---
title: "Scholia-Euripides' Orestes"
title_greek: Σχόλια εἰς Εὐριπίδου Ὀρέστην
author: Xenophon Scholia
eul_wid: cto-ae
eul_aid: cto
canonical: "https://eulogikon.org/grc/xenophon-scholia/orestes"
canonical_json: "https://eulogikon.org/data/works/grc/xenophon-scholia-orestes-cto-ae.json"
sha256: "495cb2e817151d2bb9355e080dd6254648fe89bc0fa48e5d26df33a804f59d7e"
period: Classical
dialect: Mixed Dialects
domain: Grammar
format: Prose
license: CC0-1.0
---

# Scholia-Euripides' Orestes

*Σχόλια εἰς Εὐριπίδου Ὀρέστην*

**Author:** Xenophon Scholia

**eul_wid:** `cto-ae` · [HTML page](https://eulogikon.org/grc/xenophon-scholia/orestes) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/xenophon-scholia-orestes-cto-ae.json)

## Text

### 1arg

ὈΡΕΣΤΗΣ τὸν φόνον τοῦ πατρὸς μεταπορευόμενος ἀνεῖλεν Αἴγισθον καὶ Κλυταιμνήστραν. μητροκτονῆσαι δὲ τολμήσας παραχρῆμα τὴν δίκην ἔδωκεν ἐμμανὴς γενόμενος. Τυνδάρεω δὲ, τοῦ πατρὸς τῆς ἀνῃρημένης, κατηγορήσαντος κατ’ αὐτοῦ ἔμελλον κοινὴν Ἀργεῖοι ψῆφον ἐκφέρεσθαι περὶ τοῦ τί δεῖ παθεῖν τὸν ἀσεβήσαντα. κατὰ τύχην δὲ Μενέλαος ἐκ πλάνης ὑποστρέψας ἐκ τῆς νυκτὸς μὲν Ἑλένην εἰσαπέστειλε, μεθ’ ἡμέραν δ’ αὐτὸς ἦλθε. καὶ παρακαλούμενος ὑπὸ Ὀρέστου βοηθῆσαι αὐτῷ ἀντιλέγοντα Τυνδάρεων μᾶλλον ηὐλαβήθη. λεχθέντων δὲ λόγων ἐν τοῖς ὄχλοις ἐπηνέχθη τὸ πλῆθος ἀποκτείνειν Ὀρέστην. ...... ἐπαγγειλάμενος αὐτὸν εἰς τὸν βίον προΐεσθαι. συνὼν δὲ τούτοις ὁ Πυλάδης, ὁ φίλος αὐτοῦ, συνεβούλευσε πρῶτον Μενελάου τιμωρίαν λαβεῖν, Ἑλένην ἀποκτείναντας. αὐτοὶ μὲν οὖν ἐπὶ τούτοις ἐλθόντες διεψεύσθησαν τῆς ἐλπίδος, θεῶν τὴν Ἑλένην ἁρπασάντων· Ἠλέκτρα δὲ Ἑρμιόνην ἐπιφανεῖσαν ἔδωκεν εἰς χεῖρας αὐτοῖς, οἱ δὲ ταύτην φονεύειν ἔμελλον. ἐπιφανεὶς δὲ Μενέλαος καὶ βλέπων ἑαυτὸν ἅμα γυναικὸς καὶ τέκνου στερούμενον ὑπὸ αὐτῶν ἐπεβάλετο τὰ βασίλεια πορθεῖν. οἱ δὲ φθάσαντες ὑφάψειν ἠπείλησαν. ἐπιφανεὶς δὲ ὁ Ἀπόλλων Ἑλένην μὲν ἔφησεν εἰς θεοὺς διακομίζειν, Ὀρέστῃ δὲ Ἑρμιόνην ἐπέταξε λαβεῖν, Πυλάδῃ δὲ Ἠλέκτραν συνοικίσαι, καθαρθέντι δὲ τοῦ φόνου Ἄργους ἄρχειν.

### 1sch_Metr

1.―139. Ἡ ΕΙΣΘΕΣΙΣ τοῦ δράματος ἐκ μονοστροφικῆς ἐστι περιόδου, οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρλη′. ὧν τελευταῖος τόνδ’ ἐξεγεῖραι συμφορὰ γενήσεται. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.

### 1sch

1. Ὀυκ ἔστιν οὐδὲν δεινόν: ἐπειδὴ ἡ τοῦ πατρὸς αὐτῆς δυστυχία ὑπερῇρεν ἁπάσας, διὰ τοῦτο αὕτη γνωματευομένη ταῦτά φησι καθ’ αὑτήν. δείξει δὲ ὡς ἐξ ἀρχῆς τὸ γένος αὐτῆς συμφοραῖς ὑπέκειτο. Gu. I. ἵνα μὴ καθ’ ἕκαστον ἀπαριθμῆται τὰ συμβαίνοντα τοῖς ἀνθρώποις κακὰ, περιλαμβάνει διὰ τοῦ γενικοῦ ὀνόματος τοῦ δεινοῦ, διαιρουμένου εἰς πάθη καὶ συμφοράς. καὶ πάθη μέν ἐστι τὰ συμπίπτοντα τοῖς σώμασι νοσήματα, συμφοραὶ δὲ αἱ ἐπερχόμεναι τοῖς ἀνθρώποις θλίψεις. καὶ τὸ ὧδ’ εἰπεῖν ἔπος διὰ τοῦτ’ ἔφη, διότι καθολικῶς ἐξήνεγκεν. ἐπεὶ δὲ πάθος καὶ συμφορὰν εἴρηκε, προτιμᾷ τὸ θηλυκὸν τοῦ οὐδετέρου, ἀποδιδοὺς τὸ ἧς πρὸς τὸ συμφορά. γίνωσκε δὲ ὅτι, ὅταν εὑρεθῶσι δύο ὀνόματα, ἀρσενικὸν καὶ θηλυκὸν, μάλιστα μὲν τὸ ἀρσενικὸν προτιμᾶται τοῦ θηλυκοῦ, συμβαίνει δὲ ἔστιν ὅτε καὶ τὸ ἀνάπαλιν. ὁ αὐτὸς δὲ λόγος ἐστὶ καὶ ἐπὶ τῶν θηλυκῶν καὶ οὐδετέρων. ἀλλὰ μὴν καὶ τοῦτο πολλάκις γίνεται. κειμένου γὰρ ἀρσενικοῦ καὶ θηλυκοῦ καὶ οὐδετέρου ὀνόματος, ἀποδίδοται ἡ σύνταξις πρὸς τὸ οὐδέτερον, ὡς εἰς πρᾶγμα. Gu. I.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/xenophon-scholia-orestes-cto-ae.json (sha256:495cb2e817151d2bb9355e080dd6254648fe89bc0fa48e5d26df33a804f59d7e). Cite as `eul_wid: cto-ae`.
