---
title: "Scholia on Aeschylus: Libation Bearers"
title_greek: "Σχόλια εἰς Αἰσχύλον, Χοηφόροι"
author: Aeschylus Scholia
eul_wid: tro-agb
eul_aid: tro
canonical: "https://eulogikon.org/works/aeschylus-scholia-text-choephori-tro-agb"
lang: grc
period: Late Antique
dialect: Medieval Greek
content_hash: "sha256:6a9907575f406c960375c3878b4aa3220d1958b5124c2f90402875a7685e5cb5"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Scholia on Aeschylus: Libation Bearers

*Σχόλια εἰς Αἰσχύλον, Χοηφόροι*

**Author:** Aeschylus Scholia

**eul_wid:** `tro-agb` · [HTML page](https://eulogikon.org/works/aeschylus-scholia-text-choephori-tro-agb)

## Text

Part of [Scholia on Aeschylus](/works/aeschylus-scholia-text-tro-ag)

`12`

πρέπουσα κοσμηθεῖσα.

`13b`

νέον ἀντὶ πῆμα νέον  <span class="gap">…</span>

`21a`

προστροπή ἱκέτις πρόσοδος.

`22`

ἰαλτὸς ὑπὸ Κλυταιμήστρας πεμφθεῖσα. ἐπεὶ προΐαλλε συβώτης.

`23a`

συνκύπτωι ἀντὶ κοπετῶι.

`23b`

συνκύπτωι ὅπως ἐναγίζουσα κόψωμαι καὶ θρηνήσω.

`24`

πρέπει διαφαίνεται.

`25`

ἄλοκι αὔλακι, τομῆι.

`26`

βόσκεται ἀντὶ τοῦ τρέφομαι τῶι θρήνωι.

`27-31`

λινοφθόροι ... πεπληγμένων τὸ ἑξῆς· οἱ δὲ στολισμοὶ τῶν ὑφασμάτων πρὸς τοῖς στέρνοις λινοφθόροι λακίδες ἐρράγησαν.

`27`

λινοφθόροι τὰ λίνα διαφθείρουσαι.

`29`

ὑπʼ ἄλγεσι ἀντὶ ὑπὸ τῶν κοπετῶν.

`32a`

τορὸς σαφής.

`32b`

ὀρθότριξ ὀρθοῦσθαι ποιῶν τὰς τρίχας.

`33a`

ἐξ ὕπνου ἀντὶ τοῦ διʼ ὕπνου.

`33b`

ὀνειρόμαντις διʼ ὀνείρων τοῖς δόμοις μαντευόμενος.

`34`

ἀωρόνυκτον κατὰ τὸ μεσονύκτιον.

`35a`

μυχόθεν ἐκ τῶν τῆς καρδίας μυχῶν.

`35b`

περὶ φόβωι περισσῶς τῶι φόβωι.

`35c`

ἔλακε ἀναλακεῖν καὶ βοῆσαι τὴν Κλυταιμήστραν ἐποίησεν ὁ σαφὴς Φοῖβος διʼ ὀνείρων μαντευόμενος.

`36`

γυναικείοισιν ἐν δώμασιν· οἱονεὶ τοῖς ἐστερημένοις τοῦ κουριδίου ἀνδρός.

`39a`

ὑπέγγυοι ἀληθεῖς, θεοφόρητοι.

`39b`

ὑπέγγυοι· τὴν ἀπόφασιν ἐγγυώμενοι ἢ ἐκ θεῶν ἠσφαλισμένοι τὴν μαντείαν.

`40`

περιθύμως ὑπερβαλλόντως.

`41`

τοῖς κτανοῦσι τοῖς ὀργιζομένοις νεκροῖς ἄχαριν ἢ ἐμοὶ ἀηδῶς ὑπηρετούσηι αὐτῆι.

`44`

ἰὼ γαῖα μαῖα ὦ γῆ μήτηρ· τοῦτο δὲ διὰ μέσου ἀναπεφώνηται.

`45`

μωμένα ζητοῦσα.

`46`

δύσθεος γυνά δεῖ νοεῖν ὅτι τὸ δύσθεος γυνὰ ἠρέμα πως ἐφθέγξατο. διό φησι φοβοῦμαι δʼ ἔπος τόδʼ ἐκβάλλειν.

`51`

ἀνήλιοι οὓς οὐδὲ ἥλιος ἐπίδοι διὰ τὸ Ἀγαμέμνονος μύσος.

`55`

σέβας δʼ ἄμαχον ἑκούσιον σέβας· τὸ μὴ ἐκ φόβου ἀλλὰ ἐξ αἰδοῦς αὐτοῖς γινόμενον. τοῦτο δὲ θέλει εἰπεῖν ὅτι ἡ αἰδώς, ἣν περὶ Ἀγαμέμνονος εἶχον οἱ δῆμοι, νῦν εἰς φόβον ἐτράπη. ἐκεῖνον γὰρ ἠιδοῦντο καὶ ἐφίλουν, τοῦτον δὲ φοβοῦνται ὡς τύραννον διατελούμενον.

`56`

διʼ ὤτων φιλοῦντες γὰρ αὐτὸν οὐδὲ ἀκούειν ἠνείχοντο κατʼ αὐτοῦ.

`57`

δαμίας τῆς δημοσίας, τῆς τοῦ δήμου.

`58`

φοβεῖται ἀντὶ τοῦ ἕκαστος φοβεῖται φθέγξασθαι.

`60`

γνωμικῶς.

`61-66`

ῥοπὴ ... νύξ ἡ δὲ τῆς δίκης ῥοπὴ τοὺς μὲν ἐπισκοπεῖ ταχέως καὶ ἀμύνεται, ἄλλοις δὲ ἐν ἀμφιβόλωι ἐᾶι τὴν τιμωρίαν οὐκ ἀθρόως αὐτοὺς ἀμυνομένη, ὥστε τοὺς ἠδικημένους ὑπʼ αὐτῶν λυπεῖσθαι, ἄλλους δὲ σκότος καλύπτει, ὡς μηδʼ ὁρᾶσθαι ὑπʼ αὐτῆς· ὅμως ὁ φόνος πέπηγεν καὶ οὐ διαρρεῖ, ἀλλʼ ἐπέξεισιν ἑαυτόν.

`62a`

τοῖς μὲν ἀντὶ τοὺς μέν.

`62b`

ἐν φάει φανερῶς.

`63`

τὰ δʼ ὅσα δὲ ὑπερτίθεται, ταῦτα σύν τε μεγάλωι ἀπέτισαν.

`64`

βρύει ἀνθεῖ.

`65`

ἄκραντος ... νύξ ἀντὶ αἰώνιος θάνατος.

`66`

διʼ αἵματʼ διὰ τὰ αἵματα.

`67a`

τίτας ὁ τιμωρός.

`67b`

οὐ διαρρύδαν ἀντὶ οὐ διαρρέων.

`68a`

διαλγὴς ἄτη ἡ διαιωνίζουσα ἄτη, τουτέστιν ὁ φόνος.

`68b`

διαφέρει διασπαράσσει.

`69a`

παναρκέτας· τῆς εἰς πάντα τὸν χρόνον ἀρκούσης αὐτῶι.

`69b`

βρύειν λείπει τὸ ὥστε.

`70`

τοὺς δʼ ... νύξ τοῦτο ὥσπερ ἐπαιδόμενόν ἐστι.

`71a`

νυμφικῶν ἑδωλίων· τὸ γυναικεῖον αἰδοῖον λέγει.

`71b`

θιγόντι ὥσπερ τῶι ἐπιβάντι νυμφικῆς κλίνης οὐκ ἔστιν ἴασις πρὸς ἀναπαρθένευσιν τῆς κόρης, οὕτως οὐδὲ τῶι φονεῖ πάρεστι πόρος πρὸς ἄκεσιν τοῦ φόνου.

`72`

ἐκ μιᾶς ὁδοῦ πάντες οἱ ποταμοὶ εἰς ἓν συνερχόμενοι.

`74`

ἰοῦσαν ἄτην ἀντὶ τῆς ἐπιούσης αὐτῶι ἄτης. Ἀττικὸν δὲ τὸ πρὸς αἰτιατικὴν συντάσσειν, καθαίρω σε τὸν φόνον· τὸ δὲ κοινόν, καθαίρω σε τοῦ φόνου.

`75-81`

ἐμοὶ ... κρατούσηι τὸ ἑξῆς· ἐμοὶ δὲ πρέποντα καὶ ὀφειλόμενά ἐστιν ἀπʼ ἀρχῆς βίου τὰ τῶν βίαι με φερομένων αἰνέσαι πικρὸν φρενῶν στύγος κρατούσηι· ἀνάγκην γάρ μοι οἱ θεοὶ προσήνεγκαν, ὅ ἐστι πόλεμον.

`75`

ἀμφίπτολιν. τὴν ἐκ διαφόρων πόλεων ἀνάγκην, ὡς ἀμφιμάτορας κόρους φησὶ ὁ Εὐριπίδης· ἐκ διαφόρων γὰρ πόλεων ἦσαν οἱ Ἕλληνες.

`78`

μὴ δίκαια εἴτε δικαίως εἴτε μή. ἔστι δὲ παροιμία· δοῦλε δεσποτῶν ἄκουε καὶ δίκαια κἄδικα.

`79-81`

πρέποντʼ ἀρχὰς βίου· πρέποντά μοί ἐστι καὶ ὀφειλόμενα, ἐξότε τοῦτον ἐπανήιρημαι τὸν βίον, τὰ τῶν πρὸς βίαν κεκτημένων ἐπαινέσαι, καλυπτούσηι τὴν κατʼ αὐτῶν ἀποστύγησιν καὶ μηδὲ παρρησίαι τὸν δεσπότην κλαιούσηι.

`80-81`

πικρὸν ... στύγος τουτέστι μὴ ἐκφαινούσηι τὸ μῖσος τὸ κατὰ Κλυταιμήστρας.

`81-82`

ματαίοισι ... τύχαις ἐπὶ ματαίαις τύχαις.

`84`

εὐθήμονες· τουτέστιν ὑπηρέτιδες εὖ τιθεῖσαι τὰ κατὰ τὸν οἶκον.

`87`

κηδείους συγγενικάς.

`88`

εὔφρονʼ λείπει λόγον.

`91`

τῶνδʼ τῶν λόγων.

`92`

πέλανον πᾶν τὸ ἐπιθυόμενον οὕτω καλοῦσιν.

`94`

τάδε ἀντὶ τοῦ τὰς χοάς.

`95`

τῶν κακῶν παρʼ ὑπόνοιαν· ἔδει γὰρ τῶν καλῶν εἰπεῖν.

`97`

γάποτον χύσιν ἐπεξηγήσατο τί εἰσιν ἃ φέρει διὰ τοῦ γάποτον χύσιν.

`98a`

στείχω καθάρματʼ ὥστις ἐκπέμψας· τοῦτο πρὸς τὸ παρʼ Ἀθηναίοις ἔθος, ὅτι καθαίροντες οἰκίαν ὀστρακίνωι θυμιατηρίωι ῥίψαντες ἐν ταῖς τριόδοις τὸ ὄστρακον ἀμεταστρεπτεὶ ἀνεχώρουν.

`98b`

πάλιν· εἰς τοὐπίσω ἀναχωρήσω.

`98-99`

ἀστρόφοισιν ὄμμασιν· τὸ ἑξῆς οὕτως· δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασι στείχω πάλιν, καθάρματα ὥς τις ἐκπέμψας.

`99`

δικοῦσα πρὸς τὸν Ἀθήνηισιν νόμον.

`100a`

ἔστε γίνεσθε· ἀναδέξασθε τὴν αἰτίαν τῆς βουλῆς.

`100b`

μεταίτιαι ἀντὶ τοῦ σύμβουλοι.

`102`

κεύθετʼ τὴν βουλήν.

`103`

τὸ μόρσιμον ἀντὶ τοῦ οὐδὲν πείσεσθε παρὰ τὸ μόρσιμον.

`105`

τῶνδʼ τῶν ὑπʼ ἐμοῦ ἀνωτέρω λελεγμένων.

`107`

λέξω λέξω σοι τὸν ἐκ φρενὸς λόγον, αἰδουμένη τὸν Ἀγαμέμνονος τύμβον ὡς βωμόν.

`109`

φθέγγου χέουσα τὰς χοὰς εὖξαι ἀγαθὰ τοῖς εὖ φρονοῦσι, τῶι Ἀγαμέμνονι δηλονότι.

`110a`

τούτους τοὺς εὖ φρονοῦντας αὐτῶι.

`110b`

προσεννέπω ὀνομάσω.

`111`

αὑτὴν σεαυτὴν κἀκεῖνον δηλονότι, ὅστις Αἴγισθον στυγεῖ.

`113`

φράσαι σὺ σκόπησον τίς στυγεῖ Αἴγισθον· οὐκ ἐμὸν γὰρ εἰπεῖν.

`114`

τῆιδε ... στάσει τῆι συστάσει ἡμῶν.

`120`

δικαστὴν ἢ δικηφόρον κριτὴν ἢ τιμωρόν· ὅ ἐστιν ἀκουσόμενον τοῦ πράγματος, ἢ πρὸ ἀκοῆς τὴν τιμωρίαν ἐπάξοντα ὡς ἀναμφιβόλου ὄντος τοῦ κακοῦ.

`122`

καὶ ταῦτα καὶ τὸ ταῦτα εἰπεῖν παρὰ θεῶν ὅσιά μοι κρίνεται;

`126`

ἐπισκόπους νῦν τί ἐπισκόπους;

`128`

θρέψασα θρέψασα ἡ γῆ τὸν σπόρον τοῖς ἐπιοῦσι καρποῖς ἀπʼ αὐτοῦ κύημα λαμβάνει.

`131a`

πῶς· ἵνα.

`131b`

πῶς ἀντὶ τοῦ ὅπως.

`131c`

ἀνάξομεν βασιλεύσομεν.

`132`

πεπραγμένοι νενικημένοι, κατηγωνισμένοι.

`135`

ἀντίδουλος· ἰσόδουλος, ἐν δούλης τάξει.

`136`

ὑπερκόπως ὑπερηφάνως.

`137`

χλίουσιν τρυφῶσιν.

`142`

τοῖς δʼ ἐναντίοις τοῖς δὲ ἐχθροῖς σου λέγω σε φανῆναι τιμωρόν.

`145`

ἐν μέσωι ἐν κεφαλαίωι, ἐν ὑποθέσει τίθημι.

`147`

ἴσθι ἀντὶ τοῦ ἔσο.

`150`

ἐπανθίζειν στέφειν ὡς ἄνθεσιν.

`151`

παιᾶνα σημείωσαι ὅτι ἐπὶ ἀποθανόντος παιᾶνα εἶπεν καθὼς καὶ Εὐριπίδης· παιᾶνα τῶι κάτωθεν ἀσπόνδωι θεῶι.

`152a`

καναχὲς ἠχητικόν.

`152b`

καναχὲς καναχηδὸν δακρύετε.

`154a`

ἔρυμα τὸν τάφον.

`154b`

πρὸς ἔρυμα τόδε τὸ ἑξῆς· ἐκκεχυμένων χοᾶν πρὸς ἔρυμα τόδε ἵετε δάκρυ ἄγος ἀπεύχετον—τὸ δάκρυ γὰρ ἀπευκτὸν ἄγος εἶπεν—ἀπότροπον τῶν ἡμετέρων κακῶν καὶ τῶν ἀγαθῶν τῶν ἐχθρῶν.

`157`

ἀμαυρᾶς τῆς ἀσθενοῦς ὡς πρὸς σύγκρισιν Ἠλέκτρας ἢ ὅτι σκιὰ οἱ νεκροί.

`161`

δόμων τῶν ἐν τοῖς δόμοις κακῶν.

`162a`

ἐν ἔργωι ... πιπάλλων σὺν ἔργωι πάλλων· ὅ ἐστι μὴ μόνον φέρων ἀλλὰ καὶ πράττων.

`162b`

ἐν ἔργωι ἐν τῶι ἔργωι, ἐν τῶι βάλλειν.

`163a`

αὐτόκωπα· τὰ ἀφʼ ἑαυτῶν ἔχοντα τὴν λαβὴν ξίφη· σχέδια δὲ ἐκ τοῦ σχεδὸν φονεύοντα καὶ οὐ πόρρωθεν ὥσπερ τὰ βέλη.

`163b`

σχέδια ἕτοιμα.

`165`

τῶν ἄνω τε καὶ κάτω ὡς ἐν μέσωι ἱδρυμένων.

`167`

ὀρχεῖται λίαν κινεῖται.

`173`

ἐχθροὶ λείπει τὸ εἰσίν.

`174a`

ὅδε· ὁ πλόκαμος.

`174b`

ὁμόπτερος συγγενής.

`183`

κλυδώνιον κίνησις τῆς χολῆς τῆς κατʼ αὐτήν.

`184`

βέλει ὡς βέλει ἐκρούσθην ἐξ ἐναντίας τιτρώσκοντι.

`185`

δίψιοι ποθειναί μοι ἢ πρώην ἄρρευστοι, ὡς δίψιον Ἄργος τὸ ποτὲ ἄνυδρον.

`190`

οὐδαμῶς ἐπώνυμον οὐκ ἄξιον τοῦ ὀνομάζεσθαι ὑπὸ τῶν τέκνων ἑαυτῆς μήτηρ.

`191`

φρόνημα τὸ δύσθεον φρόνημα οὐδαμῶς ἐπώνυμον μητρὸς πεπαμένη.

`192`

ἐγὼ δʼ λείπει οὐκ ἔχω.

`194`

σαίνομαι παραμυθοῦμαι.

`195`

εἶχε φωνὴν ὁ πλόκαμος δηλονότι.

`196a`

δίφροντις διχογνώμων.

`196b`

ʼκινυσσόμην ἐφανταζόμην· κίνυγμα γὰρ τὸ εἴδωλον.

`197a`

εὖ· ἀντὶ τοῦ ἀκριβῶς.

`197b`

ἀποπτύσαι μισῆσαι.

`200`

ἄγαλμα λείπει ἡ εἰς.

`202a`

ναυτίλων δίκην τρόπωι ναυτῶν.

`202b`

δίκηι σημείωσαι ὅτι κατὰ δοτικὴν δίκηι.

`203`

εἰ δὲ χρὴ ἀντὶ τοῦ εἰ Ὀρέστου ἐστὶν ὁ πλόκαμος, γένοιτʼ ἂν ἐκ μικρᾶς προφάσεως μέγα ἀγαθόν.

`205a`

καὶ μὴν τὸ ἑξῆς· καὶ μὴν δεύτερον τεκμήριον.

`205b`

στίβοι οἱ ἐν τῆι γῆι τύποι τῶν ποδῶν.

`206`

τοῖς τʼ ἐμοῖσιν ἐμφερεῖς ἐπειδὴ ἄδηλον τίσιν ὅμοιοι, ἐπήγαγε τοῖς γʼ ἐμοῖσιν ἐμφερεῖς.

`209`

τενόντων τὴν εἰς μῆκος τῶν ποδῶν ἔκτασιν τένοντάς φησιν.

`211`

ὠδὶς ἀλγηδὼν καὶ λύπη καὶ ὥσπερ ὠδίνω τὰ παρόντα.

`214`

ἐπεὶ τί ... κυρῶ ἐπειδὴ τί νῦν λαμβάνω ἐκ δαιμόνων; τίνος γὰρ ἤδη ἐπέτυχον ἀπὸ θεῶν ὅτι εἶπες τὰ λοιπά;

`217`

ἐκπαγλουμένην ἐκπάγλως θαυμάζουσαν.

`218`

τυγχάνω ἐπέτυχον.

`225`

δυσμαθεῖς ἀπιστεῖς.

`226`

κηδείου τῆς ἐπὶ κηδείαι τετμημένης.

`229`

συμμέτρου παραπλησίου.

`231`

ὕφασμα οὐ πάντως ἐν τῶι νῦν χιτῶνι, ἀλλʼ εἰκὸς αὐτὸν ἔξωθεν ἔχειν παιδικὸν σπάργανον.

`232`

θήρειον γραφήν παρὰ τὸ ἐν προτέροισι πόδεσσι κύων ἔχε.

`236`

δακρυτὸς ἢ ὅτι παρʼ ἐλπίδας ὤφθη ἢ ὅτι φανεὶς δάκρυα αὐτῆι ἐκίνησεν.

`239`

δʼ ὁ δὲ ἀντὶ τοῦ γάρ.

`240-241`

τὸ μητρὸς ... ἐχθαίρεται ἐν σοὶ ὁρῶ μητέρα στεργομένην, αὕτη δὲ ἀπέχθεταί μοι.

`242`

τῆς ὁμοσπόρου ἀπὸ κοινοῦ τὸ εἰς σέ μοι στέργηθρον.

`246`

θεωρὸς θεατής.

`247`

γένναν ἡμᾶς δηλονότι.

`249`

τοὺς ἀπωρφανισμένους ἀντὶ τοῦ ἡμᾶς.

`250`

οὐ γὰρ ἐντελεῖς οὐκέτι γέννα ἐντελὴς ὥστε τὴν πατρώιαν θήραν προσάγειν τῆι καλιᾶι.

`256`

πόθεν ἐὰν ἀποκτείνει ἡμᾶς.

`257`

εὔθοινον εὔθυνον διὰ τοῦ υ τὸ δίκαιον σημαίνει, διὰ δὲ τῆς οι καλὴν εὐωχίαν ἔχον γέρας, παρὰ τὴν θοίνην.

`258`

αἰετοῦ γένεθλʼ ὅς τέ οἱ αὐτῶι φίλτατος οἰωνῶν.

`261`

ἀρήξει ἀντὶ ἐπιμελήσεται τῶν βωμῶν.

`262-263`

κόμιζʼ καθʼ ἑαυτὸ ἀντὶ τοῦ σῶζε ἡμᾶς. δύνασαι γὰρ ἀπὸ σμικρᾶς αἰτίας ἀνοικοδομῆσαι τὸν πεσόντα δόμον.

`266`

ἀπαγγελεῖ μὴ δυνάμενος ἐχεμυθεῖν.

`268a`

ἐν κηκῖδι ἐν ἀναδόσει φλογὸς ἰσχυρᾶι.

`268b`

πισσήρει καιόμενα γὰρ τὰ ξύλα πίσσαν ἀνίησιν.

`271`

ἐξορθιάζων ἀνατεταμένα βοῶν.

`275`

ταυρούμενον ἢ ἐμὲ ζημίαν μεμφόμενον ἢ Αἴγισθον τὸν μὴ ζημιωθέντα ποινὴν ἐπὶ τῶι φόνωι τοῦ πατρός.

`276`

αὐτόν· τὸν Ἀγαμέμνονα ἔφασκε τελεσιουργεῖν.

`278-290`

τὰ μὲν ... λυμανθὲν δέμας τοὺς μὲν γὰρ πολίτας λοιμώξειν ἐκ γῆς ἔφασκεν πρὸς ἀφοσίωσιν Ἀγαμέμνονος ὡς μὴ ἐκδικήσαντας, ἡμᾶς δὲ σωματικῶς φθαρῆναι.

`278`

δυσφρόνων μειλίγματα τῶν ἐχθρῶν μειλίγματα· αἱ κολάσεις γὰρ τῶν ἀδικούντων μειλίγματά εἰσι τῶν ἀδικηθέντων.

`281`

ἀρχαίαν φύσιν τὴν ὑγιᾶ καὶ ἐξ ἀρχῆς οὖσαν ἡμῖν.

`282a`

λευκὰς δὲ κόρσας ἢ μέχρι γήρως ἀτυχήσομεν ἢ παραυτὰ γηράσομεν. παρὰ τὸ αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.

`282b`

κόρσας τρίχας.

`285`

ὁρῶντα τὸν ἐν σκότωι νῦν κινοῦντα τὴν ὀφρῦν λαμπρῶς ἡμᾶς ἐπεξιέναι ἔλεγεν.

`286`

τὸ ... βέλος ἡ νόσος.

`287`

ἐκ προστροπαίων ἐκ τοῦ Ἀγαμέμνονος ἱκετεύοντος τοὺς θεοὺς ἐκδικήσεως τυχεῖν.

`290`

λυμανθὲν δέμας λυμανθέντα.

`292`

εἶναι μετασχεῖν ἀπὸ κοινοῦ τὸ ἔφασκεν.

`294`

συλλύειν συγκαταλύειν, συνοικεῖν.

`296`

ταριχευθέντα καὶ ὁ Σώφρων· τὸ γῆρας ἄμμε μαραῖνον ταριχεύει.

`297`

τοιοῖσδε ... πεποιθέναι κατὰ ἀπόφασιν ἀναγνωστέον.

`298`

κεἰ μὴ πέποιθα καὶ εἰ μὴ διὰ τοὺς χρησμοὺς ἀλλὰ διὰ τὰ ἄλλα.

`304`

δυοῖν γυναικοῖν ὑπὸ Αἰγίσθου καὶ Κλυταιμήστρας.

`307`

τῆιδε τούτωι τῶι τρόπωι εἴη ἀποβῆναι.

`308a`

ἧι καθάπερ.

`308b`

μεταβαίνει ἐπινεύει.

`309`

ἀντὶ μὲν ἐχθρᾶς ... ἐχθρὰ τοῦτο προστάσσει ἡ δίκη· ἀντὶ λοιδορίας γὰρ λοιδορίαν, ἀντὶ πληγῆς πληγήν.

`313`

τινέτω ὁ φονεύσας.

`315`

αἰνόπατερ δεινὰ παθών.

`317`

ἕκαθεν οὐρίσας μακρόθεν οὐριοδρομήσας εἰς τὸν σὸν τάφον, ὅ ἐστιν ἀπὸ Φωκίδος ἐλθών. ἄλλως· πόρρωθέν σου ἀφοριζόμενος. σὺ μὲν γὰρ ἐν σκότωι, ἐγὼ δὲ ἐν τῶι φωτί.

`319-322`

σκότωι ... Ἀτρείδαις ἐναντίον μὲν τὸ φῶς τῶι σκότωι, τουτέστι πολὺ τὸ μεταξὺ τῶν ζώντων καὶ τεθνεώτων. ὅμως δὲ τοῖς προσθοδόμοις Ἀτρείδαις ὁ γόος ὁ εὐκλεὴς ὁμοίως χάριτες κέκληνται.

`320`

χάριτες χάριτας δὲ νεκρῶν πάντες φασὶ τὸν γόον.

`322a`

προσθοδόμοι· ἱκέται.

`322b`

προσθοδόμοις τοῖς πρότερον ἐσχηκόσι δόμον. νῦν γὰρ οὐκ εἰσὶ δόμοι· φροῦδα γὰρ τάδʼ ἤδη.

`324`

οὐ δαμάζει τουτέστιν οὐ συναναλίσκεται τῶι σώματι ἡ ψυχικὴ δύναμις.

`325`

ἡ μαλερὰ γνάθος ἡ γνάθος συνήθης ὡς ὁ κρημνὸς λέγει Πίνδαρος καὶ ἡ ἠχὼ Σιμωνίδης.

`326`

ὀργὰς ἣν ἔχει ὀργὴν ἡ ψυχὴ ὕστερον φανεροποιεῖ.

`327`

ὀτοτύζεται δεῖ δὲ ὅμως τὸν ἀποθανόντα θρηνῆσαι.

`330a`

ματεύει ὅμως οὐκ ἠρεμεῖ ἡ ψυχή· ζητεῖ γὰρ παντελῶς ταρασσομένη τὴν ἐκδίκησιν.

`330b`

ματεύει ζητεῖ τὸ ἀντιτιμωρεῖσθαι.

`331`

ἀμφιλαφὴς ἀντὶ τοῦ πολύς.

`332a`

ἔξω.

`332b`

μέρει κατὰ διαδοχὴν ὡς καὶ τοῦ ἀδελφοῦ.

`334`

ἔσω.

`336`

ἱκέτας ἱκέτην μὲν ἐμέ, φυγάδα δὲ Ὀρέστην. πληθυντικῶς δὲ ἑκάτερον εἶπεν ἀντὶ ἑνικοῦ.

`339`

οὐκ ἀτρίακτος οὐκ ἀνίκητος, ἀλλὰ νενικημένη ὑπὸ τῶν ἐχθρῶν· ἀπὸ τῶν παλαιστῶν οἳ ἀποτριάζονται ὑπὸ τῶν ἀντιπάλων.

`340`

θεὸς χρήιζων ὁ χρησμωιδῶν Ἀπόλλων.

`344a`

νεοκρᾶτα· κρατῆρα νεοκρήτου τʼ εἰσεπιλειβομένης.

`344b`

νεοκρᾶτα Ὀρέστην τὸν νεωστὶ συγκραθέντα ἡμῖν. οἱ δὲ νεκροκρᾶτα, τὴν ἐπὶ νεκρῶι σπονδήν.

`344c`

νεοκρᾶτα νεωστὶ κεκραμένον· λείπει κρατῆρα.

`345`

ἔξω.

`349`

κελεύθοις ταῖς προσόδοις.

`350`

ἐπιστρεπτὸν ζηλωτὸν ὡς τοὺς ὑπαντῶντας ἐπιστρέφεσθαι πρὸς θέαν ἡμῶν.

`351`

πολύχωστον ὑπὸ πολλῶν κεχωσμένον.

`353a`

δώμασιν ἐν τοῖς οἰκοδομήμασι τῆς Τροίας.

`353b`

εὐφόρητον τάφον εὐτυχῆ· φορὰ γὰρ ἡ τύχη.

`354a`

ἔσω.

`354b`

φίλος πρὸς τὸ πολύχωστον εἶχες τάφον ἀπέδωκεν ὁ χορός.

`359`

τυράννων Πλούτωνος καὶ Περσεφόνης.

`361`

μόριμον λάχος τὴν ἐκ Μοιρῶν βασιλείαν κεκληρωμένην ἔχων.

`362`

βάκτρον τὸ σκῆπτρον τὸ τοὺς ἀνθρώπους πειθοῖ μᾶλλον ἢ βίαι διατάττον.

`363-364`

μηδʼ ... φθίμενος γυναικικῶς οὐδὲ τούτωι ἀρέσκεται, ἀλλὰ τῶι μηδὲ τὴν ἀρχὴν ἀνηιρῆσθαι.

`364`

πάτερ ἀπέστρεψε τὸν λόγον πρὸς τὸν πατέρα αὐτοῦ.

`366`

τεθάφθαι λείπει τὸ ὤφειλες.

`368a`

τοῖς ἐκείνων.

`368b`

δαμῆναι λείπει τὸ ὄφελον.

`370a`

πρόσω πρὸ τοῦ ἀποθανεῖν τὸν πατέρα.

`370b`

τινὰ ἐμέ.

`373a`

ὑπερβορέου ὑπερορίου.

`373b`

ὑπερβορέου τύχης· τῆς ἄγαν πνεούσης.

`374`

μείζονα φωνεῖς ῥάιδιον γὰρ τὸ εὔχεσθαι.

`375-376`

διπλῆς ... ἱκνεῖται διπλῆι μάστιγι ἐπλήγημεν.

`375`

μαράγνης μάστιγος.

`376`

τῶν μὲν ἀρωγοὶ ἡμῶν οἱ σύμμαχοι οἱ περὶ Ἀγαμέμνονα.

`378`

στυγερῶν τούτων τοῦτο ἰδίαι ἀναπεφώνηται τῶν ἄγαν στυγερῶν τούτων. τοῦτο δὲ μᾶλλον Ἀγαμέμνονος τοῖς παισὶν αὐτοῦ συμβέβηκεν, πρὸς ὃ ἐπάγει Ἠλέκτρα ὅτι ὡς βέλος μου ὁ λόγος οὗτος ἥψατο.

`383`

ἄτην τὴν Ἐρινύν.

`384-385`

τλάμονι ... χειρί τῆι χειρὶ Κλυταιμήστρας καὶ Αἰγίσθου.

`385`

τελεῖται ἵνα τὸ ὅμοιον καὶ ἴσον τῶι πατρί μου φυλαχθῆι.

`386`

πευκήεντʼ πανηγυρικόν, λαμπρόν.

`389-390`

θεῖον ... ποτᾶται ὅμως τὸ εἱμαρμένον περιίπταται πάντας καὶ οὐκ ἂν ἐπιβουλευθείην παρὰ τὸ μοιρίδιον.

`390`

πρώιρας τῆς ὄψεώς μου.

`392`

ἔγκοτον στύγος ὀργίλον μῖσος.

`394`

ἀμφιθαλὴς ὁ ποιήσων ἄμφω ἡμᾶς ἀναθηλῆσαι.

`395`

βάλοι τοῖς ἐχθροῖς.

`396a`

κάρανα τὰ τοῦ οἴκου ἄκρα· λέγει δὲ τοὺς περὶ Αἴγισθον.

`397`

πιστὰ καὶ γένοιτο πιστὰ τῆι χώραι ὅτι σὺ τούτων αἴτιος.

`398`

ἀπαιτῶ λείπει λαβεῖν.

`399`

τιμαί αἱ Ἐρινύες αἱ παρὰ τῶν χθονίων θεῶν τετιμημέναι.

`403-404`

ἄτην ... ἐπʼ ἄτηι τὸ ἑξῆς· ἄτην ἑτέραν ἐπάγουσαν λοιγὸν ἐπʼ ἄτηι.

`403a`

βοᾶι· διὰ βοῆς ἐφέλκεται.

`403b`

τῶν πρότερον τοῦ Ἀγαμέμνονος.

`405`

νερτέρων τυραννίδες ἀντὶ τοῦ οἱ κατὰ γῆς θεοί.

`406`

ἀραὶ ἀνειδωλοποιεῖ τὰς ἀράς.

`407`

τὰ λοίπʼ ἡμᾶς τοὺς ὑπολοίπους τῶν Ἀτρείδων.

`408`

δωμάτων ἄτιμα ἀπεσπασμένους καὶ φυγαδευθέντας τῶν οἴκων.

`411`

κλύουσαν ἀντὶ τοῦ κλυούσηι.

`412`

καὶ τότε ὅτε σε οἰκτιζόμενον ἴδω, Ὀρέστα.

`413`

κελαινοῦται ταράσσεται.

`414`

κλυούσαι ἀκουούσηι τὸν ἀπὸ σοῦ λόγον.

`415`

ἐπαλκὲς ἰσχυροποιόν.

`417`

πρὸς τὸ ... καλῶς πρὸς τὸ καλά μοι ἐννοεῖν.

`418-419`

τί δʼ ἂν φάντες τί δεινὸν εἰπόντες κατὰ Κλυταιμήστρας τύχοιμεν τῆς σῆς συμμαχίας, ὦ πάτερ; ἢ ἃ πεπόνθαμεν;

`420a`

πάρεστι τῆι μητρὶ τὸν Ἀγαμέμνονα.

`420b`

τάδʼ τὰ ἄχη.

`421a`

ἄσαντος ἀκολάκευτος.

`422`

θυμός ὁ τοῦ Ἀγαμέμνονος.

`423`

Ἄριον Περσικόν.

`425`

ἀπρικτόπληκτα παρὰ τὸ ἀπρίξ, πλήσσοντα ἀπρίξ.

`426a`

πολυπάλακτα ἀλλεπάλληλον κτύπον ποιοῦντα.

`426b`

ὀρέγματα τύμματα.

`427`

κτύπωι τῶι ἄνωθεν ἐπαγομένωι τῆι κεφαλῆι κτύπωι.

`428`

κρότητον ... κάρα κωμωιδεῖται ὡς διθύραμβος.

`438`

ἔπειτʼ ... ὀλοίμαν ἐκ τούτου εἴρηται τὸ τεθναίην ὅτʼ ἐκεῖνον ἀποπνεύσαντα πυθοίμην Καλλιμάχου.

`440-442`

ἔπρασσε κατεσκεύασε δὲ τὸ μασχαλισθῆναι αὐτὸν ἡ Κλυταιμήστρα, ἡ καὶ οὕτως ἀτίμως αὐτὸν θάψασα, δυστυχίαν μεγίστην κατασκευάζουσα τῶι σῶι βίωι, ὦ Ὀρέστα, ὅ ἐστιν ἵνα δυστυχῆ βίον ζήσηις, τοῦ Ἀγαμέμνονος μὴ δυναμένου σοι συμμαχῆσαι πρὸς τὴν τιμωρίαν Κλυταιμήστρας.

`443`

δυσατίμους τοὺς τοῦ πατρός σου.

`446`

ἄφερκτος κατάκλειστος παρὰ τὴν εἱρκτήν.

`447`

ἑτοιμότερα οὐδέποτε οὕτως ἑτοίμως ἐγέλασα ὡς τότε ἑτοίμως ἐδάκρυσα.

`448`

λίβη τὰ δάκρυα.

`449`

κεκρυμμένα πρὸς τὸ ἄφερκτος.

`450`

γράφου πρὸς τὸν Ὀρέστην φησίν.

`452a`

τέτραινε διατόρει, διακόμιζε.

`452b`

ἡσύχωι φρονῶν βάσει ἠρεμαίαι τῆι ψυχῆι, ἀντὶ τοῦ προσέχων καὶ μὴ ἀποπλανώμενος.

`453`

τὰ μὲν γὰρ ταῦτα τὰ συμβάντα Ἀγαμέμνονι.

`454a`

αὐτός· τουτέστιν Ἀγαμέμνων· ἐπιθυμεῖ δὲ τὰ λοιπὰ γνῶναι ὁ πατήρ, τουτέστι τὴν τιμωρίαν.

`454b`

μαθεῖν ἀντὶ μάθε τῶι τρόπωι σου.

`455`

πρέπει πρέπει δέ σοι ἀμετακινήτωι δυνάμει ὁρμᾶν κατʼ αὐτῶν.

`456`

ξυγγενοῦ σύμπραξον.

`457`

κεκλαυμένα ἐλεεινά.

`458-459`

στάσις ... ἐπιρροθεῖ ἐπιβοᾶι σε ἡ σύστασις ἡμῶν ἡ κοινὴ βοηθὸν ἐλθεῖν.

`460`

πρὸς ἐχθρούς ἀντὶ κατὰ ἐχθρῶν.

`461`

Ἄρης Ἄρει ὁ ἡμῶν τῶι τῶν ἐχθρῶν.

`464-465`

μένει πάλαι πέπηγε μὲν καὶ ὥρισται πάλαι ὑπὸ Μοιρῶν τὸ τὴν Κλυταιμήστραν ἀνδροκτονήσασαν ἀναιρεθῆναι· τὸ κατʼ αὐτῆς δὲ καλῶς κυρωθὲν ὑπὸ τῆς δίκης ἔλθοι, ὅ ἐστι μὴ μελλήσηι πρὸς τιμωρίαν Κλυταιμήστρας τὸ θεῖον.

`465`

εὐχομένοις τὸ κατʼ εὐχὴν ἡμῖν πληρωθείη.

`466`

ἐγγενὴς συγγενής· ὅτι ὑπὸ συγγενῶν ἐπάθομεν.

`467`

παράμουσος ἐκτὸς τοῦ καθήκοντος.

`469`

ἄφερτα ἀφόρητα.

`471`

ἔμμοτον ἔνουλον ἢ βαθύτατον.

`474`

ἔριν ἣν ἤρισε πρὸς τὸν πατέρα.

`475`

ὅδʼ ὕμνος ταῦτα τὰ ἄισματα τοῖς κατὰ γῆς θεοῖς πρέπει καὶ οὐ τοῖς οὐρανίοις.

`479`

τρόποισιν οὐ τυραννικοῖς οὐχ ὡς βασιλεῖ πρέπει, ἀλλʼ ἀδόξως.

`482`

φυγεῖν ὥστε φυγεῖν τὰς ἐπιβουλὰς Αἰγίσθου τιμωρησαμένην αὐτόν.

`483-485`

οὕτω γὰρ οὕτω γὰρ ἄν σοι κρατήσαντες πολυτελῶς θύσοιμεν. ἔννομοι δὲ αἱ νόμιμοι θυσίαι, αἱ πολυτελεῖς.

`484a`

κτιζοίατʼ γίγνοιντο.

`484b`

εἰ δὲ μή· οὕτως τὸ ἑξῆς· ἄτιμος ἐν πυροῖσι κνισωτοῖς ἔσηι παρʼ εὐδείπνοις χθονός, ὅ ἐστι παρὰ κατοιχομένοις δείπνωι τιμωμένοις.

`484c`

εἰ δὲ μὴ τῶν ἄλλων νεκρῶν μεταλαμβανόντων ἐναγισμῶν σὺ ἄτιμος ἔσηι.

`486`

παγκληρίας κτήσεως.

`487`

οἴσω εἰ γὰρ Αἴγισθος ἀπολεῖται, κἀγὼ γαμηθήσομαι.

`488`

πρεσβεύσω τιμήσω.

`489`

ἐντεῦθεν ἀμοιβαῖα τὰ πρόσωπα Ὀρέστου καὶ Ἠλέκτρας. πρῶτον δὲ Ὀρέστου.

`491`

οἷς ἐνοσφίσθης οἷς ἀπέθανες.

`493a`

πέδαις δʼ ἀχαλκεύτοις ἀσιδήροις δεσμοῖς· λέγει δὲ τῆι ἀδιεξοδεύτωι ἐσθῆτι.

`493b`

πέδαις δʼ ἀχαλκεύτοις ἐπιβουλευτοῖς πέπλοις.

`497-498`

ἤτοι δίκην ... λαβεῖν ἢ τὴν δίκην συμμαχοῦσαν ἡμῖν κατʼ αὐτῶν πέμψον ἢ σὺ κόλασον αὐτούς.

`498a`

ἀντίδος ἀντίλαβε.

`504`

οὐδέπερ θανών ἐὰν ἡμεῖς ὦμεν.

`505a`

κληδόνες σωτήριοι διὰ φήμης σώζοιέν σε.

`505b`

κληδόνες εὐφημίαι.

`506a`

φελλοὶ ἐκεῖνοι γὰρ ἐπιπλέοντες σημαίνουσι τὴν ἐν βυθῶι σαγήνην· οὕτω καὶ ἡμεῖς ζῶντες σὲ τὸν θανόντα.

`506b`

φελλοί· τὰ κοῦφα ξύλα τὰ ἀναβαστάζοντα ἐν τῆι θαλάσσηι τὰ δίκτυα.

`507`

κλωστῆρα ... λίνου ἐν περιφράσει τὸν κλωστὸν λίνον.

`508`

ἄκουʼ ἀντὶ τοῦ πείσθητι.

`509`

τιμήσας ἀντὶ τοῦ ἐπακούσας ἡμῶν.

`511a`

τίμημα λείπει ἡ εἰς.

`511b`

ἀνοιμώκτου πολυθρυλήτου.

`512a`

κατώρθωσαι ὦ Ὀρέστα.

`512b`

τὰ δʼ ἄλλʼ τὰ κατὰ τὴν σφαγὴν Αἰγίσθου.

`514`

ἔξω δρόμου ἔξω τοῦ προκειμένου.

`516a`

τιμῶσʼ ἀντὶ τοῦ τιμῶσα αὐτή.

`516b`

ἀνήκεστον ἀνίατον.

`517`

θανόντι δʼ οὐ φρονοῦντι τῶι ὑπʼ αὐτῆς θανόντι καὶ μὴ φρονοῦντι τὰ αὐτῆς.

`518`

οὐκ ἔχοιμʼ διστάζω ὅτι οὐκ ἐπέμφθη.

`519a`

μείω δʼ ἐστὶ ἀντὶ τοῦ ὑπερβαίνει τὰ ἁμαρτήματα τὴν ἀπὸ τῶν δώρων πειθὼ καὶ παρηγορίαν.

`519b`

δʼ ὁ δὲ ἀντὶ τοῦ γάρ.

`525`

δύσθεος ἀσεβής.

`528a`

καρανοῦται κεφαλαιοῦται.

`528b`

λόγος ἀντὶ τοῦ τὰ ἐφεξῆς τοῦ ὀνείρου.

`529a`

ἐν σπαργάνοισι ὡς παῖδα αὐτὸν ἐκτεῖναι ἐδόκει ἐν τοῖς σπαργάνοις.

`529b`

ὁρμίσαι ἀπὸ κοινοῦ τὸ ἔδοξεν.

`530a`

χρήιζοντα πρὸς τὸ δράκοντα εἶπεν τὸ χρήιζοντα.

`530b`

νεορενὲς ἀντὶ τοῦ νέον.

`532`

στύγους τοῦ μισητοῦ θηρίου.

`533`

θρόμβον αἵματος ἀντὶ γάλακτος αἷμα.

`534a`

ὄψανον· ὄψις, φαντασία. τὸ χ δὲ ὅτι ἀπὸ τῆς ὄψεως παρῆξε τὸ ὄψανον.

`534b`

ὄψανον τὸ ἐκ τοῦ ἀνδρὸς Ἀγαμέμνονος φάντασμα.

`536`

ἀνῆλθον ἀνέλαμψαν.

`537`

λαμπτῆρες οἱ σβεσθέντες ἤδη λαμπτῆρες· νὺξ γὰρ ἦν.

`538`

χοάς τὰς πρὸς εὐμένειαν Ἀγαμέμνονος.

`539a`

ἄκος τομαῖον θεραπευτικὸν ἴαμα.

`539b`

ἐλπίσασα λείπει τὸ ποιεῖν, θεράπευμα τμητικὸν τῶν κακῶν οἰηθεῖσα ποιεῖν.

`542a`

νιν αὐτό· τὸ ὄνειρον.

`542b`

συγκόλλως συνημμένως τῆι ἀληθείαι.

`543`

χῶρον τὴν γαστέρα τῆς Κλυταιμήστρας.

`544`

ηπλείζετο ἐπιμελείας ἠξιοῦτο.

`548-550`

δεῖ τοί νιν ὡς ἔθρεψεν· ὥσπερ διʼ αἵματος ἔθρεψε τὸν δράκοντα—ἔδει γὰρ αὐτὴν θρέψαι τῶι ἰδίωι γάλακτι—οὕτως δεῖ αὐτὴν διʼ αἵματος τὴν ἐμὴν ἐπιθυμίαν πληρῶσαι.

`549`

ἐκδρακοντωθεὶς ἀγριωθεὶς κατʼ αὐτῆς.

`554a`

ἁπλοῦς σύντομος.

`554b`

τήνδε τὴν Ἠλέκτραν.

`556`

ἄνδρα τὸν Ἀγαμέμνονα.

`558`

ἧι καθό· τὸ ἑξῆς· ἐφήμισε τὸ πρίν.

`560a`

εἰκώς οἶμαι ἀντὶ τοῦ ἐοικώς.

`560b`

παντελῆ τελείαν.

`560c`

παντελῆ σαγὴν πανοπλίαν ἢ τελείαν περιβολὴν ἔχων ξένου.

`563`

φωνὴν φονικήν· οἶμαι δὲ Φωκικὴν θέλειν.

`566a`

δαιμονᾶι τετάρακται.

`567-568`

μενοῦμεν κἂν μὴ δεξιωθῶμεν, μενοῦμεν πρὸ τῶν θυρῶν ἐπὶ τοσοῦτον ὥστε εἰκάζειν τινὰ ὅτι ἠτιμώθημεν καὶ τοιαῦτα λέγειν.

`571`

βηλόν· τὸν οὐδόν.

`574-575`

σάφʼ ἴσθι τὸ ἑξῆς· σάφʼ ἴσθι πρὶν αὐτόν.

`576`

ποδώκει τῶι ταχεῖ ξίφει· ὡς ἐπὶ ἐμψύχου δὲ εἶπεν.

`577`

ὑπεσπανισμένη οὐκ ἀποτυγχάνουσα.

`578`

τρίτην πόσιν ὡς εἰ ἔφη τοῦ τρίτου κρατῆρος, μετὰ Ἀγαμέμνονα τῶν δύο τούτων τὸ αἷμα.

`579`

σὺ ὦ Ἠλέκτρα.

`580a`

ἀρτίκολλα σύμφωνα καὶ ὑγιῶς συναρμοζόμενα ταῖς νεωστὶ συνθήκαις ἡμῶν.

`582`

τὰ καίρια τὰ χρήσιμα.

`583`

τούτωι τῶι Πυλάδηι.

`584`

ὀρθώσαντί μοι συμπράξαντί μοι.

`586a`

δειμάτων ἄχη κατὰ περίφρασιν δείματα.

`586b`

δειμάτων ἄχη κακῶν κάκιστα βλάβη.

`587`

ἀγκάλαι αἱ κοιλότητες.

`588`

ἀνταίων ἐναντίων.

`589a`

βλάστουσι πολλὰ τίκτει ὁ ἀὴρ ἐκ τῆς ἡλιακῆς ἀκτῖνος πτηνὰ καὶ ἑρπετά· εἰσὶ γὰρ ὄφεις ἐξ ἀέρος πίπτοντες.

`589b`

βλάστουσι γεννῶσι καὶ αὔξουσιν.

`589c`

πεδαίχμιοι αἱ μεταξὺ γῆς καὶ οὐρανοῦ λαμπάδες, τουτέστιν ὁ ὑπὸ ἡλίου φωτιζόμενος ἀήρ.

`590a`

λαμπάδες αἱ ἀκτῖνες τοῦ ἡλίου αἱ καθημεριναί.

`590b`

πεδάμαροι οἶμαι πέδουροι ἵνʼ ἦι τὸ σημαινόμενον μετέωροι.

`592a`

αἰγίδων καταιγίδων.

`592b`

φράσαι ἐννόησον.

`594`

ἀλλʼ ὁ ἀλλὰ ἀντὶ τοῦ δέ.

`595`

τίς λέγοι φρεσίν· ἀντὶ τοῦ ἐννοήσειεν.

`597`

ἔρωτας ἀπὸ κοινοῦ τὸ τίς λέγοι.

`599`

ὁμαυλίας ὁμοκοιτίας.

`600a`

θηλυκρατὴς ὁ γυναικῶν κρατῶν. λέγει δὲ ταῦτα ὅτι ἡ Κλυταιμήστρα κατωφερείας ἕνεκα τῶι Αἰγίσθωι ἐγαμήθη.

`600b`

ἀπέρωτος ἀντὶ στυγνὸς καὶ ὑπερήφανος.

`602a`

ἴστω δʼ ὅστις γινωσκέτω δʼ ὅστις ὁ παιδευθεὶς οὐχ ὑποπτέροις φροντίσιν, ἵνʼ ἦι τὸ ὃς ὑποτακτικὸν ἀντὶ τοῦ ὁ προτακτικοῦ.

`602b`

οὐχ ὑπόπτερος ὁ μὴ κοῦφος, ἀλλʼ ἀληθῶς μαθεῖν θέλων.

`603-606`

τὰν ... πρόνοιαν οὕτω τὸ ἑξῆς· ἥντινα μήσατο πρόνοιαν τάλαινα Θεστιὰς ἡ παιδολύμας καὶ πυρδαής.

`603`

ἁ παιδολύμας ἡ τῶι παιδὶ Μελεάγρωι λυμηναμένη.

`607`

παιδὸς ἥλικα ξύμμετρόν τε τῶι παιδὶ δαλόν.

`608-609`

ἐπεὶ ... κελάδησε ἐξότε πεσὼν ἀπὸ τῆς μητρὸς ἐβόησεν, τουτέστιν ἐξότε γεγέννηται.

`608`

ἐπεὶ μολὼν ἀφʼ οὗ ἀντὶ ἐξότε.

`610`

ἥλικα ξύμμετρόν τε· τὸν συμμετρηθέντα αὐτῶι εἰς τὸ διὰ βίου μοιρόκραντον ἦμαρ, ὅ ἐστιν εἰς τὸ ἦμαρ τῆς ζωῆς τὸ ὑπὸ Μοιρῶν δεσποζόμενον.

`612`

στυγεῖν ἀπὸ κοινοῦ τὸ ἴστω τίς.

`615`

φῶτʼ τὸν πατέρα Νῖσον.

`617`

ὅρμοις σημείωσαι ὅτι ὅρμον ἀπὸ Μίνωός φησιν εἰληφέναι Σκύλλαν, οὐ διʼ ἔρωτα.

`620`

ἀπροβούλως ἀπρονοήτως, οὐ προσκεψαμένη τὸ ἀποβησόμενον. ὡς προδότις γὰρ τοῦ πατρὸς ἐτιμωρήθη ὑπὸ Μίνωος.

`621a`

πνέονθʼ ... ὕπνωι τὸ ἑξῆς· ἀπώλεσεν ἁ κυνόφρων Νῖσον πνέοντα ὕπνωι.

`621b`

πνέονθʼ ἀντὶ ἀσθμαίνοντα.

`622a`

κιγχάνει τὸν Νῖσον ἢ τὴν Σκύλλαν.

`622b`

Ἑρμῆς ὁ θάνατος.

`623`

ἐπεὶ δʼ λείπει μνήσομαι Κλυταιμήστρας.

`624a`

δὲ ὁ δὲ ἀντὶ τοῦ γάρ.

`624b`

γαμήλευμʼ τοῦ Αἰγίσθου.

`626`

μήτιδας λείπει εἰργάσατο.

`628`

ἐπʼ ἀνδρὶ ἐπʼ ἀνδρὶ φοβερῶι καὶ σεβαστῶι καὶ παρὰ τοῖς πολεμίοις.

`629`

ἀθέρμαντον ἀθράσυντον· διὰ τὸ θράσος γὰρ ἄιδονται αἱ Λήμνιαι.

`630`

αἰχμάν λείπει ἡ κατά.

`631a`

πρεσβεύεται μεῖζον ὀνομάζεται.

`631b`

τὸ Λήμνιον λείπει ἔργον.

`632a`

λόγωι ἐν διηγήματι.

`632b`

κατάπτυστον μισητόν.

`633`

ἤικασεν δέ τις εἰκονίσειέ τις.

`634`

τὸ δεινὸν τὸ κατὰ Κλυταιμήστραν.

`635`

δʼ ὁ δὲ ἀντὶ τοῦ γάρ.

`636`

γένος τὸ τῶν Λημνιάδων.

`637-640`

ἀγείρω ... σοῦται συνάξασα κατηγορῶ· νύσσει γάρ με τὸ δίκαιον ταῦτα λέγειν.

`639-640`

τὸ δʼ ... σοῦται τὸ δὲ ξίφος τῆς δίκης, τὸ ἔχον πικρίαν, ἀντικρὺ διὰ πνευμόνων ὁρμᾶι.

`640b`

σοῦται ὁρμᾶι.

`641`

τὸ μὴ θέμις γὰρ τὸ γὰρ μὴ δίκαιον οὐ δεῖ ἀμελεῖσθαι οὐδὲ παρασιωπᾶσθαι, ἀλλʼ ἐκδικήσεως τυγχάνειν.

`643`

πατούμενον λείπει συμφέρον ἐστίν.

`644a`

τὸ πᾶν λείπει ὁ γάρ. καὶ ἔστι· τὸ γὰρ πᾶν τοῦ Διὸς σέβας παρεξέβησαν ἀθεμίστως οἱ περὶ τὸν Αἴγισθον.

`644b`

παρεκβάντες ἀντὶ παρεξέβησαν. καὶ ἔστι μετοχὴ ἀντὶ ῥήματος ὡς τὸ καρπῶι βριθομένη.

`646`

δίκας δʼ ῥίζα δικαιοσύνης καταβάλλεται.

`648-649`

τέκνον ... παλαιτέρων ἐπεισφέρει δὲ τοῖς οἴκοις τέκνον παλαιῶν αἱμάτων, ὅ ἐστι τίκτει ὁ φόνος ἄλλον φόνον.

`648a`

τέκνον ἀντὶ τοῦ ποινήν.

`648b`

δίμασε λείπει ἡ ἐπί.

`650`

τείνει ἀπαιτεῖ.

`651`

κλυτὰ ἡ περιβόητος.

`654`

τίς ἔνδον τίς ἐν δόμοις;

`655`

ἐκπέραμα καλῶ ἐκπεράσαι τινὰ καλῶ· τὸ ἐκπέραμά φησι τὸν διάκονον τὸν εἰσιόντα καὶ ἐξιόντα πρὸς τὰς ἀποκρίσεις.

`660`

νυκτὸς ἅρμʼ περιφραστικῶς ἡ νύξ.

`661`

ἐμπόρους ὁδοιπόρους.

`662-663`

ὥρα ... ξένων ἐν τοῖς πανδόκοις δόμοις τῶν ξένων καιρὸς τὴν ἄγκυραν προσορμῆσαι τοὺς ὁδοιπόρους· ἀντὶ τοῦ καταλῦσαι.

`663`

τελεσφόρος ἀρχηγός, διοικητής.

`664`

εὐπρεπέστερον βέλτιον ἄνδρα ἐξελθεῖν.

`665a`

λέσχηισιν ἐν ταῖς πρὸς γυναῖκας ὁμιλίαις.

`665b`

ἐπαργέμους σκοτεινοὺς ἀπὸ τῶν περὶ τοὺς ὀφθαλμοὺς λευκωμάτων.

`665c`

οὐκ ἐπαργέμους πλεονάζει ἡ οὐ.

`671`

δικαίων ... παρουσία ἀντὶ δίκαιοι ἄνθρωποι.

`672`

βουλιώτερον βουλευτικώτερον· ὅ ἐστιν· εἰ δὲ οὐ διὰ ξενίαν ἥκετε, ἀλλὰ διʼ ἄλλο τι.

`674`

Δαυλιεὺς Δαυλὶς ὡς καὶ Αὐλίς.

`675`

αὐτόφορτον ἐπὶ ἰδίαι πραγματείαι.

`676`

ἀπεζύγην τῆς ὁδοῦ, τῆς ὁδοιπορίας ἀπέλυσα ἐπὶ τῶι ξενισθῆναι παρʼ ὑμῖν· ἐκ μεταφορᾶς τῶν ἀπολυομένων τοῦ ζυγοῦ ἵππων καὶ ἐπὶ φάτνην ὁρμώντων.

`677`

συμβαλὼν συναντήσας.

`678`

ἐξιστορήσας καὶ σαφηνίσας ἐρωτήσας καὶ μαθών.

`679`

πεύθομαι ἤκουσα γὰρ ἐν τῶι μου πρὸς αὐτὸν διαλόγωι ὅτι Στρόφιος προσαγορεύεται.

`680a`

ἐπείπερ τὸ ἑξῆς· ἀγνὼς πρὸς ἀγνῶτα εἶπεν· ἐπείπερ, ὦ ξένε. τὰ δὲ ἄλλα διὰ μέσου.

`680b`

ἄλλως διʼ ἄλλην χρείαν.

`682`

μηδαμῶς λάθηι μηδαμῶς λάθηι με ἡ βουλὴ τῶν φίλων.

`683a`

κομίζειν εἰς τοὺς οἴκους.

`683b`

φίλων λέγει δὲ τῶν περὶ Αἴγισθον.

`685`

πόρθμευσον ἀντὶ διακόμισον.

`688`

τοσαῦτʼ ἀκούσας πιθανῶς, ἵνα δοκῆι ὅλως ἀγνοεῖν.

`692`

ὦ δυσπάλαιστε ὦ δυσκαταγώνιστε.

`693a`

ἐπωπᾶις· ἐφορᾶις πολλὰ τὰ ἡμέτερα ἀτυχήματα.

`693b`

κἀκποδὼν καὶ τὰ πόρρωθεν καλῶς κείμενα τῶν φίλων, ὅ ἐστι· τὰ ἐπὶ ξένης ἀγαθὰ ἐνδιαιτήματα τοῦ Ὀρέστου τοῖς τόξοις εὐστόχως ἱκνουμένη ἀπογυμνοῖς μοι.

`696-699`

καὶ νῦν ... ἐγγράφει τὸ ἑξῆς οὕτως τοῦ νοήματος· καὶ πρότερον ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα. ἦν γὰρ εὐβούλως ἔχων Ὀρέστης. ποῖος Ὀρέστης; ἡ τοῖς οἴκοις ἰατικὴ ἐλπὶς τῆς ἀγαθῆς εὐφροσύνης. νῦν δὲ ἀπώλετο.

`696`

καὶ νῦν Ὀρέστης· ἀντὶ τοῦ πρότερον· τὸ γὰρ νῦν δηλοῖ καὶ τὸ παρεληλυθός.

`697`

ἔξω πηλοῦ πόδα· παροιμία.

`698-699`

ἥπερ ... ἐγγράφει ἡ εὐφροσύνη τῶν βασιλείων οἴχεται.

`699a`

ἰατρὸς ἡ ἰατρός.

`699b`

ἐλπὶς τάξον αὐτὴν ἀφανισθεῖσαν ἀρα ὡς πρὸς τὸ ἐλπὶς δʼ ἀπέδωκεν.

`702-703`

τί γὰρ ... εὐμενέστερον ἢ τὸ ἀγαθὰ ἀγγεῖλαι· τοῦτο γὰρ φιλίας αἴτιον τοῖς ξένοις γίνεται.

`705`

καρανῶσαι κεφαλαιῶσαι, εἰπεῖν.

`707`

ἀξίως σέθεν τῶν σοὶ ἀξίων τιμῶν.

`709`

ἄλλος δʼ ὁμοίως εἰ καὶ μὴ σὺ ἤγγειλας.

`710`

ἡμερεύοντας διʼ ἡμέρας καμόντας.

`712`

ἄγʼ πρὸς παρόντα τινά.

`715a`

αἰνῶ συμβουλεύω σοι ταῦτα πράσσειν ὡς δώσοντι δίκην, ἤν τι παρὰ τὸ δέον ποιήσηις.

`715b`

ἐπευθύνωι ὑποδίκωι.

`720`

πότε πότε ἐπευξόμεθα.

`722a`

ὦ πότνια χθὼν ὦ προφιλὴς καὶ τιμία ἡμῖν.

`722b`

ἀκτὴ ἡ ἀκτὴ τοῦ τάφου.

`726`

νῦν γὰρ ἀκμάζει νῦν καιρὸν ἔχει ἡ δολία πειθὼ συναγωνίσασθαι τῶι Ὀρέστηι.

`727a`

ἐφοδεῦσαι συνάρασθαι πρὸς τὴν ὁδόν.

`727b`

ἐφοδεῦσαι ἀπὸ κοινοῦ τὸ νῦν ἀκμάζει.

`730a`

ὁ ξένος ξένον τὸν Ὀρέστην καλεῖ, ἵνα δόξωσιν ἀγνοεῖν τὸ σκευώρημα.

`730b`

τεύχειν κακόν ἀντὶ τοῦ πεποιηκέναι πένθος τῶι οἴκωι διὰ τῆς ἀγγελίας.

`733`

ἄμισθος κακόμισθος· δάκρυα γὰρ προξενεῖ. Κίλισσαν δέ φησι τὴν Ὀρέστου τροφόν, Πίνδαρος δὲ Ἀρσινόην, Στησίχορος Λαοδάμειαν.

`734`

ἡ κρατοῦσα ἡ τοὺς ξένους κρατοῦσα καὶ ὑποδεξαμένη Αἴγισθον καλεῖν ἐκέλευσεν.

`736`

νεάγγελτον τὴν νεωστὶ ἀγγελθεῖσαν.

`740`

παγκάκως ἀντὶ κακῶς ὁ οἶκος διάκειται ὑπὸ τῆς φήμης ἧς ἤγγειλαν οἱ ξένοι σαφῶς.

`741`

τορῶς σαφῶς.

`742`

ἦ ἀντὶ ὄντως.

`744a`

ὥς λίαν.

`744b`

τὰ μὲν παλαιὰ ἡ κρεουργία τῶν Θυέστου παίδων καὶ ὁ Ἀγαμέμνονος θάνατος.

`747`

τοιόνδε οἷον ἐπὶ τῆι τοῦ Ὀρέστου ἀγγελίαι νῦν.

`748`

τλημόνως ἤντλουν καρτερικῶς ὑπέφερον.

`749`

τριβήν τὸν συντρίψαντά μου ταῖς ἐπιμελείαις τὴν ψυχήν.

`750`

ὃν ἐξέθρεψα ὃν ἐξέθρεψα οὐ μόνον διʼ ἡμέρας, ἀλλὰ καὶ διὰ νυκτῶν.

`751`

κελευμάτων κελεύουσι γὰρ τῶι κλαίειν οἱ παῖδες.

`752`

ἀνωφέλητα ἀνωφέλητα ἐμοὶ τῆι τλάσηι καὶ πολλὰ καὶ μοχθηρά.

`754`

τρέφειν ἀνάγκη ἀνάγκη τρέφειν ἐπιμελείαι ψυχῆς· πῶς γὰρ οὐ;

`755`

οὐ γάρ ἀλλʼ ἀνάγκην διὰ δακρύων ἐπέφερεν.

`757`

αὐτάρκης ἡ γὰρ νέα νηδὺς τῶν τέκνων ἑαυτῆι ἀρκεῖν καὶ βοηθεῖν βούλεται, ὅ ἐστιν ἀνύειν βούλεται τὰς ἐπιθυμίας.

`759`

ψευσθεῖσα ἀπὸ κοινοῦ τὸ ἐξέθρεψα.

`761`

χειρωναξίας· τὰς διὰ χειρῶν ἐργασίας.

`762`

ἐξεδεξάμην ἀντὶ ἔθρεψα, ἀπέσωσα.

`766`

ἐσταλμένον ἠσκημένον, παρεσκευασμένον.

`770`

στυγεῖ τῶι μισουμένωι ὑπʼ Ἀγαμέμνονος.

`774a`

ἦ ὄντως.

`774b`

φρονεῖς εὖ χαίρεις.

`775`

τροπαίαν μετατροπήν.

`777`

οὔπω ... τάδε τοῦτο ἀκριβοῦς ἐστι μάντεως εἰπεῖν. τινὲς στίζουσιν εἰς τὸ οὔπω, ἵνʼ ἦι· οὔπω ἐλπὶς οἴχεται δόμων· ταῦτα δὲ καὶ ὁ τυχὼν μάντις γνοίη.

`778`

λελεγμένων δίχα ἀντὶ παρὰ τὰ εἰρημένα περὶ Ὀρέστου.

`783`

παραιτουμέναι πλεονάζει ἡ παρά· ἢ παρὰ σοῦ αἰτουμένηι.

`785-786`

δὸς ... κυρίως δός μοι εὐτυχίαν εὐτυχῆσαι βεβαίως.

`787a`

διὰ δίκας δικαίως.

`787b`

διὰ δίκας κατὰ δίκαν, ὅ ἐστι κατὰ τὸ δίκαιον.

`791-793`

θές ... ἀμείψηι ἐπάρας γὰρ τὸν Ὀρέστην δυνήσηι καὶ τριπλασίονα ποινὴν εἰσπράξασθαι τὸν Ὀρέστην ποιῆσαι.

`791`

θές τὸν Ὀρέστην.

`792`

τριπλᾶ διπλάσια καὶ τριπλάσια.

`794a`

ἴσθι γίγνωσκε.

`794b`

ἀνδρὸς τοῦ Ἀγαμέμνονος.

`794c`

πῶλον τὸν Ὀρέστην.

`796`

δρόμωι ἐνέμεινε τῆι μεταφορᾶι. φήσας γὰρ ἐν ἅρμασι πημάτων τὸ δρόμωι ἐπήγαγεν.

`797a`

ῥυθμὸν δάπεδον· ἀντὶ εὔτακτον καὶ μὴ τραχεῖαν πορείαν.

`797b`

μέτρον τέλος αὐτῶι προστιθεὶς τῶν κακῶν.

`798a`

ἰδεῖν ἀντὶ τοῦ ἴδοι. τὸ δὲ ἑξῆς· ἴδοι δέ τις σωζόμενον αὐτῶι τὸν ῥυθμὸν τοῦ δρόμου· μηδὲ ὑπερδραμὼν ἐν τῶι δαπέδωι διαρρήξηι τὸν χαλινόν.

`798b`

ἰδεῖν λείπει τὸ ὅπως· καὶ τὸ ἰδεῖν ἀντὶ τοῦ ἴδοι. ὁ δὲ νοῦς· ὅπως ἄν τις τοῦτο ἴδοι σωζόμενον τὸν ῥυθμὸν ὁμαλὸν καὶ εὔτακτον κατὰ τὸν δρόμον τῶν ἀνυομένων βημάτων.

`801`

νομίζετε ἡνιοχεῖτε καὶ διοικεῖτε.

`806`

γέρων ... τέκοι Ἀγαμέμνονος ὁ παλαιὸς φόνος μὴ συγχωρήσηι φόνον τῶι Ὀρέστηι τεχθῆναι διὰ τὸν φόνον Αἰγίσθου.

`807a`

τόδε καλῶς διὰ τοῦτο τὸ καλῶς ἀναιρεθησόμενον· λέγει δὲ τὸ αἷμα τοῦ Αἰγίσθου.

`807b`

ὦ ὦ Ἅιδη.

`808`

ἀνιδεῖν ἀναβλέψαι.

`810`

ἰδεῖν ἀπὸ κοινοῦ τὸ δός.

`811`

δνοφερᾶς καλύπτρας τοῦ σκότους.

`813`

ἐπιφορώτατος ὡς ἐπὶ ἀνέμου εἶπεν ἀντὶ τοῦ ὁ λογικώτατος.

`815a`

φανεῖ τὰ δὲ κρυπτὰ νῦν φανερώσει.

`815b`

χρήιζων θέλων πολλὰ κρυπτὰ εὑρίσκει.

`816a`

ἄσκοπον ἀδιάσκοπός ἐστιν ὁ λόγος, τουτέστιν ὁ Ἑρμῆς. ἀδιάγνωστός ἐστιν· νύκτα γὰρ καὶ σκότον πρὸ τοῦ προσώπου φέρει.

`816b`

ἄσκοπον ἀπροφύλακτον.

`816c`

ἔπος τὸν Ἑρμῆν δέ φησιν· λόγος γάρ ἐστιν.

`819-824`

καὶ ... τάδʼ εὖ καὶ τότε δὴ τὸν πλοῦτον τῶν δωμάτων ἐλεύθερον τῆι πόλει μεθήσομεν· ὁμοῦ τε μεθήσομεν τὸν κρεκτὸν γοήτων νόμον, ὅ ἐστι, καὶ τῶν ἀγαθῶν τῆι πόλει μεταδώσομεν καὶ τὸν Ἀγαμέμνονα ἀκινδύνως θρηνήσομεν.

`819`

καὶ τότε ὅταν ἀπαλλαγῶμεν.

`820`

λυτήριον ἐλεύθερον· νῦν γὰρ ὑπὸ τυράννων ἀποκέκλεισται.

`821a`

θῆλυν γεννητικόν.

`821b`

οὐριοστάταν οὐρίως σταθέντα.

`822`

νόμον τὸν τῶν γοήτων οἷον ἄιδουσι περιιόντες τὴν πόλιν.

`824-826`

τάδʼ εὖ τὰ καλῶς ἀποβαίνοντα τὸ ἐμὸν κέρδος ἐστίν, τῶν δὲ περὶ Ὀρέστην καὶ Ἠλέκτραν ἀπαλλαγὴ ἄτης.

`827-829a`

σὺ δὲ ... αὐδάν σὺ δὲ θαρρῶν ἐμοὶ τέκνον θροούσηι πρὸς σὲ πατρὸς αὐδάν, ὅ ἐστιν, ὡσανεὶ πατὴρ συμβουλεύοι σοι, ὅταν ἥκηι καιρός, ἔργωι ἐπιβαλοῦ ἐπικαλεσάμενος τὸ εἴδωλον τοῦ πατρός.

`827-829b`

σὺ δὲ ... αὐδάν πρόσεχε δὲ κἀμοὶ συμβουλευούσηι σοι οἷα ἂν πατήρ. τὸ δὲ ἐπαΰσας πατρὸς ἔργωι ἀντὶ τοῦ ἐπικαλεσάμενος τὸ εἴδωλον τοῦ πατρός.

`827a`

σὺ δὲ ὦ Ὀρέστα.

`827b`

μέρος ἔργων ὁ καιρὸς τοῦ ἔργου.

`827c`

μέρος ἔργων λείπει ἐπιβαλοῦ.

`828`

ἐπαΰσας ἐπικαλεσάμενος.

`830-832`

περαίνων ... ἄταν κατεργασάμενος τὴν πολλῶν μέμψεων ἀξίαν ἄτην, ὅ ἐστι, τὸν Αἴγισθον καὶ τὴν Κλυταιμήστραν. Περσέως δὲ ἀντὶ τοῦ πορθητοῦ, ἢ ἐπεὶ ἀπεστραμμένος ἐκαρατόμησε Μέδουσαν· ἀποστραφείς, φησίν, ὡς ἐκεῖνος μήπως θεώμενος αἰδεσθῆις τὴν μητέρα.

`835-836`

ἔνδοθεν ... τιθείς τὴν ἔνδον ἐπὶ τῆς οἰκίας φονίαν ἄτην καταβαλών, ὅ ἐστι τὴν Κλυταιμήστραν.

`835`

ἔνδοθεν ἐν τῆι ψυχῆι.

`836`

τὸν αἴτιον τὸν Αἴγισθον.

`841`

μόρον γʼ Ὀρέστου ὑπούλως ταῦτά φησι.

`842a`

αἱματοσταγὲς ὡς ἐπὶ μαχαίρας.

`842b`

φόνωι τῶι τοῦ Ἀγαμέμνονος.

`843a`

ἑλκαίνοντι ἐν γὰρ τοῖς θρήνοις ἀμύσσουσιν αὑτῶν τὰ στήθη.

`843b`

δεδηγμένωι οὐ παρακαλυφθέντι, ἀλλʼ ἀειμνήστωι.

`846`

μάτην οὐκ ἀληθῶς ἀποθανόντες.

`849`

οὐδὲν ... σθένος οὐ τοσοῦτον ἰσχύει εἰπεῖν ἄγγελος ὡς ὁ αὐτόπτης.

`854`

ὠμματωμένην τὴν συνετήν μου φρένα.

`855`

Ζεῦ Ζεῦ ταῦτά φησιν ὁ χορὸς εἰσελθόντος τοῦ Αἰγίσθου.

`858`

ἴσον τὸ ἀληθές.

`860a`

πειραί· αἱ ἀκμαὶ τῶν ξιφῶν παρὰ τὸ πείρειν. κοπάνων δὲ τῶν κοπτικῶν ξιφῶν.

`860b`

κοπάνων τῶν συγκοπῶν.

`863`

πῦρ πῦρ δαΐδων.

`870`

ἔα ἔα μάλα φωνῆς ἀκούουσιν ἀναιρομένου τοῦ Αἰγίσθου.

`878`

πύλας τὰς τῆς Κλυταιμήστρας.

`879`

ἡβῶντος δὲ δεῖ ἡβῶντος ἀνδρὸς δεῖ εἰς τὸ χαλάσαι τὰς πύλας.

`880`

διαπεπραγμένωι τῶι σφαγέντι.

`886`

τὸν ζῶντα ... λέγω ἀντὶ ὁ τῶι λόγωι τεθνηκὼς Ὀρέστης ἀπέκτεινε τὸν ζῶντα Αἴγισθον.

`893`

Αἰγίσθου βία ἀντὶ τοῦ ὦ Αἴγισθε.

`898`

οὔλοισι· τὸ οὖλον.

`899`

μετεσκεύασται ὁ ἐξάγγελος εἰς Πυλάδην ἵνα μὴ δʹ λέγωσιν.

`901`

εὐορκώματα τὰ ὁρκωμόσια ἃ συνωμόσαμεν.

`902`

ἅπαντας ... πλέον πλέον λέγε πάντας ἀνθρώπους ἔχειν ἢ τοὺς θεοὺς ἐχθρούς.

`904`

πρὸς αὐτὸν πρὸς αὐτὸν τὸν Αἴγισθον. πιθανῶς δὲ ἵνα μὴ ἐν φανερῶι ἡ ἀναίρεσις γένηται.

`908`

γηράναι· ἀπὸ τοῦ γήρημι.

`914`

οὔτοι οὐκ ἔστιν ἀπορρίψαι τὸ δορυξένοις ἐκδοῦναι πρὸς ἀνατροφήν.

`917a`

σου ἑτέρωι συγκοιμωμένης.

`917b`

τοῦτʼ τὸν Αἴγισθόν φησιν.

`918`

εἴφʼ ὅτι Κασάνδραν ἐπέγημεν.

`919`

μὴ ἔλεγχε ἄνδρα ἐν πολέμοις πονοῦντα μὴ θέλε κρίνειν γυνὴ οὖσα.

`924`

κύνας τὰς Ἐρινύας.

`926`

πρὸς τύμβον ὅτι μέλλω τελευτᾶν· παροιμίαν εἶναι τοῦτό φασι πρὸς τύμβον κλαίειν, ἤγουν πρὸς ἄνδρα νήπιον.

`931`

στένω εὐγνωμόνως ἐλεοῦσι τοὺς περὶ Αἴγισθον.

`932a`

ἐπήκρισεν ἐπʼ ἄκρον ἦλθεν.

`938`

διπλοῦς λέων οἱ περὶ Ὀρέστην καὶ Πυλάδην.

`939`

ἐς τὸ πᾶν ἤλασεν δὲ εἰς τὸ τέλος τοῦ δρόμου, ὅ ἐστιν ἤνυσε τὸν ἀγῶνα. ἀφίκετο, φησί, εἰς τὸ τέλος τοῦ ἀγῶνος.

`940`

πυθόχρηστος ὁ ὑπὸ Πυθοῦς χρησθεὶς Ὀρέστης.

`942-943`

δόμων ἀναφυγὰς κακῶν ὡς τῶν οἴκων φυγόντων τὰς συντριβὰς.

`945a`

δυσοίμου· δυσπορεύτου. τὸ δὲ ἑξῆς· τὰς ἀναφυγὰς τῶν κακῶν τὰς ἀπὸ τῆς δυσοίμου τύχης.

`946`

ἔμολε τῶι Αἰγίσθωι ἔμολεν ἡ ποινὴ τῶι ἀποκτείναντι δόλωι τὸν Ἀγαμέμνονα.

`948`

ἔθιγε ἡ δὲ Διὸς θυγάτηρ ἡ Δίκη παρέστη ἐν τῆι πρὸς Αἴγισθον μάχηι καὶ ἐφήψατο τοῦ ξίφους· δικαίως γὰρ Ὀρέστης ἠμύνατο.

`952`

τὸ ἑξῆς· ἔμολεν ὀλέθριον πνέουσα.

`953`

τάπερ ἀντὶ τοῦ καθάπερ.

`955-956`

δολίας ... ἐποίχεται τὴν Κλυταιμήστραν τὴν δολίως βλάπτουσαν καὶ ἐπὶ πολὺν χρόνον τὸν οἶκον ἐποίχεται ἡ δίκη· ἢ ἐπεξῆλθε τὴν δίκην βλαπτομένην ἐκ πολλοῦ Ὀρέστης.

`958`

κρατεῖται συμβάλλεται οὖν τὸ θεῖον τοῖς μὴ ὑπουργοῦσι τοῖς κακοῖς.

`960`

ἀρχὰν τοὺς θεοὺς ἢ τὸν Δία.

`962`

ψάλιον τὸν χαλινόν.

`965-967`

παντελὴς ... ἐλάσηι ὁ πάντα τελῶν χρόνος τὰ πρόθυρα τῶν οἴκων ἀλλάξει ἀπὸ κατηφείας εἰς λαμπρότητα.

`965`

ἀμείψεται ἀλλαγήσεται· οὐχ ὁμοίως ἔσται τοῖς πρώην ἐν τῶι οἴκωι ἡμῶν.

`968a`

ἐλατήριον τὸ ἐλαῦνον τοὺς ἀσεβεῖς ἢ τὸ ἀπελαθῆναι ὀφεῖλον.

`968b`

ἐλατήριον τὸ καθαρτικὸν φάρμακον.

`969`

τύχαι ἡ δὲ τύχη νῦν ἐν εὐόπτωι κοίτηι, τουτέστιν ἐν ἀγαθῆι καταστάσει πρὸς τὸ ἰδεῖν τὰ νῦν γεγονότα καὶ ἑτέρων λεγόντων ἀκοῦσαι.

`970`

ἰδεῖν λείπει τὸ ἐστίν.

`971`

μέτοικοι ... πάλιν οἱ νῦν τοὺς δόμους οἰκοῦντες πεσοῦνται εἰς τὸ ἔμπαλιν τῆς πρώτης τύχης· τοῦτο δὲ ἀπὸ τῶν κύβων μετήγαγεν.

`973`

ἀνοίγεται ἡ σκηνὴ καὶ ἐπὶ ἐκκυκλήματος ὁρᾶται τὰ σώματα ἃ λέγει διπλῆν τυραννίδα.

`978`

ξυνώμοσαν· θάνατον τῶι πατρί.

`981`

δεσμὸν τὸν πέπλον.

`983`

ἐκτείνατʼ πρὸς τὸν χορόν.

`987a`

μοι ἡ μοι ἀντωνυμία τὴν οἰκειότητα δηλοῖ.

`987b`

ἐν δίκηι ἐν τῆι κρίσει τῶν Ἐρινύων.

`989`

Αἰγίσθου ... μόρον Αἰγίσθου γὰρ οὐ λέγω μόρον, μητρὸς δέ, ἥτις ἐπʼ ἀνδρὶ τοῦτʼ ἐμήσατο στύγος.

`992`

βάρος τὸ βάρος φίλον πρώην.

`995`

θιγοῦσαν ὑπερβολή, ὅτι καὶ τὸν μὴ δηχθέντα ἀλλὰ μόνον ἁψάμενον σήπει.

`997`

τύχω ἀντὶ ἐπιτύχω εὐθίκτως κακολογήσας.

`998`

ἄγρευμα δίκτυον.

`999`

κατασκήνωμα παραπέτασμα σοροῦ.

`1000`

ποδιστῆρας τοὺς πλέον τῶν ποδῶν καθήκοντας.

`1002`

ἀπαιόλημα ἀπάτημα.

`1009`

μίμνοντι τῶι τοιαῦτα πράξαντι χρόνωι πάθος ἀνθεῖ.

`1012`

φόνου τοῦ αἵματος.

`1013`

φθείρουσα ὡς πολυτελοῦς ὄντος τοῦ ἱματίου καὶ ἠφανισμένου τῶι αἵματι.

`1019a`

διὰ ἡ διὰ πρὸς τὸ ἀμείψεται.

`1019b`

ἄτιμος· ἀτιμώρητος.

`1021`

ὅπη τελεῖ εἰς τί ἀποβαίνει τὰ κατʼ ἐμέ;

`1024`

δύσαρκτοι δυσχερῶς ἀρχόμεναι καὶ πειθόμεναι.

`1028`

μίασμα τὴν μητέρα.

`1029-1030`

φίλτρα ... χρήσαντʼ ἐμοί καὶ τὰς ἐπιθυμίας τῆς τόλμης φημὶ τὸν Ἀπόλλωνα χρῆσαί μοι.

`1029`

πλειστηρίζομαι καυχῶμαι.

`1033`

οὔτις ... ἐφίξεται τοσαύτη γάρ ἐστιν ὡς μηδὲ τοξότην ἐφικέσθαι τοῦ μήκους.

`1037`

τόδʼ τὸ ἐν Παρνασσῶι.

`1064`

εὐκαίροις συντυχίαις.

`1067a`

γονίας· ἄνεμος ὅταν ἐξ εὐδίας κινηθῆι χαλεπὸν πνεῦμα.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: tro-agb`.
