---
title: "Scholia on Aeschylus, Prometheus and Other Plays: Seven against Thebes"
title_greek: "Σχόλια εἰς Αἰσχύλον, Ἑπτὰ ἐπὶ Θήβας"
author: Aeschylus Scholia
eul_wid: tro-av
eul_aid: tro
canonical: "https://eulogikon.org/works/aeschylus-scholia-text-seven-against-thebes-2-tro-av"
lang: grc
period: Late Antique
dialect: Medieval Greek
content_hash: "sha256:ffae6860065c99d322a13709fd2e68262a973ec088adb65a0a0f4b455ab52f6c"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Aeschylus, Prometheus and Other Plays: Seven against Thebes

*Σχόλια εἰς Αἰσχύλον, Ἑπτὰ ἐπὶ Θήβας*

**Author:** Aeschylus Scholia

**eul_wid:** `tro-av` · [HTML page](https://eulogikon.org/works/aeschylus-scholia-text-seven-against-thebes-2-tro-av)

## Text

Part of [Scholia on Aeschylus, Prometheus and Other Plays](/works/aeschylus-scholia-text-tro-ai)

ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ.

ΥΠΟΘΕΣΙΣ.

Ὁ Λάιος τοῦ Λαβδάκου υἱὸς ὢν ἐβασίλευσεν ἐν Θήβαις, γυναῖκα κεκτημένος Ἰοκάστην, τὴν θυγατέρα τοῦ Μενοικέως· ᾗ συνελθεῖν καὶ τέκνα ποιῆσαι οὐκ ἐτόλμα, τὰς τοῦ Πέλοπος δεδιὼς ἀράς. φασὶ γὰρ ὅτι τὸν τοῦ Πέλοπος υἱὸν Χρύσιππον, ὃς ἦν αὐτῷ ἐξ ἄλλης γυναικὸς, καὶ, οὐκ ἐκ τῆς θυγατρὸς τοῦ Οἰνομάου Ἱπποδαμείας, ὁ Λάιος ἥρπασεν ἐρασθεῖς αὐτοῦ καὶ αὐτῷ συνεγένετο, καὶ πρῶτος ἐν ἀνθρώποις τὴν ἀρρενοφθορίαν ὑπέδειξε, καθώσπερ καὶ ὁ Ζεὺς ἐν θεοῖς, τὸν Γανυμήδην ἁρπάσας. ὅπερ ὁ Πέλοψ μαθὼν τὸν Λάιον κατηράσατο ἐξ οἰκείας φονευθῆναι γονῆς. ἐπεὶ οὖν ὁ Λάιος διʼ ὃν εἴρηται τρόπον ἄπαις ἤδη παρήκμαζεν, εἰς τὸ τοῦ Ἀπόλλωνος μαντεῖον παρεγένετο, ἐρωτήσων εἰ δέοι τεκνώσασθαι· ἐξήνεγκε δὲ αὐτῷ τὸ χρηστήριον

  
Μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ.  
λαβὼν δὲ τὸν χρησμὸν καὶ ἀπελθὼν ἐφύλαττε μὴ συνευνᾶσθαι τῇ ἰδίᾳ γυναικί. ἐν μιᾷ δὲ τῶν ἡμερῶν τῷ οἴνῳ βαρυνθεὶς συνῆλθε τῇ γυναικὶ αὑτοῦ, ἀφʼ ἧς ἔσχε τὸν Οἰδίποδα· φοβηθεὶς δὲ τὸν χρησμὸν εἰπόντα

  
Εἰ γὰρ τεκνώσεις παῖδʼ, ἀποκτενεῖ σʼ ὁ φύς,  
καθὼς καὶ Πέλοψ κατηράσατο ἡνίκα ὁ Οἰδίπους ἐγεννήθη, διατορήσας τοὺς πόδας αὐτοῦ καὶ χρυσέους κρίκους διαπερονησάμενος ἐν Κιθαιρῶνι τοῦτον ἐξέθετο. εὑρόντες δέ τινες αὐτὸν ποιμένες καὶ ἀναλαβόντες ἀνήνεγκαν τῷ τότε βασιλεῖ Κορίνθου Πολύβῳ· ὃς λαβὼν αὐτὸν ἐπιμελείας ἠξίωσε καὶ εἰς ἀνδρῶν ἡλικίαν ἤγαγεν. ἔπειτα δὲ ὁ Οἰδίπους, παρά τινος ὑβρισθεὶς καὶ ὀνειδισθεὶς ὡς νόθος ἐστὶ καὶ οὐ γνήσιος τοῦ Πολύβου, ἀπῆλθεν ἐρωτήσων εἰς τὴν Πυθίαν, ἤγουν εἰς τὸ τοῦ Ἀπόλλωνος μαντεῖον, τίς τε εἴη καὶ τίνος υἱός. εἶπε δὲ αὐτῷ τὸ μαντεῖον ὅτι προκειταί σοι φονεῦσαι τὸν πατέρα σοῦ καὶ τῇ μητρὶ σοῦ συνευνασθῆναι. ἀκούσας δὲ τοῦ χρησμοῦ κατέλειψεν ἀπελθεῖν εἰς Κόρινθον πρὸς τὸν Πόλυβον διὰ τὰ εἰρημένα, ὡς δοκῶν τὸν Πόλυβον λέγειν τὸ χρηστήριον πατέρα καὶ τὴν αὐτοῦ γυναῖκα μητέρα· καὶ ἀπῆλθεν εἰς τὴν ἐς Θήβας ὁδόν. διεπορεύετο δὲ τὴν ὁδὸν ἐκείνην καὶ ὁ Λάιος ὁ τούτου πατὴρ, ἀπερχόμενος καὶ οὗτος εἰς τὸ μαντεῖον, ἐρωτήσων περὶ τοῦ παρʼ αὐτοῦ ἐκτεθέντος παιδὸς, ἤγουν τοῦ Οἰδίποδος, τί γέγονε. ἐπεὶ δὲ συνήντησαν ἄμφω, οἱ τοῦ Λαΐου δορυφόροι πρὸς τὸν Οἰδίποδα εἶπον, παραχώρησον, ὦ ξένε, τῷ βασιλεῖ τῆς ὁδοῦ· ὁ δʼ οὐκ ἐπείσθη. πληγεὶς δὲ παρὰ τοῦ Λαΐου ἐμάνη ἐπὶ τούτῳ καὶ ἀπέκτεινεν αὐτὸν καὶ πάντας τοὺς μετʼ αὐτοῦ, ἕνα δὲ μόνον ἀφῆκεν, ὃς στραφεὶς οἴκοι ἀπήγγειλε πάντα. ἐλθὼν δὲ εἰς Θήβας ὁ Οἰδίπους ὕστερον εὗρε κακὸν αὐτοῖς ἐπικείμενον μέγα, τὴν Σφίγγα· ἥτις αἰνίγματα ἔλεγε καὶ τὸν μὴ ἰσχύοντα λῦσαι αὐτὰ κατήσθιε. προέκειτο δὲ τότε παρὰ τῶν Θηβαίων τῷ εὑρόντι τὸ αἴνιγμα τῆς Σφιγγὸς βραβεῖον ἡ τοῦ Λαΐου γυνὴ Ἰοκάστη, δοθησομένη αὐτῷ εἰς γάμον. εἰπούσης οὖν τῆς Σφιγγὸς τὸ αἴνιγμα τὸ «τετράπους, δίπους τε καὶ πάλιν τρίπους,» ὃ σημαίνει τὸν ἄνθρωπον, ἐφεῦρε τοῦτο ὁ Οἰδίπους· ἡ δὲ Σφὶγξ μανεῖσα ἀνεῖλεν ἑαυτήν. συνελθὼν οὖν ὁ Οἰδίπους τῇ ἰδίᾳ μητρὶ παῖδας ἐποίησε τέσσαρας, τὸν Πολυνείκην καὶ τὸν Ἐτεοκλῆν, τὴν Ἀντιγόνην καὶ τὴν Ἰσμήνην. ὕστερον δὲ μαθὼν τὸ ἀνόμημα ὃ ἔδρασεν ἐτύφλωσεν ἑαυτὸν, τοῖς δὲ εἰρημένοις υἱοῖς αὑτοῦ τὴν βασιλείαν κατέλειψεν. ἐπεὶ δὲ οὗτοι τοῦτον ὄντα τυφλὸν ἐν οἰκίσκῳ καθεῖρξαν, κατηράσατο αὐτοὺς ὥστε διὰ ξίφους καὶ πολέμου τὴν βασιλείαν διαμερίσασθαι. οὗ ἕνεκα καὶ φοβούμενοι τὸ ὁμοῦ μὲν εἶναι ἐν ταῖς Θήβαις καὶ βασιλεύειν κατέλειψαν, συμπεφωνήκασι δὲ ἵνα τοῦ ἑνὸς ἐξερχομένου τῆς πόλεως καὶ ἀποδημοῦντος ἐπὶ χρόνον ἕνα ὁ ἕτερος βασιλεύοι, καὶ πάλιν τοῦ ἀποδημοῦντος εἰσερχομένου ὑποχωροίη ὁ ἕτερος, ὡς ἂν ἐκ τούτου φύγωσι τὴν ἀράν. ὁ γοῦν Πολυνείκης πρῶτος ὢν ἐκράτησεν ἐν χρόνῳ ἑνὶ τῆς βασιλείας, εἶτα ἐξῆλθε, τῷ Ἐτεοκλεῖ παραχωρήσας αὐτῆς. τοῦ χρόνου δὲ συμπληρωθέντος ἐπὶ τὸ βασιλεύειν ὁ Πολυνείκης καὶ αὖθις εἰς τὰς Θήβας παρεγένετο κατὰ τὸ συμπεφωνημένον· μὴ παραδεχθεὶς δὲ ὑπὸ τοῦ Ἐτεοκλέους εἰς τὸν τοῦ Ἄργους βασιλέα Ἄδραστον ἀπῆλθε, καὶ τούτου γαμβρὸς ἐπὶ θυγατρὶ γέγονεν, ἐπὶ ὑποσχέσει τοιαύτῃ, ἵνα συνεργήσῃ αὐτῷ ὁ Ἄδραστος ἐπανελθεῖν εἰς τὴν ἰδίαν πόλιν καὶ βασιλείας δράξασθαι. λαβὼν τοίνυν ἐκ τοῦ Ἄργους στρατιὰν πλείστην ἄπεισιν εἰς Θήβας κατὰ τοῦ οἰκείου ἀδελφοῦ. ἔνθα καὶ αὐτὸς καὶ ὁ ἀδελφὸς αὐτοῦ ὑπʼ ἀλλήλων ἐφονεύθησαν. Ἡ μὲν οὖν σκηνὴ τοῦ δράματος ἐν Θήβαις ὑπόκειται· ὁ δὲ χορὸς ἐκ Θηβαίων ἐστὶ παρθένων· ἡ δὲ ὑπόθεσις, στρατιὰ Ἀργείων πολιορκοῦσα Θηβαίους, τοὺς καὶ νικήσαντας· καὶ θάνατος Ἐτεοκλέους καὶ Πολυνείκους. ἐπιγέγραπται δὲ ὑπόθεσις τῶν ἑπτὰ ἐπὶ Θήβαις, διὰ τὸ ἑπτὰ στρατηγοὺς φυλάσσειν τὰς πύλας τῶν Θηβῶν. εἰσὶ δὲ αὗται αἱ Θῆβαι ἑπτάπυλοι, αἱ δὲ ἐν τῇ Αἰγύπτῳ οὖσαι ἑκατοντάπυλοι.

`1`

Κάδμου πολῖται ὁ Ἐτεοκλῆς προλογίζει, καὶ παρασκευάζων τὸν λαὸν ἅπαντα τῶν Θηβαίων πρὸς φρουρὰν τῆς πόλεως, φησὶν, ὦ Κάδμου πολῖται, ἤτοι ὦ Θηβαῖοι, πρέπει λέγειν τὰ καίρια καὶ τὰ ἐνδεχόμενα, ἢ καὶ τὰ ἀναγκαῖα, τὸν ἄνθρωπον ἐκεῖνον ὅστις φυλάσσει καὶ ἔχει καὶ φέρει τὸ πρᾶγος, ἤγουν πρᾶγμα καὶ ἐξουσίαν, ἐν πρύμνῃ, ἤγουν ἐν τῇ ἀρχῇ, νωμῶν καὶ κινῶν καὶ οἰκονομῶν οἴακα πόλεως, ἤγουν τὴν τῆς πόλεως κυβέρνησιν, μὴ κοιμῶν καὶ κοιμίζων καὶ ἀναπαύων τοὺς ὀφθαλμοὺς ἐν ὕπνῳ. τροπικῶς δὲ τῷ λόγῳ ἐχρήσατο ὁ ποιητὴς, πρύμνην μὲν τὴν ἀρχὴν ὀνομάσας τῆς πόλεως, οἴακα δὲ τὴν ταύτης κυβέρνησιν. προλέγει νῦν Ἐτεοκλῆς ὡς εἰ κινδυνεύσει πρὸς πόλεμον, θρήνοις καὶ ᾠδαῖς τιμῆσαι ἂν αὐτὸν τοὺς πολίτας· οὐχ, ὡς οἴονταί τινες, ἀτιμάσαι αὐτὸν καὶ ὑβρίσαι, τὸ ὑμνοῖτο ἀντὶ τοῦ ἀτιμάζοιτο ἐκλαμβάνοντες· ὅτι δὲ ἀληθές ἐστι τοῦτο, καὶ οὐχ ὅπερ ἐκεῖνοί φασι, μαρτυρεῖ τὸ οἰμώγμασι. πῶς γὰρ ἂν οἷόν τʼ ἦν ἅμα μὲν ὑβρίζειν αὐτὸν, ἅμα δὲ θρήνοις τιμᾶν; ἀλλὰ ὑμνοῖτο καὶ θαυμάζοιτο ὑπὸ τῶν ἀστῶν ἐν πολλοῖς ἐπαίνοις, ὡς ὑπὲρ τῆς πατρίδος κεκινδυνευκὼς, καὶ θρήνων ἀξιοῖτο ἀνὰ πᾶσαν τὴν πόλιν. ἐπεὶ καὶ τὸ τοῦ προοιμίου ὄνομα οὐκ ἄλλο οὐδὲν ἢ τὸν ἔπαινον δηλοῖ. πρὸ γὰρ τῶν οἴμων καὶ τῶν ὁδῶν οἱ παλαιοὶ τοὺς ἐπαίνους ᾖδον, ὥσπερ ἐστὶ καὶ τὸ ἐγκώμιον τὸ ἐν κώμαις καὶ στενωποῖς λεγόμενον. κώμας γὰρ ἐκάλουν τοὺς στενωπούς. ἴσως δʼ ἄν τις ἐνταῦθα ἐνσταίη λέγων ὡς οὐ καιρὸν εἶχε τοιαῦθʼ ὑπὲρ αὑτοῦ πρὸς τοὺς πολίτας λέγειν Ἐτεοκλῆς. καὶ φαμὲν ὡς οὐ παρακελευόμενος ταῦτα λέγει, ἀλλʼ εἰκάζων καὶ οἱονεὶ μαντευόμενος, ἐπειδὴ καὶ εὐκτικῷ, ἀλλʼ οὐ προστακτικῷ ἐχρήσατο ῥήματι. χρὴ λέγειν ἐκεῖνον. τὰ καίρια τὰ ἐνδεχόμενα καὶ ἁρμόζοντα τῷ καιρῷ.

`2`

ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως ἀρχὴν καὶ ἐξουσίαν πόλεως ἔχει. εἴρηται δὲ ἐκ μεταφορᾶς τοῦ ἐν τῇ νηῒ κυβερνήτου.

`3`

οἴακα νωμῶν κυβερνήτης ὢν τῶν τῆς πόλεως πραγμάτων. καλῶς δὲ ὁ ποιητὴς τὸν ἄρχοντα τῆς πόλεως ἐξισοῖ τῷ τῆς νηὸς κυβερνήτῃ. ὃ γὰρ ὁ κυβερνήτης ἐν τῇ νηῒ, τοῦτο καὶ ἀρχηγὸς ἐν τῇ πόλει, μὴ κοιμώμενος, ἐκ φροντίδων τῆς πόλεως. καὶ Ὅμηρος

  
Οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα.  

ἐξουσίαν διεξάγων, κινῶν· ὅστις ἐν πρύμνῃ καθήμενος καὶ τοὺς οἴακας ἔχων, τουτέστι, τὴν ἀρχὴν καὶ τὴν ἐξουσίαν τῆς πόλεως. μὴ κοιμῶν ἀναπαύων, ἀλλὰ ἐκφροντίζων.

`4`

εἰ μὲν γὰρ εὖ πράξαιμεν εἰ μὲν γὰρ καλῶς, φησὶ, πράξαιμεν, τῆς εὐπραγίας ἡ αἰτία ἐπὶ τοὺς θεοὺς ἀναφέρεται, τῆς δὲ δυσπραξίας ἐπὶ τοὺς ἄρχοντας. διὸ καί φησιν, εἰ δʼ αὖτε καὶ πάλιν συμφορὰ καὶ δυστυχία τύχοι, ἤγουν ἐὰν δυστυχήσωμεν καὶ κακῶς πάθωμεν — ὅπερ εἴθε μὴ γένοιτο — ὁ Ἐτεοκλῆς ἂν — τουτέστιν ἐγὼ — εἷς ὢν, πολὺς κατὰ πόλιν ὑμνοῖτο καὶ λοιδοροῖτο καὶ ὑβρίζοιτο ὑπὸ τῶν πολιτῶν διὰ κακῶν καὶ πολυστρόφων ὕβρεων καὶ ψόγων καὶ ὀνειδισμῶν, ὧντινων τούτων ὁ Ζεὺς γένοιτο ἀλεξητήριος, ἐπώνυμος τῇ πόλει Καδμείων, ἀντὶ τοῦ οὕτως ὀνομαζόμενος ἐν Θήβαις· τοῦτο γὰρ ἔχει ἐπώνυμον ἐν Θήβαις ὁ Ζεὺς, καὶ ἐκεῖ Ζεὺς τιμᾶται ἀλεξητήριος. φησὶν οὖν, συμφώνως ἑαυτῷ τιμῷτο. εὖ πράξαιμεν εὐτυχήσαιμεν. αἰτία θεοῦ τῆς εὐτυχίας τῆς πόλεως ὑπερμαχοῦντος.

`5`

αὖθʼ πάλιν. μὴ γένοιτο εἴθε.

`6`

πολὺς δέον πολὺ εἰπεῖν πολὺς εἶπε πρὸς τὸ Ἐτεοκλῆς.

`7`

ὑμνοῖτο εὐφήμως εἶπεν αὐτὸ, ὡς καὶ τὰς Ἐρινύας, ὀφείλων λέγειν δυσμενίδας, ἐν εὐφήμῳ ὀνόματί φησιν Εὐμενίδας· καὶ «σεμνῶν Κορυβάντων,» ὡς καὶ τὸ χαίρειν πολλάκις ἀντὶ τοῦ φθείρεσθαι λαμβάνεται. ὕμνος ἐπὶ ἐπαίνου ..... ὁ δὲ Αἰσχύλος ἐνταῦθα κατὰ ἀντίφρασιν τὸ κακολογεῖν ὑμνεῖν φησιν, ὥσπερ καὶ τὸ τῆς πομπῆς σεμνὸν τινὲς κοινότερον ἀντιφράζοντες ψογερῶς ποτὲ προφέρονται. ὑμνοῖτο ἐπαινοῖτο. φροιμίοις πολυρρόθοις ἐπαίνοις παμπόλλοις. λοιδορίαις κακούχοις.

`8`

οἰμώγμασι θρήνοις. μετὰ κλαυμοῦ ὕβρεσι. ὧν οἰμωγμάτων. ἀλεξητήριος ἀποσοβητής. ἀποσοβητικός.

`9`

ἐπώνυμος ἐπειδὴ πολλαὶ Διὸς προσηγορίαι, καλεῖται γὰρ φίλιος, ξένιος, ἀλεξητήριος, καὶ ἕτερα, διὰ τοῦτο εἴρηκεν ἐπώνυμος. δέον δὲ ἐπωνύμως εἰπεῖν ἐπώνυμος εἶπε πρὸς τὸ Ζεύς.

`10`

τὸν ἐλλείποντʼ ἔτι καὶ τὸν ἐλλείποντα ἔτι ἡλικίας ἀκμαίας καὶ ὀξυτάτης, ἤτοι τὸν νεάζοντα· καὶ τὸν ἔξηβον χρόνῳ, ἤτοι τὸν γηραιὸν καὶ παρηβηκότα καὶ παρακμάσαντα ὑπὸ τοῦ χρόνου. τὸν μήπω ἀκμάσαντα ἤγουν εἰς τὸ ἄκρον τῆς ἥβης ἐλθόντα, ἤγουν τὸν νέον. ὑμᾶς δὲ χρὴ τοῦτο κατὰ ἄθροισιν καὶ μερισμόν. ἐλλείποντα στερούμενον.

`11`

ἥβης ἀκμαίας ἡλικίας ἀκμαζούσης καὶ πρὸς μάχην ἐπιτηδείας, ἀλλʼ ἔτι μειράκιον ὄντα. καὶ ἔξηβον χρόνῳ, ἀντὶ τοῦ γέροντα ὄντα.

`12`

βλάστημον ἤτοι αὔξησιν καὶ προκοπὴν αὔξοντα καὶ βλαστάνοντα σωματικὴν, ὡς ἀκμαῖον καὶ νεανικὸν εἶναι πρὸς μάχην. βλάστημον ἀλδαίνοντα σώματος ἤτοι τὴν αὔξησιν καὶ προκοπὴν αὔξοντα καὶ βλαστάνοντα σώματος, ὡς ἀκμαῖον καὶ νεανικὸν εἶναι πρὸς μάχας.

`13`

ὥραν φροντίδα, ἢ ἡλικίαν, ἵνʼ ᾖ ὁ νοῦς οὕτως, ἕκαστον ὑμῶν ἔχοντα φροντίδα τῆς πόλεως, ἢ ἕκαστον κατὰ τὴν ἡλικίαν ἑαυτοῦ βοηθεῖν τῇ πόλει, ὡς πρέπον ἐστίν. ἢ καὶ οὕτως ἡ σύνταξις· ἕκαστον καὶ πάντα ἔχοντα ὤραν καὶ φροντίδα ὑπὲρ τῆς πόλεως ὡς καὶ καθὰ συμπρεπὲς τὶ καὶ ἁρμόδιον ὑπάρχει, καὶ τῇ πόλει ἀρήγειν καὶ βοηθεῖν, καὶ τοῖς βωμοῖς τῶν ἐγχωρίων θεῶν, ὥστε μὴ ἐξαλειφθῆναι καὶ ἀφανισθῆναί ποτε τὰς τιμὰς τούτων τῶν ἐγχωρίων θεῶν, τέκνοισι καὶ ὑπὸ τῶν τέκνων τῆς μητρὸς γῆς τῆς φιλτάτης τροφοῦ. ταῦτα δὲ κατʼ ἀντίπτωσιν. ὥραν φροντίδα τῆς πόλεως. ἕκαστον μειράκιον, γέροντα, νεανίσκον. ὥς τι συμπρεπὲς καθώς ἐστιν ἁρμόζον τῇ ἑαυτοῦ ἡλικίᾳ. δέον δὲ εἰπεῖν καὶ τὸν ἀλδαίνοντα ἀσυνδέτως ἐξήνεγκε, ὥστε τοὺς μὲν γέροντας σὺν τοῖς μειρακίοις λιτὰς ποιεῖσθαι, τοὺς δὲ νέους μάχεσθαι.

`14`

ἀρήγειν βοηθεῖν.

`15`

ἐξαλειφθῆναι πεπαῦσθαι. τέκνοις ἀρήγειν ἀπὸ κοινοῦ. γῇ τε μητρὶ, φιλτάτῃ τροφῷ βροτῶν· τουτέστι τῇ μητρὶ τῇ φιλτάτῃ τῶν ἐν ἀνθρώποις μητέρων.

`17`

ἡ γὰρ αὕτη γὰρ ἡ γῆ ἐθρέψατο ὑμᾶς κατοίκους πολεμικοὺς στρατιώτας ἐν εὐμενεῖ καὶ εὐτραφεῖ πέδῳ ἕρποντας νέους ὄντας· κυρίως δὲ τοῦτο ἐπὶ τῶν παίδων λέγεται. Καὶ ἄλλως. τὴν νηπιώδη ἡλικίαν ἀναμιμνήσκει αὐτοῖς ὅτε ἐπὶ γῆς ἐσύροντο, καὶ παραθαρρύνει αὐτοὺς ὑπεραποθνήσκειν τῆς πατρίδος. ἕρποντας κυρίως περὶ παίδων τὸ ἕρποντας. ἡ αὕτη. νέους ὑμᾶς ὄντας.

`18`

πανδοκοῦσα ὑπομείνασα καὶ προσδεχομένη ἅπασαν παιδεύσεως κακοπάθειαν. ὑποδεχομένη. πάντα πόνον τῆς παιδικῆς ἡλικίας ὑποδεχομένη. πανδοκοῦσα παιδίας ὄτλον δεχομένη παιδεύσεως κακοπάθειαν, πόνον.

`19`

οἰκιστῆρας ἀσπιδοφόρους οἰκήτορας πολεμιστὰς καὶ ἀνδρείους. κατοίκους.

`20`

πιστοὺς βεβαίους. ὅπως γένοισθε πρὸς χρέος τόδε ἵνα ὑπάρξητε πρὸς τὴν παροῦσαν χρείαν ἣν ὑμῶν ἔχει ἡ πόλις ὑπὲρ τῆς αὐτῆς σωτηρίας. πρὸς βοήθειαν αὐτῆς. βοηθήσατε πρὸς ταύτην τὴν χρείαν ἤγουν τὴν ἐκδίκησιν τοῦ πολέμου.

`21`

ἐς τόδʼ ἦμαρ εὖ ῥέπει θεὸς μέχρι τῆσδε τῆς ἡμέρας καλῶς ἡμῖν ἐκ τύχης ἔχει τὰ πράγματα.

`22`

χρόνον κατά. πυργηρουμένοις πολιορκουμένοις. περικυκλουμένοις καὶ φυλασσομένοις.

`23`

καλῶς ἁρμοζόντως. τὰ πλείω κατά. ἐκ θεῶν ἐκ τῆς αὐτῶν βοηθείας. κυρεῖ ὑπάρχει.

`24`

νῦν δʼ ὡς ὁ μάντις νῦν δὲ ὡς λέγει ὁ Τειρεσίας ὁ βοσκὸς τῶν ὀρνέων — καὶ γὰρ οἰωνοσκόπος ἦν —, νωμῶν καὶ κινῶν καὶ κρίνων ἐν ὠσὶ καὶ φρεσὶ τοὺς μαντικοὺς ὄρνιθας, οὗτος ἐξουσιαστὴς τῶν τοιούτων βουλευμάτων — τοῦτο δέ ἐστιν ἐπανάληψις — λέγει ἐν νυκτὶ βουλεύεσθαι προσβολὴν καὶ ἔφοδον μεγάλην Ἀχαϊκὴν, καὶ ἐπιβουλεύσειν τῇ ἡμετέρᾳ πόλει. τὸ δὲ ἐν ὠσὶ καὶ φρεσὶ τοῦτο δηλοῖ, ὅτι ὁ Τειρεσίας τυφλὸς ὢν οὐκ αὐτὸς διʼ ἑαυτοῦ αὐτόπτης τῆς πτήσεως τῶν ὀρνέων ἐτύγχανεν, εἴτʼ ἐπὶ δεξιᾷ ἐστιν εἴτʼ ἐπʼ ἀριστερᾷ, καὶ οὕτως τὰς μαντείας ἐξέφερεν, ἀλλʼ ὑπʼ ἄλλων ὑπαγορευόντων τὴν πτῆσιν τῶν οἰωνῶν μανθάνων οἵα ἐστὶν ἐσκόπει, ταύτην κατὰ νοῦν διὰ τῆς ἀκοῆς παραδεχόμενος, καὶ οὕτως ἐμαντεύετο. τουτέστιν ἐξ ἀκοῆς τὰς πτήσεις τῶν ὀρνέων διέκρινεν οὐχ ὁρῶν ὁ Τειρεσίας, ἀλλʼ ἑτέρου ὑπαγορεύοντος. ὁ μάντις ὁ Τειρεσίας. οἰωνῶν βοτὴρ ποιμήν. διὰ τὸ τὰς πτήσεις αὐτῶν ἀνιχνεύειν ἐν ταῖς μαντείαις.

`25`

ἐν ὠσὶ νωμῶν διεξάγων. τὸ ἐν ὠσὶ καὶ φρεσὶ λέγει, ἐπειδὴ τυφλὸς ὢν ἠρώτα τὴν ἑαυτοῦ θυγατέρα πῶς αἱ ὄρνιθες ἵπτανται, καὶ παρʼ αὐτῆς ἀκούων ἐλογίζετο κατὰ νοῦν καὶ τὰς μαντείας ἐποίει. τὸ δὲ πυρὸς δίχα εἶπε πρὸς τὸ συναγόμενον ἀπὸ τοῦ ἐν ὠσὶ καὶ φρεσὶ νωμῶν χρηστηρίους ὄρνιθας, ἵνʼ ᾖ ὁ διʼ ὀρνίθων μαντευόμενος, καὶ οὐ διὰ πυρός.

`26`

χρηστηρίους ὄρνιθας τοὺς τῆς μαντείας ἐφόρους καὶ συντελεῖς.

`27`

οὗτος σκόπει τὴν σύνταξιν· εἰπὼν γὰρ ἄνω νῦν δὲ, καὶ δέον οὕτω ποιήσασθαι τὴν ἀπόδοσιν, νῦν δὲ ὡς ὁ μάντις φησὶν ὑπὸ τῶν πολεμίων ἐπιβουλευόμεθα, οὕτω δέον εἰπεῖν, τινὰ διὰ μέσου ἐπανάληψιν ἐποίησε καὶ ἄλλως τὴν σύνταξιν ἔτρεψεν. εὕρηται δὲ πολλὰ τοιαῦτα καὶ παρὰ λογοποιοῖς.

`28`

προσβολὴν Ἀχαΐδα ἐπέλευσιν τοῦ τῶν Ἀχαιῶν στρατοῦ. νυκτηγορεῖσθαι ἐν νυκτὶ βουλεύεσθαι κατὰ τῆς πόλεως. κατὰ τὴν νύκτα συναθροίζεσθαι. ἐν νυκτὶ ἀγείρεσθαι.

`30`

ἀλλʼ ἔς τʼ ἐπάλξεις ἀλλὰ πάντες σὺν παντευχίᾳ καὶ σὺν πᾶσι τοῖς ὅπλοις, ἤγουν ὡπλισμένοι, σοῦσθε, ὁρμᾶσθε, ἐς τὰς ἐπάλξεις καὶ τοὺς προμαχῶνας τῶν πύργων καὶ ἐπὶ τὰς πύλας, καὶ ἐπὶ τοῖς σέλμασι καὶ ταῖς καθέδραις καὶ ταῖς κατασκευαῖς τῶν πύργων στάθητε, μίμνοντες δὲ καὶ ἐπιμένοντες καὶ καρτεροῦντες θαρσεῖτε, μηδὲ λίαν φοβεῖσθε τὸν ὅμιλον καὶ τὸ πλῆθος τῶν ἐπηλύδων, ἤγουν τῶν ἀπὸ ξένης ἐλθόντων πολεμίων. εὖ καὶ καλῶς ὁ θεὸς παράσχοι ἡμῖν καὶ ἀγαθὰ πράξειεν. ὅμιλος ἐτυμολογεῖται ἀπὸ τοῦ ὁμοῦ τὴν ἴλην ἔχειν. ἐπάλξεις τείχη. πύλας πυργωμάτων ἐν γὰρ πύργοις αἱ πύλαι.

`31`

σοῦσθε ὁρμᾶσθε. παντευχίᾳ πανοπλίᾳ.

`32`

πληροῦτε θορακεῖα τὰ τείχη, διὰ τὸ τὴν πόλιν ὡς θώρακα αὐτὰ ἐπενδιδύσκεσθαι γύρωθεν. σέλμασι ταῖς καθέδραις, μεταφορικῶς ἀπὸ τῶν νηῶν. πληροῦτε θωρακεῖα γεμίζετε ἑαυτῶν τὰς ἐπάλξεις. σέλμασι στάσεσι, καθέδραις.

`33`

ἐπεξόδοις ταῖς διοδεύσεσι.

`34`

εὐθαρσεῖτε θαρροῦντες ἀτρέπτως ἵστασθε. ἐπηλύδων ξένων.

`35`

εὖ τελεῖ θεός πληροῖ μέχρι τοῦ νῦν. ταρβεῖτε ἐκπλήττεσθε καὶ φοβεῖσθε. ὅμιλον πληθύν. εὖ τελεῖ θεός καλῶς ὁ θεὸς ἀεὶ ποιεῖ· ὥστε καὶ τὸν ἡμῶν ὄλεθρον οὐκ ἐθελήσει.

`36`

σκοποὺς δὲ κἀγὼ καὶ ἐγὼ δὲ, φησὶν Ἐτεοκλῆς, ἔπεμψα σκοποὺς καὶ ἐπιτηρητὰς καὶ κατοπτῆρας τοῦ στρατοῦ τῶν Ἑλλήνων, τοὺς καὶ οὕστινας πέποιθα καὶ θαρρῶ μὴ ματᾶν καὶ ματαιοπονεῖν ἐν τῇ ὁδῷ, τουτέστι μὴ μάτην ἀπελθεῖν, ἀλλὰ μαθεῖν ἅπαντα καὶ κατοπτεῦσαι τὸν στρατὸν τῶν Ἑλλήνων. καὶ ἀπὸ τούτων μαθὼν ἐγὼ οὐδαμῶς ληφθῶ καὶ κρατηθῶ τῶν Ἑλλήνων δόλῳ. τὸ δὲ μή παρέλκον. σκοποὺς ἐπιτηρητάς. κατασκόπους. κατοπτῆρας καταπατητάς. στρατοῦ τῶν πολεμίων.

`37`

ματᾶν ὁδῷ ματᾶν κυρίως τὸ ματαιοπραγεῖν καὶ ἀργοὺς ἵστασθαι· ἀφʼ οὗ καὶ τὸ ματίζειν παρὰ τῷ Σοφοκλεῖ κατὰ παραγωγήν· τὸ δὲ κοινὸν ματαιάζειν. ματαίως ἀνύσαι τὴν τῆς κατασκοπῆς πορείαν. ματαιοπονεῖν ἐν τῇ ὁδῷ.

`38`

ληφθῶ δόλῳ κρατηθῶ δόλῳ τῷ τῶν πολεμίων.

`39`

Ἐτεόκλεες, φέριστε ἄγγελος ἐλθών φησι πρὸς τὸν Ἐτεοκλέα, ὦ φέριστε βασιλεῦ τῶν Καδμείων, ἥκω καὶ ἔρχομαι φέρων σοι σαφῆ καὶ φανερὰ πάντα τὰ ἐκεῖσε· καὶ αὐτὸς δʼ ἐγώ εἰμι κατάσκοπος τῶν πραγμάτων, οὐχ ὑπʼ ἄλλων ταῦτα μαθών. φέριστε λαμπρέ. ὑπέρτατε.

`40`

ἥκω ἦλθον. σαφῆ φανερά. τἀκεῖθεν ἐκ στρατοῦ τῶν πολεμίων. τὸ ἐκεῖθεν καὶ τὸ στρατοῦ ἐκ παραλλήλου, μεθερμηνευτικὸν ὂν τοῦ στρατοῦ τὸ ἐκεῖθεν. φέρων σοί.

`41`

κατόπτης ἐπιτηρητής. θεατής. τῶν πραγμάτων ἃ καθʼ ἡμῶν οἱ πολέμιοι μέλλουσιν ἐργάζεσθαι.

`42`

θούριοι λοχαγέται ὁρμητικοὶ πρὸς πόλεμον λοχαγέται, ἤγουν στρατηγοί. ἡγεμόνες λόχων ἤτοι τάξεων. θούριοι λοχαγέται πολεμικοὶ στρατηγοί.

`43`

ταυροσφαγοῦντες οὕτω θύοντες ἐπάνω τῶν ἀσπίδων ἐμαντεύοντο. μελάνδετον σάκος ἤτοι τὸ μελανθὲν τῷ αἵματι· ἢ τὸ ἐκ μελαινῶν βυρσῶν κατεσκευασμένον. ἢ τὸ περιφέρειαν σιδηρᾶν ἔχον· μέλας γὰρ ὁ σίδηρος. τὸ μελάνδετον δὲ καλῶς ἂν ἐπὶ ξίφους ῥηθείη, ἐπὶ δὲ σάκους παρέλκει τὸ δετον, ὡς ἐπὶ τοῦ κελαινεφὲς τὸ νέφος. τὸ ἀπὸ μέλανος σιδήρου δεδεμένον. ταυροσφαγοῦντες ταύρους σφάττοντες. μελάνδετον σάκος διὰ σιδήρου δεδεμένην ἀσπίδα.

`44`

θιγγάνοντες ψαύοντες. χερσὶ ταῖς αὐτῶν. φόνου αἵματος.

`45`

Ἐνυὼ μάχην. φιλαίματον φόνον τὸν αἵματι χαίροντα, εὔφορον τοῦ φόνου θεόν· εὕρηται καὶ φόβον.

`46`

ὡρκωμότησαν ὅρκους ἐποίησαν εἰς τὸν Ἄρην τε καὶ τὴν Ἐνυὼ καὶ τὸν φιλαίματον Φόβον — Φόβος δὲ καὶ Δεῖμος θεράποντες Ἄρεος —, τοῦτο ὤμοσαν, ἢ λαπάξειν καὶ κατασκάψειν τὴν πόλιν τῶν Θηβαίων ἐν βίᾳ, θέντες καὶ ποιήσαντες ταύτῃ τῇ πόλει κατασκαφὰς, ἢ ἀποθανεῖν ἐν ταύτῃ τῇ γῇ. ὅρκους ἐποίησαν εἰς τοῦτο, ἢ κατασκάψαι τὴν πόλιν, ἢ ἀποθανεῖν ἐκεῖσε. ὡρκωμότησαν ὤμοσαν. κατασκαφὰς πορθήσεις καὶ ἀφανισμούς.

`47`

λαπάξειν ἐκπορθήσειν. ἀφανίσειν, πορθήσειν.

`48`

τήνδε τὴν τῶν Θηβαίων. φυράσειν φόνῳ βάψειν τῷ αἵματι.

`49`

μνημεῖα περόνας ἢ βοστρύχους ἢ τρίχας ἤ τι τοιοῦτον. ἔθος γὰρ ἦν τοὺς ἐν πολέμῳ θανόντας τοῖς οἰκείοις πέμπειν σημεῖα. μνημεῖα ἐνθυμήσεις.

`50`

ἔστεφον ὁ Ἀμφιάραος, εἷς τῶν Ἀργείων ὢν, οἷα μάντις, προεῖπεν αὐτὸν μόνον τὸν Ἄδραστον καὶ τὸ αὐτοῦ ἅρμα ὑποστρέψειν ἐκ Θηβῶν, τοὺς δὲ ἄλλους ἐκεῖσε ἀπολεῖσθαι. διὰ τοῦτο γοῦν ἕκαστος τῶν Ἀργείων ἐζωγράφει τῷ ἅρματι τοῦ Ἀδράστου τὴν οἰκείαν μορφὴν, ἵνα ἐὰν συμβῇ ἀπολωλέναι αὐτοὺς ἐκεῖσε, ὑποστρέψῃ δὲ ὁ Ἄδραστος μόνος μετὰ τοῦ οἰκείου ἅρματος, θεῶνται ἐν εἰκονίσμασιν ὑπό τε τῶν γονέων καὶ φίλων καὶ πολιτῶν. ἔστεφον ἔγραφον. περιετίθουν. ὁ μάντις Ἀμφιάραος εἷς ὢν τῶν ἑπτὰ στρατηγῶν ἔφη καὶ αὑτὸν καὶ τοὺς ἄλλους ἓξ ἐν Θήβαις πεσεῖν, Ἄδραστον δὲ μόνον εἰς Ἄργος ἀναχωρήσειν. διὰ τοῦτο ἕκαστος ἐδίδου αὐτῷ ἢ δακτύλιον ἢ ἄλλο τι ὃ εἶχεν ἀγαγεῖν Ἄργος, ἵνα οἱ σφῶν πατέρες ταῦτʼ ἔχοντες μέμνωνται αὐτῶν.

`51`

οἶκτος δʼ οὔτις ἦν οὐκ ἦν ἔλεος διὰ τῆς γλώττης αὐτῶν προϊὼν καὶ ἐκθηλύνων τὴν ὁρμήν· ἤγουν, οὐκ ἦν παρʼ αὐτοῖς φιλόψυχος λογισμὸς, οὐδʼ οἶκτον ζωῆς ἐν γλώττῃ προέφερον, ἀνακόπτοντα αὐτοὺς τοῦ ἐγχειρήματος. σιδηρόφρων γὰρ καὶ ἀκαμπὴς καὶ σκληρὸς θυμὸς αὐτῶν ἔπνει ἀναπτόμενος τῇ ἀνδρείᾳ, δεδορκότων καὶ βλεπόντων αὐτῶν Ἄρην, ἤτοι φονικὸν καὶ πολεμικὸν ὁρώντων, ὡς λεόντων. λείβοντες χέοντες. οἶκτος ἔλεος. διὰ στόμα ἑαυτῶν. ἡ διά οὐ μόνον ὅταν δηλοῖ αἰτίαν συντάσσεται αἰτιατικῇ, ἀλλὰ καὶ ὅταν δηλοῖ καὶ ἐνέργειαν, οὐ γὰρ μόνον φαμὲν ὅτι διὰ τῶν ῥητόρων πάνθʼ ἡμῖν τὰ χρηστὰ, ἀλλὰ καὶ διὰ τοὺς ῥήτορας. εὑρήσεις δὲ καὶ προϊὼν «διὰ στόμα πυριγενετᾶν χαλινῶν·» οἱ πολλοὶ δὲ ἀγνοοῦντες ἀντὶ τῆς εἰς λαμβάνουσι, διὰ στόμα ἀντὶ τοῦ εἰς στόμα λέγοντες.

`52`

σιδηρόφρων σκληρὸς καὶ ἄκαμπτος. θυμὸς αὐτῶν. φλέγων θερμῶς κινούμενος.

`53`

ἔπνει ἐκινεῖτο. Ἄρην καθὰ τὸν σίδηρον βλεπόντων.

`54`

πύστις οὐκ ὄκνῳ χρονίζεται ἡ περὶ τούτων ἀκοὴ οὐ βραδύνει εἰς ἐπέκτασιν πολλοῦ χρόνου, ἤγουν οὐ βραδέως ἠγγέλθη, ἀλλὰ ταχέως. τῶνδε πύστις τούτων φήμη, ἀκοή. οὐκ ὄκνῳ χρονίζεται οὐκ ἀναβολῇ βραδύνει. ὑπερθέσει οὐ βραδύνεται.

`55`

κληρουμένους δʼ ἔλειπον κατέλειψα δὲ αὐτοὺς ἐκεῖσε κληρουμένους, κλῆρον ποιουμένους, ὅπως ἕκαστος αὐτῶν ἄγοι λόχον καὶ ἐνέδραν καὶ τάξιν πολεμικὴν πρὸς πύλας, πάλῳ καὶ κλήρῳ τοῦτο λαχών. κλήρους γὰρ ποιησαμένων τῶν ἑπτὰ λοχαγῶν, μία πύλη ἑκάστῳ ἐδόθη πρὸς φυλακήν. κληρουμένους κλήρους βάλλοντας. ὡς ἵνα. πάλῳ κλήρῳ.

`56`

λόχον ἐνέδραν πρὸς ταῦτʼ ἅπερ εἶπον δηλονότι ἀκούσας σύ. ἐκκρίτους ἐξειλεγμένους. ἐκλελεγμένους.

`58`

τάγευσαι ὡς ταγὸς καὶ ἡγεμὼν τῆς πόλεως τάξαι.

`59`

ἐγγὺς τῆς πόλεως. ἤδη ἀπὸ τοῦ νῦν.

`60`

κονίει κόνιν ἐγείρει ἀπὸ τῆς σπουδῆς. ἀργηστὴς λευκός.

`61`

χραίνει μολύνει. βρέχει. σταλαγμοῖς ῥανίσι. διὰ τῶν σταλαγμῶν τῶν ἐξερχομένων ἐγκάτων. θερμαίνεται τῶν ζῴων τὰ ἔγκατα καὶ οὕτως ὁ ἀφρὸς ἐ...μπετ....

`62`

σὺ δʼ ὥστε νηὸς σὺ δʼ ὥσπερ ἀγαθὸς κυβερνήτης νεὼς φράξαι καὶ φρούρησον τὴν πόλιν. ὡς ὥσπερ. κεδνὸς οἰακοστρόφος συνετὸς κυβερνήτης.

`63`

καταιγίσαι πρὶν σφοδρῶς πνεῦσαι τὰς πνοὰς τοῦ πολέμου. τροπικὸς δὲ ὁ λόγος· ὤφειλε γὰρ εἰπεῖν πνοὰς ἀνέμου, ἀλλὰ περὶ πολέμου λέγων διὰ τοῦτο καὶ τὴν τροπὴν φυλάττει, νῆα μὲν τὴν πόλιν ὀνομάζων, πνοὰς δὲ Ἄρεος τὴν σφοδρότητα τοῦ πολέμου, κῦμα δὲ χερσαῖον τὴν σύρροιαν τοῦ πλήθους τοῦ στρατοῦ τῶν ἐναντίων. βαρέως ἐπεξελθεῖν τὰς κινήσεις. φράξαι φύλαξον καὶ ἀσφαλίσαι. καταιγίσαι καταβαλεῖν καὶ ἀνατρέψαι. χρῆται δὲ διʼ ὅλου τῇ μεταφορᾷ.

`64`

κῦμα χερσαῖον στρατοῦ παρακεκινδυνευμένως εἶπε κῦμα χερσαῖον. εἰπὼν δὲ πνοὰς Ἄρεος ἐπήγαγεν ἐπιδεξίως καὶ τὸ κῦμα. χωρὶς γὰρ πνευμάτων κύματα οὐκ ἐγείρονται. ὁ κλύδων. τὸ φοσσάτον. ἐπειδὴ τὸ κῦμα θαλάσσης ἐστὶ, διὰ τοῦτο χερσαῖον εἶπε. δηλοῖ δὲ ἐντεῦθεν τὴν σφοδρὰν τοῦ στρατοῦ ῥύμην.

`65`

τόνδε καιρὸν τουτέστι μὴ ἐκπέσῃς τοῦ δέοντος καιροῦ, ἀλλὰ σωφρόνως σκόπησον. τουτέστι μὴ ἀφήσῃς τὸν προσήκοντα καιρὸν παρελθεῖν μηδὲ τοῦ προσήκοντος ἐκπέσῃς χρόνου. τὸν τῆς προσβολῆς ἐκείνων. ὅστις ὤκιστος ταχύτατος, ἤγουν πρόλαβε ταχέως τὴν ἐκείνων ἔφοδον. γρ. ὥς τις.

`66`

κἀγὼ καὶ ἐγὼ ἕξω τὰ ἐπίλοιπα ὀφθαλμὸν ἡμεροσκόπον πιστὸν, τουτέστιν ἀπελθὼν αὖθις ἐκεῖσε καὶ ἕκαστα τῶν πραττομένων σκοπῶν ἀγγελῶ σοι. καλεῖ δὲ τὸν ὀφθαλμὸν ἡμεροσκόπον, ἐπειδὴ ὥσπερ τοὺς κατασκόπους ἔχομεν, οὕτω καὶ τοὺς οἰκείους ὀφθαλμούς. τὸ δὲ πιστὸν λέγει, ὅτι ὁ ἰδών τι μᾶλλον τοῦ ἀκούσαντος ἐπίσταται, καὶ μαρτυρεῖ ἡ παροιμία, ὀφθαλμοὶ ὤτων πιστότεροι. τὰ λοιπὰ τούτων. πιστὸν βέβαιον.

`67`

σαφηνείᾳ λόγου ἀκριβεστάτῃ ἀγγελίᾳ τοῦ ἐμοῦ λόγου.

`68`

τῶν θύραθεν τῶν πολεμίων.

`69`

ὦ Ζεῦ ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοὶ, οἱ τὴν πόλιν συνέχοντες καὶ ἑδραιοῦντες, ἡ ἀρά τε τοῦ πατρὸς, ἤτοι τοῦ Οἰδίποδος, ἡ μέγα δυναμένη, μή μοι τὴν πόλιν πρυμνόθεν ἤτοι ἐκ βάθρων αὐτῶν παντελῶς ὀλεθρευθεῖσαν ἐκκόψατε, δηιάλωτον καὶ ὑπὸ δηΐδος ἤγουν μάχης καὶ πολέμου κρατηθεῖσαν, Ἑλληνίδα καὶ ταύτην οὖσαν· μηδὲ τοὺς οἴκους ἡμῶν τὴν ἐλευθέραν τε πόλιν σχῆτε καὶ κρατήσητε ἐν ζυγοῖς δουλείας, γένεσθε δὲ ἀλκὴ καὶ βοήθεια ἡμῖν καὶ ἀποσόβημα τῶν κακῶν. κοινωφελῆ δὲ ἡμῖν τοῖς ἀνθρώποις τοῖς κατοίκοις τῆς πόλεως καὶ ὑμῖν τοῖς θεοῖς νομίζω λέγειν· ἡ γὰρ πόλις ὅταν εὐτυχῆ, τιμᾷ τοὺς θεούς. καὶ ἡμεῖς οὖν ἐὰν ἀβλαβεῖς ἐσμὲν, τιμῶντες ὑμᾶς ἐσόμεθα. εἰ δὲ κακῶς πάσχομεν, βλασφημήσομεν καθʼ ὑμῶν. πολισσοῦχοι θεοὶ οἱ τὴν πόλιν συνέχοντες καὶ φυλάσσοντες.

`70`

Ἐρινὺς φθοροποιέ. πατρὸς τοῦ ἡμετέρου.

`71`

πρυμνόθεν ῥιζόθεν. πανώλεθρον ποταπήν.

`72`

ἐκθαμνίσητε δίκην θάμνου ἐκριζώσητε. θάμνος γάρ ἐστιν εἶδος χαμαιζήλου φυτοῦ καὶ πολυκλάδου, παρὰ τὸ θαμά ἐτυμολογούμενος. οὐ γὰρ μονοστέλεχον κατὰ τὰ δένδρα ἄνεισιν, ἀλλὰ πυκνὸς ὁ θάμνος καὶ πολυστέλεχος εὐθύς ἐστιν ἐκ ῥιζῶν. θάμνοι δὲ οὗτοι ῥᾷον πυρὶ πίπτουσιν· οὐ γὰρ δήπου μεγάλα δένδρα· ἡ δὲ πτῶσις διὰ τὸν ἄνεμον καὶ διὰ τὸ πολὺ πῦρ ἐξικμάζον τὴν συνεκτικὴν τῶν λεπτῶν θάμνων ὑγρότητα. διὰ θάμνου ἐκριζώθητε. θάμνος εἶδος φυτοῦ. ἐκθαμνίσητε θάμνος κυρίως τὸ φρύγανον, καταχρηστικῶς δὲ πᾶν χθαμαλὸν δένδρον. ἐκσπάσητε. δῃάλωτον ὑπὸ πολέμου ἠφανισμένην. Ἑλλάδος φθόγγον χέουσαν διάλεκτον· ἤτοι Ἑλληνίδα οὖσαν.

`73`

δόμους ἐφεστίους τῶν πολιτῶν, ἢ ἐμῶν. ἐγκατοίκους.

`75`

μήποτε σχέθειν τὸ ἀπαρέμφατον ἀντὶ τοῦ προστακτικοῦ, ἀντὶ τοῦ, μήποτε σχῆτε ἐν ζυγοῖς τοῖς δουλίοις τὴν ἐλευθέραν πόλιν. ζυγοῖσι δουλείοισι ἤτοι δουλείᾳ. μήποτε σχέθειν ἐθελήσατε κρατηθῆναι.

`76`

ἀλκὴ δύναμις καὶ βοήθεια. ξυνὰ ἡμῖν καὶ ὑμῖν.

`78`

θρέομαι φοβερὰ μεγάλʼ ἄχη ἤτοι θρηνῶ, βοῶ φοβερὰς μεγάλας θρηνῳδίας. εὐπτόητος δὲ ἡ τῶν παρθένων ἡλικία πρὸς φόβον, καὶ μάλιστα πρὸς πολιορκίαν. τὸ δὲ φοβερὰ, ἢ διὰ τὸ φοβερὰ ἄχη· ἢ φοβερὰ γινομένη, ὅ ἐστιν ἐπίτρομος. Ἄλλως. θρεῦμαι ἐμφαίνεται ὁ τῶν παρθένων χορὸς ὁρῶν οἱονεὶ νοεροῖς ὀφθαλμοῖς πῶς ὁ τῶν Ἀργείων ὄχλος κεκίνηται κατὰ τῆς χώρας αὐτῶν, καί φησι θρηνῶν, ὁ ἱππικὸς στρατὸς συγκεχώρηται καὶ ἀφίεται, πρὸς τὴν πόλιν ὁρμᾷ, καταλείψας τὸν τόπον ἔνθα ἔκειτο. ὧδε πολὺς λαὸς ἱππότης πρόδρομος, ἤτοι δρομαῖος ἢ προτρέχων τῶν ἄλλων, οἱονεὶ τῶν πεζῶν. πείθει δέ με ταῦτα σκοπεῖν ὁ ἐν τῷ ἀέρι ἀναφαινόμενος κονιορτὸς, ὁ ἄναυδος καὶ ἄφωνος ὢν, σαφὴς δὲ καὶ ἀληθὴς μηνυτὴς τούτων, ἤγουν, ἡ γὰρ τοῦ κονιορτοῦ κίνησις ἱππέων πλῆθος σημαίνει ἐπέρχεσθαι. αἰθερία δὲ κόνις ἡ αἰρομένη μέχρι τοῦ αἰθέρος, καίτοι ἄφωνος οὖσα, ἐναργής ἐστιν, ὥσπερ ἄγγελος, καὶ ἀληθής. φαντάζονται δὲ ταῦτα πάντα. θρέομαι φοβοῦμαι. ἄχη τὰ ἐπερχόμενα δηλονότι.

`79`

μεθεῖται ἀφίεται, ἔρχεται. ἐκ τοῦ οἰκείου τόπου ἐφʼ ἡμᾶς ὁρμᾶται. στρατόπεδον τὸν τόπον ἐν ᾧ ἔκειτο.

`80`

ῥεῖ οἷον ἀφεῖται ὁ ὄχλος ἀπὸ τοῦ στρατοπέδου. ἤδη τὴν ὁρμὴν ποιοῦνται ἐπὶ τὴν πόλιν οἱ πολέμιοι. ταῦτα δὲ φανταζόμεναι λέγουσιν ὡς ἀληθῆ. τὸ δὲ χ πρὸς τὴν διαφορὰν τοῦ στρατοῦ καὶ τοῦ στρατοπέδου. στρατόπεδον γὰρ καλεῖται τὸ ἐνδιαίτημα τοῦ στρατοῦ. ἢ στικτέον εἰς τὸ στρατὸς, ὁμοίως δὲ εἰς τὸ ῥεῖ. ῥεῖ δίκην ῥεύματος ἔπεισι. πρόδρομος προτρέχων ποταπός.

`81`

αἰθερία κόνις καὶ μέχρις ἀέρος φθάνουσα ταῖς τῶν ἵππων ὁπλαῖς. με πείθει ἐπειδὴ τὸ πείθειν διὰ λόγου γίνεται, διὰ τοῦτο εἶπε τὸ ἄναυδος.

`82`

σαφὴς δὲ στικτέον εἰς τὸ δέ, ὡς ἂν ἡ σύνταξις εἴη τοιαύτη· ἡ κόνις φανεῖσα αἰθερία, ἤγουν ἐν τῷ ἀέρι, πείθει με τὴν ἔφοδον ὑπονοεῖν τοῦ στρατοῦ ἄναυδος καὶ ἄφωνος οὖσα, σαφὴς δέ. τὸ δὲ ἔτυμος ἄγγελος οὕτως νοητέον καὶ συντακτέον· ὁ ἄγγελος ὁ ἐλεδέμνας ἤγουν ὁ ἐλάσας ἡμᾶς τῶν δεμνίων — στικτέον γὰρ καὶ ἐν τούτῳ —, ὁ πρὸ μικροῦ ἐπαγγείλας τῷ Ἐτεοκλεῖ τὴν τοῦ στρατοῦ πρὸς τὴν πόλιν ἐπίθεσιν, ἀληθὴς ἦν· ἅπερ γὰρ ἐκεῖνος ἀπήγγειλε πρὶν, καὶ νῦν ἡ κόνις μηνύει. ἑλεδεμνὰς ἤτοι ἑλοῦσα καὶ λαβοῦσα τὸ δέμας ὑμῶν. σαφὴς ἔτυμος ἄγγελος φανερὸς ἀληθὴς μηνυτὴς, ὡς κατʼ ἐμοῦ γίνεται.

`83`

ἐλεδεμνὰς ὁ ἐλαύνων καὶ διεγείρων ἀπὸ τῶν δεμνίων. Ἄλλως. ἐλεδεμνάς: χρίμπτεται δὲ καὶ πλησιάζει ἡμῖν τι ἢ κατά τι ἡμῖν προσπελάζει βοὴ πεδιοπλόκτυπος, ἤγουν τῶν ἁρμάτων, κτύπον ἐμποιοῦσα τῇ γῇ. ἑλεδεμνὰς ἀντὶ τοῦ τὸ δέμας καὶ τὸ σῶμα ἡμῶν λαμβάνουσα τῷ φόβῳ καὶ συσφίγγουσα καὶ κατέχουσα. τινὲς δὲ ὠτὶ χρίμπτεται γράφουσιν, ἤτοι τῇ ἀκοῇ ἡμῶν προσπελάζει βοή. ἠχεῖ δὲ αὕτη ἡ βοὴ τρόπον ὕδατος ἀπειρίτου καὶ ἀπολεμήτου διὰ τὸ ἰσχυρὸν τοῦ ἀπὸ τῶν ὀρῶν κατερχομένου καὶ κτυποῦντος. πεδιοπλόκτυπος καὶ τὸ τῆς γῆς δέ μου πέδον κατακτυπούμενον τοῖς ὅπλοις ποιεῖ μου τοῖς ὠσὶ προσπελάζειν τὸν ἦχον. ἤγουν ὁ κτύπος ὁ ἐκ συγκρουσμοῦ τῶν ὅπλων πρὸς ἄλληλα καὶ ἐκ τῆς ἐν τῇ γῇ τῶν ἵππων ποδοκροτήσεως γινόμενος. ὑπὸ τοῦ κτύπου τῶν ποδῶν τῶν ἵππων ἐν τοῖς πεδίοις γινομένου. ἢ στικτέον εἰς τὸ βοά· τὸ δὲ ἑξῆς οὕτως, καὶ χρίμπτεται βοὰ πεδιοπλόκτυπος. ἐλεδεμνὰς ἐλαύνων ἐμὲ ἐκ τῶν δεμνίων καὶ οὐκ ἐῶν καθεύδειν, φόβον ἐμβαλών. πεδιοπλόκτυπος κτύπον ἐν τῷ πεδίῳ τοῖς ὅπλοις ἐγείρουσα.

`84`

ἐγχρίμπτεται βοὰ ἔπεισι καὶ πλησιάζει ἦχος. ποτᾶται ἐναέριος φέρεται, ἠχεῖ ἡ βοὴ τῶν ὅπλων.

`85`

ἀμαχέτου ἀκαταπονήτου. πρὸς ὃ μὴ δύναταί τις μαχήσασθαι, ἤτοι κατασχεῖν φερόμενον. ὀροκτύπου τοῦ κτύπον ἐν τῷ ὄρει ἐγείροντος τῇ φορᾷ. ἢ τοῦ ἔχοντος ἐν τῷ ὄρει καὶ ὁρμᾶν.

`86`

ἰὼ, ἰὼ, ἰὼ ὦ ὦ ὦ. ὀρόμενον ταρασσόμενον καὶ ἐγειρόμενον, φερόμενον. ἀλεύσατε ἀποσοβήσατε.

`87`

βοᾷ ὑπὲρ τειχέων ἐν βοῇ, ἤγουν σὺν θορύβῳ καὶ ὄχλῳ ὁ Ἀργεῖος λαὸς ὁ λευκὰς ἀσπίδας ἔχων ὄρνυται καὶ διεγείρεται καὶ ὁρμᾷ ὑπεράνω τῶν τειχέων, εὐπρεπὴς, ἤτοι τοῖς ὅπλοις κεκοσμημένος, ἐπὶ τὴν πόλιν τρέχων, προορᾷ δὲ οἷον ὁ χορὸς τὴν τοῦ Καπανέως, ὅστις ἐκ τοῦ στρατοῦ τῶν Ἀργείων ἦν, ἐπὶ τὰ τείχη ἄνοδον, ἥνπερ Εὐριπίδης φησί. σημείωσαι δὲ ὅτι ἡ ὑπέρ πρόθεσις, ὅτε τὴν ἀνωτάτω σχέσιν δηλοῖ, μετὰ αἰτιατικῆς συντάσσεται· οἷον, ὑπὲρ τὴν γῆν ὁ ἥλιος· ἐν τῷ οὐρανῷ γάρ· ὅτε δὲ τὸ πλησίον καὶ ἐγγὺς, μετὰ γενικῆς, ὡς τὸ ὑπὲρ τῆς γῆς ὁ ἀνήρ, ἤτοι πλησίον τῆς γῆς· ἄνωθεν γὰρ αὐτῆς πορεύεται. καὶ ὁ Λυκόφρων «ὑπὲρ Καλυδνῶν «λευκὰ φαίνουσαι πτίλα,» ἤγουν τὰ ἱστία ὑπεράνω τῶν Καλυδνῶν φέρουσαι νήσων, μικρόν τι ταῦτα τῶν νήσων ἐξέχοντα. τοιοῦτόν ἐστι καὶ τὸ ὑπὲρ τειχέων. βοᾷ ἐστίν.

`89`

ὄρνυται διεγείρεται. ὁρμᾶται. εὐπρεπής τοῖς ὅπλοις κεκοσμημένος. εὐτρεπής ποταπὸς ἕτοιμος.

`90`

διώκων ἐλαύνων, σπεύδων.

`92`

ῥύσεται ἡμᾶς τῶν τοιούτων. ἐπαρκέσει βοηθήσει ἡμῖν.

`94`

πότερα δῆτʼ ἐγὼ πρὸς τὰ εἴδωλα τῶν θεῶν πέσω, παρακαλοῦσα καὶ δυσωποῦσα αὐτοὺς, ἢ ἄλλο τι πράξω; πότερα ποῖον· ἐπειδὴ τὸ πότερα διστακτικὴν ἔμφασιν ἔχει. φαμὲν γὰρ, πότερα ποιήσω τόδε ἢ τόδε; ἐνταῦθα τὸ μὲν ἓν σκέλος εἶπεν, ἐπειδὴ συντελεῖ, τὸ δὲ ἕτερον παρῆκεν, δέον εἰπεῖν, ἢ οὐ προσπέσω; ὥστε πρὸς τὸ δαιμόνων πρῶτον ὑπόστιζε, ἵνα ἡ μὲν ὑποστιγμὴ εἴη διότι ὁ λόγος κρεμᾶται, ἡ δὲ στιγμὴ, διότι εἰ τὸν λόγον ἀπέδωκας, ἔστιξας ἂν ἐν τῷ τέλει τῆς ἀποδόσεως. τῶν δὲ μὴ ταῦτα δεχομένων βραχὺς λόγος· ἱκανὴν γὰρ τὴν ἐκ τῆς ἀγνοίας διδόασι δίκην. ποτιπέσω προσπέσω. προσπαρακαλέσω.

`95`

βρέτη εἰκόνας.

`96`

εὔεδροι ἐπʼ ἀγαθῷ ἱδρυμένοι. ἢ ἐπὶ τῶν καλῶν καθεδρῶν καθεζόμενοι. ὧν οἶκοι ἐν τοῖς ναοῖς.

`97`

ἀκμάζει βρετέων ἔχεσθαι τοῦτό φησι, καιρὸς ἀκμαῖός ἐστι νῦν ἔχεσθαι βρετέων ἤτοι προσπίπτειν τοῖς εἰδώλοις τῶν θεῶν καὶ παρακαλεῖν αὐτούς. τί βραδύνομεν καὶ οὐχ ἱκετεύομεν, ὦ ἀγάστονοι, ἡμεῖς αἱ ὑπὸ τοῦ στόνου ἀγόμεναι καὶ κατεχόμεναι, ἢ λίαν θρηνοῦσαι. ταῦτα δὲ τινὲς τῶν τοῦ χοροῦ γυναικῶν πρὸς τὰς ἑτέρας φασίν. ἀκμὴ καὶ καιρός ἐστιν εἰδώλων ἅπτεσθαι ἐπὶ δεήσει. ἀγάστονοι ἄγαν στενάζουσαι μόνον καὶ οὐχ ἱκετεύουσαι.

`101`

πέπλων καὶ στεφέων πότε ἕξομεν καὶ ἁψόμεθα τῶν πέπλων καὶ τῶν στεφάνων τῶν θεῶν, εἰ μὴ νῦν αὐτῶν ἐπελαβόμεθα, περὶ τὴν λιτὴν τὴν περὶ ἡμῶν καὶ τὴν τῆς πόλεως; τινὲς δὲ, πότε τῶν πέπλων καὶ τῶν στεφάνων τῶν ἡμετέρων καὶ κεφαλοδέσμων ἁψόμεθα, καὶ ταῦτα πρὸς γῆν κάτωθεν ῥίψασαι ὀλοφυρμὸν αὐταῖς περιθήσομεν, εἰ μὴ νῦν περὶ τὴν λιτήν; πότε πέπλων καὶ στεφέων ἕξομεν ἢ νῦν, τραπεῖσαι πρὸς λιτανείαν τὴν περὶ ἡμῶν αὐτῶν καὶ τῆς πόλεως; ἀνετίθεσαν γὰρ καὶ πέπλους καὶ ἕτερά τινα ἄμφια ἐν ταῖς δεήσεσι. Ὅμηρος «πέπλον ὅστις τοι χαριέστατος.» πέπλων τῶν ἐν τοῖς ἀγάλμασι. στεφέων τῶν περὶ αὐτὰ στεφάνων. πότε ἕξομεν. ἀμφὶ λιτὰν περὶ παράκλησιν. ἕξομεν οἱονεὶ διατεθῶμεν. ὁ γὰρ περί τι διατεθεὶς ἄντικρυς τοῦτο κατέχει. τὸ ἕξομεν οὕτω νόει ὡς ἔφημεν, συνάπτων πρὸς τὸ ἀμφὶ λιτάν, τὸ δὲ ἀμφὶ λιτάν πρὸς τὸ πέπλων καὶ στεφάνων· χρῶνται δὲ τούτῳ εἰς τοιαύτην σημασίαν καὶ οἱ ῥήτορες· καὶ μαρτυρεῖ ὁ Σύριος Λουκιανὸς λέγων, «ἔπειτʼ ἀμφὶ πλοῦν εἴχομεν.» ἀγνοοῦντες δέ τινες τὸ ἕξομεν ἀντὶ τοῦ ἑξόμεθα λέγουσι, συνάπτοντες πρὸς τὸ πέπλων. ἔθος ἦν τοῖς παλαιοῖς, ὁπότε ἱκέτευον τοὺς θεοὺς, ἐν χερσὶν ἔχειν τοὺς αὐτῶν πέπλους καὶ στεφάνους καὶ διὰ τούτων αὐτοὺς ἐξιλεοῦσθαι.

`103`

κτύπον δέδορκα μετήγαγε τὰς αἰσθήσεις πρὸς τὸ ἐναργέστερον, ὡς «Ἤκουσας ὁ κόραξ οἷος ἦλθʼ ἐξ Ὠρεοῦ;» κτύπον δέδορκα κατανοῶ. ὃ γὰρ κατανοῶ, τοῦτο δέδορκα τοῖς τοῦ νοῦ ὀφθαλμοῖς. πάταγος κτύπος.

`104`

τί ῥέξεις τί ποιήσεις, ὦ παλαίχθων Ἄρης; προδώσεις ἡμᾶς εἰς χεῖρας ἐχθρῶν;

`105`

παλαίχθων ἔκπαλαι τῇ χθονὶ ἡμῶν τιμώμενος, ὁ κατοικῶν ἔκπαλαι τὴν χθόνα. ἀντὶ τοῦ, ὁ ἐκ παλαιοῦ κληρωσάμενος τήνδε γῆν. τιμᾶται γὰρ παρὰ Θηβαίοις ὁ Ἄρης. διὸ καὶ Ἄρειον τεῖχος καὶ Ἀρητιὰς κρήνη παρʼ αὐτοῖς. Ἄρης Ἀττικὸν, ὦ Ἄρης κλητικόν. οἱ δὲ γράφουσιν, ὦ Ἄρη. ἱερὰ δὲ Θήβη τοῦ Ἄρεως. ἔστιν οὖν πάλαι τὴν γῆν κατέχων. ῥέξεις ποιήσεις. παλαίχθων Ἄρης ὁ πάλαι καὶ ἐξ ἀρχῆς τὴν τῶν Θηβῶν χθόνα λαχὼν εἰς οἴκησιν. παρὰ Θηβαίοις ὁ Ἄρης τιμᾶται· Ἁρμονία γὰρ ἡ τούτων προμήτηρ Ἀφροδίτης καὶ Ἄρεος ἦν παῖς. καλεῖται δὲ ἐνταῦθα καὶ Ἄρειον τεῖχος, καὶ Ἀρητιὰς κρήνη, ἣν ὁ Ἄρης τηρεῖ καὶ ἐπισκοπεῖ. τὰν σὰν γᾶν πόλιν δηλονότι. τὴν σὴν γῆν, ἤτοι τὰς Θήβας.

`106`

ἔπιδε ἤτοι ἐπίσκεψαι καὶ φύλαξον, ὦ Ἄρης χρυσοπήληξ καὶ χρυσῆν περικεφαλαίαν ἔχων· ἢ μετὰ χρυσέων περικεφαλαιῶν οἱ σπαρτοὶ ἀνεδόθησαν· ἥντινα, δηλονότι τὴν ἡμετέραν πόλιν, ποτὲ ἔθου πεφιλημένην.

`107`

χρυσοπήληξ χρυσῆν περικεφαλαίαν ἔχων. ἔπιδε ἤτοι εὐμενῶς βλέψον.

`108`

εὐφιλήταν ἀγαπητήν.

`109`

πολισσοῦχοι χθονὸς οἱ τὴν πόλιν καὶ τὴν περὶ αὐτὴν γῆν συνέχοντες.

`110`

ἴθʼ ἴτε πάντες τινὲς μὲν ἴτʼ ἴτε φασὶ, τραπῆναι τὸ τ εἰς θ ὑπὸ τοῦ ποιητοῦ διὰ τὸ κακόφωνον λέγοντες, ἄλλοι δὲ ἴθι ἑνικῶς λέγουσι, πρὸς τὸν Ἄρην τοῦτο ἀποτείνοντες, τὸ δὲ ἕτερον εἰς τοὺς θεούς. ὁ δὲ νοῦς ἐστι τοιοῦτος, ἔλθετε, ὦ θεοὶ σύμπαντες, ἴδετε καὶ θεάσασθε τὸν ἱκέσιον λόχον τῶν παρθένων γυναικῶν, ἤγουν τὸ πλῆθος καὶ τὴν συνάθροισιν τὴν ἱκετεύουσαν ὑμᾶς ὑπὲρ τοῦ μὴ γενέσθαι δούλας αὐτὰς τοῖς ἐχθροῖς.

`111`

παρθένων ἡμῶν. ἱκέσιον λόχον παράκλητον συνεδρίαν, ἀγοράν. δουλοσύνας ὕπερ δουλείας, ὑπὲρ τοῦ μὴ δουλεῦσαι.

`113`

κῦμα γὰρ περὶ πτόλιν δοχμολόφων ἀνδρῶν ταῦτα τροπικῶς εἶπεν. ἤτοι, ὀργὴ καὶ θυμὸς τῶν δοχμολόφων ἀνδρῶν καχλάζει ταῖς πνοαῖς ταῖς διεγειρομέναις. δοχμολόφων δὲ, τῶν ἐπινευόντων τοὺς λόφους, ἤτοι τὰ κράνη αὐτῶν· ἐν γὰρ τῇ κινήσει συμβαίνει πλαγιάζεσθαι τοὺς λόφους. ἄλλοι δὲ δοχμολόφων φασὶ, διότι οἱ πολεμοῦντες κόρυθας ὑπὲρ τῆς κεφαλῆς ἐπεφέροντο τρεῖς λόφους ἐχούσας, νεύοντας τῇδε κἀκεῖσε. πλησίον κύκλῳ τῆς πόλεως ἐχόντων λόφους πλαγίους τείνοντας.

`114`

δοχμολόφων ἤτοι τῶν ἐχόντων τοὺς λόφους δοχμίους ἐν τῷ κινεῖσθαι. λόφος δέ ἐστιν ἡ λεγομένη ἵππουρις, ἣν ἄνω τοῦ κράνους πηγνύουσιν.

`115`

καχλάζει ἠχεῖ. ὀρόμενον διεγειρόμενον.

`118`

παντελὲς ἀλλʼ ὦ Ζεῦ ὁ πάντως καὶ κατʼ ἀλήθειαν πάντα ποιῶν καὶ ἐξάγων εἰς τέλος — τοῦτο γάρ ἐστι τὸ παντελές — βοήθησον εἰς τὴν ἀπὸ τῶν πολεμίων ἅλωσιν τῆς ἡμῶν δηλονότι πόλεως, μή πως ἁλῷ. οἱ γὰρ Ἀργεῖοι τὴν πόλιν κυκλοῦσι, φόβος δὲ ἡμῖν ἀπὸ τῶν πολεμικῶν ὅπλων ἐγγίνεται. τὸ παντελὲς ἢ πρὸς τὸ Ζεῦ νοητέον οὕτω, ὦ Ζεῦ παντελὲς, ἤτοι ὦ πάντα τελῶν, ἢ ὁ κατὰ πάντα τέλειος· ἢ πρὸς τὸ ἄρηξον οὕτω, ἄρηξον παντελὲς, ἤγουν διόλου. πάντως ἀληθές.

`119`

ἄρηξον βοήθησον ἡμῖν. δαΐων ἅλωσιν τὴν τῶν πολεμίων καταστροφήν.

`121`

κυκλοῦνται κυκλοῦσι. φόβος ἡμῖν. ἀρηΐων πολεμικῶν.

`122`

χαλινοὶ δὲ οἱ διάδετοι καὶ ἐκκρεμάμενοι τῶν ἱππικῶν γενύων καὶ στομάτων κινύρονται φόνον, ἤτοι ἦχόν τινα φονικὸν καὶ φονεργάτην ἐκπέμπουσι. συντάσσεται οὕτως, οἱ διὰ τῶν ἱππείων γενύων δετοὶ καὶ δεδεμένοι χαλινοί. διάδετοι γενύων ἱππείων πανταχόθεν δεδεμένοι ἱππικῶν στομάτων.

`123`

κινύρονται ἀπὸ κινήσεως ποιοῦνται φόβον. ἠχοῦσιν ἡμῖν.

`124`

ἀγήνορες πρέποντες στρατοῦ ὑπερήφανοι καὶ αὐθάδεις. ἄγαν ἀνδρεῖοι, ἔξοχοι· πρέπουσι γὰρ ἐν τοῖς ἄλλοις οἱ ἔξοχοι προὔχοντες.

`125`

δορυσσόοις σάγαις ταῖς διὰ τοῦ δορὸς σούσαις καὶ κινούσαις εἰς φόβον τοὺς πολεμίους. σάγαις δὲ ἀντὶ τοῦ πανοπλίαις. πολεμικαῖς πανοπλίαις. δορυσσόος πανοπλία ἡ ἐν τῷ δορὶ καὶ ἐν τῷ πολέμῳ σώους διατηροῦσα τοὺς ἔχοντας.

`126`

πάλῳ κλήρῳ.

`127`

πρὸς τὴν Ἀθηνᾶν καὶ τὸν Ποσειδῶνα ταῦτά φησιν ὁ χορός. λέγει δὲ πρὸς τὴν Ἀθηνᾶν, φιλοπόλεμε, γενοῦ ῥυσίπτολις, ἤτοι ῥῦσαι τὴν ἡμετέραν πόλιν ἀπὸ τῶν ἐχθρῶν. καὶ σὺ δὲ ὁ τῆς θαλάσσης βασιλεύων θεὸς Ποσειδὼν ἐπίλυσιν τῶν φόβων δίδου, καταβαλὼν τοὺς ἐχθροὺς ἐν τῇ τριαίνῃ. Διογενὲς ἐκ Διὸς γεννηθέν. φιλόμαχον πολεμικόν.

`128`

ῥυσίπτολις ἐλευθεροῦσα. ῥυομένη τὴν πόλιν. ἵππειος ὁ ἔφορος τῶν ἵππων. ἱππικός· ἢ διὰ τὸ ὕδωρ ταχὺ, ἢ διότι τῷ Πέλοπι πρῶτος ἅρμα παρέσχεν.

`131`

ἰχθυβόλῳ μηχανᾷ τῇ τριαίνῃ λέγει. τῷ κάμακι ἢ τῇ τριαίνῃ.

`132`

ἐπίλυσιν δίδου πάλιν δὶς εἶπε τὸ ἐπίλυσιν. τεταραγμένης δὲ ψυχῆς ταῦτα ἤθη καὶ ἐμφάσεως ἕνεκα λεγόμενα.

`133`

ἐπίλυσιν ἀπαλλαγήν. φόβων τῶν νῦν. δίδου ἡμῖν.

`135`

Κάδμου ἐπώνυμον Καδμεῖοι οἱ Θηβαῖοι.

`138`

κήδεσαί τʼ ἐναργῶς ἐπιμελήθητι. γράφεται καὶ κήδευσαι. κηδεστὴς ἐναργῶς γενοῦ. Ἁρμονίαν γὰρ τὴν Ἀφροδίτης καὶ Ἄρεως εἶχεν ὁ Κάδμος· ἢ ἀντὶ τοῦ, φρόντισον ἡμῶν καὶ τῆς πόλεως ἐναργῶς. κήδεσαί τʼ ἐναργῶς φρόντισον φανερῶς.

`139`

καὶ Κύπρις, ἅτε γένους Κύπρις ἡ Ἀφροδίτη λέγεται· ταύτης δὲ καὶ Ἄρεος θυγάτηρ ἡ Ἁρμονία ἐγένετο, ἣν ὁ Κάδμος ἔλαβεν εἰς γυναῖκα· ἀφʼ ἧς οἱ ἀπὸ τοῦ Κάδμου πάντες γεγόνασι. φησὶν οὖν ὁ χορὸς πρὸς τὴν Ἀφροδίτην καὶ τὴν ταύτης θυγατέρα Ἁρμονίαν ὅτι βοήθησον ἡμῖν· ἀπὸ γὰρ τοῦ αἵματος τοῦ σοῦ ἐγεννήθημεν, ἀντὶ τοῦ ἀπὸ σοῦ καταγόμεθα. Κύπρις ὦ. ἅτε ἥτις. γένους τοῦ ἡμετέρου. προμάτωρ ἐξ Ἄρεος καὶ Ἀφροδίτης Ἁρμονία ἡ Κάδμου γυνή.

`141`

ἄλευσον ἀποσόβησον τὰ παρόντα. σέθεν σοῦ. ἐξ αἵματος τοῦ γένους, ἤτοι τῆς Ἁρμονίας τῆς σῆς θυγατρός.

`142`

θεοκλύτοις ἃς ὁ θεὸς ἀκούει.

`143`

λιταῖς σε θεοκλύτοις ἀπύουσαι παρακλήσεσιν αἷς ἄνθρωποι τοὺς θεοὺς καλοῦσιν εἰς ἔλεον ἐπικαλούμεναι.

`144`

πελαζόμεθα τῷ σῷ βωμῷ πλησιάζομεν.

`145`

Λύκειʼ ἄναξ, λύκειος γενοῦ Λύκειόν φασι τὸν Ἀπόλλωνα, ἢ διὰ τὸ ἐν τῇ Λυκίᾳ τῇ πόλει τιμᾶσθαι αὐτὸν, ἢ διὰ τὸ ἀνατίθεσθαι αὐτῷ λύκον ὡς ἱερὸν, ἢ διὰ τὸ λύκους ἀνελεῖν. ἢ, ὅ γε κρεῖττον, διὰ τὸ λυκόφως ποιεῖν τῆς νυκτὸς ὑποχωρησάσης. Ἀπόλλων γὰρ ὁ Ἥλιος. Λύκειʼ ἄναξ ὁ λύκον ὀλέσας ποτέ. Λύκειος γενοῦ φθορεὺς, καὶ οἷος ἐφάνης λύκῳ ποτέ. ἀφανιστικὸς, τιμωρητικός.

`146`

στρατῷ δαΐῳ τῷ τῶν πολεμίων. στόνων ἀϋτᾶς τῶν ἡμετέρων στεναγμάτων ἀκροατής.

`147`

Λατογένεια ἐκ Λητοῦς γεννηθεῖσα. εὖ πυκάζου ἤτοι ἐντέχνως καὶ ἐπιστημόνως εὐτρέπιζε τὸ τόξον. τὸ γὰρ πύκα ἀντὶ τοῦ ἐπιστημόνως παραλαμβάνεται. εὐτρέπιζε κατὰ τῶν πολεμίων.

`151`

ὄτοβον ἁρμάτων ἀκούω, φησὶ, τὸν τῶν χνοῶν κτύπον. τῶν καρουχῶν. ὄτοβον κτύπον. ἁρμάτων τῶν πολεμίων.

`153`

πότνιʼ Ἥρα σεβασμία. τὸ πότνια Ἥρα καὶ τὸ Ἄρτεμι φίλα ἐπιφωνήματά ἐστι πρὸς τοὺς θεοὺς διὰ μέσου τῶν στεναγμάτων λεγόμενα, εἰς οἶκτον αὐτοὺς προκαλούμενα. τοιαῦτα δὲ καὶ προϊὼν εὑρήσεις.

`154`

χνοαὶ λέγονται αἱ τῶν τροχῶν χοινικίδες. ἤγουν αἱ σύριγγες, ὅ ἐστιν ὀπαὶ, ἃς καὶ πλήμνας φασὶν, ἤγουν τὰ μέσα τῶν εἰρημένων συρίγγων, εἰς ἃς ἐντίθενται τὰ ἄξονος ἄκρα. πλῆμναι δὲ καλοῦνται διὰ τὸ πλήσσεσθαι ἢ πληροῦσθαι ὑπὸ τοῦ ἄξονος· ἐλήλαται δὲ ταῖς χοινικίσιν ἐμβαλλόμεναι. ἢ πασσαλίσκοι κωλύοντες ἐξιέναι τὸν τροχόν. ἐπίσωτρα οἱ ἐπικείμενοι κύκλοι τοῖς τροχοῖς ἤτοι οἱ κανθοὶ οὕτω λέγονται, διὰ τὸ ἐπιτρέχειν, ὡς ἀπὸ τῆς ἐπί προθέσεως καὶ τοῦ σῶ τὸ ὁρμῶ· ἢ παρὰ τὸ σώζειν. σωστικοὶ γὰρ τῆς εἴσω περιφερσίας εἰσὶν οἱ κανθοί. τὸ δὲ χνοαὶ βαρύτονον. τὰ εἰς η καθαρὸν δισύλλαβα τῷ ο παραληγόμενα ἀπὸ δύο συμφώνων ἀρχόμενα ὧν προηγεῖται δασὺ, βαρύνεται, οἷον χνόη φθόη χλόη. τὸ δὲ πνοὴ οὐκ ἔχει δασύ. ἔλακον ἤχησαν. ἀξόνων τῶν ἐν τοῖς ἅρμασι. βριθομένων βαρυνομένων τοῖς ἐφεστῶσι. χνόαι αἱ ὀπαὶ, ἤτοι τὰ ἅρματα περιφραστικῶς. αἱ σύριγγες.

`155`

δορυτίνακτος δʼ αἰθὴρ διὰ τῶν δοράτων τῶν πολεμίων κινούμενος ὁ ἀὴρ ταράσσεται. ἐπιμαίνεται γρ. ἐπισημαίνεται.

`156`

ἄμμιν ἡμῖν.

`157`

ποῖ δʼ ἔτι τέλος ποῦ; εἰς νίκην ἢ εἰς ὄλεθρον; θεὸς τύχη.

`158`

ἀκροβόλων δʼ ἐπάλξεων λιθὰς βαλλομένων κατὰ τὸ ἄκρον. ἀκροβολίζεσθαί ἐστι τὸ ἐν πολέμοις κατάρχεσθαι. λιθὰς λιθὰς, ἤτοι σωρὸς λίθων, ἔρχεται ἐπὶ τῶν ἐπάλξεων, ἤτοι τῶν μικρῶν πυργισκίων τῶν ἀκροβόλων, ἤτοι τῶν πόρρωθεν βαλλομένων, διὰ τὸ ἐν ἄκρῳ τῶν τειχῶν καὶ ἄνωθεν ἵστασθαι. λιθὰς σωρεία λίθων. ἔρχεται τὸ ἔρχεται, εἰ μὲν νοήσεις ἀπὸ Θηβαίων πρὸς τοὺς πολεμίους, τὸ ἀκροβόλων ἀντὶ τοῦ ἐξ ἄκρων τοῦ τείχους εἰς τρῶσιν τῶν πολεμίων πεμπομένων ἐρεῖς· εἰ δὲ ἀπὸ τῶν πολεμίων πρὸς τοὺς Θηβαίους, ἀκροβόλων ἀντὶ τοῦ εἰς τρῶσιν τῶν ἐν τοῖς ἄκροις ἱσταμένων τοῦ τείχους πεμπομένων ἐκ πολεμίων. ταῦτα δὲ λέγει ὁ χορὸς οὐχ ὅτι ἀληθῶς ἐγίνετο, ἀλλʼ Αἰσχύλος ἐξεπίτηδες τοῦτο ποιεῖ τὴν τῶν γυναικῶν παριστῶν φύσιν, ἡνίκα ταραχθεῖεν φόβῳ, καὶ τὰ οὐκ ὄντα φανταζομένων.

`159`

ὦ φίλʼ Ἄπολλον ὦ Ἄπολλον, καὶ δέον εἰπεῖν ὦ Ζεῦ, τέλος ἡμῖν πολεμόκραντον ἁγνὸν καὶ ἀναίμακτον δός· ὁ δὲ οὐχ οὕτως ἔφη, ἀλλὰ πρὸς τὸ τέλος τὸν λόγον ἐποιήσατο. ἐστὶ δὲ τὸ αὐτό.

`160`

κόναβος ἐν πύλαις κόναβος καὶ ἦχος καὶ κτύπος τῶν σακέων καὶ ἀσπίδων τῶν ὑπὸ χαλκοῦ συνδεδεμένων, ἐν μάχαις καὶ τέλος καὶ πλήρωμα ζωῆς — ἤτοι θάνατος — ἐν τῷ πολέμῳ πληρωθὲν, ἁγνὸν καὶ καθαρόν. ἐπεὶ γὰρ οὐ μιαρὸς ὁ ἐν πολέμῳ φόνος, ἁγνὸν μᾶλλον τοῦτον ἔφησεν, ἐπεὶ οἱ πολεμίους ἀποκτείναντες καθαροί εἰσι μᾶλλον ἢ οἱ φίλους ἀνελόντες. τέλος δὲ ὁ φόνος καὶ ὁ πόλεμος· τέλος γάρ τινες τοῦ βιότου ἐν τούτῳ πολλάκις εὑρίσκουσι. τέλος γὰρ τῆς τοῦ ἀνθρώπου ζωῆς ὁ θάνατος. κόναβος κτύπος ἐστί. χαλκοδέτων σακέων ἐκ σιδήρου δεδεμένων ἀσπίδων.

`161`

Διόθεν ἐκ τοῦ Διός. πολεμόκραντον τὸν πόλεμον κρᾶναν καὶ τελειῶσαν. ἁγνὸν καθαρὸν, ἀναίμακτον.

`164`

μάκαιρʼ ἄνασσʼ Ὄγκα Ὄγκα ἡ Ἀθηνᾶ παρὰ Θηβαίοις ἐτιμᾶτο. ἐπεύχεται δὲ τὴν ἐπιχώριον Ἀθηνᾶν καλῶν εἰς βοήθειαν, ὡς ὁ Θετταλὸς τὸν Δία, λέγων, «Ζεῦ ἄνα Δωδωναῖε.» καὶ ὁ Λύκιος τὸν Ἀπόλλωνα, «Κλῦθι ἄναξ, ὅς που Λυκίης ἐν πίονι δήμῳ εἶς.» καὶ ὁ Ἰδαῖος, «Ζεῦ πάτερ Ἴδηθεν μεδέων.» Ὀγκαία τοίνυν ἡ Ἀθηνᾶ τιμᾶται παρὰ Θηβαίοις. Ὄγκα δὲ παρὰ Φοίνιξιν ἡ Ἀθηνᾶ, καὶ Ὀγκαῖαι πύλαι. μέμνηται τούτου καὶ Ἀντίμαχος καὶ Ῥιανός. Φοῖνιξ δὲ τὸ γένος ἄνωθεν ὁ Κάδμος ἐτύγχανεν ὁ τῶν Θηβαίων οἰκιστής· διὸ καὶ ὡς ἐκ Φοινίκων κατηγμένος Ὄγκαν Ἀθηνᾶν παρὰ Θηβαίοις τιμᾶσθαι ἐποίησε. τὸ δὲ «πρὸ πόλεως ἑπτάπυλον ἕδος «ῥύου» οὕτως ῥητέον, ὦ μάκαιρʼ ἄνασσα Ὄγκα, ὦ μακαρία θεὰ Ἀθηνᾶ πρὸ τῆς πόλεως γενομένη βοήθησον αὐτῇ. κάλλιον δὲ εἰπεῖν τὸ πρὸ τῆς πόλεως οὕτως, ὦ Ὄγκα Ἀθηνᾶ ἡ πρὸ τῆς πόλεως, ἤτοι οὖσα ἐζωγραφημένη πρὸ τῆς πόλεως, ἤγουν ἔμπροσθεν, ῥύου τὸ ἑπτάπυλον ἕδος, ἤτοι τὴν ἑπτάπυλον πόλιν τῶν Θηβαίων. γίνωσκε γὰρ ὅτι ἐζωγράφουν ταύτην πρὸ τῶν πυλῶν τῆς πόλεως, ἣν καὶ ὁ Λυκόφρων πυλαίτιδα λέγει, διὰ τὸ ἄνωθεν ἵστασθαι ταύτην τῶν τῆς πόλεως πυλῶν. Ὄγκα Ἀθηνᾶ Φοινίκων γλώττῃ. ἑπτάπυλον ἕδος τὰς Θήβας.

`166`

παναλκεῖς γρ. παναρκεῖς. παντοδύναμοι.

`167`

τέλειοι ἀνελλιπεῖς· ἀνελλιπὲς γὰρ τὸ θεῖον.

`169`

δορύπονον ποταπὴν αἰχμάλωτον.

`170`

ἑτεροφώνῳ τῷ πρὸς ἐκείνους ἑτεροφώνῳ· ἑτέρα γὰρ ἡ τῶν Βοιωτῶν διάλεκτος καὶ ἑτέρα ἡ τῶν Ἀργείων, διότι οἱ μὲν Ἀργεῖοι Δωριεῖς εἰσιν, οἱ δὲ Θηβαῖοι καὶ Ἀθηναῖοι Ἴωνες· ἢ ὅτι εἶχον συμμάχους καὶ τινὰς βαρβάρους. Ἄλλως. τῷ ἔχοντι ἄνδρας συμμίκτους ἐκ πολλῶν ἐθνῶν καὶ ἀλλόθρους καὶ ἀλλογλώσσους. Ὅμηρος «Ἄλλη δʼ ἄλλων γλῶσσα.» ἑτεροφώνῳ ἀλλογλώσσῳ. κλύετε παρθένων ἀκούετε ἡμῶν τῶν παρθένων, δικαίως εἰς οὐρανὸν ἀνασχουσῶν τὰς χεῖρας. τοῦτο δὲ τὴν ἐκ ψυχῆς ἱκετείαν δηλοῖ· καὶ Ὅμηρος «Χεῖρας ἀνασχόντες μεγάλʼ εὐχετόωντο.» πανδίκους δικαίας, ὑπὲρ τῆς πατρίδος αὐτῶν φερομένας. χειροτόνους λιτὰς ἡμῶν εἰς τὸν οὐρανὸν ἐχουσῶν τὰς χεῖρας. μετὰ χειρῶν τάσεως γενομένας.

`175`

λυτήριοι ἀμφιβάντες ὦ θεοὶ περὶ τὴν πόλιν ἐλθόντες λυτήριοι, ἤτοι ἀφανισταὶ τῶν κακῶν, καὶ σωτῆρες, ἐξ ἔργων αὐτῶν δείξατε ὅτι φιλοπόλιες ἐστὲ, ἤτοι τὴν ἡμετέραν ἀγαπῶντες πόλιν. περιέποντες, φυλάσσοντες.

`176`

ὡς ὅτι. φιλοπόλιες ἐστέ.

`177`

μέλεσθʼ ἱερῶν δημίων ἤτοι φροντίζετε τῶν ἀνακειμένων καὶ ἀνατεθειμένων ἐν τοῖς ὑμῶν ναοῖς ἱερῶν δημίων, τῶν ἀπὸ τοῦ δήμου· κοινῇ γὰρ πάντες ἐκείνοις ἀνετίθουν χρήματα. περιφραστικῶς οὖν εἶπε τοῦτο, μέλλων εἰπεῖν, φροντίζετε τῶν ναῶν ὑμῶν, μή πως κατερειπωθῶσι παρὰ τῶν πολεμίων καὶ ἀφαιρεθῇ τὰ ἐν αὐτοῖς ἀνθήματα. ἄλλοι δὲ οὕτως φασί· μέλεσθε καὶ φροντίζετε, ὦ θεοὶ, περὶ τῶν πολιτῶν ἐπὶ τῶν ἱερῶν δημίων, ἤτοι ἐπὶ τῶν ἀπομοιραζομένων παρὰ τῶν πολιτῶν ἀπὸ τῆς περιουσίας αὐτῶν. ἀπόμοιραν γὰρ οἱ πολῖται κατὰ καιρὸν ἐποιοῦντο ἀπὸ τῆς περιουσίας αὐτῶν, καὶ ταῦτα τοῖς θεοῖς ἀνετίθεσαν. μελέτην ἔχετε τῶν ἱερῶν δημοσίων. μέλεσθε φροντίζετε. ἱερῶν δημίων τῶν δημοσίᾳ γινομένων ὑμῖν παρὰ τῶν πολιτῶν θυμάτων.

`178`

ἀρήξατε ἡμῖν.

`179`

φιλοθύτων τῶν προσφιλῶν μετὰ θυμάτων ἡμῖν μυστηρίων.

`180`

μνήστορές ἐστε μνείαν καὶ ἐνθύμησιν ἔχοντες.

`181`

ὑμᾶς ἐρωτῶ, θρέμματʼ οὐκ ἀνασχετὰ, ἢ ταῦτʼ ἄριστα καθʼ ὑπόκρισιν, ἢ ἐν ἐρωτήσει μετʼ ἐπιτιμήσεως ἀναγνωστέον. ὁ Ἐτεοκλῆς ἀκούσας τῶν παρθένων ὀδυρομένων καὶ παρακαλουσῶν τοὺς θεοὺς φησὶ πρὸς αὐτὰς, ἐρωτῶ ὑμᾶς, θρέμματα οὐκ ἀνασχετὰ, ἤτοι ἐμοὶ φορτικευόμενα καὶ βάρος ἐτώσιον νομιζόμενα, μὴ ἀνεχόμενα καὶ βασταζόμενα παρʼ ἐμοὶ, ἐρωτῶ ὑμᾶς, εἴπατε, ἆρα ταῦτα, ἃ ποιεῖτε, σωτήρια τῷ στρατῷ καὶ τῇ πόλει τυγχάνουσι; δηλονότι τὸ πεσούσας ὑμᾶς πρὸς τὰ εἴδωλα τῶν πολισσούχων θεῶν λακάζειν καὶ θρηνεῖν καὶ βοᾶν, ἅτινα τοῖς σώφροσι μισητὰ νομίζονται. ὑμᾶς ἐρωτῶ, θρέμματʼ οὐκ ἀνασχετὰ ἐπεὶ εἰώθασιν οἱ ποιηταὶ δόγματά τινα εἰς ὠφέλειαν τῷ ἀκούοντι εἰσφέρειν, οὕτω καὶ ὁ Αἰσχύλος εἰσάγει τὸν Ἐτεοκλέα ἀπαγορεύοντα μὴ ἀπάγειν τὸν ὄχλον εἰς δειλίαν καὶ διὰ τὸν φόβον φυγεῖν αὐτόν. θρέμματʼ οὐκ ἀνασχετὰ γεννήματα ἃ οὐ δύναταί τις ὑπομένειν.

`182`

ἦ ὄντως, ἄρα. ταῦτα ἃ ποιεῖτε.

`184`

πυργηρουμένῳ πολιορκουμένῳ, ἢ τῷ ἐν πύργοις ἱσταμένῳ.

`185`

βρέτη εἴδωλα. πολισσούχων τῶν τὴν πόλιν συνεχόντων.

`186`

αὔειν, λακάζειν ταῦτα ἐπὶ τῶν ὀρνέων λέγεται. ἀλόγοις γοῦν ζῴοις παρέβαλε τὰς παρθένους, ὅτι ἐν φαντασίᾳ γεγόνασι πρῶτον μὲν γυναικείᾳ καὶ δειλῇ, δεύτερον δὲ οὐκ ἀληθεῖ. λακάζειν δὲ λέγεται τὸ ἠχεῖν, ἀπὸ τοῦ λήκω ῥήματος κατὰ τροπὴν τοῦ η εἰς α καὶ κατὰ παραγωγήν. αὔειν βοᾶν. σωφρόνων μισήματα ἃ οἱ σώφρονες ἄνδρες μισοῦσιν. μήτʼ ἐν κακοῖσι τοῦτό φησι, μήτε ἐν δυστυχίαις μήτε ἐν κακοῖς μήτε ἐν εὐεστοῖ φίλῃ, ἤτοι ἐν εὐδαιμονίᾳ προσφιλεῖ, συγκάτοικος εἴην τῷ γυναικείῳ γένει. ἡ γὰρ γυνὴ ὅταν ἐκτὸς φόβου τυγχάνῃ καὶ οὐδὲν ἔχῃ αὐτῇ ἐπικείμενον φοβερὸν, ἔστιν ἀναιδὴς καὶ θρασεῖα καὶ ἀκράτητος, ὅταν δὲ φοβηθῇ, γίνεται μέγα κακὸν καὶ τῷ ἰδίῳ οἴκῳ καὶ μᾶλλον τῇ πόλει. καὶ νῦν δὲ ὑμεῖς — πρὸς τὰς παρθένους ταῦτά φησιν ὁ Ἐτεοκλῆς — θεῖσαι καὶ ποιήσασαι φυγὰς πρὸς τοὺς ναοὺς τῶν θεῶν διαδρόμους καὶ σπουδαίους καὶ συντόνους διερροθήσατε καὶ ἐκινήσατε καὶ διὰ τοῦ θορύβου ἐνεβάλετε τοῖς πολίταις ἄψυχον κάκην, ἤτοι δειλίαν· τοῦτο δέ ἐστιν ὃ λέγει ὅτι ὑμεῖς φυγοῦσαι ἐποιήσατε καὶ τοὺς πολίτας φοβηθῆναι, τοὺς δὲ πολεμίους θρασυνθῆναι.

`187`

εὐεστοῖ εὐτυχίᾳ.

`189`

ὁμιλητὸν φορητὸν, ὑπομονητόν. κρατοῦσα εὐτυχής. νικῶσα. οὐχ ὁμιλητὸν θράσος οὐχ οἵα τε ὁμιλεῖσθαι ὑπʼ ἀσχέτου θρασυνομένη χαρᾶς.

`190`

οἴκῳ τῆς αὐτῆς. πλέον τοῦ δέοντος.

`191`

διαδρόμους φυγὰς τὰς διὰ μέσου ἐρχομένας. διὰ πάσης τῆς πόλεως ὑφʼ ὑμῶν γενομένας.

`192`

θεῖσαι ποιήσασαι. διερροθήσατε διεκινήσατε. ἐνεβάλετε. ἄψυχον κάκην δειλίαν. ὥσπερ γὰρ τὴν ἀνδρείαν εὔψυχόν φαμεν, οὕτω καὶ τὴν δειλίαν ἄψυχον.

`193`

τὰ τῶν θύραθεν τὰ τῶν πολεμίων. ὡς ἄριστα λίαν. ὀφέλλετε αὔξετε ἀνυποστάτους ἐκείνους οἷς ποιεῖτε δεικνύουσαι. ἢ ὅτι κατεπτοηκότας ἡμᾶς ἂν αἴσθωνται, πολὺ μᾶλλον θρασυνθήσονται.

`194`

αὐτοὶ δʼ ὑπʼ αὐτῶν ἔνδοθεν αὐτοὶ δὲ καὶ ἡμεῖς ὑπʼ αὐτῶν — ἤτοι ὑφʼ ὑμῶν τῶν γυναικῶν, δεικτικῶς — πορθούμεθα, τουτέστι, καὶ μὴ πολεμούμενοι πολεμούμεθα. γράφεται καὶ ὑφʼ αὑτῶν, ἤτοι αὐτοὶ διʼ ἑαυτῶν.

`195`

συνναίων πρὸς ἑαυτόν φησιν ὁ Ἐτεοκλῆς. συγκατοικῶν.

`196`

κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς τοῦτό φησιν ὁ Ἐτεοκλῆς πρὸς τὸν χορὸν, ὅτι ἐὰν μή τις ἀκούσεται τῆς ἐμῆς ἐξουσίας καὶ τὸ ἐμὸν ποιήσῃ πρόσταγμα, εἴτε ἀνὴρ, εἴτε γυνὴ, εἴτε τι τούτων μεταίχμιον καὶ μέσον, ὀλεθρία ψῆφος κατʼ αὐτοῦ συμβουλεύσεται. τὸν θάνατον δὲ λιθόλευστον, τὸν διὰ βολῆς λίθων γινόμενον, οὔτι μὴ φύγῃ, οὐδαμῶς ἐκφύγῃ. τὸ δὲ μή παρέλκον. ἀρχῆς τῆς ἐμῆς ἤγουν ὃ ἐγὼ προστάσσω.

`197`

μεταίχμιον μεταίχμιον καὶ τὸ μέσον ἐστὶν, οἷον οἱ ἀνήλικοι παῖδες, οἱ μήτε τὰ τῶν ἀρρένων ἐνεργοῦντες μήτε τὰ τῶν θηλειῶν. εἰπὼν οὖν ἄνδρα καὶ γυναῖκα ἀναγκαίως ἔστι νοῆσαι τὸ τούτων μέσον, καὶ παῖδα νεογνὸν πρὸς τὴν τῶν ἑκατέρων ἡλικίαν. τινὲς δὲ λέγουσιν εἶναι τὸ μεταίχμιον τὸν ἀληθῶς ὀργιζόμενον. χὤ τι τῶν μεταίχμιον ὅπερ τῶν γυναικῶν καὶ τῶν ἀνδρῶν μέσον. τοῦτο δέ φησιν οὐχ ὅτι ἐστί τι γένος ἀνδρῶν μεταξὺ καὶ γυναικῶν, ἀλλʼ ἵνα δείξῃ τὸ τῆς προσταγῆς ἀκριβές. οἱ δὲ τοὺς εὐνούχους λέγοντες ἐρρώσθωσαν.

`199`

δήμου δʼ οὔτι τὸν ἐκ δήμου συστῆσαι μόρον. λευστῆρα λιθαστικόν. οὔτι οὐδαμῶς.

`200`

μέλει γὰρ τῷ ἀνδρὶ γὰρ διὰ φροντίδος ἐστὶ τὰ ἔξωθεν, μὴ γυνὴ περὶ τούτων βουλευέτω. ἔνδον δὲ οὖσα ἡσύχαζε καὶ μὴ βλάβην ποίει τῇ πόλει δειλαινομένη καὶ κλαίουσα καὶ τοὺς πολίτας θορυβοῦσα. μέλει διὰ φροντίδος ἐστί.

`201`

βλάβην τίθει ποίει πρὸς τοὺς πολίτας ὀλολύζουσα καὶ σπαραττομένη.

`203`

ὦ φίλον ἀπολογοῦνται διότι ἐθορύβησαν. ἔδεισα ἐφοβήθην.

`204`

ἁρματόκτυπον ὄττοβον ἀκούσασα τὸν ἦχον τὸν ἐκ τοῦ κτύπου τῶν ἁρμάτων γινόμενον, καὶ τῶν διὰ στόμα, τουτέστι τῶν εἰς τὸ στόμα, τῶν ἵππων ὄντων ἱππικῶν πηδαλίων, τῶν ἀΰπνων καὶ τῶν μὴ ἐώντων ἐμὲ ἠρεμεῖν ἐν ὕπνῳ, τῶν χαλινῶν λέγω τῶν πυριγενετῶν, ἤτοι τῶν ἐν τῷ πυρὶ χαλκευθέντων, καὶ ὅτι αἱ σύριγγες αἱ ἑλίτροχοι περὶ ἃς ἑλίσσονται οἱ τροχοὶ ἔκλαγξαν. τὸν ἁρμάτων γινόμενον κτύπον. ὄττοβον σημείωσαι τὴν σύνταξιν. πρῶτον μὲν γὰρ πρὸς τὸ ἀκούσασα συνέταξε τὸ ὄττοβον, εἶτα ἐνήλλαξε διὰ τοῦ ὅτι, καὶ πάλιν τῇ προτέρᾳ συντάξει ἐχρήσατο, ἀπὸ κοινοῦ πρὸς τὸ χαλινῶν τὸ ὄττοβον ἐκδεχόμενος.

`205`

σύριγγες ἔκλαγξαν περιφραστικῶς τοὺς τροχούς φησι. σύριγγες δέ εἰσι τὰ ξύλα τὰ μέσον τοῦ περιφεροῦς ξύλου τοῦ τροχοῦ διαπερονούμενα. τὸ μὲν γὰρ αὐτῶν ἐστι μέγα, τὸ δὲ ἕτερον τούτων μικρότερον, ἄλλο δὲ αὖ τοῦ δευτέρου μικρότερον, λόγον τῶν αὐλῶν τῶν συρίγγων ἐπέχοντα. ἑλίτροχοι περὶ ἃς ἑλίσσονται οἱ τροχοί. ἱππικῶν ἱππικὰ πηδάλια λέγει καὶ τοὺς χαλινούς. ὥσπερ τὸ πηδάλιον ἐν τῇ νηῒ, οὕτω καὶ ὁ χαλινὸς ἐν τῷ ἵππῳ. σύριγγες ἔκλαγξαν αἱ ὀπαὶ τοῦ ἄξονος ἤχησαν. ἑλίτροχοι αἱ συνελοῦσαι τοὺς τροχοὺς διʼ ὧν τὸ ἅρμα ἐλαύνεται. ἱππικῶν τʼ ἀΰπνων τῶν μὴ τοὺς ἵππους ἐώντων ἠρεμεῖν, ἀλλʼ ἐλαυνόντων δρόμον.

`207`

πηδαλίων διὰ στόμα τῶν ἵππων, καθάπερ τὴν ναῦν τὰ πηδάλια· ἔστι δὲ τὸ διὰ στόμα πρὸς τὸ πηδάλιον.

`208`

πυριγενετᾶν χαλινῶν τῶν ἐκ πυρὸς χαλκευθέντων. τὸν ὄττοβον ἀπὸ κοινοῦ λάμβανε.

`209`

τί οὖν; ὁ ναύτης ὁ Ἐτεοκλῆς, εἰπόντος τοῦ χοροῦ ὅτι διὰ τοῦτο ἔφυγον πρὸς τοὺς ναοὺς τῶν θεῶν, ὅτι ἐφοβήθην ἀκούσασα τὸν κτύπον τῶν ἁρμάτων καὶ τῶν χαλινῶν τῶν ἵππων, φησὶ πρὸς αὐτὸν, τί οὖν, ὁ ναύτης ἆρα μὴ τῆς νηὸς καταποντιζομένης ἐν τῇ θαλάσσῃ εὗρε μηχανὴν σωτηρίας, φυγὼν ἀπὸ πρύμνης εἰς πρῷραν; οὕτως οὖν οὐδὲ ὑμεῖς μηχανὴν σωτηρίας εὑρήσετε παριοῦσαι καὶ ἐλθοῦσαι ὧδε καταλείψασαι τὰ οἰκεῖα οἰκήματα. τί οὖν ἔστω τοῦτο ὃ λέγεις. ἆρα ἐκ παραλλήλου. ἐς πρῷραν φυγὼν καθάπερ ὑμεῖς ἄνω καὶ κάτω τῆς πόλεως ἰοῦσαι. πρύμνηθεν ἀπὸ τῆς πρύμνης. μηχανὴν σωτηρίας μέθοδον τοῦ πῶς δεῖ σεσῶσθαι.

`210`

καμούσης χειμαζομένης. πρὸς ἐν.

`211`

ἀλλʼ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ὅτε βρόμος καὶ ἦχος καὶ κτύπος γέγονεν ἐν πύλαις — τοῦτο δὲ ἔξωθεν, νιφάδος νιφομένης ὀλοῆς — τότε δὴ ἦλθον πρὸς τὰ ἀρχαῖα καὶ πατρῷα εἴδωλα τῶν θεῶν, θαρρῶν τοῖς θεοῖς· τότε ἤρθην πρὸς μακάρων λιτάς· ἀσυνδέτως ταῦτα. ἢ οὕτως, ἐπὶ τὰ δαιμόνων ἦλθον βρέτη, διότι βρόμος ἐν πύλαις νιφάδος ὀλοῆς νιφομένης, ἤγουν συχνῶν βελῶν καταφερομένων πρὸς τὴν πόλιν, καὶ οὕτω τὸ ἑξῆς· τότε δὴ ἦλθον πρὸς μακάρων λιτάς. ἀλλʼ οὐ μάτην ἐφερόμην πρὸς τὴν πόλιν. ἀρχαῖα βρέτη τὰ ἐξ ἀρχῆς ὄντα τῇ πόλει ἀγάλματα. ἀρχαῖα βρέτη ἤγουν τὰ πατρῷα εἴδωλα τῶν θεῶν. νιφάδος νιφάδα φησὶ τὸ τῶν πολεμίων πλῆθος. ὀλοὴν νιφάδα λέγει τὴν σύρρευσιν καὶ συνέχειαν τῶν βελῶν. πίσυνος θαρροῦσα. νιφάδος ὅτʼ ὀλοᾶς βλέπων καὶ λίθων σωρείας ἐπʼ ὀλεθρίαν.

`213`

νιφομένης δίκην χιόνος πιπτούσης. βρόμος ἦχος ἐγένετο.

`214`

ἤρθην διηγέρθην. λιτὰς δεήσεις.

`215`

ἀλκὰν βοήθειαν.

`216`

πύργον στέγειν εὔχεσθε εὔχεσθε τὸν πύργον, ἤτοι τὰ ἡμέτερα τείχη, μένειν ἀσφαλῶς. καὶ στέγειν καὶ ὑπομένειν τὸ πολεμικὸν δόρυ. οὐκ οὖν ταῦτα, ἃ φῂς, ἔσται πρὸς θεῶν, τὸ ἀλκὴν καὶ βοήθειαν παρέχειν ἡμῖν. πύργον ἤτοι τὴν πόλιν, ἀπὸ μέρους. στέγειν ὑπομένειν.

`218`

ἁλούσης πορθουμένης. λόγος φήμη ἐστί.

`219`

μήποτʼ ἐμὸν κατʼ αἰῶνα μηδέποτε αὕτη ἡ πανήγυρις τῶν θεῶν, ἤγουν ἡ συναγωγὴ τῶν ἐνταῦθα ὄντων θεῶν, καταλείποι τὴν πόλιν κατʼ ἐμὸν αἰῶνα καὶ χρόνον, ἤγουν ἡμῶν ζώντων, ἢ ἐπὶ τοῦ ἐμοῦ βίου. ἐμὸν κατʼ αἰῶνα ἤγουν κατὰ τὴν ἐμὴν ζωήν.

`220`

πανήγυρις ἡ πληθύς.

`221`

ἀστυδρομουμέναν ὑπὸ τῶν ἀστῶν περιερχομένην. οἱ γὰρ τῆς ἁλούσης πόλεως πολῖται ἄνω καὶ κάτω πρὸς αὐτὴν χωροῦσι, γυναῖκας, τέκνα, χρήματα, ἐσθῆτας, τἄλλα σώζειν θέλοντες. στράτευμα τὸ στράτευμα διὰ τοὺς πολεμίους νόει, οὕτω, μηδὲ ἐπίδοιμι τὸ στράτευμα τῶν πολεμίων ἁπτόμενον τῆς πόλεως ἐν πυρὶ δαΐῳ, ἤτοι καῖον αὐτήν.

`222`

ἁπτόμενον ἅπτεσθαι. δαΐῳ πολεμικῷ.

`223`

βουλεύου κακῶς διὰ θρήνων καὶ σπαραγμάτων τοὺς πολίτας κατακλῶσα καὶ πρὸς δειλίαν ἐπάγουσα.

`224`

πειθαρχία γάρ ἐστι πάνυ εὐφυῶς ὁ Αἰσχύλος τὴν πειθαρχίαν γυναῖκα ὠνόμασε μητέρα τῆς εὐπραξίας τῆς σωτῆρος, λέγων, ἡ πειθαρχία γυνή ἐστι μήτηρ τῆς σωτῆρος εὐπραξίας. οὕτως λέγεται λόγος ὑπεμφαίνων ὅτι καλόν ἐστι τὸ πειθαρχεῖν. πειθόμεναι γὰρ αἱ πόλεις τοῖς κρατοῦσιν ἵστανται. Ἄλλως. γυνὴ σωτῆρος λείπει Διὸς, ἵνα ᾖ, γυνὴ Διὸς σωτῆρος οἰκείως ἔχουσα πρὸς τὸ σώζεσθαι. πειθαρχίᾳ ἡ εὐπείθεια. ἐνταῦθʼ Αἰσχύλος σωματοποιεῖ τὴν πειθαρχίαν. λέγει δὲ ὡς ὁ πειθόμενος τῷ τὰ λῷστα συμβουλεύοντι, οὗτος ἄριστα πράσσει.

`225`

σωτῆρος σωστικῆς. ὧδε οὕτως.

`226`

ἔστι θεοῖς δʼ ἔτʼ ἰσχὺς ὁ χορός φησι πρὸς τὸν Ἐτεοκλέα, ἀληθές ἐστιν ὅτι ἡ πειθαρχία μήτηρ τῆς σωστικῆς εὐπραξίας πέφυκεν· ἔστι δὲ καὶ τοῖς θεοῖς δύναμις ὑπερέχουσα πάντα. πολλάκις δὲ ἡ τῶν θεῶν ἰσχὺς τὴν ἀμήχανον νεφέλην καὶ ἐκ χαλεπῆς δύης κρεμαμένην ὕπερθεν τῶν ὀμμάτων ὀρθοῖ καὶ ἀποσοβεῖ αὐτήν. ἔστι καλῶς εἶπας τοῦτο. καθυπερτέρα ὑψηλοτέρα τῆς πειθαρχίας.

`227`

ἀμήχανον εἰς ἣν οὐκ ἔχει τις μηχανήσασθαι.

`228`

ἐκ χαλεπᾶς δύας κακῆς τύχης. ὕπερθε ὑπεράνω.

`229`

κρημναμέναν ὑπερκειμένην. νεφέλαν ὀρθοῖ τὴν τῆς ἀθυμίας σκοτομήνην ἐγείρει καὶ εἰς τοὐναντίον τρέπει. τὴν θλίψιν φερομένην ἀποσοβεῖ καὶ ἀποδιώκει.

`230`

σφάγια θύματα. τὰ σφάγια καὶ χρηστήρια ἐκ παραλλήλου· οὐ γὰρ μόνον χρηστήρια τὰ μαντεύματα, ἀλλὰ καὶ τὰ θύματα· ἢ ὅτι θύοντες τοῖς θεοῖς καὶ αὐτῶν περὶ τοῦ δεομένου τὰς μαντείας δεχόμεθα, ἢ ὅτι μέρος μαντικῆς ἐστι τὸ καὶ διὰ σφαγίων τὰς μαντείας ποιεῖσθαι, ὁρῶντας τὴν τοῦ ζῴου χολὴν καὶ τὸ ἧπαρ καὶ τὴν κύστιν.

`231`

ἕρδειν ποιεῖν· πειρωμένων πεῖραν λαμβανόντων καὶ ἐγχειρούντων αὐτοῖς πρὸς πόλεμον. ἀποσόβησιν ποιουμένων.

`232`

σὸν δʼ αὖ γυναικός ἐστι τοῦτο. σὸν ἐστί. ἔσω δόμων ἐντὸς τῶν δόμων.

`233`

διὰ θεῶν πόλιν διὰ τῆς ἐπικουρίας τῶν θεῶν νεμόμεθα τὴν πόλιν ἀδάμαστον, μὴ δαμαζομένην ὑπὸ τῶν πολεμίων καὶ καταπονουμένην, τὸν ὄχλον δὲ τῶν δυσμενέων καὶ τῶν ἐχθρῶν ἀποστέγει καὶ ὑπομένει καὶ καρτερεῖ ὁ πύργος καὶ τὸ τεῖχος τῆς πόλεως. διὰ θεῶν διὰ τῆς αὐτῶν βοηθείας. νεμόμεθα οἰκοῦμεν. ἀδάμαστον ποταπὴν ἀπόρθητον.

`234`

ὄχλων εἰ δὲ τὸ ὄχλων μικρογραφήσεις, τὸ ἀποστέγει ἀντὶ τοῦ ὑπομένει μόνον ἐρεῖς, τὴν ἀπό ἀργὴν λαμβάνων, τὸ δὲ διὰ θεῶν κατὰ κοινοῦ. τὸ δὲ, τί τάδε, εἰ μὲν στίξεις εἰς τὸ τί, τὸ «τάδε «νέμεσις στυγεῖ» κατʼ ἐρώτησιν εἴποις οὕτω, τί φῂς, τάδε, τὸ διὰ τῆς βοηθείας τῶν θεῶν οἰκεῖν καὶ σώαν ἔχειν τὴν πόλιν μεμπτόν ἐστιν; εἰ δὲ οὐ στίξεις, καθʼ ὁμαλισμὸν εἴποις ἀντὶ τοῦ, τί ταῦτα ἃ ποιῶ, λέγω δὴ τὸ δεῖσθαι τῶν θεῶν, μεμπτὰ λογίζονται; εἰκότως δὲ εἶπε τὸ νέμεσις στυγεῖ καὶ οὐκ αὐτὸ μισεῖς· βαρὺς γὰρ ἂν εἶχεν ὁ λόγος εἰ αὐτοπροσώπως πρὸς αὐτὸν ἐτείνετο. πύργος ἀποστέγει ἤγουν ἀπὸ μακρὰν ἐκείνων ὑπομένει, τουτέστιν οὐχ ὑπʼ ἐκείνων.

`235`

τί τάδε νέμεσις στυγεῖ; ἡ σὴ ἀγανάκτησις. ὁ χορός φησι πρὸς τὸν Ἐτεοκλέα, τί τάδε, ἅ φημι περὶ τῶν θεῶν, εὐεργέτας τούτους ἀποκαλῶν, στυγεῖ ἡ νέμεσις, ἤτοι ἡ ἀπὸ σοῦ μέμψις; ὁ δὲ πρὸς αὐτὴν, οὐδαμῶς φθονῶ καὶ νεμεσῶ σοι τοῦ τιμᾶν τοὺς θεοὺς, ἀλλʼ ἵνα μὴ τοὺς πολίτας ποιῇς δειλοὺς, ἴσθι καὶ ὕπαρχε ἕκηλος καὶ ἤσυχος, μὴ λίαν φοβοῦ. τί τάδε νέμεσις στυγεῖ ἤτοι μεμπτά ἐστι. φθονῶ μέμφομαι.

`237`

ὡς ἵνα. κακοσπλάγχνους δειλούς. τιθῇς ποιῇ.

`238`

ἕκηλος ἴσθι γράφεται καὶ εὔκηλος. τὸ γὰρ υ μέτρου αἰτίας ἕνεκα ποτὲ παραλαμβάνεται. ἕκηλος λέγεται ὁ ἥσυχος ἀπὸ τοῦ ἑκὰς καὶ πόρρω εἶναι ἁλμάτων καὶ ταραχῶν. εὔκηλος ἴσθι ἥσυχος ἔσο.

`239`

ποταίνιον κλύουσα ὁ χορὸς πάλιν ἀνελθὼν εἰς τὸ τεῖχος τῆς πόλεώς φησι, νεωστὶ γεγενημένον καὶ πρόσφατον κτύπον καὶ ἦχον ἀκούσασα σὺν φόβῳ παρεγενόμην εἰς ταύτην τὴν ἀκρόπολιν καὶ τίμιον ἔδαφος. ποταίνιον πρόσφατον. πάταγον κτύπον. ἅμα σύν.

`241`

τίμιον ἕδος διὰ τὸ τοὺς θεοὺς ἐνταῦθα ἱδρῦσθαι. ἢ ὅτι τὸ τῆς Ἀθηνᾶς ἄγαλμα ἐνταῦθα ἦν. εὕρηται γὰρ ἕδος καὶ τὸ ἄγαλμα καὶ παρὰ ποιηταῖς καὶ λογοποιοῖς.

`242`

μὴ νῦν ἐὰν θνήσκοντας ὁ Ἐτεοκλῆς φησι πρὸς τὸν χορὸν ἐπὶ τῆς ἀκροπόλεως ἱστάμενον, μὴ ἁρπαλίζητε ἐν κωκυτοῖς, μὴ ἁρπάζητε τὸ θρηνεῖν, ἐάν τινας ἀκούσητε σφαττομένους ἢ ἡττημένους. τετρωμένους γρ. τετραμμένους.

`243`

πύθησθε μάθητε. κωκυτοῖσιν ἁρπαλίζετε θρήνοις ὁρμᾶτε.

`244`

Ἄρης βόσκεται ἐν τούτῳ γὰρ τῷ ὀδύρεσθαι καὶ θρηνεῖν βόσκεται ὁ Ἄρης, ἤτοι τρέφεται ἐν αἵματι τῶν σφαττομένων τῷ φόβῳ τῶν βροτῶν. χαυνούμενοι γὰρ ὑπὸ τῶν θρήνων καὶ τῶν ὀδυρμῶν οὐκέτι καιρίως μαχόμενοι ἵστανται ἀνδρείως καὶ κατὰ τῶν ἀντιπάλων ἀνδρικῶς στρατευόμενοι, ἀλλὰ τὰ νῶτα κλίναντες ἀναιροῦνται εὐθύς. τούτῳ δέον οὕτω εἰπεῖν τούτῳ εἶπεν πρὸς τὸ φόνῳ, ὥσπερ ἐστὶ καὶ τὸ «ξύλινον μόρον, ἣν παγίδα καλέουσιν.» ἢ μὴ σύναπτε τὸ τούτῳ πρὸς τὸ φόνῳ, ἀλλʼ οὕτω λέγε, ἐν τούτῳ γὰρ τῷ κωκυτοῖσιν ἁρπαλίζειν βόσκεται ὁ Ἄρης, ἐν τῷ φόνῳ τῶν βροτῶν.

`245`

καὶ μὴν ἀκούω πῶς οὖν μὴ θρηνῶ;

`246`

ἐμφανῶς φανερῶς. μὴ—ἄκουʼ ἄγαν ἀλλʼ ἐθελοκώφει. ὡς κυκλουμένων περιλαμβανομένων ἡμῶν. ἡμῶν ἀπὸ τῶν πολεμίων.

`248`

οὐκοῦν τὸ λοιπόν.

`249`

δέδοικα φοβοῦμαι. ἀραγμὸς ὀφέλλεται κτύπος αὐξάνεται. προσκρουσμός.

`250`

τῶνδʼ ὧν λέγεις.

`251`

ξυντέλεια τὸ κοινὸν ἄθροισμα τῶν θεῶν ἐκ μεταφορᾶς τῆς τῶν στρατιωτῶν ἀθροίσεως. τέλος γὰρ τὸ τάγμα τὸ ὁποιονοῦν λέγεται, εἴτε ἀρχόντων εἴτε στρατηγῶν εἴτε ἑτέρων τινῶν. Ὅμηρος «Ἐλθεῖν εἰς φυλάκων ἱερὸν τέλος.» φησὶν οὖν ὁ χορὸς πρὸς τὸ πλῆθος τῶν θεῶν, μὴ προδῷς τὴν ἡμετέραν πόλιν. συνέλευσις τῶν θεῶν. ἄθροισμα τῶν θεῶν, ἐκ μεταφορᾶς τῆς εἰς τὸ κοινὸν εἰσφορᾶς, ἣν καλοῦσι ξυντέλειαν.

`252`

οὐκ ἐς φθόρον οὐκ εἰς φθορὰν ἀπελθοῦσα ἀφώνως μενεῖς. εἰώθαμεν δὲ τοιούτοις λόγοις πρὸς τοὺς ἐνοχλοῦντας χρῆσθαι. φθόρον φθοράν. ἀνασχήσῃ ὑπομενεῖς.

`253`

θεοὶ πολῖται θεοὶ πατρῷοί εἰσιν οἱ ἐφʼ ἑστίας, οὓς ἐτίμων οἱ ἐγκάτοικοι τοῦ οἴκου καὶ οἱ συγγενεῖς αὐτῶν· ἐγχώριοι δὲ οὓς ἐτίμα πᾶσα ἡ χώρα. μή με δουλείας τυχεῖν θελήσητε.

`254`

πόλιν πᾶσαν.

`255`

παγκρατὲς πανίσχυρε. τὸ παγκρατὲς εἰ μὲν πρὸς τὸ ὦ Ζεῦ συνάψεις, ἀρσενικὴ κλητική ἐστιν, εἰ δὲ πρὸς τὸ βέλος, οὐδετέρα εὐθεῖα.

`256`

ὦ Ζεῦ γυναικῶν ὁ Ἐτεοκλῆς ἀκούων τῶν παρθένων πολλὰ λεγουσῶν φησι πρὸς τὸν Δία, ὦ Ζεῦ, ποταπὸν τὸ γένος τῶν γυναικῶν τοῖς ἀνθρώποις ἔδωκας; καὶ φησὶν ὁ χορὸς, τοιοῦτον ἔδωκεν ὁ Ζεὺς τοῖς ἀνδράσι τὸ γυναικεῖον φῦλον μοχθηρὸν οἷόν εἰσιν ἄνδρες ὧν ἂν κρατηθῇ ἡ πόλις. καὶ ὁ Ἐτεοκλῆς πρὸς αὐτὸν εἰπόντα τὸ ὧν ἂν ἁλῷ πόλις εἴρηκε, παλινστομεῖς αὖ; ἤτοι καὶ πάλιν δυσφημεῖς καὶ τὰ αὐτὰ φάσκεις τοῖς πρίν; ὁ δὲ χορὸς πρὸς αὐτὸν, ἐν δειλίᾳ ὁ φόβος ἁρπάζει τὴν γλῶσσαν· τουτέστιν ἐκ δειλίας κινεῖ με ὁ φόβος φθέγγεσθαι ἃ μὴ αἱροῦμαι. ὤπασας παρέσχες τῷ βίῳ.

`257`

μοχθηρὸν ὤπασε. ὥσπερ ἄνδρας μοχθηροὺς ὤπασε.

`258`

παλινστομεῖς ἤγουν πάλιν στωμυλεύεις. θιγγάνουσα ψαύουσα.

`259`

ἀψυχίᾳ δειλίᾳ.

`260`

αἰτουμένῳ ἐὰν δοίης καὶ παράσχοις τέλος τῇ αἰτήσει, ἀβαρές σοί ἐστιν, ἤτοι, ἐὰν ἐμοὶ ζητοῦντί σοι τὸ σιωπᾶν παράσχοις τέλος καὶ ποιήσῃς τὸ ἐμὸν θέλημα, ἀβαρές σοι ἐστί. ἢ εἰ ἔνι εἲ δοίης, συντάσσεται οὕτως· εἴθε ἀποπληρώσαις τὸ αἴτημά μου μετʼ εὐκολίας· εἰ δὲ ἔνι εἰ δοίης χωρὶς τόνου, οὕτως· ἐὰν δοίης μοι αἰτοῦντι τέλος τῆς αἰτήσεως κοῦφον ἤτοι ἐλαφρῶς καὶ μετʼ εὐπειθείας, εἶτα λάμβανε ὡς λεῖπον τὸ καλῶς ποιήσεις. ἢ εἰδοίης ἀντὶ τοῦ ἂν γκ τὸ αἴτημά μου κοῦφον, ὡς δῆλον ἐκ τῆς τοῦ χοροῦ ἀπολογίας, τάχʼ εἴσομαι. τέλος γράφεται λόγον. αἰτουμένῳ εἰ παράσχοις ἐμοὶ αἰτουμένῳ τι κοῦφον καὶ ἀβαρές σοι, τέλος μοι δοίης τὸ πεπληρῶσθαι λέγω τὴν αἴτησιν. ἢ οὕτω, εἰ αἰτουμένῳ ἐμοὶ δοίης τέλος τῆς αἰτήσεως, κοῦφον καὶ ἀβαρὲς ἔσται σοί.

`261`

λέγοις ἂν τὴν αἴτησιν. τάχʼ εἴσομαι εἰ κοῦφον τὸ τῆς αἰτήσεως τέλος.

`262`

τάλαινα ἀθλία.

`263`

σιγῶ· σὺν ἄλλοις ὁ χορός φησι πρὸς τὸν Ἐτεοκλέα ὅτι τὸ σὸν βούλημα ποιῶ, ἰδοὺ σιγῶ· σὺν τοῖς ἄλλοις πᾶσι πείσομαι καὶ πάθω τὸ μόρσιμον, ἤγουν τὸ πεπρωμένον, τουτέστι, τὸ εἱμαρμένον μετὰ πάντων τῶν ἄλλων πείσομαι ἐγὼ, εἴ τί μοι ἀπόκειται. τὸ μόρσιμον τὸ μεμοιρασμένον.

`264`

τοῦτʼ ἀντʼ ἐκείνων εἰπόντος τοῦ χοροῦ σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον, φησὶν ὁ Ἐτεοκλῆς πρὸς αὐτὸν ὅτι καὶ τοῦτο τὸ ἔπος, τὸ ὅτι σὺν τοῖς ἄλλοις πείσομαι τὸ μόρσιμον, προκέκρικα μᾶλλον ἐκείνων, ἀντὶ τῶν ἄλλων ἐπῶν ὧν εἴρηκας. Ἄλλως. ἀντʼ ἐκείνων, ἤγουν ἀνθʼ ὧν ἄλλων δυσφήμως εἴρηκας, τοῦτο μᾶλλον παρὰ σοῦ αἱροῦμαι. τοῦτο ὃ λέγεις. ἀντʼ ἐκείνων ὧν ἐποίεις κλαίουσα πρὸς τὰ ἀγάλματα.

`265`

καὶ πρός γε σὺν τούτοις δὲ οἷς τὴν ψυχήν μου κατέθελξας, ἐκστὰς ἀπὸ τῶν ἀγαλμάτων τῶν θεῶν καὶ μὴ ἐχόμενος αὐτῶν, ὡς ὁ θανεῖν δεδοικὼς, εὔχου τοὺς θεοὺς βοηθεῖν ἡμῖν. τούτοις οἷς νῦν προὔκρινας.

`268`

ὀλολυγμὸν καὶ πρῶτον ἐμοῦ εὐξαμένου, εἶτα σὺ ὕμνησον ὀλολυγμὸν ἱερὸν, ἤτοι ὕμνον, καὶ εὐχὴν ἱερὰν, ἐξευμενίζουσαν τοὺς θεούς. ὀλολυγμὸς λέγεται ἡ εὐχὴ μετὰ τοῦ οἴκτου. ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιώνισον μετὰ συντριβῆς εὐχὴν ἐξιλαστικὴν ᾆσον.

`269`

Ἑλληνικὸν νόμισμα ἤτοι κατὰ τὸν νόμον τὸν ἱερὸν τὸν Ἑλληνικὸν τῆς βοῆς τῆς περὶ τὰς θυσίας γινομένης. ἢ, ὡς νενόμισται τοῖς Ἕλλησι περὶ τὰς θυσίας ὀλολύζειν. Ἑλληνικῆς νόμισμα ὡς εἰώθασιν ποιεῖν Ἕλληνες. θυστάδος βοῆς τῆς περὶ τὰς θυσίας γενομένης.

`270`

θάρσος φίλοις ἤτοι διὰ τῶν τοιούτων εὐχῶν θάρσος ἐμποιοῦσα τοῖς φίλοις καὶ λύουσα τὸν ἐν αὐτοῖς ἐνόντα τῶν πολεμίων φόβον. τὸ γὰρ εὔχεσθαι τοῖς θεοῖς θάρσος ἐμποιεῖ τοῖς φίλοις. τινὲς δὲ πολέμιον φόβον τὸν ὀλολυγμὸν ἐξηγήσαντο ἐν τῷ, λύουσα πολέμιον φόβον. καὶ γὰρ πολέμιον φόβον λέγουσι τὴν ἣν ἐποίει ὁ χορὸς πρὸς τοὺς θεοὺς θρηνώδη ὀλολυγὴν, ἣ τοὺς πολίτας δεινῶς κατεπολέμει καὶ ἐξετάραττε. τουτέστι, τὸν φόβον ὃν ὁ χορὸς ἐποίει τῷ ὀλολύζειν καὶ κλαίειν. θάρσος φίλοις τὸ γὰρ μετὰ σιγῆς ὕμνους πρὸς θεοὺς ποιεῖσθαι καὶ ἐξευμενίζειν διὰ θυσίας αὐτοὺς τῇ πόλει, ὥσπερ εἰώθασιν ποιεῖν Ἕλληνες, καιρῶν ὁμοίων ἐπιστάντων, τοῦτο θάρσος ἐστὶ τοῖς οἰκείοις καὶ τοῦ πολεμίων ἀπαλλαγὴ φόβου, ὥσπερ ἐστὶ τοὔμπαλιν δειλίας ἐμποιητικὸν τὸ χωρεῖν ἄνω καὶ κάτω θρήνοις καὶ ὀδυρμοῖς καὶ τὸ ζῆν ἀπολέγεσθαι.

`271`

πολισσούχοις τοῖς τῆς πόλεως φύλαξι.

`272`

πεδιονόμοις ἤτοι τοῖς κλῆρον τῶν ἀλσῶν καὶ τῶν πεδίων ἀφωρισμένον ἔχουσιν ἑαυτοῖς. ἄλση γὰρ καὶ παραδείσους καὶ πεδία λιπαρὰ οἱ πολῖται ἐκτέμνοντες τῶν ἰδίων κτημάτων, ταῦτα τοῖς θεοῖς ἀνετίθεσαν. πεδιονόμοις τοῖς κατοικοῦσιν ἐν τῷ πεδίῳ. ἀγορᾶς ἐπισκόποις τοῖς ἐν ἀγορᾷ τοὺς ναοὺς ἔχουσι.

`273`

οὐδʼ ἀπʼ Ἰσμηνοῦ λέγω καλῶς εἶπεν, οὐκ ἀριθμῶ τοὺς ἀπὸ τῶν Θηβῶν, τῆς ἐμῆς δηλαδὴ πόλεως — Ἰσμηνὸς γὰρ ποταμὸς Θηβῶν — ὡς δήλου ὄντος ὅτι τιμῶνται καὶ ἐγγράφονται τοῖς τιμωμένοις. πῶς γὰρ οὔ; ὅτι τοῖς ἀπὸ τοῦ Ἰσμηνοῦ θύω πᾶσιν αὐτοῖς τῶν πραγμάτων εὐτυχῶς ἀποβάντων. Ἄλλως. οὐδὲ λέγω τοὺς θεοὺς τοὺς ἀπὸ τοῦ Ἰσμηνοῦ, ἀλλὰ μόνον τοὺς ἀπὸ τῆς Δίρκης· ἐτιμῶντο γὰρ καὶ αὐτοὶ οἱ παρὰ τῷ Ἰσμηνῷ παρὰ τοῖς Θηβαίοις. κατέλειψε δὲ εἰπεῖν ἅπαντας, διὰ τὸ θαρρεῖν καὶ ἐν ὀλίγαις δεήσεσιν εἰσακουσθῆναι. Δίρκης τε πηγαῖς ταῖς ἐν αὐταῖς Νύμφαις. οὐδʼ ἀπʼ Ἰσμηνοῦ λέγω οὐδʼ ἀφαιρῶ τοῦ λόγου καὶ τῆς εὐχῆς τὸν Ἰσμηνὸν καὶ τοὺς ἐν αὐτῷ θεούς. πρῶτον καθολικῶς εἶπεν τοῖς τῆς χώρας θεοῖς, εἶτα μερικῶς ἐπήνεγκε, πολισσούχοις λέγων καὶ πεδιονόμοις καὶ ἀγορᾶς ἐπισκόποις. ἐπεὶ δὲ καὶ τοὺς ἐκτὸς τῆς πόλεως εἰπεῖν ἔδει, περιεκτικὸν γὰρ ἡ χώρα τῆς πόλεως, οὐκ εἴρηκε καὶ τοῖς ἐν ταῖς πηγαῖς τῆς Δίρκης θεοῖς, ἀλλὰ ταῖς πηγαῖς τῆς Δίρκης μόνον ἔφη, τουτέστι ταῖς ἐν αὐταῖς κατοικούσαις Νύμφαις· εἶτα πάλιν ἐνήλλαξε τὴν σύνταξιν, καὶ φησὶν, οὐδʼ ἀπʼ Ἰσμηνοῦ λέγω, οὐκ ἀφαιρῶ τοῦ λόγου καὶ τῆς εὐχῆς τὸν Ἰσμηνὸν καὶ τοὺς ἐν αὐτῷ θεούς.

`274`

εὖ ξυντυχόντων τῶν πραγμάτων.

`275`

ἑστίας τοὺς βωμούς.

`276`

ὧδε ὣς ἔφην.

`277`

θήσειν ἡμᾶς. τρόπαια τῆς νίκης. πολεμίων δʼ ἐσθήματα τὰς πανοπλίας.

`278`

δαΐων τῶν πολεμίων. δουρίπληκτα διὰ τοῦ ἐμοῦ δορὸς σκυλευθέντα. ἁγνοῖς καθαροῖς θήσειν.

`279`

τοιαῦτα οἷα ἐμοῦ ἤκουσας. φιλοστόνως θρηνητικῶς.

`280`

ματαίοις ἀνωφελέσι. ποιφύγμασιν θρήνοις, βοαῖς.

`281`

οὐ γάρ τι μᾶλλον οὐ γὰρ θρηνοῦσα μᾶλλον ἢ μὴ θρηνοῦσα ἐκφύγῃς ὅ σοι παθεῖν πέπρωται. ἀλλʼ εἰ καὶ διὰ παντὸς θρήνοις ἐκδοίης σαυτὴν, οὐδέν σοι τοῦτο λυσιτελήσει πρὸς τὸ μὴ παθεῖν σε τὰ πεπρωμένα. μόρσιμον μεμοιρασμένον.

`282`

ἐγὼ δʼ ἐπʼ ἄνδρας ἡ ἐπί πρὸς τὸ ἐχθροῖς. ἐγὼ δὲ παραγενόμενος ἐπʼ ἄνδρας ἓξ σὺν ἐμοὶ ἑβδόμῳ τάξω εἰς ἑπτατειχεῖς ἐξόδους, ἤτοι εἰς τὰς ἑπτὰ πύλας τῆς πόλεως, ἀντηρέτας καὶ ἀντιμάχους τοῖς ἐχθροῖς — ἀπὸ τοῦ ἀνταίρω ῥήματος — πρὶν ἱκέσθαι καὶ παραγενέσθαι πρὸς ἡμᾶς λόγους μηνυτὰς συνεχεῖς καὶ κατεπείγοντας ἡμῶν τὴν ἔξοδον, ἡμᾶς ἐκεῖσε ἀπελθεῖν. παρέλκον τὸ ἐπί. ἐγὼ δʼ ἐπʼ ἄνδρας οὕτως σύντασσε, ἐγὼ δὲ μολὼν ἐπʼ ἄνδρας ἓξ τάξω αὐτοὺς τὸν μέγαν τρόπον ἐς ἑπτατείχεις ἐξόδους σὺν ἐμοὶ ἑβδόμῳ, ἀντηρέτας τοῖς ἐχθροῖς· μὴ λάβοις δὲ εἰς τὸ «τὸν μέγαν «τρόπον» ἔξωθεν κατά, ἀλλʼ ὡς φαμὲν τάττω τάξιν, οὕτω καὶ τοῦτο.

`283`

ἀντηρέτας κυρίως ἀντικωπηλάτας, νῦν δὲ τοὺς ἀντιστάτας. ἀντιπάλους. τὸν μέγαν τρόπον τὸ γὰρ διατάττειν στρατηγοὺς καὶ στρατεύματα μεγιστόν ἐστι καὶ τοῦ βασιλέως ἄξιον.

`284`

ἑπτατειχεῖς γρ. ἑπτατείχους.

`285`

ἀγγέλους γρ. ἀγγέλων. σπερχνοὺς ταχεῖς, σπουδαίους. ταχυρρόθους γρ. ταχυρρόους

`286`

φλέγειν φλέγεσθαι ὑπὸ τῆς ἀνάγκης. ἐκκαίειν, δαμάζειν. μέλει, φόβῳ δʼ οὐχ φησὶν ὁ χορὸς, μέλει ἡ ψυχή μου, ἤτοι φροντίζει ὧν εἶπεν ὁ Ἐτεοκλῆς· ἀλλʼ ὁ ἐν ἐμοὶ φόβος οὐκ ἠρεμεῖν ἀφίησι καὶ ἡσυχάζειν ἐμέ. αἱ δὲ ἐν τῇ καρδίᾳ μου μέριμναι τὸν ἐμὸν φόβον ἀνάπτουσιν ἐν ἐμοὶ διὰ τὸν ἀμφιτειχῆ λεών. μέλει φροντίς ἐστί μοι ὧν εἶπον. οὐχ ὑπνώσσει κέαρ οὐ καταραθυμήσει καὶ οἱονεὶ τοῦ φροντίζειν χαλάσῃ, μὴ νήφῃ τοῦ φόβου πείθοντος, ἀλλὰ πρὸς δάκρυα καὶ οἰμωγὰς ἔχειν παρασκευάζοντος· αἱ γὰρ ἐν τῇ ψυχῇ μου φροντίδες φόβον ἀνάπτουσι τὸν ἀμφιτειχῆ λεὼν, τουτέστι φοβοῦμαι. ἔστι δὲ ὁ φόβος οὐχ ἕτερος ἀλλʼ ἢ ὁ πέριξ τῶν πολεμίων στρατός· οὗτος γὰρ ἐμβάλλει τὸν φόβον περιιστάμενος καὶ πολιορκῶν τὴν πόλιν. οὕτω λέγε καὶ μὴ λάμβανε ἔξωθεν ἀμαθῶς τὸ διά, λέγων, διὰ τὸν ἀμφιτειχῆ λαόν.

`289`

ζωπυροῦσι ἀνάπτουσι.

`290`

ἀμφὶ περί.

`291`

δράκοντα δʼ ὥς τις δέδοικε γὰρ ἡ καρδία μου. τὸν γὰρ δέ σύνδεσμον ἀντὶ τοῦ γάρ νοητέον. τὸν ἀμφιτειχῆ λεών, ἤτοι τὸν ἀμφοτέρωθεν τῶν τειχῶν λαόν. δράκοντα δʼ ὥς τις—πάντροφος πελειάς ὥς τις καὶ ὥσπερ ἡ πάντων τροφὸς πελειὰς δέδοικε τὸν δράκοντα ὑπὲρ τῶν ἑαυτῆς τέκνων, ἡ δυσευνήτειρα τῶν λεχέων ἤτοι ἡ διὰ τὸν φόβον τῶν ἑαυτῆς νεοσσῶν προσκαθημένη τῇ καλιᾷ αὐτῶν ἄγρυπνος. πάντροφος δὲ ἡ διηνεκῶς ἐκτρέφουσα τὰ ἑαυτῆς τέκνα, ἐπειδὴ πάντα τὰ ὄρνεα ἅπαξ τοῦ ἔτους τίκτει, ἡ δὲ περιστερὰ ἀεί· διὸ καὶ ἀνάκειται τῇ Ἀφροδίτῃ.

`293`

ὑπερδέδοικε ἀπὸ τούτου λάμβανε τὸ ἔξωθεν τὸ δέδοικα, ἵνα ᾖ οὕτως, δέδοικα ὑπὲρ τοῦ λαοῦ. δυσευνήτειρα δυσκόλως κοιμωμένη. ἄγρυπνος διὰ τὸν φόβον.

`294`

πάντροφος πελειὰς ἡ διʼ ὅλου τοῦ ἔτους τίκτουσα· διὸ καὶ ἀνάκειται τῇ Ἀφροδίτῃ.

`295`

οἱ μὲν γὰρ ποτὶ πύργους οὗτοι μὲν γὰρ ἤγουν οἱ πολῖται πανδημεὶ στείχουσιν εἰς τοὺς πύργους, τοὶ δὲ ἤγουν οἱ πολέμιοι ἰάπτουσι καὶ πέμπουσιν ἐπὶ τοῖς πολίταις τοῖς ἀμφιβόλοις, ἤτοι τοῖς πάντοθεν παρὰ τῶν πολεμίων βαλλομένοις, ἢ τοῖς ἀμφιβολίαν ἔχουσι περὶ τοῦ ποῖον στράτευμα νικήσει ἐκ τῶν δύο. πρὸς γὰρ τὸ ἔξωθεν στράτευμα καὶ ἔσωθεν ὁμοίως ἕτερον πρὸς αὐτὸν ἀντετείνετο. τοὶ μὲν ἄλλοι.

`296`

πανδημεὶ κατὰ συστήματα καὶ πλήθη.

`298`

τοὶ ἄλλοι. ἀμφιβόλοισι γρ. ἀμφοτέροισι. τὸ ἀμφιβόλοις οὐχ ὡς φασί τινες, τοῖς ἀμφοτέρωθεν βαλλομένοις, ἀλλὰ ἀμφιβόλοις πολίταις τοῖς ἀμφίβολον καὶ οὐ βέβαιον ἔχουσι τὸ εἶναι πολίταις, ἀλλὰ μέσοις οὖσι καὶ κινδυνεύουσιν ἐκπεσεῖν τοῦ προσρήματος διὰ τὸν ἐπηρτημένον τῇ πόλει κίνδυνον.

`299`

ἰάπτουσι πέμπουσι.

`300`

χερμάδα χειροπληθῆ λίθον. ὀκριόεσσαν λίθον τραχύν· ἀρχὴ γὰρ τοῦ πολέμου τῶν πετρῶν αἱ καταρραγαὶ γίνονται. χαλεπήν.

`301`

παντὶ τρόπῳ πάσῃ μηχανῇ καὶ σπουδῇ. Διογενεῖς οἱ ἐκ Διὸς ἔχοντες τὸ γένος ἅτε πατρὸς ἀνδρῶν τε θεῶν τε. Διογενεῖς Διογενεῖς τοὺς θεοὺς λέγει, ὅτι ἐκ Διὸς τὸ γένος ἔχουσι· πατὴρ γὰρ ἀνδρῶν καὶ θεῶν ὁ Ζεὺς ὀνομάζεται κοινῶς· ἰδίᾳ δὲ καὶ κατʼ ἐξοχὴν Διογενεῖς θεοί εἰσιν ἡ Ἀθηνᾶ καὶ ὁ Ἀπόλλων καὶ ἡ Ἄρτεμις.

`302`

ῥύεσθε κίνδυνον.

`304`

ποῖον δʼ ἀμείψεσθε ποῖον δὲ πέδον καὶ γήδιον ἕτερον ἀμείψεσθε ἄρειον καὶ βέλτιον καὶ κρεῖττον ταύτης τῆς γῆς· ἀντὶ τοῦ ποῖον ἄλλο γῆς δάπεδον οἰκήσετε, ἐχθροῖς ἀφέντες καὶ καταλείψαντες καὶ δόντες τὴν αἶαν καὶ τὴν γῆν βαθύχθονα καὶ λιπαράν· ὕδωρ τε πάλιν τὸ τῆς Δίρκης τῆς πηγῆς ἀφέντες τὸ εὐτρεφέστατον τῶν ποταμῶν ὁπόσων ἵησι καὶ ἐκπέμπει ὁ Ποσειδῶν ὁ γαιήοχος, οἱ παῖδές τε τῆς Τηθύος ἤγουν τῆς γῆς. ἰστέον ὅτι εἴρηται ἐν Ξοανηφόροις Σοφοκλέους ὡς οἱ θεοὶ ἀπὸ τῆς Ἰλίου φέρουσιν ἐπὶ τῶν ὤμων τὰ ἑαυτῶν ξόανα, εἰδότες ὅτι ἁλίσκεται. ἐὰν οὖν ταύτην, φησὶ, τὴν γῆν προδῶτε τοῖς πολεμίοις, ποίαν βελτίονα αὐτῆς εὑρήσετε; Δίρκη δὲ πηγὴ ἐν Θήβαις, ἐξ ἧς ποταμοὶ δύο ῥέουσιν, Ἰσμηνὸς καὶ Διρκαῖος ἀπὸ τῆς πηγῆς ἔχων τὸ ὄνομα.

`305`

ἄρειον κρεῖττον.

`306`

βαθύχθονα εὔγειον. πλουσίαν γῆν. λιπαράν· τὴν εἰς βάθος δεχομένην τὰ σπέρματα.

`309`

εὐτραφέστατον ποτιμώτατον, γλυκύτατον.

`310`

ὅσων ἵησιν Ποσειδῶν τὸν Ποσειδῶνα λέγει ἐκπέμπειν τοὺς ποταμοὺς, ὅτι τῆς ὑγρᾶς οὐσίας δεσπότης οὗτός ἐστιν. ἢ ὅτι ἐκ τῆς θαλάσσης οἱ ὄμβροι ἀναδίδονται, εἶθʼ οὕτως ῥήγνυνται, ἐκ δὲ τούτων οἱ χείμαρροι γίνονται. Τηθύος δὲ παῖδας πάλιν τοὺς ποταμοὺς ὀνομάζει. μυθεύεται γὰρ ὅτι ὁ Οὐρανὸς συμμιγεὶς τῇ Γῇ ἀπέτεκε τὸν Ὠκεανὸν καὶ τὴν Τηθὺν καὶ ἄλλους οὐκ ὀλίγους παῖδάς τε καὶ θυγατέρας. ὁ δὲ Ὠκεανὸς μιγεὶς τῇ Τηθύι τῇ αὑτοῦ ἀδελφῇ ἐγέννησε τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τὰς οὔσας ἐν τῷ κόσμῳ, καὶ οὕτως λέγονται οἱ ποταμοὶ παῖδες Τηθύος. ὅσων ἵησιν ἐκπέμπει. σπογγοειδοῦς γὰρ οὔσης τῆς γῆς, ἐκ τῆς θαλάττης εἰς τοὺς πόρους αὐτῆς εἰσιὸν ὕδωρ, εἰ μὲν στενοί τινες τύχοιεν ὄντες οἱ πόροι, ὥσπερ διηθίζεται τοῦτο καὶ γλυκὺ ἐκ τῆς γῆς ἀναρρήγνυται· εἰ δʼ αὖ εὐρεῖς, ἁλμυρὸν, πλὴν ὅσον οὐχ οἷον ἦν ἐξ ἀρχῆς, ἀλλὰ πολὺ τῆς ἀρχαίας ποιότητος παραλλάττον, ὥστε καὶ οἱ εἰσβάλλοντες εἰς αὐτὴν ποταμοὶ, ἐξ ὧν ἔφαμεν πόρων πάλιν εἰς αὐτοὺς ἀποκαθίστανται.

`312`

πρὸς τάδʼ, ὦ πολιοῦχοι θεοὶ πρὸς ταῦτα, ὦ πολιοῦχοι θεοὶ, τοῖς μὲν ἔξω πύργων, ἤτοι τοῖς πολεμίοις, ἐμβαλόντες ἄταν καὶ βλάβην τὴν τοὺς ἄνδρας φθείρουσαν καὶ ποιοῦσαν ῥίπτειν τὰ ὅπλα, ἄροισθε κῦδος, ἤτοι ἕξετε δόξαν, τοῖς δὲ πολίταις στάθητε εὔεδροί τε καὶ καλῶς ἡδρασμένοι καὶ εὐστήρικτοι καὶ ἀμετάκλιτοι φύλακες τῆς πόλεως, οἱονεὶ δυσωπηθέντες ταῖς ὀξυγόοις λιταῖς ἡμῶν.

`313`

τοῖσι μὲν ἔξω τοῖς πολεμίοις.

`315`

ῥίψοπλον ἄταν τὴν ῥῖψαι παρασκευάσασαν αὐτοὺς τὰ ὅπλα.

`316`

ἄροιτε λάβοιτε ἄν.

`317`

κῦδος δόξαν.

`318`

ῥυτῆρες φύλακες.

`319`

εὔεδροι εὐκάθεδροι.

`320`

λιταῖσιν ἡμῶν.

`321`

ὠγυγίαν ἀρχαίαν. διὰ τὸ λεπτόγειον καὶ Ἀζανὴς ἐκαλεῖτο, διὰ τὴν ἄζην, ὅ ἐστι τὴν ξηρασίαν. καὶ ἔθνος οἱ Ἀζᾶνες αὐτόθι καὶ πάλιν ἐν Ἀρκαδίᾳ μέχρι καὶ νῦν οὕτω καλούμενοι. καὶ Ἀπίαν δέ φασι τὴν χώραν κληθῆναι καὶ Ἀπιδανεῖς τοὺς ἐγχωρίους κατὰ στέρησαν τοῦ πιεῖν καὶ τῶν τέως πιδάκων. ἐπεὶ οὖν εἶχεν ἡ χώρα πίδακας τὴν ἀρχὴν ὡς δύνασθαι διὰ τοῦτο καὶ πολυδίψιος λέγεσθαι, ἔμελλε δὲ γενέσθαι εὔυδρος.

`322`

προϊάψαι μετὰ βλάβης πέμψαι. δοῦναι.

`323`

ψαφαρᾷ σποδῷ λεπτῇ γῇ, ἤτοι τῷ Ἄργει· λεπτόγειον γὰρ τοῦτο, διὸ καὶ διψηρόν.

`324`

θεόθεν βουλεύσει θεῶν.

`326`

τὰς δὲ κεχειρωμένας τὰς δὲ νέας καὶ γηραιὰς ἄγεσθαι κεχειρωμένας ἀπὸ τῶν πλοκάμων ἱππηδὸν, ἤτοι δίκην ἵππων, τουτέστι μετὰ ἀνάγκης. οἱ γὰρ ἵπποι μετὰ ἀνάγκης ἕλκονται. καὶ Ὁμηρός φησιν «ἄκοντε πετέσθην.» ἢ ὑπὸ ἵππων σύρεσθαι τῶν πλοκάμων μετὰ ἀνάγκης, ἢ διὰ τὸ δασὺ τῶν ἀγόντων καὶ μανικὸν, ἢ διὰ τὸ σύντονον. κεχειρωμένας κεκρατημένας. ἱππηδὸν δίκην ἵππου.

`329`

περιερρηγμένων ἐσχισμένων.

`330`

βοᾷ δʼ ἐκκενουμένα θρηνεῖ δὲ ἡ πόλις ἐκκενουμένη, τῆς λαΐδος, ἀντὶ τοῦ ληΐδος, ἤγουν τῆς πληθύος τοῦ λαοῦ, τουτέστι τῶν πολιτῶν, ὀλλυμένης καὶ φθειρομένης, τῆς μιξοθρόου, ἤτοι τῆς θροῦν καὶ βοὴν ποιουμένης ἀνάμικτον· γυναῖκες γὰρ καὶ παῖδες ἀκμάζοντες καὶ ἀρτιγενῆ βρέφη καὶ ἄνδρες καὶ γέροντες ἐποιοῦντο τὸν θρῆνον σύμμικτον. ἢ μιξοθρόου λέγει διὰ τὴν ἀναμιγὴν τοῦ λαοῦ τοῦ τε βαρβαρικοῦ, ἤτοι τοὺς περὶ τὸν Ἄδραστον καὶ τοὺς τοῦ κάστρου. ἢ διὰ τὸ βαρβάρων καὶ Ἑλλήνων οἰκούντων τὰς Θήβας.

`331`

λαΐδος ληΐδος, λαοῦ. μιξοθρόου τῶν μεμιγμένων θρόων ἀποτυχούσης, ἅτε ἐξ ἀνδρῶν καὶ γυναικῶν καὶ γερόντων καὶ παίδων οὔσης. τῆς λαφυραγωγίας τῆς ἐχούσης θροῦν καὶ βοὴν μεμιγμένην.

`332`

τύχας τὰς μελλούσας δηλονότι. προταρβῶ πρὸ τοῦ γενέσθαι φοβοῦμαι.

`333`

κλαυτὸν δʼ ἀρτιτρόποις ἄξιον μεγάλου κλαυθμοῦ ταῖς κόραις ταῖς ἄρτι δρεπομέναις τὴν παρθενίαν, πρὸ τοῦ ἐλθεῖν εἰς ὥραν γάμου, αἰχμαλωτισθῆναι καὶ δούλας εἰς ξένην χώραν ἀπελθεῖν. Ἄλλως. κλαυτὸν δὲ καὶ θρήνου ἄξιον ἔσεται ταῖς ἀρτιτρόποις, ταῖς ἄρτι ἀπὸ τῆς παιδικῆς ἡλικίας ἐπὶ τὴν τελειοτέραν τραπείσαις, ἀπὸ τῶν ἑαυτῶν δωμάτων διαμεῖψαι καὶ ὁδεῦσαι ὁδὸν στυγερὰν καὶ μίσους ἀξίαν, ἤτοι διακορηθῆναι καὶ διαπαρθενευθῆναι παρὰ τῶν ἐχθρῶν τῶν ὠμοδρόπων. ὠμοδρόπων νομίμων προπάροιθεν κλαυτόν ἐστι τὸ διαπαρθενευθῆναι ὑπὸ τῶν ἐχθρῶν τῶν ὠμοδρόπων, προπάροιθεν νομίμων, ἤτοι τοῦ νενομισμένου καιροῦ, δρεπομένων καὶ τρυγωμένων. τὰ γὰρ ἔξω τοῦ καιροῦ δρεπόμενα καὶ μήπω πεπανθῆναι τῷ χρόνῳ φθάσαντα πάντως ἀγλευκῆ τυγχάνουσι καὶ πικρίας πολλῆς ἀνάμεστα. Ἄλλως. ὠμοδρόπων ὑπὸ τῶν ἐχθρῶν τῶν τὴν παρθενίαν αὐτῶν καὶ ἥβην ὠμὴν καὶ ἄωρον δρεπομένων, πρὸ τῶν νομίμων γάμων. τῶν ὠμῶς δρεπομένων, ἤτοι τῶν ὠμὸν καὶ ἄωρον δρεπομένων τὴν παρθενίαν. κλαυτὸν ἄξιον θρήνων. ἀρτιτρόποις ταῖς νέαις ταῖς ἄρτι τρεπομέναις ἀπὸ τῆς παιδικῆς ἡλικίας πρὸς τὴν τελειοτέραν. ὠμοδρόπων τὸ παρθένους ἀτίμως ἐκ τῶν δωμάτων ἑλκομένας διαμεῖψαι στυγερὰν ὁδὸν, ἤτοι ἐφθάρθαι πρὸ τοῦ νενομισμένου χρόνου, ἐπειδὴ παρὰ τάξιν γέγονεν, ἄξιόν ἐστι θρήνου. ἢ τὸ διαμεῖψαι στυγερὰν ὁδὸν ἀντὶ τοῦ ἀτίμως δημοσίᾳ ἕλκεσθαι, ὅπερ ἐστὶ λυπηρὸν ταῖς οἰκουρούσαις καὶ παρθενευούσαις γυναιξίν. δέον εἰπεῖν ὠμοδρόπως, ὠμοδρόπων εἶπε πρὸς τὸ νομίμων.

`334`

νομίμων ὧν ἂν κατὰ νόμους ἔτυχον. διαμεῖψαι ὁδεῦσαι.

`335`

δωμάτων ἀπό. στυγερὰν ἄτιμον.

`336`

τί φημὶ τοῦτο. τὸν φθίμενον νεκρόν. γρ. φθίμενον γὰρ πρὸ λέγω, τὸν προφθίμενον.

`337`

βέλτερα τῶνδε καλλίω τῶν ἐν ταῖς πολιορκίαις.

`338`

δαμασθῇ πορθηθῇ.

`339`

πράσσει τουτέστι δυστυχεῖ. γρ. πράσσειν. πάσχει.

`341`

τὰ δὲ πυρφορεῖ ἄλλος δὲ τῆς πόλεως οἷον οἴκους καίει καὶ πῦρ φέρουσι.

`342`

καπνῷ δὲ χαλεπώτερος γὰρ ὁ καπνὸς τῶν ἑλεπόλεων καὶ πετροβολισμῶν, καὶ πόρθησιν πολλῷ δεινοτέραν τῆς ἐκ τῶν τοιούτων πορθήσεως ὑπαινίττεται. χραίνεται γρ. κρίνεται. μελαίνεται.

`343`

λαοδάμας κύριον· νῦν δὲ ὡς ἐπίθετον Ἄρεος. ὄλεθρος τοῦ λαοῦ.

`344`

εὐσέβειαν τὴν κοσμιότητα. τὰ ἱερὰ καὶ τὴν εἰς θεοὺς τιμήν.

`345`

κορκορυγαὶ κυρίως ἡ ἠχὼ τῶν ἐντέρων. κορκορυγαὶ δὲ κυρίως τὸ τῆς γαστρὸς ἔσωθεν εἰλοῦν πνεῦμα καὶ ταρασσόμενον. ἄσημοι βοαί. κορκορυγὴ γὰρ κυρίως τὸ ἐν τοῖς νεοσφαγέσι τῶν ζῴων ἔσωθεν ἀπὸ τῶν ἐντέρων ἠχοῦν πνεῦμα πρὸς τὴν σφαγὴν ἀπαντῶν, ἢ τὸ τῆς ἀρτηρίας πνεῦμα τῆς πλησίον οὔσης τῆς τὴν σφαγὴν δεχομένης φλεβός. ὁρκάνη δὲ εἶδος δικτύου. ἀνὰ ἄστυ γίνονται.

`346`

ὁρκάνη κλῖμαξ εἰς τὸν πύργον ἄγουσα. τὸ θηρευτικὸν δίκτυον, ὃ καὶ σαργάνη καλεῖται. ποτὶ πτόλιν ἐστίν. ὁρκάνα συνέχουσα ἢ πύργον περιλαμβάνουσα. ἢ τὸ πυργῶτις ἀντὶ τοῦ μεγάλη.

`348`

βλαχαὶ δʼ αἱματόεσσαι ἡ βληχὴ κυρίως ἐπὶ τῶν προβάτων λέγεται ἢ λαμβάνεται ἠχώ τινα καὶ φωνὴν ποιὰν ἄσημον ἐκπεμπόντων. ἐξελάβετο δὲ τοῦτο ὁ ποιητὴς καὶ ἐπὶ τῶν νεογνῶν καὶ ἀρτιγενῶν καὶ ἀτελῶν βρεφῶν, ὡς τοιᾷδε τῇ φωνῇ, ἀσήμῳ δηλαδὴ καὶ ἀνάρθρῳ, χρωμένων. ἃ παρὰ τῶν πολεμίων ἀπαγόμενα αἱμάσσεται, ὥστʼ ἄναρθρον φωνὴν καὶ προβατώδη προΐεσθαι. βληχαὶ δʼ αἱματόεσσαι κλαυθμυρισμοὶ, ἦχοι. ἄσημοι βοαὶ ἀπὸ αἵματος καὶ φόνου γενόμεναι.

`349`

τῶν ἐπιμαστιδίων νηπίων.

`350`

ἀρτιτρεφεῖς ἀρτιτρεφῶν, ἤτοι νεογνῶν, ἔδει εἰπεῖν πρὸς τὸ μαστιδίων, ἐπήνεγκε δὲ πρὸς τὸ βληχαὶ, αἵτινες τῶν νηπίων ἦσαν.

`351`

ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες φυγῶν· ὁ γὰρ ἁρπάζων τι φεύγει, μή πως καταληφθῇ, ὅθεν ὁμαίμονα τὴν φυγὴν τῆς ἁρπαγῆς εἶπε.

`352`

ξυμβολεῖ συναντᾷ. γρ. ξυμβολῇ.

`354`

ξύννομον συμμεριστὴν, βοηθόν.

`355`

οὔτε μεῖον οὔτʼ ἴσον διὰ τούτων τοὺς πλεονεκτοῦντας ἐμφαίνει. ὁ γὰρ μήτε ἔλασσον μήτε ἴσον τῷ προλαβόντι λαβεῖν αἱρούμενος φαίνεται πλείονος ὀρεγόμενος. τινὲς δὲ τὸ λελιμμένοι διὰ τοῦ ι γράφουσιν, οἷον λελιμμένοι καὶ ἐπιθυμοῦντες· ὤφειλε δὲ πρὸς τοῦτο «μείονος καὶ ἴσου» γράφεσθαι, ἀλλὰ λαμβάνουσιν ἔξωθεν τὸ λαβεῖν καὶ λέγουσιν, οὔτε μεῖον οὔτε ἴσον ἐπιθυμοῦντες λαβεῖν. λελημμένοι οὖν διὰ τοῦ η ἐκ τοῦ λήβω τὸ λαμβάνω, τὸ δὲ λελιμμένοι διὰ τοῦ ι ἐκ τοῦ λίπτω τὸ ἐπιθυμῶ. λελιμμένοι ἐπιθυμοῦντες λαβεῖν.

`356`

τίνʼ ἐκ τῶνδε τῶν ἐν ἁλώσεσι συμβαινόντων. λέγει δὲ ὅτι πάνθʼ ὅσα ἂν εἴπωμεν ἐλάττω τῶν τότε συμβαινόντων ἐροῦμεν.

`357`

παντοδαπὸς δὲ καρπὸς σῖτος, κριθὴ, κέγχρος, πάνθʼ ὁμοῦ χρήματα. χαμάδις ἐπίγειος. ἀλγύνει λυπεῖ. κυρήσας τίνι; τοῦτο δὲ ἄλλως εἰπεῖν ἔδει, οὐ γὰρ ὁ καρπὸς ἐντυγχάνει τινὶ, ἀλλὰ τῷ καρπῷ τις ἐντυγχάνει.

`359`

πικρὸν ἐλεεινόν. πικρὸν δʼ ὄμμα τὸ δὲ πικρὸν ὄμμα διὰ τοῦτό φησιν, ὅτι σκυλευόμεναι θρῆνον ἐγείρουσι καὶ τὸ αὐτῶν ὄμμα ἐκτήκουσι γόοις κατʼ Εὐριπίδην, ἢ ὅτι ὁρῶντες αὐτὰς ἕτεροι ἀθλίως ἑλκομένας δακρύων σταλαγμοὺς ἐξ ὀφθαλμῶν καθιᾶσιν. θαλαμηπόλων νέων νυμφῶν ἢ οἰκουρῶν· θάλαμος γὰρ οὐ μόνον ὁ παστὸς, ἀλλὰ καὶ ὁ οἶκος.

`360`

πολλὰ δʼ ἀκριτόφυρτος ἡ πολλὴ δὲ δόσις καὶ ὁ καρπὸς τῆς γῆς, ἡ ἀκριτόφυρτος καὶ ἀναμεμιγμένη, φέροται ἐν τοῖς τοῦ πολέμου ῥεύμασιν. ἀκριτόφυρτος ἀδιαίρετος.

`361`

οὐτιδανοῖς ἐν ῥοθίοισι ἀχρείοις, ἤτοι ἀνευφράντοις, οὔτι δάνος καὶ ἡδονὴν ἐμποιοῦσιν. οἱ γὰρ Δωριεῖς τὸ γάνος δάνος λέγουσι, καὶ τὴν γῆν δᾶν, καὶ τὸν γνόφον δνόφον. εὐφυῶς δὲ ὁ ποιητὴς τῷ ῥοθίοισι προσέθηκε τὸ οὐτιδανοῖς· ἐπειδὴ γὰρ τὰ ῥόθια καὶ τὰ τῆς θαλάσσης ὑγρὰ κέλευθα ἐπωφελῆ πᾶσι τυγχάνουσι, διʼ αὐτῶν γὰρ ὁ πλοῦς τὰ ζωαρκῆ κομίζει ταῖς πόλεσιν, ἐξ ὧν αὐταὶ συνίστανται, ὁ ποιητὴς ἐνταῦθα εἰπὼν ῥοθίοισιν, ἵνα μὴ τοῖς ὠφελίμοις νοήσῃ τις καὶ ζωογόνοις, τὸ οὐτιδανοῖς προσέθηκε. Ἄλλως. ἐπειδὴ τὰ κύματα ἔσθʼ ὅτε ὠφέλειαν παρέχεται ταῖς πόλεσι· διʼ αὐτῶν γὰρ ὁ πλοῦς τὰ ἐπιτήδεια κομίζει· προσέθηκεν ἐπίτηδες τὸ οὐτιδανοῖς, οἷον ἀχρείοις. τροπικῶς δὲ ῥόθια εἶπε τὰ συνεχῆ κινήματα τῶν πολεμίων. Ἄλλως, ταῖς ὑβριστικαῖς κινήσεσι τῶν πολεμίων. ἢ τούτους ῥόθιά φησιν, ἐπειδὴ συντόνως πολεμοῦσι. γᾶς δόσις σῖτος.

`363`

δμωΐδες ἐν γὰρ τῇ ἁλώσει οὐ μόνον γραῖαι γυναῖκες δουλείας ἀνάγκῃ φέρονται, ἀλλʼ ἴδοις ἂν καὶ νέας δούλας γενομένας, ἄρτι πρῶτον δυστυχησάσας τλήμονας καὶ ἀθλίας εἰς τὴν αὐτῶν εὐνὴν αἰχμάλωτον, ζώντων τῶν οἰκείων ἀνδρῶν καὶ ὁρώντων αὐτὰς ὑφʼ ἑτέρων εἰς μίξιν βιαζομένας, ἅτε δυνατωτέρων. καὶ οὕτω μὲν εἴποις λαμβάνων τὴν εἰς ἔξωθεν εἰς τὸ εὐνήν· ἑτέρως δὲ οὕτω, δοῦλαι δέ εἰσι τότε νέαι γυναῖκες, ἐκ νέου δυστυχήσασαι τλήμονες καὶ ἀθλίαι, εὐτυχούντων τῶν οἰκείων ἀνδρῶν τὴν αὐτῶν εὐνὴν αἰχμάλωτον, τουτέστιν ὁρώντων αὐτὰς ὑπὸ τῶν πολεμίων πασχούσας ἄθεσμα καὶ οὐ δυναμένων ἀμύνειν, μεῖζον γὰρ αὐτῶν ἰσχύουσιν οὗτοι· ὃ καὶ κρεῖττον. μὴ ξενισθῇς δὲ, εἰ τὸ εὐτυχῆσαι ἐπὶ κακοῦ λαμβάνεις, δέον ἐπὶ καλοῦ, ὡς καὶ τὸ ὄνομα αὐτοῦ μαρτυρεῖ. οὐ γὰρ μόνον εὐτυχῆσαι λέγομεν χρήματα, ἀλλὰ καὶ εὐτυχῆσαι ἵππου ἀπώλειαν, οἱονεὶ κτήσασθαι. ἔστι δὲ ἡ τοιαύτη εὐτυχία οὐ κυρίως, ἀλλὰ παρακεκινδυνευμένη. καινοπήμονες αἱ νεωστὶ πάσχουσαι καινὰ πήματα.

`365`

εὐτυχοῦντος κτωμένου.

`366`

ὑπερτέρου κρείττονος.

`367`

ἐλπίς ἐστι μολεῖν καὶ παραγενέσθαι νύκτερον τέλος· περιφραστικῶς νύκτα τῶν πολλῶν κλαυθμῶν ἐπίρροθον καὶ αὐξητικήν. νύκτα δὲ εἶπεν ἤτοι ἀθυμίαν καὶ θρῆνον καὶ κωκυτὸν ἄσβεστον. νύκτερον τέλος ἤτοι δυστυχίαν περιφραστικῶς, ἥτις ἀμαυροῖ τοὺς ἔχοντας.

`368`

ἐπίρροθον αὐξητικόν.

`369`

ὅ τοι κατόπτης ὁ ἐπιτηρητὴς τοῦ στρατοῦ ἤγουν ὁ ἄγγελος φέρει ἡμῖν, ὦ φίλαι, — τὸ ἡμιχόριον τῶν παρθένων τοῦτό φησιν πρὸς τὸ ἕτερον — τινὰ νεαροχῆ άν καὶ πρόσφατον ἀγγελίαν λυπηρὰν, διώκων καὶ κινῶν ἐν σπουδῇ τὰς πομπίμους καὶ ὁδευτικὰς χνόας καὶ ἐξοχὰς τῶν ποδῶν. χνόας δὲ ποδῶν μεταφορικῶς ἐκ τῶν ἁρμάτων τὰ ἄκρα τῶν ποδῶν ἔφησε· τοῦ γὰρ ἄξονος τὸ ἄκρον τὸ ἐντεθειμένον τῇ χοινικίδι χνόη καλεῖται. παραβολικῶς οὖν τὸ κίνημα τῶν ποδῶν χνόην εἴρηκεν. στρατοῦ τῶν πολεμίων.

`370`

πευθὼ ἀγγελίαν.

`371`

διώκων φέρων. πομπίμους ὁδευτικάς. χνόας τὰ ἄκρα, ἤτοι τοὺς πόδας.

`372`

καὶ μὴν ἄναξ ὅδε τὸ τέκος τοῦ Οἰδίπου εἶσι καὶ ἔρχεται μαθεῖν τὸν λόγον τοῦ ἀγγέλου τὸν ἀρτίκολλον, ἤτοι τὸν ἄρτι τοῦ εἱρμοῦ καὶ τῆς ἐπιπλοκῆ καὶ τῆς κολλήσεως παρὰ τοῦ ἀγγέλου δραξάμενον. κατὰ μέρος γὰρ ὄντα καὶ διακεχωρισμένα τὰ παρʼ αὐτοῦ θεαθέντα τῆς διηγήσεως οὗτος δραξάμενος τὰ διακεχωρισμένα εἰς ἓν συνῆψε καὶ συνηρμόσατο καὶ οἱονεὶ ἓν καὶ ὡς σειρὰν τῇ προσκολλήσει τῆς διηγήσεως τὰ κατὰ μέρος πεποίηκεν ἅπαντα. ἄλλοι δὲ τὸν ἀρτίκολλον, οἷον ἄρτι τὸν Ἐτεοκλῆν ἀκουσόμενον, ὥστε κολλῆσαι τῇ διανοίᾳ ἢ τοῖς ὠσὶν ἀκούσαντα.

`373`

εἰς ἀρτίκολλον πλησιέστατα. ἀρτίκολλον τὸ νεωστὶ κολληθέν. εἶσʼ πορεύεται. ἀρτίκολλον ποταπὸν ὁλόκληρον.

`374`

σπουδὴ δὲ ἔοικε δὲ, φησὶ, καὶ ὁ ἄγγελος ἐκ τῆς ἄγαν ἐπιφαινομένης σπουδῆς μὴ ἡδρασμένον ἔχειν τὸν αὑτοῦ πόδα, ἀλλʼ ἐκκρεμῆ τοῦτον ἐπιφέρειν καὶ ἄστατον. οὐκ ἀπαρτίζει ἄρτιον καὶ ὁλόκληρον ποιεῖ καὶ εἰς τὸ καθεστηκὸς ἄγει.

`375`

λέγοιμʼ ἂν ὁ ἄγγελος ὁ παρὰ τοῦ Ἐτεοκλέους ἀποσταλεὶς κατάσκοπος τῶν πολεμίων, ἐλθὼν, φησὶ, λέγοιμʼ ἂν πάντα τὰ τῶν ἐναντίων, καλῶς ταῦτα γινώσκων, πῶς τε ἕκαστος ἔλαβε κλῆρον ἐν ταῖς πύλαις. ἐπειδὴ γὰρ ἑπτάπυλος ἦν ἡ πόλις τῶν Θηβαίων, κλήρους ἔβαλλον οἱ πρώτιστοι τῶν ἄλλων στρατηγοὶ τῶν Ἀργείων, ποίαν ἂν πύλην λάχοι ἕκαστος. ἰδὼν οὖν ἅπαντα ἔρχεται καὶ ἀπαγγέλλει ταῦτα, καί φησιν ὅτι ὁ Τυδεὺς ἄρτι μὲν βρέμει καὶ ἠχεῖ, καὶ ὀργίλον καὶ μανικὸν πνέει πρὸς ταῖς πύλαις ταῖς Προιτίσιν — αἱ γὰρ οὕτω καλούμεναι πύλαι ἔλαχον αὐτῷ — ὁ δὲ Ἀμφιάραος ὁ μάντις οὐκ ἀφίησιν αὐτὸν περᾶν τὸν Ἰσμηνὸν ποταμὸν, λέγων ὅτι οὐ καλὰ θύματα γίνεται. ὁ δὲ Τυδεὺς μαινόμενος καὶ μάχης ἐπιθυμῶν βοᾷ καὶ μαίνεται, ὥσπερ ὁ δράκων τῷ τοῦ ἡλίου ὑπεκκαύματι, τότε γὰρ μάλιστα μαίνεται. θείνει δὲ καὶ τύπτει ἐν ὀνείδει, ἤτοι βάλλει ὀνειδισμοῖς, τὸν μάντιν τὸν Οἰκλείδην, τὸν υἱὸν τοῦ Οἰκλέους τὸν Ἀμφιάρεων.

`376`

ὡς καθά.

`377`

Προιτίσι ταῖς ἀπὸ Προίτου.

`378`

βρέμει μαίνεται, ὁρμᾷ.

`379`

ὁ μάντις Ἀμφιάρεως. σφάγια τὰ θύματα.

`380`

μαργῶν μαινόμενος. λελιμμένος ἐπιθυμῶν.

`381`

μεσημβριναῖς φύσει γὰρ ψυχρὸς ὢν ὁ ὄφις ἐν μεσημβρίᾳ ἀκμάζοντος τοῦ ἡλίου θερμαινόμενος εὐκίνητός ἐστι καὶ συριγμοῖς προσέχει. κλαγγαῖσιν ἤχοις. ἔστι δὲ ποιὰ φωνὴ κυρίως ἐπὶ ὀϊστῶν καὶ ἐπὶ γεράνων λεγομένη, ὡς Ὁμηρός φησι.

`382`

θείνει τύπτει. ὀνείδει ἐν. Οἰκλείδην τὸν υἱὸν τοῦ Οἰκλέους.

`383`

σαίνειν κολακεύειν. εὐλαβεῖσθαι. καὶ μάχην γρ. μή. ἀψυχίᾳ δειλίᾳ.

`384`

τοιαῦτʼ ἀϋτῶν τοιαῦτα φωνῶν σείει καὶ κινεῖ τρεῖς κατασκίους λόφους. ἡ γὰρ τούτου περικεφαλαία τρεῖς λόφους ἦν ἔχουσα· χαίτωμα δὲ ταύτας εἴρηκε, διὰ τὸ δίκην χαίτης ἐπικαμπῶς πως ἵστασθαι ἄνωθεν, ἢ διὰ τὸ τρίχας ἐξ ἵππων χαίτης ἔχειν ἄνωθεν. ἀπὸ δὲ τῆς ἀσπίδος τούτου οἱ κώδωνες οἱ χαλκήλατοι καὶ οἱ ἐκ χαλκοῦ κατεσκευασμένοι κλάζουσι φόβον, ἤγουν τῷ οἰκείῳ κωδωνισμῷ ποιοῦσι φόβον. τρεῖς κατασκίους νεωτερικὸν τοῦτο. ἀϋτῶν κατὰ τοῦ μάντεως βοῶν. κατασκίους σκιὰν ἔχοντας ἀπὸ τῆς ἐν αὐτοῖς οὔσης ἱππούρεως, ἣν καὶ χαίτωμα καλεῖ, ἐπειδὴ καὶ κράνος εἶπε· χαίτη γὰρ τῆς κεφαλῆς ἡ θρίξ.

`385`

ὑπʼ ἀσπίδος ἐπάνω. ὑποκάτω.

`386`

κλάζουσι ἐκπέμπουσιν, ἠχοῦσιν.

`387`

ἔχει δʼ ὑπέρφρον ἔχει δὲ ἐπὶ τῆς ἀσπίδος ὑπέρφρον καὶ ὑπερήφανον σημεῖον τοῦτο, κατεσκευασμένον οὐρανὸν λάμποντα ἐν ἄστροις. ἡ λαμπρὰ δὲ πανσέληνος, ἡ σελήνη οὖσα ἤγουν πλήθουσα, τὸ πρέσβιστον ἄστρον τῶν ἄλλων, ἢ τὸ τιμιώτατον, ὁ ὀφθαλμὸς καὶ τὸ φέγγος τῆς νυκτὸς πρέπει ἐν μέσῳ τῷ σάκει, καὶ ἐν μέσῃ τῇ ἀσπίδι. ὑπέρφρον σοβαρόν. σῆμʼ σημεῖον. ἰστέον ὅτι ὁ Τυδεὺς ὑποκάτω μὲν τῆς ἀσπίδος κώδωνας εἶχε προσπεπηγμένους, ἵνʼ ὄχλον παρέχῃ καὶ φοβερὸς δοκῇ τοῖς ἀκούουσιν. ἐπάνω δέ τοι, οὗ ἦν τὸ σημεῖον, ἡ μὲν ἐπιφάνεια πᾶσα μέλαινα ἦν, εἶτα κατεσκεύασεν ἐν ἐπιχρύσῳ χαλκῷ πέριξ μὲν ἀντʼ οὐρανοῦ ἐντὸς δίκην ἄστρων φωλίδας διισταμένας ἀπʼ ἀλλήλων, ἐν δὲ τῷ ὀμφαλῷ φωλίδα ἑτέραν εὐρεῖαν ἐν ὁμοιώματι σελήνης ὁλοτελοῦς· προσβαλόντος δὲ τοῦ ἡλίου τῷ τοιαύτῳ ἐπιχρύσῳ χαλκῷ αἴγλη τις ἐντεῦθεν ἀπήντα τοῖς ὁρῶσι καὶ οὐ προσβλέπειν ἠδύναντο. ὅτι δὲ ἦν πᾶσα ἡ ἐπιφάνεια μέλαινα δῆλον ἐκ τοῦ, Καὶ νύκτα ταύτην ἣν λέγεις ἐπʼ ἀσπίδος. ἐπάνω.

`388`

φλέγονθʼ ἐκλάμποντα. τετυγμένον κατεσκευασμένον.

`389`

ἐν μέσῳ σάκει ἐν τῷ ὁμφαλῷ.

`390`

πρέσβιστον ἄστρων ἐξαίρετον. οὐ καινὸν ἐὰν τὴν σελήνην ἐνταῦθα ὁ Αἰσχύλος ἄστρον καλεῖ· καὶ Πίνδαρος γὰρ ἄστρον τὸν ἥλιόν φησι. νυκτὸς ὀφθαλμὸς ἐφερμηνευτικόν ἐστι τοῦτο. τῆς νυκτὸς γὰρ ὀφθαλμὸς ἡ σελήνη ἐστὶν, ὥσπερ καὶ τῆς ἡμέρας ὁ ἥλιος. πρέσβιστον ὑπέρτατον. πρέπει λάμπει.

`391`

τοιαῦτʼ ἀλύων τοιαῦτα ἀλύων καὶ φωνῶν ταῖς ὑπερκόμποις καὶ κενοδόξοις σάγαις καὶ πανοπλίαις βοᾷ παρὰ τοῖς χείλεσι τοῦ Ἰσμηνοῦ ποταμοῦ. τὸ δὲ ἑξῆς οὕτως, ἀσθμαίνει δὲ καὶ σπεύδει ὡς ἵππος πολεμιστὴς σάλπιγγος ἀκούων, ἐπιθυμῶν πολέμου, ὅτε εἴργεται παρὰ τοῦ ἐπιβάτου. τὸ δὲ «ἵππος ὣς κατασθμαίνων μένει» ἀντιστροφή ἐστιν, ἀντὶ τοῦ ὡς ἵππος. ἀλύων μετὰ λύπης βοῶν. ἀλύω γίνεται κατʼ ἐπίτασιν τοῦ α καὶ τοῦ λύω· οἱ γὰρ χαίροντες λελυμένην ἔχουσι τὴν ψυχὴν ἐκ τῶν καλῶν. ἀδημονῶν, δυσχεραίνων ὅτιπερ οὐκ ἐᾷ ὁ μάντις περᾶν. σάγαις πανοπλίαις.

`393`

κατασθμαίνων καταφρυαττόμενος. μένει ἐκδέχεται τὸν πόλεμον ὁ Τυδεύς.

`394`

ὁρμαίνων σφαδάζων. μένει ἐκδέχεται. γρ. ὁρμαίνει μένων.

`395`

τινʼ ἀντιτάξεις ἀντὶ τοῦ, τίνα, ὦ Ἐτεόκλεις, ἀντιπαρατάξεις καὶ ἀντιστήσεις τούτῳ ἀντίμαχον; τίς βέβαιος καὶ ἀξιόχρεως — τοῦτο γὰρ δηλοῖ τὸ φερέγγυος — προΐστασθαι τῶν Προίτου πυλῶν, λυθέντων τῶν κλείθρων, ἤτοι ἀνοιχθέντων τῶν πυλῶν; ἢ τὸ φερέγγυος οὕτως ῥητέον, τίνα ἀντιτάξεις τούτῳ ὥστε προΐστασθαι τῶν τοῦ Προίτου πυλῶν, λυθέντων τῶν κλείθρων, ἤτοι ἀνοιγεισῶν τῶν πυλῶν; τὸ δὲ ἑξῆς, τίς φερέγγυος, ἀντὶ τοῦ, τίς φέρων τὸ ἵστασθαι αὐτοῦ πλησίον; ἐγγὺς γὰρ λέγεται τὸ πλησίον. ἀντιτάξεις ἀντιθήσεις. τίς Προίτου πυλῶν ἐντεῦθεν δείκνυσιν ὅτι εἰς ταύτην Τυδεὺς τέτακται.

`396`

προστατεῖν φυλάσσειν, ὑπερμαχεῖν. φερέγγυος ἀσφαλὴς, ἀξιόχρεως.

`397`

κόσμον πανοπλίαν, καλλωπισμόν. διακόσμησιν, καθόπλισιν. τρέσαιμʼ δειλιάσαιμι.

`398`

οὐδʼ ἑλκοποιὰ ταῦτα παρʼ Ἀλκαίου εἴρηται. οὐ τιτρώσκει τὰ ἐπίσημα ὅπλα, οὐδὲ αὐτὰ καθʼ ἑαυτὰ δύναμιν ἔχει, εἰ μὴ ἄρα ὁ φέρων αὐτὰ δύναμιν ἔχει καὶ γενναῖος ᾖ.

`399`

δάκνουσι λυποῦσι.

`400`

καὶ νύκτα ταύτην ἣν λέγεις ἐπὶ τῆς ἀσπίδος κυρεῖν καὶ ὑπάρχειν, τάχα ἂν αὕτη ἡ νὺξ τινὶ γενήσεται. οὕτως γὰρ εἰπεῖν ὤφειλεν· εἶπε δὲ, τάχα ἂν ἡ ἄνοια μάντις τινὶ γένοιτο, καὶ διὰ τοῦτο πλὴν ἀμυδρῶς ἐκπληρῶν τὸ ὃ ἔφημεν. ἐπιφέρει δὲ ὥσπερ ἐξηγούμενος, εἰ γὰρ τῷ ἐπιφέροντι σῆμα τοῦτο τὸ ὑπέρκομπον, ἤτοι τῷ ἔχοντι ἐπὶ τῆς ἀσπίδος τὴν νύκτα ἐζωγραφημένην, ἐπʼ ὀφθαλμοῖς πέσοι ἡ νὺξ — ἤγουν καλυφθήσεται τῇ νυκτὶ τοῦ θανάτου — γένοιτο ἂν τοῦτο τὸ σῆμα ἐπώνυμον τῇ αὐτοῦ ἀναιρέσει.

`401`

μαρμαίρουσαν ἐκλάμπουσαν. κυρεῖν ὑπάρχειν.

`402`

τάχʼ ἂν γένοιτο ἡ σύνταξις· τάχα ἂν καὶ ἴσως γένοιτο ἄν τινι ἤγουν τῷ Τυδεῖ ἡ ἄνοια μάντις καὶ προμηνύτριά τινος κακοῦ, ἣν λέγεις νύκτα ὑπάρχειν ἐπὶ τῆς ἀσπίδος ἐν τοῖς ἄστροις τοῦ οὐρανοῦ ἐκλάμπουσαν, ταύτην γὰρ ἄνοιαν καλεῖ ὡς ἀπονενοημένην καὶ δίχα νοῦ ἐνσημωθεῖσαν.

`404`

ὑπέρκομπον σοβαρόν.

`405`

ὀρθῶς ἀσφαλῶς.

`406`

ὕβριν θάνατον.

`407`

κεδνὸν συνετόν. ὅρα ὡς εἰκότως αἱρεῖται τοὺς ἀντιπάλους Ἐτεοκλῆς, καὶ μᾶλλον ἐναντίους οἷς ὁ ἄγγελος περὶ τῶν Ἀργείων διέξεισιν. ὁ μὲν γὰρ ὑπέρφρονας αὐτοὺς καὶ τὰ μεγάλα φυσῶντας ὑπʼ ἀνοίας φησὶν, Ἐτεοκλῆς δὲ σώφρονας αὐτοῖς καὶ συνετοὺς ἀντιτάττει.

`408`

τόνδʼ ἀντιτάξω καλῶς ἀντέταξε τὸν μὴ τοῖς ἤθεσιν αὐτοῦ συμφωνοῦντα, ἀλλʼ ἐναντίον. Αἰσχύνης δὲ θρόνον τὴν αἰδῶ αὐτὴν ὀνομάζει· ὑπέρφρονας δὲ λόγους τοὺς ὑπερηφάνους φησὶν, οἱονεὶ, οὔτε ὑπερήφανα λέγει ὡς ὁ Τυδεὺς, καὶ μισεῖ τοὺς ὑπερηφάνους λόγους προστατεῖν προστάτην.

`409`

μάλʼ εὐγενῆ οὐκ ἐθέλοντα ὑπὲρ ἄνθρωπον φρονεῖν. τὸν αἰσχύνης θρόνον τιμῶντα ἵνα μὴ περιπέσῃ αἰσχύνῃ καταγωνισθείς.

`411`

ἀργὸς ἀμέτοχος. κακὸς δειλός.

`412`

σπαρτῶν δʼ ἀπʼ ἀνδρῶν λέγεται ὅτι Ἄρης ἐνέσπειρε τῇ γῇ τοὺς ὀδόντας τοῦ δράκοντος καὶ εὐθέως ἄνδρες ἔνοπλοι ἀνεδόθησαν τῆς γῆς, καὶ τοῦ σπείραντος κατεξανέστησαν πολεμοῦντες αὐτόν. οὗτος δὲ λίθον μέσον αὐτῶν πέμψας πρὸς ἔριν ἀλλήλων καὶ φόνον αὐτοὺς ἠρέθισεν, ὅθεν καὶ ὑπʼ ἀλλήλων ἀνῃρέθησαν, δέκα μόνον τινῶν ἐναπομεινάντων, οὓς ὁ Κάδμος μετὰ ταῦτα λαβὼν ἐν τάξει τούτους αὐτοῦ ἀπειργάσατο, ἐξ ὧν κατήγετο ὁ Μελάνιππος.

`413`

ἀνεῖται ἀνέφυσεν, ἀνεβλάστησεν, ἢ καταλέλειπται.

`414`

ἔργον δʼ ἐν κύβοις λίαν ἐξ ἔργων αὐτῶν ἀποδείξειεν ὅτι γνήσιον γέννημα τῆς πατρίδος ἐστὶ καὶ ἀπʼ ἐκείνων τῶν σπαρτῶν ἀνδρῶν κατάγεται. Ἄλλως. ἐν τοῖς κύβοις δὲ τὸ τοῦ πολέμου ἔργον ὁ Ἄρης κρινεῖ, καὶ ὅπως αὐτοῖς τὰ τοῦ πολέμου ἐξέλθοι δῆλον ποιήσειεν. ἐν κύβοις ἐν τοῖς ἀγῶσι τοὺς κύβους καλεῖ, διὰ τὸ τῆς νίκης ἀμφίβολον.

`415`

ἐν δίκῃ δὲ, ἤτοι δικαίως, ὁ δαίμων κάρτα καὶ λίαν αὐτὸν προστέλλεται εἴργειν καὶ κωλύειν τὸ πολεμικὸν ὄργανον δόρυ, ἀπὸ τῆς τεκούσης μητρὸς ἢ ἀπὸ τῆς πατρῴας γῆς. ὁμαίμων γράφεται καὶ ὁ δαίμων καὶ ὁμαίμων. καὶ πρὸς μὲν τὸ ὁμαίμων οὕτως ἐρεῖς, προπέμπει αὐτὸν δίκη ὁμαίμων, τουτέστιν, ἐπειδὴ ὑπὲρ τῆς ἐνεγκούσης στρατεύει, οἰκείως καὶ δικαίως στρατεύει· τὸ δὲ δαίμων προφανές ἐστιν, ὁ δαίμων γὰρ καὶ ἡ τύχη προπέμπει αὐτὸν ἐν δίκῃ, ἢ ἡ Δίκη ἡ θεά. νιν αὐτόν. προστέλλεται προπέμπει.

`416`

τεκούσῃ ἀντίπτωσις, ἀποσοβεῖν ἀπὸ τῆς τεκούσης. μὴ εἴποις τὸ τεκούσῃ ἀντὶ τοῦ τῆς τεκούσης, ἀλλʼ ὥσπερ φαμὲν ἀφαιρῶ σοι τόδε, οὕτω καὶ εἴργω σοι τόδε.

`417`

τὸν ἀμὸν νῦν ἀντίπαλον ἀντὶ τοῦ τὸν ἐμὸν Δωρικῶς τὸν τοῖς ἐμοῖς ἐχθροῖς ἐναντιούμενον εὐτυχεῖν οἱ θεοὶ δοῖεν, ὅτι δικαίως πρόμαχος πόλεως ὄρνυται, ἤγουν προμάχεται τῆς πόλεως. ἀμὸν ἐμόν.

`418`

ὡς ὅτι.

`421`

τρέμω δʼ ἰδέσθαι καὶ ἰδεῖν τοὺς μόρους τοὺς αἱματηφόρους τῶν ἀπολλυμένων πολιτῶν μοι ὑπὲρ τῶν ἰδίων φίλων.

`422`

οὕτως ὡς εὔχῃ.

`423`

Ἠλέκτραισιν ταῖς ἀπὸ Ἠλέκτρας θυγατρὸς τοῦ Ἄτλαντος καλουμέναις. εἴληχε διὰ κλήρου τέτακται.

`425`

ὁ κόμπος αὐτοῦ.

`426`

κράνοι τελειώσει.

`428`

οὐδὲ τὴν Διὸς Ἔριν ἤτοι οὐδὲ τὴν ὀργὴν καὶ τὸν θυμὸν τοῦ Διὸς τῇ γῇ ἐπελθόντα φησὶν ἐκποδὼν σχέθειν καὶ κρατήσειν, ἤτοι ποιήσειν αὐτὸν μακρὰν τῆς πόλεως. οὐδὲ τὴν Διὸς Ἔριν τὸ οὐδὲ τὴν Διὸς Ἔριν διπλῶς νόει, ἢ τὴν θεὰν Ἔριν τὴν θυγατέρα Διὸς, ἢ ἀντὶ τοῦ οὐδὲ τὸ Δία αὐτὸν ἐλθόντα ἐξ οὐρανοῦ καὶ ἐρίσαντα αὐτῷ δυνηθῆναι κωλῦσαι αὐτὸν μὴ πορθῆσαι τὴν πόλιν.

`429`

σκήψασαν ἐμπεσοῦσαν. ἐπελθοῦσαν. ἐμποδὼν σχέθειν κωλύσειν αὐτὸν τῆς πορθήσεως.

`430`

τὰς δʼ ἀστραπὰς τὰς δʼ ἀστραπάς τε καὶ τὰς κεραυνίας βολὰς τοῦ Διὸς παρείκασε καὶ ὡμοίωσε μεσημβρινοῖς θάλπεσιν, ἤτοι, ἔφησε δύνασθαι φέρειν καὶ ὑπομένειν τὰς τοῦ Διὸς ἀστραπὰς καὶ τοὺς κεραυνοὺς, ὥσπερ τὰς μεσημβρινὰς τοῦ ἡλίου φορὰς, ἤτοι τὰ μεγάλα καὶ καυστικὰ καύματα. ἀστραπὰς αἷς ὁ Ζεὺς πρὸς τοὺς ἀσεβεῖς καὶ ὑπέρφρονας χρῇται.

`431`

προσείκασεν προσωμοίωσεν.

`432`

ἔχει δὲ σῆμα ἡ δὲ ἀσπὶς αὐτοῦ σημεῖον ἔχει ἄνδρα γυμνὸν λαμπάδα βαστάζοντα ἐν ταῖς χερσὶν αὑτοῦ ἀνθʼ ὅπλου, καὶ φωνοῦντα διὰ τῶν ἐν αὐτῷ χρυσέων γραμμάτων, πρήσω τὴν πόλιν. Ἄλλως. ὁ Καπανεὺς δὲ εἶχεν ἐν τῇ ἀσπίδι αὐτοῦ ἐζωγραφημένον γυμνὸν ἄνθρωπον, κατέχοντα τῇ χειρὶ λαμπάδα ἀναπτομένην· οὐκ ἄλλο τι δηλοῦντος τοῦ σημείου ἢ ὥσπερ ὁ γυμνὸς οὐ κώλυσιν ἔχει εἰς τὸ δραμεῖν, οὕτω καὶ ἡμεῖς ἀκώλυτοι καὶ χωρὶς ἐμποδίου ταύτην ἐμπρήσομεν, ἢ γυμνὴν αὐτὴν παντελῶς ἐργασόμεθα, ἔπειτα δὲ καὶ καύσομεν.

`433`

διὰ χερῶν τοῦ ἐν τῇ ἀσπίδι ἀνδρός. ὡπλισμένη ὡς ὅπλον κρατουμένη.

`435`

ξυστήσεται συμπαρατάξεται.

`436`

τρέσας δειλιάσας.

`437`

καὶ τῷδε κέρδει εἰπόντος τοῦ ἀγγέλου πρὸς τὸν Ἐτεοκλῆν, τίς τῷ τοιούτῳ ἀνδρὶ ξυστήσεται, ἤγουν τίς ἀντιμαχόμενος ἔσται αὐτῷ καὶ ἀντιπαλαμώμενος; τίς ὑπομενεῖ, μὴ πτοηθεὶς ἄνδρα ὑπέρκομπον; — λέγει δὲ τὸν Καπανέα — φησὶν ὁ Ἐτεοκλῆς πρὸς αὐτὸν ὅτι σὺν τῷδε τῷ κέρδει καὶ ἄλλο κέρδος τίκτεται, τουτέστι, καὶ σὺν τῷ ἔχειν ἄνδρα ἱκανὸν πρὸς πόλεμον αὐτῷ συστῆναι τῇ μάχῃ καὶ ἀντιπαλαμήσασθαι, καὶ πόλεμον ἐπίσης αὐτῷ προσαγαγεῖν, ἔχομέν τι καὶ ἕτερον κέρδος, δηλαδὴ τὸ νικῆσαι. τῷδε κέρδει τῷ ἀντιστάτην ἔχειν ἱκανόν. κέρδος ἄλλο τὸ εἶναι αὐτὸν μεγάλαυχον καὶ θεῶν ὑπέρφρονα.

`438`

τῶν τοι ματαίων ἡ γλῶσσά ἐστιν ἀληθὴς διδάσκαλος τῶν ἐν ἀνθρώποις ματαίων φρονημάτων. θεατρίζει γὰρ οἷα ἕκαστος φρονεῖ. εἰ μὲν συνετὸς καὶ ταπεινός ἐστι, συνετὰ καὶ ταπεινὰ φθέγγεται· εἰ δὲ μωρὸς καὶ ὑπέρκομπος, μωρὰ πάλιν καὶ ἐπηρμένα βοᾷ.

`439`

ἢ γλῶσσʼ ἐπειδὴ γὰρ διὰ τῆς γλώττης τὰ κομπάσματα φέρεται, κατήγορον αὐτὴν τούτων γίνεσθαί φησι, τουτέστιν, οἱ κομπάζοντες δυστυχίᾳ περιπίπτοντες ὕστερον αὐτοὶ ὑπʼ αὐτῶν ἐξελέγχονται, ἐπὶ κακῷ σφίσιν ἀποβάντος τοῦ κόμπου. κατήγορος γράφεται καὶ διδάσκαλος.

`440`

Καπανεὺς δʼ ἀπειλεῖ ὁ Καπανεὺς δὲ ὡπλισμένος ἀπειλεῖ κακὰ ποιεῖν εἰς ἡμᾶς τοὺς θεοὺς ἀτιμάζων, καὶ τὸ στόμα μὴ κατέχων καὶ παιδεύων, ἄνθρωπος ὢν φθαρτὸς, πέμπει εἰς οὐρανὸν τῷ Διὶ ἔπη ταραχώδη, ἤγουν ὑβρίζει τὸν θεὸν τὸν Δία, ἐν χαρᾷ ματαίᾳ καὶ ψευδεῖ· οὐ γὰρ οἶδεν ὅπως αὐτῷ τὰ κατὰ τὸν πόλεμον ἀποβήσεται. θαρρῶ δὲ αὐτῷ ἐπελθεῖν τὸν καυστικὸν κεραυνὸν, κατʼ οὐδὲν ἴσον τοῖς μεσημβρινοῖς τοῦ ἡλίου θάλπεσιν, ἀλλὰ φλέγοντα καὶ ἀπολλύντα. δρᾶν ἡμᾶς κακά. παρεσκευασμένος ηὐτρεπισμένος.

`441`

ἀτίζων ἀτιμάζων. ἀπογυμνάζων ἀναιδῶς ἀποκαλύπτων καὶ διανοίγων.

`442`

ματαίᾳ ἀνωφελεῖ.

`443`

κυμαίνοντʼ θρασέα, βλάσφημα.

`444`

ξὺν δίκῃ δικαίως.

`445`

ἐξεικασμένων ὡμοιωμένον ὡς αὐτός φησι.

`447`

ἀνὴρ δʼ ἐπʼ αὐτῷ ἐπʼ αὐτῷ δὲ τῷ Καπανεῖ, εἰ καὶ φλύαρος καὶ ὑπέρκομπος ἄγαν ἐστὶν, τέτακται ἀνὴρ αἴθων, ἤτοι φρόνιμος καὶ διάπυρος. τοῦτο τὸ αἴθων οἱ μὲν διὰ τοῦ ω μεγάλου γράφουσι καὶ συντάσσουσιν οὕτως, ἀνὴρ ἐπʼ αὐτῷ αἴθων καὶ πρόθυμος καὶ διάπυρος τέτακται ἐν βίᾳ, ἤτοι ἐν δυνάμει, λῆμα Πολυφόντου, περιφραστικῶς ὁ Πολυφόντης· οἱ δὲ διὰ τοῦ ο μικροῦ, καὶ συντάσσουσιν οὕτως, ἀνὴρ δʼ ἐπʼ αὐτῷ τέτακται, αἶθον λῆμα, ἤτοι φρόνημα δραστήριον καὶ διάπυρον καὶ τὰ πολεμικὰ ἐμπειρότατον, Πολυφόντου βία, ἤτοι περιφραστικῶς ὁ Πολυφόντης, ὡς τὸ Ἡρακλείη βίη Ἡρακλῆς. στόμαργος πολύλογος. ὁ μὴ ἔχων ποτὲ στόμα ἀργὸν καὶ ἡσυχάζον. φλύαρος.

`448`

αἴθων διάπυρος.

`449`

φερέγγυον ἀσφαλὲς, πιστότατον. προστατηρίας Ἀρτέμιδος ὅτι ἐν ταῖς πύλαις αἷς ὑπερμαχεῖν ἔμελλεν ἡ Ἄρτεμις ἦν, καὶ τούτων προστάτις ἐγέγραπτο, ἢ ἱερεὺς ἦν αὐτῆς.

`450`

Ἀρτέμιδος εὐνοίαισι τοῦτο λέγει ὡς τοῦ Πολυφόντου ἱερέως ὄντος τῆς Ἀρτέμιδος. ἀφιέρωται δὲ τῇ Ἀρτέμιδι ἡ τῶν Θηβῶν πόλις. διὰ τοῦτο οὖν οὗτος λέγει, εὐνοίαις τῆς Ἀρτέμιδος καὶ τῶν ἄλλων πολιούχων θεῶν. εὐνοίαισι ἐν ταῖς ἀγάπαις.

`452`

ὄλοιθʼ ὃς πόλει ὁ χορὸς εὐχόμενός φησιν, εἴθε ὄλοιτο καὶ φθαρείη ὃς μεγάλως ἐγκαυχᾶται κατὰ τῆς πόλεως ἡμῶν. βέλος δὲ τοῦ κεραυνοῦ ἐπισχέθοι καὶ κρατήσοι αὐτὸν, πρὶν ἐς τὸν ἐμὸν οἶκον θορεῖν καὶ πηδᾶν καὶ ὁρμᾶν, ἐκ τῶν πωλικῶν τε καὶ παρθενικῶν ἑδωλίων καὶ καθεδρῶν — πώλοις γὰρ αἱ παρθένοι εἰκάζονται — ἐκπορθῆσαι καὶ ἐξαρπάσαι ἐμέ. μεγάλʼ κακὰ δηλονότι.

`453`

ἐπισχέθοι κωλύσει τῆς ὁρμῆς.

`454`

ἐσθορεῖν εἰσπηδῆσαι. πωλικῶν θʼ ἑδωλίων παρθενικῶν καθεδρῶν.

`456`

ποτʼ ἄρα. ἐκλαπάξαι ἡμᾶς.

`457`

καὶ μὴν τὸν ἐντεῦθεν εἰπόντος τοῦ Ἐτεοκλέους, λέγʼ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα, φησὶν ὁ ἄγγελος, καὶ δὴ λέξω τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις. τῷ γὰρ Ἐτεόκλῳ τρίτος ἐξῆλθε κλῆρος, προσβαλεῖν λόχον καὶ ἐνέδραν καὶ φυλακὴν ἐν ταῖς πύλαις ταῖς καλουμέναις Νηΐτισιν. ἐξῆλθε δὲ ὁ κλῆρος ἐκ τοῦ καλῶς κεχαλκευμένου κράνους — ἤτοι περικεφαλαίας — τοῦ ὑπτίου, ἤγουν τοῦ ἀνατετραμμένου. τὸν ἐντεῦθεν τὸν μετʼ ἐκεῖνον ὃν ἔφη.

`458`

τρίτῳ γὰρ ὁ γὰρ Ἐτέοκλος Ἀργεῖος ἦν. ἔθος γὰρ τοῖς μέλλουσι κλήρους ποιεῖν κράνος λαμβάνειν, καὶ ἐντὸς καθιέναι σημεῖα αὐτῶν, οἷον δακτύλια καὶ ἄλλο τι τοιοῦτον δυνάμενον ἐκπηδῆσαι κούφως τοῦ κράνους, εἶτα τούτου κυκωμένου ὅτου πρῶτον τὸ σημεῖον ἐξήρχετο, ἐτέτακτο οὗτος εἰς ἔργον διʼ ὃ ταῦτʼ ἐγίνετο.

`459`

ὑπτίου ἀνατετραμμένου.

`460`

Νηΐτισι ταῖς ἀπὸ Νηΐδος. προσβαλεῖν προσάξειν.

`461`

ἵππους δʼ ἐν ἀμπυκτῆρσιν ἀμπυκτῆρες οἱ κορυφιστῆρες, τὰ κυρίως λεγόμενα προμετωπίδια. νῦν δὲ λέγει τοῖς χαλινοῖς, ἵνʼ ᾖ τοὺς ἵππους θυμοῦ πλήρεις ὄντας τοῖς χαλινοῖς ἀνακόπτει καὶ παράγει, ἤδη βουλομένους ἐλθεῖν παρὰ ταῖς πύλαις. ἐν ἀμπυκτῆρσιν χαλινοῖς. κυρίως οἱ περὶ τὴν κεφαλὴν ἱμάντες τοῦ χαλινοῦ ἄμπυξ καλοῦνται. ἐμβριμωμένας θυμὸν πνεούσας καὶ φρυαττούσας.

`462`

δινεῖ συστρέφει, ἀνακόπτει.

`463`

φιμοὶ ἠχοῦσι, ἀποτελοῦσι κακὰ κατὰ τὴν συνήθειαν τὴν βαρβαρικήν. οἱ πρὸς τοῖς ῥώθωσι τοῦ ἵππου σιδηρέαι τῶν χαλινῶν περιφέρειαι ὥσπερ κώδωνας εἶχον κενοὺς, εἰς οὓς ἐκ τῶν μυκτήρων εἰσιὸν πνεῦμα ἦχον ἀπετέλει. ἐποίουν δὲ τοῦτο οἱ βάρβαροι, ἐμιμοῦντο δέ τινες τῶν Ἑλλήνων, ὥσπερ καὶ ὁ Ἐτεοκλῆς οὗτος.

`464`

μυκτηροκόμποις πνεύμασι ἡ δοτικὴ ἀντὶ γενικῆς. τοῖς ἐκ τῶν μυκτήρων σφοδρῶς ἐκπνεομένοις.

`465`

ἐσχημάτισται ἡ ἀσπὶς δὲ τοῦ Ἐτεόκλου ἐζωγράφηται οὐ μικρὸν τρόπον, ἤγουν οὐ λιτῶς οὐδὲ εὐτελῶς· ἔχει δὲ ἐσχηματισμένον ἄνδρα ὁπλίτην πρὸς ἀναβάσεις κλίμακος βαδίζοντα καὶ ἀνερχόμενον πρὸς τὸν πύργον τῶν ἐχθρῶν. βοᾷ δὲ οὗτος ὁ ἐν τῇ ἀσπίδι ὁπλίτης ἐν συλλαβαῖς γραμμάτων ὡς οὐδʼ ἂν ὁ Ἄρης σφε καὶ αὐτὸν ἐκβάλοι τῶν πύργων. καὶ τῷδε ἤγουν τῷ Ἐτεόκλῳ πέμπε τὸν ἱκανὸν ἀπείργειν ἀπὸ τῆς πόλεως τῆς ἡμετέρας τὸν δούλειον ζυγὸν, τουτέστι τὸν δυνάμενον μὴ ἐᾶσαι ἡμᾶς γενέσθαι δούλους τοῖς ἐχθροῖς. ἐσχημάτισται τετύπωται. οὐ μικρὸν ταπεινὸν καὶ φαῦλον. οὐ πενιχρῶς, εὐτελῶς.

`466`

ἢ καὶ οὕτως ἡ σύνταξις· ἀνὴρ γὰρ ὁπλίτης καὶ ὁπλοφόρος ἐρχόμενος, δηλονότι πρὸς τῶν ἐχθρῶν καὶ παρὰ τῶν ἐχθρῶν, — τοῦτο δὲ ἐλλειπτικῶς ἐστιν — τί ποιεῖ; στείχει καὶ ἀνέρχεται πρὸς τὰς ἀναβάσεις—θέλων ἐκπέρσαι.

`468`

χοὖτος ὥσπερ ὁ τοῦ Καπανέως.

`470`

φερέγγυον ἱκανώτατον.

`472`

τόνδε ὃν μέλλω εἰπεῖν. τῷ τίνι πεμφθήσεται.

`473`

οὐ κόμπον ἐν χεροῖν ἔχων οὐκ ἀσπίδα κομπασμάτων πλήρη φέρων.

`475`

ὃς οὔτι καὶ οὐδαμῶς φοβηθεὶς βρόμον καὶ ἦχον φρυαγμάτων ἱππικῶν μάργων, οἱονεὶ μαινομένων καὶ ἐνθουσιώντων, ἐκ τῶν πυλῶν χωρισθείη. μάργων μανικῶν.

`477`

ἀλλʼ ἢ θανὼν πληρώσει καὶ ἀποδώσει τὰ τροφεῖα τῇ χθονὶ, ἤγουν ἀποδώσει τὰς τῆς ἀνατροφῆς χάριτας τῇ πατρίδι ἀποθανὼν ὑπὲρ αὐτῆς. ἢ καὶ τοὺς δύο ἄνδρας, τὸν Ἐτέοκλον δηλαδὴ καὶ τὸν ἐζωγραφημένον τῇ ἀσπίδι αὐτοῦ, ἑλὼν καὶ τὸ πόλισμα — τουτέστι τὸν πύργον — τὸ ἐν τῇ ἀσπίδι, εἰς ὃ ὁ ὁπλίτης ἀνήρχετο, κοσμήσει τοῦ πατρὸς δῶμα ἐν τοῖς λαφύροις. κωμῳδεῖ δὲ τοῦτο ὁ ποιητὴς ἐμπαίζων. τροφεῖα τὰ ὀφειλόμενα τοῖς τροφεῦσι γέρα. πληρώσει τελέσει. ἀνταποδώσει.

`478`

δύʼ ἄνδρε τὸν ἐν ἀσπίδι καὶ τὸν φέροντα ταύτην.

`479`

ἑλὼν γρ. ἐλθών. κρατήσει. πατρός γρ. πάλιν.

`480`

ἄλλῳ γρ. ἄλλον.

`481`

ἐπεύχομαι ἐπεύχομαι δὴ κατὰ πάντα μὲν εὐτυχεῖν σε, ὦ πρόμαχε τῶν ἐμῶν δόμων, ὦ προπολεμῶν τῆς οἰκίας ἡμῶν, τοῖσι δὲ, ἤγουν τοῖς πολεμίοις, ἐπεύχομαι δυστυχεῖν. ὥσπερ δὲ ὑπέραυχα καὶ ὑπέρογκα καὶ κενόδοξα λέγουσιν ἐπὶ τῇ ἡμετέρᾳ πόλει, τώς νιν, οὕτως αὐτοὺς ἐπίδοι ὁ Ζεὺς ὁ πάντα διανέμων καὶ διοικῶν, κοταίνων καὶ ὀργιζόμενος κατʼ αὐτῶν. ἢ στικτέον εἰς τὸ εὐτυχεῖν, ἵνʼ ᾖ ἡ σύνταξις οὕτως· ἐπεύχομαι δὴ τάδε μὲν, ἤγουν τὰ παρʼ ἡμῶν γινόμενα, εὐτυχεῖν καὶ εὐτυχῶς ἔχειν, τοῖσι δὲ καὶ τούτοις δυστυχεῖν. ἢ οὕτως· ἐπεύχομαι τῷδε μὲν καὶ τούτῳ τῷ Ἐτεοκλεῖ ὥστε εὐτυχεῖν, τοῖσι δὲ καὶ τούτοις, ἤγουν τοῖς πολεμίοις, ἐπεύχομαι ὥστε δυστυχεῖν. τὸ δὲ ἰὼ πρόμαχʼ ἐμῶν δόμων διὰ μέσου. τῷδε τῷ ἡμετέρῳ.

`482`

πρόμαχʼ Ἐτέοκλες. τοῖσι τοῖς πολεμίοις.

`483`

ὑπέραυχα ἀλαζονικά. ὑπέρκομπα. βάζουσι βοῶσιν, ἀπειλοῦσιν. εἰπὼν πρόσθεν πληθυντικῶς βάζουσιν εἶτα ἐπήνεγκε ἑνικὸν τὸ νίν. εἰσὶ δὲ οἵ φασιν καὶ τὸ νίν ἀντὶ τοῦ αὐτούς.

`484`

νιν αὐτόν.

`485`

νεμέτωρ ὁ πάντα διοικῶν, ἢ ὁ μεμφόμενος τοῖς ὑπέρφροσιν, ἢ ὁ πάντων πάροχος.

`486`

τέταρτος ἄλλος, γείτονας πύλας ἔχων ἤτοι γείτονας τῶν ὧν εἶπεν ἄνωθεν. γείτονας οὖν πύλας τὰς τῆς Ἀθηνᾶς φησι τῆς Ὀγκαίας, ἀφʼ ἧς καὶ αἱ πύλαι αὗται Ὀγκαῖαι ἐλέγοντο. ἄνωθεν γὰρ τῶν πυλῶν ἐκεῖσε ἡ Ἀθηνᾶ ἐγέγραπτο. σημείωσαι δὲ ὅτι ἐξ ἱστορίας τοιαύτης Ὄγκα ἡ Ἀθηνᾶ παρὰ Θηβαίοις ἐλέγετο. Ἀγήνωρ ὁ Τύριος ἔσχε παῖδας τρεῖς, Εὐρώπην, Κάδμον καὶ Κίλικα. τῆς δὲ Εὐρώπης ὑπὸ τοῦ Διὸς ἁρπαγείσης ἀπέστειλεν ὁ Ἀγήνωρ τοὺς ἑτέρους παῖδας αὑτοῦ εἰς ζήτησιν αὐτῆς, καὶ εἰ μὴ εὕροιεν, προσέταξε μὴ ἐπανήκειν. ὁ οὖν Κάδμος ἐλθὼν εἰς Ἑλλάδα καὶ μὴ εὑρὼν τὴν Εὐρώπην εἰς Δελφοὺς ἦλθεν ἐρωτήσων τὸν Ἀπόλλωνα ποῦ κατασταίη. ὁ δὲ θεὸς εἶπεν αὐτῷ μετὰ τὸ ἐξελθεῖν τοῦ ἱεροῦ τῷ εὑρεθέντι ἀκολουθεῖν. εὑρέθη βοῦς· ἠκολούθει οὖν αὐτῇ. ἦλθεν εἰς Θήβας, ὤλισθεν ἡ βοῦς, καὶ ὁ Κάδμος ἐκεῖ ᾤκησε, καὶ ἔθυσε τὴν βοῦν Ἀθηνᾷ, καὶ τῇ Αἰγυπτίων φωνῇ ταύτην ἐτίμησεν Ὄγκαν ὀνομάσας· οὕτω γὰρ ἐν τῇ Αἰγύπτῳ καὶ τῇ Τύρῳ καὶ τῇ Φοινίκῃ καλεῖται ἡ Ἀθηνᾶ· ὅθεν οὕτως καὶ αἱ πύλαι ὠνομάσθησαν. ἀπὸ δὲ τοῦ Κίλικος τοῦ Κάδμου ἀδελφοῦ Κιλικία ἡ χώρα. γείτονας ταῖς Νηΐτισι.

`488`

σχῆμα καὶ μέγας τύπος τὸ σχῆμα καὶ ὁ τύπος ἐκ παραλλήλου. μέγας φοβερός.

`489`

ἅλω δὲ πολλὴν ἅλως ἐστὶ κυρίως, ὅταν νέφη περὶ τὸν ἥλιον ἐκταθέντα λευκὰ φαίνηται καὶ ὡς ἐν κύκλῳ τοῦ ἡλίου γένηται. νῦν δὲ λέγει τὸν ῥοῖζον καὶ τὴν συνεχῆ κίνησιν τῆς ἀσπίδος. φησὶν οὖν, δινήσαντος, ἤγουν κινήσαντος, ταύτην τοῦ Ἱππομέδοντος ἔφριξα, καὶ οὐ ψευδῆ λέγω.

`490`

ἔφριξα ὠρθίασα ταῖς θριξί. οὐκ ἄλλως παρʼ ἃ εἶδον.

`491`

ὁ σηματουργὸς δʼ οὔ τις ὁ δὲ ποιήσας τὴν ἀσπίδα καὶ σημεῖα ἐγγράψας αὐτῇ οὐκ ἦν, ὡς ἔοικεν, εὐτελὴς, ὅστις ὤπασεν ἐπὶ τῆς ἀσπίδος, ἤτοι ἔδωκεν καὶ παρέσχε καὶ ἱστόρησεν ἐπὶ τῆς ἀσπίδος τοῦτο τὸ ἔργον, τουτέστι Τυφῶνα ἀφιέντα ἀπὸ τοῦ στόματος καπνὸν μέλανα, τὸν τοῦ πυρὸς ἀδελφόν. τὸ γὰρ πῦρ καὶ ὁ καπνὸς ἀδελφοί εἰσιν ἐκ τῆς εὐεξάπτου ὕλης τικτόμενοι. αἰόλην δὲ τὴν εὐκίνητον καὶ ταχεῖαν λέγει καὶ ἑλισσομένην συχνῶς. σηματουργὸς ζωγράφος. σημείων ἐργάτης. εὐτελὴς φαῦλος.

`492`

ὤπασε ἱστόρησε. ἐτύπωσε.

`493`

ἱέντα πέμποντα.

`494`

λιγνὺν ἀναθυμίασιν. καπνόν. καπνὸς ἀπὸ ξύλων, ἀτμὸς ἀπὸ ὕδατος, αἰθάλη ἀπὸ λίθου, βδέλος ἀπὸ λύχνου, λιγνὺς ἀπὸ κηρίων καὶ ἐλαίων, κνίσσα δὲ ἀπὸ κρεῶν. αἰόλην ταχεῖαν. ποικίλην. πυρὸς κάσιν ὁ γὰρ καπνὸς ἕπεται τῷ πυρὶ φυσικῶς.

`495`

ὄφεων δὲ πλεκτάναισι τὸ κύτος δὲ, φησὶ, τὸ στρογγύλον τοῦ κύκλου δηλαδὴ τῆς ἀσπίδος τῆς κοιλογάστορος — ὅλη γάρ τις περιφερὴς καὶ κοίλη προσυπεμφαίνεται — προσηδάφισται καὶ προσπέπλεκται πλεκτάναις τῶν ὄφεων νειόθεν καὶ ἀπʼ ἀρχῆς αὐτῆς τῆς ἀσπίδος, ἤτοι ἡ ἀσπὶς κύκλοθεν ἔχει ἐζωγραφημένους ὄφεις περιπεπλεγμένους. περίδρομον κύτος τὸ χώρημα τῆς ἀσπίδος. περίδρομον ἐν κύκλῳ. κύτος τὸ πλάτος. στρογγύλον τὸ διαχώρημα.

`496`

προσηδάφισται ὑπέστρωται.

`497`

ἔνθεος δʼ Ἄρην βακχᾷ βακχᾷ δὲ καὶ ἐνθουσιᾷ καὶ ὁρμᾷ πρὸς τὸν πόλεμον ἔνθεος καὶ ὁρμητικὸς καὶ πηδητικὸς πρὸς τὴν ἀλκὴν ὡς θυὰς ἤτοι βάκχη τις, φόβον βλέπων, ἤτοι ἐκπληκτικῶς καὶ φοβερῶς. γράφεται δὲ καὶ βάκχα, καὶ συντάσσεται οὕτως, ἔνθεος δὲ καὶ ὁρμητικός ἐστιν ὁ Τυφὼς πρὸς τὸν Ἄρην, ὥσπερ τις βάκχα θυὰς καὶ μαινομένη. ἔνθεος κάτοχος καὶ ἐξεστηκώς.

`498`

βακχᾷ μαίνεται. ἀλκὴν πόλεμον. θυὰς μαινὰς Διονυσιακή. φόβον βλέπων ἤγουν ἐκ μόνης τῆς θέας φόβον ἐμβάλλων.

`499`

πεῖραν δοκιμήν. ἔντευξιν. εὖ φυλακτέον ἄξιός ἐστι φυλάξασθαι καὶ σκοπῆσαι ἵνα ἀρκοῦντά τινα ἀντιτάξεις αὐτῷ.

`500`

πρὸς πύλαις αἷς ἐτάχθη. κομπάζεται ὑψοῦται καὶ φέρεται διʼ ἐκείνου.

`501`

πρῶτα μὲν Ὄγκα πρῶτα μὲν ἡ Ἀθηνᾶ, ἥτις ἀγχίπτολις πύλαισι τούτων, ἤτοι πλησίον τῶν τῆς πόλεως πυλῶν ἐστι γειτνιάζουσα — ἄνωθεν γὰρ τῶν πυλῶν ἐγέγραπτο ἡ Ἀθηνᾶ μισοῦσα τὴν ὑπερηφανίαν τοῦ Ἱππομέδοντος καὶ τὴν εἰς τοὺς θεοὺς ὕβριν — εἴρξει αὐτὸν ἀπὸ τῆς πόλεως, ὥσπερ ἀετὸς τῶν νεοττῶν αὐτοῦ δράκοντα δύσχιμον. σὺν τῇ Ἀθηνᾷ δὲ καὶ ὁ Ὑπέρβιος ὁ υἱὸς τοῦ Οἴνοπος· εἶτα μεταξὺ ἐπαινεῖ ἐκεῖνον λέγων, ἀνὴρ οὔτε κατὰ τὸ εἶδος οὔτε κατὰ τὴν προθυμίαν οὔτε κατὰ τὴν κίνησιν τῶν ὅπλων μωμητὸς προεκρίθη ἀντιμαχέσασθαι τῷ Ἱππομέδοντι, θέλων ἐξιστρορῆσαι μοῖραν, ἤτοι θέλων μαθεῖν τὰ πεπρωμένα καὶ πῶς αὐτῷ ταῦτα ἔχουσι, καὶ εἴτε ἱκανός ἐστι τούτῳ ἀντιτάξασθαι εἴτε καὶ μὴ, καὶ πῶς τὰ τῆς μοίρας ἐκβαίη αὐτῷ. ταῦτα δὲ μάθοι ἐν τῇ χρείᾳ τοῦ κατὰ τύχην συμβεβηκότος αὐτῷ. ἀγχίπτολις γρ. ἐγχίπτολις, ἡ διὰ τοῦ ἔγχους πορθοῦσα τὰς πόλεις.

`502`

ὕβριν καὶ μεγαλαυχίαν.

`503`

εἴρξει κωλύσει αὐτὸν ἀπὸ τῶν πολιτῶν ὡς ἀπὸ τῶν νεοσσῶν ὁ ἀετὸς τὸν χαλεπὸν δράκοντα τὸν δύσχιμον, ἀπὸ τοῦ δυς καὶ τοῦ εἷμα, δύσιμον, καὶ πλεονασμῷ τοῦ χ δύσχιμον, ὡς καὶ τὸ «πέπλοι «μελάγχιμοι.» νεοσσῶν ὑμῶν τῶν αὐτῆς θρεμμάτων. δύσχιμον δυσχείμερον ἀνέχοντα τὸν χειμῶνα. ὁ ὄφις φύσει ψυχρὸς ὤν. ἐπεὶ δὲ νεοσσῶν εἶπε, διὰ τοῦτο ἐπήγαγε καὶ τὸν δράκοντα οἰκείως, ἅτε πολέμιον τοῖς νεοσσοῖς. ὤφειλε δὲ τὸ δύσχιμον διὰ διφθόγγου γράφεσθαι ἀπὸ τοῦ χειμῶνος, νῦν δὲ ἠναγκάσθη διὰ τὸ μέτρον καὶ συνέστειλεν αὐτό· ἕκτος γάρ ἐστι πούς.

`505`

κατʼ ἄνδρα τὸν Ἱππομέδοντα. ᾑρέθη προὐκρίθη.

`506`

ἐξιστορῆσαι γνῶναι, ἐρωτῆσαι. μαθεῖν. μοῖραν τὴν αὐτοῦ. ἐν χρείᾳ τύχης χρεία γὰρ καιρός ἐστι μαθεῖν τὴν αὐτοῦ τύχην. ὁ γὰρ πόλεμος τοὺς εὐτυχεῖς καὶ τοὺς δυστυχεῖς κρίνει.

`507`

θυμὸν τὴν ψυχικὴν προθυμίαν. σχέσιν διάθεσιν.

`508`

Ἑρμῆς δʼ εὐλόγως συνήγαγεν ἰστέον ὅτι πάντα τὰ ὁδαῖα καὶ τὰ ἑρμαῖα καὶ κατὰ τύχην συμβεβηκότα τοῖς βροτοῖς τῷ Ἑρμῇ ταῦτα ἀνατιθέασιν Ἕλληνες. ἐπεὶ οὖν καὶ τούτοις συνέβη τυχηρῶς πως ἀλλήλοις ἀντιτάξασθαι, τοῦτο εἴρηκεν. Ἑρμῆς λέγεται ὁ λόγος καὶ θεός. τὰ γὰρ ἀπὸ τῆς τύχης συμβαίνοντα Ἑρμῇ ἀνατιθέασιν οἱ Ἕλληνες, ὅθεν καὶ τὰ ἐν ὁδῷ εὑρηθέντα ἕρμαια ἐκάλουν, ὅτι συμμερίτην αὐτῶν ἐποίουν Ἑρμῆν. ἐπεὶ οὖν καὶ τῷ Ὑπερβίῳ ἐκ τύχης πάντα ταῦτα συνῆλθεν, εἶδος ψυχῆς, προθυμία πρὸς μάχην, διάθεσις ὅπλων, ἦν δὲ καὶ ὁ Ἱππομέδων τοιοῦτος. εἰκότως Ἑρμῆν αὐτοὺς ξυναγαγεῖν εἴρηκεν. ἢ, ὃ καὶ κρεῖττον, ἐπειδὴ ὁ μὲν Ὑπέρβιος τὸν Δία ἐπὶ τῆς ἀσπίδος φέρει, ὁ δὲ Ἱππομέδων τὸν Τυφῶ, Ζεὺς δὲ καὶ Τυφὼς ἐχθροὶ, διὰ τοῦτο τὸν Ἑρμῆν εὐλόγως ξυναγαγεῖν εἶπεν· ὅθεν καὶ τὴν κατασκευὴν ἐπάγει. ξυνήγαγεν αὐτούς.

`509`

ἀνὴρ ὁ ἡμέτερος. ἀνδρὶ τῷ τῷ πολεμίῳ. ξυστήσεται συμπαρατάξεται.

`510`

συνοίσετον δὲ πολεμίοις συνεισφέρουσι δὲ, φησὶν, οἱ δύο, Ἱππομέδων καὶ ὁ τοῦ Οἴνοπος υἱὸς, ἐπὶ τῶν ἀσπίδων πολεμίους θεοὺς ἐζωγραφημένους. ὁ μὲν γὰρ Ἱππομέδων ἔχει τὸν Τυφῶνα, τῷ Ὑπερβίῳ δὲ ἐγκεκόλαπται σταδαῖος καὶ στάσιμος, ὡς κατὰ σύστασιν μαχόμενος, ὁ Ζεὺς ἀπὸ τῆς χειρὸς φλέγων καὶ ἀνάπτων τὸν κεραυνὸν, καὶ οὐδαμῶς τις οἶδε τὸν Δία νικηθέντα πώποτε παρά τινος. ξυνοίσετον συνάψουσι.

`511`

ὁ μὲν Ἱππομέδων.

`513`

σταδαῖος ἧσται ἡδρασμένος ἑδράζεται. βέλος τὸν κεραυνόν. φλέγων γρ. φέρων. εἰ μὲν γρ. φλέγων, ἡ διά ἀντὶ τῆς ἀπό ληφθείη. εἰ δὲ φέρων, ἡ διά ἀντὶ τῆς ἐπί.

`515`

τοιάδε μέντοι τοιαύτη μέν ἐστιν ἡ ἡμετέρα τῶν Ἀργείων οἰκείωσις καὶ σχέσις καὶ φιλία πρὸς τοὺς θεούς. εἶτα παρακατιὼν οἷον ἐν λύσει τοῦ ἀθρόου φησὶν ὅτι ἡμεῖς παρὰ τῶν κρατούντων ἐσμὲν ἀεὶ ἀρχόμενοι, δηλαδὴ τοῦ Διὸς καὶ τῶν ἑτέρων θεῶν, οἱ δὲ Ἀργεῖοι εἰσὶ τῶν νικωμένων, τουτέστι τοῦ Τυφῶνος καὶ τῶν ὁμοίων. τὸν γὰρ Τυφῶνα ὁ Ζεὺς κεραυνώσας κατεταρτάρωσεν ἀντιστάντα αὐτῷ. τοιάδε εἰρωνικόν. προσφίλεια σχέσις, οἰκείωσις.

`516`

πρὸς τῶν κρατούντων δʼ ἐσμὲν ἡμέτερος γάρ ἐστιν ὁ Ζεύς. οἱ δʼ ἡσσωμένων ἐκείνοις δὲ ὁ Τυφώς.

`517`

ὧδʼ οὕτως.

`518`

εἰ ὁ Ζεὺς, φησὶν, ἰσχυρότερός ἐστιν ἐν τῇ μάχῃ τοῦ Τυφῶνος, — ἐστὶ δὲ εἰκὸς τοὺς μὴ φιλοῦντας τοῦτον πράξειν κακῶς κατὰ τὰ γεγραμμένα ἐπὶ ταῖς ἀσπίσιν αὐτῶν ὀγκηρὰ σήματα —, πάντως καὶ τῷ Ὑπερβίῳ πρὸς τὸν λόγον τοῦ ἐν τῇ ἀσπίδι αὐτοῦ σήματος γένηται· ἐπὶ δὲ τῆς ἀσπίδος αὐτὸς τυχὼν ἐζωγραφημένος ἀναντιρρήτως σωτὴρ γένοιτο. καρτερώτερος ἰσχυρότερος.

`520`

τυχών συμβὰς, εὑρεθείς.

`521`

ὁ χορός φησιν ὅτι θαρρῶ ἔμπροσθεν τῶν πυλῶν ῥῖψαι τὴν κεφαλὴν αὐτοῦ τοῦ ἐπὶ τῆς ἀσπίδος ἔχοντος εἰκονισμένον τὸν Τυφῶνα τὸν τοῦ Διὸς ἐχθρόν. καὶ εἰ ὁ μὲν νοῦς τοιοῦτος, καὶ ἡ σύνταξις οὕτως· πέποιθα τὸν ἐν τῷ σάκει βαστάζοντα τὸ σῶμα τὸ ἀντίτυπον καὶ ἐναντίον τοῦ Διὸς, περιφραστικῶς αὐτὸν τὸν Τυφῶνα τὸν μισητὸν τοῖς ἀνθρώποις καὶ τοῖς ἀθανάτοις θεοῖς, ἰάψειν καὶ πέμψειν ἔμπροσθεν τῶν πυλῶν τὴν ἑαυτοῦ κεφαλήν. τὸν Ἱππομέδοντα. ἀντίτυπον τὸν ἀντίπαλον.

`522`

τοῦ χθονίου τοῦ ὑπὸ γῆν Τυφῶνος.

`523`

δαίμοσιν ἐχθρῶν εἴκασμα ἤτοι εἰς ἴνδαλμα καὶ τύπον τῶν ἐχθρῶν τοῖς θεοῖς, τουτέστιν εἰς σημεῖον καὶ παράδειγμα τῶν ὧν πάσχουσιν οἱ τῶν θεῶν ἐχθροί. δαίμοσιν τοῖς ἥρωσιν. εἴκασμα εἰκονισμένον.

`524`

δαροβίοις τοῖς ἀϊδίοις.

`525`

ἰάψειν ῥίψειν· φονευθεὶς γὰρ πεσεῖται.

`527`

Βορραίαις πύλαις ταῖς ἀφορώσαις πρὸς τὸ βόρειον μέρος. ταῖς ἀπὸ Βορραίου καλουμέναις.

`528`

τύμβον κατʼ αὐτὸν πλησίον γὰρ ἦν.

`530`

σέβειν τιμᾶν. πεποιθὼς ἐν αὐτῇ. ὑπέρτερον κρείττονα.

`531`

βίᾳ ἀνάγκῃ, ἀκουσιότητι.

`532`

τόδʼ αὐδᾷ τοῦτο φωνεῖ καὶ λέγει τὸ βλάστημα τὸ ἐκ τῆς ὀρεσκόου καὶ ὀριτρόφου μητρὸς, τὸ καλλίπρῳρον καὶ τὸ εὐειδὲς, τὸ τὴν πρῷραν ἐπανθοῦσαν ἔχον τοῖς κάλλεσι. τοῦτο δὲ τροπικὸν ἀπὸ τῆς νεώς· ὥσπερ γὰρ ἡ πρῷρα ταύτης θεωρία τις καὶ ἄποψις τυγχάνει τῶν πόρρωθεν, καὶ οἷον διʼ αὐτῆς τὸ μακρόθεν διαγινώσκεται, οὕτω καὶ τὸ τοῦ ἀνθρώπου εἶδος πρῷρά τις φαίνεται. καὶ προορᾶται γὰρ ἐμφανῶς ἅπασι καὶ καταφαίνεται μάλιστα τῶν ἄλλων μερῶν τοῦ σώματος. ὀρεσκόου τῆς περὶ τὰ ὄρη ἀναστρεφομένης, ὡς τοξικῆς τε καὶ κυνηγετικῆς ἐφόρου· ἤτοι τῆς Ἀταλάντης τῆς ἐν τῷ ὄρει κοιμωμένης καὶ διατριβούσης ἐκεῖσε· κυνηγὸς γὰρ ἦν. τὸ δὲ σκο μικρὸν διὰ τὸ μέτρον. ματρός αὕτη ἡ Ἀταλάντη θυγάτηρ ἦν τινὸς ὑπηρετρίας τῆς Ἀρτέμιδος, συγκυνηγὸς δὲ ἐχρημάτιζε τῇ Ἀρτέμιδι, ἐν ὄρεσιν ἐρχομένη ἀεί. ἐρασθεῖσα δὲ ὑπό τινος βοσκοῦ καὶ φθαρεῖσα τὴν παρθενίαν ἐμυσάχθη ὑπὸ τῆς θεοῦ. ἔτεκε δὲ παῖδα καὶ ὠνόμασε τοῦτον Παρθενοπαῖον. ματρὸς ἐξ ὀρεσκόου Ἀταλάντης τῆς ἐν τῷ ὄρει διαιτωμένης ἅτε ἱερείας οὔσης Ἀρτέμιδι. Ἀ. τ. ἐν τ. ὄ. κοιμωμένης.

`533`

ἀνδρόπαις ἀνὴρ ἢ ὁ παῖς ὁ νεωστὶ εἰς ἄνδρας ἐλθὼν, ἢ ὁ ἐν τῇ παιδικῇ ἡλικίᾳ ἀνδρεῖος ὤν. λέγει δὲ τὸν Παρθενοπαῖον τὸν υἱὸν τῆς Ἀταλάντης, ἥτις καὶ Παρθενόπη ἐλέγετο, ἀφʼ ἧς καὶ οὗτος Παρθενοπαῖος ἐκλήθη· ὃς ἐξ Ἀρκαδίας εἰς τὸ Ἄργος μετῴκησε. βλάστημα γέννημα. καλλίπρῳρον καλλιπρόσωπον, ἐκ μεταφορᾶς τῆς ἐν νηῒ πρῴρας. ἀνδρόπαις πρὸς ἄνδρας παραγγείλας ἄρτι ἤτοι πλησίον.

`534`

στείχει δʼ ἴουλος ἄρτι ἤτοι νῦν ἀπήρξατο γενειάζειν· στείχει δὲ καὶ βαδίζει διὰ τῶν παρειῶν αὐτοῦ ἴουλος, φησὶ, θρὶξ ἀνατέλλουσα καὶ ἀναφύουσα, ἀναβλαστάνουσα, ἀναφερομένη καὶ ἐξερχομένη τῆς ὥρας φυούσης, ἤγουν τῆς αὐτοῦ ἡλικίας, φυούσης καὶ ἀναθαλλούσης καὶ ἐπανθούσης. ἢ τοῦ νενομισμένου καιροῦ τοῖς νέοις ἀναφύοντος τὸν ἴουλον. ἴουλος γένειον.

`535`

ὥρας φυούσης πρέποντος καιροῦ. ταρφὺς δασυτάτη ἢ τρυφερά. πυκνὴ, συνεχῶς. ἀντέλλουσα ἀναβλαστάνουσα. ὁ δʼ ὠμὸν, οὔτι εἴπομεν ἄνωθεν ὅτι περὶ τοῦ Παρθενοπαίου τοῦ υἱοῦ τῆς Ἀταλάντης ἐνταῦθα διαλαμβάνει. φησὶν οὖν, ὁ δὲ, ἤτοι ὁ Παρθενοπαῖος, προσίσταται ταῖς πύλαις, οὐδαμῶς φρόνημα ἔχων παρθένων, χαῦνον δηλαδὴ καὶ μαλακὸν, ἐπώνυμον αὐτῷ, οἷα καὶ Παρθενοπαίῳ καλουμένῳ, ἀλλὰ ὠμὸν καὶ ἀπηνὲς καὶ χαλεπὸν, ἔτι δὲ καὶ γοργὸν ὄμμα ἔχων. ὠμὸν θρασὺ, φονικόν. παρθένων ἐπώνυμον τουτέστι χαῦνον, ἥμερον. ἤτοι μαλακὸν καὶ κατὰ τὸ ὄνομα αὐτοῦ.

`537`

γοργὸν καταπληκτικὸν, ἐκ μεταφορᾶς τῆς Γοργοῦς.

`539`

τὸ γὰρ πόλεως ὄνειδος περὶ τῆς Σφιγγός φησιν, ἐξ ἧς τῷ Οἰδίποδι προσεγένετο τῇ οἰκείᾳ συμμιγῆναι μητρὶ, ἀναιρήσαντι ταύτην τῇ εὑρέσει τοῦ αἰνίγματος· ὅθεν τῇ πόλει πάσῃ τῶν Θηβαίων ἐγένετο ὄνειδος. συντάσσεται δὲ οὕτως, τὸ γὰρ πόλεως ὄνειδος, τὸ διʼ οὗ δηλαδὴ τῷ Οἰδίποδι καὶ τῇ πόλει πάσῃ ὄνειδος ἐγένετο, τουτέστι τὴν Σφίγγα τὴν ὠμόσιτον, ἐνώμα καὶ ἐκίνει καὶ ἔφερε προσμεμηχανευμένην καὶ κατεσκευασμένην ἐν σάκει χαλκηλάτῳ γόμφοις, ἤτοι διαπεπερονημένῳ τοῖς ἥλοις, τῷ τοῦ σώματος προβλήματι. τοῦτο γὰρ δηλοῖ τὸ σάκος, ὅπερ ὁ πολεμιστὴς τοῦ οἰκείου προτίθησι σώματος. ὄνειδος διὰ γὰρ τὴν Σφίγγα ὠνειδίζοντο Θηβαῖοι.

`540`

προβλήματι σκεπάσματι. φυλακῇ.

`541`

ὠμόσιτον τὴν ὠμῶς καὶ ἀπηνῶς σιτουμένην τοὺς ἄνδρας. μεμηχανημένην μετὰ μηχανῆς κατεσκευασμένην καὶ προσηλωμένην. μετὰ μηχανῆς προσκεκαρφωμένην καὶ ἐζωγραφημένην.

`542`

λαμπρὸν ἔκκρουστον δέμας πρὸς τὸ λαμπρὸν τέθεικε καὶ τὸ ἔκκρουστον, ἤτοι ἐκκροῦον καὶ ἀποτρέπον, καταπληκτικὸν καὶ ὑπερεκπλῆττον τῇ λαμπρότητι τοὺς θεατάς. καὶ Ὅμηρος ἡνία σιγαλόεντα φησὶ τὰ λαμπρὰ καὶ σιγὴν καὶ ἔκπληξιν ἐμποιοῦντα τοῖς βλέπουσι. γόμφοις ἐν καρφίοις. ἥλοις. λαμπρὸν χρυσοειδές. ἔκκρουστον κατάπληκτον τῇ αἴγλῃ.

`543`

φέρει δʼ ὑφʼ αὑτῇ φῶτα φέρει δὲ ἡ Σφὶγξ ἕνα τῶν Καδμείων ἐν τοῖς ὄνυξιν ἑαυτῆς οὕτως ὥστε δοκεῖν ἐπʼ αὐτῷ πλεῖστα βέλη ἰάπτεσθαι καὶ ἐμβάλλεσθαι. λέγει δὲ βέλη τοὺς αὐτῆς ὄνυχας. φέρει δʼ ὑφʼ αὑτῇ οὕτω γὰρ ἐμεμηχάνητο ἡ Σφὶγξ ἐν τῷ σάκει ἁρπάζουσα καὶ διασπαράττουσα ἕνα Καδμείων ὥστʼ εἰκάσαι ἂν πολλοῖς βέλεσι τοῦτον βάλλεσθαι· πανταχῆ γὰρ τοῦ σώματος ἐσπαραγμένος ἐδόκει τοῖς ὄνυξι ταύτης.

`544`

ἰάπτεσθαι πέμπεσθαι.

`545`

παραγενόμενος δὲ ἐνταῦθα ἔοικεν οὐ ψεύσασθαι καὶ τῷ δοκεῖν ἀπατῆσαι τοὺς βλέποντας, μὴ καλῶς καὶ ὡς προσῆκον ἀνδρὶ γενναίῳ μαχόμενος. τῆς γὰρ μάχης ὁλοσχερῶς ἅπτεται. καπηλεύσειν ψεύσασθαι, προδώσειν, διαφθείρειν.

`546`

πόρον πορείαν.

`547`

ὁ δὲ τοιόσδʼ ἀνὴρ ἀνόσιον φόνον δράσας ὁ Παρθενοπαῖος πρὸς Ἄργος ἔφυγεν· Ἀρκὰς γὰρ ἦν. διὰ δὲ τὸ συμβὰν αὐτῷ εἰς Ἄργος κατῆλθε. φησὶν οὖν ὅτι ὁ ἀνὴρ οὗτος μέτοικός ἐστιν ἐξ Ἀρκαδίας, Ἄργει δὲ ἐκτίνων καὶ ἀποδιδοὺς καλὰ τροφεῖα καὶ χάριτας τῆς ἐκεῖσε ἀνατροφῆς αὐτοῦ ἀπειλεῖ τοῖς ἡμετέροις πύργοις κακὰ ἃ μὴ πληρώσειεν ὁ θεός.

`548`

μέτοικος ἐν Ἀρκαδίᾳ γὰρ γεννηθεὶς, ἐν Ἄργει μετοικήσας ἀνετράφη. ἐκτίνων ἀποδιδούς.

`549`

θεὸς ἡ τύχη.

`550`

εἰ γὰρ τύχοιεν εἰ γὰρ παρὰ τῶν θεῶν τύχοιεν ἐπαξίως ὧν φρονοῦσι καὶ ἀλαζονεύονται ἐπὶ τῶν ἀσπίδων κομπάσματα ἔχοντες, ὄντως ἂν οὗτοι παγκάκως ὀλοίατο. γρ. εἴ ἀντὶ τοῦ εἴθε. Λουκιανοῦ «Εἲ γὰρ γένοιτο.» εὐκτικὸν τὸ εἴ. πολὺ δὲ παρὰ Πλάτωνι τοῦτο. ἡ κατασκευὴ αὐτὴ πρὸς τὸν τοῦ ἀγγέλου λόγον ἔστιν. εἰπόντος γὰρ ἐκείνου ἅπερ ἀπειλεῖ τῇ πόλει μὴ τελειώσειεν ἡ τύχη, φησὶν οὗτος, ἐπινοουμένου ἔξωθεν τοῦ ναί, εἴθε γὰρ τύχοιεν παρὰ τῶν θεῶν ὧν καθʼ ἡμῶν φρονοῦσιν, τουτέστιν ἅπερ ἡμῖν ἀπειλοῦσιν αὐτοὶ πάθοιεν, καὶ ὄντως ἂν εἰ γένοιτο τοῦτο, ἀπολεσθεῖεν ἂν σὺν αὐτοῖς ἐκείνοις κομπάσμασι πανώλεθροι καὶ παγκάκως.

`551`

αὐτοῖς ἐκείνοις σύν.

`552`

ἤτʼ ὄντως καί. πανώλεις πανώλεθροι. ὀλοίατο φθάροιεν ἄν.

`553`

χεὶρ δʼ ὁρᾷ τὸ δράσιμον ἄλλο οὐδὲν οὗτος οἶδεν ἢ σιωπᾶν μὲν, τῇ δὲ χειρὶ πολεμεῖν. περιφραστικῶς, ἀντὶ τοῦ πολεμικώτατός ἐστιν.

`554`

χεὶρ αὐτοῦ.

`555`

τοῦ πάρος λελεγμένου τοῦ Ὑπερβίου.

`556`

ὃς οὐκ ἐάσει γλῶσσαν ὅστις Ἄκτωρ ὁ τοῦ Ὑπερβίου ἀδελφὸς οὐκ ἐάσει τὴν γλῶτταν τῶν ἐργμάτων ἄτερ ἔσω τῶν τῆς πόλεως πυλῶν εἰσελθεῖν καὶ αὐξῆσαι τὰ κακὰ, ἤτοι ὃς τὸν κόμπον τῶν πράξεων ἀποδέοντα οὐκ ἐάσει, ἤγουν ἐφέξει, ὥστε μὴ εἴσω πυλῶν γενέσθαι τῆς πόλεως, δηλονότι τὸν Παρθενοπαῖον τὸν φέροντα ἐπὶ τῆς ἀσπίδος τῆς πολεμικῆς εἰκόνα καὶ ἱστορίαν τοῦ μισητοῦ θηρίου, τουτέστι τῆς Σφιγγός. ὃς οὐκ ἐάσει ὃς οὐκ ἐάσει τὸν Παρθενοπαῖον ἅπερ ἀπειλεῖ καθʼ ἡμῶν διαπράττεσθαι, διὰ λόγων μὲν πορθοῦντα τὴν πόλιν, ἀλλʼ οὐ διὰ πράξεων. εἰ δὲ τὸ ἐργμάτων ἀντὶ τοῦ κωλυμάτων λάβοις, οὕτως εἴποις, ἀκωλύτως καὶ δίχα ἐμποδισμάτων, διὰ γλώττης ἀσώτως πολλῶν γινομένων. ἐργμάτων πράξεων ἢ, κωλυμάτων. ἐργμάτων ἄτερ γρ. ἁρμάτων ἄτερ.

`557`

ἔσω γρ. ἔξω. εἰ μὲν γρ. ἔσω, τὴν οἰκείαν γλῶτταν λέγει· εἰ δὲ ἔξω, τὴν τοῦ Παρθενοπαίου. ἀλδαίνειν αὐξάνειν.

`558`

εἰσαμεῖψαι εἰσελθεῖν. ἐχθίστου μισητοῦ τῇ πόλει. δάκους παντὸς θηρίου ὥσπερ ἐπώνυμόν ἐστι τὸ δάκος· πάντα γὰρ δάκη λέγεται ὡς λύπης αἴτια.

`559`

εἰκὼ εἰκόνα.

`560`

ἔξωθεν εἴσω φέροντι μέμψεται ἤτοι ἡ Σφὶγξ ἡ τῷ σάκει ἐγγεγραμμένη, ἔξωθεν ἱσταμένη τοῦ τείχους καὶ πετροβολουμένη, μέμψεται τῷ φέροντι αὐτὴν ἔσωθεν, ἤτοι τῷ διὰ τῆς χειρὸς αὐτὴν φέροντι. μέμψεται ἡ Σφίγξ.

`561`

πυκνοῦ κροτησμοῦ σφοδροτάτου συνεχοῦς λιθοβολισμοῦ.

`563`

ἱκνεῖται διέρχεται. λόγος ὁ περὶ τοῦ Παρθενοπαίου. ἀκούουσα τὸν Παρθενοπαῖον τοιαῦτα καθʼ ἡμῶν φρονοῦντα τρέμω καί μοι δέος εἰσέρχεται.

`564`

τριχὸς δʼ ὀρθίας τοιοῦται γὰρ τῶν φοβουμένων αἱ τρίχες γίνονται. ὄρθιος ἔδει εἰπεῖν πρὸς τὸ πλόκαμος, νῦν δὲ ἐπήνεγκε πρὸς τὸ τριχός. ἐστὶ ταυτόν.

`565`

μεγάλα μεγαληγόρων κλύων πλαγίως ἐνταῦθα τὸν λόγον ὤφειλεν ἀποδοῦναι οὕτως· κλυούσης καὶ ἀκουούσης ἐμοῦ μεγαληγόρων ἀνδρῶν ἀνοσίων, ἤτοι τῶν μεγάλα καὶ ἐπῃρμένα μεγαληγορούντων, ὅμως δὲ κατʼ εὐθείας ἀπέδωκε τοῦτο πρὸς τὸν πόλεμον. μεγαληγόρων μεγαλαύχων.

`567`

ἀνοσίων ἀνδρῶν ἀσεβῶν, ἅτε μηδʼ αὐτῶν τῶν θεῶν ποιουμένων φροντίδα.

`568`

ἕκτον ὁ ἄγγελός φησι πρὸς τὸν Ἐτεοκλέα, ἰδοὺ λέγοιμι ἂν καὶ τὸν ἕκτον ἄνδρα σωφρονέστερον τῶν προειρημένων πέντε, πρὸς πύλαις δὲ ταῖς Ὁμολωΐσι τεταγμένον. Ὁμολωΐδες δὲ ἐλέγοντο ἀπὸ Ὁμολωΐδος τῆς θυγατρὸς τῆς Νιόβης.

`570`

Ὁμολωΐσι ταῖς ἀπὸ Ὁμολωΐδος θυγατρὸς Νιόβης καλουμέναις.

`571`

κακοῖσι βάζει ἐν ὑβριστικοῖς λόγοις βάζει καὶ ὑβρίζει πολλὰ τὸν Τυδέα, τὸν ἀνδροφόντην λέγων, τὸν τῆς πόλεως ταράκτορα. ἀνδροφόντην δὲ τοῦτον ἐκάλεσεν, ἐπειδὴ τοὺς Μελαίνης ἀπέκτεινε παῖδας, Ἀλκάθουν καὶ Λυκάνορα. κακοῖσι βάζει κακολογεῖ, λέγει.

`572`

τὸν ἀνδροφόντην ἐπεὶ τῆς Μελαίνης ἀπέκτεινε παῖδας, Ἀλκίφθορον καὶ Λυκάνορα. τὸν πόλεως ταράκτορα τὸν δημεγέρτην. ταράκτορα τὸν πολλὰ καὶ κακὰ καταράξαντα τὴν πόλιν. λέγει δὲ αὐτὸν συνωθῆσαι τοὺς Ἀργείους κατὰ Θηβῶν ἐκστρατεῦσαι· ὡς γὰρ φονεὺς ἀπελθὼν εἰς τὸ Ἄργος τοῦ καθαρθῆναι γέγονεν Ἀδράστου γαμβρός.

`573`

μέγιστον Ἄργει τῶν κακῶν ἤγουν τοῦ κατὰ Θηβαίων πολέμου.

`574`

Ἐρινύος κλητῆρα τὸν καλεστὴν τῆς κατάρας. ἐπειδὴ ἐπηράσατο ὁ Οἰδίπους τοῖς τέκνοις αὑτοῦ μεθʼ αἵματος διαμερίσαι τὴν βασιλείαν, ταύτης τῆς Ἐρινύος, φησὶ, καλεστὴς ὁ Τυδεὺς γέγονεν· οὗτος γὰρ συγκατῆλθε μετὰ τοῦ Πολυνείκους εἰς τὸ Ἄργος πρὸς τὸν ἐκεῖσε βασιλεύοντα Ἄδραστον, καὶ συνεβούλευσεν αὐτῷ στρατεῦσαι κατὰ Θηβαίων. κλητῆρα καλεστήν. ἐπειδὴ γὰρ αἱ μὲν Ἐρινύες ἔφοροι κακῶν καὶ δυστυχημάτων, κατηράσατο δὲ ὁ Οἰδίπους τοῖς αὑτοῦ παισὶ σιδήρῳ διαλαχεῖν τὴν ἀρχὴν, εἰκότως αὐτὸν Ἐρινύος κλητῆρα λέγει, ὡς μᾶλλον τὸν κατὰ Θηβαίων παρακινήσαντα πόλεμον, ὥσπερ εἰ ἔλεγε πληρωτὴν κατάρας τῆς τοῦ Οἰδίποδος.

`575`

τῶνδε βουλευτήριον τῶν παρόντων σύμβουλον.

`576`

τὸν σὸν αὖθις πρόσμορον τὸν ἐγγὺς τοῦ θανάτου, κακοθάνατον. γρ. πρόσσπορον, ἀντὶ τοῦ ἐκ τοῦ αὐτοῦ σπόρου. καὶ τὸν σὸν ἀδελφὸν, δηλαδὴ τὸν Πολυνείκην, τὸν πλησιοθάνατον, ἢ τὸν συμπράκτορα τοῦ Τυδέως, κακοῖσι βάζει ἀπὸ κοινοῦ ἐξυπτιάζων καὶ ἐξαπλῶν καὶ οἷον ὕπτιον καὶ ἀνατεταμένον τιθεὶς τῇ διαλύσει τὸ τούτου ὄνομα, λέγω δὴ τὸ Πολυνείκης, δίς τε ἐνδατούμενος ἤτοι εἰς δύο μερίζων καὶ διακόπτων αὐτὸ εἰς τὸ πολύ καὶ τὸ νεῖκος, τὸ ἐν τῇ τελευτῇ καλεῖ καὶ τοῖς ἑαυτοῦ περιφέρει χείλεσι, τὸ νεῖκος δηλαδὴ λέγων, ὡς πολλὰ νείκη τῇδε θήσεται. τὸν οὐκ ἐπὶ φιλίᾳ συνάδελφον γενόμενον, ἀλλʼ ἐπὶ μάχῃ καὶ φθορᾷ, τὴν βίαν λέγω τοῦ Πολυνείκους, ἤτοι τὸν Πολυνείκην, ἐξυπτιάζων καὶ ἀναπτύσσων τὸ αὐτοῦ ὄνομα καὶ εἰς δύο τέμνων καλεῖ καὶ ὀνομάζει ἐν τῇ τελευτῇ νεῖκος καλῶν, τὸ πολύ παριείς.

`577`

ἐξυπτιάζων ἐξαπλῶν, ἐξευτελίζων. διαλύων, ἀναπτύσσων. ὄνομα αὐτοῦ.

`579`

λέγει δὲ τοῦτʼ ἔπος εἰρωνευόμενος.

`580`

προσφιλές εὐαπόδεκτον.

`581`

ἀκοῦσαι τινά. μεθυστέροις τοῖς μεθʼ ἡμᾶς.

`582`

τοὺς ἐγγενεῖς τοὺς ἐν τῷ γένει τῶν Θηβαίων ὄντας καὶ ἐντεῦθεν τὴν γέννησιν σχόντας, οἷον Ἡρακλῆν, Διόνυσον, Σεμέλην, τοὺς ἄλλους. ἢ τὸ ἐγγενεῖς ἀντὶ τοῦ ἐκ προγόνων τοῖς Θηβαίοις τιμωμένους, ἵνʼ ᾖ καθολικὸν διὰ πάντας θεούς.

`583`

ἐπακτὸν ξένον. ἐμβεβληκότα ἐπαγαγόντα.

`584`

μητρός τε πηγήν τινὲς δὲ στίζουσι μέχρι τοῦ πηγήν, καὶ λέγουσιν οὕτως· μητρός τε πηγὴν, τὴν Δίρκην, περιφραστικῶς δὲ τὰς Θήβας, τὴν τῆς Ἰοκάστης πατρίδα. ἕτεροι δὲ ὡς ἓν ἀναγινώσκοντές φασιν οὕτως· τὴν τῆς μητρὸς πηγὴν, ἤτοι τὰ δάκρυα, τίς καὶ ποία δίκη κατασβέσει καὶ ἐκδικήσει; τῶν Θηβαίων τὰ δάκρυα μαράνῃ. πηγὴν τῶν δακρύων. δίκην εἰ καὶ δικαίως πρὸς τὸν πόλεμον ὥρμησεν ὑπὲρ τῆς πατρίδος στρατεύων ἀλλὰ, τῆς μητρὸς δάκρυα, ἃ ὑπὲρ ἀμφοτέρων τῶν ἀδελφῶν πολεμούντων καθίησιν ἐξ ὀμμάτων, πάσης δίκης ὑπέρτερα· ὅθεν δεῖ φοβεῖσθαι ταῦτα μὴ σοὶ γένοιτο κινδύνου αἴτια.

`586`

πῶς σοὶ σύμμαχος ἐκ τοῦ «πῶς σοὶ σύμμαχος γενήσεται» δηλοῖ ὅτι, εἰ πορθήσεις αὐτὴν καὶ κύριος γενήσῃ, μεμνημένη ὧν ὑπὸ σοῦ πέπονθεν, οὐ βοηθήσει σοὶ ἐν χρείᾳ πολέμου. ὃν γὰρ οἱ ὑπήκοοι αἰδοῦνται καὶ μὴ δεδίασιν, οὗτος βέβαιός ἐστιν ἄρχων. γενήσεται ἐν ὑστέρῳ καιρῷ.

`587`

ἔγωγε μὲν δὴ ἔγωγε μὲν ταύτην τὴν γῆν πιανῶ, ἐπὶ τῆς πολεμίας γῆς κρυφθεὶς μάντις. κεραυνῷ γὰρ σχισθεῖσα ἡ γῆ ἔλαβεν αὐτόν. πιανῶ δοξάσω, κοσμήσω.

`588`

κεκευθὼς κρυβεὶς, κατακευσθείς. ὑπὸ γρ. ἐπί.

`589`

μαχώμεθʼ, οὐκ ἄτιμον ὁ Ἀμφιάραος, οἷα μάντις, εἰδὼς ὅτι ἐκεῖ καταποθεὶς ὑπὸ τῆς γῆς ὕστερον μετὰ θάνατον ἔσται μαντείας ἐκφέρων τοῖς θέλουσι καὶ χρήζουσι καὶ τιμὰς ἕξει λαμπρὰς, φησὶ, μαχώμεθα· οὐ γὰρ ἄτιμον καὶ ἄδοξον καὶ ἀφανῆ ἐλπίζω μόρον· αἰνιττόμενος τὴν μετὰ θάνατον αὑτοῦ τιμήν. θανὼν γὰρ αὐτὸς ἐμαντεύετο ἐκ τοῦ μαντείου· ὅθεν καὶ ἐτιμήθη ὡς θεὸς παρὰ τοῖς Θηβαίοις.

`590`

τοιάδʼ ὁ γρ. τοιαῦθʼ ὁ. νέμων γρ. ἔχων.

`591`

ηὔδα ἔλεγε. κύκλῳ ἤγουν τῇ ἀσπίδι.

`593`

βαθεῖαν ἄλοκα βαθεῖαν ἔχων τὴν ἄλοκα τῆς φρενὸς, ἐξ ἧς φρενὸς φύεται τὰ ἀγαθὰ βουλεύματα. τοῦτο ὁ Πλάτων ἐν τῇ Πολιτείᾳ ἀπεδέξατο σφόδρα. τοῦτο οὖν, φησὶ, καρπούμενος καὶ τρυγῶν βαθεῖαν καὶ λιπαρὰν ἄλοκα τῆς φρενὸς, ἐξ ἧς φύεται τὰ ἀγαθὰ βουλεύματα, ὥσπερ βλαστήματα. βαθεῖαν λιπαράν. δασεῖαν. καρπούμενος ἔχων, τρυγῶν. ἔχων, κτώμενος.

`594`

κεδνὰ συνετά. βλαστάνει ἀναφύεται.

`595`

τούτῳ σοφούς τε τούτῳ, φησὶ, τῷ Ἀμφιαράῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας καὶ ἀντιπάλους καὶ ἀντιμάχους ἐπαινῶν καὶ κρίνω στεῖλαι. τροπικῶς ὡς ἐπὶ ναυμαχίας. ἀντηρέτας ἀντιστάτας.

`596`

ἐπαινῶ ἀποδέχομαι. δεινὸς δεξιός.

`597`

φεῦ τοῦ ξυναλλάσσοντος τοῦ συνάγοντος. ἀπὸ μεταφορᾶς τῶν τὰς συναλλαγὰς καὶ συμβόλαια ποιουμένων. τοῦτο δέ ἐστιν ὃ λέγει, ἰδὼν τὸν Ἀμφιάραον ὁ Ἐτεοκλῆς, ἄνδρα ὄντα ἀγαθὸν καὶ εὐσεβῆ, συστρατευόμενον μετʼ ἀνθρώπων πονηρῶν καὶ ἀσεβῶν, ἐπαρᾶται τῇ τύχῃ, καί φησι, φεῦ τοῦ ὄρνιθος, ἤγουν τῆς τύχης καὶ τοῦ μαντεύματος τοῦ συναλλάσσοντος καὶ συνάγοντος καὶ ἑνοῦντος τὸν δίκαιον ἄνδρα τοῖς ἀσεβεστέροις. ἀποκλαίεται γὰρ αὐτὸν ὁ Ἐτεοκλῆς ὡς προλέγοντα ἐκεῖσε θανεῖν αὑτόν. συναλλάσσοντος συναριθμοῦντος. ὄρνιθος τῆς τύχης καταχρηστικῶς.

`600`

καρπὸς οὐ κομιστέος οὐκ ἄξιος κομίζεσθαι ὁ καρπὸς τῆς τῶν πονηρῶν φιλίας ἄντικρύς ἐστιν. καρπὸς τῆς κακῆς ὁμιλίας τὸ ἀποτέλεσμα. οὐ κομιστέος οὐκ ἄξιος κομίσασθαί τινα αὐτόν.

`601`

ἄτης βλάβης. ἐκκαρπίζεται ἐκφύει.

`602`

ἢ γὰρ ξυνεισβὰς τὰ ἀπὸ τῆς κακῆς ὁμιλίας γινόμενα κατὰ μέρος διέξεισι, καί φησιν ὅτι ὁ εὐσεβὴς ἀνὴρ, εἴτε ἐν θαλάσσῃ συμπλέοι πονηροῖς καὶ κακοῖς ἀνδράσιν, εἴτε ἐν γῇ διάγοι μετὰ πονηρῶν καὶ ἀσεβῶν ἀνδρῶν, φθείρεται καὶ ἀπόλλυται καὶ αὐτὸς σὺν ἐκείνοις, διὰ τὴν ἐκείνων ἀσέβειαν. ἡ δὲ σύνταξις οὕτως, ὁ εὐσεβὴς γὰρ ἀνὴρ ἢ εἰς πλοῖον συνεισβὰς καὶ συνελθὼν ναύταις θερμοῖς καὶ σπουδαίοις εἰς τὸ πανουργεύεσθαι ὄλωλε σὺν τῷ τοῖς θεοῖς μισητῷ γένει τῶν ἀσεβῶν ἀνδρῶν, ἢ δίκαιος ὢν σὺν πολίταις ἀνδράσιν ἐχθροξένοις τε καὶ ἐχθροῖς τῶν ξένων καὶ ἀμνήμοσι τῶν θεῶν ἐδάμη καὶ ἐδαμάσθη, πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ. ξυνεισβάς συνελθών.

`603`

θερμοῖς πρὸς τὴν κακίαν θερμοῖς καὶ γελωτοποιοῖς. οἱ γὰρ γελοιαζόμενοι θερμὴν καὶ ἔκλυτον ἔχουσι τὴν ψυχήν. ἰστέον δὲ ὅτι πολλή ἐστιν ἡ διαφορὰ τοῦ διαλελυμένου καὶ τοῦ συνθέτου. μέγας μὲν θυμὸς τὸ πολὺ τοῦ χόλου, μεγάθυμος δὲ ὁ μεγαλόφρων καὶ μεγαλόψυχος. καὶ χειροδίκης μὲν συνθέτως ὁ βίαιος καὶ οὐκ ἐν τοῖς νόμοις, ἀλλʼ ἐν ταῖς χερσὶν αὑτοῦ κείμενον ἔχων τὸ δίκαιον, δίκην δὲ ἔχων ἐν χερσὶν ὁ δίκαιοις καὶ ἀεὶ πρὸ χειρῶν οἷον φέρων τὸ δίκαιον. οὕτω καὶ θερμὸν ἔργον διαλελυμένως μὲν τὸ ἀναιδὲς καὶ θρασὺ, θερμουργὸς δὲ ἀνὴρ ἐν συνθέσει, κατὰ λόγον ἐπαινετὸν, ὁ θαρραλέος καὶ μὴ ψυχρὸς εἰς ἔργον. θερμοῖς διαπύροις εἰς κακίαν.

`604`

θεοπτύστῳ κακῷ, θεομισεῖ.

`606`

ἐχθροξένοις ἐχθρῶς περὶ ξένων ὑποδοχὴν διακειμένοις, ἢ ἐχθροῖς περὶ τοὺς φίλους.

`607`

ταυτοῦ κυρήσας κυρήσας καὶ ἐπιτυχὼν δικαίως τοῦ αὐτοῦ καὶ τοῦ ὁμοίου ἐκείνοις ἀγρεύματος. τουτέστι, σὺν αὐτοῖς θηρευθεὶς καὶ τῇ αὐτῇ παγίδι παγείς. ταυτοῦ κυρήσας ὁμοίου ἐπιτυχών. ἐκδίκως ἀδίκως. ἐνδίκως γρ. ἐκδίκως.

`608`

παγκοίνῳ γρ. παγκοίνως. δημοσίᾳ. δάμη ἠφάνισται.

`609`

οὗτος δʼ ὁ μάντις τὸν υἱὸν λέγω τοῦ Οἰκλέους, ἤγουν τὸν Ἀμφιάρεων. σώφρων καὶ δίκαιος καὶ εὐσεβὴς ἀνὴρ ὢν συγκαθελκυσθήσεται καὶ εἰς τὸν ᾍδην καταχθήσεται μετὰ τῶν ἀσεβῶν, συμμιγεὶς ἀνοσίοις καὶ ἀσεβέσιν ἀνδράσι, θρασυστόμοις καὶ φλυάροις. υἱὸν Οἰκλέως γρ. Ὀϊκλέους. Ἀμφιάραος.

`610`

εὐγενὴς γενναῖος. εὐσεβής γρ. εὐγενής.

`612`

θρασυστόμοισιν ὑβρισταῖς. βίᾳ φρενῶν ἤγουν ἄκων. τείνουσι ἕλκουσιν αὐτόν. πομπὴν πορείαν. μακρὰν μεγάλην. πόλιν εἰς.

`615`

δοκῶ μὲν οὖν δοκῶ, φησὶ, τὸν Ἀμφιάραον μηδὲ προσεγγίσαι ταῖς τῆς ἡμετέρας πόλεως πύλαις, οὐχ ὡς δειλὸν, οὐδὲ ἐν κακίᾳ φρονήματος, ἀλλὰ γινώσκειν ὅτι σφε, ἤγουν αὐτὸν, ἀπόκειται τελευτῆσαι ἐν τῇ μάχῃ, εἰ ἔσται καρπὸς καὶ τέλος τοῖς τοῦ Ἀπόλλωνος μαντεύμασιν, ἤτοι, εἰ ἀληθῆ εἰσι τὰ θέσφατα τοῦ Ἀπόλλωνος. δοκῶ λογίζομαι. σφε αὐτόν. τὸ πρῶτον σφέ ἀντὶ τοῦ αὐτὸν, τὸ δὲ δεύτερον ἀντὶ τοῦ αὐτούς. προσβαλεῖν πλησιάζειν.

`616`

ὡς ὅτι. λήματος κάκῃ φρονήματος δειλίᾳ.

`617`

ὡς ὅτι. σφε αὐτούς. χρὴ ἀπόκειται. τελευτῆσαι μάχῃ ἄνω διεξιόντος τοῦ ἀγγέλου ὡς Ἀμφιάραος εἶπεν ὅτι ὑπὸ γῆν κρυβήσεται καὶ ταύτην δοξάσει, Ἐτεοκλῆς τῷ μὲν περὶ τοῦ μάντεως θανάτῳ πιστεύει, λέγει δὲ εἰκαστικῶς ὡς, ἐπειδὴ μάντις ἐστὶν, οἶδε καὶ τὴν τῶν ἄλλων τελευτὴν, οὐκ ἐθέλει δὲ λέγειν τοῦτο, ἀλλὰ σιγᾷ.

`618`

εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου εἰ φύει ἀλήθειαν τὸ μάντευμα τοῦ Ἀπόλλωνος, εἰ ἡ ἀλήθεια παρέπεται τῷ μαντεύματι ὡς καρπὸς, εἰ ταῖς τοῦ Ἀπόλλωνος μαντείαις τέλος ἔνι. καρπὸς κέρδος. θεσφάτοις τοῦ Λοξίου μαντεύμασιν ἃ Ἀπόλλων αὐτῷ δέδωκε· πάντες γὰρ οἱ μάντεις ἐξ ἐκείνου τὴν μαντικὴν ἔχουσιν.

`619`

φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια παραδιαζευκτικὸς ἀντὶ τοῦ συνδετικοῦ, ἤγουν ἢ λέγειν ἀντὶ τοῦ καὶ λέγειν. τὰ καίρια τὰ ἔγκαιρα, τὰ ὠφέλιμα παρασιγᾶν. τὸ καὶ περὶ τῆς αὐτῶν τελευτῆς.

`620`

ὅμως δʼ ἐπʼ αὐτῷ ὅμως δὲ ἐπʼ αὐτῷ τῷ Ἀμφιαράῳ ἀντιτάξομεν καὶ ἀντιστήσομεν πυλωρὸν, ἤγουν φύλακα τῶν πυλῶν, ἄνδρα ἐχθρόξενον, ἤτοι ἐχθρὸν ὄντα τοῖς ἐξ ἀλλοδαπῆς ἐλθοῦσι πρὸς βλάβην ἡμῶν, Λασθένους βίαν, περιφραστικῶς τὸν Λασθένην.

`621`

ἐχθρόξενον δημοτικὸν καὶ ἀλλοφύλοις ἐχθρόν. ἀντιτάξομεν ἀντιστήσομεν.

`622`

ἡβῶσαν γρ. ἡβῶντα. ἀκμάζουσαν. φύσει λίαν. γράφεται καὶ φέρει. δέον δὲ εἰπεῖν φέροντα πρὸς τὴν προηγουμένην αἰτιατικὴν, φέρει εἶπεν ἐναλλάξας τὴν σύνταξιν.

`623`

ποδῶκες ὄμμα σημείωσαι ὅτι ὁ Εὐριπίδης ἔνθα γράφει «πόδα τυφλόν» ἀπὸ τοῦ ἐνταῦθα ῥητοῦ τὸ τοιοῦτον ἀφείλετο. εὔστροφον. χεῖρα δʼ οὐ βραδύνεται τὴν χεῖρα δὲ οὐ βραδύς ἐστιν ὥστε ἁρπάσαι καὶ προσβαλεῖν τὸ δόρυ εἰς μέρος ἐχθροῦ, γυμνωθὲν τῆς ἀσπίδος. ὅμως δὲ εἰ καὶ ἀνδρεῖός ἐστιν οὗτος καὶ ἐπιτήδειος, ἀλλὰ τοῦ θεοῦ ἐστι δῶρον εὐτυχεῖν τοὺς ἀνθρώπους. τοσοῦτον γάρ ἐστι ταχὺς εἰς πόλεμον ὥστε ἁρπάσαι καὶ προσλαβεῖν δόρυ γυμνωθὲν παρὰ τῆς ἀσπίδος, τουτέστιν ἐάν τινα αἴσθηται μέλλοντα βάλλειν αὐτὸν, καὶ ἐν ᾧ μέλλει βαλεῖν καὶ κινήσειν τὴν χεῖρα, γυμνωθέντα τῆς ἀσπίδος, ἣν εἶχεν εἰς φυλακὴν καὶ διʼ ἧς ἐκαλύπτετο, ἐὰν ταῦθʼ οὕτω γενόμενα ἴδοι, πρὶν παρʼ ἐκείνου τετρῶσθαι, αὐτὸς ἐν τῷ γυμνωθέντι μέρει ἐκεῖνον βάλλει τῷ δόρατι. ἢ οὕτως, ἁρπάσαι καὶ ταχέως κινῆσαι δόρυ παρὰ τὸ γυμνωθὲν μέρος τῆς ἀσπίδος τοῦ ἀνταγωνιστοῦ, τουτέστιν εἰ συνίδοι τὸν αὐτοῦ ἀντίπαλον γυμνωθέντα τῆς ἀσπίδος κατά τι μέρος αὐτοῦ, τάχιστα βάλλει αὐτὸν ἐκεῖσε τῷ δόρατι.

`625`

εὐτυχεῖν τὸ νικᾶν.

`626`

ὁ χορὸς παρακαλῶν τοὺς θεούς φησιν, ὦ θεοὶ, κλύοντες καὶ ἀκούοντες δικαίους λιτὰς ἡμετέρας, εἰς τέλος ταύτας ἄγετε, ἵνα ἡ πόλις εὐτυχῇ, ἐκ τῆς ἡμετέρας πόλεως τρέποντες καὶ ἀποδιώκοντες τὰ ἀπὸ τοῦ πολέμου κακὰ πρὸς τοὺς ἐπιμόλους καὶ ἀπὸ ξένης γῆς παραγενομένους ἐνταῦθα. ὁ Ζεὺς δὲ ἔκτοθεν τῶν πύργων ἀποβαλὼν αὐτὸν κάνοι καὶ κόψοι κεραυνῷ. ἢ οὕτως· ὁ Ζεὺς ἔξω τῶν τειχῶν διαφθερεῖ αὐτοὺς βαλὼν κεραυνῷ.

`627`

τελεῖθʼ τέλος ἄγετε.

`628`

δορύπονα πολεμικά. ἐκτρέποντες ἀπορρίπτοντες, ἀποβάλλοντες, εἰς τοὐπίσω τρέποντες. ἐκτοπίζοντες, ἀποφέροντες. γᾶς πρὸς ἐπιμόλους γρ. γᾶς ἐπιμόλους χωρὶς τῆς πρός. τοὺς ἐπελθόντας ἐχθρούς· τούτους γὰρ δορύπονα κακὰ λέγει.

`630`

σφε αὐτούς. κάνοι ἀφανίσειε καὶ οὐδένα ἄγοι. γρ. κοινοῖ, καὶ εἰς κοινὸν ποιοῖ.

`633`

κατεύχεται ηὔχετο Πολυνείκης συμπαρατάττεσθαι Ἐτεοκλεῖ, καὶ φονεύσας τοῦτον θανεῖν καὶ αὐτὸς πλησίον αὐτοῦ. ἢ ὥσπερ αὐτὸς περὶ τοῦτον ἐποίησε πρώην ἐξελάσας τῆς πόλεως, οὕτω νῦν καὶ οὗτος περὶ αὐτὸν ποιήσειε, βουλὴν ἔχων πρὸ τῆς συμπαρατάξεως τοιαύτην, πλησιάσαι τοῖς τείχεσι καὶ παρὰ τῶν οἰκείων βασιλεὺς τῆς χθονὸς ἀναγορευθῆναι, καὶ πρὸς τοὺς θεοὺς ὕμνον καὶ εὐχὴν ᾆσαι τοιαύτην, δοίητέ μοι, θεοὶ, πορθῆσαι τὰς Θήβας δκαίως στρατευομένῳ. ἐστὶ δὲ τὸ τώς καὶ τὸν αὐτὸν τρόπον ἐκ παραλλήλου. τύχας δυστυχίας.

`634`

ἐπεμβὰς ἐπελθών. κἀπικηρυχθεὶς ἀναγορευθεὶς ἄρχων.

`635`

ἁλώσιμον παιᾶνʼ τὸν ἐπὶ πορθήσει γινόμενον πρὸς θεοὺς ὕμνον. ἐπεξιακχάσας ᾄσας. ἐπεξιακχάσας ἀντὶ τοῦ ἀλαλάξας παιᾶνα καὶ ὕμνον ἁλώσιμον καὶ ἐπινίκιον, τουτέστιν τὸν ἐν τῇ ἁλώσει τῶν Θηβῶν. ἴακχος δέ ἐστιν ὕμνος, ὃν ἔλεγον καταρχὰς οἱ μυούμενοι ἐπὶ τῷ Διονύσῳ. τοῦτο δὲ ἦν εὐχόμενος ὁ Πολυνείκης, ἢ συμπολεμῆσαι μετὰ σοῦ καὶ φονεύσας σε φονευθῆναι πέλας σοῦ, ἢ σὲ τὸν ἀτιμαστῆρα ἐκεῖνον τὸν ἀνδρηλάτην καὶ τὸν ἐξελάσαντα ἐκεῖνον ἀπὸ τῆς ἰδίας πατρίδος ζῶντα τιμωρῆσαι, κατὰ τὸν αὐτὸν τοῦτον τρόπον, τουτέστιν ὥσπερ ἐδίωξας ἐκεῖνον ἀπὸ τῆς πατρίδος, τὸν αὐτὸν τρόπον διώξει ἐκεῖνος σέ.

`636`

συμφέρεσθαι συμπαρατάττεσθαι.

`637`

ἀτιμαστῆρα τὸν ἀτιμάσαντα αὐτὸν πρώην.

`638`

τὸν αὐτὸν ὅνπερ σὺ αὐτόν. τίσασθαι τιμωρῆσαι.

`639`

τοιαῦτʼ ἀϋτεῖ φωνεῖ καὶ βοᾷ ἡ Πολυνείκους βία, περιφραστικῶς, αὐτὸς ὁ Πολυνείκης, καὶ καλεῖ τοὺς θεοὺς τοὺς γενεθλίους τῆς πατρικῆς χώρας γενέσθαι παντελῶς ἐποπτῆρας καὶ ἐπιτηρητὰς τῶν εὐχῶν αὐτοῦ, καὶ βοηθοὺς γενέσθαι αὐτῷ ἐπακούσαντας τῶν εὐχῶν αὐτοῦ. ἐστὶ δὲ ἡ περίφρασις ἡ διὰ πλειόνων λέξεων ἕν τι δηλοῦσα φράσις, ἐκ περιττῶν γὰρ γίνεται λέξεων. αὐξάνει δὲ τὸν ἔπαινον τοῖς ὑποκειμένοις προσώποις, ὡς τὸ «ἱερὸν μένος Ἀλκινόοιο,» καὶ «ἱερὰ ἲς Τηλεμάχοιο,» καὶ «βίη Ἡρακλείη,» ἤγουν ὁ Ἀλκίνοος, ὁ Τηλέμαχος, καὶ ὁ Ἡρακλῆς. γενεθλίους τοὺς ἐφόρους τῆς γενέσεως. πατρῴους.

`640`

ἐποπτῆρας ἐπακουστὰς καὶ πληρωτάς.

`641`

ὧν ἰδίων. πάγχυ λίαν.

`642`

ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος ἔχει δὲ, φησὶν, ὁ Πολυνείκης ἀσπίδα παραδόξως κατεσκευασμένην εὔκυκλον· καὶ ἐν αὐτῇ ἔχει σημεῖον κατεσκευασμένον διπλοῦν, ἤτοι ἄνδρα λέγω στρατιώτην, χρυσῷ κατεσκευασμένον, καὶ γυναῖκα ἡγουμένην ἤγουν προπορευομένην σωφρόνως. διʼ ὧν δὲ ἄνωθεν ἑαυτῆς ἐπιφέρει γραμμάτων ἡ γυνὴ αὕτη λέγει, ἐγὼ εἰμὶ ἡ Δίκη, ἤγουν ἡ Δικαιοσύνη, καὶ κατάξω καὶ εἰσάξω τὸν ἄνδρα τοῦτον εἰς τὴν ἑαυτοῦ πατρίδα. ἵσταται γὰρ ἐπὶ τῆς ἀσπίδος ἐζωγραφημένος ὁ Πολυνείκης καὶ ἔμπροσθεν ἐκείνου εἰκονισμένη γυνὴ σωφρόνως πορευομένη καὶ οὐκ ἀσχημόνως. αὕτη δέ ἐστιν ἡ Δίκη, καὶ ἔχει ἄνωθεν ἑαυτῆς γράμματα λέγοντα ὅτι ἐγώ εἰμι ἡ Δικαιοσύνη, καὶ ἐπεὶ ἀδίκως ἐξῶσεν ὁ Ἐτεοκλῆς τὸν Πολυνείκην ἀπὸ τῆς ἑαυτοῦ πατρίδος, πάλιν ἐγὼ κατάξω τοῦτον τὸν Πολυνείκην εἰς τὴν ἑαυτοῦ πατρίδα καὶ βασιλέα ταύτης ποιήσω. εὔκυκλον γράφεται καὶ εὔθετον ἀντὶ τοῦ εὐβάστακτον. θεῖναι γὰρ τὸ ἐναγκαλίζεσθαι λέγουσιν οἱ Ἀττικοὶ, ὡς τὸ «ὅπλα ἔθεντο» ἀντὶ τοῦ ἔλαβον. καινοπηγὲς παραδόξως κατεσκευασμένον.

`643`

προσμεμηχανευμένον ἐκ μηχανῆς πεποιημένον.

`644`

χρυσήλατον ἐκ χρυσοῦ κατεσκευασμένον. τευχηστὴν ὡπλισμένον.

`645`

ἡγουμένη προοδοποιοῦσα.

`648`

ἐπιστροφὰς διατριβάς.

`649`

τἀξευρήματα μηχανήματα.

`651`

ἀνδρὶ τῷδε ἀντὶ τοῦ ἐμοὶ, οὐ μέμψῃ ἐμοὶ ὧν ἀπήγγειλα. ἀνδρὶ τῷδε ἐμοί.

`652`

μέμψῃ Ἀττικῶς γράφεται δίφθογγον. ναυκληρεῖν πόλιν περιέπειν, φροντίζειν τῆς πόλεως. ναυκληρεῖν σώζειν.

`653`

ὦ θεομανές τε ὦ θεοῖς ἐπιμαινόμενε. ἐπιστρατεύῃ γὰρ τῇ πατρίδι καὶ τοῖς πατρῴοις θεοῖς. καὶ ὦ μέγα στύγος καὶ μῖσος τῶν θεῶν, ὦ πολλῶν δακρύων ἄξιε ἀδελφέ — λέγει δὲ ταῦτα ὁ Ἐτεοκλῆς πρὸς τὸν Πολυνείκην — φεῦ μοι, αἱ τοῦ πατρὸς, ἤγουν τοῦ Οἰδίποδος, κατάραι νῦν τέλος φέρουσιν ἑαυτῶν. κατηράσατο γὰρ ὁ Οἰδίπους διὰ σιδήρου καὶ αἵματος γενέσθαι αὐτοῖς τὴν διανομὴν τῶν χρημάτων. θεομανές θεόργητον. στύγος μίσημα.

`654`

πανδάκρυτον πολυπενθές.

`656`

ἀλλʼ οὔτε κλαίειν ὁ Ἐτεοκλῆς εἰς θρῆνον τραπεὶς διὰ τὰς τοῦ πατρὸς ἀρὰς, καὶ διὰ τὴν πρὸς τὸν ἀδελφὸν μάχην, ἵνα μὴ ὑπὸ τοῦ θρήνου ταράξῃ τοὺς πολίτας, πάλιν μεταφέρει ἑαυτὸν, καί φησιν, ἀλλʼ οὔτε κλαίειν οὔτε ὀδύρεσθαι πρέπει νῦν, ἵνα μὴ καὶ ἀφόρητος γόος καὶ χαλεπὸς τεκνωθῇ, ἤγουν αὐξηθῇ, ἐν τῇ πόλει.

`657`

τεκνωθῇ παρὰ τῆς πόλεως ἀναφύῃ. δυσφορώτατος δυσχερέστατος. τίς γὰρ ἰδὼν τὸν βασιλέα θρηνοῦντα οὐ μᾶλλον τότε ἢ πρώην θρηνεῖν ἐθελήσει;

`658`

ἐπωνύμῳ τοῦτό φησιν, ὅτι ταχέως γνωσόμεθα τὸ ἐπὶ τῆς ἀσπίδος ἐπίσημα ποῦ τελεσθήσεται, καὶ εἰς τί καταντήσει τῷ Πολυνείκει τῷ ἐπωνύμῳ. πάνυ γὰρ τὸ ἐπώνυμον τῇ φιλονεικίᾳ συμφωνεῖ. ἐτυμολογεῖται γὰρ τὸ ὄνομα ἀπὸ τοῦ πολὺ καὶ τοῦ νείκους, ἡ φιλονεικία. τῷ κατʼ ἐπώνυμα φιλονείκῳ.

`659`

ὅποι τελεῖ ὅπου ἄγει, φέρει.

`660`

εἴ νιν κατάξει ἐπεὶ ἄνωθεν εἶπεν ὅτι ἐπὶ τῆς οἰκείας ἀσπίδος ὁ Πολυνείκης ἔχει ἐζωγραφημένον ἄνδρα στρατιώτην, ἄγει δὲ ἐκεῖνον ἡ Δίκη, νῦν φησὶ περὶ αὐτοῦ ὁ Ἐτεοκλῆς, συντόμως νοήσομεν εἰς τί καταντήσει ἃ ἐπὶ τῆς ἀσπίδος ἔχει σημεῖα ὁ Πολυνείκης, ἐὰν αὐτὸν κατάξῃ εἰς τὴν πατρίδα καὶ κατοικήσῃ, τὰ χρυσότευκτα γράμματα τὰ φλυαροῦντα αὐτοῦ ἐπὶ τῆς ἀσπίδος, σὺν φοίτῳ καὶ μανίᾳ φρενῶν, ἤτοι μαινομένῃ διανοίᾳ. νιν αὐτόν. κατάξει εἰς τὴν πατρίδα.

`661`

φλύοντα φλυαροῦντα. σὺν φοίτῳ φρενῶν σὺν μανίᾳ.

`662`

εἰ δʼ ἡ Διὸς παῖς ἐὰν δὲ ἡ παρθένος ἡ παῖς τοῦ Διὸς ἡ Δίκη — τοῦ Διὸς γὰρ θυγάτηρ λέγεται αὕτη — παρῆν τοῖς ἔργοις ἐκείνου καὶ ταῖς φρεσὶ, τουτέστιν, ἐὰν τὴν δίκην εἶχεν ὁ Πολυνείκης συμπαροῦσαν καὶ ἔργοις καὶ λόγοις καὶ ἐνθυμήμασιν ἑαυτοῦ, καὶ οὐ κατὰ πάντα ἦν ἄδικος, τάχα ἂν τοῦτο ἦν, ἤγουν τὸ τὴν Δίκην βοηθῆσαι αὐτῷ, καὶ εἰσάξαι εἰς τὴν πατρίδα καὶ νικῆσαι ἡμᾶς. παρῆν ὑπῆρχεν.

`663`

τάχʼ ἂν τόδʼ ἦν τὸ τῆς καταγωγῆς.

`664`

ἀλλὰ τὸν Πολυνείκην οὐχ ἡ Δίκη λόγου ἄξιον ἔκρινεν οὔτε φυγόντα μητρόθεν σκότον ἤγουν γεννηθέντα, οὔτε ἀνατρεφόμενον, οὔτε ἀκμάσαντα οὔτε εἰς ἀνδρὸς ἡλικίαν καταστάντα, ἀντὶ τοῦ οὐδεμιᾷ ἡλικίᾳ ἔπραξέ τι δίκαιον, ἀλλʼ ἀεὶ ἄδικος καὶ ἄνομος ἦν. οὐδὲ νῦν οὖν ὑπολαμβάνω παραστατεῖν καὶ συνεῖναι αὐτῷ πλησίον νιν καὶ αὐτὴν τὴν Δίκην ἐπὶ κακώσει καὶ βλάβῃ τῆς πατρῴας γῆς. φυγόντα μητρόθεν σκότον πεσόντα τῆς μητρικῆς γαστρὸς καὶ εἰς φῶς ἐλθόντα. βούλεται δὲ διὰ τούτων πάντων παριστᾶν καὶ ἐλέγχειν αὐτὸν ὡς ἄδικον.

`665`

τροφαῖσιν ἀνατροφαῖς. ἐφηβήσαντα εἰς ἥβην ἐλθόντα καὶ νεανίσκον γενόμενον.

`666`

συλλογῇ τριχώματος καλῶς ἐχρήσατο τῷ συλλογῇ· οὐ γὰρ ἀθρόως φύεται, ἀλλὰ συλλέγεται κατʼ ὀλίγον.

`667`

προσεῖπε καὶ κατηξιώσατο εἶδεν αὐτὸν καὶ ἐφίλησε. ἀντὶ τοῦ, ἐν οὐδεμιᾷ ἡλικίᾳ ἔπραξε τὸ δίκαιον. προσεῖπε ἠσπάσατο. κατηξιώσατο ἐτίμησε.

`668`

μὴν γρ. μιν. κακουχίᾳ ὀλέθρῳ.

`669`

νιν αὐτήν. συμπαραστατεῖν συνεῖναι.

`670`

ἤδη τʼ ἂν εἴη εἰ δὲ μὴ, ἀπὸ τοῦ νῦν, φησὶν, ἡ Δίκη πάντη δικαίως ἔσται ψευδώνυμος, οὐ προσηκόντως ὀνομαζομένη Δίκη, ἐὰν συνυπάρχῃ ἀνδρὶ πάντα τολμῶντι καὶ πράττοντι, καὶ μὴ πτοουμένῳ τοὺς θεούς. δῆτʼ ἄρα.

`671`

παντόλμῳ φρένας θρασυτάτῳ καὶ ἀδικωτάτῳ.

`672`

τούτοις οἷς εἶπον. ξυστήσομαι συμπαρατάξομαι. συστάδην μαχεσθήσομαι.

`673`

ἐνδικώτερος ἢ ἐγώ.

`675`

ὡς λίαν.

`676`

κνημῖδας τὰς τοῖς ποσὶ καὶ τοῖς σκέλεσι περιβαλλομένας πρὸς φυλακήν. ἢ κνημῖδας τὰ σκουτάρια· καὶ γὰρ ταῦτά τις περιπεφραγμένος ἐντέχνως καὶ περικαλυψάμενος φυλάσσει ὅλῳ τῷ ἑαυτοῦ σώματι, καὶ οὐ προσβολαὶ καὶ ῥίψεις συνεχεῖς τῶν βελῶν καθάπτονται καὶ ἐμβάλλονται τῷ αὐτοῦ σώματι, ὡς περιτετειχισμένῳ καὶ καλῶς ὡπλισμένῳ. αἰχμῆς γρ. αἰχμήν. αἰχμῆς καὶ πετρῶν προβλήματα σκουτάρια. τὰ προβλήματα τῆς αἰχμῆς ἤτοι τὴν αἰχμὴν, περιφραστικῶς, ἣν προβαλλόμεθα εἰς μάχην. γράφεται καὶ πτερῶν, καὶ τὸ μὲν πετρῶν εἴποις οὕτως, τὰ προβλήματα τῶν πετρῶν ἤτοι τὴν ἀσπίδα, ἣν προβαλλόμεθα τοῦ σώματος, καὶ διʼ ἧς τοὺς ἐκ πολεμίων ἡμῖν ἐπιόντας λιθασμοὺς δεχόμεθα. τὰ δὲ πτερῶν προβλήματα τοὺς ὀϊστοὺς νόει. γρ. αἰχμὴν, ἵνʼ ᾖ οὕτως· φέρε ὡς τάχος καὶ ταχέως τὰς κνημῖδας καὶ τὴν αἰχμὴν καὶ ἕνεκα τῶν πετρῶν τὰ προβλήματα, ἤτοι τὰ σκουτάρια.

`677`

τέκος τέκνον.

`678`

ὀργὴν ὅμοιος γρ. ὁρμήν. τὸν τρόπον ὅμοιος τῷ ἀδελφῷ σου. τῷ κάκιστʼ αὐδωμένῳ τῷ βλασφημουμένῳ ὑπὸ σοῦ. ὀργὴν κατά. τῷ κάκιστʼ αὐδωμένῳ τῷ κακωνύμῳ Πολυνείκει.

`679`

ἀλλʼ ἅλις καὶ αὐτάρκως ἔχει τοὺς Καδμείους, ἤγουν τοὺς Θηβαίους, ἐλθεῖν εἰς χεῖρας τοῖς Ἀργείοις, ἀντὶ τοῦ ἀρκοῦσι καὶ δύνανται οἱ Θηβαῖοι συγκροτῆσαι πόλεμον μετὰ τῶν Ἀργείων. ἅλις ἀρκετόν ἐστι.

`680`

αἷμα γὰρ καθάρσιον τί δὲ αἰνιττόμενος διὰ τούτου τοῦ λόγου φησίν; ὅτι πᾶς ἄλλος φόνος καθαίρεται. ὁ γὰρ τῶν ἀλλοτρίων καὶ πολεμίων γινόμενος φόνος κάθαρσιν ἐπιδέχεται· ἡ δὲ μισητὴ ἀδελφοκτονία οὐδέποτε καθαίρεται. Ἄλλως. καθαρὸν τὸ αἷμα τῶν ἀλληλοκτονούντων ξένων ἐν πολέμοις, τὸ δʼ ἀδελφοκτονεῖν ἄντικρυς φονέων ἔργον. ἢ ὅτι αἷμα καθάρσιον ἀντὶ τοῦ πᾶς ἄλλος φόνος καθαίρεται, τὸ αἷμα δὲ τοῦτο καθάρσιον οὐκ ἐπιδέχεται, ὅταν οἱ ἀδελφοὶ αὐτόκτονοι γένωνται καὶ οὕτως αὐτοῖς ὁ θάνατος γένηται. εἰς χεῖρας εἰς μάχην. αἷμα γὰρ καθάρσιον ὁ τούτων πρὸς ἀλλήλους φόνος ἀνεύθυνός ἐστι καὶ καθαρὸς μιάσματος. κάθαρμα, καθάρσιον, κάθαρσις· καθάρσιον τὸ καθαῖρον· κάθαρσις αὐτὴ ἡ ἐνέργεια τῆς καθάρσεως· κάθαρμα δὲ αὐτὸ τὸ εἰς κάθαρσιν διδόμενον, οἷον λιμοῦ συμβάντος παρʼ Ἕλλησιν, ἤ τινος ἄλλου τῶν ἀπευκτῶν, λαμβάνοντες τὸν ἀηδέστατον καὶ παρὰ τῆς φύσεως ἐπιβεβουλευμένον πηρὸν, χωλὸν, τοὺς τοιούτους, τοῦτον ἔθυον εἰς ἀπαλλαγὴν τοῦ ἐνοχλοῦντος δαίμονος. ἐνταῦθα δὲ καθάρσιον αἷμα λέγεται καθαρὸν καὶ ἐλεύθερον μιάσματος.

`682`

οὐκ ἔστι γῆρας ἤγουν ἔκλειψις. τουτέστι, διὰ παντὸς γνωσθήσεται τοῦτο τὸ μίασμα. πέρας τέλος. εὑρεῖν, σολοικοφανές. γῆρας τέλος, ἀφανισμός. δέον δὲ εἰπεῖν ὡς οὐδέποτε εἰς λήθην ὁ τῶν ἀδελφῶν θάνατος ἔρχεται, ὁ δὲ ποιήσας ἐπανάληψιν πρὸς γενικὴν ἔτρεψεν εἰπὼν «οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος,» ἤγουν οὐδέποτε ἐξαλείφεται τοῦ γένους καὶ τῆς πόλεως ἡ τοιαύτη παρανομία. τὸ δὲ ὧδʼ αὐτοκτόνος ἀντὶ τοῦ ὑπʼ αὐτῶν τῶν ἀδελφῶν πραχθεὶς ὁ θάνατος καὶ οὐχ ὑπʼ ἄλλων. δέον δὲ εἰπεῖν αὐτοκτόνοιν πρὸς τὸ ἀνδροῖν, αὐτοκτόνος εἶπε πρὸς τὸ θάνατος. τοῦ μιάσματος τῆς ἁμαρτίας.

`683`

αἰσχύνης ἄτερ τοῦτό φησι, τὸ εὐκλεῶς ἀποθανεῖν, διὰ τὸ τιμωρῆσαι τοὺς ἐχθρούς. ὁ γὰρ ἀντικρὺ καὶ ἀντιπρόσωπον τῶν πολεμίων ἀνθιστάμενος καὶ ἀντιπαλαμώμενος καὶ μὴ ἀντιστρέψας καὶ νῶτα διδοὺς τοῖς ἐχθροῖς, ἐκεῖνος, φημὶ, τὸν θάνατον ἐπιδέχεται ἐντίμως καὶ εὐκλεῶς, καὶ ἀεὶ ἐπαινεῖται καὶ μακαρίζεται. κακὸν κίνδυνον.

`684`

μόνον γὰρ κέρδος ἕν ἐστι κέρδος τῷ τεθνηκότι τὸ ἑαυτὸν ἐκδικῆσαι ἀδικούμενον καὶ χωρὶς αἰσχύνης καὶ μετʼ εὐκλείας θανεῖν. ἐὰν δὲ ἀνεκδίκητος ἀποθάνῃ, ἕνεκά γε τῶν εἰς αὐτὸν γενομένων κακῶν καὶ αἰσχρῶν ἄδοξός ἐστι καὶ ἀκλεής. ἐν τεθνηκόσι τὸ ἀμύνασθαι τὸν λυποῦντα. τουτέστι τὸ χωρὶς αἰσχύνης τεθνάναι.

`686`

τί μέμηνας τέκνον ὁ χορὸς βλέπων τὸν Ἐτεοκλέα σπεύδοντα πρὸς πόλεμον ἐξελθεῖν, φησὶ πρὸς αὐτὸν, τί μέμηνας καὶ ἐμάνης καὶ ὀργίζῃ; μὴ φερέτω καὶ κινείτω σέ τις ἄτη καὶ βλάβη θυμοῦ γέμουσα καὶ κατὰ τὸν πόλεμον μαινομένη. τοῦτο γὰρ τὸ δορίμαργος, ἡ τῷ δορὶ, ἀφʼ οὗ δηλοῖ τὸν πόλεμον, μαινομένη. τί μέμονας γράφεται καὶ μέμονας καὶ μέμηνας, καὶ τὸ μὲν μέμηνας ἀντὶ τοῦ ἐκμαίνῃ, τὸ δὲ μέμονας ἀντὶ τοῦ μένῃς εἰς ταύτην τὴν γνώμην καὶ οὐκ ἀφίστασαι. τέκος γρ. τέκνον. θυμοπληθὴς πλήρης θυμοῦ. δορίμαργος μανικὴ πρὸς πόλεμον.

`687`

κακοῦ τοῦ πολέμου. ἀρχὰν τὴν γνώμην, τὴν ὁρμήν.

`689`

ἐπεὶ τὸ πρᾶγμα ἐπεὶ βούλημά ἐστι τοῦ θεοῦ τοῦ Ἀπόλλωνος τὸ ἡμᾶς ἀποθανεῖν, καὶ αὐτὸς ἐπισπεύδει καὶ βιάζει τοῦτο, ἐλθέτω πρὸς τὸν ᾍδην ἅπαν τὸ τοῦ Λαΐου γένος, ἤγουν ἡμεῖς οἱ ἀπὸ τοῦ Λαΐου καταγόμενοι. ἐλθέτω οὖν, φησὶ, κατʼ εὐθεῖαν τὸ τοῦ Κωκυτοῦ κῦμα — οὗτος δὲ ποταμὸς ᾍδου, οὗ πορθμεὺς ὁ Χάρων —, ἐπειδὴ πᾶν τὸ Λαΐου γένος κεκλήρωται τούτῳ, ὑπὸ τοῦ Ἀπόλλωνος μισηθέν. ἐπεὶ γὰρ ὁ θεὸς καθαρὸς καὶ ἀμίαντος ὢν παρήγγειλε τῷ Λαΐῳ, μὴ κοινωνεῖν τῇ γυναικὶ, μηδὲ συνουσιάζειν αὐτῇ, οὗτος δὲ παρήκουσεν αὐτοῦ, καὶ ἐγένετο ἀνόμως πατὴρ, διὰ τοῦτο ἐμίσησεν ἅπαν τὸ γένος αὐτοῦ. τὸ πρᾶγμα τὸν ἡμέτερον ἀφανισμόν. ἐπισπέρχει θεὸς ἐπισπεύδει ἡ τύχη, ἢ ὁ Ἀπόλλων.

`690`

κατʼ οὖρον καθʼ ὁρμὴν, καθʼ ὁδόν. κῦμα Κωκυτοῦ λαχὸν ἤγουν ἀπώλειαν καὶ φθορὰν κληρωσάμενον.

`691`

πᾶν τὸ Λαΐου γένος ὡς παραβεβηκός.

`692`

ὠμοδακὴς ἄλογος ἄγαν ἐπιθυμία παρορμᾷ καὶ κινεῖ σε τελεῖν καὶ ποιεῖν ἀνδροκτασίαν, πικρὸν καρπὸν καὶ κέρδος ἔχουσαν, ἕνεκεν αἵματος καὶ φόνου οὐ δικαίου, τουτέστιν, ὅτι μέλλουσιν οἱ ἀδελφοὶ ἀλλήλους ἀναιρεῖν. ὠμοδακὴς ἀπηνὴς, ἄγριος. ἵμερος ἐπιθυμία.

`693`

πικρόκαρπον πικρὸν κέρδος ἔχουσαν. ἀνδροκτασίαν τελεῖν διαχείρισιν, φόνον ποιεῖν.

`694`

αἵματος οὐ θεμιστοῦ φόνου ἀνοσίου διὰ τὴν συγγένειαν.

`695`

ἐχθρά μισητά. αἰσχρά γρ. ἐχθρά. τέλειʼ ἀρά γρ. πλεῖ ἀρά. ἀρὰ ποταπή.

`696`

ἀκλαύστοις ὄμμασι προσιζάνει ἀδακρύτοις, ἀναλγήτοις διὰ τὸ τυφλοὺς εἶναι τοὺς ὀφθαλμοὺς τοῦ Οἰδίποδος καὶ μὴ δυναμένους διὰ τὴν πήρωσιν κατάγειν δάκρυον. ἀκαμπέσι καὶ ἀσυμπαθέσιν ὀφθαλμοῖς προσιζάνει καὶ προσκαθίζει καὶ ἐφορᾷ ἡμᾶς, καὶ οὐδαμῶς ὑφίεται τῶν κακῶν, ἀλλʼ ἐπισπεύδει τὸν ἡμῶν θάνατον.

`697`

λέγουσα κέρδος κέρδος μοι ὑποτιθεμένη τὸ προτερῆσαι ἀποκτείναντα, ἢ ὑστερῆσαι· ὅτι κρεῖττον τὸ προφθάσαι καὶ ἀναιρῆσαι τὸν πολέμιον ἢ καὶ ἐᾶσαι ἐκεῖνον ὕστερον ἀναιρεθῆναι ὑπʼ ἐκείνου. κέρδος τὸ νῦν τεθνάναι. πρότερον τιμιώτερον.

`698`

ἀλλὰ σὺ μὴ ἐποτρύνου καλῶς γὰρ καὶ ἐναρέτως ζήσας πρὸς τοὺς θεοὺς καὶ τὸν βίον εὖ διάξας οὐκ ὀνομασθήσῃ φαῦλος, οὐδὲ ἡ τὴν φοβερὰν καὶ μέλαιναν ἔχουσα αἰγίδα Ἐρινὺς εἶσι καὶ εἰσέρχεται ἐπὶ τὸν οἶκον ἐκείνου τοῦ ἀνθρώπου, οὗ ἂν ἐκ τῶν χειρῶν θεοὶ θυσίαν προσδέχωνται. ἀντὶ τοῦ καθαρὰς τὰς χεῖρας ἔχοντος. ἀλλὰ ναὶ, ἀλλά. ʼποτρύνου ὅρμα. κακός γρ. δειλός.

`699`

βίον ζωήν. εὖ κυρήσας εὐτυχήσας. μελαναιγὶς μέλαιναν αἰγίδα φοροῦσα.

`700`

δόμον τὸν σόν. ἐκ χερῶν σου.

`702`

θεοῖς μὲν ἤδη τοῖς μὲν θεοῖς, φησὶν, ἄρτι καταπεφρονήμεθα. ἀγαθοεργία δέ τις ἀφʼ ἡμῶν θαυμάζεται, ὀλομένων, ἤγουν ἀποθανόντων, ἡμῶν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. μετὰ θάνατον αἱ πράξεις τῶν ἀνθρώπων θαυμάζονται. τί οὖν οὐχὶ γενναῖόν τι δράσαντες εὐκλεῶς ἀποθανούμεθα, τὸν Πολυνείκην ὡς ἀσεβῆ ἢ ἀσθενῆ ἀνελόντες, ἀλλὰ κολακεύομεν τὸν θάνατον καὶ οὐχὶ χωροῦμεν πρὸς αὐτὸν ἀδεῶς; πως τὸ πῶς ἐνταῦθα ἢ ἀντὶ τοῦ κατὰ πολὺ, ἢ ἀντὶ τοῦ κατά τινα τρόπον. εἰπόντος τοῦ χοροῦ ὡς δεήθητι τῶν θεῶν καὶ ἱκέτευσον τὴν τοῦ πατρὸς ἀπελάσαι, φησὶ, παρωράθημεν τοῖς θεοῖς καὶ οὐδεμίαν ἡμῶν φροντίδα ποιοῦνται, πῶς· λίαν. ἀποθανόντων δὲ ἡμῶν θαυμάζεται χάρις, τουτέστι τιμὴ παρʼ ἀνθρώποις ἐστὶ καὶ εὔκλεια. τί οὖν οὐχὶ καὶ ἡμεῖς ζῆν ἀφέντες ὡς ἀπηχθημένοι θεοῖς ὡς εὐκλέα τὸν θάνατον μεταδιώξομεν ὑπὲρ τῆς πατρίδος ἀγωνισάμενοι; ἢ οὕτως, ἐπειδὴ τοῖς θεοῖς ἀπηχθήμεθα, θαυμάζεται ἀφʼ ἡμῶν χάρις ὀλομένων, ἤγουν κάλλιστόν ἐστιν ἀπολέσθαι καὶ μὴ δυστυχῶς προσορᾶν τὸν ἥλιον· κατʼ Εὐριπίδην γὰρ τὸ ζῆν μὴ καλῶς μέγας πόνος. ὅτι δὲ τοῦτο μᾶλλον δοκεῖ ἐκείνου δῆλον ἐκ τοῦ ἐπαγομένου, τί οὖν σαίνοιμεν καὶ κολακεύοιμεν καὶ παρασύροιμεν ὀλέθριον μόρον, καὶ οὐ προθυμίᾳ πρὸς τοῦτον χρώμεθα ὡς εὐεργέτην καὶ τῶν κακῶν ἀπαλλαγὴν, εἰ καὶ ὀλέθριος δοκεῖ τῷ τῶν ἀδελφῶν αἵματι;

`704`

σαίνοιμεν κολακεύοιμεν. ἀπὸ μεταφορᾶς τῶν κυνῶν τῶν σαινόντων τὰς οὐρὰς αὑτῶν ὅταν πρὸς εὐωχίαν οἱ δεσπόται κληθῶσι· τούτους λέγομεν σαινούρους. σαίνοιμεν ἐκφύγοιμεν. κολακεύοιμεν, μεταχειριζοίμεθα, παραπέσοιμεν.

`705`

νῦν ὅτε σοι παρέστακεν νῦν κολακευτέον τὸν θάνατον, ὅτε σοι οὗτος παρέστηκε καὶ ἐπῆλθεν, ἐπεὶ ὁ θυμὸς χρονίως καὶ βραδέως ποτε ἴσως ἂν ἔλθοι, μετηλλαγμένος ἐν ἀνατροπῇ καὶ μεταλλοιώσει τοῦ φρονήματος, ἐν θαλερωτέρῳ καὶ ἀσθενεστέρῳ καὶ ἀναπεπτωκότι πνεύματι· νῦν δὲ ἀκμὴν ἀναβράζει ὁ θυμός. τοῦτο δὲ λέγει, ὑπολαμβάνω ὅτι ἴσως ὀψέ ποτε ἀναπεσεῖ καὶ ῥαθυμήσει, καὶ τὸν θυμὸν καταστελεῖ, καὶ οὐ θελήσει ἀποθανεῖν. δαίμων τὸ δαίμων ἢ ἐπὶ τῆς τύχης νοητέον, ἢ ἐπὶ τοῦ θυμοῦ, ὃν κατʼ ἀλλήλων ἄμφω τὼ ἀδελφὼ ἔχουσιν.

`706`

λήματος ἀντροπαίᾳ φρονήματος μεταβολῇ. χρονίᾳ μεταλλακτὸς μετὰ ταῦτα ἐνηλλαγμένος.

`707`

θαλερωτέρῳ ἡμερωτέρῳ, χαριεστέρῳ. μαλακωτέρῳ. λέγει δὲ ὡς εἰ μὲν νῦν ἐθελήσεις αὐτὸν ῥῖψαι πρὸς κίνδυνον, τάχα ἂν ἡ τύχη εὐμενέσιν ὑμᾶς προσβλέψει τοῖς ὀφθαλμοῖς, εἰ καὶ τὰ μέγιστα νῦν χαλεπαίνει.

`708`

ζεῖ βράζει. ἐκμαίνεται, ἀκμάζει.

`709`

ἐξέζεσε ναί· ἐξάνηψεν αὐτόν. κατεύγματα αἱ κατάραι.

`710`

ἄγαν δʼ ἀληθεῖς ὡς τοῦτο ἐν τοῖς ὀνείροις ἰδὼν ὁ Ἐτεοκλῆς, ὅτι διʼ αἵματος αὐτοῖς ἔσται ἡ τῶν χρημάτων διανομή. φασμάτων ἐνυπνίων οὐ μόνον Οἰδίπους κατηράσατο τοῖς παισὶ σιδήρῳ τὸ δῶμα καταλαχεῖν, ἀλλὰ καὶ Ἐτεοκλῆς ἔννυχον ὄψιν εἶδε τοῦτο φαντάζουσαν.

`711`

δατήριοι μερίστριαι.

`712`

καίπερ ἴσως. οὐ στέργων ἀποδεχόμενος ταῦτα.

`713`

λέγοιτʼ ἂν ἐκεῖνα. ὧν ἄνη τις τελείωσις ἔσται. οὐδὲ χρὴ μακρὰν πολυλογεῖν.

`715`

τεθηγμένον ὡρμημένον, καὶ πρὸς τοῦτο παρασκευασθέντα εὐψύχως.

`716`

νίκην γε μέντοι τοῦτο λέγει, ὅτι ὅρα μὴ τὸν ἀδελφόν σου φονεύσας τιμωρίαν ὑπόσχῃς τοῖς θεοῖς. τὴν γὰρ κακὴν νίκην, λέγω δὲ τὴν γινομένην ἀνόμως, τιμᾷ καὶ τιμωρεῖται ὁ θεός· ἢ κατʼ ἐρώτησιν ἀναγνωστέον, ἀντὶ τοῦ, ἀποδέχεται ὁ θεὸς καὶ τιμᾷ τὴν ἐπὶ κακῷ νίκην; μέντοι ὅμως. τιμᾷ ἀποδέχεται.

`717`

οὐκ ἄνδρʼ ὁπλίτην οὐχὶ χρὴ καὶ πρέπει ἐμὲ ἀγαπᾶν καὶ στέργειν τὸν ὑμέτερον λόγον, ὡς στρατιώτην ὄντα καὶ σπεύδοντα τιμωρήσασθαι τὸν ἐχθρόν. στέργειν ἀποδέχεσθαι. ἔπος τὸ λόγιον.

`718`

δρέψασθαι εἶπε διότι ὥσπερ τὰ ἄνθη εἰσὶν ἐν τῷ ἐαρινῷ καιρῷ εἰς τὰ δένδρα, οὕτω καὶ τὸ αἷμα ἐν τῷ ἀνθρωπίνῳ σώματι. δρέψασθαι λαβεῖν.

`719`

ἐκφύγοι ὁ ἀδελφός μου.

`720`

τὰν ὠλεσίοικον τὴν Ἐρινὺν, τὴν τοὺς οἴκους φθείρουσαν θεὸν Ἐρινὺν, τὴν οὐχ ὁμοίαν θεοῖς. πᾶς γὰρ θεὸς ἀγαθοποιὸς, αὕτη δὲ καὶ τοὐναντίον κακοποιὸς καὶ οὐδὲ μετὰ τῶν θεῶν συνδιάγει. ὠλεσίοικον τὴν φθείρουσαν τοὺς οἴκους. οὐ θεοῖς ὁμοίαν οἱ γὰρ θεοὶ εὖ ποιοῦσιν, αὕτη δὲ κακοποιεῖ. παρεκελεύσατο ἐδήλωσε τῷ Ἐτεοκλεῖ.

`722`

παναληθῆ, κακόμαντιν τὴν ἐπὶ κακοῖς ἀληθεύουσαν. ἃ γὰρ εἶπε νύκτωρ, ταῦτα καὶ ἐγένετο. κακόμαντιν τὰ κακὰ τοῖς ἀνθρώποις μαντευομένην.

`723`

πατρὸς εὐκταίαν Ἐρινὺν τὴν εὐκταίαν τοῦ πατρὸς, ἣν ἐπηύξατο Οἰδίπους ἐλθεῖν τοῖς ἑαυτοῦ παισί. πέφρικα ταύτην καὶ πτοοῦμαι τελέσαι καὶ πληρῶσαι τὰς ὀργίλους κατάρας τοῦ Οἰδίποδος τοῦ καταβλαβέντος κατὰ τὴν φρόνησιν διὰ τὸ παρανόμως συνελθεῖν τῇ μητρί. εὐκταίαν καταράσιμον. τὴν ἐξ ἀρᾶς γινομένην.

`724`

περιθύμους μανικὰς, τὰς ἐκ περισσοῦ θυμοῦ γενομένας.

`725`

βλαψίφρονος βεβλαμμένου τὰς φρένας· οὐ γὰρ ἂν ἠράσατο τοῖς παισί.

`726`

ὀτρύνει ἐκμαίνει, διεγείρει τοὺς ἀδελφοὺς κατʼ ἀλλήλων.

`727`

ξένος δὲ κλήρους ποιητικῶς πάνυ ταῦτά φησι· τὸν γὰρ Χαλυβικὸν καὶ Σκυθικὸν σίδηρόν φησι ταῦτα πράττειν. σεσωματοποίηκε γὰρ τὸν σίδηρον, ὅν φησιν οὕτως ταῦτα κινεῖν κατὰ τῶν παίδων τῶν τὰ χρήματα μερίσασθαι βουλομένων καὶ διὰ ταῦτα πολεμούντων. οὗτος οὖν ὁ σίδηρος Χάλυβος Σκυθῶν ἄποικος, ὃς ἀπὸ τῆς Χάλυβος πόλεως τῶν Σκυθῶν ἐρευνᾶται, ὁ πικρὸς καὶ ἀπηνὴς χρηματοδαίτης τῶν κτεάνων, ἤτοι ὁ μεριστὴς τῶν χρημάτων, φησὶ, μερίζει τοῖς παισὶ τούτοις καὶ ὥσπερ ἀποκληροῖ οὐχὶ χώρας πολλὰς, ἀλλὰ γῆν ὀλίγην δυναμένην μόνον αὐτῶν τὰ σώματα χωρῆσαι πεπτωκότα. τοῦτο γάρ ἐστι τὸ, χθόνα ναίειν διαπήλας, ἀντὶ τοῦ τάφου μοῖραν ἀπομοιράσας αὐτοῖς καὶ ἀφορίσας κατοικεῖν γῆν τοσαύτην, ὁπόσην καὶ τοῖς νεκροῖς ἔξεστι κατέχειν. ἐπινωμᾷ ἐπιμερίζει.

`728`

Χάλυβος ἐπειδήπερ εἰς τοὺς Χάλυβας εὕρηται ὁ σίδηρος, οἱ δὲ Χάλυβες μέρος τῶν Σκυθῶν, ἐντεῦθεν δὲ πανταχόσε τῆς γῆς μετενήνεκται, διὰ τοῦτο καλεῖ αὐτὸν ξένον ἤτοι φίλον τοῦ Χάλυβος καὶ ἄποικον τῶν Σκυθῶν.

`729`

κτεάνων χρηματοδότας τῶν τοῦ Οἰδίποδος κτημάτων μεριστής.

`731`

ναίειν αὐτούς. διαπήλας διὰ κλήρου δούς.

`732`

ὁπόσαν δέον εἰπεῖν ὁπόση καὶ φθιμένοισι ὁπόσην εἶπε πρὸς τὴν ὄπισθεν αἰτιατικήν. μὴ οὖν λάμβανε ἔξωθεν τὸ εἰκός, ὡς τινές. ἢ οὕτως, ὁπόσην ἐστὶ δηλονότι καὶ τοῖς φθιμένοισι κατέχειν. φθιμένοισι τοῖς ἀποθανοῦσι.

`733`

μεγάλων πεδίων τῆς Βοιωτίας.

`734`

αὐτοκτόνως ὅταν μὲν οὖν αὑτοὺς κτάνωσι καὶ ἡ πατρῴα αὐτῶν γῇ πίῃ τὸ αἷμα, τίς ἂν καθάρσιον αὐτοῖς παράσχῃ, τίς ἂν λούσειεν αὐτοὺς ὡς νόμος ποιεῖν εἰς νεκρούς; αὐτοκτόνως ἀλληλοφόνως.

`735`

αὐτοδάικτοι αὐτοφόνευτοι. αὐτοσφαγεῖς.

`737`

μελαμπαγὲς τὸ μετὰ τὸ πεπηγέναι μελαινόμενον.

`738`

καθαρμοὺς πόροι αὐτοῖς μεμιασμένοις τῷ φόνῳ.

`739`

σφε αὐτούς.

`740`

παλαιοῖσι τοῖς τοῦ Λαΐου. συμμιγεῖς ἡνωμένοι.

`742`

παλαιγενῆ γὰρ λέγω παλαιὰν γὰρ λέγω παραβασίαν τὴν παρὰ τοῦ Λαΐου γενομένην πάλαι παράβασιν τῶν χρησμῶν τοῦ Ἀπόλλωνος, τὴν ὠκύποινον, τὴν ταχέως τιμωρήσασαν καὶ μετελθοῦσαν ἐκεῖνον. μένει δὲ ἀκμὴ καὶ εἰς τρίτην γενεὰν, Λαΐου, Οἰδίποδος, καὶ τῶν τέκνων αὐτοῦ, Ἐτεοκλέους καὶ Πολυνείκους.

`743`

παραβασίαν ὠκύποινον ἐπιορκίαν. παράβασιν, τὴν ταχέως τιμωρηθεῖσαν.

`744`

αἰῶνα δʼ ἐς τρίτον γενεαὶ Λαΐου, Οἰδίποδος, Ἐτεοκλέους, Πολυνείκους. μένει ἡ παράβασις ἐξ ἐκείνου τοῦ χρόνου.

`745`

Ἀπόλλωνος εὖτε Λάιος ὁπηνίκα ἦλθεν ὁ Λάιος, λείπει δὲ τοῦτο, τοῦ Ἀπόλλωνος εἰπόντος πρὸς αὐτὸν ἐν τοῖς Πυθικοῖς μαντείοις σώζειν τὴν πόλιν θνήσκοντα γέννας ἄτερ, ἤγουν χωρὶς παιδοποιίας, μὴ τεκνοποιήσαντα. διὰ δὲ τοῦ εἰπεῖν ὅτι τρὶς εἶπεν ὁ θεὸς τῷ Λαΐῳ, «Μὴ σπεῖρε τέκνων ἄλοκʼ, ἐπεὶ κτενεῖ σʼ ὁ φύς,» τὸ φιλάνθρωπον ἐμφαίνεται καὶ κηδεμονικὸν τοῦ θεοῦ. αὐτὸς δὲ ὁ Λάιος παρωσάμενος τὰς τοῦ θεοῦ ἐντολὰς, ὑπὸ τῶν αὐτοῦ φίλων ἡδονῶν κρατηθεὶς, ἢ τῆς γυναικός· κρείσσω γὰρ τὰ πάθη τοῦ λογισμοῦ· ἢ ἐκ φίλων νοητέον ἀντὶ τοῦ τῶν συγγενῶν, οἷς συνανεκοινώσατο τὸν χρησμόν· ἐγέννησε τὸν πατροκτόνον Οἰδίποδα, θάνατον ἑαυτῷ.

`746`

βίᾳ παρακοῇ. τρὶς πολλάκις.

`748`

γέννας τέκνου.

`750`

κρατηθεὶς δʼ ἐκ φίλων γρ. καρτηθείς. τῶν τῆς γυναικὸς φίλτρων. τὸ δέ οὐχ, ὡς οἴονταί τινες, περιττὸν, ἀγνοοῦντες τὴν σύνταξιν. ἔχει γὰρ οὕτως· τὴν παλαιγενῆ γὰρ λέγω παραβασίαν τὴν ὠκύποινον καὶ τὴν ταχέως τιμωρηθεῖσαν, εὖτε καὶ ὁπηνίκα ὁ Λάιος ἐν βίᾳ καὶ παρακοῇ τοῦ Ἀπόλλωνος εἰπόντος αὐτῷ τρὶς καὶ πολλάκις ἐν τοῖς μεσομφάλοις Πυθικοῖς χρηστηρίοις σώζειν τὴν πόλιν αὐτοῦ καὶ τὸ γένος ἅπαν θνήσκοντα χωρὶς τέκνου. πρὸς γοῦν τὸ βίᾳ Ἀπολλωνός ἐστι καὶ τὸ κρατηθεὶς δέ, ἵνʼ ᾖ οὕτως, ἐν βίᾳ δὲ καὶ παρακοῇ τοῦ Ἀπόλλωνος, κρατηθεὶς δὲ ἐκ φίλων ἐν ἀβουλίᾳ, τουτέστι καὶ τὸν Ἀπόλλωνα παρακούσας καὶ τῆς γυναικὸς ἡττηθεὶς ἀφρόνως, ἐγείνατο μὲν θάνατον αὑτῷ τὸν Οἰδίποδα. ποιεῖ δὲ τὴν δεινότητα ὁ δέ σύνδεσμος καὶ τὸ εἰπεῖν ἐν βίᾳ καὶ οὐκ ἐπαγαγεῖν παραπλήσιον ὄνομα, ἀλλὰ μετοχήν. ὅτι δὲ ταῦθʼ οὕτως ἔχει μαρτύριον ἔν τε ἄλλοις ποιηταῖς τε καὶ λογοποιοῖς, καὶ ὅπερ ἐν Σωκράτους ἀπολογίᾳ πεποίηκε Πλάτων, λέγων περὶ τῶν ποιητῶν ὅτι οὐ σοφίᾳ ποιοῖεν, ἀλλὰ φύσει τινὶ καὶ ἐνθουσιάζοντες· οὐ γὰρ φύσει τινὶ καὶ ἐνθουσιασμῷ εἶπεν, ἀλλὰ μετοχὴν ἐπήνεγκεν. ἔχει δέ τι πλέον ἐνταῦθα Αἰσχύλος τὸ μὴ καί, ἀλλὰ δέ θεῖναι· εἰ γὰρ ἦν καί, οὐ τοσοῦτον ἂν ἐδόκει τὸ δυσχερές. ἀβουλίαις τιμωρίαις.

`753`

ὅστε μητρὸς ὅστις ὁ Οἰδίπους ἔτλα καὶ ἐκαρτέρησε καὶ ὑπέμεινε, σπείρας ῥίζαν αἱματόεσσαν, ἤτοι ἀρχὴν γένους, ἵνα καὶ ὅπου ἐτράφη, ἤγουν εἰς τὴν τῆς μητρὸς αὐτοῦ γαστέρα, οὐχὶ πρὸς ἁγνὰν ἄρουραν, τουτέστιν οὐ πρὸς ὁσίαν καὶ νομίμην γυναῖκα. ἡ δὲ ἄνοια συνέμιξε νυμφίους φρενώλεις καὶ τὰς φρένας ἀπολέσαντας, τόν τε Οἰδίποδα καὶ τὴν Ἰοκάστην.

`754`

ἵνʼ ἐτράφη ὅπου σπέρμα καταβληθεὶς ηὐξήθη.

`755`

ῥίζαν γονήν. αἱματόεσσαν συγγενικήν.

`756`

παράνοια συνάγαγε νυμφίους φρενώλεις γρ. σύναγε. μώρανσις ἥνωσε τὸν Οἰδίποδα καὶ τὴν Ἰοκάστην, τὰς φρένας αὐτῶν ἀπολέσαντας.

`758`

κακῶν δʼ ὥσπερ τὰ κακὰ ὥσπερ θαλάσσῃ ἔοικε, καὶ τὰ μὲν ἐπὶ Λαΐου γέγονε, τὰ δὲ ἐπὶ Οἰδίποδος, τὰ δὲ νῦν· ἅτινα βρέμει καὶ ἠχεῖ περὶ τὸ ἄκρον τῆς πόλεως. τοῦτο δὲ λέγει, ὅτι τὸ μὲν τῶν κακῶν κῦμα πίπτει, τὸ δὲ ἐγείρεται, τὸ δὲ περὶ τὴν ναῦν προσρήγνυται. κῦμʼ ἄγει συμφοράν.

`759`

πιτνόν ἐκ τοῦ πίτω καὶ πλεονασμῷ τοῦ ʼν γίνεται πιτνῶ, διὰ τὸν κανόνα τὸν λέγοντα, ἡνίκα πλεονά σῃσύμφωνον συμφώνῳ ἔχοντι παραλεγόμενον τὸ ε τρέπεται εἰς ι, ὡς τὸ ἔχω ἴσχω, μένω μίμνω, πίτω πιτνῶ, καὶ ἀπʼ αὐτοῦ πιτνόν. τοῦτο λέγει, τὸ μὲν τῶν κακῶν κῦμα πίπτει· τὸ δὲ διεγείρεται· τὸ δὲ περὶ τὴν ναῦν προσρήγνυται πιτνὸν προσπῖπτον. ἄλλο δʼ ἀείρει ὑψοῖ. ἡ μὲν σύνταξις ἀεῖρον ἀπῄτει πρὸς τὸ πιτνὸν, ὁ δὲ ἀείρει πρὸς τὸ θάλασσα εἶπεν.

`760`

τρίχαλον τὴν τρικυμίαν βούλεται εἰπεῖν, τὴν ἐκ τριῶν μερῶν ποντίζουσαν τὴν ναῦν· ἢ τρίχαλον ἀπὸ τοῦ τρίχα, ὃ σημαίνει τὰ πολλὰ, καὶ τοῦ ἃλς ἁλὸς, ἵνʼ ᾖ πολυκύματον· ἢ ἀπὸ τοῦ θρίξ καὶ τοῦ ἅλς λέγομεν ἐπὶ τῆς θαλάσσης φρίσσον, ὅταν ἄγρια καὶ μεγάλα κύματα ἀνιστᾷ, ὡς ἐπὶ χοίρου, ὅταν ὀρθὰς ἔχῃ αὐτοῦ τὰς τρίχας. πολυκλυδώνιστον, κυρτόν. τραχύ. πρύμναν τὴν ἀρχήν.

`761`

καχλάζει ἠχεῖ.

`762`

μεταξὺ δʼ ἀλκὰ μεταξὺ δὲ ἡμῶν καὶ τῶν πολεμίων τείνει καὶ τείνεται ἀλκὴ καὶ βοήθεια ἡμῶν, καὶ ἀποσόβησις τῶν πολεμίων διʼ ὀλίγου. τίς δέ ἐστιν ἡ ἀλκὴ ἡ μεταξὺ ἡμῶν; ὁ πύργος τῆς πόλεως. τουτέστι, μόνον τὸν πύργον τῆς πόλεως ἔχομεν βοηθοῦντα ἡμῖν καὶ τοὺς ἐχθροὺς ἀποσοβοῦντα. ἀλκὰ ἡμῶν, καὶ τῶν κακῶν ἀσφάλεια, βοήθεια.

`763`

τείνει φέρεται. ἐν εὔρει ἐν πλάτει αὐτοῦ, τουτέστιν ὅσον τόπον καὶ πλάτος ἐπέχει ὁ πύργος, τοσοῦτόν ἐστι τὸ μεταξὺ ἡμῶν καὶ τῶν κακῶν, ὅστις ἐστὶν ἀλκὴ καὶ βοήθεια διʼ ὀλίγου τείνουσα καὶ φέρουσα.

`764`

δέδοικα δὲ φοβοῦμαι μὴ σὺν τῷ Πολυνείκει καὶ Ἐτεοκλεῖ ἀφανισθῇ καὶ ἡ πόλις. τέλειαι γὰρ καὶ εἰς τέλος ἐξερχόμεναι καὶ πληρούμεναι αἱ πάλαι ῥηθεῖσαι τοῦ Οἰδίποδος ἀραὶ, ὅτε ηὔξατο τοὺς ἑαυτοῦ υἱοὺς διὰ σιδήρου τὴν βασιλείαν διαμερίσασθαι. ἢ, αἱ πάλαι χρησμοδοτηθεῖσαι τῷ Λαΐῳ.

`766`

παλαίφατοι παλαιαί.

`767`

βαρεῖαι καταλλαγαὶ χαλεπαὶ αἱ τοῦ Οἰδίποδος καὶ τῆς Ἰοκάστης καταλλαγαὶ καὶ φιλίαι καὶ συνελεύσεις εἰς γάμον. αἱ φιλιώσεις τοῦ Οἰδίποδος καὶ τῆς Ἰοκάστης. τὸ γὰρ διὰ πολέμου καὶ μάχης αὐτοὺς βούλεσθαι τὸ δῶμα διαλαχεῖν βαρεῖα καταλλαγὴ, ἅτε φόνου συμβήσεσθαι μέλλοντος.

`768`

τὰ δʼ ὀλοὰ τὰ δὲ δεινὰ καὶ ὀλέθρια οὐ παρέρχεται ψευδῶς καὶ μάτην ἀφʼ ἡμῶν, ὅσον οὔπω τελόμενα, ἀντὶ τοῦ τελειούμενα καὶ πληρούμενα. ὀλοὰ ὀλέθρια. τελλόμενʼ γινόμενα. παρέρχεται παύεται.

`769`

πρόπρυμνα ὁ δὲ ὄλβος καὶ ὁ πλοῦτος καὶ ἡ εὐτυχία τῶν ἀνδρῶν τῶν ἀλφηστῶν καὶ τῶν φρονίμων καὶ τῶν ἐφευρετῶν τῶν ἀναγκαίων πραγμάτων — τοῦτο δὲ λέγει διὰ τὸν Οἰδίποδα — ἄγαν παχυνθεὶς, ἤτοι πολὺς καὶ μέγας γενόμενος, ἐκφορεῖται καὶ ἐκβολὴν πάσχει καὶ ὑπομένει. τοῦτο δὲ λέγει, ὅτι ἡ δόξα τοῦ Οἰδίποδος πολλὴ γενομένη καὶ ἄμετρος νῦν ἀφανίζεται καὶ ἐκδιώκεται καὶ ἀπὸ τῆς πόλεως ἐκβάλλεται. ἐκ μεταφορᾶς τῶν ἐμπόρων, οἵτινες πλοῦτον πολὺν σωρεύσαντες καὶ παχυνθέντες τῷ ὄλβῳ ὕστερον ἐκβολὴν ποιοῦνται τοῦ ὅλου φόρτου, ναυαγοῦντες καὶ κλυδωνιζόμενοι. διʼ ὅλου, ἐσχάτως. οἱ γὰρ ἀνδρῶν εἰς ἄκρον τοῦ φρονεῖν ἀφιγμένοι αὐξηθέντες τῇ τύχῃ καὶ μέγιστοι πάντων γενόμενοι ἄθροον ἀπέσβησαν, καὶ ἡ περὶ αὐτῶν τύχη εἰς οὐδὲν χωρεῖ, καὶ μάρτυς Οἰδίπους πρόσθεν τοῖς κλεινοῖς αἰνίγμασιν ὥσπερ τις θεὸς θαυμαζόμενος, καὶ νῦν τὸν αἰῶνα διάγων ἀθλίως οἴμοι καὶ δυστυχῶς, ὑφʼ ὅτου τις ἂν εἴποι μισούμενος καὶ σκότον κατʼ Εὐριπίδην ὁρῶν. τοῦτο δὲ εἶπεν ἐκ μεταφορᾶς τῶν ἐμπόρων, οἵτινες πλοῦτον ἐξ ἐμπορίας πλεῖστον συλλέξαντες, εἶτα ναυαγίᾳ χρησάμενοι πάντα τὸν φόρτοι ἀπώλεσαν, οἷς κέρδος ἦν συγκαταδῦναι τοῖς κύμασιν. ἐκβολὰν φέρει ἔκπτωσιν ὑπομένει.

`770`

ἀλφηστῶν ἐφευρετῶν, πλουσίων. ἐφευρετῶν, φρονίμων.

`771`

ὄλβος ἄγαν εὐδαιμονία. παχυνθεὶς αὐξηθεῖσα.

`772`

τίνʼ ἀνδρῶν γὰρ τίνα γὰρ ἀπὸ τῶν ὅλων ἀνδρῶν, φησὶ, τοσοῦτον ἐθαύμασαν καὶ οἱ θεοὶ καὶ οἱ κάτοικοι τῆς ἡμετέρας πόλεως, καὶ ἁπλῶς πάντες οἱ ἄνθρωποι — τοῦτο γὰρ δηλοῖ τὸ «πολύβοτος αἰὼν βροτῶν,» ἤγουν ἡ ζωὴ καὶ ὁ βίος τῶν ἀνθρώπων, ὁ πολύβοτος καὶ ὁ πολλοὺς τρέφων, ἢ ὑπὸ τῶν πολλῶν ἐμβατευόμενος, ἢ ὁ ἐπὶ πολὺ ἐκτεινόμενος — ὅσον τίον καὶ ἐτίμων καὶ ἐθαύμαζον τότε τὸν Οἰδίποδα, ἀφελόντα ἀπὸ τῆς ἡμετέρας πόλεως τὴν θανατηφόρον μοῖραν τὴν ἀναρπαξάνδραν, τὴν τοὺς ἄνδρας ἁρπάζουσαν καὶ ἐσθίσυσαν. λέγει δὲ τὴν Σφίγγα.

`774`

πολύβοτος πολύτροφος. ὁ πολύβοτος ἢ ἀντὶ τοῦ πολυκτήμων λογιστέον, ἢ ὁ πολλοὺς βόσκων. καὶ τὸ μὲν δεύτερον πρόδηλον, τὸ δὲ πολυκτήμων οὕτως, τίνα τῶν ἀνδρῶν ἐθαύμασαν καὶ οἱ θεοὶ καὶ οἱ πολῖται καὶ ὁ αἰὼν τῶν βροτῶν πολύβοτος καὶ πολυκτήμων, τουτέστιν οὐδεὶς πλὴν τοῦ Οἰδίποδος τεθαύμασται, καὶ πρὸς ἔσχατα πλούτου ἀφίκετο.

`775`

τίον ἐτίμων.

`776`

ἀναρπαξάνδραν τὴν ἄνδρας ἁρπάζουσαν Σφίγγα.

`777`

κῆρʼ φθοράν.

`778`

ἐπεὶ δʼ ἀρτίφρων γρ. ἐπεὶ δʼ ἄρʼ ἔμφρων. ἐπεὶ δὲ ὁ μέλεος καὶ ἄθλιος ἀρτίφρων ἐγένετο καὶ συνῆκεν ὃ ἔπραξε κατὰ τῆς μητρὸς — εὐδαίμων γὰρ ἦν κατὰ πάντα πρὸ τοῦ μαθεῖν τὸ μητρομίξιον — βαρέως φέρων καὶ ἀνιώμενος ἐπὶ τῷ τῆς μητρὸς παρανόμῳ γάμῳ, ἐτέλεσε δίδυμα κακὰ, ἤγουν τοὺς δύο ὀφθαλμοὺς αὑτοῦ ἐτύφλωσε τῇ χειρὶ τῇ καὶ τὸν πατέρα Λάιον φονευσάσῃ· ἐπλάγχθη δὲ καὶ ἐχωρίσθη τῶν τέκνων τῶν κρειττόνων τῶν ὀφθαλμῶν· τὰ γὰρ τέκνα τοῖς γονεῦσι κρείττω τῶν ὀφθαλμῶν νομίζονται. τοῖς τέκνοις ἐπαφῆκε κατάρας ὀργίλους. ἀρτίφρων ἐπιγνώμων, εἰδήμων.

`780`

ἐπʼ ἄλγει ἐπὶ τῇ παρανομίᾳ. δυσφορῶν ἀγανακτῶν.

`781`

μαινομένᾳ καρδίᾳ λυπουμένῃ, ζεούσῃ τῷ θυμῷ.

`782`

δίδυμα διπλᾶ. τέλεσε ἐποίησε.

`785`

ἀραίας ἐφῆκεν ἐπικότους τροφὰς γρ. ἀφῆκεν ἐπικότους τροφᾶς. στικτέον δὲ εἰς τὸ τροφᾶς. ἡ δὲ σύνταξις τοιαύτη· ἕνεκα δὲ τῆς τροφῆς καὶ τῆς ἀνατροφῆς ἀφῆκε καὶ ἔπεμψε τοῖς τέκνοις ἀραίας καὶ κατάρας ἐπικότους καὶ ὀργίλους καὶ μανικὰς, ἀρὰς πικρονόμους ἢ πικρογλώσσους. τὸ δὲ αἶ αἶ διὰ μέσου. καταρασίμους. ἔπεμψεν ὀργίλας ἀνατροφάς. ἠράσατο γὰρ αὐτοῖς πάντα τὸν αὐτῶν αἰῶνα ἐκ παιδὸς μάχαις διαγαγεῖν, ἔπειθʼ ὕστερον καὶ σιδήρῳ τὴν βασιλείαν διαλαχεῖν.

`786`

ἐπικότους γρ. ἐπισκότους.

`788`

καὶ κατηράσατο αὐτοὺς ποτὲ λαχεῖν καὶ διαμερίσαι τὴν περιουσίαν ἅπασαν ἐν διαχρήσει τῇ ἀπὸ τοῦ σιδήρου γενομένῃ, ἤγουν μετὰ πολέμου καὶ σφαγῆς. νῦν δὲ φοβοῦμαι μὴ εἰς τέλος ἀγάγῃ τὰς ἀρὰς ἐκείνου ἡ Ἐρινὺς ἡ καμψίπους, ἡ κάμπτουσα τῶν κολαζομένων τοὺς πόδας καὶ συμποδίζουσα καὶ μὴ ἐῶσα φυγεῖν. ἢ τοὺς ἑαυτῆς πόδας ἐπικλίνουσα καὶ πρὸς πάντας ἐπερχομένη καὶ ποινηλαοῦσα τοὺς πταίοντας. σφε αὐτούς. σιδαρονόμῳ διὰ σιδήρου τὸν μερισμὸν ποιησάσῃ.

`789`

διαχειρίᾳ ἐν πράξει καὶ οἰκονομίᾳ.

`790`

τρέω φοβοῦμαι.

`791`

καμψίπους ἡ συμποδίζουσα καὶ μὴ ἐῶσα φυγεῖν οὓς τιμωρεῖται.

`792`

θαρσεῖτε ἄγγελος ὁ καὶ πρότερον ἀπαγγείλας περὶ τῆς τῶν Ἀργείων ἐφόδου, οὗτος καὶ νῦν ἀπαγγέλλει τὴν ἀδελφοκτονίαν καὶ φησὶ πρὸς τὰς τοῦ χοροῦ γυναῖκας, μὴ φοβεῖσθε.

`793`

πόλις πέφευγεν ἐπὶ τῆς προσβολῆς καὶ συγκρούσεως τῶν πολεμίων καὶ τῆς ἐκ τούτου ζάλης τροπικῶς τῷ λόγῳ ἐχρήσατο. πολλὰ χειμασθεῖσα ἡ πόλις παρὰ τῶν πολεμίων ἀπόρθητος μόλις ἔμεινε καὶ ἀβλαβὴς διεσώθη. ἐξέφυγε καὶ ἀπηλλάγη τῆς τοῦ χειμῶνος δριμύτητος, φρουρηθείσης καὶ φυλαχθείσης τῆς πόλεως τῇ τῶν θεῶν ἐπιδρομῇ καὶ βοηθείᾳ. κἀκεῖνοι μὲν εἰς ἀντιπαράταξιν τῇ τῶν πολεμίων μάχῃ ἀντέστησαν, καὶ πολλὰς κατʼ ἐκείνων τὰς τιμωρίας ἐπήγαγον καὶ εἰς φυγὴν ὤθησαν καὶ ἔτρεψαν, ὡς μὴ δυναμένων κἀκείνων τῶν θεῶν ἀντιμαχεσθῆναι καὶ πολεμήσασθαι. ἀνίκητοι γὰρ εἶεν οἱ θεοὶ καὶ ἀπροσπέλαστοι καὶ οὐδέποτε τρέπονται, ἀλλʼ ὅ τι πνεύσειεν ἀκλινεῖς ἵστανται εἰς ἀντιπαράστασιν. ἥδε αὕτη.

`794`

ὀμβρίμων μεγαλαύχων.

`795`

ἐν εὐδίᾳ ἔστι.

`796`

ἄντλον τοῦ κύματος τὸ ὕδωρ, ἤγουν τὸ κῦμα αὐτό. ἀλληγορεῖ δὲ πάλιν καί φησιν ὅτι πολλῶν προσβαλόντων τῇ πόλει οὐδεὶς αὐτὴν εἰσέπεσε. ναυάγιον, πλήμμυραν κύματος, τὸ ὕδωρ. ἄντλον δὲ λέγεται τὸ ἀπὸ τοῦ κλύδωνος εἰσερχόμενον ὕδωρ. ἑτοίμως οὖν οἱ ναῦται ἐξαντλοῦσι καὶ ἔξω τὸ τῆς θαλάσσης ὕδωρ ἐκφέρουσιν· ἐξ οὗ καὶ τὸ καλούμενον ἀντλητήριον. ἄντλον ναυάγιον, ῥεῦμα. κῦμα, ἀπώλειαν.

`797`

στέγει ἤγουν ὑπομένει καὶ ἵσταται, μὴ καταβληθεὶς ὑπὸ τῶν πολεμίων. ἀντέχει καὶ σῶος ἵσταται. φερεγγύοις γρ. καὶ φερεγγύους, ἵνʼ ᾖ πρὸς τὸ πύλας φερεγγύους, τὰς δυναμένας φέρειν τὴν ἐγγύην. ἀποχρῶσιν εἰς φυλακήν.

`798`

ἐφραξάμεσθα ἠσφαλισάμεθα. προστάταις ἀντιστάταις.

`799`

καλῶς ἔχει εὐτυχῶς ἔχουσι.

`800`

ὁ σεμνὸς ἑβδομαγέτας ἀξιοπίστως καὶ τὸν ἀριθμὸν τῶν πυλῶν ὁ ἄγγελος εἴρηκεν· ἐν γὰρ αὐταῖς ἐγένετο ἡ ἀδελφοκτονία· τὴν δὲ ἑβδόμην, φησὶ, πύλην προέκρινεν ὁ Ἀπόλλων φυλάττεσθαι τῷ τοῦ Οἰδίποδος τῷ Ἐτεοκλεῖ, ἵνα τὰ μαντεύματα τὰ τοῦ Ἀπόλλωνος τὰ τῷ Λαΐῳ δοθέντα πάλαι πέρας λάβοιεν. ἑβδόμῃ δὲ ἡμέρᾳ ἐγεννήθη ὁ Ἀπόλλων· διὸ καὶ ἑβδομαγέτας λέγεται. τὸν Ἀπόλλωνα λέγει, ὃς ἐν ἑβδόμῃ ἡμέρᾳ τοῦ μηνὸς γεννηθεὶς, ἐκλήθη ἑβδομαγέτας. ἑβδομαγέτας ὁ ἐν ταῖς ἑβδόμαις πύλαις ἡγεμονεύων, ἢ ὁ ἑβδόμῃ γεννηθεὶς, καθʼ Ἡσίοδον, ἡμέρᾳ.

`801`

εἵλετʼ Οἰδίπου γένει ἐνέβαλε, προέκρινεν ὥστε φυλάττεσθαι τῷ Ἐτεοκλεῖ. εἵλετʼ προέκρινε. τοῦτο δὲ λέγει ἐπειδὴ ὁ κατὰ ἀλλήλων τοῖς ἀδελφοῖς γινόμενος πόλεμος Ἀπόλλωνος βουλήσει συνέβη διὰ τὴν Λαΐου παρακοήν.

`802`

κραίνων τελῶν. δυσβουλίας παρακοάς.

`803`

νεόκοτον νέον.

`806`

παραφρονῶ φόβῳ λόγου τῶν φρενῶν ἐξίσταμαι· εἰπὼν γὰρ ταῦτα εἰς φόβον ἐνέβαλε.

`807`

Οἰδίπου γένος τέθνηκεν.

`808`

μάντις εἰμὶ τῶν κακῶν τῶν νῦν, πάλαι γὰρ ὁρῶν αὐτοὺς εἰς μάχην σπεύδοντας ἐμαντευσάμην ταῦτα.

`809`

οὐδʼ ἀμφιλέκτως ἤγουν οὐδʼ ἀμφιβόλως καὶ ἀπιθάνως καὶ δυσχερῶς, ἀλλʼ ἀληθῶς καὶ ἀναμφιβόλως εἰσὶ τῇ σποδῷ κεκονιαμένοι, κατακεχωσμένοι, ἀνῃρημένοι. ἀμφιλέκτως ἀμφιβόλως. κατεσποδημένοι κατεχωσμένοι τεθνηκότες εἰσὶ καὶ κείμενοι ἐπάνω τῆς γῆς. πεπτωκότες.

`810`

ἐκεῖθι ἐνταῦθα, ἤγουν εἰς τὸ θανεῖν.

`811`

ἀδελφαῖς ἀδελφικαῖς. ἠναίροντʼ ἄγαν ἐφονεύθησαν παντελῶς.

`812`

ὁ δαίμων τοῦ θανάτου εἱμαρμένη.

`813`

ἀναλοῖ ἀπόλλυσι. δύσποτμον κακοθάνατον. ἄθλιον.

`814`

τοιαῦτα πάρεστι χαίρειν καὶ δακρύειν· χαίρειν μὲν τὴν πόλιν, ὡς εὖ πράσσουσαν, ἤτοι εὐτυχοῦσαν καὶ σωθεῖσαν. οἱ δὲ τῆς πόλεως ἄρχοντες οἱ δισσοὶ στρατηγοὶ, ὁ Ἐτεοκλῆς καὶ ὁ Πολυνείκης, διέλαχον καὶ διεμέρισαν τὴν παμπησίαν καὶ τὴν κτῆσιν καὶ τὴν διανομὴν τῶν κτημάτων ἐν τῷ διὰ σφύρας κεχαλκευμένῳ σιδήρῳ τῷ Σκύθῃ, τῷ ἀπὸ τῆς Σκυθίας ὄντι· ἐκεῖσε γὰρ γεννᾶται ὁ σίδηρος. σφυρήλατον δὲ Σκύθην σίδηρον τὴν σπάθην καλεῖ. συντακτέον καὶ οὕτως. οἱ στίχοι οὗτοι· ἕξουσι δʼ ἣν — γῆν — λάβωσιν ἐν ταφῇ, — ἀπὸ — χθονός πατρὸς κατʼ εὐχὰς — κατάρας — δυσπότμους φορούμενοι — οἱ φερόμενοι. χαίρειν διὰ τὴν ἧτταν τῶν πολεμίων. δακρύεσθαι διὰ τὸν ὄλεθρον τῶν βασιλέων.

`815`

οἱ δʼ ἐπιστάται ἄρχοντες ἡμῶν καὶ τῶν πολεμίων Ἐτεοκλῆς καὶ Πολυνείκης.

`816`

διέλαχον διεμερίσαντο.

`817`

παμπησίαν τὴν περιουσίαν, διανομὴν, ὁλοκληρίαν, ἀπὸ τοῦ πᾶς παντὸς καὶ τοῦ πῶ τὸ κτῶμαι. παμπησία δὲ λέγεται ἡ πᾶσα περιουσία τοῦ ὅλου βίου. Σκύθῃ Σκυθικῷ, παρʼ ὅσον οἱ Χάλυβες εὗρον αὐτόν. παμπησίαν πᾶσαν τὴν περιουσίαν.

`818`

ἕξουσι λάβωσι δὲ τοσαύτην γῆν ἕκαστος εἰς οἰκείαν μερίδα ὅσην ἕξουσιν ἀρκοῦσαν αὐτοῖς πρὸς ταφὴν φερόμενοι καὶ ἀγόμενοι, ὥσπερ κατηράσατο αὐτοῖς ὁ πατήρ. ἕξουσι δὲ ἣν τῆς χθονὸς λάβωσιν ἐν ταφῇ, τουτέστιν ἣν γῆν ταφέντες κτήσονται. ἢ τὸ ἥν διὰ τὸ παμπησίαν νόει οὕτω, ἕξουσι δὲ ἐκείνην τὴν περιουσίαν ἣν λάβωσιν ἐν ταφῇ χθονός· καὶ γὰρ καὶ ἡ γῆ εἰς ἣν ἔμελλον ταφήσεσθαι μέρος ἦν τῆς περιουσίας αὐτῶν. ἣν ἥντινα.

`819`

κατʼ εὐχὰς κατʼ ἀράς. ἐπειδήπερ εὐχὰς εἶπε, τὸ δὲ τῆς εὐχῆς ὄνομα ἐπὶ καλοῦ λαμβάνεται, διὰ τοῦτο εἶπε δυσπότμους. δυσπότμους δυστυχεῖς. φορούμενοι φερόμενοι.

`822`

ὦ μεγάλε Ζεῦ ὦ μέγιστε Ζεῦ καὶ οἱ τὴν πόλιν συνέχοντες θεοὶ, οἵτινες δὴ νῦν ῥύεσθε καὶ φυλάττετε τούσδε τοὺς πύργους τοῦ Κάδμου, ἤτοι τῆς πόλεως τῶν Θηβαίων· ἆρα χαίρω καὶ ὑμνήσω καὶ παιανίσω ἐπὶ τῇ τῆς πόλεως σωτηρίᾳ, ἢ θρηνήσω καὶ ἀποκλαύσομαι τοὺς τληπαθεῖς καὶ δυστυχεῖς πολεμάρχους; λέγει δὲ τὸν Ἐτεοκλέα καὶ τὸν Πολυνείκην. φρονίμως δὲ ὁ ποιητὴς μέσην ὁδὸν ἔδραμεν καὶ σωθείσης τῆς πόλεως ἄτοπον ἡγεῖται τὸ θρηνεῖν καὶ «οὐχ ὅσιον κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι.»

`825`

πότερον ποῖον. ἀπολολύξω παιανίσω.

`826`

ἀσινεῖ ἀβλαβεῖ· σωτηρίας τοῦτο γὰρ ἐπίθετον.

`827`

μογεροὺς ἀθλίους. δυσδαίμονας δυστυχεῖς.

`828`

ἀτέκνους τοὺς ἐπὶ κακῷ τεχθέντας, ἢ ἀτέκνους θανόντας. τοὺς μὴ τέκνα εἰς διαδοχὴν τοῦ γένους αὐτῶν λιπόντας.

`829`

ὀρθῶς οἰκείως.

`832`

ὦ μέλαινα καὶ τελεία ἡ συντελουμένη ἐπὶ τῷ γένει τοῦ Οἰδίποδος ἀρά. κρύος τι καὶ φόβος κακὸς καὶ χαλεπὸς περιπίπτει τῇ καρδίᾳ μου. ἢ φόβος κακοῦ ἀντὶ τοῦ κινδύνου. μέλαινα σκότους καὶ θανάτου αἰτία. τελεία εἰς τέλος ἐλθοῦσα. τελεστικὴ, ἀφανιστικὴ, ἡ ἀφανίσασα.

`833`

γένος ἤτοι τῶν παίδων.

`834`

κακὸν ὅλον καὶ μέρος. κρύος τρόμος. γράφεται φόβος, θλίψις.

`835`

ἔτευξα τύμβῳ μέλος ἤτοι κατεσκεύασα καὶ ἐποίησα μέλος ἐπὶ τύμβῳ, ἤτοι θρῆνον ἐπιτύμβιον, ὡς Θυὰς καὶ ὡς Βάκχη, κλύουσα καὶ ἀκούουσα αὐτοὺς καὶ μαθοῦσα νεκροὺς αἵματι βεβρεγμένους, δυσμόρως θανόντας ὑπὸ δορὸς ἀλλήλων. Ἄλλως. κλύουσα αὐτοὺς δυσμόρως θανόντας ὑπὸ δορὸς ἀλλήλων, ἐπιτύμβιον θρῆνον ἔτευξα, ὡς Θυάς. ἔτευξα κατεσκεύασα. Θυὰς Βάκχη. αἱματοσταγεῖς ᾑμαγμένους τῷ φόνῳ. στάζοντας τὸ αἷμα.

`837`

δυσφόρους γράφεται καὶ δυσμόρως.

`838`

ἦ δύσορνις ὄντως δύσορνις καὶ δυσοιώνιστος καὶ οὐ κατὰ σκοπὸν γέγονεν αὐτοῖς ἡ συμφορὰ καὶ ἡ συνέλευσις τῆς μάχης, ἐπεὶ κακῶς συνῆλθον εἰς μάχην. ἡ δὲ τοῦ Οἰδίποδος κατάρα ἐξέπραξε καὶ εἰς τέλος ἤγαγε τὰ κακὰ, οὐδʼ ἀπεῖπεν, οὐδʼ ἀπηγόρευσε τοῦ ποιῆσαι τὰ δεινά. δύσορνις κακόμαντις ὑπῆρχε. ξυναυλία δορὸς τίς γὰρ ὁρῶν αὐτοὺς ξυμβάλλοντας ἀλλήλοις εἰς μάχην οὐκ ἂν ἅπερ ἔπαθον ἐμαντεύσατο; ξυναυλίαν δὲ δορὸς λέγει τὴν ἕνωσιν καὶ τὴν συμβολὴν τοῦ πολέμου.

`840`

ἐξέπραξεν ἐτελείωσεν ἑαυτήν.

`841`

εὐκταία καταράσιμος.

`842`

βουλαὶ δʼ ἄπιστοι αἱ βουλαὶ δὲ τοῦ Λαΐου διῆλθον καὶ διεπληρώθησαν. λέγει δὲ τὰς περὶ τὴν μίξιν τῆς αὐτοῦ γυναικός. ἄπιστοι δὲ, ὅτι οὐκ ἐπείσθη τῷ Ἀπόλλωνι εἰπόντι αὐτῷ μὴ συνελθεῖν τῇ γυναικὶ Ἰοκάστῃ. ἄπιστοι γοῦν ἀντὶ τοῦ δυσπειθεῖς, ἀπὸ δυσπειθείας γενόμεναι τῆς τοῦ Λαΐου πρὸς τὸν Ἀπόλλωνα. βουλαὶ δʼ ἄπιστοι Λαΐου καθʼ ἃς οὐκ ἐπείσθη Ἀπόλλωνι. διήρκεσαν μέχρι τοῦ νῦν ἐπάγουσαι συμφορὰς τοῖς ἐξ ἐκείνου.

`843`

μέριμνα δʼ ἀμφὶ πτόλιν ἡ μέριμνα δὲ, ἤτοι ἡ φροντὶς ἣν ἔσχεν ὁ Λάιος περὶ τὴν μίξιν καὶ τὰ θεσπίσματα τοῦ Ἀπόλλωνος, οὐκ ἀμβλύνεται καὶ παρέρχεται καὶ εἰς ἀνεκπραξίαν ἔρχεται, ἀλλʼ ἔργοις τελεῖται. μέριμνα φροντὶς καὶ ταραχή.

`844`

θέσφατʼ αἱ τοῦ Ἀπόλλωνος μαντεῖαι διʼ ὧν εἶπεν αὐτῷ ὡς εἰ τεκνώσει παῖδα, αὐτόν τε καὶ πᾶν ἀϊστώσει γένος. ἀμβλύνεται ἐξασθενεῖ.

`845`

πολύστονοι πολλῶν στεναγμῶν ἄξιοι. τόδʼ ὅπερ κατʼ ἀλλήλων ἐδράσατε. ἄπιστον ἤγουν μικροῦ δεῖν εἰς ἀπιστίαν πῖπτον· τίς γὰρ πιστεύσειεν ὡς ἀδελφοὶ ἀλλήλους ἀπέκτειναν;

`848`

αὐτόδηλα αὐτὰ δὲ ταῦτα φανερά. ὁρᾷ γὰρ αὐτὰ τὰ σώματα βασταζόμενα ὁ χορός. αὐτόδηλα φανερὰ καὶ οὐκ ἀμφίβολα. προῦπτος φανερὸς καὶ διαπρεπὴς καὶ διάδηλός ἐστι.

`849`

διπλαῖ μέριμναι ἐπειδὴ καὶ οἱ φονευθέντες δύο εἰσίν. διδυμανόρεα ἤγουν δύο ἀνδρῶν ἐστι.

`850`

αὐτοφόνα αὐτοσφαγῆ. δίμοιρα διπλᾶ.

`851`

τέλεια ἔσχατα καὶ ὑπερβολὴν οὐκ ἔχοντα.

`852`

πόνοι εἰσί.

`853`

δόμων ἐφέστιοι τοῦ Λαΐου καὶ Οἰδίποδος οἰκεῖοι συνήθεις.

`854`

ἀλλὰ γόον, ὦ φίλαι ἀλλὰ θρῆνον ἐρέσσετε καὶ κινεῖτε· ἐκ μεταφορᾶς τῶν πλεόντων σὺν τῇ προοδευούσῃ κρούσει τῶν χειρῶν τῶν ἐπὶ τῆς κρατὸς καὶ τῆς κεφαλῆς. κατʼ οὖρον κατὰ λόγον, καθʼ ὁρμὴν, κατʼ ἰσότητα, ἤγουν πρὸς τοὺς στεναγμοὺς ποιῶμεν, καὶ τὰς ἐν τῇ κεφαλῇ καὶ στέρνοις πλήξεις.

`855`

πόμπιμον ὃν ᾄδουσιν ἐπὶ πομπῇ τῶν νεκρῶν.

`856`

πίτυλον τύψιν. πίτυλος ὁ κτύπος. ἀπὸ τοῦ τύπτω τύπτιλος, καὶ πίτυλος. καὶ ἐστὶ κυρίως ὁ ἐκ τῶν ἐρεσσομένων κωπίων γινόμενος θόρυβος. πίτυλον κτύπον. ὃς αἰὲν διʼ Ἀχέροντʼ ἐπειδὴ ὁ γόος περὶ τοὺς νεκροὺς γίνεται, οὗτοι δὲ εἰς ᾍδου ἀπέρχονται, διʼ Ἀχέροντα τοῦτον ἀμείβεσθαί φησι διὰ νηὸς εἰς χέρσον ἀνήλιον καὶ σκοτεινὴν, τουτέστι μετὰ νηὸς, διὰ τοῦτο πρὸς τὸν ᾍδην χωρεῖ, ἣν ναῦν θεωρίδα καλεῖ ἄστονον ἤτοι κακοστένακτον, ἢ ἄστολον καὶ κακῶς ἐσταλμένην, μελάγκροκον καὶ μέλαν λαῖφος ἔχουσαν. ταῦτα δὲ τὰ ὀνόματα τό τε ἄστολον καὶ τὸ μελάγκροκον οἰκεῖα τῇ εἰς ᾍδην φερούσῃ νηῒ ὡς τῶν ἐν βίῳ ἐναντίως ἐχουσῶν. θεωρίδα δὲ λέγει τὴν τοῦ Χάροντος ναῦν ἐκ μεταφορᾶς τῆς νηὸς τῆς κατʼ ἐνιαυτὸν ἐξ Ἀθηνῶν εἰς Δῆλον ἀγούσης τῷ Ἀπόλλωνι θυσίαν, ἣν θεωρίδα ἐκάλουν. δέον δὲ διʼ Ἀχέροντος εἰπεῖν, διʼ Ἀχέροντα εἶπε ποιητικῷ ἔθει, ὡς ἔχει καὶ τὸ «ἱππικῶν τʼ ἀΰπνων πηδαλίων διὰ στόμα,» καὶ πόλλʼ ἕτερα. λάμβανε δὲ καὶ εἰς τὸ θεωρίδα τὸ διά ἀπὸ κοινοῦ, σύναπτε δὲ καὶ τὸ ἀμείβεται εἰς τὸ ἀφανῆ τε χέρσον. ἀμείβεται διέρχεται. ὃς αἰὲν διʼ Ἀχέροντα ὅστις ὁ γόος διηνεκῶς διέρχεται τὸν Ἀχέροντα, ὅς ἐστι ποταμὸς τοῦ ᾍδου κατὰ τὴν πολύστονον ναύστολον θεωρίδα, τὴν τοὺς νεκροὺς διάγουσαν πρὸς τὸν ᾍδην. θεωρὶς δὲ ἦν ἡ τοῦ Ἀπόλλωνος ναῦς ἡ τοῦ θεοῦ θέσφατα πάλιν κομίζουσα τὰ ἐκεῖσε. τοιαύτη δὲ ἦν καὶ ἡ τοῦ Χάρωνος. διὰ τοῦτο γοῦν εἶπε τὴν ἀστιβῆ Ἀπόλλωνι, ἤτοι οὐ λέγω ἐκείνην τὴν θεωρίδα εἰς ἣν εἰσέρχεται ὁ Ἀπόλλων, ἀλλʼ ὁ Χάρων.

`858`

ναύστολον τὴν διάγουσαν τοὺς νεκρούς. θεωρίδα οἱ Ἀθηναῖοι ἔστελλον ναῦν ἐστεφανωμένην εἰς τὸν Ἀπόλλωνα διὰ μαντείας. θεωρίδα γοῦν ἐκείνην ἐκάλεσαν ὡς εἰς θεὸν ἀπερχομένην καὶ τοῦ θεοῦ θέσφατα πάλιν μετακομίζουσαν. ἐξ ἐκείνης οὖν καταχρηστικῶς τὴν τοῦ Χάρωνος νῆα θεωρίδα ἐκάλεσεν. ἄστονον πολύστονον. ναύστολον τὴν ὡς ναῦν ἐσταλμένην, διὰ τὴν ναῦν τοῦ Χάροντος. μελάγκροκον τὴν ἔχουσαν μέλαν λαῖφος. μελάγκροκον τὴν μέλανα ἔχουσαν ἄρμενα. τὰ γὰρ ἐν ᾍδῃ σκοτεινὰ, τὸ δὲ τοῦ Ἀπόλλωνος λευκόκροκον. κρόκος γὰρ τὸ ὑφάδιον.

`859`

ἀστιβῆ ἀδιόδευτον. ἀπόρευτον. ἀνάλιον τὴν μὴ βλεπομένην ὑπὸ τοῦ ἡλίου.

`860`

πάνδοκον πάντας δεχομένην μετὰ θάνατον. ἀφανῆ σκοτεινήν. ἣν οὐδὲ ὁ ἥλιος ὁρᾷ.

`861`

ἀλλὰ γὰρ ἥκουσι καὶ ἔρχονται αἵδε καὶ αὗται ἡ Ἀντιγόνη καὶ ἡ Ἰσμήνη ἐπὶ τὸ πικρὸν πρᾶγος ἀδελφοῖν καὶ τῶν ἀδελφῶν, ὥστε δοῦναι ἐκείνοις θρῆνον. ἢ γρ. ἀδελφῶν, καί ἐστιν οὕτως ἡ σύνταξις· ἀλλὰ γὰρ ἥκουσιν αἵδε καὶ αὗται ἡ Ἀντιγόνη καὶ ἡ Ἰσμήνη ἐπὶ τὸ πρᾶγος τῶν ἀδελφῶν· τί δέ ἐστι τὸ πρᾶγος ἀδελφῶν; εἰς πικρὸν θρῆνον. ἢ ἀλλὰ γὰρ ἥκουσιν αἵδε καὶ αὗται ἐπὶ τὸν θρῆνον τὸν ἀδελφὸν καὶ τὸν ἀδελφικὸν, ἵνʼ ᾖ τὸ φό διὰ τοῦ ο μικροῦ γραφόμενον, πρᾶγος καὶ πρᾶγμα πικρὸν καὶ χαλεπόν. πρᾶγος πικρόν πικρίας αἴτιον. αἵδʼ αὗται.

`863`

οὐκ ἀμφιβόλως ἀκριβῶς ἐπίσταμαι.

`864`

σφʼ αὐτάς. ἐρατῶν παρθενικῶν. βαθυκόλπων τῶν βαθεῖς τοὺς κόλπους ἐξ ἱματίων ἐχόντων.

`865`

ἥσειν πέμψειν. ἐπάξιον ἁρμόδιον καὶ προσῆκον ἐξ ἀδελφῶν εἰς ἀδελφοὺς γίνεσθαι.

`866`

ἡμᾶς δὲ δίκαιον πρότερον τῶν παρθένων κατάρχεσθαι τοῦ γόου, χάριν τῆς φημισθείσης φήμης τοῦ θανάτου τῶν βασιλέων, ἰαχεῖν τε καὶ βοᾶν τὸν δυσκέλαδον καὶ κακόηχον ὕμνον τῆς Ἐρινύος, ἐπιμέλπειν καὶ λέγειν τὸν μισητὸν καὶ κάκιστον παιᾶνα καὶ ὕμνον τοῦ ᾍδου, ἤτοι τὸν ἐπὶ θανάτοις ᾀδόμενον. δίκη δίκαιον. πρότερον φήμης πρὸ τοῦ κλαῦσαι ἐκείνους.

`867`

δυσκέλαδόν θʼ ὕμνον κακόφημον θρῆνον. ἐπειδὴ γάρ ἐστιν αὐτὴ φόνων καὶ θανάτων παρεκτικὴ, εἰκότως καὶ ὁ θρῆνος ὕμνος αὐτῆς λέγοιτʼ ἂν οὐδενὶ ἄλλῳ τοσοῦτον χαιρούσης ὅσον ὀδυρμοῖς καὶ δάκρυσιν, ὃν ὀδυρμὸν καὶ παιᾶνα καλεῖ Αἵδου.

`869`

ἐχθρὸν κακόν· παρόσον ὁ παιὰν χαρᾶς αἴτιος. ἐπιμέλπειν γρ. καὶ ἐπιμάπτειν.

`870`

δυσαδελφόταται εἰς ἀδελφοὺς δυστυχεῖς.

`871`

στρόφον ζώνην. ἢ τὴν ἰδιωτικῶς λεγομένην κομβοθυλαίαν. στρόφον ἐσθῆτα ἤγουν ἐζωσμένην. τὸ δὲ περιβάλλονται, εἰ μὲν ἐσθῆτα εἴποις, ἀντὶ τοῦ ἐνδύνονται λάβῃς, λέγων ὁπόσαι περιβάλλονται καὶ ἐνδύονται στρόφον καὶ ἐζωσμένην ἐσθῆτα· εἰ δὲ ἐσθῆσι γράψεις, ἀντὶ τοῦ περιάγουσι νοήσεις οὕτως, ὁπόσαι περιβάλλονται καὶ περιάγουσιν ἐν ταῖς ἐσθῆσι στρόφον καὶ ζώνην. ἐστὶ δὲ κρεῖττον τὸ ἐσθῆτα ἢ τὸ ἐσθῆσιν. περιβάλλονται ἐνδύονται.

`872`

δόλος πανουργία.

`873`

ὀρθῶς ἀληθῶς. λιγαίνειν ἀλαλάζειν.

`874`

δύσφρονες κακογνώμονες.

`875`

ἀτρύμονες ἐν κακοῖς ἀκμῆτες, τῶν κακῶν ἀκόρεστοι. ταῦτα λέγει ὁ χορὸς πρὸς τὸν Ἐτεοκλῆν καὶ Πολυνείκην. Ἄλλως. ἀτρύμονες, ἀδάμαστοι, ἀκαταπόνητοι, ὑπὸ τῶν κακῶν μὴ νικηθέντες, ἢ οὓς πολλὰ κακὰ ἐδάμασαν. πολυδάμαστοι. φίλων ἄπιστοι μὴ τοῖς φίλοις πεισθέντες ὥστε καταλῦσαι τὸν πόλεμον. κακῶν ἀτρύμονες ἄκαμπτοι καὶ μὴ φοβούμενοι τὰ κακὰ ὥστε τούτων ἀφίστασθαι.

`876`

ἑλόντες οἱ χαλάσαντες, οἱ καταβαλόντες. λαβόντες, ἄθλιοι καὶ οὐκ εὐτυχεῖς. τεθνηκότες γὰρ εἰσῆλθον ἄμφω τὰς Θήβας καὶ πατρῴων μνημάτων τυχεῖν ἔμελλον, εἰ καὶ Πολυνείκης βίᾳ Κρέοντος ἄτιμος ἔρριπτο ὡς κατὰ τῆς πατρίδος ἐστρατευκώς. μελέως δὲ εἰπεῖν ἔδει, ἀλλʼ ἐπήγαγε πρὸς τὸ ἑλόντες· τὸ δὲ σὺν ἀλκῇ ἀντὶ τοῦ σὺν πολέμῳ. ἢ τὸ ἑλόντες ἀντὶ τοῦ πορθήσαντες καὶ καταβαλόντες· τὸ γὰρ ἀποθανεῖν σφὰς καταβολή τις ὥσπερ τῶν δόμων ἦν.

`877`

μέλεοι ἄθλιοι. οἳ οἵτινες.

`879`

ἐπὶ λύμῃ καὶ συμφορᾷ.

`880`

ἰὼ φεῦ. δωμάτων γρ. δόμων.

`881`

μοναρχίας ἐπίθυμος γὰρ ἕκαστος ἀποκτείνας τὸν ἕτερον μόνος ἄρχειν, ὥστε ἣν ἐπεθύμουν μοναρχίαν ἰδεῖν, πικρὰ αὐτοῖς ἔδοξε, διʼ ἐκείνην στερηθεῖσι τοῦ ζῆν.

`892`

διήλλαχθε κακὴ διαλλαγὴ ἡ διὰ θανάτου. μὴ ὄντες γὰρ οὐδὲ μάχην σχῆτε τὸ ἀπὸ τοῦδε. ἢ διήλλαχθε ἀντὶ τοῦ ἀπηλλάγητε. τοῦτό φησιν ὅτι ἡ διαλλαγὴ ὑμῶν οὐκ ἐπὶ φιλίᾳ γέγονεν, ἀλλʼ ἐπὶ ἀναιρέσει τῇ τοῦ σιδήρου. διήλλαχθε σιδάρῳ τῆς μάχης πέπαυσθε, καὶ εἰς ἓν συνέλθητε τῇ κατʼ ἀλλήλων σφαγῇ, σιδήρῳ διαλλάκτῃ χρησάμενοι· φεῦ τοιούτου διαλλάκτου. σαφηνίζει δὲ τὸν διαλλάκτην φάσκων οὐκ ἐπὶ φιλίᾳ γεγενῆσθαι, ἀλλʼ ἐπὶ φόνῳ. τὸ δὲ διεκρίθητε ἀντὶ τοῦ κεχώριστε.

`886`

κάρτα δʼ ἀληθῆ κάρτα δὲ καὶ λίαν ἀληθῆ ἐπέκρανε καὶ ἐπλήρωσε τὰ κατεύγματα τοῦ πατρὸς Οἰδίποδος ἡ σεβασμία καὶ τιμία Ἐρινὺς ἐκείνου, τουτέστι τῷ ὄντι ἡ τοῦ Οἰδίποδος Ἐρινὺς ἐτελείωσε τὰς ἐκείνου ἀρὰς κατὰ τῶν παίδων. κάρτα λίαν.

`887`

πότνιʼ Ἐρινὺς ἣν διʼ ἀρᾶς ἐπήγαγε τοῖς παισί. κατʼ εὐφημισμὸν λέγει τὴν Ἐρινὺν πότνιαν ὡς καὶ Εὐμενίδας φαμεν, ἢ ὡς θεὸν οὖσαν.

`888`

διʼ εὐωνύμων τετυμμένοι τὸ ἑξῆς τοῦ λόγου οὕτως νοητέον, ἤδη διήλλαχθε σιδήρῳ οὐκέτʼ ἐπὶ φιλίᾳ, ἀλλʼ ἐπὶ φόνῳ, διεκρίθητε τετυμμένοι καὶ τετρωμένοι διʼ εὐωνύμων. τοῦτο δὲ συμβαίνει ἐν τοῖς κατὰ τὸ ἐναντίον ἱσταμένοις, οἷον, διαμπὰξ ἀλλήλων τὰς πλευρὰς τρώσαντες. ἑκάτερος γὰρ τῶν μονομαχούντων τὸ ἀριστερὸν πλευρὸν τοῦ ἀντιπάλου τιτρώσκειν βούλεται. οἷον διὰ τῶν πλευρῶν αὐτῶν τετυμμένοι τεθνήκασιν οἱ ὁμοσπλάγχνοι. εὐωνύμους τὰς ἀλλήλων χεῖρας καλεῖ, ὡς κακῶν ἐργαστρίας, καὶ οὐ δεξιὰς ἐκείνας καλεῖ τῶν γὰρ δεξιῶν ἡ καλὴ ἐργασία. ἢ εὐώνυμα λέγει τὰ πληγώματα αὐτῶν. εὐωνύμως γὰρ ἐπλήγησαν. ἑκατέρᾳ γὰρ τῇ δεξιᾷ χειρὶ τὴν ἑκατέρου εὐώνυμον πλευρὰν ἔπληξαν. εὐωνύμων ἀριστερῶν. τὸ εὐωνύμων πρὸς τὸ ὁμοσπλάγχνων πλευρωμάτων συντακτέον. ἔφη δὲ διὰ μέσου τὸ ἕτερον ἡμιχόριον τὸ «τετυμμένοι» ὥσπερ συμμαρτυροῦν τῷ προτέρῳ. συμβαίνει δὲ τοῖς μονομαχοῦσι κατὰ τὸ εὐώνυμον μέρος τὰς τρώσεις δέχεσθαι ἱσταμένοις ἐναντίον ἀλλήλων, ὡς ἑκατέρου τῇ δεξιᾷ χειρὶ τὴν ἀριστερὰν ἑκατέρου παίειν πλευράν. μαρτυρεῖ δὲ τοῦτο καὶ τὸ ἀντιφόνων καὶ τὸ διανταίαν. τετυμμένοι τρωθέντες διεκρίθητε κατὰ κοινοῦ.

`889`

τετυμμένοι δῆθʼ, ὁμοσπλάγχνων γρ. ὠμοσπλάγχνων. τὸ ἑξῆς τοῦ λόγου οὕτως, διʼ εὐωνύμων τετυμμένοι ὁμοσπλάγχνων τε πλευρωμάτων. «τετυμμένοι δῆθʼ» ἐν τῷ μέσῳ ἔφη τὸ ἕτερον ἡμιχόριον συμμαρτυροῦν καὶ συμφωνοῦν ἐκείνῳ, ἀληθῶς τετυμμένοι. ὁμοσπλάγχνων τε πλευρωμάτων τοῦ ἡμιχορίου ἀρξαμένου λέγειν διʼ εὐωνύμων τετυμμένοι, καὶ μέλλοντος εἰπεῖν καὶ τὸ ὁμοσπλάγχνων τε πλευρωμάταν, ἐν τῷ μέσῳ ἔφησε τὸ ἡμιχόριον, συμμαρτυροῦν καὶ συμφωνοῦν ἐκείνῳ, ἀληθῶς τετυμμένοι. ὁμοσπλάγχνων ἀδελφικῶν.

`892`

δαιμόνιοι δυστυχεῖς.

`893`

ἀντιφόνων τῶν ἐξ ἐναντίας γινομένων.

`894`

διανταίαν τὴν ἀλλήλων ἐξ ἐναντίας γινομένην.

`895`

δόμοισι καὶ σώμασιν εἰπόντος τοῦ ἡμιχορίου, αἲ αἲ, ἰσοφόνων θανάτων ἀραὶ, καὶ πρὸς τοῦτο ἀντιφήσαντος τοῦ ἑτέρου ἡμιχορίου ὅτι διανταίαν λέγεις πληγὴν, ὥσπερ ἐφερμηνεῦον τὸ πρῶτον ἡμιχόριον τί εἶπεν ἄνωθεν, λέγει ὅτι φημὶ αὐτοὺς στερηθέντας καὶ οἴκων καὶ σωμάτων, διὰ τὸ ἀναιρεθῆναι αὐτοὺς ὑπʼ ἀλλήλων. δόμοισι καὶ σώμασι πεπλαγμένους σφαγέντες γὰρ αὐτὸ ἀπολώλασι καὶ τῆς ἀρχῆς διʼ ἣν ἐμάχοντο ἀπεστέρηντο, τοῦτο γάρ ἐστι τὸ δόμοισι καὶ σώμασι πεπληγμένους· ἐπλήγησαν δὲ ἐν προθυμίᾳ ψυχῆς, οὐχ οἷά τε ῥηθῆναι καὶ ἐν δυστυχίᾳ, ἐκ κατάρας πατρὸς ἀπελθούσῃ διχόφρονι καὶ διπλῇ, κατʼ ἀμφοτέρων γὰρ ἦν. ἐννέπω λέγω.

`897`

ἀναυδάτῳ μένει ἀκαθέκτῳ ὀργῇ ἀνῄρηνται ὑπʼ ἀλλήλων, ἰσχύι μεγάλῃ καὶ ἀνεκλαλήτῳ. ἀναυδάτῳ ἀρρήτῳ. μένει προθυμίᾳ.

`898`

ἀραίῳ καταρασίμῳ.

`899`

διχόφρονι διχογνωμονοῦντι, οὐχ ὁμογνωμονοῦντι. διπλῷ.

`900`

διήκει διέρχεται.

`902`

φίλανδρον τὸ ὑπʼ ἀνδρῶν φιλούμενον. μενεῖ κτέανά τʼ ἐπιγόνοις τοῦτό φησιν, ὅτι τὰ χρήματα, διʼ ὧν, ἀντὶ τοῦ ὧν χάριν φιλονεικία ἐγένετο καὶ θανάτου τέλος τοῖς αἰνομόροις ἀδελφοῖς, ἀπομενεῖ καὶ ἐπικτηθήσεται τοῖς ἐπιγόνοις καὶ τοῖς συγγενέσιν ἐκείνων, τουτέστιν, ἄλλοι κερδήσουσι τὰ χρήματα διʼ ἃ ἐκεῖνοι ἀπώλοντο. ἢ οὕτως, τὰ κτέανα ταῦτα, οἱονεὶ τὰ ὀνείδη, διήξουσι μέχρι τῶν ἐπιγόνων. κτέανα δὲ εἶπεν ὡς ἐπὶ οὐσίας, οἱονεὶ κληρονόμοι τῶν παθῶν ἐκείνων καὶ τῶν ὀνειδῶν οἱ παῖδες γενήσονται, ὀνειδιζόμενοι τὴν τῶν προγόνων ἀπώλειαν. μενεῖ κτέανα ἕτεροι κερδήσουσι τὴν ἀρχὴν διʼ ἣν κακῶς ἀπολώλασιν οὗτοι, ἢ τοῖς ὕστερον ἔσται λόγος, ὁρῶσι πρὸς τὴν τῶν Θηβῶν ἀρχὴν, ὡς διὰ ταύτην ἀδελφοῖς συμβέβηκεν θάνατος. ἐπιγόνοις τοῖς ὕστερον.

`904`

αἰνομόροις τοῖς δυστυχέσι καὶ κακῶς θανοῦσι.

`905`

νεῖκος μάχη. ἔβα ἦλθε.

`907`

ἐμοιράσαντο ὀξύθυμοι ὄντες ἐμοιράσαντο καὶ διενείμαντο τὰ κτήματα ὥστε ἴσον λαχεῖν. λέγει δὲ τὰς ταφάς· μόναι γὰρ αἱ ταφαὶ αὐτοῖς ἐξ ἴσου ἐμερίσθησαν, καὶ τοῦτο μόνον ἐκέρδησαν. ὀξυκάρδιοι οἱ θυμώδεις, ὀργίλοι, δυσκίνητοι κατὰ τὴν καρδίαν. ὀξύθυμοι καὶ πρὸς μάχην καὶ φόνον θερμότατοι.

`908`

ὥστʼ ἴσον λαχεῖν οὕτω διεμοιράσαντο τὴν ἀρχὴν ὥστε αὐτῶν ἕκαστον ἴσον μέρος αὐτῆς λαχεῖν καὶ μὴ πλέον σχεῖν ἕτερον θατέρου· τὸ δέ ἐστι τὸ ἀμφοτέρους τεθνάναι· εἰ γάρ τις αὐτῶν ἔζη, ὁ μὲν μόνος εἶχεν, ὁ δὲ θανὼν ἀποστεροῖτο· εἰ δὲ καὶ ἄμφω, ἐπλεονέκτει ἂν ὁ μέν ποτε ἐκείνου, ὁ δὲ τούτου, καθάπερ καὶ πρόσθεν ἐγένετο.

`909`

διαλλακτῆρι δʼ οὐκ ἀμεμφία οὐκ ἀμεμφία καὶ ἔπαινος καὶ τιμὴ τῷ καταλλάξαντι αὐτοὺς σιδήρῳ καὶ διαλύσαντι τὸ νεῖκος, ἀλλὰ μέμψις καὶ ὄνειδος. οἱονεὶ, μέμφονται δὲ οἱ φίλοι τῷ διαλλακτῆρι αὐτῶν σιδήρῳ, ὡς οὐδετέρῳ χαρισαμένῳ, ἀλλʼ ἀνελόντι καὶ τοὺς δύο. διαλλακτῆρι ἐμέρισαν δὲ ἐν διαλλακτῆρι καὶ τῆς μάχης παυστῆρι, τῷ θανάτῳ δηλονότι, βαρεῖ μὲν τοῖς φίλοις καὶ δυσχερεῖ ἅτε φίλοις, οἱ δὲ ἐχθροὶ τὴν αὐτῶν φύσιν ἠρνήσαντο, οὐ γὰρ ἐπίχαρις αὐτοῖς ἔδοξεν, ἀλλὰ καὶ οὗτοι ἠλέησαν, τοσοῦτόν ἐστι τὸ κατʼ αὐτοὺς δρᾶμα. οὐκ ἀμεμφίᾳ ἀλλʼ ἐπὶ ψόγῳ.

`910`

ἐπίχαρις ἀπόδεκτος τοῖς ἐχθροῖς.

`911`

ὧδʼ οὕτως.

`912`

μένουσι ἐκδέχονται.

`913`

τάχʼ ἄν τις εἴποι τίνες ὡς ἀνοήτως αὐτὸ εἰπούσης ἐρωτᾷ τίνες αὐτοὺς μένουσι. τάχʼ ἄν τις εἴποι τίνες αὐτοὺς περιμένουσι σιδηρόπληκτοι· τοῦτο δὲ τοῦ ἑνὸς ἡμιχορίου εἰπόντος, ἀποκρίνεται τὸ ἕτερον καί φησιν ὅτι αἱ λαχαὶ καὶ αἱ διορύξεις, ἀπὸ τοῦ λαχαίνω τὸ ὀρύσσω, τῶν τάφων τῶν πατρῴων, ἤτοι τῶν ὀμμάτων τῶν τοῦ πατρός. τάφοι γὰρ ἄντικρυς τῷ πατρὶ ἡ στέρησις τῶν ὀμμάτων.

`914`

λαχαὶ ἢ ἀντὶ τοῦ διορύξεις νόει, λαχαίνω γὰρ τὸ σκάπτω, ἐξ οὗ καὶ λάχανα, ἢ — ὃ καὶ κρεῖττον — ἀντὶ τοῦ κληρώσεις, ἤγουν κεκληρωμένοι αὐτοῖς πατρῷοι τάφοι.

`915`

δόμων μάλʼ ἀχὼ γρ. ἦχον. ἀπὸ τῶν δόμων ἠχὴν καὶ βοὴν προπέμπει ἐπʼ αὐτοὺς γόος καὶ θρῆνος δαϊκτὴρ καὶ διακόπτων πάντα, αὐτοπήμων, ἤτοι ἀφʼ ἑαυτοῦ ἔχων τὰ κακὰ, ἐκ βάθους θρηνῶν. ἥτις ἠχὼ μινύθει καὶ ἐλαττοῦται ἐμοῦ θρηνούσης, ἕνεκα τῶν δύο βασιλέων καὶ σφοδρότερον ἦχον καὶ μείζονα ποιουμένης. ἀχὴν βοήν. ἐπʼ αὐτοὺς τοὺς ἀδελφούς.

`917`

αὐτόστονος, αὐτοπήμων οἴκοθεν στενάζουσα, αὐτοβλαβής. ἐν ἑαυτῷ τὸν στόνον ἔχων. ὁ δὲ γόος, φησὶν, αὐτοπήμων ἐστὶν, ἀφʼ ἑαυτοῦ τὰ κακὰ ἔχων καὶ τὰ πολέμια. δαΐφρων δὲ, ἤτοι διακόπτων τὰς φρένας, οὐκ ἐπὶ τοῖς καλοῖς χαίρων.

`918`

δαΐφρων πολέμιος ταῖς φρεσὶ, λυπηρὸς καὶ διακόπτων τὰς φρένας ὁ θρῆνος. πάντα δὲ τὰ τοιαῦτα ὀνόματα οἰκεῖα τῷ θρήνῳ· αὐτὸ γάρ ἐστι στεναγμὸς καὶ πῆμα τοῖς ἔχουσι. τὸ δὲ ἐτύμως πρὸς τὸ δαΐφρων καὶ οὐ πρὸς τὸ φιλαγαθής συντακτέον· ἀληθῶς γάρ ἐστιν ὁ γόος δαΐφρων. δακρυχέων δὲ ἐκ φρενὸς ἀντὶ τοῦ δάκρυ πέμπων ἐκ τῆς τοῦ ἔχοντος αὐτὸν διανοίας· οὐ γὰρ οἷόν τε γόον εἶναι χωρὶς δακρύων. φιλαγαθὴς φιλογέλως. γήθω τὸ χαίρω. δακρυχέων κινητικὸς δακρύων. ἃ ἡ φρήν μου.

`920`

μινύθει σμικρύνεται, πάσχει.

`922`

πάρεστιν δʼ εἰπεῖν πάρεστιν εἰπεῖν ἐπʼ ἀμφοτέρων, τοῦ τʼ Ἐτεοκλέους καὶ τοῦ Πολυνείκους, ὅτι πολλὰ κακὰ ἔπραξαν τοῖς πολίταις, τοῖς μὲν Θηβαίοις ὁ Ἐτεοκλῆς, τοῖς δὲ Ἀργείοις ὁ Πολυνείκης, ὡς ἐναντίοι γενόμενοι εἴς τε Θηβαίους καὶ Ἀργείους.

`924`

ὡς ἐρξάτην ὅτι ἔπραξαν. πολλά δεινὰ δηλονότι. ἐπειδὴ φαμὲν ποιῶ σοὶ τόδε καὶ ποιῶ σε ἠτιμημένον, ἀμφότερα Αἰσχύλος ἐνταῦθα πεποίηκε λέγων ὡς ἐποίησαν τοῖς πολίταις πολλὰ δεινὰ ἐν τῇ μάχῃ, καὶ τὰς στίχας καὶ τὰς τάξεις τῶν ξένων ἐποίησε πολυφθόρους, Ἐτεοκλῆς μὲν τοὺς πολίτας, Πολυνείκης δὲ τοὺς σὺν αὐτῷ, ὁ μὲν ἀγαγὼν ἐνταῦθα καὶ ἀπολωλεκὼς, Θηβαῖοι δὲ πολιορκίας δεινὰς ὑπέμειναν.

`926`

πολυφθόρους ποταπάς. ἐν δαΐδι ἐν τῇ μάχῃ.

`927`

δυσδαίμων σφὶν ἁ τεκοῦσα ἡ μήτηρ αὐτῶν δυστυχεστάτη πασῶν γυναικῶν ὁπόσαι παῖδας ἐποίησαν, θεμένη καὶ ποιήσασα ἄνδρα ἑαυτῆς τὸν ἴδιον παῖδα, τουτέστι δυσδαίμων, ὅτι ὃν ἔτεκεν ἄνδρα ἔσχε. λέγει δὲ τὸν Οἰδίποδα, ἐξ οὗ ἐγεννήθησαν ὁ Ἐτεοκλῆς καὶ ὁ Πολυνείκης. σφὶν ἐν αὐτοῖς.

`931`

ὧδʼ ὡς ὁρῶμεν.

`933`

ὁμόσποροι ὑπῆρχον. πανώλεθροι ὑπῆρξαν.

`936`

νείκεος ἐν τελευτᾷ θανόντες γὰρ πέπαυνται τοῦ φιλονεικεῖν τοῦ πρὸς ἀλλήλους.

`937`

ἐν δὲ γαίᾳ ἐν δὲ τῇ γῇ ῥανθείσῃ τῷ αἵματι μέμικται ἡ ζωὴ αὐτῶν.

`938`

φονορρύτῳ ἐν ᾗ τὸ αὐτῶν αἷμα ἔρρευσεν.

`940`

κάρτα δʼ εἴσʼ ὅμαιμοι κατὰ παντός εἰσιν ἀδελφοὶ, κατά τε γένος καὶ τύχην.

`941`

πικρὸς λυτὴρ νεικέων χαλεπὸς καὶ πικρίας καὶ ὀδύνης αἴτιος λυτὴρ γέγονε τῶν νεικέων καὶ τῶν φιλονεικιῶν τοῦ Ἐτεοκλέους καὶ τοῦ Πολυνείκους ὁ ξένος σίδηρος, ὁ πόντιος, ὁ ἐκ πυρὸς συθεὶς καὶ ὁρμηθεὶς, θηκτὸς καὶ ἠκονημένος. πικρὸς δὲ μεριστὴς τῶν χρημάτων ὁ σίδηρος. πόντιον δὲ τὸν σίδηρον λέγει, ὅτι οἱ Χάλυβες παράλιοί εἰσιν, ἐν οἷς ὁ σίδηρος γίνεται. ἢ ὅτι ἔθνος ἐν τῷ Πόντῳ οἱ Χάλυβες, ὅθεν ὁ σίδηρος. ἐκ πυρὸς δὲ συθεὶς εἶπεν, ὅτι διὰ πυρὸς ἡ κατασκευὴ τοῦ σιδήρου. τὸ δὲ «ἀρὰν πατρὸς τιθεὶς ἀληθῆ» τοῦτό φησιν, ὅτι ἐπηράσατο ὁ Οἰδίπους διὰ ξιφῶν τὴν οὐσίαν αὐτοῦ μερίσαι καὶ διανείμασθαι τοὺς υἱοὺς αὑτοῦ, ταύτην δὲ τὴν τοῦ Οἰδίποδος ἀρὰν ἐπλήρωσεν ὁ σίδηρος. πικρὸς λυτὴρ ἐγένετο. ὁ πόντιος εἰ γὰρ οἱ Χάλυβες παράλιοι, ἐκ τούτων δὲ ὁ σίδηρος εὕρηται, καιρὸν ἂν ἔχοι καὶ τοῦτον πόντιον ξεῖνον καλεῖσθαι.

`942`

ξεῖνος φίλος. συθεὶς ὁρμηθεὶς, κατασκευασθείς.

`944`

θηκτὸς ἠκονημένος. πικρὸς ὑπῆρξε.

`945`

δατητὰς μεριστής.

`946`

τιθεὶς ποιῶν.

`948`

διοσδότων τῶν ἐκ Διὸς δοθέντων.

`949`

ὑπὸ δὲ σώματι γᾶς πλοῦτος ἄβυσσος ἔσται πολλὴ τῆς γῆς ἡ ἀφθονία ὑποκείσεται αὐτοῖς. ἢ οὕτως, ὑπὸ γῆν δὲ ὁ πολὺς πλοῦτος αὐτῶν κέκρυπται, ἀντὶ τοῦ ἐν ἀφανεῖ.

`950`

πλοῦτος τοῦτο διπλῶς νοητέον, ἢ ὅτι ἔσται αὐτοῖς ὑπὸ τῷ σώματι τῆς γῆς, ἤγουν ὑπὸ τῷ ᾍδῃ, πλοῦτος πολὺς, ἢ ὁ πολὺς πλοῦτος καὶ ἡ εὐδαιμονία, διʼ ἣν οὕτως ἀθλίως ἀπώλοντο ὑπὸ τῷ ᾍδῃ, ἔσται αὐτοῖς. ἔστι δὲ ἀμφότερα κατʼ εἰρωνείαν. ἄβυσσος πολύς. αὐτοῖς ἔσται.

`951`

ἐπανθήσαντες ἀνατραφέντες.

`952`

πόνοισι δυστυχίαις.

`953`

τελευτᾷ δʼ αἵδʼ ἐπηλάλαξαν γρ. τελευταία. ἐπὶ δὲ τῇ τελευτῇ αὐτῶν ἠλάλαξαν καὶ ἤχησαν, κατὰ τὸν ὀξύφωνον καὶ μεγαλόηχον νόμον, ἀραὶ τοῦ Οἰδίποδος, ἀντὶ τοῦ, θόρυβον μέγαν καὶ θρῆνον αἱ ἀραὶ ἐποίησαν ἐπὶ τῷ θανάτῳ τούτων, τοῦ γένους παντὸς τοῦ Οἰδίποδος οὐκέτι φέροντος τὰς συμφορὰς, ἀλλʼ ἡττηθέντος αὐτῶν καὶ οἱονεὶ δεδωκότος νῶτα τοῖς ἐχθροῖς, ἤγουν τοῖς κακοῖς τοῖς κατὰ τὸ γένος τοῦ Οἰδίποδος ἐνισχημένοις. τῆς δὲ βλάβης τὸ τρόπαιον ἕστηκεν ἐν αἷς πύλαις ἐθείνοντο καὶ ἐτύπτοντο τοῖς ξίφεσιν οἱ ἀδελφοὶ — λέγει δὲ τὰς ἑβδόμας πύλας τῆς πόλεως — καὶ τοὺς δύο ἀπολέσασα ἡ τύχη ἐπαύθη. τελευτᾷ δʼ ἐπηλάλαξαν ἐν τέλει, ἐν ὑστέρῳ ἤχησαν.

`954`

τὸν ὀξὺν νόμον τὸν ὄρθιον καὶ εἰς μάχην παρακλητικὸν, ᾧ κατὰ τῶν ἀντιπάλων χρῶνται οἱ ἐν πολέμῳ φεύγοντες. ὥσπερ ἐν τῷ πολέμῳ ἐάν τινες ἀλαλαγὴν καὶ φόβον ἐμποιοῦσαν βοὴν πρὸς τοὺς αὐτῶν ἀντιπάλους ποιήσωνται, τούτοις τροπὴν ἐνεργάζονται καὶ δεῖγμα ταῖς νίκαις ἱστῶσι τρόπαιον, οὕτω καὶ νῦν Αἰσχύλος ποιεῖ. λέγων γὰρ πολλοῖς δεινοῖς τὸν Οἰδίποδος δόμον περιπεσεῖν, εἶθʼ ὥσπερ τινὰ δεινὸν ὁπλίτην εἰσάγει τὴν τούτου ἀρὰν, ἣν τοῖς παισὶ κατηράσατο, τοσοῦτον ὑπερβαλλομένην τὰ πρόσθεν δυστυχήματα ὡς παντελὲς ἐνεργάσασθαι ὅλου τοῦ γένους αὐτοῦ, τὸ δὲ ἦν Ἐτεοκλῆς καὶ Πολυνείκης, οἱ διʼ αὐτὸν ἀθλίως ἀπολωλότες. τὸ δὲ ἕστακεν ἄτας τρόπαιον ἐν πύλαις, διὰ τὴν δυστυχίαν λέγει, ἢ διὰ τὸν θάνατον τὸν ἐν ταῖς πύλαις συμβάντα αὐτοῖς.

`955`

παντρόπῳ πάσης τροπῆς καὶ ἥττης μεστῇ.

`957`

ἄτας τῆς βλάβης. τροπαῖον νίκη.

`959`

ἐθείνοντο ἐσφάττοντο.

`960`

ὁ δαίμων ἡ δυστυχία.

`961`

παισθεὶς ἡ Ἀντιγόνη φησὶ πρὸς τὸν Πολυνείκην, τυφθεὶς καὶ πεσὼν ἔτυψας. φιλικῶς γὰρ διέκειτο πρὸς αὐτόν. παισθεὶς Πολύνεικες.

`962`

σὺ δʼ ἔθανες φησὶ πάλιν ἡ Ἰσμήνη, σὺ δὲ, ὦ Ἐτέοκλες, ὁ θανατώσας τὸν Πολυνείκην ἔθανες ὑπʼ αὐτοῦ. Ἄλλως. οὗτος ὁ πλήξας ἐπλήγης, σὺ δὲ ἀνελὼν τὸν ἕτερον ἀπέθανες. Ἐτέοκλες.

`963`

μελεόπονος ἤγουν μέλεα πονήσας πρὸς τὸν ἀδελφόν. μελεοπαθὴς ἄθλια παθὼν παρʼ αὐτοῦ.

`964`

ἴτω δάκρυα ποτὲ πρὸς τοῦτον, ποτὲ πρὸς ἕτερον ἴτω δάκρυα. καὶ ὁ ἀνελὼν τὸν ἕτερον καὶ αὐτὸς προκείσεται, τουτέστι τεθνήξεται. προκείσεται, δηλονότι νεκρός.

`966`

μαίνεται ταράσσεται.

`970`

ἔφθισο ἐφθάρης.

`971`

διπλᾶ λέγειν πάρεστι.

`973`

ἀχέων τοίων τάδʼ ἐγγύθεν γρ. ἐγγύθι. ἅτινα ἐγγύθεν εἰσὶν, ἀντὶ τοῦ οὐκ ἀλλότρια, ἀλλὰ πάνυ ἄγχι στένοντα. γόων τοίων διπλῶν. ἐπειδὴ γὰρ ἔφασαν ὡς διπλᾶ λέγειν καὶ διπλᾶ ὁρᾶν πάρεστι, διὰ τοῦτό φησιν Ἀντιγόνη καὶ αὖθις ὅτι τάδε τὰ παρόντα κακὰ πλησίον τοιούτων γόων, τουτέστιν εἰς διπλᾶ, καὶ τοὺς περὶ αὐτῶν γόους διπλοῦς εἶναι δεῖ. εὕρηται δὲ καὶ ἐν παλαιῷ βιβλίῳ, ἀχέω τάδʼ ἐγγύθεν, ἤγουν ἐκ τοῦ πλησίον ταῦτα θρηνῶ, ὅπερ ἐστὶ κρεῖττον. μαρτυρεῖ δὲ καὶ τὸ ἐπαγόμενον, τὸ πέλας δʼ αἵδʼ ἀδελφαὶ ἀδελφεῶν.

`974`

πέλας αἵδʼ ἀδελφαὶ ἐγγὺς δὲ κακῶν ὧν ἔπαθον οἱ ἀδελφοὶ ἐσμὲν καὶ ἡμεῖς οἱ ἀδελφαί.

`975`

ἰὼ μοῖρα ἐφύμνιον. φεῦ Μοῖρα βαρέα πάθη παρέχουσα καὶ ὦ σεβασμία Οἰδίπου σκιὰ, σύ τε, ὦ Ἐρινὺς, ὄντως μεγαλοδύναμος καὶ γενναία τις εἶ.

`976`

Οἰδίπου σκιὰ εἴδωλον, κατάρα. σκιὰν Οἰδίποδος αὐτὸν καλεῖ τὸν Οἰδίποδα. τυφλωθεὶς γὰρ εἴδωλον εἶναι δοκεῖ καὶ οὐ τέλειος ἄνθρωπος. πότνιά τʼ Οἰδίπου σκιὰ ἤγουν ὦ Οἰδίπου διὰ τὸ γέρας σεβάσμιε. σκιὰν δὲ αὐτὸν καλεῖ διὰ τὴν τύφλωσιν, ὥσπερ καὶ Εὐριπίδης αἰθέρος εἴδωλον. τίνος δὲ τοῦτον ἕνεκα ἐνταῦθα καλεῖ, πρῶτον εἰποῦσα βαρυδότειρα Μοῖρα, ἔπειτα, ὦ μέλαινα Ἐρινύς; διʼ οὐδὲν ἄλλο ἣ ὡς τῶν παρόντων κακῶν αἰτίαν γεγονότα, διʼ ὧν τοῖς παισὶ κατηράσατο.

`977`

μέλαινά τʼ Ἐρινὺς ἤγουν ἡ μελαίνουσα ταῖς συμφοραῖς τοὺς κολαζομένους ἢ ἀφανῶς ἐπιοῦσα. ἦ ὄντως. μεγασθενὴς οὐδεὶς γὰρ τὸ σὸν ἐξέφυγε κράτος.

`978`

ἠὲ, ἠὲ φεῦ φεῦ. τοῦτο ὡς πρὸς τὸν Πολυνείκην καὶ τοὺς μετʼ αὐτοῦ φησιν, ὅτι ἐκ τῆς φυγῆς ἐπανήκοντες ἐμοὶ τῇ ἐνταῦθα μεινάσῃ ἐδείξατε βλάβας ἀφορήτους. δυσθέατα οὐκ ἀνεκτὰ ὁρᾶσθαι. ἐδείξατʼ ἐκ φυγᾶς τοῦτο πρὸς μόνον τὸν Πολυνείκην φυγόντα καὶ κατὰ τῆς πατρίδος ἐπενεγκόντα στρατὸν, καὶ τῶν παρόντων συμφορῶν γενόμενον αἴτιον.

`979`

οὐδʼ ἵκεθʼ ὡς κατέκτανε οὐδʼ ἵκετο καὶ ὑπέστρεψεν καὶ ὄπισθεν παρεγένετο ὁ Ἐτεοκλῆς ἀφʼ οὗ τὸν Πολυνείκην ἀνῄρηκεν· πρῶτος γὰρ οὗτος κατέκτεινε τὸν ἕτερον.

`980`

οὐδʼ ἵκεθʼ ζῶν ὁ Ἐτεοκλῆς. ὡς κατέκτανε Πολυνείκην.

`981`

πνεῦμα τὴν ψυχήν.

`982`

ἀπώλεσε δῆτα ἔφθειρεν ἀληθῶς. ἐνόσφισε ἐστέρησε.

`983`

καὶ πάθη γράφεται καὶ ἔπαθον.

`984`

κήδεʼ πάθη. ὁμώνυμα Πολυνείκει. ὁμώνυμα ἀληθῶς γὰρ ὁ εἷς κλέος — γρ. κλέος μάταιον —, ὁ δὲ ἕτερος νείκην — γρ. πολὺ νεῖκος — ἔφερον — γρ. ἔφερεν —, ὅτι ὁ μὲν Πολυνείκης ἀπὸ τοῦ πολύ καὶ νεῖκος, ὁ δὲ Ἐτεοκλῆς ἀπὸ τοῦ ἐτός, ὃ δηλοῖ τὸ μάτην καὶ τὸ κλέος, ἐκλήθη — γρ. ὠνομάσθη.

`985`

δίυγρα ζῶντα πήματα χεόμενα καὶ πολλά. αἰματοσταγῆ. τριπάλτων πημάτων πολυορμήτων καὶ πολυκινήτων δυστυχημάτων· οἱ γὰρ μαχόμενοι πολλαῖς ὁρμαῖς χρῶνται πρὸς τοῦτο. λέγειν πάρεστι.

`986`

μογερὰ θρηνητική.

`989`

ἦ μεγασθενής τις εἶ ὄντως ἄρα μέγα δυνάμενος ὑπάρχεις.

`990`

σὺ τοίνυν οἶσθα γρ. τοί νιν. σὺ οἶδας, ὦ Πολύνεικες, τὴν Μοῖραν ὅσον δύναται, διαβὰς αὐτὴν ἢ διʼ αὐτὴν καταβὰς εἰς τὸν ᾍδην. σὺ δὲ, ὦ Ἐτέοκλες, οὐ μετʼ οὐ πολὺ, οὐδʼ ὕστερον ἔμαθες ἄντικρυς τῷ ἀδελφῷ σου πολεμήσας. σὺ τοίνυν οἶσθα διαπερῶν εἰπούσης Ἀντιγόνης πρὸς τὴν Ἐρινὺν, ἦ μεγασθενής τις εἶ, φησὶν Ἰσμήνη πρὸς Πολυνείκην, σὺ νῦν οἶσθα καὶ γινώσκεις πρῶτος τὸ τῆς Ἐρινύος σθένος, διαπερῶν καὶ διερχόμενος καὶ οἱονεὶ ταύτης πειρώμενος. λέγει δὲ Ἐρινὺν τὴν ἐξ ἀρᾶς τοῦ πατρὸς τιμωρησαμένην αὐτοὺς δύναμιν. εἶτα θέλουσα ἐπαγαγεῖν τὴν αἰτίαν διʼ ἣν τὸ τῆς Ἐρινύος ᾐσθάνετο σθένος, αὐτὴν δὲ ἦν τὸ ἐπεὶ κατῆλθες, αὐτὸς γὰρ πρῶτος πεπείραται διὰ τῆς τοῦ πατρὸς ἀρᾶς ἐξελαθεὶς τῆς πόλεως, καὶ πάλιν κατελθὼν οὐκ εἰς φιλίαν, ἀλλʼ ἐπὶ μάχῃ· τοῦτο βουλομένη εἰπεῖν ἐκωλύθη παρʼ Ἀντιγόνης διὰ μέσου εἰπούσης, σὺ δὲ, ὦ Ἐτέοκλες, οὐδὲν πρόσθεν τὴν Ἐρινὺν ἐγίνωσκες, εὐτυχῶν καὶ ἄρχων τῆς πόλεως, ἔμαθες δὲ ὕστερον ὅτε συνῆλθες τῷ ἀδελφῷ, καὶ κτανὼν καὶ αὐτὸν καὶ αὐτὸς ὑπʼ ἐκείνου πεφόνευσαι.

`991`

σὺ δʼ οὐδὲν Ἐτέοκλες, ἐγίνωσκες. ὕστερον μαθὼν ὅτε συνῆλθες τῷ ἀδελφῷ.

`993`

ἀντηρέτας ἀντηρέτης, ἤγουν ἀντιστάτης τῷ Ἐτεοκλεῖ. δορὸς τοῦ πολέμου. ἀντηρέτας ἀντιστάτης.

`995`

ἰὼ ἰὼ κακὰ δώμασι ἃ διʼ ὑμᾶς ἔχομεν. πόνος τῶν ἀδελφῶν. οὑφʼ ἡμῖν ἐξημμένος, ἐξηρτημένος καὶ ἐνιστάμενος. ἰὼ ἰὼ φεῦ. κακὰ δώμασι τὰ ἐπελθόντα τοῖς δώμασι.

`996`

καὶ χθονὶ τῇ γῇ τῶν Θηβαίων τὰ ἐπελθόντα.

`997`

καὶ πρόσω γʼ ἐμοὶ τὰ περισσότερα τὰ ἐπελθόντα ἐμοί.

`998`

δυσπότμων αὕτη ἡ γενικὴ πρὸς τὸ ἀρχηγέτα. κακῶν τῶν νῦν.

`999`

ἀρχηγέτα οὐ γὰρ ἂν τὰ παρόντα συνέβη πήματα, εἰ μὴ τὸν ἀδελφὸν οὕτως ἐξήλασεν.

`1001`

δαιμονῶντες μαινόμενοι, ἀλόγως ὁρμῶντες κατʼ ἀλλήλων.

`1002`

θήσομεν θάψομεν.

`1004`

ἰὼ ἰὼ πῆμα ἀπὸ γὰρ τῆς εὐνῆς τῆς τοῦ Οἰδίποδος τὰ κακὰ ταῦτα, ἢ βλάβος τῷ πατρὶ προϊὸν τοῖς παισί. Ἄλλως. πάρευνον, παρὰ τὴν εὐνὴν τοῦ πατρὸς, τουτέστι, πλησίον τοῦ πατρός. πῆμα βλάβη. πάρευνον τὸ ἐν εὐνοίᾳ, ἢ παρὰ τὴν εὔνοιαν αὐτοῦ, ἤγουν ἐκτός. ἐπειδὴ γὰρ ἡ μὲν ἀρὰ ἐξ αὐτοῦ, τὰ δὲ παρόντα ἐκ ταύτης γέγονε, εἰκότως τὸ αὐτῶν δυστύχημα σύνευνον τῷ πατρὶ καλεῖ, τουτέστιν οἰκεῖον καὶ ἐξ ἐκείνου γενόμενον.

`1005`

δοκοῦντα καὶ δόξαντα ὁ κῆρυξ ἐλθών φησι πρὸς τὴν Ἰσμήνην καὶ τὴν Ἀντιγόνην ὅτι πρέπει με ἀπαγγεῖλαι ὑμῖν τὰ ἀρέσκοντα τοῖς στρατηγοῖς καὶ τοῖς προέχουσι τῶν Θηβαίων. ταῦτα δέ εἰσι τὸ τὸν Ἐτεοκλέα μὲν ταφῆναι περιφανῶς καὶ ἐντίμως, διότι ὑπὲρ τῆς πόλεως τέθνηκε, τὸν δὲ Πολυνείκην ἄταφον ῥιφέντα βρωθῆναι ὑπὸ τῶν ὀρνέων, διότι ἦλθεν ἀφανίσαι τὴν πόλιν ἡμῶν, εἰ μὴ οἱ θεοὶ διεκώλυσαν. δοκοῦντα νῦν. δόξαντα τότε. τίνος χάριν ἔθηκεν ἀμφοτέρους χρόνους, τὸν ἐνεστῶτά τε καὶ παρῳχημένον; καὶ φαμὲν τὸν μὲν παρῳχημένον διὰ τὸ ἅπαξ δόξαι αὐτοῖς ὅτι περὶ τούτου ἡ σκέψις ἦν, τὸν δὲ ἐνεστῶτα διὰ τὸ καὶ νῦν ἔτι δοκεῖν. χρὴ πρέπει.

`1006`

προβούλοις τοῖς βουλευομένοις ὑπὲρ τοῦ δήμου. τοῖς ἄρχουσι.

`1007`

ἐπʼ εὐνοίᾳ ἐπὶ φιλίᾳ. εἰς τὸ ἐπʼ εὐνοίᾳ χθονὸς ἐλάμβανεν ἔξωθεν τὸ τελευτήσαντα, ἵνʼ ᾖ οὕτως, τὸν ἐπʼ εὐνοίᾳ τῆς χθονὸς τελευτήσαντα Ἐτεοκλέα ἔδοξε θάπτειν ἐν φίλαις καὶ ἐντίμοις κατασκαφαῖς γῆς. ἢ οὕτως· πρέπει ἀπαγγέλλειν με τὰ δόξαντα τοῖς τῆς πόλεως ἄρχουσι. τὰ δὲ ἦν, τὸν μὲν Ἐτεοκλέα θάπτειν ἔδοξεν ἐπʼ εὐνοίᾳ χθονὸς ἐν κατασκαφαῖς καὶ ὀρύξεσι γῆς φίλαις αὐτῷ, τουτέστι, τὸ ταφῆναι αὐτὸν ἀγαπητὸν καὶ ἀπόδεκτον ὑπάρχοντα τῇ γῇ, ὡς ὑπὲρ αὐτῆς μέχρι θανάτου ἠγωνισμένον, ὅπερ ἐστὶ κρεῖττον τοῦ προτέρου. χθονὸς γῆς.

`1008`

ἔδοξε ἐφάνη καλόν. φίλαις κατασκαφαῖς ἐντίμοις καὶ πρεπούσαις καὶ ἀποδέκτοις ἐκείνῳ. δήμου προβούλοις παρήγγειλε γὰρ αὐτὰ Κρέοντι.

`1009`

εἴργων κωλύων. εἷλε ἐκτήσατο.

`1010`

ἱερῶν πατρῴων δʼ ὅσιος ὢν μομφῆς ἄτερ τέθνηκεν λείπει ἡ ὑπὲρ, ἵνʼ ᾖ, ὑπὲρ ἱερῶν πατρῴων ὁσίως μαχόμενος ἀπέθανεν ἀμέμπτως. ὅσιος δίκαιος. μομφῆς κατηγορίας.

`1011`

τέθνηκεν τουτέστι, τέθνηκεν ὅσιος ὢν χωρὶς μέμψεως ἱερῶν πατρῴων, ἤγουν οὐ μεμπτὸς καὶ ἀσεβὴς δόξας τοῖς πατρῴοις ἱεροῖς, ὥσπερ ὁ Πολυνείκης πορθῶν αὐτά. οὗπερ αὐτοῦ.

`1012`

ἐπέσταλται ὥρισται ἐμοί.

`1013`

τούτου τοῦ Ἐτεοκλέους. τόνδε τὸν νεκρόν.

`1014`

ἁρπαγὴν τροπήν.

`1015`

ὡς ὄντʼ ἀναστατῆρα ὡς ὑπάρχοντα ἀφανιστὴν καὶ πορθητὴν τῆς πόλεως τῶν Θηβαίων, ἐὰν οὐχὶ οἱ θεοὶ διεκώλυσαν. ὡς καθά. ἀναστατῆρα ἀφανιστὴν ὅσον τὸ κατʼ ἐκεῖνον.

`1016`

θεῶν ἀπὸ τῶν.

`1017`

ἄγος—κεκτήσεται μεμισημένος ἔσται τοῖς ἐν Θήβαις θεοῖς. ἄγος μῖσος.

`1018`

ἀτιμάσας καὶ εἰς οὐδὲν λογισάμενος.

`1019`

ᾕρει πόλιν ἐπολιόρκει.

`1020`

πετεινῶν τῶν ὀρνέων. δοκεῖ τοῖς ἄρχουσι.

`1021`

ταφέντα ῥιφθέντα, βρωθέντα. ἐπιτίμιον τὴν ἀξίαν ἀμοιβήν.

`1022`

καὶ μήθʼ ὁμαρτεῖν καὶ μήτε τούτῳ ἐπακολουθῆσαι θύματα τὰ ἐπὶ τοῖς νεκροῖς διὰ χειρῶν ἐργαζόμενα τῷ τύμβῳ τοῦ νεκροῦ, μήτε μὴν ὀξυμόλποις καὶ ὀξυφώνοις θρήνοις τιμᾶν αὐτόν. ὁμαρτεῖν ἀκολουθεῖν αὐτῷ. τυμβοχόα ἐπιτάφια. χειρώματα θύματα τὰ διὰ τῆς χειρὸς γινόμενα.

`1023`

μήτʼ ὀξυμόλποις μήτε θῦσαι τῷ Πολυνείκει μήτε κλαῦσαι ἐπάνω τοῦ τάφου αὐτοῦ καὶ ὀξυφώνοις θρήνοις τιμᾶν αὐτόν. καὶ γὰρ καὶ τοῦτο οἱ παλαιοὶ τιμὴν ὑπελάμβανον, εἴ τις ἐπὶ τῷ τύμβῳ τοῦ τεθνεῶτος ἔθυσε καὶ ἐκόψατο. διὰ τοῦτο καὶ ὁ κῆρυξ, ἵνα μὴ τιμηθῇ ὁ Πολυνείκης, ἐντέλλεται μήτε διὰ θυσιῶν μήτε διʼ οἰμωγμάτων τιμηθῆναι αὐτόν. σέβειν τιμᾶν αὐτόν.

`1024`

ἐκφορᾶς ἐκκομιδῆς. σημείωσαι ὅτι τὸ συγκομίζειν καὶ ἀνακομίζειν ἐπὶ νεκρῶν λέγεται. καὶ συγκομιδὴ μὲν λέγεται ἡ πρὸ τοῦ τάφου πᾶσα ἐπιμέλεια· ἐκκομιδὴ ἡ πρὸς τὸν τάφον ἀπαγωγή· ἀνακομιδὴ ἡ ἐκ τάφου εἰς τάφον μετάθεσις. ἐκφορᾶς ἐξελεύσεως, ἐξοδίου. κηδεύματος. φίλων ὑπὸ τῶν οἰκείων καὶ συγγενῶν.

`1025`

τοιαῦτʼ ἔδοξε τοιαῦτα ἤρεσε τούτῳ τῷ τάγματι πάντων τῶν Θηβαίων καὶ πλήθει. τῷδε τῷ Πολυνείκει. τέλει τῇ ἐξουσίᾳ.

`1027`

ἢν ἐάν. συνθάπτειν σὺν τῷ ἀδελφῷ.

`1028`

κἀνὰ κίνδυνον βαλῶ καὶ εἰς κίνδυνον ἐμβαλῶ ἐμαυτὴν διὰ τοῦτο. Ἄλλως. καὶ βαλῶ αὐτὸν ἐν τῇ γῇ, ὥστε ἀνακίνδυνον εἶναι ἤγουν μή τινα κίνδυνον ὑποστῆναι παρά τινος θηρίων. εἰ δʼ ἔχει βαρεῖαν, λέγει τὸ, καὶ ῥίψω ἐμαυτὴν ἀνὰ κίνδυνον, θάψασα τὸν ἀδελφόν. σφε αὐτόν. κίνδυνον εἰς. βαλῶ ἐμαυτήν.

`1029`

αἰσχύνομαι αἰδοῦμαι.

`1030`

ἄπιστον ἀπειθοῦσα τῇ γνώμῃ τῶν πολιτῶν καὶ μὴ πειθομένη τῷ τούτων θελήματι. ἀνθισταμένην, ἐναντίαν. ἀναρχίαν ἄναρχος δοκοῦσα καὶ μὴ πειθομένη τῇ πόλει τε καὶ τοῖς ἄρχουσιν. οὗτοι μὲν γὰρ ἄταφον βούλονται Πολυνείκην εἶναι, ἐγὼ δὲ τούτων ἀκόντων ταφῇ παραδώσω.

`1031`

δεινὸν τὸ κοινὸν χαλεπὴ καὶ βίαιος ἡ φύσις αὕτη ἐξ ἧς γεγόναμεν· τουτέστιν ἐπεὶ ἀδελφός μου ἐστὶν, οὐκ ἐᾷ με τὸ φίλτρον ἀφεῖναι τοῦτον ἄταφον. βέβαιον. μέγιστόν ἐστιν ἡ συγγένεια καὶ τῶν ἀδυνάτων πεῖσαι κατατολμᾶν, ἧστινος συγγενείας ἐγὼ καὶ Πολυνείκης πεφύκαμεν, ἐκ πατρὸς καὶ μητρὸς, τουτέστιν ἀδελφοὶ ὄντες καὶ ἐκ μιᾶς γαστρὸς προελθόντες, ταυτοῦ τυχόντες σπέρματος. πεφύκαμεν ἐγεννήθημεν.

`1032`

μητρὸς ὑπό. ἤτοι τῆς Ἰοκάστης· συνεμίγη γὰρ τῷ υἱῷ αὐτῆς Οἰδίποδι.

`1033`

τοιγὰρ θέλουσʼ ἄκοντι οὐκ ἐγίνωσκε γὰρ ὁ Πολυνείκης ἐπανηκὼς εὑρήσειν τὸν ἀδελφὸν ἀποδιώκοντα τῆς ἰδίας πόλεως. πρῶτος γὰρ ὢν τὸν ἑαυτοῦ χρόνον ἐτελείωσι βασιλεύων ἐν τῇ πόλει· εἶτα ἐξελθὼν καὶ χρονίσας, πάλιν ὑπέστρεψε κατὰ τὸ σύνθημα. οὐκ ἐδέχθη δὲ παρὰ τοῦ Ἐτεοκλέους· λοιπὸν ἄκων κατῆλθεν εἰς τὸ Ἄργος, καὶ ἐκεῖθεν λαβὼν στρατιὰν, ἦλθεν εἰς τὰς Θήβας, καὶ ἐλθὼν ἔθανεν· ἢ ὅτι καὶ ἄκοντα αὐτὸν ὁ Ἐτεοκλῆς προσεκαλέσατο εἰς τὴν μάχην. οὐκ ἐγίνωσκε—ἰδίας πόλεως· ὥστε ἄκων ἐχθρωδῶς πρὸς τὴν πόλιν διέκειτο τοῦ Ἐτεοκλέους τούτῳ πταίσαντος διὰ τὸ μὴ παραχωρεῖν αὐτὸν τὴν βασιλείαν λαβεῖν. τοιγὰρ θέλουσʼ ἄκοντι κοινώνει κακῷ διὰ τοῦτο θέλουσα, ὦ ψυχὴ, κοινώνει ἀδελφῷ τῷ Πολυνείκει τῷ ἄκοντι καὶ διʼ ἀνάγκην γενομένῳ κακῷ. τοιγὰρ τὸ λοιπόν.

`1034`

ψυχὴ ὦ. συγγόνῳ ἀδελφικῇ. ἀδελφῷ. φρενὶ τὸ φρενὶ πρὸς τὸ ἄκοντι θανόντι λέγε, οὐ γὰρ εἶχε κατὰ νοῦν Πολυνείκης τὸν αὑτοῦ θάνατον, ἀλλὰ τὸν τοῦ ἀδελφοῦ.

`1036`

σπάσονται λάβωσι, φάγωσι. δοκησάτω τοῦτο.

`1037`

κατασκαφὰς ὀρύγματα.

`1038`

μηχανήσομαι ἐκ μηχανῆς ποιήσω.

`1039`

κόλπῳ φέρουσα φέρουσα ἐν τῷ κόλπῳ τοῦ βυσσίνου πέπλου. διὰ δὲ τούτου τὴν γῆν αἰνίττεται, ὡς ἐνταφιάσαι τοῦτον τῇ γῇ μέλλουσα. Ἄλλως. τῷ τοῦ βυσσίνου κόλπου πέπλῳ τὴν γῆν παρακομίζουσα, ὡς ἐπιβάλλειν μέλλουσα χῶμα διὰ τοῦ πέπλου, διὰ τὸ μὴ δύνασθαι ὀρύττειν. κόλπῳ διὰ τοῦ κόλπου. φέρουσα χοῦν δηλονότι. βυσσίνου πεπλώματος τοῦ βασιλικοῦ ἱματίου.

`1040`

μηδέ τῳ δόξῃ πάλιν μήτε ἀντεστραμμένως ἐμοὶ, ἤγουν ἐναντίως, τὶς οἰηθῇ γενήσεσθαι τοῦτο, τὸ θάψαι τὸν ἀδελφὸν τὸν Πολυνείκην. μηδὲ ὅρα ἵνα. τῷ τινὶ ἄλλῳ. πάλιν κατὰ ἄλλον τρόπον. ἄλλο τι.

`1041`

δραστήριος ἔνεργος ἐφεύρηται, ἢ ὅθεν καὶ τοὺς τοιούτους ἄνδρας δραστηρίους καλοῦμεν.

`1043`

περισσὰ πολλὰ καὶ ἀνόνητα.

`1044`

τραχύς γε μέντοι τοῦτό φησιν ὁ κῆρυξ, ὅτι ὁ λαὸς τῆς πόλεως ἐλεύθερος τῶν κακῶν γενόμενος, ὡς ἐκποδὼν τῶν πολεμίων γενομένων, τραχὺς καὶ ἀπηνὴς ἔσται κατὰ σοῦ, ὡς παρὰ γνώμην αὐτοῦ τὸν Πολυνείκην θελούσης θάψαι. ἡ δὲ Ἀντιγόνη φησὶ πρὸς αὐτὸν, τράχυνε, ἀντὶ τοῦ λέγε πολλάκις ὅτι τραχύς ἐστιν ὁ δῆμος, ἀλλʼ ὅμως οὐκ ἀναστείλῃς με θάψαι τὸν ἀδελφόν. τραχὺς σκληρὸς ὑπάρχει.

`1045`

τράχυνʼ εἰς ἀλαζονείαν ἔμβαλε τὸν δῆμον. σκληρὸς ὕπαρχε. οὐ γενήσεται ἐστερημένος τάφου.

`1046`

ὃν ὅντινα. στυγεῖ μισεῖ.

`1047`

ἤδη τὰ τοῦδε τὰ περὶ τῆς τιμῆς τούτου τοῦ Πολυνείκους ὑπὸ τῶν θεῶν οὐ κέκριται κακῶς, ἀλλὰ τίμιος καὶ οὗτος παρὰ θεοῖς. ἤδη πάλαι. εἰπόντος τοῦ ἀγγέλου πρὸς αὐτὴν, ἀλλʼ ὃν στυγεῖ ἡ πόλις, τοῦτον αὐτὴ τιμήσεις θάψασα; δυσχεραίνουσα αὐτή φησιν, ἤδη καὶ πάλαι οὐ διατετίμηται, καὶ οὐ διὰ τιμῆς ἤχθησαν τὰ τοῦδε τοῖς θεοῖς, τουτέστιν, ἐκ πολλοῦ ἠμέληται οὗτος παρὰ τῶν θεῶν καὶ οὐδεμίαν αὐτοῦ ἐποιοῦντο φροντίδα, οὐ γὰρ ἂν εἴασαν ἐκπεσεῖν τῆς χθονὸς ὑπὸ τοῦ ἀδελφοῦ ἀδίκως· ὥστε τι καὶ παρὰ τῶν πολιτῶν νῦν μισεῖται. πρὸς ὃ ἀπολογούμενος οὗτός φησι, οὒ, τουτέστιν, οὐ πρότερον ἠμέληται παρὰ τῶν θεῶν πρὶν εἰς κίνδυνον καταστῆσαι τήνδε τὴν χώραν.

`1048`

οὒ, πρίν γε χώραν εἰπούσης τῆς Ἀντιγόνης ὅτι τὰ περὶ τῆς τιμῆς τοῦ Πολυνείκους κακῶς κέκριται παρὰ τοῖς θεοῖς, φησὶν ὁ κῆρυξ πρὸς αὐτὴν, οὐδαμῶς τὰ τοῦ Πολυνείκους ἠτιμήθησαν παρὰ τοῖς θεοῖς, πρὶν κακῶσαι αὐτὸν τὴν πόλιν, ἀλλὰ μετὰ τὸ αὐτὸν τὴν πόλιν ἐμβαλεῖν κακοῖς. πρὶν πρὸ τοῦ. κινδύνῳ βαλεῖν ἐν κινδύνῳ θεῖναι.

`1049`

παθὼν κακῶς τιμωρηθεὶς, ἀδικηθείς. ὑπὸ τοῦ Ἐτεοκλέους. ἀντημείβετο αὐτόν.

`1050`

ἀλλʼ εἰς ἅπαντας ἀντὶ τοῦ ἑνὸς, Ἑτεοκλέους δηλαδὴ, — αὐτὸς γὰρ μόνος ἔβλαψεν αὐτὸν — εἰς πάντας τοὺς πολίτας ἦν τὸ ἀμείβεσθαι ἐν κακοῖς καὶ οὐκ ἐν ἐκείνῳ μόνῳ. ὑπὸ γὰρ μόνου τοῦ Ἐτεοκλέους ἀδικηθεὶς πᾶσι τοῖς Θηβαίοις ἐπολέμησε. ἅπαντας τοὺς πολίτας. ἀνθʼ ἑνὸς ἀντὶ τοῦ Ἐτεοκλέους. τόδʼ ἔργον ἡ μάχη.

`1051`

ἔρις φιλονεικία. παῦσον πολλά μοι λέγειν, περαίνει γὰρ καὶ τελεῖ τὸν μῦθον καὶ τὸν λόγον ἔρις ὑστάτη θεῶν, τουτέστι πολλὰ λέγοντες ἐγώ τε καὶ σὺ παυσόμεθα, μή πως ἀποκατασταῖμεν εἰς μάχην· τῶν γὰρ πολλῶν λόγων τὸ τέλος οὐκ ἔστιν ἕτερον ἢ μάχη. τὸ δὲ ὑστάτη θεῶν ἀντὶ τοῦ ἐλάττων. πάντες γὰρ οἱ θεοὶ ἀγαθῶν αἴτιοι, τὸ δὲ τῆς ἔριδος χρῆμα πληγὰς καὶ φόνους ἔσθʼ ὅτε παρασκευάζειν ἔλαττόν ἐστι καὶ τῆς θεῶν φιλανθρωποτάτης γνώμης ἀποστατεῖ. ὑστάτη τελευταία.

`1052`

θάψω καλύψω. μὴ μακρηγόρει ἤγουν, μὴ μακρολόγει.

`1053`

ἀλλʼ αὐτόβουλος ἴσθι τουτέστι, τῇ ἰδίᾳ γνώμῃ. ὃ βούλει πρᾶττε. ἴσθʼ τὸ ἦσθα οὐ μόνον ἀντὶ τοῦ ὑπῆρχες, ἀλλὰ καὶ ἀντὶ τοῦ ὑπάρχεις, ὥσπερ φαμὲν καὶ ἦν ἀντὶ τοῦ ἐστὶ καὶ ἀντὶ τοῦ ὑπῆρχεν. ἀπεννέπω ἀπαγορεύω.

`1054`

φεῦ φεῦ διαιρεῖται ὁ χορὸς τῶν γυναικῶν, καὶ τὸ μὲν ὑπὲρ Πολυνείκους, τὸ δὲ ὑπὲρ Ἐτεοκλέους ἐστίν. ὥσπερ δὲ μεμέρισται ὁ χορὸς, οὕτως καὶ αἱ ἀδελφαί. καὶ ἡ μὲν Ἰσμήνη τῷ Ἐτεοκλεῖ ἀκολουθεῖ καὶ τῇ πόλει, ἡ δὲ Ἀντιγόνη τῷ Πολυνείκει. μεγάλαυχοι μεγαλοδύναμοι. φθερσιγενεῖς αἱ ἐπὶ τῷ φθείρειν γεγονυῖαι. αἱ φθείρουσαι τὸ γένος ἡμῶν.

`1055`

κῆρες θανατηφόροι.

`1056`

πρυμνόθεν ἐσχάτως, ῥιζόθεν.

`1057`

τί πάθω ἵνα. τί δὲ δρῶ ἵνα ποιήσω.

`1059`

τύμβον τὸν τάφον.

`1060`

κἀποτρέπομαι καὶ ἀποδιώκω, ἀπαγορεύω, ἀπαναίνομαι.

`1062`

σύ γε μὴν πολλῶν πενθητήρων ἐνταῦθα χωρίζονται γυναῖκές τινες, αἱ μὲν συγκλαίουσαι τῇ Ἀντιγόνῃ ἕνεκεν τοῦ Πολυνείκους, αἱ δὲ τῇ Ἰσμήνῃ, χάριν τοῦ Ἐτεοκλέους. σύ γε πρὸς τὸν Ἐτεοκλῆ φησιν. Ἐτέοκλες. πενθητήρων θρηνῳδῶν.

`1063`

κεῖνος ὁ Πολυνείκης.

`1065`

εἶσι εἰς ᾍδου πορεύεται. τίς οὖν τὰ τίς ἂν οὖν πεισθείη εἰς τὰ καὶ εἰς ταῦτα τῇ πόλει, καὶ τίς ἡμῶν ἐστι ταύτης τῆς γνώμης; τὰ ἃ λέγουσι. πίθοιτο τοῖς ἄρχουσι.

`1066`

δράτω πόλις λείπει τὸ κακῶς, ἵνʼ ᾖ οὕτως, δράτω καὶ μὴ δράτω κακῶς ἡ πόλις τοὺς κλαίοντας καὶ διὰ τοῦτο τὸν Πολυνείκην τιμῶντας. δράτω κακῶς.

`1067`

τοὺς κλαίοντας τοὺς ὀδυρομένους.

`1068`

ἡμεῖς μὲν ἴμεν ἡμεῖς γὰρ ἴμεν καὶ συνθάψομεν σὺν τῇ Ἀντιγόνῃ τὸν Πολυνείκην. καὶ γὰρ οὐ πάντοτε τῷ δήμῳ καὶ τῇ πόλει τὰ αὐτὰ δοκεῖ. ἡμεῖς μὲν μερίζεται ὁ χορὸς εἰς δύο, αἱ μὲν ὑπὲρ Πολυνείκους, αἱ δὲ ὑπὲρ Ἐτεοκλέους. ἴμεν πορευόμεθα. συνθάψομεν σὺν σοί.

`1069`

αἵδε αὗται. προπομποὶ προπέμπουσαι αὐτόν. γενεᾷ τῇ ἀνθρωπίνῃ.

`1070`

ἄχος ὁ θάνατος. ἄλλως ἀλλοτρόπως.

`1071`

ἀλλοτʼ ἐπαινεῖ τὰ δίκαια καὶ γὰρ οὐ πάντοτε τῷ δήμῳ καὶ τῇ πόλει τὰ αὐτὰ δοκεῖ. νῦν μὲν τούτους, νῦν δὲ ἐκείνους κολάζουσα, τοιοῦτο γάρ ἐστιν ὁ δῆμος, ὃ πρώην δίκαιον νομίζει, τοῦτο ὕστερον ἄδικον οἰόμενος.

`1072`

ἅμα τῷδʼ ἡμεῖς δʼ ἅμα τῷ Ἐτεοκλεῖ ἐκκομιζομένῳ ἴμεν ἀπὸ κοινοῦ. σὺν τῷ Ἐτεοκλεῖ.

`1073`

δίκαιον δίκαιον γὰρ συμπονεῖν τῷδε ὑπὲρ πατρίδος ἠγωνισμένῳ.

`1074`

μετὰ γὰρ μάκαρας μετὰ γὰρ τοὺς θεοὺς καὶ τὴν ἑαυτοῦ ἰσχὺν παρέθηκεν ὁ Ἐτεοκλῆς ὑπὲρ τῆς πόλεως — καὶ γὰρ ἐνίκησαν οἱ ἡμέτεροι πολῖται — καὶ οὐκ εἴασε τὴν πόλιν ἡμῶν οὕτω ὑπὸ χειμερινοῦ κύματος κατακλυσθῆναι πρὸς τῶν Ἀργείων. κῦμα δὲ τὴν ἔφοδον εἴρηκε τῶν Ἀργείων. ἀκολούθως μέντοι τῷ κύματι τὸ κατακλυσθῆναι τροπικῶς ἐπήνεγκεν. μάκαρας τοὺς θεοὺς τοὺς ἀθανάτους. ἰσχὺν καὶ τὴν δύναμιν.

`1075`

ἤρυξε ἐφύλαξε. ἐκώλυσεν.

`1076`

ἀνατραπῆναι ἀφανισθῆναι. ἀλλοδαπῶν ἀλλοτρίων.

`1077`

κύματι φωτῶν γένει ἀνδρῶν.

`1078`

κατακλυσθῆναι ποντισθῆναι. ἀφανισθῆναι. μάλιστα λίαν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: tro-av`.
