### unit_259.1

κραίνων παλαιὰς Λαΐου δυσβουλίας.

### unit_259.2

Χο.τί δ’ ἐστὶ πρᾶγος νεόκοτον πόλει πλέον;

### unit_259.3

Αγ.πόλις σέσωται· βασιλέῳν δ’ ὁμοσπόροιν—

### 805.1

Χο.οἲ ’γὼ τάλαινα· μάντις εἰμὶ τῶν κακῶν.

### 805.2

Αγ.πέπωκεν αἷμα γαῖ’ ὑπ’ ἀλλήλων φόνῳ.

### 803

Χο.τί δ’ ἐστὶ πρᾶγος νεόκοτον πόλει πλέον;

### 807.1

Αγ.ἅνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων.

### 807.2

Χο.τίνες; τί δ’ εἶπας; παραφρονῶ φόβῳ λόγου.

### 807.3

Αγ.φρονοῦσα νῦν ἄκουσον· Οἰδίπου γένος—

### 810

Χο.ἐκεῖθι κἦλθον; βαρέα δ’ οὖν ὅμως φράσον.

### 812

Αγ.οὕτως ἀδελφαῖς χερσὶν ἠναίρονθ’ ἅμα;

### 810

Χο.οὐδ’ ἀμφιλέκτως μὴν κατεσποδημένοι—

### 813.1

Αγ.οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν,

### 813.2

αὐτὸς δ’ ἀναλοῖ δῆτα δύσποτμον γένος.

### 815.1

τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα,

### 815.2

πόλιν μὲν εὖ πράσσουσαν, οἱ δ’ ἐπιστάται,

### 815.3

δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ

### 815.4

Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν.

### 815.5

ἕξουσι δ’ ἣν λάβωσιν ἐν ταφῇ χθονός,

### 820

πατρὸς κατ’ εὐχὰς δυσπότμως φορούμενοι.

### 822

ΧΟΡΟΣ

### 822.1

ὦ μεγάλε Ζεῦ καὶ πολιοῦχοι

### 822.2

δαίμονες, οἳ δὴ Κάδμου πύργους

### 822.3

τούσδε ῥύεσθε·

### 825.1

πότερον χαίρω κἀπολολύξω

### 825.2

πόλεως ἀσινεῖ σωτῆρι ...

*[crux: σωτῆρι]*

### 825.3

ἢ τοὺς μογεροὺς καὶ δυσδαίμονας

### 825.4

ἀτέκνους κλαύσω πολεμάρχους;

### 825.5

οἳ δῆτ’ ὀρθῶς κατ’ ἐπωνυμίαν

### 830.1

〈κλεινοί τ’ ἐτεὸν καὶ πολυνεικεῖσ〉

### 830.2

ὤλοντ’ ἀσεβεῖ διανοίᾳ.

### 831.1

ὦ μέλαινα καὶ τελεία[στρ. α.

### 831.2

γένεος Οἰδίπου τ’ Ἀρά,

### 831.3

κακόν με καρδίαν τι περιπίτνει κρύος.

### 835.1

ἔτευξα τύμβῳ μέλος

### 835.2

θυιὰς αἱματοσταγεῖς

### 835.3

νεκροὺς κλύουσα δυσμόρως

### 835.4

θανόντας· ἦ δύσορνις ἅ‐

### 835.5

δε ξυναυλία δορός.

### 840.1

ἐξέπραξεν, οὐδ’ ἀπεῖπεν[ἀντ. α.

### 840.2

πατρόθεν εὐκταία φάτις·

### 840.3

βουλαὶ δ’ ἄπιστοι Λαΐου διήρκεσαν.

### 840.4

μέριμνα δ’ ἀμφὶ πτόλιν·

### unit_276

θέσφατ’ οὐκ ἀμβλύνεται.

### 845.1

ἰὼ πολύστονοι, τόδ’ εἰρ‐

### 845.2

γάσασθ’ ἄπιστον· ἦλθε δ’ αἰ‐

### 845.3

ακτὰ πήματ’ οὐ λόγῳ.

### 847.1

—τάδ’ αὐτόδηλα, προῦπτος ἀγγέλου λόγος·

### 847.2

διπλαῖ μέριμναι, διδύμα δ’ ἀνορέα·

### unit_279

κάκ’ αὐτοφόνα δίμοιρα τέλεα τάδε πάθη.

### 851-852

τί φῶ; —τί δ’ ἄλλο γ’ ἢ πόνοι

### 853.1

πόνων δόμων ἐφέστιοι; —

### 853.2

—ἀλλὰ γόων, ὦ φίλαι, κατ’ οὖρον

### 855.1

ἐρέσσετ’ ἀμφὶ κρατὶ πόμπιμον χεροῖν

### 855.2

πίτυλον, ὃς αἰὲν δι’ Ἀχέροντ’ ἀμείβεται,

### 855.3

τὰν ἄστονον μελάγκροκον ναύστολον θεωρίδα,

### 858-859

τὰν ἀστιβῆ ’πόλλωνι, τὰν ἀνάλιον,

### 860

πάνδοκον εἰς ἀφανῆ τε χέρσον.

### 860.1

—ἀλλὰ γὰρ ἥκους’ αἵδ’ ἐπὶ πρᾶγος

### 860.2

πικρὸν Ἀντιγόνη τ’ ἠδ’ Ἰσμήνη,

### 860.3

θρῆνον ἀδελφοῖν· οὐκ ἀμφιβόλως

### 860.4

οἶμαί σφ’ ἐρατῶν ἐκ βαθυκόλπων

### 865.1

στηθέων ἥσειν ἄλγος ἐπάξιον.

### 865.2

ἡμᾶς δὲ δίκη πρότερον φήμης

### 867-868

τὸν δυσκέλαδόν θ’ ὕμνον Ἐρινύος

### 869

ἀχεῖν Ἀίδα τ’

### 870.1

ἐχθρὸν παιᾶν’ ἐπιμέλπειν.

### 870.2

—ἰώ.

### 871.1

δυσαδελφόταται πασῶν ὁπόσαι

### 871.2

στρόφον ἐσθῆσιν περιβάλλονται,

### 871.3

κλαίω, στένομαι, καὶ δόλος οὐδεὶς

### 871.4

μὴ ’κ φρενὸς ὀρθῶς με λιγαίνειν.

### 875.1

Αν.ἰὼ ἰὼ δύσφρονες,[στρ. α.

### 875.2

φίλων ἄπιστοι καὶ κακῶν ἀτρύμονες,

### 875.3

δόμους ἑλόντες πατρῴ‐

### 875.4

ους μέλεοι σὺν ἀλκᾷ.

### 878

Χο.μέλεοι δῆθ’ οἳ μελέους θανάτους

### 880

ηὕροντο δόμων ἐπὶ λύμῃ.

### 880.1

Ις.ἰὼ ἰὼ δωμάτων[ἀντ. α.

### 880.2

ἐρειψίτοιχοι καὶ πικρὰς μοναρχίας

### 883-884

ἰδόντες, ἤδη διήλ‐

### 885

λαχθε σὺν σιδάρῳ.

### 885.1

Χο.κάρτα δ’ ἀληθῆ πατρὸς Οἰδιπόδα

### 885.2

πότνι’ Ἐρινὺς ἐπέκρανεν.

### 887.1

Αν.δι’ εὐωνύμων τετυμμένοι,[στρ. β.

### 887.2

τετυμμένοι δῆθ’, ὁμο‐

### 890

σπλάγχνων τε πλευρωμάτων

### unit_300.1

. . . . .

### unit_300.2

αἰαῖ δαιμόνιοι,

### unit_300.3

αἰαῖ δ’ ἀντιφόνων

### unit_300.4

〈ἐκ〉 θανάτων ἀραί.

### 895.1

Χο.διανταίαν λέγεις [πλαγὰν] δόμοισι καὶ

### 895.2

σώμασιν πεπλαγμένους, [ἐννέπω]

### 895.3

ἀναυδάτῳ μένει

### 895.4

ἀραίῳ τ’, ἐκ πατρὸς

### 895.5

〈δ’ οὐ〉 διχόφρονι πότμῳ.

### unit_302.1

Ις.διήκει δὲ καὶ πόλιν στόνος,[ἀντ. β.

### unit_302.2

στένουσι πύργοι, στένει

### unit_302.3

πέδον φίλανδρον· μένει

### unit_302.4

〈δὲ〉 κτέαν’ ἐπιγόνοις,

### unit_302.5

δι’ ὧν αἰνομόροις,

### 905

δι’ ὧν νεῖκος ἔβα

### 905

καὶ θανάτου τέλος.

### 905.1

Χο.ἐμοιράσαντο δ’ ὀξυκάρδιοι

### 905.2

κτήμαθ’, ὥστ’ ἴσον λαχεῖν.

### 905.3

διαλλακτῆρι δ’ οὐκ

### 905.4

ἀμεμφεία φίλοις,

### 910

οὐδ’ ἐπίχαρις Ἄρης.

### 910

Αν.σιδηρόπληκτοι μὲν ὧδ’ ἔχουσιν[στρ. γ.

### unit_308.1

σιδηρόπληκτοι δὲ τοὺς μένουσι—

### unit_308.2

τάχ’ ἄν τις εἴποι, τίνες;

### unit_308.3

τάφων πατρῴων λαχαί.

### 915

Χο. δόμων μάλ’ ἀχάεσσα τοὺς

*[crux: δόμων μάλ’ ἀχάεσσα τοὺς]*

### 915.1

προπέμπει

### 915.2

δαϊκτὴρ γόος αὐ‐

### 916.1

τόστονος, αὐτοπήμων,

### 916.2

δαϊόφρων, οὐ φιλογα‐

### 919

θής, ἐτύμως δακρυχέων

### 920.1

ἐκ φρενός, ἃ κλαιομένας

### 920.2

μου μινύθει,

### 920.3

τοῖνδε δυοῖν ἀνάκτοιν.

### 922

Ις.πάρεστι δ’ εἰπεῖν ἐπ’ ἀθλίοισιν[ἀντ. γ.

### 923.1

ὡς ἐρξάτην πολλὰ μὲν πολίτας,

### 923.2

ξένων τε πάντων στίχας

### 925

πολυφθόρους ἐν δαΐ.

### 925.1

Χο.δυσδαίμων σφιν ἁ τεκοῦσα

### 925.2

πρὸ πασᾶν

### 927.1

γυναικῶν ὁπόσαι

### 927.2

τεκνογόνοι κέκληνται.

### 927.3

παῖδα τὸν αὑτᾶς πόσιν αὑ‐

### 929

τᾷ θεμένα τούσδ’ ἔτεχ’, οἱ

### 930.1

δ’ ὧδ’ ἐτελεύτασαν ὑπ’ ἀλ‐

### 930.2

λαλοφόνοις

### 930.3

χερσὶν ὁμοσπόροισιν.

### 932.1

Αν.ὁμόσποροι δῆτα καὶ πανώλεθροι,[στρ. δ.

### 932.2

διατομαῖς οὐ φίλαις,

### 935.1

ἔριδι μαινομένᾳ,

### 935.2

νείκεος ἐν τελευτᾷ.

### 938.1

Χο.πέπαυται δ’ ἔχθος, ἐν δὲ γαίᾳ

### 938.2

ζόα φονορύτῳ

### 940.1

μέμεικται· κάρτα δ’ εἴς’ ὅμαιμοι.

### 940.2

πικρὸς λυτὴρ νεικέων ὁ πόντιος

### 940.3

ξεῖνος ἐκ πυρὸς συθεὶς

### 943-944

θηκτὸς σίδαρος· πικρὸς δὲ χρημάτων

### 945.1

ἴσος δατητὰς Ἄρης ἀρὰν πατρῴ‐

### 945.2

αν τιθεὶς ἀλαθῆ.

### 946.1

Ις.ἔχουσι μοῖραν λαχόντες οἱ μέλεοι[ἀντ. δ.

### 946.2

διοδότων λάξεων·

### 946.3

ὑπὸ δὲ σώματι γᾶς

### unit_328

πλοῦτος ἄβυσσος ἔσται.

### unit_329.1

Χο.ἰὼ πολλοῖς ἐπανθίσαντες

### unit_329.2

πόνοισι γενεάν·

### unit_330.1

τελευταῖαι δ’ ἐπηλάλαξαν

### unit_330.2

Ἀραὶ τὸν ὀξὺν νόμον, τετραμμένου

### 955.1

παντρόπῳ φυγᾷ γένους.

### 955.2

ἕστακε δ’ Ἄτας τροπαῖον ἐν πύλαις,

### 957-959

ἐν αἷς ἐθείνοντο, καὶ δυοῖν κρατή‐

### 960

σας ἔληξε δαίμων.

### 960

Αν.παιθεὶς ἔπαισας.

### 961.1

Ις.σὺ δ’ ἔθανες κατακτανών.

### 961.2

Αν.δορὶ δ’ ἔκανες. Ις. δορὶ δ’ ἔθανες.

### 961.3

Αν.μελεοπόνος Ις. μελεοπαθής

### 961.4

(Αν.ἴτω γόος, Ις. ἴτω δάκρυ,)

### 965

Αν.πρόκεισαι, Ις. κατακτάς.

### 965.1

Αν.ἠέ. Ις. ἠέ.[στρ. α.

### 965.2

Αν.μαίνεται γόοισι φρήν.

### 965.3

Ις.ἐντὸς δὲ καρδία στένει.

### 965.4

Αν.ἰωιὼ πανδάκρυτε σύ.

### 970.1

Ις.σὺ δ’ αὖτε καὶ πανάθλιε.

### 970.2

Αν.πρὸς φίλου ἔφθισο. Ις. καὶ φίλον ἔκτανες.

### 970.3

Αν.διπλόα λέγειν. Ις. διπλόα δ’ ὁρᾶν.

### 970.4

Αν. ἀχέων τοίων τάδ’ ἐγγύθεν.

### unit_339

Ις.πέλας δ’ αἵδ’ ἀδελφαὶ ἀδελφεῶν.

### 975.1

Χο.ἰὼ Μοῖρα βαρυδότειρα μογερά,

### 975.2

πότνιά τ’ Οἰδίπου σκιά·

### 975.3

μέλαιν’ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.

### 977

Αν.ἠέ. Ις. ἠέ.[ἀντ. α.

### 978.1

Αν.δυσθέατα πήματα—

### 978.2

Ις.ἐδείξατ’ ἐκ φυγᾶς ἐμοί.

### 980.1

Αν.οὐδ’ ἵκεθ’ ὡς κατέκτανεν.

### 980.2

Ις.σωθεὶς δὲ πνεῦμ’ ἀπώλεσεν.

### 980.3

Αν.ὤλεσε δῆθ’ 〈ὅδε〉— Ις. καὶ τὸν ἐνόσφισεν.

### 993

Αν.ὀλοὰ λέγειν. Ις. ὀλοὰ δ’ ὁρᾶν.

### 984

Αν. δύστονα κήδε’ ὁμώνυμα.

### 985

Ις.δίυγρα τριπάλτων πημάτων.

### 985.1

Χο.ἰὼ Μοῖρα βαρυδότειρα μογερά,

### 985.2

πότνιά τ’ Οἰδίπου σκιά·

### 985.3

μέλαιν’ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.

### 988

Αν.σὺ τοί νιν οἶσθα διαπερῶν,

### 990.1

Ις.σὺ δ’ οὐδὲν ὕστερος μαθών,

### 990.2

Αν.ἐπεὶ κατῆλθες ἐς πόλιν,

### 990.3

Ις.δορός γε τῷδ’ ἀντηρέτας.

### 983

Αν.τάλαν γένος, Ις. τάλανα παθόν.

### 994

Αν.ἰὼ πόνος, Ις. ἰὼ κακά,

### 995.1

Αν.δώμασι, Ις. καὶ χθονί,

### 995.2

Αν.πρὸ πάντων δ’ ἐμοί.

### 995.3

Ις.καὶ τὸ πρόσω γ’ ἐμοί.

### 995.4

Αν.ἰὼ ἰώ, δυστόνων κακῶν ἄναξ,

### 995.5

Ἐτεόκλεις ἀρχαγέτα

### 999

. . . . . .

### unit_354.1

Ις.ἰώ, πάντων πολυπονωτάτω.

### unit_354.2

Αν.ἰώ, δαιμονῶντ’ ἐν ἄτᾳ.

### unit_354.3

Ις.ἰώ, ποῦ σφε θήσομεν χθονός;

### unit_354.4

Αν.ἰώ, ὅπου τιμιώτατον.

### unit_354.5

Ις.ἰὼ ἰώ, πῆμα πατρὶ πάρευνον.

### 1005

[ΚΗΡΥΞ

### 1005.1

δοκοῦντα καὶ δόξαντ’ ἀπαγγέλλειν με χρὴ

### 1005.2

δήμου προβούλοις τῆσδε Καδμείας πόλεως·

### 1005.3

Ἐτεοκλέα μὲν τόνδ’ ἐπ’ εὐνοίᾳ χθονὸς

### 1005.4

θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς·

### 1005.5

στέγων γὰρ ἐχθροὺς θάνατον εἵλετ’ ἐν πόλει,

### 1010.1

ἱερῶν πατρῴων δ’ ὅσιος ὢν μομφῆς ἄτερ

### 1010.2

τέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν.

### 1010.3

οὕτω μὲν ἀμφὶ τοῦδ’ ἐπέσταλται λέγειν·

### unit_358.1

τούτου δ’ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν

### unit_358.2

ἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν,

### 1015.1

ὡς ὄντ’ ἀναστατῆρα Καδμείων χθονός,

### 1015.2

εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ

### 1015.3

τῷ τοῦδ’. ἄγος δὲ καὶ θανὼν κεκτήσεται

### 1015.4

θεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδε

### 1015.5

στράτευμ’ ἐπακτὸν ἐμβαλὼν ᾕρει πόλιν.

### 1020.1

οὕτω πετηνῶν τόνδ’ ὑπ’ οἰωνῶν δοκεῖ

### 1020.2

ταφέντ’ ἀτίμως τοὐπιτίμιον λαβεῖν,

### 1020.3

καὶ μήθ’ ὁμαρτεῖν τυμβοχόα χειρώματα

### 1020.4

μήτ’ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν,

### 1020.5

ἄτιμον εἶναι δ’ ἐκφορᾶς φίλων ὕπο.

### 1025.1

τοιαῦτ’ ἔδοξε τῷδε Καδμείων τέλει.

### 1025.2

Αν.ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω·

### 1025.3

ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ,

### 1025.4

ἐγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶ

### 1025.5

θάψας’ ἀδελφὸν τὸν ἐμόν, οὐδ’ αἰσχύνομαι

### 1030.1

ἔχους’ ἄπιστον τήνδ’ ἀναρχίαν πόλει.

### 1030.2

δεινὸν τὸ κοινὸν σπλάγχνον οὗ πεφύκαμεν,

### 1030.3

μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός.

### 1030.4

τοιγὰρ θέλους’ ἄκοντι κοινώνει κακῶν,

### 1030.5

ψυχή, θανόντι ζῶσα συγγόνῳ φρενί.

### 1035

τούτου δὲ σάρκας . . . . . .

### 1035.1

. . . . . οὐδὲ κοιλογάστορες

### 1035.2

λύκοι πάσονται· μὴ δοκησάτω τινί.

### 1035.3

τάφον γὰρ αὐτὴ καὶ κατασκαφὰς ἐγώ,

### 1035.4

γυνή περ οὖσα, τῷδε μηχανήσομαι,

### 1035.5

κόλπῳ φέρουσα βυσσίνου πεπλώματος,

### 1040

καὐτὴ καλύψω· μηδέ τῳ δόξῃ πάλιν.

### unit_366.1

θάρσει παρέσται μηχανὴ δραστήριος.

### unit_366.2

Κη.αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε.

### unit_366.3

Αν.αὐδῶ σε μὴ περισσὰ κηρύσσειν ἐμοί.

### unit_366.4

Κη.τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά.

### 1045.1

Αν.τράχυν’· ἄθαπτος δ’ οὗτος οὐ γενήσεται.

### 1045.2

Κη.ἀλλ’ ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ;

### 1045.3

Αν. ἤδη τὰ τοῦδ’ οὐ διατετίμηται θεοῖς.

### 1045.4

Κη.οὔ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν.

### 1045.5

Αν.παθὼν κακῶς κακοῖσιν ἀντημείβετο.

### unit_368

Κη.ἀλλ’ εἰς ἅπαντας ἀνθ’ ἑνὸς τόδ’ ἔργον ἦν.

### unit_369.1

Αν.. . . . . . . .

### unit_369.2

Κη.Ἔρις περαίνει μῦθον ὑστάτη θεῶν.

### unit_369.3

Αν.ἐγὼ δὲ θάψω τόνδε· μὴ μακρηγόρει.

### unit_369.4

Κη.ἀλλ’ αὐτόβουλος ἴσθ’, ἀπεννέπω δ’ ἐγώ.

### 1053

Χο.φεῦ φεῦ.

### 1054

ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖς

### 1055.1

Κῆρες Ἐρινύες, αἵτ’ Οἰδιπόδα

### 1055.2

γένος ὠλέσατε πρυμνόθεν οὕτως,

### 1055.3

τί πάθω; τί δὲ δρῶ; τί δὲ μήσωμαι;

### 1055.4

πῶς τολμήσω μήτε σε κλαίειν

### 1055.5

μήτε προπέμπειν ἐπὶ τύμβῳ;

### 1060.1

ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι

### 1060.2

δεῖμα πολιτῶν.

### 1060.3

σύ γε μὴν πολλῶν πενθητήρων

### unit_374.1

τεύξῃ· κεῖνος δ’ ὁ τάλας ἄγοος

### unit_374.2

μονόκλαυτον ἔχων θρῆνον ἀδελφῆς

### 1065.1

εἶσιν· τίς ἂν οὖν τὰ πίθοιτο;

### 1065.2

Ημ.δράτω 〈τι〉 πόλις καὶ μὴ δράτω

### 1065.3

τοὺς κλαίοντας Πολυνείκη.

### 1065.4

ἡμεῖς γὰρ ἴμεν καὶ συνθάψομεν

### 1065.5

αἵδε προπομποί. καὶ γὰρ γενεᾷ

### 1070.1

κοινὸν τόδ’ ἄχος, καὶ πόλις ἄλλως

### 1070.2

ἄλλοτ’ ἐπαινεῖ τὰ δίκαια.

### 1070.3

Ημ.ἡμεῖς δ’ ἅμα τῷδ’, ὥσπερ τε πόλις

### 1070.4

καὶ τὸ δίκαιον ξυνεπαινεῖ.

### 1070.5

μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺν

### 1075.1

ὅδε Καδμείων ἤρυξε πόλιν

### 1075.2

μὴ ’νατραπῆναι μηδ’ ἀλλοδαπῶν

### 1075.3

κύματι φωτῶν

### unit_378

κατακλυσθῆναι τὰ μάλιστα.]

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: emo-aa`.
