---
title: "Scholia on Aeschylus: Eumenides"
title_greek: "Σχόλια εἰς Αἰσχύλον, Εὐμενίδες"
author: Aeschylus Scholia
eul_wid: tro-agc
eul_aid: tro
canonical: "https://eulogikon.org/works/aeschylus-scholia-text-eumenides-tro-agc"
lang: grc
period: Late Antique
dialect: Medieval Greek
content_hash: "sha256:c2109c3cd31e71a93e20f935670e2b3e4d6e6d4d52f67c39e6674473d0623ff9"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Aeschylus: Eumenides

*Σχόλια εἰς Αἰσχύλον, Εὐμενίδες*

**Author:** Aeschylus Scholia

**eul_wid:** `tro-agc` · [HTML page](https://eulogikon.org/works/aeschylus-scholia-text-eumenides-tro-agc)

## Text

Part of [Scholia on Aeschylus](/works/aeschylus-scholia-text-tro-ag)

Ἀριστοφάνους γραμματικοῦ ἡ ὑπόθεσις

Ὀρέστης ἐν Δελφοῖς περιεχόμενος ὑπὸ τῶν Ἐρινύων βουλῆι Ἀπόλλωνος παρεγένετο εἰς Ἀθήνας εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς· ἧς βουλῆι νικήσας κατῆλθεν εἰς Ἄργος. τὰς δὲ Ἐρινύας πραΰνασα προσηγόρευσεν Εὐμενίδας. παρʼ οὐδετέρωι κεῖται ἡ μυθοποιία. τὰ τοῦ δράματος πρόσωπα· Πυθιὰς προφῆτις, Ἀπόλλων, Ὀρέστης, Κλυταιμήστρας εἴδωλον, χορὸς Εὐμενίδων, Ἀθηνᾶ, προπομποί.

`1a`

φαίνεται ἐπὶ σκηνῆς τὸ μαντεῖον, ἡ δὲ προφῆτις πρόεισιν ἐπικλήσεις ὡς ἔθος τῶν θεῶν ποιησομένη· ἀπροόπτως δὲ ἰδοῦσα τὰς Ἐρινύας κύκλωι τοῦ Ὀρέστου καθευδούσας πάντα μηνύει τοῖς θεαταῖς, οὐχ ὡς διηγουμένη τὰ ὑπὸ τὴν σκηνήν—τοῦτο γὰρ νεωτερικὸν καὶ Εὐριπίδειον—ὑπὸ δὲ τῆς ἐκπλήξεως τὰ θορυβήσαντα αὐτὴν καταμηνύουσα φιλοτέχνως. τὰ δὲ πρῶτα εὐχαὶ καὶ ἐπικλήσεις θεῶν, ἵνα ἀπὸ τῶν εὐφημοτέρων ἄρξηται ἡ προφῆτις. οἰκονομικῶς δὲ οὐκ ἐν ἀρχῆι διώκεται Ὀρέστης, ἀλλὰ τοῦτο ἐν μέσωι τοῦ δράματος κατατάττει, ταμιευόμενος τὰ ἀκμαιότατα ἐν μέσωι.

`1b`

φαίνεται ἐπὶ σκηνῆς τὸ μαντεῖον, ἡ δὲ προφῆτις πρόεισιν ἐπίκλησιν ὡς ἔθος τῶν θεῶν ποιησαμένη· ἀπροόπτως δὲ ἰδοῦσα τὰς Ἐριννύας κύκλωι τοῦ Ὀρέστου καθευδούσας πάντα μηνύει τοῖς θεαταῖς, οὐχ ὡς διηγουμένη τὰ ὑπὸ τὴν σκηνήν—τοῦτο γὰρ νεωτερικὸν καὶ Εὐριπίδειον—ὑπὸ δὲ τῆς ἐκπλήξεως τὰ θορυβήσαντα αὐτὴν καταμηνύουσα φιλοτέχνως. τὰ δὲ πρῶτα εὐχαὶ καὶ ἐπικλήσεις θεῶν, ἵνα ἀπὸ τῶν εὐφημοτέρων ἄρξηται ἡ προφῆτις.

`1c`

πρεσβεύω προτιμῶ.

`3a`

μητρὸς ἢ τῆς κοινῆς μητρὸς πάντων Γῆς ἢ τῆς Θέμιδος, ἥτις ὀπτήριον θεασαμένη τὸν τῆς ἀδελφῆς αὐτῆς Λητοῦς παῖδα δέδωκε συγγενικὴν δόσιν. ἀπόδειξις δὲ αὕτη τῆς δωρεᾶς οὐκ ἀχάριστος.

`3b`

μητρὸς ἢ τῆς κοινῆς μητρὸς πάντων ἢ τῆς Θέμιδος.

`5a`

λάχει κλήρωι.

`5b`

πρὸς βίαν Πίνδαρός φησι πρὸς βίαν κρατῆσαι Πυθοῦς τὸν Ἀπόλλωνα· διὸ καὶ ταρταρῶσαι αὐτὸν ἐζήτει ἡ Γῆ.

`7`

δίδωσι ἀντὶ ὀπτήριον. θεασαμένη γὰρ τὸν τῆς ἀδελφῆς ἑαυτῆς Λητοῦς παῖδα δέδωκε συγγενικὴν δόσιν.

`8`

παρώνυμον ἀπόδειξις αὕτη τῆς δωρεᾶς οὐκ ἀχάριστος.

`9a`

λίμνην τὴν στρογγύλην.

`9b`

χοιράδα τὴν Κύνθον. διὰ δὲ τοῦ χοιράδα σχεδὸν τὴν αἰτίαν φησὶ διʼ ἣν ἀπέλιπεν Ἀπόλλων, ἐκκλίνων τὸ εὐτελὲς τοῦ χωρίου.

`11`

ἐς τήνδε χαριζόμενος Ἀθηναίοις καταχθῆναί φησι ἐκεῖσε Ἀπόλλωνα κἀκεῖθεν τὴν παραπομπὴν αὐτῶι εἶναι· ὁ δὲ Πίνδαρος ἐκ Τανάγρας τῆς Βοιωτίας.

`12`

πέμπουσι Θησεὺς τὴν ὁδὸν ἐκάθηρε τῶν ληιστῶν· καὶ ὅταν πέμπωσιν εἰς Δελφοὺς θεωρίδα, προέρχονται ἔχοντες πελέκεις ὡς διημερώσοντες τὴν γῆν.

`13`

κελευθοποιοὶ οἱ Ἀθηναῖοι. Θησεὺς γὰρ τὴν ὁδὸν ἐκάθηρε τῶν ληιστῶν. καὶ ὅταν πέμπωσιν εἰς Δελφοὺς θεωρίδα, προέρχονταί τινες ἔχοντες πελέκεις ὡς διημερώσοντες τὴν γῆν.

`16a`

Δελφός καὶ ὁ Δελφός, ὅς ἐστι τῆς χώρας ἄναξ καὶ κυβερνήτης.

`16b`

Δελφός Ἐπαφρόδιτος ἐν ὑπομνήματι Καλλιμάχου αἰτίων βʹ φησί· Μελανθοῦς τῆς Δευκαλίωνος καὶ Κηφισοῦ τοῦ ποταμοῦ γίνεται Μέλαινα τοὔνομα, Μελαίνης δὲ καὶ Ποσειδῶνος Δελφός, ἀφʼ οὗ οἱ Δελφοί.

`17`

κτίσας· ποιήσας. ἰδίωμα δὲ τοῦτο Αἰσχύλου.

`21`

Παλλὰς χἠ Παλλάς, Δελφοί νιν ὅθʼ ἱδρύοντο Προναίην. Καλλίμαχος.

`22a`

Κωρυκὶς πέτρα πέτραν φησὶ κοίλην τὸν Παρνασσόν. διὰ τὸ εἶναι δὲ κοῖλον τὸ ὄρος λέγεται ἐκεῖ ἀναστρέφεσθαι τοὺς δαίμονας, καὶ διὰ τὸ ἄοικον εἶναι.

`22b`

Κωρυκὶς πέτρα ὁ Παρνασσός.

`24a`

Βρόμιος ὁ Διόνυσος.

`24b`

ἀμνημονῶ διὸ εἶπε δαιμόνων ἀναστροφή.

`26a`

λαγῶ δίκην λαγωοῦ δίκην καταπτήξαντι καὶ μὴ ἀνθισταμένωι.

`26b`

λαγῶ δίκην οἱ λαγοὶ δειλοί εἰσιν λίαν· φησὶν αὐτὸν λαγωοῦ δίκην ὑποπτήξαντα καὶ μὴ ἀνθιστάμενον τοῖς πολεμοῦσιν αὐτῶι.

`26c`

Πενθεῖ νῦν φησιν ἐν Παρνασσῶι εἶναι τὰ κατὰ Πενθέα, ἐν δὲ ταῖς Ξαντρίαις ἐν Κιθαιρῶνι.

`27`

Ποσειδῶνος κράτος τὴν Πυθῶ τὴν πρώην Ποσειδῶνος ὑπὲρ ἧς Καλαύρειαν ἐδέξατο. Καλλίμαχος· μέσφα Καλαυρείης ἦλθεν ἐς ἀντίδοσιν.

`28`

καλοῦσα καλοῦσα φροιμιάζομαι.

`29`

ἔπειτα μάντις τοῦτό φησιν ἐπειδὴ δραματική ἐστιν ἡ ποίησις. εἰ δὲ ἦν διηγηματική, εἶπεν ἂν ὁ ποιητής· ταῦτα εἰποῦσα εἰς θρόνον ἐκαθέζετο.

`32`

ἴτων· ἴτωσαν Ἀττικώτερον.

`33a`

παρʼ ὀλίγον ἔρημος ἡ σκηνὴ γίνεται· οὔτε γὰρ ὁ χορός πω πάρεστιν, ἥ τε ἱέρεια εἰσῆλθεν εἰς τὸν ναόν.

`33b`

διάλειμμα γίνεται.

`34-35`

δεινὰ τὰ δεινὰ ἐξέπεμψέ με τοῦ μαντείου. ἰδοῦσα γὰρ Ὀρέστην ἐπὶ τοῦ βωμοῦ καὶ τὰς Ἐρινύας κοιμωμένας, ἔξεισι τεταραγμένη τετραποδηδὸν ἐκ τοῦ νεώ.

`36a`

σωκεῖν διὰ τὸ γῆρας.

`36b`

ἀκταίνειν κουφίζειν. σημαίνει δὲ καὶ τὸ γαυριᾶν καὶ ἀτάκτως πηδᾶν.

`40`

ἐμφαντικῶς παρίστησι τὸν νεωστὶ ηὐθεντηκότα, οἱονεὶ τὸν φονεύσαντα· αὐθέντης γὰρ λέγεται ὁ φονευτής.

`41`

προστρόπαιον ἱκέτην.

`42a`

στάζοντα ἐμφαντικῶς διὰ τούτου τὸν νεωστὶ ηὐθεντηκότα παρίστησιν.

`42b`

νεοσπαδὲς νεωστὶ ἐσπασμένον.

`45a`

ἀργῆτι μαλλῶι εἰώθασιν, ὅταν ἀσαφές τι εἴπωσιν, οἱ ποιηταὶ ἐπεκδιδάσκειν αὐτό. Ὅμηρος· κύμβαχος ἐν κονίηισιν ἐπὶ βρεγμόν τε καὶ ὤμους.

`45b`

ἀργῆτι μαλλῶι εἰώθασιν οἱ ποιηταί, ὅταν τι ἀσαφὲς εἴπωσιν, ἐπεκδιδάσκειν αὐτὸ ἀπὸ τοῦ Ὁμήρου καὶ σαφὲς ποιεῖν.

`47`

γυναικῶν τῶν Ἐρινύων.

`48`

Γοργόνας πρὸς τὸ φοβερὸν τῆς ὄψεως.

`49`

οὐδʼ αὖτε πρὸς τὸ φοβερὸν τῆς ὄψεώς φησι τὸ Γοργείοισι. καὶ γὰρ τὰς Γοργόνας λέγουσι δείματα φέρειν τοῖς ἀνθρώποις. τὸ δὲ ὅλον· εἶδον, φησίν, αὐτὰς ἐν γραφῆι πτερωτάς, ἀλλʼ οὐχ ἁρπακτικάς.

`50`

εἶδον ἀλλʼ οὐδʼ Ἁρπυίας αὐτὰς λέγω· εἶδον γὰρ αὐτὰς ἐν γραφῆι πτερωτάς.

`52a`

βδελύκτροποι ἅς τις βδελύξαιτο καὶ ἐκτραπείη μισήσας.

`52b`

βδελύτροποι ἃς ἰδών τις, φησί, βδελύξαιτο καὶ ἐκτραπείη μισήσας αὐτὰς ὡς δυσειδεῖς· ἀπὸ γὰρ τῶν ὀμμάτων αὐτῶν λείβουσιν αἱματηρὸν σταλαγμόν.

`52c`

βδελύκτροποι σκυθρωποί.

`53`

φυσιάμασιν ἀναπνοαῖς.

`54`

δυσφιλῆ λίβα οἷον αἱματηράν.

`55`

κόσμος ὃν ἔχουσι περικείμενον ἑαυταῖς.

`57a`

τὸ φῦλον οὐδέποτε τοιοῦτον γένος εἶδον.

`57b`

ὄπωπα οὐδέποτε, φησί, τοιοῦτον γένος εἶδον μηδὲ ἴδοιμι.

`57c`

ὁμιλίας συνηθείας, συνουσίας, συστήματος.

`58`

γένος τὸ τῆς ἀνατροφῆς.

`61a`

μελέσθω ὥστε, εἰ θεραπείας χρεία, ἰατρός ἐστιν, εἴτε μαντείας, τερατοσκόπος, εἴτε καθαρμῶν, καθάρσιος.

`61b`

μελέσθω ὥστε, φησίν, εἰ θεραπείας χρεία, αὐτῶι μελέσθω τῶι Ἀπόλλωνι· καὶ γὰρ εἰ θεραπείας χρεία, αὐτός ἐστιν ἰατρός, εἰ δὲ μαντείας, πάλιν αὐτός ἐστι τερατοσκόπος.

`63`

ἄλλοις πόσωι μᾶλλον τῶν ἰδίων.

`64a`

οὔτοι προδώσω πρὸς Ὀρέστην φησίν· ἀπέστη γὰρ ἡ ἱέρεια.

`64b`

οὔτοι προδώσω ἐπιφανεὶς Ἀπόλλων συμβουλεύει Ὀρέστηι καταλιπεῖν μὲν τὸ μαντεῖον, φυγεῖν δὲ εἰς Ἀθήνας. καὶ δευτέρα δὲ γίνεται φαντασία· στραφέντα γὰρ μηχανήματα ἔνδηλα ποιεῖ τὰ κατὰ τὸ μαντεῖον ὡς ἔχει. καὶ γίνεται ὄψις τραγική· τὸ μὲν ξίφος ἡιμαγμένον ἔτι κατέχων Ὀρέστης, αἱ δὲ κύκλωι φρουροῦσαι αὐτόν.

`64c`

προδώσω ἐπιφανεὶς ὁ Ἀπόλλων συμβουλεύει Ὀρέστηι καταλιπεῖν μὲν τὸ μαντεῖον, φυγεῖν δὲ εἰς Ἀθήνας. καὶ δευτέρα δὲ γίνεται φαντασία· στραφέντα γὰρ μηχανήματα ἔνδηλα ποιεῖ τὰ κατὰ τὸ μαντεῖον ὡς ἔχει ἐν αὐτῶι. ταῦτα δὲ ὁ Ἀπόλλων φησίν· ἡ γὰρ ἱέρεια ἀπέστη αὐτοῦ.

`66`

πέπων γράφεται πρέπων. οὐχ ὅμοιος· αἱ μὲν γὰρ καθεύδουσιν, ἐγὼ δὲ ἐγρήγορα.

`69a`

γραῖαι παλαιαὶ πολιαὶ γάρ· παῖδες δὲ διὰ τὸ νέον, ἢ ἐπειδὴ ἄγαμοι καὶ παρθένοι εἰσίν· τὸ ἀλλόκοτον δὲ τῆς φύσεως διὰ τῶν ἐναντίων τραγικώτερον διασύρει.

`69b`

παλαιαὶ παλαιὰς λέγει τὰς θεὰς καὶ κόρας. κόρας μὲν ὅτι ἄγαμοι καὶ παρθένοι εἰσί, παλαιὰς δὲ διὰ τὸ γῆρας. τὸ ἀλλόκοτον δὲ τῆς φύσεως διὰ τῶν ἐναντίων τραγικώτερον διασύρει.

`71`

κακῶν δʼ ἕκατι ἕνεκεν τοῦ κακοποιεῖν.

`75`

ἐλῶσι ἐλάσουσι.

`78a`

βουκολούμενος περιέπων, ἐνεργῶν.

`78b`

βουκολούμενος περιέπων.

`80`

ἄγκαθεν ταῖς ἀγκάλαις.

`86`

μάθε ἐπίστασαι.

`87a`

σθένος τὸ δὲ σὸν σθένος ἀσφαλές ἐστιν εἰς τὸ εὖ ποιεῖν.

`87b`

τὸ δὲ σὸν σθένος, φησίν, ἀσφαλές ἐστιν εἰς τὸ εὖ ποιεῖν.

`91`

ὅδιος γὰρ ὁ θεός.

`92-93`

σέβει ... τύχηι τὸ τῶν ἱκετῶν σέβισμα καὶ δέημα οὐ μόνον τιμᾶι ὁ Ζεύς, ἀλλὰ καὶ σέβει, ὁρῶν αὐτὸ ὁρμώμενον προσηκούσηι τύχηι.

`94a`

εὕδοιτʼ ὁ μὲν Ὀρέστης φυγῆι οἴχεται Ἀθήναζε πειθόμενος, αἱ δὲ Ἐρινύες μόναι καθεύδουσιν ὑπὸ πόνου ἴσως καὶ Ἀπόλλωνος, τοῦ τραγωιδοποιοῦ τοῦτο ἐπιτηδεύσαντος ἵνα διὰ τούτου ἐμφαίνηι τὸ ἄγριον αὐτῶν καὶ χαλεπόν. πῶς δὲ διεγείρονται; οὐχ ὑπὸ Ἀπόλλωνος οὐδὲ ὑφʼ ἑαυτῶν, ἀλλʼ ἐν ἄλληι φαντασίαι. ἐφίσταται γὰρ τὸ εἴδωλον Κλυταιμήστρας καὶ μεμψάμενον ἀνεγείρει, ὥστε ποικίλαις φαντασίαις πεπύκνωται.

`94b`

ὁ μὲν Ὀρέστης φυγῆι οἴχεται Ἀθήναζε πειθόμενος, αἱ δὲ Ἐριννύες μόναι καθεύδουσιν ὑπὸ πόνου ἴσως καὶ Ἀπόλλωνος, τοῦ τραγωιδοποιοῦ τοῦτο ἐπιτηδεύσαντος ἵνα διὰ τούτου ἐμφανὲς γένηται τὸ ἄγριον αὐτῶν καὶ χαλεπόν.

`95a`

ὑμῶν ὑπὲρ ὧν, φησιν, ἐφόνευσα Ἀγαμέμνονα ἀπώσασθε, καὶ οἱ ἐμὲ φονεύσαντες οὐκ ἀτιμάζονται, ὡς Ὀρέστης οὗτος ὁ ἐμὸς υἱός.

`95b`

ἀπητιμασμένη λείπει εἰμί.

`96`

ὡς μὲν ἔκτανον ὑπὲρ ὧν ἐφόνευσα Ἀγαμέμνονα ἀπώσασθε καὶ οἱ ἐμὲ φονεύσαντες οὐκ ἀτιμάζονται. παιδευτικὰ δὲ ταῦτα· τὸ γὰρ τοὺς ἐναγεῖς καὶ μετὰ θάνατον ὑπὸ νεκρῶν ἀτιμάζεσθαι ἱκανῶς ἔχεται παιδεύσεως.

`99a`

κείνων ὕπο καὶ σφαγεῖσα αἰτιῶμαι ὑπʼ αὐτῶν τῶν περὶ Ἀγαμέμνονα.

`99b`

σφαγεῖσα, φησίν, αἰτιῶμαι ὑπὸ τῶν περὶ Ἀγαμέμνονα.

`103`

πληγὰς τραγικώτερον τὸ εἴδωλον Κλυταιμήστρας σώζει τὴν σφαγήν.

`104a`

εὕδουσα ἐν τῶι καθεύδειν ὁ νοῦς ἀκριβέστερον ὁρᾶι μὴ παραπλανώμενος τῆι θέαι.

`104b`

ἐν τῶι καθεύδειν, φησίν, ὁ νοῦς ἀκριβέστερον ὁρᾶι μὴ πλανώμενος τῆι θέαι τῆς ἡμέρας. καὶ γὰρ τῆς νυκτὸς αἱ ἔννοιαι ἄρισται.

`105`

μοῖρʼ ἡ τῆς φρενὸς μοῖρα οὐ προορᾶι ἐν ἡμέραι.

`107a`

ἀοίνους οἶνος γὰρ οὐ σπένδεται Ἐρινύσιν.

`107b`

οἶνος γὰρ οὐ σπένδεται Ἐριννύσιν. ἔθυον δὲ αὐταῖς κατὰ τὴν νύκτα, ἐν ἧι οὐδεὶς τῶν θεῶν ἐκοινώνει τῆς θυσίας αὐταῖς. ἐν γὰρ τῶι μεσονυκτίωι μόναις Ἐριννύσιν ἀπάρχονται θύειν.

`109a`

ἔθυον ἔθυον ἐν νυκτὶ ἐν ἧι οὐδεὶς τῶν θεῶν ἐκοινώνει τῆς θυσίας ὑμῖν. ἐν γὰρ τῶι μεσονυκτίωι μόναις Ἐρινύσιν ἀπάρχονται.

`109b`

ὥραν σημείωσαι ὅτι ταύταις μόναις ἐν νυκτὶ θύουσιν.

`111`

ἐξαλύξας διὰ τὸ πεφευγέναι ἐκ τοῦ νεώ.

`113a`

ἐκκατιλλώψας χλευάσας, ἐγγελάσας.

`113b`

ἐκκατιλλώψας χλευάσας, ἐγγελάσας. διὰ δὲ τούτων ἐρεθίζει αὐτάς.

`117`

μυγμός παρεπιγραφή. τοῦτο δέ ἐστιν ὅ φησι ὁ ποιητής· αἱ δʼ ἐπέμυξαν. τὸ δὲ ἐγείρεσθαι ἀθρόως τὰς παρειμένας ὕπνωι οὐ πιθανόν· κατὰ βραχὺ οὖν ἐκ προσβάσεως τὴν ἔγερσιν ποιήσονται.

`124a`

ὤζεις ὡς παρὰ τὸ αἲ αἲ αἰάζειν, οὕτω παρὰ τὸ ὢ ὢ ὤζειν.

`124b`

ὡς παρὰ τὸ αἲ αἲ αἰάζειν, οὕτω καὶ παρὰ τὸ ὢ ὢ ὤζειν. τί οὖν μέλλεις τὸ σὸν ἔργον ἀνύειν;

`125`

τί σοι τί οὖν μέλλεις τὸ σὸν ἔργον ἀνύειν;

`127a`

συνωμόται συνωμοσίαν ποιήσαντες κατεκοίμησαν ὑμᾶς.

`127b`

συνωμοσίαν, φησί, ποιήσαντες κατεκοίμησαν ὑμᾶς.

`128`

ἐξεκήραναν παρείλοντο.

`130a`

λάβε ὀνειροπολοῦσαι διώκειν Ὀρέστην τοῦτό φασιν.

`130b`

ὀνειροπολοῦσαι διώκειν Ὀρέστην ἐοίκασιν.

`135`

ἄλγησον οὕτως ἄλγησον, φησίν, ὡς μαστιζόμενος.

`136`

ἀντίκεντρα ἴσα μαστίγων.

`137a`

πνεῦμʼ οἰκεῖον τῶι πνεῦμα τὸ ἐπουρίσασα.

`137b`

ἐπουρίσασα ἐφορμήσασα τῶι Ὀρέστηι.

`137c`

ἐφορμήσασα τῶι Ὀρέστηι. τὸ δὲ ἀτμῶι κατισχαίνουσα ἀντὶ τοῦ πυρετῶι αὐτὸν ἀναλίσκουσα, ὡς δοκεῖν ἀτμοὺς ἀνιέναι ἀπὸ τῆς γαστρὸς αὐτοῦ.

`138a`

ἀτμῶι πυρετῶι αὐτὸν ἀναλίσκουσα, ὡς δοκεῖν ἀτμοὺς ἀνιέναι ἀπὸ τῆς γαστρὸς αὐτοῦ.

`138b`

κατισχαίνουσα ἐκλεπτύνουσα.

`140a`

ἐξ ὧν μία.

`140b`

μιμούμενος ἐμφαντικῶς τὴν ἀλήθειαν οὐκ ἀναστήσει αὐτὰς ἀθρόως, ἀλλʼ ἐγείρεταί τις πρώτη, ὥστε μὴ ἀθρόως τὸν χορὸν φθέγξασθαι.

`142`

ματᾶι μάταιον γίνεται.

`143`

ἐπάθομεν λείπει δεινά.

`144`

ἦ πολλὰ κομματικῶς ἕκαστον κατʼ ἰδίαν προενεκτέον. αἱ γὰρ διακοπαὶ πρόσφοροι τοῖς πάθεσιν.

`145`

κομματικῶς ἕκαστον κατʼ ἰδίαν προενεκτέον—αἱ γὰρ διακοπαὶ πρόσφοροι τοῖς πάθεσι τούτοις—καθʼ ἓν καὶ ἕν. τὸ δὲ καθιππάσω ἀντὶ τοῦ κατεπολέμησας αὐτάς.

`146`

ἄφερτον κακόν ἀφόρητον κακὸν ἐπάθομεν.

`150`

καθιππάσω κατεπολέμησας.

`153a`

τοκεῦσιν συλληπτικῶς.

`153b`

συλληπτικῶς χρὴ λέγεσθαι τὸν μητραλοίαν.

`156a`

ἔτυψεν ὡς ἡνίοχος ἔτυψέ με.

`156b`

οὕτως ἔτυψέ με, φησίν, ὥσπερ ἡνίοχος.

`159a`

λοβόν· μέρος τοῦ ἥπατος.

`159b`

λοβόν λοβὸς μέρος τοῦ ἥπατος.

`160a`

μαστίκτορος λείπει τὸ ὡς.

`160b`

μαστίκτορος ἀπὸ κοινοῦ τὸ ἔτυψε.

`161a`

περίβαρυ οὐ τὸ τυχόν, ἀλλὰ περισσῶς βαρύ.

`161b`

κρύος ἔχειν οὐ τὸ τυχὸν βαρύ, ἀλλὰ τὸ περισσόν.

`161c`

κρύος ἔχειν ἡμᾶς φασιν.

`163`

δίκας πλέον παρὰ τὸ δίκαιον τὸ πᾶν ἔχοντες.

`164a`

τὸν θρόνον, φασίν, οὗ Ὀρέστης καθῆστο, πάρεστιν ὁρᾶν φονολιβῆ ἀπὸ ποδῶν ἕως κεφαλῆς. τὸ γὰρ γᾶς ὀμφαλὸν ἀντὶ τοῦ τὸν ἐν Πυθοῖ. διὰ τούτων ἀποσκευάζειν δοκοῦσι τῆς ἐπικουρίας τῶν θεῶν τὸν Ὀρέστην, ὥστε τὸν ὀμφαλὸν ἔχειν αἱμάτων ἄγος ἐπαίροντα.

`164b`

φονολιβῆ τὸν θρόνον, οὗ Ὀρέστης καθῆστο, πάρεστιν ὁρᾶν φονολιβῆ ἀπὸ ποδῶν ἕως κεφαλῆς ὅλον. τὸ δὲ γᾶς ὀμφαλὸν ἀντὶ τοῦ τὸν ἐν Πυθοῖ. διὰ δὲ τούτων ἀποσκευάζειν δοκοῦσι τῆς ἐπικουρίας Ὀρέστου τὸν θεόν.

`166a`

προσδρακεῖν ὥστε τὸν ὀμφαλὸν ἔχειν αἱμάτων ἄγος ἐπαίροντα.

`166b`

προσδρακεῖν λείπει ὁ καί.

`170`

αὐτόκλητος αὐτὸς αὑτὸν καλέσας ἐπὶ τῶι μιᾶναι τὸν ναόν.

`172`

μοίρας ἡμᾶς ὅσον ἐπὶ σοί.

`176-177`

ποτιτρόπαιος ὢν ἐναγὴς ἐν τῶι κάραι ἑαυτοῦ ἕτερον μιάστορα λήψεται, καὶ οἱ ἐξ αὐτοῦ δίκας ἡμῖν δώσουσιν.

`176a`

ποτιτρόπαιος προστρόπαιος ἀντὶ τοῦ ἐναγής.

`176b`

ποτιτρόπαιος ἐναγής.

`180`

τὸ μὲν πρῶτον πρὸς πάσας ὁ λόγος, ἑξῆς δὲ πρὸς μίαν ἀποδίδοται.

`181a`

ὄφιν τραγικώτερον ὄφιν εἶπεν τὸ βέλος διὰ τὸν ἰόν, πτηνὸν δὲ διὰ τὸ ἐπτερῶσθαι. τὸ μὲν πρῶτον πρὸς πάσας ὁ λόγος, πρὸς μίαν δὲ ἑκάστην νῦν.

`181b`

τραγικώτερον ὄφιν εἶπε τὸ βέλος διὰ τὸν ἰόν, πτηνὸν δὲ διὰ τὸ ἐπτερῶσθαι.

`182`

θώμιγγος νευρᾶς.

`183a`

μέλανα ... ἀφρόν τὸ αἷμα μέλανα ἀφρὸν εἶπεν, οὐ δήπου τὸ ἔμφυτον αὐτῶν—ἀναίμονες γάρ εἰσιν οἱ θεοί—ἀλλὰ τὸ ἀπʼ ἀνθρώπων ἠθροισμένον, ὡς τούτωι τροφῆι χρωμένων αὐτῶν.

`183b`

μέλανα ἀφρὸν εἶπε τὸ αἷμα, οὐ δήπου τὸ ἔμφυτον αὐτῶν— ἀναίμονες γάρ εἰσιν οἱ θεοί—ἀλλὰ τὸ ἀπʼ ἀνθρώπων ἠθροισμένον. ἀφρὸν δὲ τὴν πῆξιν τοῦ αἵματος.

`184`

θρόμβους τὰς πήξεις τοῦ αἵματος.

`186`

καρανιστῆρες αἱ ἀποκεφαλίζουσαι.

`188a`

χλοῦνις ἡ ἐκτομὴ μορίων.

`188b`

χλοῦνις ἀκρωνία· ἡ ἀκμαία ἀποκοπὴ παρὰ τὴν χλόην· ἢ ἐπεὶ χλούνης ὁ σῦς, κάπροι δὲ συνεχῶς εὐνουχίζονται. διὰ τοῦτο τὴν ἀποκοπὴν συικὴν εἶπεν, οὐκ ἀνθρωπίνην.

`188c`

χλοῦνιν λέγει τὴν ἀκμαίαν ἀποκοπὴν παρὰ τὴν χλόην· ἢ ἐπεὶ χλούνης ὁ σῦς, κάπροι δὲ συνεχῶς εὐνουχίζονται.

`188d`

ἀκρωνία κακῶν ἄθροισις. Ἡρωδιανὸς δὲ τὸ σύστημα καὶ ἄθροισμα.

`189`

λευσμόν ἡ λιθοβολία.

`191a`

ἑορτῆς· εἰρωνικῶς ἀντὶ τοῦ διατριβῆς.

`191b`

τὸ ἑορτῆς εἰρωνικὸν ἀντὶ τοῦ διατριβῆς.

`192-193`

πᾶς ... μορφῆς ἀντὶ τοῦ διὰ τῆς μορφῆς ὑμῶν ἡ κακία τῶν τρόπων ὑμῶν διαδείκνυται.

`195`

τρίβεσθαι μῦσος μῦσος προστρίβεσθαι.

`196`

ἄνευ βοτῆρος μόναι ὡς ἀνήμερα θηρία.

`199-200`

αὐτὸς ... παναίτιος οὐκ ἐπικοινωνῶν τῆι αἰτίαι, ἀλλὰ τοῦ παντὸς σὺ αἴτιος.

`204`

δέκτωρ ὥστε δέξασθαι τὸν φονέα.

`206`

προπομποὺς ἠθικεύσαντο τὰς διωκτρίας προπομποὺς εἰποῦσαι.

`211a`

τίς γὰρ τί προστέταχθε ποιεῖν περὶ ἀνδροφόνου ἀνδρὸς γυναῖκα φονεύσαντος;

`211b`

τί γὰρ τί προστέταχθε ποιεῖν περὶ ἀνδροφόνου γυναικός;

`212a`

αὐθέντης ὁ τοῦ Ἀγαμέμνονος φόνος οὐκ ἦν αὐθέντης, ὅ ἐστι μιαρός.

`212b`

αὐθέντης ὁ τοῦ Ἀγαμέμνονος φόνος, φησίν, οὐκ ἔστιν αὐθέντης, ὅ ἐστι μιαρός.

`223`

ἡσυχαιτέραν· δολιωτέραν.

`230`

δίκας ἡ δίκη τοῦ μητρώιου αἵματος.

`234`

μῆνις μή τοί τι θεῶν μήνιμα γένωμαι.

`237`

ἀφοίβαντον ἀκάθαρτον.

`238`

προστετριμμένον ἀντὶ ἐπελθόντα.

`239`

ἄλλοισιν ἄλλοις προστριψάμενον τὸ μύσος.

`245`

φραδαῖς ταῖς ἐννοίαις.

`246a`

τετραυματισμένον ὡς αὐτόχρημα αἱματοῦντος Ὀρέστου καὶ μιαίνοντος τὴν γῆν ἧς ἐφάψεται.

`246b`

τετραυματισμένον· τὸ μὲν ἀπορρεῖν τὸ αἷμα παραδοξολογίας ἐστὶ τραγικῆς. ὅρα δὲ μὴ ἐκβαίνηι τὴν πίστιν ὁ ἀπὸ Ἄργους εἰς Δελφοὺς ἥκων, εἶτα ἐκεῖθεν εἰς Ἀθήνας καὶ ἔτι αἷμα στάζων ἀπὸ τοῦ ξίφους. φαντασία οὖν ἀμήχανος· ἀλλὰ καὶ συγκέχυται τῆι παραδοξολογίαι.

`248`

ἀνδροκμῆσι μεγαλοκμῆσιν.

`249`

σπλάγχνον τὸ ἡμέτερον σπλάγχνον.

`250`

ἀπτέροις σημείωσαι ὅτι μὴ πτερωτὰς εἰσήγαγεν αὐτάς.

`252`

καταπτακών καταπτήξας πρὸς τῶι ἀγάλματι.

`253`

προσγελᾶι προσσαίνει.

`254`

τὸ αὐτὸ πρόσωπόν ἐστιν.

`256a`

ἀτίτας· ἀτιμώρητος.

`256b`

ἀτίμας ἀτιμώρητος.

`259`

πλεχθεὶς ἀνθʼ ὧν ἡμῖν χρεωστεῖ πρόσφυξ θέλει γενέσθαι τῆς θεοῦ.

`261`

οὐ πάρεστιν οὐ πάρεστιν αὐτῶι νικῆσαι ἡμᾶς.

`262`

δυσαγκόμιστον τὸ ἅπαξ χυθὲν αἷμα δυσίατον.

`263a`

τὸ διερὸν τὸ βρέξαν τὴν γῆν.

`263b`

διερὸν πᾶν διερὸν ἐκκεχυμένον εἰς τὴν γῆν δυσαγκόμιστον· τοιοῦτο οὖν καὶ τὸ αἷμα.

`264`

ῥοφεῖν καταπίνειν.

`265`

πέλανον θρόμβον αἵματος.

`273`

εὔθυνος δικαστής.

`275`

δελτογράφωι· ἐφορᾶι δὲ πάντα ἀναγραφόμενος αὐτὰ τῆι ἰδίαι δέλτωι.

`276-278`

ἐγὼ διδαχθείς· διδαχθεὶς πολλοὺς καθαρμούς, ὅ ἐστι τηλικαῦτα ἀτυχήσας, ἃ πολλῶν ἐδεήθη καθαρμῶν. ἄλλως· οἱ ἐναγεῖς οὔτε ἐν ἱερῶι προσήιεσαν οὔτε προσέβλεπον οὐδὲ διελέγοντό τινι. καὶ παρʼ Εὐριπίδηι· τί σιγᾶς; μῶν φόνον τινʼ ἠργάσω; ἐπεὶ οὖν Ὀρέστης μέλλει διαλέγεσθαι δοκῶν ἔτι ἐναγὴς εἶναι, ἐγώ, φησί, διδαχθεὶς σὺν κακῶι τῶι ἐμαυτοῦ καὶ οἷον διδασκάλοις χρησάμενος ταῖς ἐμαῖς συμφοραῖς, ἐπίσταμαι καὶ σιγᾶν καὶ λαλεῖν ὅπου δεῖ, ἑκατέρου καιρὸν γινώσκων.

`280`

βρίζει κοιμᾶται.

`281`

ἔκπλυτον ἐκκεκαθαρμένον.

`285`

ἀβλαβεῖ ἐβλάπτοντο γὰρ οἱ μυσαροῖς ξυντυγχάνοντες.

`290a`

αὐτόν λείπει ἐμέ.

`290b`

Ἀργεῖον λεὼν ὡς τότε συμμαχούντων Ἀργείων Ἀθηναίοις.

`293`

Τρίτωνος σημείωσαι ὅτι διὰ τοῦτο οἴεται αὐτὴν Τριτογένειαν.

`296`

θρασὺς ταγοῦχος ὡς θρασὺς ἡγεμών· ἁρμόττουσα δὲ ἡ εὐχή. δεῖται γὰρ ἐνδρανοῦς βοηθοῦ.

`298`

τὸ ἑξῆς· ἔλθοι, ὅπως γένοιτο.

`302`

ἀναίματον ... σκιά ὁ μηδὲ αἷμα σχήσων ἐξ ἡμῶν, ἀλλὰ γενησόμενος σκιά. ῥοφήσομεν γάρ σου τὸ αἷμα. ἢ ἐναίματον ἀντὶ τοῦ ζῶντά σε νεκρὸν ποιήσομεν.

`303`

οὐδʼ ἀντιφωνεῖς οὐκ ἀποκρίνηι. ἢ ἀντὶ τοῦ οὐδὲ ἀντιφωνήσεις μοι, ἀλλὰ σοῦ βουλομένου λαλεῖν τὸ φθέγμα δεθήσεται.

`309`

ἀποφαίνεσθαι ὡς ἐπὶ νεκρῶι.

`310`

λάχη τοὺς κλήρους ἡμῶν. ἀπὸ κοινοῦ δὲ τὸ δεδόκηκεν.

`311a`

ὡς ἐπινωμᾶι δεδόκηκεν ἡμῖν λέξαι τίνα τρόπον τὰ κατʼ ἀνθρώπους λάχη ἐφορεύομεν.

`311b`

ἐπινωμᾶι ἐπισκοπεῖ.

`311c`

στάσις τὸ σύστημα.

`317`

ἐπικρύπτει τὸν φόνον κρύψαι θέλει.

`318`

τοῖσι θανοῦσιν τοῖς ἀναιρεθεῖσιν.

`321`

μᾶτερ ἐπεὶ ὑπὲρ τῆς μητρὸς Ὀρέστου ἀγωνίζονται, οἰκείως τὴν μητέρα ἑαυτῶν ὀνομάζουσιν.

`323`

ἀλαοῖσι καὶ δεδορκόσιν ζῶσι καὶ θανοῦσιν ἔκδικον.

`326`

ματρῶιον ἅγνισμα τὸν τῶι ἰδίωι θανάτωι ἀφαγνιοῦντα τὸν φόνον τῆς μητρός. ἅγνισμα δέ τινες εὐφήμως τὸ μόλυσμα.

`328-332`

ἐπὶ ἐπὶ Ὀρέστηι δὲ μέλλοντι θύεσθαι λεχθήσεται ὕμνος ἐξ ἡμῶν, ὡς ἐπὶ ἱερείωι, ὃς αὐτοῦ τὰς φρένας παρακόψει.

`330`

παραφορὰ παρακίνησις τῶν φρενῶν.

`332`

δέσμιος ὁ δεσμεύων αὐτοῦ τὰς φρένας.

`333`

αὐονὰ ὁ ξηραίνων τοὺς βροτούς.

`334`

διανταία ἡ διαμπὰξ τιμωρουμένη.

`336`

αὐτουργίαις αὐτοφονίαις.

`338`

τοῖς ὁμαρτεῖν τούτοις ἡμᾶς ἀκολουθεῖν, ἕως ἀποθάνηι ὁ τοιοῦτος.

`339`

θανὼν λείπει γίνεται.

`340`

οὐκ ἄγαν ἐλεύθερος ἀλλὰ πάλιν κολάζεται.

`341`

ἐφυμνίωι αὐτῶι χρῆται. λέγεται δὲ καὶ μεσόφθεγμα.

`345a`

ἀφόρμικτος· οὐ γὰρ σὺν ὀργάνοις μουσικοῖς γίνεται οὗτος ὁ ὕμνος.

`345b`

δέσμιος ὁ δεσμεύων αὐτοῦ τὰς φρένας.

`349`

λάχη ἀντὶ τοῦ γέρα.

`350`

ἀπέχειν μὴ πλησιάζειν ἡμᾶς τοῖς θεοῖς.

`352`

παλλεύκων ... ἐτύχθην οὐδαμοῦ ὅπου ἑορτὴ καὶ ἀμπεχόνη καθαρὰ πάρειμι.

`355`

ὅταν ὅταν τις ἐχθρὸς συγγενὴς ὢν τὸν συγγενῆ φονεύσηι.

`356`

πίθασος οἰκεῖος, φίλος.

`357`

ὤ διὰ μέσου τὸ ὤ.

`359a`

αἵματος νέου τοῦ νεωστὶ εἰργασμένου ὑπʼ αὐτοῦ.

`359b`

νέου διὰ τὸ νέον αἷμα.

`360`

τινὰ τὴν Κλυταιμήστραν.

`361-363`

ἐπικραίνειν λείπει εὔχομαι· εὔχομαι τοῖς θεοῖς τελέσαι μου τὸ βούλημα καὶ μὴ εἰς μάχην μοι ἐλθεῖν.

`365`

τόδε τὸ τῶν φονέων.

`368`

ὑπʼ αἰθέρι καὶ τοὺς ὑψηλοὺς καθαιροῦμεν.

`375`

τανυδρόμοις τοῖς τανυδρόμοις αὐτῶν κώλοις ἐπάγουσα τὰ σφαλερά μου κῶλα. ἢ ἀπʼ ἄλλης ἀρχῆς· καὶ τοῖς τανυδρόμοις γίνεται σφαλερὰ τὰ κῶλα διὰ τὴν ἐπιοῦσαν ἄτην δύσφορον ὑπʼ ἐμοῦ. οἷον, καὶ οἱ ταχυδρόμοι οὐ δύνανταί με ἐκφυγεῖν.

`377`

ὑπʼ ἄφρονι παραφρονῶν γὰρ οὐκ αἰσθάνεται τοῦ κακοῦ.

`378`

κνέφας σκότος φρενῶν· λείπει, φασί, διά, διὰ μύσος. οὐκ ἔστι δέ· αὐτὸ γὰρ τὸ μύσος κνέφας εἴρηκεν.

`379-380`

αὐδᾶται κακὴ δὲ φήμη περὶ τοῦ οἴκου αὐτοῦ λέγεται.

`381`

εὐμήχανοι λείπει τὸ ἐσμέν. ἡμεῖς γὰρ εὐμήχανοι ἐσμὲν καὶ ἐπιτελεστικαὶ καὶ τῶν κακῶν μνήμονες.

`384`

δυσπαρήγοροι οὐ ταχέως παρηγορούμεναι ὑπὸ βροτῶν.

`385-386`

διόμεναι λάχη μετερχόμεναι λάχη ὑπὲρ ὧν οὐ τιμώμεθα ὑπὸ θεῶν.

`386`

λάχη ἀφωρισμένα τῶν θεῶν τῶι προσόντι αὐτοῖς σκότει.

`388`

δυσοδοπαίπαλα δυσπαράβατα καὶ τραχέα ζῶσι καὶ τοῖς θνήσκουσιν.

`392`

μοιρόκραντον τὸν ὑπὸ Μοιρῶν καὶ θεῶν τετελεσμένον.

`393`

ἔπι δέ μοι ἔπεστιν.

`397`

ἐπὶ ὀχήματος ἔρχεται.

`398a`

καταφθατουμένην καταφθάνουσα.

`398c`

Μιτυληναῖοι ἐμάχοντο πρὸς Ἀθηναίους περὶ πόλεως Σιγείου· ἔδοξεν οὖν μονομαχίωι λῦσαι τὸν πόλεμον, καὶ ὑπὲρ μὲν Μιτυληναίων ἐπολέμει Πιττακός, ὑπὲρ δὲ Ἀθηναίων Φρύνων. ἡττηθέντος δὲ Φρύνωνος διελύθη τὰ τῆς μάχης. ἔοικεν οὖν παρορμᾶν Ἀθηναίους ὁ Αἰσχύλος εἰς τὸ ἀντέχεσθαι πάλιν Σιγείου, λέγων τὴν θεὸν ἐκεῖθεν ἐληλυθέναι.

`404`

αἰγίδος ὡς ἀρμένωι χρωμένη τῆι αἰγίδι.

`410a`

ὑμᾶς τʼ καὶ πρὸς ὑμᾶς.

`410b`

σπαρτῶν τῶν σπειρομένων.

`413`

ἄμορφον ὄντα ἄμομφος οὖσα οὐ δυνήσηι με ἐφʼ οἷς εἶπον ἀντιψέξαι.

`416`

αἰανῆ σκοτεινὰ ἢ θρηνητικὰ ἢ αἰάζειν ποιοῦντα.

`418`

ἐπωνύμους τὰ ἐπώνυμα οἷς καλεῖσθε.

`423`

ὅπου ἐν τῶι Ἅιδηι.

`424`

ἐπιρροιζεῖ ἐπιβοᾶις, ἐπιβάλλεις.

`426a`

ἐν ἐρωτήσει.

`426b`

μὴ ἐξ ἀνάγκης τοῦτο πεποίηκεν;

`428a`

δυοῖν ὑμῖν μὲν κατηγορεῖν, ἐκείνωι δὲ ἀπολογεῖσθαι. μηδὲ δίκην δικάσηις πρὶν ἀμφοῖν μῦθον ἀκούσηις.

`428b`

δυοῖν σοῦ καὶ Ὀρέστου.

`429`

ἀλλʼ ὅρκον οὕτως, φησί, φανερόν ἐστι τὸ κατʼ αὐτόν, ὡς μήτε αὐτὸν δύνασθαι ὀμόσαι ὅτι οὐκ ἔστι τοιοῦτος, μήτε θέλειν ὅρκον ἡμᾶς αἰτῆσαι, εἰ δικαίως αὐτὸν κολάζομεν.

`430`

κλύειν θέλεις αὐτὸν ἀπολογήσασθαι ἢ κατηγορεῖς αὐτοῦ ὡς πράξαντος;

`432a`

μὴ πρότεινε αὐτῶι ὅρκον καὶ διὰ τούτου θέλε νικᾶν.

`432b`

ὅρκοις οὐκ ὀφείλει ὁ ἀδικῶν ὅρκωι φεύγειν τὴν κατηγορίαν· ἐπιορκήσει γάρ.

`435`

ἐπαξίων ἀξίων οὖσαν γονέων.

`438`

ψόγον ἀντὶ ἔγκλημα.

`441a`

προσίκτωρ τῶι ναῶι  <span class="gap">…</span>

`441b`

τρόποις Ἰξίονος ὃν τρόπον κἀκεῖνος προσεκάθητο τῶι ναῶι τοῦ Διὸς καθαρισθησόμενος. πρῶτος γὰρ Ἰξίων φόνον ποιήσας ἐκαθαρίσθη ὑπὸ Διός.

`442`

ἀμείβου ἀποκρίνου μοί τι εὔγνωστον.

`445`

προστρόπαιος ἐναγής.

`448a`

σημείωσαι.

`448b`

τὸν παλαμναῖον τὸν φονέα.

`452`

καὶ εἰς οἶκον εἰσῆλθον καὶ ὑδάτων μετέλαβον.

`453`

ταύτην τὴν τοῦ μύσους.

`456`

ἁρμόστορα διατάκτορα, βασιλέα.

`457`

ξὺν ὧι σὺ διὰ τούτων φιλοποιεῖται τὴν θεόν.

`459`

κελαινόφρων δολιόφρων.

`460`

ποικίλοις ἀγρεύμασι τῶι πέπλωι.

`461`

ἐξεμαρτύρει ἐκήρυττε τὸν διὰ τῆς ἐπιχύσεως τῶν λουτρῶν γενόμενον αὐτῶι φόνον. λέγεται γὰρ μετὰ τὸ φονεῦσαι γυμνὸν ἐξαγαγεῖν καὶ δεῖξαι τοῖς πολίταις.

`465a`

τοῦτο δὲ πρὸς τὸ ἄλλης ἀνάγκης οὔτινος τρέων κότον.

`465b`

τῶνδε πάντων.

`469`

πράξας τὰ κατὰ τὴν σὴν κρίσιν ἀποβαίνοντα, ὁποῖα ἂν ἦι, ἐπαινέσω.

`470-472`

εἴ τις εἴ τις οἴεται τὸ πρᾶγμα τόδε βροτὸς δικάζειν, μεῖζον ἢ κατʼ ἀνθρώπους οἴεται. ἐμοὶ δὲ περὶ φόνου δικάζειν οὐχ ὅσιον.

`472`

ὀξυμηνίτου ἐφʼ οἷς ταχέως μηνίσουσιν Ἐρινύες.

`473a`

κατηρτυκὼς τέλειος τὴν ἡλικίαν. τοῦτο δὲ ἀπὸ τῶν ζώιων.

`474`

καθαρὸς ἀβλαβὴς διὰ τούτου ἐλπίδας αὐτῶι χρηστὰς ὑποτίθησιν.

`475`

αἱροῦμαι πόλει δέχομαι ἐν τῆι πόλει.

`476`

εὐπέμπελον εὐπαραίτητον, εὐχερῆ, εὐάρεστον· δυσάρεστοι, φησί, φύσει εἰσὶν αὗται.

`477`

τυχοῦσαι ἀντὶ τυχουσῶν.

`481`

πέμπειν αὐτὰς ἀμηνίτως δυσχερές ἐστιν ἐμοί.

`482`

ἐπέσκηψεν ὡς σκηπτὸς ἐπῆλθεν.

`483`

ὁρκίων οἷον ἐνόρκους δικαστάς.

`484`

θήσω διετέλεσε γὰρ τὸ Ἀρειοπαγιτικὸν συνέδριον.

`485-486`

ὑμεῖς δὲ ὅρκους αὐτοὺς αἰτήσατε.

`487a`

βέλτατα βέλτιστα.

`487b`

βέλτατα τὰ μέγιστα.

`489`

ὅρκον περῶντας ὅρκον διδόντας.

`490`

ἡ μὲν Ἀθηνᾶ ἀπῆλθεν εὐτρεπίσαι δικαστάς, ὁ δὲ Ὀρέστης ἱκετεύων μένει. αἱ δὲ Ἐρινύες φρουροῦσιν αὐτόν. μέλος δὲ οἰκεῖον ἄιδουσι τῆι ἑαυτῶν προαιρέσει.

`494`

τόδʼ ἔργον τὸ μητροκτονεῖν.

`499`

βροτοσκόπων τῶν τοὺς βροτοὺς ἐπισκοπούντων.

`500`

τῶνδʼ ἡμῶν δηλονότι.

`502`

πάντʼ ἐφήσω μόρον· οὐκέτι τινὰ μὲν ἔννομον ἡγήσομαι μόρον, τινὰ δὲ οὔ, ἀλλὰ πάντα ἐφήσω μόρον, ὅπως τις βούλεται ἀναιρεῖν. οὐ τιμωρήσω τοῖς ἀδικουμένοις, ἀλλὰ συγχωρήσω ἀλλήλους ἀναιρεῖν.

`503`

πεύσεται δʼ ἄλλος· ἀεὶ τὰ ἀλλήλων ἀκούσονται, καὶ οὐ γίνεται κακῶν ἀνάπαυσις.

`505`

ὑπόδοσιν διαδοχήν.

`506-507`

τλάμων παθὼν δέ τις μάτην ἑαυτὸν παραμυθεῖται τῆι εἰς ἡμᾶς ἐλπίδι· ἢ ἕκαστος δὲ τῶν φονέων παρηγορηθήσεται. τλήμων γὰρ ὁ ἀναιδής· ἡ δʼ ὧδε τλήμων.

`508`

κικλησκέτω ἡμᾶς δηλονότι.

`510`

θροούμενος θροῶν.

`513`

ταῦτα· ἀναιρούμενος πατὴρ ἢ μήτηρ ὑπὸ παιδός.

`515-516`

ἐπειδὴ ἀπόλωλε τὸ δίκαιον.

`518-519`

οὐ πανταχῆι τὸ δεινὸν ἀπεῖναι φρενῶν δεῖ.

`519-521`

καθήμενον ... στένει ὥστε καθήμενον ὑπὸ στένει σωφρονεῖν, ὡς εἰ ἔλεγεν ὑπὸ τῶι δέει. ἔστι δὲ ἀπʼ εὐθείας τῆς τὸ στένος.

`522`

ἐν φάει λαμπρότητι, ὀρθότητι φρενῶν.

`526-529`

μήτʼ ἀλλὰ τὸν ἠρέμα τούτων ἐφαπτόμενον· παρόσον οἱ μὲν παντάπασι τυραννούμενοι κακῶς βιοῦσιν, οἱ δὲ ἄναρχοι πονηρῶς.

`530a`

ἄλλα ἄλλα ἄλλως ἐφορᾶι ὁ θεός.

`530b`

ἔσθʼ ὅπη δέους.

`532`

ξύμμετρον σύντομον.

`534`

δυσσεβείας ὕβριν γεννῶσα· οἱ γὰρ ἀρξάμενοι τοῦ θείου καταφρονεῖν ὑβρίζουσι τοὺς ἀνθρώπους.

`535-536`

ἐκ δʼ ὑγιείας φρενῶν· ἐκ τοῦ ὀρθὰς ἔχειν φρένας· νόσον μὲν φρενῶν τὴν δυσσέβειάν φησιν, ὑγίειαν δὲ ἐξ ἧς ἂν εἴη τιμή· ἐξ ἐκείνης δὲ ὕβρις.

`538`

ἐς τὸ πᾶν καθολικῶς λέγω τὸ ἐπιφερόμενον.

`540`

νιν τὴν δίκην.

`550`

ἀνάγκας ἄτερ δίκαιος ὢν ὁ χωρὶς ἀνάγκης δίκαιος ὤν.

`553a`

τὸν ἀντίτολμον τὸν τὰ ἐναντία τοῖς εἰρημένοις τολμῶντα ἀντὶ τὸν ἄδικον.

`553b`

περαιβάδαν παραβεβηκότα.

`554`

παντόφυρτʼ πάντοθεν συνηγμένα.

`555`

καθήσειν ἀπὸ τῶν χειμαζομένων τροπικῶς ἀντὶ τοῦ ταπεινωθήσεσθαι.

`556`

πόνος ἀτυχία.

`558`

ἀκούοντας τοὺς θεούς.

`560-562`

γελᾶι ... ἄκραν γελᾶι, φησίν, ὁ δαίμων ἐπὶ τῶι ἀδίκωι πάσχοντι, τὸν μηδέποτε προσδοκήσαντα τιμωρεῖσθαι ἰδὼν ἐν μέσηι τῆι δύηι ὑπεζευγμένον καὶ χαλινωθέντα. τοῦτο γὰρ δηλοῖ τὸ λέπαδνον.

`563`

διʼ αἰῶνος τὸν πολυχρόνιον δὲ ὄλβον ἑαυτοῦ προσκρούσας τῶι βράχει τῆς δίκης ὤλετο.

`566-569`

κληρώσασα Ἀθηνᾶ τοὺς ἀρίστους ἄγει δικάσοντας. καθισάντων δὲ αὐτῶν ἐν μέσωι στᾶσα κελεύει διὰ τῆς σάλπιγγος καὶ τοῦ κήρυκος σιωπὴν γενέσθαι ὡς μὴ ἀρκοῦντος μόνου τοῦ κήρυκος. ὅρα δὲ πῶς τὰ Ἀθηναίων ἔθη ἀναχρονίζει· ἃ γὰρ νῦν γίνεται, ταῦτα τὴν Ἀθηνᾶν εἰσήγαγε λέγουσαν. ἐχρῶντο γὰρ τῆι σάλπιγγι ἀνείργειν τὸ πλῆθος θέλοντες.

`566`

κατεργάθου κάτεχε, κώλυε.

`567`

λείπει.

`571`

ἀρήγει συμφέρει.

`572`

αἰανῆ διηνεκῆ παρὰ τὸ αἰεί.

`573`

τόνδʼ τῶν Ἀρειοπαγιτῶν.

`574a`

ἐν παραχορηγήματι αὐτῶι εἰσιν οἱ Ἀρειοπαγῖται μηδαμοῦ διαλεγόμενοι.

`574b`

ὧν ὧν ἐκληρώθης, δηλονότι μαντείων. παραφανέντος δʼ Ἀπόλλωνος ταῦτά φησιν.

`576`

μαρτυρήσων μαρτυρήσων ὅτι οὐκ ἔστιν ἐναγής· ἐκάθηρα γὰρ αὐτόν.

`579`

ξυνδικήσων σύνδικοι λέγονται οἷς ἴσον μέτεστιν ἐν τῆι δίκηι τῆς αἰτίας.

`582a`

ὑμῶν τῶν Ἐρινύων.

`582b`

ὅρα τὸ δικαστήριον.

`583`

διώκων κατηγορῶν.

`585`

πολλαὶ τοῦτο οὐ πρὸς τὰς τρεῖς, ἀλλὰ πρὸς τὸν χορόν· ιεʹ γὰρ ἦσαν.

`586-587`

ἔπος δʼ ἀμείβου ῥητορικῶς πυνθάνονται. εἰ μὲν ὁμολογοίη, ὑπεύθυνος ἔσται, εἰ δὲ ἀρνοῖτο, ἐλεγχθήσεται. καὶ Ἀχιλλεὺς πρὸς τοὺς πρέσβεις· τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας Ἀτρείδης; διὰ γυναῖκα.

`589`

ἓν μὲν ἓν πέπτωκας. ἡ μεταφορὰ δέ ἐστιν ἀπὸ τῶν παλαιόντων, οἳ ἐπὶ τοῖς τρισὶ πτώμασιν ὁρίζουσι τὴν ἧτταν.

`592`

ξιφουλκῶι χειρὶ πλανᾶται. αἱ μὲν γὰρ τὴν αἰτίαν τοῦ φόνου πυνθάνονται, ὁ δὲ πρὸς τὸ πῶς, ξίφει φησίν, ὡς τὸ μὴ διʼ ἐμὴν ἰότητα.

`596a`

δεῦρό γʼ ἀεὶ ἕως δεῦρο.

`596b`

δεῦρο τὸ ἀεὶ ἀντὶ τοῦ ἕως τάττουσιν Ἀττικοὶ πολλάκις· δεῦρο μέν μοι τόνδʼ αἰεὶ τείνει λόγον.

`596c`

τὴν τύχην τὴν πρᾶξιν.

`597`

τάχα ἀντὶ ἴσως.

`598`

πέμπει ὡς ὑμᾶς ἔπεμψεν ἡ μήτηρ, οὕτω βοηθοὺς κἀμοὶ πέμψει ὁ πατήρ.

`600`

προσβολὰς συντυχίας.

`601`

δίδαξον πανούργως φασί, μὴ ἡμᾶς δίδασκε, ἀλλὰ τοὺς δικαστάς.

`602`

πατέρʼ ἐμὸν ἐμὲ κἀκεῖνον ἠδίκησεν.

`603`

πῶς οὖν λέγεις ὅτι ἠδίκησέ με; πῶς δὲ Ἀγαμέμνονα, ὅπου ἀπέθανε διʼ αὐτόν;

`604`

τί δʼ οὐκ, εἰ τέθνηκεν, τούτου αἰτία εἶ σύ, ἐπεὶ οὐ ζῶσαν ἐδίωκες, ὥστε οὐδὲ ἀποθανοῦσα διὰ τὴν σὴν αἰτίαν ἀπέθανεν.

`606`

ἐγὼ δὲ ἐγὼ οὖν ὅμαιμός εἰμι τῆι μητρί.

`608`

ἀπεύχηι ἀπαρνῆι.

`609`

σὺ μαρτύρησον ὡς ἀπορῶν τῆς ἀποκρίσεως. ἐπεὶ γὰρ ἦλθεν εἰς τὴν διάκρισιν τοῦ δικαίως ἢ μὴ ἀνηιρηκέναι τὴν μητέρα, ἐπὶ τὸν συμβουλεύσαντα θεὸν καταφεύγει. τραγικὸν οὖν καὶ πρέπον· ὁμοειδές τε τὸ αὐτὸν πάντα λέγειν.

`615`

θεσμὸν τὸν Ἀρεοπαγιτικόν.

`618`

κελεύσει ὥστε ἐμοὶ μὲν Ζεύς, ἐγὼ δὲ τούτωι προσέταξε· οὐκ ἄνευ Διὸς οὖν τὸ γενόμενον.

`619`

μαθεῖν ἀντὶ τοῦ μάθε, ὦ βουλή.

`620`

πιφαύσκω κελεύω δὲ ὑμᾶς πεισθῆναι τῆι βουλῆι τοῦ Διός.

`624`

πράξαντα ἐκδικήσαντα.

`626`

τιμαλφούμενον συνεχὲς τὸ ὄνομα παρʼ Αἰσχύλωι· διὸ σκώπτει αὐτὸν Ἐπίχαρμος.

`632a`

ἀμείνονʼ βελτίονα.

`632b`

τὰ πλεῖστʼ τὰ πλεῖστα ηὐτυχηκότα ἀπὸ στρατείας.

`633a`

δροίτη πυέλωι, τῆι ὡς σορῶι αὐτῶι γενομένηι, παρὰ τὴν δρῦν. ξύλιναι γὰρ αὗται.

`633b`

κἀπὶ τέρματι τῶν λουτρῶν δηλονότι.

`634a`

περεσκήνωσεν παρεσκήνησεν· τὸ χ πρὸς τὴν συναλοιφὴν τῆς περὶ καὶ τὴν συζυγίαν τοῦ ῥήματος.

`634b`

ἀτέρμονι ἀτραχήλωι.

`638a`

τοιαύτην τὴν Κλυταιμήστραν.

`638b`

λεώς οἱ δικασταί.

`640`

πατρὸς προτιμᾶι ὡς λέγεις σύ, πατέρα προτιμᾶι μητρὸς ὁ Ζεύς.

`642`

ἐναντίως λέγεις οὐ τὸν Δία προέθετο κακῶς εἰπεῖν, ἀλλὰ τὸν Ἀπόλλωνα ὡς ψευσάμενον βούλεται ἐλέγξαι.

`643`

ὑμᾶς ὦ κριταί.

`652a`

σκόπει πῶς δικαιοῖς Ὀρέστην φεύγειν.

`652b`

πῶς γὰρ ἐκ τῆς Ἀπόλλωνος ἀπολογίας κατακρίνουσιν Ὀρέστην. εἰ γὰρ τὸν φονέα οὐχ οἷόν τε τὸν φόνον ἀνακαλέσασθαι, πῶς Ὀρέστης φονεύσας ἐλευθερωθήσεται;

`659`

κύματος κυήματος.

`660`

ὁ θρώισκων ὁ σπερμαίνων.

`661`

ἔρνος ὡς παρακαταθήκην.

`663`

γένοιτʼ γεννήσειεν.

`667a`

Παλλάς ὦ Παλλάς.

`667b`

ὡς ἐπίσταμαι ὅσον δύναμαι.

`672`

αἰανῶς διʼ αἰῶνος.

`673`

ἐπισπόρους ἀπογόνους.

`674`

φέρειν ὃ δοκιμάζεται.

`678`

πῶς τιθεῖσʼ τί τιθεῖσα μέμψιν παρʼ ὑμῶν οὐχ ὑπομενῶ;

`682`

πρώτας σημείωσαι ὅτι πρώτη ἐπὶ Ὀρέστηι γέγονεν δίκη ἐν τῶι Ἀρείωι πάγωι.

`686`

φθόνον μῆνιν.

`688`

τήνδʼ τὸν Ἄρειον πάγον. ἐν αὐτῶι γὰρ ἐστρατοπέδευσαν.

`689`

ἔνθεν ὅθεν Ἄρειος πάγος ἐκλήθη.

`690`

δὲ ὁ δὲ ἀντὶ τοῦ γάρ.

`697-698`

βουλεύω συμβουλεύω τοῖς ἐμοῖς πολίταις δημοκρατεῖσθαι μέν, ὑπὸ φόβον δὲ εἶναι.

`705`

εὑδόντων ὕπερ ὑπὲρ τῶν ἀποθανόντων τιμωρόν.

`718`

καθάρας τὸν πρωτομυσῆ Ἰξίονα.

`720`

ὁμιλήσω ἐπʼ ἀπειλὰς τρέπονται ἀφεῖσαι τὴν δικαιολογίαν.

`730`

ἐμῆι ἐκβαλεῖς τὴν ὀργὴν οὐδὲν δυναμένην βλάψαι τοὺς ἐχθρούς.

`731`

καθιππάζηι κατατρέχεις.

`733a`

ὡς ἀμφίβολος τέως γὰρ ἐν ἀμφιβόλωι ἔχω τὸ ὀργίζεσθαι.

`733b`

ἀμφίβολος ἀμφιβάλλουσα.

`735`

προσθήσομαι ἐγὼ προσθήσω τὴν ἐσχάτην ψῆφον, ἧι, ὅταν ἴσαι γένωνται, νικᾶι ὁ κατηγορούμενος.

`741`

κἂν ἰσόψηφος κριθῆι κἂν ἴσαι δὲ γένωνται αἱ ψῆφοι, ὁ κατηγορούμενος νικᾶι.

`743`

ὅσοις ὁ ἀριθμὸς τῶν Ἀρεοπαγιτῶν λʹ καὶ εἷς.

`746`

νῦν ... τέρματʼ νῦν μοι ζωὴ ἢ θανάτου τέλος.

`747`

νέμειν ἢ τὰς πρώην ἔχειν τιμάς.

`749`

διαιρέσει διακρίσει τῶν λευκῶν καὶ μελαινῶν.

`750`

γνώμης· ἀντὶ ψήφου. ὁ τρόπος συνεκδοχή, ἀπὸ τοῦ προηγουμένου τὸ ἀκόλουθον. τὸν γὰρ μέλλοντα βάλλειν ψῆφον δεῖ πρῶτον ἐν γνώμηι γενέσθαι.

`751`

βαλοῦσα ... μία ἡ ψῆφος δὲ βαλεῖν τε καὶ ὀρθῶσαι οἶκον δύναται.

`760`

Σωτῆρος τοῦ Διός.

`761`

συνδίκους τὰς συνηγόρους Εὐμενίδας.

`765`

πρυμνήτην ἄρχοντα, κυβερνήτην.

`769`

πράξομεν τιμωρησόμεθα.

`770`

παρόρνιθας ἀπαισίους.

`772`

ὀρθουμένων γεννωμένων.

`776`

πάλαισμʼ τὴν ἐμὴν ἐπικουρίαν.

`782a`

ἀντιπενθῆ ἰσοπενθῆ, ὅμοια δρῶντα οἷς πέπονθα.

`782b`

μεθεῖσα· ἀντὶ μεθήσω. μετοχὴ ἀντὶ ῥήματος, ὡς τὸ καρπῶι βριθομένη ἀντὶ τοῦ βρίθεται. σταλαγμὸν δὲ τὴν κατὰ βραχὺ φθοράν.

`783`

χθονιαφόρον τὸν εἰς τὴν γῆν φερόμενον.

`785a`

λιχὴν ψίλωσις.

`785b`

ἄφυλλος ἄκαρπος.

`785c`

ἰώ τοῦτο διὰ μέσου ὀλοφυρόμεναι ἀναφωνοῦσιν.

`787`

βαλεῖ ὁ λειχήν.

`789-790`

δύσοιστα ... ἔπαθον ἔμιξε τῶι θρήνωι τὴν τιμωρίαν τεχνικῶς. εἰπὼν γὰρ δύσοιστα ἔπαθον ἐπήγαγεν πολίταις, ἵνα ἦι· πολίταις δύσοιστα ὄντα.

`789`

γένωμαι λείπει ὁ ἢ διαζευκτικός, ἢ τί γένωμαι.

`790`

πολίταις ὑπὸ τῶν πολιτῶν ἔπαθον.

`791`

κόραι κόραι Νυκτός.

`798`

θήσας ἔφασκε γὰρ ὁ Ἀπόλλων γνώμηι Διὸς μαντεύεσθαι.

`802`

σταλάγματα τὰ σταλάγματα αἰχμαί εἰσι βιβρώσκουσαι τὰ σπέρματα.

`813`

σταλαγμὸν χθονὶ λείπει ἐμποιήσω.

`825`

δύσκηλον δυσθεράπευτον.

`831`

καρπὸν τὸν πάντα ποιοῦντα κακῶς πράττειν.

`832a`

κοίμα κοίμιζε.

`832b`

μένος τὸν θυμόν.

`833`

σεμνότιμος λείπει ἐσομένη.

`835`

τέλους ὡς προτέλεια θυόντων Ἀθήνηισι ταῖς Ἐρινύσι. τέλος δὲ ὁ γάμος.

`839`

ἀτίετον ἀνεκδίκητον, τιμωρεῖσθαι μὴ δυναμένην. τὸ δὲ φεῦ διὰ μέσου ἀναφωνεῖ.

`840`

ἅπαντά τε κότον ὀργὴν καὶ ἅπαντα κότον πνέω.

`841`

δᾶ· ὦ γῆ, Δωρικῶς· ὅθεν καὶ Δαμάτηρ.

`845`

δαμαίαν τὴν δημοσίαν ὑπὸ θεῶν δεδομένην.

`846`

δόλοι οἱ δόλοι γὰρ τῶν θεῶν ὡς οὐδὲν παρῆράν με τῶν δημοσίων τιμῶν.

`848`

ξυνοίσω φέρουσα τὰς ὀργάς.

`849`

σοφωτέρα διὰ τὸν χρόνον.

`851`

ἐλθοῦσαι χθόνα λείπει ὁ καί.

`852`

ἐρασθήσεσθε ἀντὶ μεγάλοι ἔσονται οἱ Ἀθηναῖοι, ὥστε ἐπιθυμῆσαι τῆς ἐξ αὐτῶν τιμῆς.

`859-860`

θηγάνας νέων· τὰς ἀναλισκούσας τὰ νέα.

`860a`

ἐμμανεῖς ὅτι καὶ οἱ οἰνωθέντες τρόπον τινὰ γίνονται ἐμμανεῖς.

`860b`

θυμώμασιν ὀργαῖς.

`861`

ἐξελοῦσʼ ἀναπτερώσασα· μάχιμον γὰρ τὸ ὄρνεον, τῶν τε ἄλλων ζώιων τὸ συγγενὲς αἰδουμένων μόνος οὐ φείδεται.

`864a`

θυραῖος ὁ Περσικός.

`864b`

οὐ μόλις παρών οὐ μακράν.

`866`

ἐνοικίου δʼ ὄρνιθος τῶν ἐνοικούντων πολιτῶν, ὅ ἐστιν ὁμόφυλον πόλεμον.

`882-884`

τὸ ἑξῆς· πρὸς νεωτέρας ἐμοῦ καὶ πολισσούχων βροτῶν θεὸς παλαιὰ ἄτιμος ἔρρειν.

`886-889`

εἰ πείθηι τῶι μειλίγματι τῆς ἐμῆς γλώσσης, παράμεινον καὶ τῶν καταλεχθέντων ἀγαθῶν μεταλάμβανε. εἰ δὲ μὴ πείθηι, ἴσθι μὴ βλάψουσα πόλιν.

`890`

ἀμοίρου πολυμοίρου.

`935`

ἀπάγει αὐτόν.

`946`

γόνος τὰ σπέρματα.

`947`

πλουτόχθων ὁ καρπὸς ὁ ἐκ γῆς πλουτίζων.

`948`

ἀκούετε ὦ Ἀρεοπαγῖται.

`1032`

αἱ προπομποί.

`1044`

ἔνδαιδες μετὰ λαμπάδων.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: tro-agc`.
