---
title: On Custom
title_greek: Περὶ συνηθείας
author: Zenodorus the Grammarian
eul_wid: mee-aa
eul_aid: mee
canonical: "https://eulogikon.org/grc/zenodorus-the-grammarian/custom"
canonical_json: "https://eulogikon.org/data/works/grc/zenodorus-the-grammarian-custom-mee-aa.json"
sha256: dc7abc558960a260b9bd03e4f3e9a8a093464b55bf5c7864a86cca2791224b55
period: Hellenistic
dialect: Technical Koine
domain: Grammar
format: Treatise
license: CC0-1.0
---

# On Custom

*Περὶ συνηθείας*

**Author:** Zenodorus the Grammarian

**eul_wid:** `mee-aa` · [HTML page](https://eulogikon.org/grc/zenodorus-the-grammarian/custom) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/zenodorus-the-grammarian-custom-mee-aa.json)

## Text

### 253 (1t)

ΖΗΝΟΔΩΡΟΥ ΤΩΝ ΠΕΡΙ ΣΥΝΗΘΕΙΑΣ ΕΠΙΤΟΜΗ Ἑστία, κατὰ μὲν τὴν συνήθειαν, ἡ κατ’ οἶκον ἐσχάρα· καθ’ Ὅμηρον (Il. I, 63) δὲ ὁ οἶκος· τὸν γὰρ μὴ οἰκοδεσπότην, ἀφρήτορα καὶ ἀνέστιον ἐκάλεσε. Βωμὸς, συνήθως μὲν ἐφ’ οὗ ἐπιθύουσι, παρ’ Ὁμήρῳ (Il. Θ, 441. Cf. Eust.) δὲ τέθειται καὶ ἐπὶ τῆς βάσεως, ἀπὸ τοῦ βεβηκέναι. Ἠὼς, λαμβάνεται παρ’ Ὁμήρῳ καὶ ἐπὶ τῆς σωματικῆς δαίμονος· τίθησι δὲ αὐτὴν καὶ ἐπὶ τοῦ διαστήματος τοῦ ἀπὸ ἀνατολῆς μέχρι μεσημβρίας· σημαίνει δὲ καὶ τὴν ὀρθρικὴν ὥραν· ὃ γὰρ ἡμεῖς λυκόφως λέγομεν, λέγω δὴ τὸν πρὸ τῆς ἀνατολῆς χρόνον, ἔτι μέρους τινὸς ἐπιμένοντος τῆς νυκτὸς, τοῦτο ἠὼς εἴρηται. Τίθησι δὲ καὶ ἐπὶ τοῦ καταστήματος τῆς ἡμέρας, ὡς ὅταν λέγει ἡ Πηνελόπη (Od. Τ, 571, ubi ἥδε δὴ ἠώς)· ἤδη δ’ ἠὼς εἶσι δυσώνυμος. Ἔτι τίθεται καὶ τοπικῶς ἐπὶ τῆς ἀνατολῆς (Od. Κ, 190: οὐ γάρ τ’ ἴδμεν)· οὐ γάρ τ’ ἤδειμεν ὄπη ζόφος, οὐδ’ ὄπη Ἠώς· ζόφον δὲ λέγει τὴν δύσιν, ἠὼ δὲ τὴν ἀνατολήν. Μοῖρα, ἡ εἱμαρμένη (Il. Ζ, 488) καὶ ἡ διανομή (Od. Θ, 470)· τίθεται δὲ καὶ ἀντὶ τοῦ κατ’ ἀξίαν. Δόξα, παρὰ τῇ συνηθείᾳ τιμὴ, παρὰ δὲ τῷ Ποιητῇ ἡ κατὰ ψυχὴν ἔννοια καὶ δόκησις.

### 254

Αἶσα (Il. Υ, 127), ταυτὸν σημαίνει τῇ μοίρᾳ. Κλέος, λαμβάνεται καὶ ἀντὶ τῆς δόξης καὶ ἀντὶ τῆς φήμης. Δίκη, συνήθως μὲν ἡ δικαιοσύνη, ποιητικῶς δὲ τίθεται καὶ ἐπὶ τοῦ καθήκοντος (Il. Ψ, 542). Εὐχὴ, συνήθως μὲν ἡ δέησις, ποιητικῶς δὲ καὶ ἡ καύχησις (Il. Ζ, 191). Τιμὴ, ἡ δόξα καὶ ἡ τιμωρία (Il. Α, 158, et Eust.) καὶ τὸ πρόστιμον (Il. Γ, 288. Cf. Suidas et Eust.). Ἔρως, ἡ ἐπιθυμία, κατὰ δὲ τὸν Ποιητὴν καὶ ἡ πλησμονὴ τροφῆς. Ἀγορὰ, ὁ τόπος, ποιητικῶς δὲ καὶ ἡ συναγωγή (Il. Β, 53, et Eustath.). Ἀρετὴ, ἥ τε ἀγαθοεργία καὶ ἡ ἀνδρεία καὶ ἡ δύναμις. Ἄρης, ὁ ἀστὴρ καὶ ἡ πρὸς τὸν πόλεμον ὁρμή (Il. Ρ, 211, et Eustath.). Ἥφαιστος (Il. Β, 426), τὸ πῦρ καὶ ὁ σωματοειδής. Ζωὴ, παρ’ Ὁμήρῳ (Il. Σ, 396 sqq.) οὐκ ἐπὶ τοῦ ζῆν, ἀλλ’ ἐπὶ τῶν χρημάτων καὶ κτημάτων καὶ ἁπλῶς τοῦ πλούτου (Od. Ξ, 96). Πόνος, ἡ ἀλγηδὼν καὶ πᾶσα ἐνέργεια μετὰ κακοπαθείας. Δειλὸς, ὁ ἄνανδρος καὶ ὁ ἄθλιος (Il. Σ, 54; T, 287, passim). Κωφὸς καὶ κωφὸν, τὸ ἀσθενές· οὐδέποτε δ’ ἐπὶ ἐμψύχου τοῦτο τίθησιν Ὅμηρος (Eust. ad Il. Λ, 390). Φίλος, παρὰ τῇ συνηθείᾳ πᾶς ὁ ἰσοψύχως ἀγαπώμενος, ποιητικῶς δὲ καὶ ὁ συγγενής. Ἑταῖρος, ὁ φίλος καὶ ὁ συνεργός (Eust. ad. Od. Μ, 149). Κόσμος, τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ· καθ’ Ὅμηρον (Eust. ad Il. Α, 16) δὲ καὶ ἡ τάξις καὶ τὸ καθῆκον. Ἔτης καὶ ἔται, οἱ πολῖται. Γέροντες, οἱ πεπολιωμένοι καὶ οἱ τιμῆς ἄξιοι. Ὄλβος, ἡ εὐδαιμονία καὶ ὁ πλοῦτος. Ἀφνειὸς, ὁ πλούσιος· ἄφενος γὰρ ὁ ἀπὸ τῶν κατ’ ἐνιαυτὸν προσποριζομένων καρπῶν πλοῦτος.

### 255

Δέμας καὶ σῶμα· τὸ δὲ δέμας ἐπὶ τῶν ζώντων λαμβάνει ὁ Ποιητὴς, καὶ ἐτυμολογεῖται παρὰ τὸ δόμα (l. δῶμα) εἶναι τῆς ψυχῆς· τὸ δὲ σῶμα ἐπὶ τῶν νεκρῶν καὶ τῶν πτωμάτων, τῶν τε ἀνθρώπων καὶ τῶν ἀλόγων ζώων. Στρατὸς, τὸ πλῆθος· στρατόπεδον, ὁ τόπος ἔνθα τὸ πλῆθος· Ὅμηρος δὲ τὰς δύο σημασίας ἐπὶ τοῦ στρατοῦ τίθησιν. Ἀγὼν, παρ’ Ὁμήρῳ τὸ πλῆθος καὶ ὁ τόπος καὶ τὸ θέατρον· παρὰ δὲ τῇ συνηθείᾳ καὶ ἡ σπουδὴ καὶ ὁ τόπος. Χορὸς, ἐπὶ τῶν πορευόντων καὶ ἐπὶ τοῦ τόπου. Δόρυ, ἐπὶ παντὸς ξύλου, καὶ κατ’ ἐξοχὴν ἐπὶ τοῦ πολεμικοῦ. Ἄναξ, ὁ βασιλεὺς καὶ ὁ οἰκοδεσπότης. Μάχαιρα, συνήθως μὲν ἐπὶ τοῦ πολεμιστηρίου, παρὰ τὸ εἰς μάχην αἴρεσθαι· ποιητικῶς δὲ ἡ παραξιφὶς ᾗ χρῶνται πρὸς τὰ ἱερεῖα καὶ πρὸς θεραπείαν. Τάλαντον, οὐδέποτε ἐπὶ ἀργυρίου τίθησιν ὁ Ποιητὴς, ἀλλ’ ἢ ἐπὶ πλαστίγγων ἢ ἐπὶ σταθμοῦ χρυσίου. Τὸ ζυγὸν, ὁ Ποιητὴς οὐκ ἐπὶ τοῦ σταθμοῦ, ἀλλ’ ἐπὶ τοῦ ζυγοῦ τοῦ ἅρματος τίθησι· ζυγὰ δὲ λέγονται καὶ αἱ καθέδραι τῶν ἐρεσσόντων, ὅθεν καὶ ὑψίζυγος ὁ ἐν ὕψει τὴν καθέδραν ἔχων. Ἔμπορος, παρὰ τοῖς τραγικοῖς ὁ ὁδοιπόρος, παρὰ δὲ τῇ συνηθείᾳ ὁ κατὰ πρᾶσιν καὶ κέρδος φόρτων πλέων· ποιητικῶς δὲ καὶ ὁ πλέων ἐπ’ ἀλλοτρίας νεώς. Τάφος, παρὰ τῷ Ποιητῇ τὸ ὑπὲρ τεθνηκότος δεῖπνον, καὶ τὰ ἐπὶ τοῦ νεκροῦ νομιζόμενα, καὶ ἡ ἔκπληξις, καὶ νῆσος Τάφος (Od. Α, 417) λεγομένη· οὐδέποτε δὲ, ὡς ἡμεῖς, τὸ μνῆμα τάφον λέγει ὁ Ποιητής. Κνίσσα, συνήθως μὲν ἡ ἀπὸ τῶν ὁλοκαυτωμάτων ὀσμὴ, ποιητικῶς δὲ καὶ ἐπὶ τοῦ ἐπίπλου· καὶ κνίσση μελδόμενος· οὐδετέρως τὰ κνίσση λέγεται, τὸ δὲ μελδόμενος ἀντὶ τοῦ μέλδων, ὅπερ ἐστὶ τήκων.

### 256

Τὸν λίθον καὶ τὸν κίονα, καὶ θηλυκῶς ὁ Ποιητὴς λέγει καὶ ἀρσενικῶς, καὶ τὸν ἀέρα καὶ θηλυκῶς καὶ ἀρσενικῶς· ὁμοίως δὲ καὶ τὸν αἰθέρα καὶ χῆνα. Τὸν δὲ χιτῶνα, ὁτὲ μὲν ἐπὶ τοῦ ἐνδύματος, ὁτὲ δ’ ἐπὶ τοῦ θώρακος. Τὴν Ἴλιον πόλιν καὶ τὸ Ἴλιον, τὴν Τροίαν ὁ Ποιητὴς καὶ ἐφ’ ὅλης τῆς χώρας Ἰλίου τίθησι καὶ ἐπὶ τῆς πόλεως. Τὸν φόβον, καὶ ἐπὶ τῆς φυγῆς τάττει καὶ ἐπὶ τοῦ κυρίως φόβου. Μένος, ἡ δύναμις, καὶ τὸ ἐπιθυμεῖν δὲ μεναίειν (l. μενεαίνειν) λέγει καὶ τὸ θυμοῦσθαι. Μέλεος, συνήθως μὲν ὁ ταλαίπωρος καὶ ἐπίπονος καὶ ἐπώδυνος· παρ’ Ὁμήρῳ δὲ καὶ ὁ μάταιος. Τὸ κακὸν, ἐπὶ τοῦ δειλοῦ τάττει ὁ Ποιητής. Ἔγχος, Ὅμηρος μὲν ἐπὶ τοῦ δόρατος, οἱ δὲ νεώτεροι ἐπὶ τοῦ ξίφους. Τὸ ἀγαθὸν, ὁ Ποιητὴς ἐπὶ τοῦ ἀνδρείου τάττει, καὶ συνήθως ἐπὶ τοῦ καλοῦ. Τὸ μέλλει, ἐπὶ τοῦ ἔοικε· ἡ δὲ συνήθεια ἐπὶ τοῦ ὑποκρίνεσθαι, ὁ Ποιητὴς καὶ ἐπὶ τοῦ ἀποκρίνασθαι τίθησιν· ἡ δὲ συνήθεια ἐπὶ τοῦ μὴ ἐκ ψυχῆς λέγοντος, μὴ δὲ ἃ φρονεῖ. Μινυρίζειν, ἡμεῖς μὲν ἐπὶ τοῦ ἠρέμα καὶ λεπτὸν ᾄδειν, ὁ δὲ Ποιητὴς ἐπὶ τοῦ θρηνεῖν καὶ ἀποδύρεσθαι. Ἐπίστασθαι καὶ θέλειν, ὁ Ποιητὴς ἐπὶ τοῦ δύνασθαι λαμβάνει, λαμβάνεται δὲ ταῦτα καὶ συνήθως.

### 257

Τὸ μεμνῆσθαι, καὶ συνήθως ἐπὶ τοῦ ἀπομνημονεύειν καὶ ἀντὶ τοῦ ἐπιμελεῖσθαι. Καθάπτεσθαι, ἐπὶ τοῦ ἐπιπλῆξαι καὶ ἐπὶ τοῦ ἀνειμένως καὶ μετὰ μαλακείας λέγειν. Θαυμάζειν, τὸ θεωρεῖν καὶ συνήθως. Θηεῖσθαι, θαυμάζεσθαι. Θηήσατο, ἐθαύμασε. Τεθηπέναι, θαυμάζειν. Ἀλύειν, ἐπὶ τοῦ μετὰ λύπης περιπάτου· παρὰ τὸ ἀλύτως ἔχειν τῇ ψυχῇ· τίθησι δέ ποτε καὶ ἐπὶ τῆς χαρᾶς τὸ ἀλύειν ἀπὸ τοῦ ἀλεαίνεσθαι, ὅ ἐστι θερμαίνεσθαι τὴν ψυχὴν καὶ διαχεῖσθαι. Στυγεῖν, μισεῖν· τίθησι δὲ καὶ ἐπὶ τοῦ καταπλαγῆναι καὶ φοβηθῆναι. Θέλγω, ἐπὶ τοῦ τὴν ψυχὴν καὶ τὸ σῶμα καθίστασθαι πρὸς τὸ χεῖρον καὶ ἀλλοιοῦσθαι, οἷον ἐπὶ τῶν μεταμεμορφωμένων παρὰ τῆς Κίρκης· λαμβάνεται καὶ ἐπὶ τοῦ τέρπειν (Od. Μ, 44): ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ. Μαίνεσθαι, συνήθως μὲν ἐπὶ τοῦ παραφρονοῦντος, παρὰ δὲ τῷ Ποιητῇ καὶ ἐπὶ τῆς σφοδρᾶς κινήσεως, ὡς ἐπὶ τοῦ Ἕκτορος, μαίνετο δ’ ὡς ὅ τ’ Ἄρης, σφοδρὰν κίνησιν καὶ τὴν κατὰ πόλεμον ἐνέργειαν σημαίνων. Ἀλιτήριος· κατὰ Διονύσιον τὸν Ἁλικαρνασέα, λιμοῦ γινομένου Ἀθήνῃσιν, οἱ πένητες τὰ προσφερόμενα ἄλευρα ἥρπαζον· ἐλέχθησαν οὖν οἱ τοὺς ἀλοῦντας ἐπιτηροῦντες καὶ ἁρπάζοντες ἁλιτήριοι (l. ἀλ), διέτεινε δὲ τὸ ὄνομα ὥστε ἐπὶ πάντων τῶν μετὰ βίας τι ποιούντων ἢ ἁμαρτανόντων λέγεσθαι. Συκοφάντης πόθεν· δοκεῖ ἡ συκῆ εὕρημα Διονύσου, καὶ τῆς τροφῆς δὲ τῆς ἡμέρου πρῶτον ἡγήσασθαι τὸ σῦκον, ὅθεν ἡγητηρίαν ἐκάλεσαν τὴν συκῆν, καὶ ὅταν τὰ πλυντήρια ᾖ, προηγεῖται σύκων πλὰξ, ἣν αὐτοὶ παλάθην προσαγορεύουσι· φιλοτιμίαν οὖν ἔχοντες οἱ Ἀθηναῖοι εἰς τὸ πρῶτοι (l.

### 258

πρῶτον) αὐτοὶ λαβεῖν σῦκον, καὶ πρὸς ἀγαθοῦ οἰωνοῦ τοῦτο τιθέμενοι εἰς τοὺς ἀγροὺς ἐπεσκόπευον καὶ εἰς τὰς συκᾶς ζητοῦντες τί πέπειρόν τις ἴδοι· καὶ τὸ μὲν πρῶτον συκοσκόπος ἐκλήθη ὁ θεωρήσας αὐτὸ πρώτως, ὕστερον δὲ συκοφάντης, ἀπὸ τοῦ φῆναι τὸ σῦκον καὶ ἄλλοις δεῖξαι. Ὁ γοῦν περιέργως ἔχων περὶ τοὺς ἀλλοτρίους βίους καὶ σκοπεύων καὶ ἐμφανίζων συκοφάντης ἐκλήθη. Οἱ δὲ λέγουσιν ὅτι λιμοῦ γενομένου ἐν Ἀθήναις ψήφισμα ἐγένετο μὴ ἐκφέρειν σῦκα· ἐπιτηροῦντες οὖν τινὲς ἐκφέροντα σῦκα διέβαλλον, καὶ παρὰ τὸ περὶ σύκων φάναι, συκοφάντης ὁ ψευδῶς περὶ σύκων φαίνων.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/zenodorus-the-grammarian-custom-mee-aa.json (sha256:dc7abc558960a260b9bd03e4f3e9a8a093464b55bf5c7864a86cca2791224b55). Cite as `eul_wid: mee-aa`.
