---
title: "Glosses-Euripides' Rhesus"
title_greek: Γλῶσσαι εἰς Εὐριπίδου Ῥῆσον
author: Xenophon Scholia
eul_wid: cto-af
eul_aid: cto
canonical: "https://eulogikon.org/grc/xenophon-scholia/rhesus-glosses-af"
canonical_json: "https://eulogikon.org/data/works/grc/xenophon-scholia-rhesus-glosses-af-cto-af.json"
sha256: b883b1d83e60a5556443ad2932398f4a0d20d56531087480731c6f591cc9c72c
period: Classical
dialect: Mixed Dialects
domain: Grammar
format: Prose
license: CC0-1.0
---

# Glosses-Euripides' Rhesus

*Γλῶσσαι εἰς Εὐριπίδου Ῥῆσον*

**Author:** Xenophon Scholia

**eul_wid:** `cto-af` · [HTML page](https://eulogikon.org/grc/xenophon-scholia/rhesus-glosses-af) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/xenophon-scholia-rhesus-glosses-af-cto-af.json)

## Text

### 1

οἱ φύλακες ἐν χοροῦ σχήματι παρακελεύονται ἑαυτοῖς λείπει τὸ παρ’ ἡμῶν παρὰ τὸ Ὁμηρικόν [Κ 80] ‘ὀρθωθεὶς δ’ ἄρ’ ἐπ’ ἀγκῶνος κεφαλὴν ἐπαείρασ‘ τὰς ἐκ φύλλων ἐστρωμένας καθαρῶς νέαν ἐμφαίνοντες γνώμην ὁ διὰ τῶν νεῶν πορευθεὶς στόλος ἀκολούθως καὶ εὐκαίρως ἦλθες, εἰ καὶ φόβον ἀγγέλλεις πλοίῳ ἀποδημεῖν λείπει τὸ ὡς ὁμοῦ ἄρδην δύντες ἐπέσχον ὁρμῇ φορᾷ τὰς συμβουλίας καὶ μαντείας ἐν νυκτὶ ὁ φεύγων μέγα ἰσχύει τρωθείς τὰς εἰς τὰς ναῦς ἀναγούσας σανίδας ἐκ τοῦ ληίζω ληφθέντες γεωργεῖν σαφῶς ἀσφαλῶς φοβερὸν, ὃ οὐκ ἄν τις θαρσήσειε ἐν φυγῇ σύντομος τί πρᾶγμα, διὰ τί κατὰ τὴν νύκτα προκινδυνεύσας.

### 155

ἀπὸ τῶν κύβων ἡ μεταφορά ἐτυμολογεῖται τὸ ὄνομα γελοῖον τὸ οἴεσθαι ὅτι βασιλείαν αἰτήσει σύνθου.

### 172

λείπει τὸ διδόναι ἀνατίθει ὥστε σε τοῦ δικαίου τῆς ἀμοιβῆς τυχεῖν τὰ δῶρα περιβαλοῦμαι τῆς συνήθους ὡς σφαγή, ὀξυτόνως.

### 207

Ἡρωδιανός [Ι p. 309, 29] τῶν κλεπτῶν πρὶν ἡμέραν γενέσθαι ἀπὸ τῶν Τρωικῶν χωρῶν τὰ ὀνόματα καὶ Λύκιε κατὰ κρᾶσιν διία [γὰρ ἡ νὺξ] ἐγένετο δία· ὦ ἀπὸ τοῦ Διὸς κεφαλή σύμπραξον τὰ ναύσταθμα τοὺς βωμούς ἐπὶ τὴν ἑστίαν περὶ Ἴλου φησὶν ὡς Ὅμηρος [Λ 166, 372]· ‘Ἴλου παλαιοῦ‘.

### 235

πατρός ἀντὶ τοῦ προγόνου τοῦ Ἕκτορος ἀντὶ τοῦ ὑπέρ ἐκπλήττομαι χειμῶδες καὶ ζοφῶδες κινῆται οὐκ ἀκριβῶς εἴρηκεν.

### 260

οὐ γὰρ Ἀγαμέμνων τῇ Ἑλένῃ γαμβρός μωρὰ καὶ ἀπαίδευτα ἀπὸ γενικῆς τῆς δόρεος καὶ δόρεα καὶ δόρη ὡς βέλεα βέλη πολλοῦ καὶ μεγάλου κυρίως ὀργάδες εἰσὶν οἱ ἱεροὶ τῶν θεῶν τόποι δι’ ἧς αἱ ἅμαξαι πορεύονται οὐ ῥᾴδιον.

### 285

λείπει διὰ τῶν συνήθων πεδίων κατὰ τὸ ἀκρωτήριον τῆς Ἴδης σπήλαιον οὐκ ἀπὸ χειρὸς γενόμενον, ἐπεὶ ἐν πέτραις εἰσὶ καὶ οἰκοῦσιν τοὺς ἔμπροσθεν, τοὺς προερευνῶντας τὴν ὁδόν ἠρώτησα τινὲς τὸν ζυγόν φασι· περὶ δὲ τὸ μέσαβον συνέδησε τὸν αὐχένα τῶν ἵππων τῶν βελῶν ἐναντιωθείς παρ’ ἡμῖν μετὰ τὴν κατεπείγουσαν χρείαν μὴ φθονήσειεν ἡ Ἀδράστεια ἐπὶ τοῖς λεχθεῖσι παρὰ τοῦ Ἕκτορος.

### 343

ἢ ἐπὶ τοῖς μέλλουσι λεχθῆναι, ὃ καὶ ἄμεινον ἥκεις ἐπεὶ ἀπεστάλης ὑπὸ τῶν γονέων ἀσπίδα κουφίζων, ἐκ τοῦ πέδου αἴρων τὸν τὰ δύο μέρη ἠκονημένον ἀνακρούων.

### 374

οἱ γὰρ πολεμοῦντες κινοῦσι τοὺς πόδας τὸ ἑξῆς· καλὸν ἰδεῖν χρυσοκόσμητον ἐν γὰρ τοῖς πόρπαξιν εἶχεν κώδωνας παλαιὸν ἐχούσῃ διάλειμμα.

### 389

λείπει δὲ τὸ ὁρῶν κατὰ τὸ σὸν μέρος ἐφρόντισας ἄγγελος πρεσβεία τῶν ἐντίμων ἠξίωσεν ἐνετείλατο ὁμόφυλος ὁμόχωρος ὅρος Θρᾴκης Παιόνες ἔθνος Θρᾴκης ἐξ ἐναντίας τῆς μάχης.

### 409

κατ’ ὄψιν ἔσχισα τὸ ὅπλον τῶν πολεμίων τῷ δόρατι ἐμφαντικώτερον ἀντὶ τοῦ πατήσας τὸ θέρος ὅτι κατάξηρον τὴν συνεχῆ πόσιν γείτων ὅμορος ἐνέχυρα λαβὼν τῆς εἰρήνης τὰ τέκνα αὐτῶν Ὅμηρος ποινήν τὰ ἕως Τροίας οὐχ ὡς σὺ ὀνειδίζων λέγεις τὰς φιάλας τὰ πνεύματα τῶν ἀνέμων ἐπεβάρει ἔβλαπτεν πολεμεῖς ἀνωμάλως διατιθέμενος, ἀπὸ τῆς τῶν κυβευτῶν μεταφορᾶς ἡμέρα μία τῇ ἑξῆς ἡμέρᾳ χειρώσομαι κωλύσω τὸν ἀκαταμάχητον φθόνον ἡ ναῦς ἐν ᾧ ἀποκτείνειας τοὺς Ἕλληνας εἰσπράξαιο τιμωρήσαιο τῷ σῷ δόρατι τῇ Νεμέσει κατὰ διαδοχήν ἀπατητικόν ἀγύρτης ἀπὸ τοῦ συνάγειν καὶ ἀγείρειν τροφήν ἐπαίτης μερίμνης ἄξια κατέχων λέγει Ὀδυσσεὺς ὑποκρίνεται εἶναι Τρωικός ἀνίστασο ὡς ἀνατετακότων αὐτῶν τὰ ἀμυντήρια ὁ Αἴας ἐκ τῶν Σποράδων νήσων ποῖός ἐστιν αὐτῷ πάτριος θεός κατ’ ἐρώτησιν· οὔπω γὰρ ᾔδει τὸ ἡμιχόριον τοῦ Ῥήσου τὴν ἀναίρεσιν ἐμφαντικῶς τοῦτο περὶ τοῦ Ὀδυσσέως λέγουσιν τροφὴν αἰτῶν τὴν ἔχουσαν διερρωγυίας τρίχας πολύρρυπον τί λέγων βλασφημῶν.

### 895

ἢ ὀργιζόμενος καὶ λοιδορῶν τοὺς λῃστὰς λέγων [ἢ] ἐφ’ ἡμῶν περᾶσαι καὶ διεληλυθέναι οἱ ὀφθαλμοί τὸν ὑπὸ τῆς ἀσπίδος τῶν φροντιστῶν καὶ ἐπιστατῶν οὐκ ἀδήλως οὐδὲ ἀσαφῶς τὸ αἰσχίστως ἀποθανεῖν τὸ θανεῖν ἀκλεῶς λυπρὸν οἶμαι ἀσκόπως περιφραστικῶς ὁ Ἕκτωρ αἱ μάστιγες ἁπλῶς, ὡς ἔτυχεν φροντιζούσῃ τὸ ἑξῆς· πώλοισι χόρτον ἀφθόνῳ μετρῶ χειρί ἐβόησα λείπει τὸ ἔλεγον ὄνειρος τοὺς ἵππους· κεῖται γὰρ ἑξῆς ἡ πρόθεσις τῆς βύρσης ἀπαλεξῆσαι τοὺς θῆρας ἀπὸ τῶν πώλων ἐπιμεμφόμενος δικαιότερον τὴν τοῦ Μενελάου ἵδρυσο ᾔδεισαν ἐγίνωσκον πανουργεῖς, ὦ Ἕκτορ καὶ ταῦτα, φησὶν, Ὀδυσσεὺς ἔδρασεν· τίς γὰρ ἄλλος τῶν Ἀργείων οὕστινας πρὸς τὰ κεχωρισμένα τῆς λεωφόρου τῷ εὐθὺς γενομένῳ θρήνῳ

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/xenophon-scholia-rhesus-glosses-af-cto-af.json (sha256:b883b1d83e60a5556443ad2932398f4a0d20d56531087480731c6f591cc9c72c). Cite as `eul_wid: cto-af`.
