---
title: "Scholia-Euripides' Phoenissae"
title_greek: Σχόλια εἰς Εὐριπίδου Φοίνισσας
author: Xenophon Scholia
eul_wid: cto-ac
eul_aid: cto
canonical: "https://eulogikon.org/grc/xenophon-scholia/phoenissae"
canonical_json: "https://eulogikon.org/data/works/grc/xenophon-scholia-phoenissae-cto-ac.json"
sha256: "8e1414e99e1025a452fafccd136d92869624b521b5ae2efb70e01733c0cb170c"
period: Classical
dialect: Mixed Dialects
domain: Grammar
format: Prose
license: CC0-1.0
---

# Scholia-Euripides' Phoenissae

*Σχόλια εἰς Εὐριπίδου Φοίνισσας*

**Author:** Xenophon Scholia

**eul_wid:** `cto-ac` · [HTML page](https://eulogikon.org/grc/xenophon-scholia/phoenissae) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/xenophon-scholia-phoenissae-cto-ac.json)

## Text

### 1arg

ἘΤΕΟΚΛΗΣ παραλαβὼν τὴν τῶν Θηβῶν βασιλείαν ἀποστερεῖ τοῦ μέρους τὸν ἀδελφὸν αὐτοῦ Πολυνείκην· φυγὰς δ’ εἰς Ἄργος ἐκεῖνος παραγενόμενος ἔγημε τὴν θυγατέρα τοῦ βασιλέως Ἀδράστους κατελθεῖν εἰς τὴν πατρίδα φιλοτιμούμενος, καὶ πείσας τὸν πενθερὸν συνήθροισεν ἀξιόχρεων στρατὸν ἐπὶ Θήβας κατὰ τοῦ ἀδελφοῦ. ἡ δὲ μήτηρ Ἰοκάστη ἐποίησεν αὐτὸν ὑπόσπονδον εἰσελθεῖν εἰς τὴν πόλιν, καὶ διαλεχθῆναι πρότερον πρὸς τὸν ἀδελφὸν περὶ τῆς ἀρχῆς· δεινοπροσωπήσαντος δὲ ὑπὸ τῆς τυραννίδος τοῦ Ἐτεοκλέους ἡ μὲν Ἰοκάστη συναγαγεῖν τὰ τέκνα εἰς φιλίαν οὐκ ἠδύνατο, Πολυνείκης δὲ ὡς πρὸς πολέμιον λοιπὸν παραταξόμενος ἀνεχώρησε τῆς πόλεως. ἔχρησε δὲ ὁ Τειρεσίας νίκην ἔσεσθαι τοῖς Θηβαίοις, ἐὰν ὁ παῖς Κρέοντος Μενοικεὺς σφάγιον Ἄρει γένηται. ὁ μὲν οὖν Κρέων ἠρνήσατο ἐπιδοῦναι τῇ πόλει τὸν παῖδα, ὁ δὲ νεανίσκος ἐβούλετο καὶ τοῦ πατρὸς αὐτῷ φυγὴν μετὰ χρημάτων διδόντος ἑαυτὸν ἀπέσφαξεν. καὶ δὴ καὶ ἔπραξεν. Θηβαῖοι δὲ τοὺς ἡγεμόνας τῶν Ἀργείων ἔσφαξαν. Ἐτεοκλέους δὲ καὶ Πολυνείκους μονομαχήσαντος ἀνεῖλον ἀλλήλους. ἡ μὲν οὖν μήτηρ αὐτῶν εὑροῦσα νεκροὺς τοὺς υἱοὺς ἔσφαξεν ἑαυτὴν, ὁ δὲ ταύτης ἀδελφὸς Κρέων παρέλαβε τὴν βασιλείαν, οἱ δὲ Ἀργεῖοι νικηθέντες τῇ μάχῃ ἀνεχώρησαν. Κρέων δὲ δυσχερῶς φέρων τοὺς μὲν ὑπὸ τῇ Καδμείᾳ τῶν πολεμίων πεσόντας οὐκ ἔδωκεν εἰς ταφὴν, Πολυνείκην δὲ ἀκήδευτον ἔρριψεν, Οἰδίπουν δὲ φυγάδα τῆς πατρίδος ἀπέπεμψεν, ἐφ’ ὧν μὲν οὐ φυλάξας τὸν ἀνθρώπινον νόμον, ἐφ’ ὧν δὲ τὴν ὀργὴν λογοποιήσας, οὐδὲ παρὰ τὴν δυστυχίαν ἐλεήσας.

### 1sch_Metr

1.-87. Ἡ ΕΙΣΘΕΣΙΣ τοῦ δράματος ἐκ μονοστροφικῆς ἐστι περιόδου. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι πζ′, ὧν τελευταῖος τὸν αὐτὸν ἀεὶ δυστυχῆ καθεστάναι. ἐπὶ τῷ τέλει δὲ κορωνίς.

### 1sch

Ὦ tὴν ἐν ἄστροις: ἔθος ἔχουσιν οἱ τραγικοὶ παράγειν τοὺς ἥρωας θεοῖς τὰς συμφορὰς ἀπολοφυρομένους. καὶ ἐν Μηδείᾳ ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ λέξαι μολούσῃ δεῦρο δεσποίνης τύχας. Ἄλλως. παλαιά τις φέρεται δόξα ὡς Σοφοκλῆς μὲν ἐπιτιμήσειεν Εὐριπίδῃ ὅτι προέταξε τούτους τοὺς δύο στίχους, ὁ δὲ Εὐριπίδης ὅτι προέταξεν ἐν Ἠλέκτρᾳ ὁ Σοφοκλῆς τὸ ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτέ. Ἄλλως. ὦ διοδεύων τοῦ οὐρανοῦ τὴν ὁδὸν τὴν παρὰ τοῖς ἄστροις, ὅ ἐστι τὴν παρὰ τοῖς οἴκοις τοῦ ζωδιακοῦ κύκλου· ὅτι γὰρ ἄστρα τοὺς οἴκους φασὶ τοῦ ζωδιακοῦ κύκλου Ἄρατος εἴρηκεν, αὐτὰρ ἑκάστη ἴση μετρηθεῖσα δύω περιτέμνεται ἄστρα. ζωΐδιον δέ ἑ κύκλον ἐπίκλησιν καλέουισιν. - A. B. C. M. I. ἄστρον καὶ ἀστήρ διαφέρει· ἀστὴρ μὲν ὁ εἷς, ἄστρον δὲ τὸ ἐκ πολλῶν ἀστέρων ἀστροθέτημα καὶ συμφορ... οἷα καὶ τὰ ν. ... ἄστρα τὰ ιβ′ ζω ... A.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/xenophon-scholia-phoenissae-cto-ac.json (sha256:8e1414e99e1025a452fafccd136d92869624b521b5ae2efb70e01733c0cb170c). Cite as `eul_wid: cto-ac`.
