---
title: "On What is According to the Art, Substance and NSubstance"
title_greek: "Περὶ τοῦ τί ἐστιν κατὰ τὴν τέχνην, οὐσία καὶ"
author: Zosimus of Panopolis
eul_wid: tyc-ag
eul_aid: tyc
canonical: "https://eulogikon.org/grc/zosimus-of-panopolis/art-substance"
period: Late Antique
dialect: Technical Koine
domain: Science
format: Treatise
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On What is According to the Art, Substance and NSubstance

*Περὶ τοῦ τί ἐστιν κατὰ τὴν τέχνην, οὐσία καὶ*

**Author:** Zosimus of Panopolis

**eul_wid:** `tyc-ag` · [HTML page](https://eulogikon.org/grc/zosimus-of-panopolis/art-substance)

## Text

### 1

ΠΕΡΙ ΤΟΥ ΤΙ ΕΣΤΙΝ ΚΑΤΑ ΤΗΝ ΤΕΧΝΗΝ ΟΥΣΙΑ ΚΑΙ ΑΝΟΥΣΙΑ.

### 2.168

Οὐσίας ἐκάλεσεν ὁ Δημόκριτος τὰ τέσσαρα σώματα· χαλκὸν .

### 2.168

ἔλεγε καὶ σίδηρον καὶ κασσίτερον καὶ μόλυβδον. Πάντες ἐπιβάλλουσιν ἐν ταῖς δυσὶ βαφαῖς. Πᾶσαι αἱ οὐσίαι ἐν ταῖς δυσὶ βαφαῖς. Πᾶσαι αἱ οὐσίαι κατεγνώσθησαν παρ’ Αἰγυπτίοις ἀπὸ μόνου τοῦ μολύβδου πεποιημέναι· ἐκ γὰρ τοῦ μολύβδου καὶ τὰ ἄλλα τρία σώματα γεγόνασιν. Οὐσίας οὖν ἐκάλεσεν τὰ σώματα τὰ ὑφιστάμενα πυρὶ, τὰ δὲ μὴ ὑφιστάμενα, ἀνούσια. Τὰ γὰρ ἀνούσια καλῶς ἐνεργοῦσι χωρὶς πυρός. Ἔλεγε γὰρ δι’ ἄγγους καὶ πρίσματος γίνεσθαι, τὸ δὲ ἀληθὲς λείψανον τοῦ φαρμάκου, χωρὶς πυρὸς, ἐκεῖ καὶ βεβαιώσει λευκαίνωσι, ξανθῶσι. Ἡ γὰρ τοῦ πυρὸς [τίει] εἴσκρισις τοῦ φθαρτοῦ φαρμάκου ἐκ τῶν φώτων διαμαρτάνει μολυβδοχάλκου ξάνθωσις· ὅτι ὃν ἀναιρεῖ· ἐκεῖ δὲ οὐ δεῖ ἁμαρτῆσαι. Ὅτι δὲ ἐπὶ τούτου εἴρηκεν, βλέπε πῶς αὐτὸς εἶπε· «Ποίησον γλοιῶδες· χρῖσον τοῦ φαρμάκου τὸ ἥμισυ ὑποκαίεσθαι, καὶ καταβάπτεις τὸ τοῦ φαρμάκου λείψανον· ὅτε χωρὶς πυρὸς μένειν εἰάθη.

### 2.169

Καὶ ἀνούσια τὰ θειώδη τὰ μὴ ὑφιστάμενα τῷ πυρί· οἱ δὲ ζωμοὶ ποιοῦσιν αὐτὰ ὑφίστασθαι τῷ πυρὶ καὶ πυρομαχεῖν· ὕδωρ γὰρ ἐναντίον πυρός. Διὰ τοῦτό φησιν. «Ἡ φύσις λαβοῦσα τὸ ἴδιον ὡς τοὐναντίον, ἰσχυρὰ καὶ ἀδίωκτος γίνεται, κρατοῦσα καὶ κρατουμένη. Διὰ τοῦτο οὖν ὡς ἴδιον μὲν καὶ αὐτὸ θειῶδες ἀφ’ οὗ καὶ ὕδωρ θείου ἀθίκτου κέκληται· διατί καὶ τοὐναντίον, ἐπειδήπερ τοὐναντίον ὕδωρ πυρός; ἐπιρρέον γὰρ ὡς ὕδωρ οὐκ ἐᾷ ἐκεῖνα πυρώδη ὄντα ἐξῃθαλῶσθαι καὶ φεύγειν· ἀλλὰ θάπτει αὐτὰ τῇ ὑγρότητι, καὶ κατέχει ἕως βάπτωσιν. Καὶ ὕδωρ μὲν κατέρχεται διὰ τὸ ὑγρὸν εἶναι. Διὰ τοῦτο γάρ φησιν· «Ἡ φύσις λαβοῦσα τὸ ἴδιον ὡς τοὐναντίον», .

### 2.169

καὶ τὰ ἑξῆς. Ἐρρέθη πῶς ὑφίστανται τῷ πυρὶ διὰ τῶν ζωμῶν· οἱ δὲ ζωμοὶ ὕδωρ θεῖόν εἰσιν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: tyc-ag`.
