---
title: Fragments on Spartan Constitution
title_greek: Ἀποσπάσματα περὶ τῆς Λακωνικῆς Πολιτείας
author: Tyrtaeus of Sparta
eul_wid: ahi-ab
eul_aid: ahi
canonical: "https://eulogikon.org/grc/tyrtaeus-of-sparta/constitution-ab"
canonical_json: "https://eulogikon.org/data/works/grc/tyrtaeus-of-sparta-constitution-ab-ahi-ab.json"
sha256: c4a93f40e359d8877252f9e4383f5342b37912df6a52e656aaa3da2920d17d30
period: Archaic
dialect: Ionic Elegiac
domain: Poetry
format: Collection
license: CC0-1.0
---

# Fragments on Spartan Constitution

*Ἀποσπάσματα περὶ τῆς Λακωνικῆς Πολιτείας*

**Author:** Tyrtaeus of Sparta

**eul_wid:** `ahi-ab` · [HTML page](https://eulogikon.org/grc/tyrtaeus-of-sparta/constitution-ab) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/tyrtaeus-of-sparta-constitution-ab-ahi-ab.json)

## Text

### 3b,580,F 1

ARISTOT. Pol. 5, 6 p. 1306b 22: ἐν δὲ ταῖς ἀριστοκρατίαις γίνονται αἱ στάσεις αἱ μὲν διὰ τὸ ὀλίγους τῶν τιμῶν μετέχειν, ὅπερ εἴρηται κινεῖν καὶ τὰς ὀλιγαρχίας .... μάλιστα δὲ τοῦτο συμβαίνειν ἀναγκαῖον, ὅταν ἦι τι πλῆθος τῶν πεφρονηματισμένων ὡς ὁμοίων κατ’ ἀρετήν, οἷον ἐν Λακεδαίμονι οἱ λεγόμενοι Παρθενίαι (ἐκ τῶν ὁμοίων γὰρ ἦσαν), οὓς φωράσαντες ἐπιβουλεύσαντας ἀπέστειλαν Τάραντος οἰκιστάς· (2) ἢ ὅταν τινὲς ἀτιμάζονται μεγάλοι ὄντες καὶ μηδενὸς ἥττους κατ’ ἀρετὴν ὑπό τινων ἐντιμοτέρων, οἷον Λύσανδρος ὑπὸ τῶν βασιλέων· ἢ ὅταν ἀνδρώδης τις ὢν μὴ μετέχηι τῶν τιμῶν, οἷον Κινάδων ὁ τὴν ἐπ’ Ἀγησιλάου συστήσας ἐπίθεσιν ἐπὶ τοὺς Σπαρτιάτας· ἔτι ὅταν οἱ μὲν ἀπορῶσι λίαν, οἱ δ’ εὐπορῶσιν—καὶ μάλιστα ἐν τοῖς πολέμοις τοῦτο γίνεται. συνέβη δὲ καὶ τοῦτο ἐν Λακεδαίμονι ὑπὸ τὸν Μεσσηνιακὸν πόλεμο ν · δῆλον δὲ [ καὶ τοῦτ ο ] ἐκ τῆς Τυρταίου ποιήσεως τῆς καλουμένης Εὐνομίας (F 1 Bgk)· θλιβόμενοι γάρ τινες διὰ τὸν πόλεμον ἠξίουν ἀνάδαστον ποιεῖν τὴν χώρα ν . ἔτι ἐάν τις μέγας ἦι καὶ δυνάμενος ἔτι μείζων εἶναι, ἵνα μοναρχῆι, ὥσπερ ἐν Λακεδαίμονι δοκεῖ Παυσανίας ὁ στρατηγήσας κατὰ τὸν Μηδικὸν πόλεμον καὶ ἐν Καρχηδόνι Ἄννων.

### 3b,580,F 2

STRABON 8, 4, 10 p. 362: πλεονάκις δ’ ἐπολέμησαν διὰ τὰς ἀποστάσεις τῶν Μεσσηνίων. τὴν μὲν οὖν πρώτην κατάκτησιν αὐτῶν φησι Τυρταῖος (F 8 Bgk) ἐν τοῖς ποιήμασιν αὐτοῦ κατὰ τοὺς τῶν πατέρων πατέρας γενέσθα ι · τὴν δὲ δευτέραν, καθ’ ἣν ἑλόμενοι συμμάχους Ἀργείους τε καὶ † Ἠλείους καὶ Πισάτας ἀπέστησαν, Ἀρκάδων μὲν Ἀριστοκράτην τὸν Ὀρχομενοῦ βασιλέα παρεχομένων στρατηγόν, Πισατῶν δὲ Πανταλέοντα τὸν Ὀμφαλίωνος, ἡνίκα φησὶν αὐτὸς στρατηγῆσαι τὸν πόλεμον τοῖς Λακεδαιμονίοι ς · καὶ γὰρ εἶναί φησιν ἐκεῖθεν ἐν τῆι ἐλεγεία ι , ἣν ἐπιγράφουσιν Εὐνομίαν (F 2 Diehl)· «αὐτὸς γὰρ Κρονίων, καλλιστεφάνου πόσις Ἥρης / Ζεὺς Ἡρακλείδαις τήνδε δέδωκε πόλιν, / οἷσιν ἅμα προλιπόντες Ἐρινεὸν ἠνεμόεντα / εὐρεῖαν Πέλοπος νῆσον ἀφικόμεθα». ὥστ’ ἢ ταῦτα ἠκύρωται τὰ ἐλεγεῖα, ἢ Φιλοχόρωι (328 F 215) ἀπιστητέον τῶι φήσαντι Ἀθηναῖόν τε καὶ Ἀφιδναῖον καὶ Καλλισθένει (124 F 24) καὶ ἄλλοις πλείοσι τοῖς εἰποῦσιν ἐξ Ἀθηνῶν ἀφικέσθαι, δεηθέντων Λακεδαιμονίων κατὰ χρησμόν, ὃς ἐπέταττε παρ’ Ἀθηναίων λαβεῖν ἡγεμόνα. ἐπὶ μὲν οὖν τοῦ Τυρταίου ὁ δεύτερος ὑπῆρξε πόλεμος.

### 3b,580,F 3a

PLUTARCH. Lykurg. 6, 7: ὕστερον μέντοι τῶν πολλῶν ἀφαιρέσει καὶ προσθέσει τὰς γνώμας διαστρεφόντων καὶ παραβιαζομένων, Πολύδωρος καὶ Θεόπομπος οἱ βασιλεῖς τάδε τῆι ῥήτραι παρενέγραψαν· (8) «αἰ δὲ σκολιὰν ὁ δᾶμος ἔροιτο, τοὺς πρεσβυγενέας καὶ ἀρχαγέτας ἀποστατῆρας ἦμεν» ... (9) ἔπεισαν δὲ καὶ αὐτοὶ τὴν πόλι ν , ὡς τοῦ θεοῦ ταῦτα προστάσσοντο ς , ὥς που Τυρταῖος ( F 3b D ) ἐπιμέμνηται διὰ τούτω ν · «Φοίβου ἀκούσαντες Πυθωνόθεν οἴκαδ’ ἔνεικαν / μαντείας τε θεοῦ καὶ τελέεντ’ ἔπεα· / ἄρχειν μὲν βουλῆς θεοτιμήτους βασιλῆας, / οἷσι μέλει Σπάρτας ἱμερόεσσα πόλις, / πρεσβύτας τε γέροντας, ἔπειτα δὲ δημότας ἄνδρας / εὐθείαις ῥήτραις ἀνταπαμειβομένους».

### 3b,580,F 3b

DIODOR. 7, 12, 5: ὅτι ὁ αὐτὸς Λυκοῦργος ἤνεγκε χρησμὸν ἐκ Δελφῶν περὶ τῆς φιλαργυρίας τὸν ἐν παροιμίας μέρει μνημονευόμενον «ἁ φιλοχρηματία Σπάρταν ἕλοι, ἄλλο δὲ οὐδέν». (6) ⟦ ἡ Πυθία ἔχρησε τῶι Λυκούργωι περὶ τῶν πολιτικῶν οὕτως (F 3a D) · ⟧ «ὧδε γὰρ ἀργυρότοξος ἄναξ ἑκάεργος Ἀπόλλων / χρυσοκόμης ἔχρη πίονος ἐξ ἀδύτου· / ἄρχειν μὲν βουλῆι θεοτιμήτους βασιλῆας, / οἷσι μέλει Σπάρτης ἱμερόεσσα πόλις, / [πρεσβυγενεῖς δὲ γέροντας, ἔπειτα δὲ δημότας ἄνδρας / εὐθείην ῥήτρα〈ι〉ς ἀνταπαμειβομένους]· / μυθεῖσθαι δὲ τὰ καλὰ καὶ ἔρδειν πάντα δίκαια / μήδε τι † ἐπιβουλεύειν τῆιδε πόλει· / δήμου τε πλήθει νίκην καὶ κάρτος ἕπεσθαι· / Φοῖβος γὰρ περὶ τῶν ὧδ’ ἀνέφηνε πόλει».

### 3b,580,F 4

PAUSAN. 4, 6, 5: οὗτος δὲ ὁ Θεόπομπος ἦν καὶ ὁ πέρας ἐπιθεὶς τῶι πολέμωι· μαρτυρεῖ δέ μοι καὶ τὰ ἐλεγεῖα τῶν Τυρταίου λέγοντα (F 4, 1—2 D) «ἡμετέρωι βασιλῆι, θεοῖσι φίλωι Θεοπόμπωι, / ὃν διὰ Μεσσήνην εἵλομεν εὐρύχορον».

### 3b,580,F 5

SCHOL. PLAT. Legg. 1 p. 629 A: ἀφικόμενος δὲ οὗτος (Tyrtaios) εἰς Λακεδαίμονα καὶ ἐπίπνους γενόμενος, συνεβούλευσεν αὐτοῖς ἀνελέσθαι τὸν πρὸς Μεσσηνίους πόλεμον, προτρέπων παντοίως, ἐν οἷς καὶ τὸ φερόμενον εἰπεῖν ἔπος (F 4, 3 D) «Μεσσήνην ἀγαθὸν μὲν ἀροῦν, ἀγαθὸν δὲ φυτεύειν».

### 3b,580,F 6

STRABON 6, 3, 3 p. 279: (Ephoros 70 F 216) Μεσσήνη δὲ ἑάλω πολεμηθεῖσα ἐννεακαίδεκα ἔτη, καθάπερ καὶ Τυρταῖός φησι (F 4, 4—8 D)· «ἀμφ’ αὐτὴν δ’ ἐμάχοντ’ ἐννεακαίδεκ’ ἔτη, / νωλεμέως αἰεὶ ταλασίφρονα θυμὸν ἔχοντες, / αἰχμηταὶ πατέρων ἡμετέρων πατέρες· / εἰκοστῶι 〈δ’〉 οἱ μὲν κατὰ πίονα ἔργα λιπόντες / φεῦγον Ἰθωμαίων ἐκ μεγάλων ὀρέων».

### 3b,580,F 7

PAUSAN. 4, 14, 4: τὰ δὲ ἐς αὐτοὺς Μεσσηνίους παρὰ Λακεδαιμονίων ἔσχεν οὕτως· πρῶτον μὲν αὐτοῖς ἐπάγουσιν ὅρκον μήτε ἀποστῆναί ποτε ἀπ’ αὐτῶν μήτε ἄλλο ἐργάσασθαι νεώτερον μηδέν, δεύτερα δὲ φόρον μὲν οὐδένα ἐπέταξαν εἰρημένον, οἳ δὲ τῶν γεωργουμένων τροφῶν σφισιν ἀπέφερον ἐς Σπάρτην πάντων τὰ ἡμίσεα. προείρητο δὲ καὶ ἐπὶ τὰς ἐκφορὰς τῶν βασιλέων καὶ ἄλλων τῶν ἐν τέλει καὶ ἄνδρας ἐκ τῆς Μεσσηνίας καὶ τὰς γυναῖκας ἐν ἐσθῆτι ἥκειν μελαίνηι· καὶ τοῖς παραβᾶσιν ἐπέκειτο ποινή. 〈ἐσ〉 τιμωρίας δὲ ἃς ὕβριζον ἐς τοὺς Μεσσηνίους, Τυρταίωι (F 5 D) πεποιημένα ἐστιν «ὥσπερ ὄνοι μεγάλοις ἄχθεσι τειρόμενοι, / δεσποσύνοισι φέροντες ἀναγκαίης ὑπὸ λυγρῆς / ἥμισυ πᾶν ὅσσων καρπὸν ἄρουρα φέρει». ὅτι δὲ καὶ συμπενθεῖν ἔκειτο αὐτοῖς ἀνάγκη, δεδήλωκεν ἐν τῶιδε· «δεσπότας οἰμώζοντες ὁμῶς ἄλοχοί τε καὶ αὐτοί, / εὖτε τιν’ οὐλομένη μοῖρα κίχοι θανάτου».

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/tyrtaeus-of-sparta-constitution-ab-ahi-ab.json (sha256:c4a93f40e359d8877252f9e4383f5342b37912df6a52e656aaa3da2920d17d30). Cite as `eul_wid: ahi-ab`.
