---
title: Fragments of Tragic Lament
title_greek: Ἀποσπάσματα Θρήνων Τραγικῶν
author: "Tragica Adespota "
eul_wid: gyu-aa
eul_aid: gyu
canonical: "https://eulogikon.org/grc/tragica-adespota/lament"
canonical_json: "https://eulogikon.org/data/works/grc/tragica-adespota-lament-gyu-aa.json"
sha256: "003ca492ea0a3ce15ec199a45874fd484a947eb25cdade52b01b0233a869d02a"
period: Classical
dialect: Mixed Dialects (frg)
domain: Drama
format: Verse
license: CC0-1.0
---

# Fragments of Tragic Lament

*Ἀποσπάσματα Θρήνων Τραγικῶν*

**Author:** Tragica Adespota 

**eul_wid:** `gyu-aa` · [HTML page](https://eulogikon.org/grc/tragica-adespota/lament) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/tragica-adespota-lament-gyu-aa.json)

## Text

### book 1

[ln_1]βρυαζούσης λεαίνης

### book 2.1

ὀλόμενε

### book 2.2

παίδων, ποῖον εἴρηκας λόγον;

### book 4.1

τοῦ μὲν δικαίου τὴν δόκησιν ἄρνυσο, τὰ δ’ ἔργα

### book 4.2

τοῦ πᾶν δρῶντος ἔνθα κερδανεῖ.

### book 5

ἐχθρὸς μὲν ἁνήρ, ἀλλὰ τὴν δίκην σέβω.

### book 6

[ln_1]ὀλόμαν ὀλόμαν ἀποχηρωθείς

### book 7.1

[ln_1]λεπτοσπαθήτων

### book 7.2

χλανιδίων ἐρειπίοις θάλπουσα καὶ ψύχουσα καὶ πόνῳ πόνον ἐκ νυκτὸς ἀλλάσσουσα τὸν μεθ’ ἡμέραν

### book 8.1

[ln_1]οἰκτρῶς θανεῖν μ’ ἄνωγε σύγγαμος

### book 8.2

πατήρ

### book 9.1

[ln_1]σὺ δ’ ὦ τὸ λαμπρὸν φῶς ἀποσβεννὺς γένους, ξαίνεις ἀρίστου

### book 9.2

πατρὸς Ἑλλήνων γεγώς;

### book 10.1

[ln_1]τίς δ’ ἄν

### book 10.2

σε νύμφη, τίς δὲ παρθένος νέα δέξαιτ’ ἄν; εὖ γοῦν ὡς γαμεῖν ἔχεις τάλας.

### book 11

[ln_1]πᾶν εὐμαρὲς θεοῖσι κοὐδαμῇ μακράν.

### book 12

ἐλευθέραν μέν, ὡς ἔφυν, δούλην δὲ νῦν

### book 14

σωτῆρες ἔνθα κἀγαθοὶ παραστάται

### book 16

μάτην ἀδήλους ἐλπίδας καραδοκῶν

### book 17.1

ὦ δαῖμον ὅς μ’ εἴληχας, ὡς

### book 17.2

πονηρὸς εἶ.

### book 18

σιγῶ· σιωπὴ δ’ ἐστὶ τοῦ θυμοῦ τροφή.

### book 20

ἐν βροτοῖς αὐδώμενος

### book 22

ἀείζων πένθος

### book 23

ἀντίον δορὸς ὀρνύμενος Ἀχιλλέως

### book 24

μισῶ παρ’ ἐχθρῶν θῶπας εὐειδεῖς λόγους.

### book 25

πρὸς σὲ πελάζω τὸν ὀπισθοβάτην πόδα γηροκομῶν.

### book 26

καὶ γὰρ τὸν ἄλλον ὧδε θνητοῖσιν νόμον ὄψει διαθρῶν· οὐδὲν ἦν πάντῃ καλὸν οὐδ’ αἰσχρόν, ἀλλὰ ταὔτ’ ἐποίησεν λαβὼν ὁ καιρὸς αἰσχρὰ καὶ διαλλάξας καλά.

### book 27.1

τὸ μέν

### book 27.2

τι χαίρω, τὸ δέ τι καὶ λυπούμεθα.

### book 28.1

μισῶ τὸν ἄνδρα τὸν διπλοῦν

### book 28.2

πεφυκότα, χρηστὸν λόγοισι, πολέμιον δὲ τοῖς

### book 28.3

τρόποις.

### book 29.1

οὐκ οἶδ’ ὅπως

### book 29.2

χρὴ .. σαφῶς κατειδότα τῆς Ἡρακλείας

### book 29.3

φροντίδος κατηγορεῖν.

### book 30.1

οὐκ οἶδα· τἀληθὲς γὰρ ἀσφαλὲς

### book 30.2

φράσαι.

### book 31.1

οὐκ ἀξιῶ μικρῶν

### book 31.2

σε, μεγάλα δ’ οὐκ ἔχω.

### book 32

τούτῳ δέ, τέκνον, πολλὰ κἀγάθ’ οἱ θεοὶ ..... δοῖεν

### book 33

πυρὸς δ’ ἐξ ὀμμάτων ἔλαμπεν αἴγλην

### book 34.1

οἴκημα καμπαῖς

### book 34.2

πολυπλόκοις

### book 35.1

ἤτοι

### book 35.2

στρατεύσεις ἢ μένων ἔσῃ κακός.

### book 36.1

μαίνεται δ’ ὅστις βροτῶν

### book 36.2

ψυχῆς νομίζει

### book 36.3

τοὺς φίλους ὑπερτέρους.

### book 37.1

κακοῦ γὰρ ἀνδρός ἐστι

### book 37.2

τοὺς καινοὺς φίλους

### book 37.3

τιμᾶν, ἀτιμάζειν δὲ τοὺς

### book 37.4

παλαιτέρους.

### book 38

ὦ Ἡράκλεις

### book 39

..... ἔφορος οἰάκων ..

### book 40

φίλων γὰρ ἄρξεις μὴ κρατῶν ὅσον θέλεις.

### book 41.1

στυγῶν μὲν ἄστυ, τὸν δ’ ἐμὸν δῆμον

### book 41.2

ποθῶν

### book 42

δυσπινῆ πεπλώματα

### book 43.1

ὦ Ζεῦ πανόπτα καὶ κατόπτα

### book 43.2

πανταχοῦ

### book 44.1

ἄπελθε λαΐνων

### book 44.2

σταθμῶν

### book 45.1

ὦ κλεινὸν ὄμμα, νῦν

### book 45.2

πανύστατόν ς’ ἰδὼν λείπω φάος τόδ’· οὐκέτ’ 〈οὐδέν〉 εἰμ’ ἐγώ.

### book 46.1

τί δῆτα

### book 46.2

χεῖρες οὐκ ἂν ἐργασαίατο;

### book 47.1

ὡς ἐγγὺς ἤδη δαίμονος

### book 47.2

πεδαρσίου δίνης

### book 47.3

πτερωτὸς

### book 47.4

φθόγγος ἐξακούεται.

### book 48.1

ὦ μῶρε μῶρε, μὴ θεῶν κίνει

### book 48.2

φρένας

### book 51

.. γυναικῶν θηλύφρων ξυνουσία

### book 52.1

οὐ γάρ

### book 52.2

ποθ’ ὑγιὲς οὐδὲν ἐξελήλυθεν δράσους’· ὅμως δ’ οὖν ἐστι καρτερητέον.

### book 53

Οὐλύμπου νόμον

### book 55

λεπτή τις ἐλπίς ἐστ’ ἐφ’ ἧς ὀχούμεθα.

### book 56

Ἑλλάνιε Ζεῦ, σὸν τὸ νικητήριον.

### book 57.1

τί μοι

### book 57.2

σκυθρωπὸς ἐξελήλυθας δόμων;

### book 58

ὦ πότνι’ Εἰλείθυια

### book 59.1

ναὶ ναί, καταιδέσθητι

### book 59.2

πατρῷον Δία.

### book 60

τί δ’ ἢν ἐς ὑγρὸν πόντιον πέσῃ βάθος;

### book 61.1

ὃς θεσπιῳδεῖ τρίποδος ἐκ

### book 61.2

χρυσηλάτου

### book 62.1

καὶ προσκυνῶ γε

### book 62.2

πρῶτα μὲν τὸν Ἥλιον, ἔπειτα

### book 62.3

σεμνῆς

### book 62.4

Παλλάδος κλεινὸν πέδον χώραν

### book 62.5

τε πᾶσαν Κέκροπος ἥ μ’ ἐδέξατο.

### book 63

ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς.

### book 64.1

ποντίῳ σάλῳ κάμνοντας ἐν

### book 64.2

χειμῶνι καὶ ναυαγίαις

### book 65.1

θάσσεις τάσδε

### book 65.2

τυμβήρεις ἕδρας

### book 66.1

βάυζε

### book 66.2

τοὐμὸν σῶμα βάλλουσα ψόγῳ.

### book 67

..... στρέψον ἀνταυγεῖς κόρας.

### book 68

τί δ’ ἔστιν, ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων, καλεῖν δίκαιον ὅστις ἄν ....

### book 69.1

ἄγ’ ὦ μεγαλώνυμα τέκνα

### book 69.2

τοῦ θαλασσίου 〈θεοῦ〉

### book 70

νόσῳ βιασθεὶς ἢ φίλων ἀχηνίᾳ;

### book 71

μαρτύρομαι δὲ Ζηνὸς ἑρκείου ..

### book 72.1

ἐς Οἰδίπου δὲ παῖδε, διπτύχω κόρω, Ἄρης κατέσκηψ’, ἔς

### book 72.2

τε μονομάχου πάλης ἀγῶνα νῦν ἑστᾶσιν.

### book 73

ἄκων κτενῶ σε, τέκνον.

### book 74

ἐγώ ς’ ἔθηκα δοῦλον ὄντ’ ἐλεύθερον.

### book 75

ἕλκων ἐφ’ αὑτὸν ὥστε καικίας νέφος

### book 76

ἅλις ἐγὼ δυστυχῶν.

### book 77

μόχθος οἱ τηλοῦ φίλοι.

### book 78.1

οἵ τοι πέρα

### book 78.2

στέρξαντες οἵδε καὶ πέρᾳ μισοῦσιν.

### book 79

ἀθάνατον ὀργὴν μὴ φύλασσε θνητὸς ὤν.

### book 80.1

εἴπερ γὰρ οὐδὲ τοῖς κακῶς δεδρακόσιν ἀκουσίως δίκαιον εἰς ὀργὴν

### book 80.2

πεσεῖν, οὐδ’ ἂν ἀναγκασθείς

### book 80.3

τις εὖ δράσῃ τινά, προσῆκον οἶμαι τῷδ’ ὀφείλεσθαι χάριν.

### book 81.1

καὶ σὸς μὲν οἰκτρὸς

### book 81.2

παῖδας ἀπολέσας

### book 81.3

πατήρ· Οἰνεὺς δ’ ἄρ’ οὐχὶ κλεινὸν ἀπολέσας γόνον;

### book 82.1

πολλοῖς ὁ δαίμων οὐ κατ’ εὔνοιαν

### book 82.2

φρενῶν μεγάλα δίδωσιν εὐτυχήματ’, ἀλλ’ ἵνα τὰς

### book 82.3

συμφορὰς λάβωσιν ἐπιφανεστέρας.

### book 83

λιμένας εἰς Ἀχαϊκούς

### book 84.1

λόγχην ἣν

### book 84.2

φοροῦσι γηγενεῖς

### book 85.1

σπείρων θεοκτίσταν

### book 85.2

φλόγα

### book 86

Ἀχιλλέως πέρι

### book 87

στέψατε δώματα

### book 88

οὐ κατθανεῖν γὰρ δεινόν, ἀλλ’ αἰσχρῶς θανεῖν.

### book 89

καὶ τὴν μὲν ἐξηντλοῦμεν, ἣ δ’ ἐπεισρέει.

### book 90.1

ἀλλὰ ξενῶνας οἶγε καὶ ῥᾶνον δόμους

### book 90.2

στρώννυ

### book 90.3

τε κοίτας καὶ πυρὸς

### book 90.4

φλέξον μένος, κρατῆρά τ’ αἴρου καὶ τὸν ἥδιστον κέρα.

### book 91.1

ἀπόλωλα· πέπλων μ’ ὤλεσαν

### book 91.2

περιπτυχαί.

### book 92.1

κακός

### book 92.2

σε δαίμων καὶ κακὴ τύχη λάβοι.

### book 93

μέλη πάραυλα κἀκρότητα κύμβαλα

### book 94

τηλοῦ φίλοι ναίοντες οὐκ εἰσὶν φίλοι.

### book 95.1

πᾶσιν δὲ θνητοῖς βούλομαι

### book 95.2

παραινέσαι

### book 95.3

τοὐφήμερον ζῆν ἡδέως· ὁ γὰρ θανὼν τὸ μηδέν ἐστι καὶ σκιὰ κατὰ χθονός· μικροῦ δὲ βιότου ζῶντ’ ἐπαυρέσθαι

### book 95.4

χρεών.

### book 96.1

ἴσχειν κελεύω

### book 96.2

χεῖρα διψῶσαν φόνου.

### book 97

λαβὼν ἀριστόνικον ἐν μάχῃ κράτος

### book 98

ἐγὼ δὲ φεύξομαί 〈γ’〉 ἐλεύθερος γεγώς.

### book 99.1

πῶς οὖν τάδ’ εἰσορῶντες ἢ θεῶν γένος εἶναι λέγωμεν ἢ νόμοισι

### book 99.2

χρώμεθα;

### book 100.1

πόντου

### book 100.2

πλάνητες Λευκοθέαν ἐπώνυμον

### book 101.1

σεμνὸς

### book 101.2

Παλαίμων ναυτίλοις κεκλήσεται.

### book 102.1

τὸ μέλλον οὐδεὶς ἀσφαλῶς ἐπίσταται· ἡ γὰρ τύχη βραχεῖαν ἢν λάβῃ ῥοπήν, καὶ τοὺς

### book 102.2

ταπεινοὺς ....... καὶ τοὺς ἀφ’ ὕψους εἰς ζόφον κατήγαγεν.

### book 103

Αἴσωνος υἱὸς Κρηθέως ἀφ’ αἵματος

### book 104

δέδοικα δὴ μή τοι νοήσῃς, Οἰδίπου

### book 105

ἄλλοις ἐν ἐσθλοῖς τόνδ’ ἀπωθοῦνται ψόγον

### book 106.1

ἡ δεῦρ’ ὁδός

### book 106.2

σοι τί δύναται, θεοπρόπε;

### book 107

πολλοὶ μαθηταὶ κρείσσονες διδασκάλων.

### book 108.1

ἄπερρε· μή μοι

### book 108.2

στέφανον ἀμφιθῇς κάρᾳ.

### book 109.1

Μιλησία

### book 109.2

σμάραγδος ἐμπόλημα

### book 109.3

τιμαλφέστατον

### book 110.1

οὐκ ἦν ἄρ’ οὐδὲν πῆμ’ ἐλευθέραν δάκνον

### book 110.2

ψυχὴν ὁμοίως ἀνδρὸς ὡς ἀτιμία. οὕτως πέπονθα καί με

### book 110.3

συμφορᾶς ἀεὶ βαθεῖα κηλὶς ἐκ βυθῶν ἀναστρέφει[ln_5]λύσσης

### book 110.4

πικροῖς κέντροισιν ἠρεθισμένον.

### book 111.1

.. ἔμοιγε νῦν

### book 111.2

τε καὶ πάλαι δοκεῖ· παῖδας

### book 111.3

φυτεύειν οὔποτ’ ἀνθρώπους ἐχρῆν πόνους ὁρῶντας εἰς ὅσους

### book 111.4

φυτεύομεν.

### book 112.1

ὦ δυστυχεῖν φὺς καὶ κακῶς

### book 112.2

πεπραγέναι, ἄνθρωπος ἐγένου καὶ τὸ δυστυχὲς βίου ἐκεῖθεν ἔλαβες, ὅθεν ἅπασιν ἤρξατο

### book 112.3

τρέφειν ὅδ’ αἰθὴρ ἐνδιδοὺς θνητοῖς

### book 112.4

πνοάς·[ln_5]μή νυν τὰ θνητὰ θνητὸς ὢν ἀγνωμόνει.

### book 113

πόλλ’ ἀπιστία δέδρακεν ἀγαθὰ 〈καὶ〉 πίστις κακά.

### book 114.1

ἃ δ’ ἐκπυθέσθαι τῆς ἐμῆς

### book 114.2

χρῄζεις

### book 114.3

φρενός, οὔτ’ ἂν καταίθων οὔτε κρατὸς ἐξ ἄκρου δεινὸν καθιεὶς

### book 114.4

πρίον’ εἰς ἄκρους πόδας πύθοι’ ἄν, οὐδ’ εἰ δεινὰ πάντα

### book 114.5

προσβάλοις.

### book 115.1

τοῦ σώματος γὰρ εἵνεχ’ οἱ πολλοὶ πόνοι, τοῦδ’ εἵνεκ’ οἶκον

### book 115.2

στεγανὸν ἐξηυρήκαμεν λευκόν τ’ ὀρύσσειν ἄργυρον

### book 115.3

σπείρειν

### book 115.4

τε γῆν, τά τ’ ἄλλ’ ὅς’ ἡμεῖς ὀνόμασιν γιγνώσκομεν.

### book 116

ὁθούνεκ’ ἀρετὴ τῶν ἐν ἀνθρώποις μόνη οὐκ ἐκ θυραίων τἀπίχειρα λαμβάνει, αὐτὴ δ’ ἑαυτὴν ἆθλα τῶν πόνων ἔχει.

### book 117

ἄγαλμα θεῖον καὶ θεῷ προσεμφερές

### book 118.1

τίς ὧδε μῶρος καὶ λίαν ἀνειμένος εὔπιστος ἀνδρῶν ὅστις ἐλπίζει θεοὺς ὀστῶν ἀσάρκων καὶ χολῆς

### book 118.2

πυρουμένης, ἃ καὶ κυσὶν

### book 118.3

πεινῶσιν οὐχὶ βρώσιμα,[ln_5]χαίρειν ἀπαρχαῖς καὶ γέρας λαχεῖν τόδε;

### book 119.1

[πρόσεστιν ἀεὶ τῷ πένητ’ ἀπιστία, κἂν

### book 119.2

σοφὸς ὑπάρχῃ κἂν λέγῃ τὸ συμφέρον, δοκεῖ τι

### book 119.3

φράζειν

### book 119.4

τοῖς ἀκούουσιν κακῶς.] τῶν γὰρ

### book 119.5

πενήτων πίστιν οὐκ ἔχει λόγος·[ln_5]ἀνὴρ δὲ πλουτῶν, κἂν ἄγαν

### book 119.6

ψευδηγορῇ, δοκεῖ τι

### book 119.7

φράζειν

### book 119.8

τοῖς ἀκούουσιν

### book 119.9

σαφές.

### book 120

ὦ παῖ, φυλάσσου μὴ σφαλῇς· ἡ γλῶσσά τοι αὐτὴ μὲν οὐδέν, ἡνίκ’ ἂν λέγῃ, πονεῖ, ὅταν δ’ ἁμάρτῃ, πολλὰ προσβάλλει κακά.

### book 121

ἐδεξάμην, ἔτικτον, ἐκτρέφω, φιλῶ.

### book 122

κακαγγελεῖν μὲν ἴσθι μὴ θέλοντά με.

### book 123

κακὸν κακῶς σέ γ’ ἀπολέσειαν οἱ θεοί.

### book 124

σοφὴ μὲν ἤμην, ἀλλὰ πάντ’ οὐκ εὐτυχής.

### book 125

〈ἔμελλεν〉 αἰσχρὰ κερδανεῖν θεάματα

### book 126.1

ποῖ μεταστρέφεσθ’, ὦ κακοὶ κἀνάξιοι τῆς ἐμῆς

### book 126.2

σπορᾶς, Αἰτωλίδος ἀγάλματα μητρός;

### book 127.1

φρονεῖτε νῦν αἰθέρος ὑψηλότερον καὶ μεγάλων

### book 127.2

πεδίων ἀρούρας, φρονεῖθ’ ὑπερβαλλόμενοι δόμων δόμους, ἀφροσύνᾳ[ln_5]πρόσω βιοτὰν

### book 127.3

τεκμαιρόμενοι. ὃ δ’ ἀμφιβάλλει

### book 127.4

ταχύπουν κέλευθον ἕρπων

### book 127.5

σκοτίαν, ἄφνω δ’ ἄφαντος

### book 127.6

προσέβα μακρὰς ἀφαιρούμενος ἐλπίδας[ln_10]θνατῶν

### book 127.7

πολύμοχθος Ἅιδας.

### book 128

Κόρινθος ἄστρον οὐκ ἄσημον Ἑλλάδος

### book 129.1

ὦ χρυσέ, βλάστημα

### book 129.2

χθονός, οἷον ἔρωτα βροτοῖσι

### book 129.3

φλέγεις, πάντων κρατιστεύων τύραννε· πολέμοις δ’ Ἄρεως[ln_5]κρείσσον’ ἔχων δύναμιν, 〈τᾷ〉 πάντα θέλγεις· ἐπὶ γὰρ Ὀρφείαις μὲν ᾠδαῖς εἵπετο δένδρεα καὶ θηρῶν ἀνόητα γένη, σοὶ δὲ καὶ χθὼν πᾶσα καὶ πόντος καὶ ὁ παμμήστωρ Ἄρης.

### book 130.1

πότνια

### book 130.2

σοφία, σύ μοι ἅνδανε· ὄλβου δ’ ἐμοὶ μὴ χρυσέου

### book 130.3

φαεννὰν ἀκτῖνα δαίμων διδοίη πάρος

### book 130.4

σοφίας ἢ τυραννίδα.[ln_5]Διὸς ἀπωτάτω κεῖται καλὸς θησαυρὸς ὅτῳ προσέβαλε.

### book 131

Αἰγύπτου πότμος

### book 132

ἄκων μέν, ὡς Ζεὺς οἶδεν

### book 133.1

ἅπαντα

### book 133.2

τοῖς καλοῖσιν ἀνδράσιν

### book 133.3

πρέπει.

### book 134

ἢν μὴ καθάρῃς κἀλέσῃς, οὐ μὴ φάγῃς.

### book 135

μὴ πρὸς λέοντα δορκὰς ἅψωμαι μάχης.

### book 136

λέγε δὲ σὺ κατὰ πόδα νεόχυτα μέλεα.

### book 137

ποίαν δῆθ’ ὁρμάσω; ταύταν ἢ κείναν; κείναν ἢ ταύταν;

### book 138

ἐπεὶ σχολὴ πάρεστι, παῖ Μενοιτίου

### book 139.1

ὦ Ζηνὸς καὶ Λήδας κάλλιστοι

### book 139.2

σωτῆρες

### book 140.1

Ἴακχε θρίαμβε, σὺ τῶνδε

### book 140.2

χοραγέ

### book 141

κέχυται πόλις ὑψίπυλος κατὰ γᾶν

### book 142.1

οἳ δ’ ἐπείγοντο

### book 142.2

πλωταῖς ἀπήναισι

### book 142.3

χαλκεμβόλοις.

### book 143.1

σοὶ Φοῖβε μούσαις

### book 143.2

τε σύμβωμοι

### book 144

τίν’ ἀκτάν, τίν’ ὕλαν δράμω; ποῖ πορευθῶ;

### book 147

ἀκταῖνον μένος

### book 148.1

ἦ γὰρ βέβηκε

### book 148.2

χεῖρας ἀρτάμων

### book 148.3

φυγών;

### book 149.1

ὕδωρ δὲ πίνει, τὸν δὲ Βίβλινον

### book 149.2

στυγεῖ.

### book 150

δίφρου τέτυκται βλῶσις εὔζυγον τέρας

### book 151

ὦ Ζεῦ, γενέσθαι τῆσδέ μ’ ἐξάντη νόσου.

### book 152.1

... ᾔδη

### book 152.2

ταῦτ’ ἐγὼ φράσαι καλῶς

### book 153

Χρυσεὺς δ’ ὁ μάντις

### book 154

λαθραίαν κύπριν, αἰσχίστην νόσων

### book 155

φυγὰς γένοιτο μηδὲν οἴκοθεν λαβών.

### book 157.1

ὑπέρ

### book 157.2

τε πόντου

### book 157.3

χεῦμ’ ὑπέρ

### book 157.4

τε

### book 157.5

Πλειάδα

### book 158

ἐπεὶ δ’ ὁ λαμπρὸς ἐξέλαμψεν ἥλιος

### book 159.1

ἀνὴρ ἐς οὐδὲν

### book 159.2

χρεῖος

### book 160.1

πανοῦχον ἅψαντες

### book 160.2

φλόγα

### book 161.1

χρόαν δὲ τὴν σὴν ἥλιος λάμπων

### book 161.2

φλογὶ αἰγυπτιώσει

### book 162

Κίλιξ δὲ χώρα καὶ Σύρων ἐπιστροφαί

### book 163

ἄτρυτος ἐν πόνοις

### book 164.1

ὃς τόνδ’ ἔχεις τὸν

### book 164.2

σηκόν, ἵλεως γενοῦ.

### book 165

ἣ δὲ προυκαλεῖτό με βαυβᾶν μεθ’ αὑτῆς

### book 166

μικρόν γ’ ἔλεξας βασιλικοῦ σηκὸν τάφου· διπλάσιος ἔστω. τοῦ καλοῦ δὲ μὴ σφαλεὶς δίπλαζ’ ἕκαστον κῶλον ἐν τάχει τάφου.

### book 167.1

τῶν εὐτυχούντων ἀνταγωνιστὴς

### book 167.2

φθόνος.

### book 168

θεὸς οὐχὶ ληπτός· εἰ δὲ ληπτός, οὐ θεός.

### book 169

εἰ μὲν θεοὶ σθένουσιν, οὐκ ἔστιν τύχη· εἰ δ’ οὐ σθένουσιν, οὐδέν ἐστιν ἡ Τύχη.

### book 170.1

σιγᾶν γε μέντοι

### book 170.2

πολλὰ πολλαχοῦ καλόν.

### book 171.1

τὴν εὐγένειαν, ἢν θέλῃς ἀνασκοπεῖν, ἐν

### book 171.2

τοῖς καλῶς

### book 171.3

φρονοῦσιν εὑρήσεις βροτῶν.

### book 172

τοῦ λαμβάνειν γὰρ πάντες ἡσσῶνται βροτοί.

### book 173.1

οὐκ ἔστιν ἐπιτήδευμα

### book 173.2

χρησιμώτερον τῆς

### book 173.3

πραότητος.

### book 174

εἴθ’ ὤφελεν τὸ κάλλος ὅ με διώλεσεν κακῶς ὀλέσθαι.

### book 175.1

ὁ θυμὸς αὐτὸν τῶν

### book 175.2

φρενῶν ἐξῇρ’ ἄνω.

### book 176

πηδῶν δ’ ὁ θυμὸς ἔνδοθεν μαντεύεται.

### book 177.1

σὺ μὲν βάδιζε τὰς ἐπ’ Ἰνάχου ῥοάς, σὺ δ’ ἀμφὶ Θήβας

### book 177.2

στεῖχε τὰς Καδμηίδας.

### book 178

εἰ μή σε Λητὼ καλλίπαις ἐγείνατο

### book 179.1

ἀνώμαλοι

### book 179.2

πλάστιγγες ἀστάτου τύχης.

### book 180.1

πολλοί σε μισήσουσιν, ἢν

### book 180.2

σαυτὸν

### book 180.3

φιλῇς.

### book 181.1

ἔα με κερδαίνοντα κεκλῆσθαι κακόν· κρεῖσσον γὰρ ἢ σέβοντα

### book 181.2

τοὺς θεῶν νόμους πένητα ναίειν δόξαν ἠμποληκότα.

### book 182.1

μί’ εὐγένεια τὸν

### book 182.2

τρόπον

### book 182.3

χρηστὸν

### book 182.4

φορεῖν.

### book 183

οὗτος μὲν οὖν μοι δεῦρ’ ἀεὶ τείνει λόγος.

### book 184

κλύειν μαίεται

### book 185

τὸν ἐγχώριον

### book 186

πλήρει γὰρ ὄγκῳ γαστρὸς αὔξεται Κύπρις.

### book 187.1

δισσὰ πνεύματα

### book 187.2

πνεῖς, Ἔρως

### book 188

ὦ Ζεῦ, γένοιτο καταβαλεῖν τὸν σῦν ἐμέ.

### book 189

νοσσιὰν τέκνων

### book 190

Αἴαντε δ’ ὁρμήσαντες ἐκ ξυνωρίδος

### book 191.1

ἦλθεν δὲ λαοὶ μυρίοι

### book 191.2

πρὸς ᾐόνα.

### book 192

χεῖρας δὲ Τρώων ὅπλ’ ἔδωκαν Ἑλλάδος

### book 193

τιμᾶν Μακεδόνων εἵνεκ’ εὐανδρησίας

### book 194.1

ἐγάμησεν Ἑλένη τὸν θεοῖς

### book 194.2

στυγούμενον

### book 195

γαμεῖ δ’ ὃ μὲν δὴ Τυνδάρεω κόρην μίαν

### book 196

αὐλῶνά θ’ ἣν ἄρδουσι

### book 197.1

τοίων γὰρ ἀνδρῶν

### book 197.2

σπέρμ’ ἔδωκεν Ἑλλάδος

### book 198.1

ἄλλη

### book 198.2

συνωρίς

### book 199

ἀργῆν ἔπεφνεν

### book 200

ἄσειρος ἵππος

### book 201

αὐτόχθων ἑστία

### book 202.1

Ἀχίλλειον

### book 202.2

πλάκα

### book 203

βαθυρρίζου πέτρας

### book 204

Βάκχου Διώνης

### book 205

γλῶσσαν οὐκ ἐμπήξετε

### book 206

δεσπότην κεκαρμένοι

### book 207.1

δι’ ἔνδειαν

### book 207.2

φρενῶν

### book 208

ἐμπεδὴς γαμόρος μάρψεν Ἀίδης

### book 209

.. ἔνορχιν λαόν

### book 210

ἐπ’ ἀστράβης ὄχημ’ ἀκινδύνως φέρων

### book 211.1

ἐς μέσον

### book 211.2

συνίεσαν

### book 212

ὄχος γὰρ οὐδὲ τοῖσιν εὐόργοις ἔπος.

### book 213

εὔπλουτον κανοῦν

### book 214

ἱππικὴ βάσις

### book 215

θώμιγγα νευρῶν ἱππικήν

### book 216

.. καταῖθυξ ὄμβρος

### book 217

ἀλλά ς’ αἰδεσθεῖεν οἱ θεοί.

### book 218

καταλλαγὴν δορός

### book 219

κενὸν φάους

### book 220

κεχήλευμαι πόδας

### book 221

Κιμμερὶς θεά

### book 222

κλῃδοῦχος γυνή

### book 223

κλύετ’ οἰμωγῆς

### book 224

κνάπτειν κελεύω γλῶσσαν

### book 225

Κνώσια κῶλα

### book 226.1

οὔτ’ εἶπον οὐδὲν

### book 226.2

πρὸς 〈σὲ〉 κῦρον, ὦ γύναι.

### book 227

λαιθάργῳ ποδί

### book 228.1

λακὶς

### book 228.2

χθονός

### book 229.1

Λερναία

### book 229.2

χολή

### book 230

λεοντόκρανον ὅπλον

### book 231

βοὸς λεπάργου

### book 232

λιβρὸν σέλας

### book 233

Λίβυς τ’ ἀηδών

### book 234

λιτῆρα θαλλόν

### book 235

λύθρον μαστιγοφόνον

### book 236

.. λωτοβοσκὸν φῦλον

### book 237

μέγ’ ἀχήσεται

### book 238

ὡς οἰνοπλῆγες 〈καὶ〉 μεθυστάδες γάμων

### book 239

μοναστραβὴς ὄχος

### book 240

νεόφθιτος κόρη

### book 241.1

χρόνου

### book 241.2

πολλοῦ νόστον

### book 241.3

προμαθόντες

### book 242

ὅδιος οἰωνός

### book 243

ὁμόπαιδα κάσιν Κασάνδρας

### book 244.1

ὀρείοις

### book 244.2

ποσί

### book 245

ὀρσίπους βοή

### book 246

ὁσίους θαλάμους

### book 247

ὄτοβος ἅλιμος

### book 248

οὐκ ἄμοιρος ἦν

### book 249

οὐκ εὐθυσκόπου

### book 251

ὀχεῖα πόντια

### book 252

παμβῶτις ἐλπίς

### book 253

παρεμβάλοιτο κλῆρον

### book 254

περισπερχοῦς βοῆς

### book 255

πηκτὸς θάνατος

### book 256

ποιναῖς ἐφικταῖς

### book 257

πολλὴ φαρέτρα

### book 258

πόντια ῥάκη

### book 259

πρέμνον ἑστίας

### book 260.1

.. προσαιθρίζουσα πόμπιμον

### book 260.2

φλόγα

### book 261.1

νοτὶς

### book 261.2

προσαυρίζουσα

### book 261.3

χερσαίᾳ τροχῇ

### book 262

Πυθίων ἀνακτόρων

### book 263.1

σαρκήρη

### book 263.2

στάχυν

### book 264

σαυροβριθὲς ἔγχος

### book 265

σηματίζονται πέδον

### book 266

τετραέλικτον ἅλμαν

### book 267

τέχνης γὰρ οὐχ ἥμαρτες

### book 268

τίεσκε μύθους

### book 269.1

Τιρύνθιον

### book 269.2

πλίνθευμα, κυκλώπων ἕδος

### book 270

τραπεζίτην Πάριν

### book 271

φοινικελίκτην καὶ λόγων ἀλαζόνα

### book 272.1

χαλκόδοντας

### book 272.2

στόλους

### book 273

χθονίαν λώβαν

### book 274

χθονίους Ἰναχίδας

### book 275

.. χρωματισθεὶς εὐθὺς ἐξ εὐνῆς φόνῳ

### book 276.1

χυτλὸς δὲ κρατὸς ὄγκος εὔσκιος

### book 276.2

παρῆν

### book 277

..... Ψυλλικὸς γύης ..

### book 278

ὥσπερ ὀφθαλμὸς Διός

### book 279

οἴμοι, τί δράσω; δυσὶ κακοῖς μερίζομαι.

### book 280

τίς ἆρ’ ἐμοῦ γένοιτ’ ἂν ἀθλιώτερος;

### book 281

ἐν γῆς φίλης μυχοῖσι κρυφθῆναι καλόν.

### book 282

ἔξεστ’ ἐρωτᾶν πότνιά ς’ ἢ σιγὴν ἔχω;

### book 283.1

γύναι, τί μοι

### book 283.2

τραχεῖα κοὐκ εἰθισμένως λαλεῖς;

### book 284.1

ἄπολις ἄοικος, πατρίδος ἐστερημένος, πτωχὸς

### book 284.2

πλανήτης, βίον ἔχων

### book 284.3

τοὐφ’ ἡμέραν

### book 285.1

τάδ’ ἔστ’ ὀνείρων νυκτέρων

### book 285.2

φαντάσματα.

### book 286.1

ὡς

### book 286.2

Πριαμίδαισιν ἐμφερὴς ὁ βουκόλος.

### book 287.1

ἀκριβὲς οἰάκισμα

### book 287.2

πρὸς

### book 287.3

σταθμὸν βίου

### book 288

οὐ μνημονεύω· μὴ λίαν μ’ ἡγοῦ σοφόν.

### book 289.1

ἐξῆλθον Ἕκτορές

### book 289.2

τε καὶ Σαρπηδόνες.

### book 291

λακιστὸν ἐν πέτραισιν εὑρέσθαι μόρον

### book 292.1

χαῖρ’, ὦ δυνάστα τῆσδε γῆς

### book 292.2

Τιρυνθίας.

### book 293

οὐκ οἶσθ’, ἐπεί τοι κἂν ἐκώκυες μέγα.

### book 294

χρυσὸς γάρ ἐστιν ὃς βροτῶν ἔχει κράτη.

### book 295.1

δεινόν γε τὴν μὲν μυῖαν ἀλκίμῳ σθένει

### book 295.2

πηδᾶν ἐπ’ ἀνδρῶν σώμαθ’, ὡς

### book 295.3

πλησθῇ φόνου, ἄνδρας δ’ ὁπλίτας

### book 295.4

πολέμιον

### book 295.5

ταρβεῖν δόρυ.

### book 296.1

ὅταν γὰρ ὀργὴ δαιμόνων βλάπτῃ τινά, τοῦτ’ αὐτὸ πρῶτον, ἐξαφαιρεῖται

### book 296.2

φρενῶν τὸν νοῦν τὸν ἐσθλόν· εἰς δὲ τὴν

### book 296.3

χείρω

### book 296.4

τρέπει γνώμην, ἵν’ εἰδῇ μηδὲν ὧν ἁμαρτάνει.

### book 297.1

οὐδ’ ἀγρία γὰρ ὄρνις, ἢν

### book 297.2

πλάσῃ δόμον, ἄλλην νεοσσοὺς ἠξίωσεν ἐντεκεῖν.

### book 298

ἀγὼν γὰρ οὐ μέλλοντος ἀθλητοῦ μένει ἀλκήν.

### book 299

ἔνεισιν ἐν δειλοῖσιν ἀνδρεῖοι λόγοι.

### book 300.1

ἐν

### book 300.2

τοῖς ἐμαυτοῦ δικτύοις ἁλώσομαι.

### book 301

σφάλλειν σὺν ἐχθροῖς καὶ φίλους κέρδος φέρει.

### book 302

τὸν μέγαν Ἀγαμέμνονα

### book 303.1

θεόθεν δὲ πνέοντ’ οὖρον ἀνάγκη

### book 303.2

τλῆναι καμάτοις ἀνοδύρτοις.

### book 304

δοῦλος πέφυκας, οὐ μέτεστί σοι λόγου.

### book 305.1

ἀγαθὴν

### book 305.2

τιθήνην καὶ τροφὸν γνώμης νέας

### book 306

οὐκ ἂν γένοιτ’ ἐρῶντος ἀθλιώτερον οὐδὲν γέροντος.

### book 307

νῦν δ’ ἔρρ’ ἀπ’ οἴκων τῶνδε

### book 308

ἄνθρωπον ὄντα δεῖ φρονεῖν ἀνθρώπινα.

### book 309.1

γνώμης γὰρ ἐσθλῆς ἔργα

### book 309.2

χρηστὰ γίγνεται.

### book 310

ἐχθροῖς ἀπιστῶν οὔποτ’ ἂν πάθοις βλάβην.

### book 311.1

ζῆλος γυναικὸς πάντα

### book 311.2

πυρπολεῖ δόμον.

### book 312

θεῷ μάχεσθαι δεινόν ἐστι καὶ τύχῃ.

### book 313.1

θεῶν ὄνειδος

### book 313.2

τοὺς κακοὺς εὐδαιμονεῖν.

### book 314

κακοῖς ὁμιλῶν καὐτὸς ἐκβήσῃ κακός.

### book 315.1

κρίνει φίλους ὁ καιρὸς ὡς

### book 315.2

χρυσὸν τὸ πῦρ.

### book 316.1

λίαν

### book 316.2

φιλῶν

### book 316.3

σεαυτὸν οὐχ ἕξεις φίλον.

### book 317.1

λόγῳ μ’ ἔπεισας

### book 317.2

φαρμάκῳ σοφωτάτῳ.

### book 318.1

τῷ γὰρ καλῶς

### book 318.2

πράσσοντι πᾶσα γῆ πατρίς.

### book 319.1

τὸ πολλὰ τολμᾶν πόλλ’ ἁμαρτάνειν

### book 319.2

ποεῖ.

### book 320

ταὐτόματον ἡμῶν καλλίω βουλεύεται.

### book 321

φιλίας μέγιστος δεσμὸς αἱ τέκνων γοναί.

### book 322.1

Λυδῶν τῶν

### book 322.2

πολυχρύσων ἄναξ

### book 323.1

δεινὸς

### book 323.2

σοφιστής, τῶν ἀγυμνάστων

### book 323.3

σφαγεύς

### book 324.1

πολλῷ δὲ κρεῖσσόν ἐστι μὴ δεδοικότα

### book 324.2

παθεῖν τὸ μέλλον δεινὸν ἢ δεδοικότα.

### book 325

πάσης μὲν ὠμότητος ἀνάπλεων φόνον, παντὸς δὲ θανάτου δυσποτμώτερον μόρον

### book 326

οὐ γὰρ μετεῖναι τῶν νόμων δούλοις ἔφυ.

### book 327

ἐγὼ δ’ ἐμαυτοῦ καὶ κλύειν ἐπίσταμαι ἄρχειν θ’ ὁμοίως, τἀρετῇ σταθμώμενος τὰ πάντα.

### book 328.1

.. κεραυνοῦν

### book 328.2

πυριβόλους μὲν .. πλάκας

### book 329.1

μηδὲ σὺ ζήτει

### book 329.2

πυθέσθαι

### book 330.1

οὐδὲν

### book 330.2

φρονεῖ δίκαιον ... ἀνήρ.

### book 331

οὐκ ἂν δύναιο γαστρὶ πενθῆσαι νεκρόν.

### book 332

ἄνδρες Ἑλλήνων ἄριστοι

### book 333

περισφάτως ἔχων

### book 334

τὴν ἐμὴν κάμνειν νόσον

### book 335

τυφλῶν ὀνείρων

### book 336.1

ἀκύματος δὲ πορθμὸς ἐν

### book 336.2

φρίκῃ γελᾷ.

### book 337.1

ἄψυχον ἄνδρα λαμβάνειν

### book 337.2

συνέμπορον

### book 338

δισχιδὴς ὁδός

### book 339

δυσμάραντον κακόν

### book 340

δυσήλιον θέρος

### book 341

διχόρροπος γνώμη

### book 342.1

ἐλαφρὸν

### book 342.2

παραινεῖν 〈τῷ〉 κακῶς

### book 342.3

πεπραγότι.

### book 343

εὔορνις τύχη

### book 344

οὐδὲν κακὸν 〈γὰρ〉 ῥᾳδίως ἀπόλλυται.

### book 345

σκοτεινὸς ὀργήν

### book 346

χωρὶς γὰρ οἰκοῦς’ ἁρεταὶ τῶν ἡδονῶν.

### book 347

φίλων ἔρημος, ὦ τάλας, ἀπόλλυμαι.

### book 348.1

ἐάν

### book 348.2

τι δέλτος ἐν

### book 348.3

πτυχαῖς πόντου πάθῃ

### book 349

ὦ μηχάνημα λυγκὸς αἰολώτερον

### book 350

τί δῆτα θύειν δεῖ σε κατθανούμενον; ἄμεινον οὐδεὶς κάματος εὐσεβεῖν θεούς.

### book 351.1

ὦ Ζεῦ, τίς εἶναι

### book 351.2

φησὶ σοῦ σοφώτερος;

### book 352

εἱμαρμένον δὲ τῶν κακῶν βουλευμάτων κακὰς ἀμοιβάς ἐστι καρποῦσθαι βροτοῖς.

### book 353.1

Ζεὺς γὰρ τὰ μὲν μέγιστα

### book 353.2

φροντίζει βροτῶν, τὰ μικρὰ δ’ ἄλλοις δαίμοσιν

### book 353.3

παρεὶς ἐᾷ.

### book 354

τόδ’ ἐστὶ τὸ ζηλωτὸν ἀνθρώποις, ὅτῳ τόξον μερίμνης εἰς ὃ βούλεται πέσῃ.

### book 355.1

[spk_〈a.〉]〈A.〉 πρὸς θῆλυ νεύει μᾶλλον ἢ ἐπὶ τἄρσενα; 〈B.〉 ὅπου

### book 355.2

προσῇ τὸ κάλλος, ἀμφιδέξιος.

### book 356.1

φόβος τὰ θεῖα

### book 356.2

τοῖσι σώφροσιν βροτῶν.

### book 357

τῆς δειλίας γὰρ αἰσχρὰ γίγνεται τέκνα.

### book 358

[spk_αλκμ]ΑΛΚΜ. ἀνδροκτόνου γυναικὸς ὁμογενὴς ἔφυς.

### book 358

[spk_αδρ]ΑΔΡ. σὺ δ’ αὐτόχειρ γε μητρὸς ἥ ς’ ἐγείνατο.

### book 359

ἰὼ τυραννὶ βαρβάρων ἀνδρῶν φίλη.

### book 360

ἡ βροτῶν τ’ εὐπραξία τῶν τἀλάχιστα γίγνεται λυπουμένων.

### book 361.1

κινοῦσα

### book 361.2

χορδὰς τὰς ἀκινήτους

### book 361.3

φρενῶν

### book 362

ἐρρέτω φίλος σὺν ἐχθρῷ

### book 363

οὐ παῖς Ἀχιλλέως, ἀλλ’ ἐκεῖνος αὐτὸς εἶ.

### book 364.1

γέρων γέροντι γλῶσσαν ἡδίστην ἔχει. παῖς

### book 364.2

παιδί, καὶ γυναικὶ πρόσφορον γυνή, νοσῶν τ’ ἀνὴρ νοσοῦντι, καὶ δυσπραξίᾳ ληφθεὶς ἐπῳδός ἐστι τῷ πειρωμένῳ.

### book 365.1

σύνθημ’ ἐρωτῶν, ἄλλο μαστεύων

### book 365.2

χρέος

### book 366.1

αὑτόν 〈τε〉 πράσσων εὖ τίθησιν εἰς μέσον, τοῦ δυστυχοῦς

### book 366.2

τε λαγχάνων οὐκ ἄχθεται.

### book 367

ἀλλ’ ἓν διδοῦσα πάντα μαλθάσσει τάδε.

### book 368.1

τό τοι

### book 368.2

χρεὼν οὐκ ἔστι μὴ χρεὼν

### book 368.3

ποεῖν.

### book 369

λιμὴν γὰρ Ἀίδας ἀνιᾶν.

### book 370.1

Ἅιδην δ’ ἔχων βοηθὸν οὐ τρέμω

### book 370.2

σκιάς.

### book 371.1

μηδεὶς

### book 371.2

φοβείσθω θάνατον ἀπόλυσιν πόνων.

### book 372

ποῦ γὰρ τὰ σεμνὰ κεῖνα; ποῦ δὲ Λυδίας μέγας δυνάστης Κροῖσος ἢ Ξέρξης βαθὺν ζεύξας θαλάσσης αὐχέν’ Ἑλλησποντίας; ἅπαντ’ ἐς Ἅιδην ἦλθε καὶ Λήθης δόμους.

### book 373.1

... θαλέθοντι βίῳ βλάσταις

### book 373.2

τε τέκνων βριθομένα γλυκερὸν φάος ὁρῶσα

### book 374

ὦ τλῆμον ἀρετή, λόγος ἄρ’ ἦσθ’· ἐγὼ δέ σε ὡς ἔργον ἤσκουν· σὺ δ’ ἄρ’ ἐδούλευες τύχῃ.

### book 375.1

ἀλλ’ εἴτ’ ἔνυπνον φάντασμα

### book 375.2

φοβῇ χθονίας θ’ Ἑκάτης κῶμον ἐδέξω

### book 376.1

δεινή τις ἀνδρὶ καὶ γυναικὶ συμφορὰ δούλοις γενέσθαι δεσπότας

### book 376.2

τε δυσχερεῖς λαβεῖν.

### book 377

φεύγει μέγα λαῖφος ὑποστολίσας ἐρεβώδεος ἐκ θαλάσσης

### book 378.1

Φοίβου

### book 378.2

ποτ’ οὐκ ἐῶντος ἔσπειρεν τέκνα.

### book 379

εἴκει γὰρ ἤδη θυμὸς οὐδ’ ἔτ’ ἀντέχει θινῶδες ὡς ἄγκιστρον ἀγκύρας σάλῳ.

### book 380.1

ναῦς ὥς

### book 380.2

τις ἐκ μὲν γῆς ἀνήρτηται βρόχοις, πνεῖ δ’ οὖρος, ἡμῖν δ’ οὐ κρατεῖ τὰ πείσματα.

### book 381.1

οὔτοι

### book 381.2

πρέπει τὸ σχῆμα· τοὺς αὐλοὺς μέθες καὶ θὥπλα λάζευ καὶ γνάθους εὐθημόνει.

### book 382

ἄνδρ’ ἠδίκησας· ἄνδρ’ ἀνεκτέον τόδε;

### book 383.1

καὶ γὰρ κάπρον

### book 383.2

φριξαύχεν’ οὐ μόνον γυνή, παῖς δ’ ἂν νεογνὸς

### book 383.3

χειρὶ προσκνήθων νέᾳ κλίνοι

### book 383.4

παλαιστοῦ παντὸς εὐμαρέστερον.

### book 384.1

φίλων γε μέντοι

### book 384.2

χρῆσις ἡ πρὸς αἵματος μόνη κακοῦ ῥέοντος ὠφελεῖν

### book 384.3

φιλεῖ.

### book 385.1

ὅπου

### book 385.2

τις ἀλγεῖ, κεῖσε καὶ τὴν

### book 385.3

χεῖρ’ ἔχει.

### book 386

οἴμοι, τὸ κακὸν τῆς εὐτυχίας ὡς μᾶλλον ἐς οὖς φέρεται θνητῶν.

### book 387.1

ἀεὶ δ’ ἀοιδῶν μοῦνος ἐν

### book 387.2

στέγαις ἐμαῖς κωκυτὸς ἐμπέπτωκεν

### book 388.1

ὄλοιο θνητῶν ἐκλέγων τὰς

### book 388.2

συμφοράς.

### book 389

οὐκ ἔστ’ ἐν ἄντροις λευκός, ὦ ξέν’, ἄργυρος.

### book 390.1

πηδῶν ὁ θυμὸς τῶν

### book 390.2

φρενῶν ἀνωτέρω

### book 391

θύννος βολαῖος πέλαγος ὣς διαστροβεῖ.

### book 392.1

Ἀργεῖος ἢ Θηβαῖος· οὐ γὰρ εὔχομαι μιᾶς· ἅπας μοι πύργος Ἑλλήνων

### book 392.2

πατρίς.

### book 393

σκληρὰν ἄκαρπον καὶ φυτεύεσθαι κακήν

### book 394.1

ὅς με ῥάκη τ’ ἤμπισχε κἀξηνάγκασεν

### book 394.2

πτωχὸν γενέσθαι καὶ δόμων ἀνάστατον.

### book 395

κακῶν κατάρχεις τήνδε μοῦσαν εἰσάγων.

### book 396.1

ἥ 〈τ’〉 ἄγνος ἀνθεῖ χὡ βότρυς

### book 396.2

πεπαίνεται.

### book 397.1

λήγει δὲ Κύπρις θαλίαι

### book 397.2

τε νέων, οὐδ’ ἔτι θύρσος φύλλα βακχείου

### book 398

〈ὦ〉 γλῶσσα, μέτριον εἴ τι κομπάσαι θέλεις, ἔξειπε

### book 399.1

τὸν

### book 399.2

παῖδά μοι τόνδ’ ἀξίως Ἡρακλέους ἡμῶν

### book 399.3

τε θρέψαι.

### book 400

ἐγένοντο, τοῦ μὲν Ἡρακλῆς, τοῦ δ’ Ἴφικλος.

### book 401.1

μισεῖς· ἐγὼ δὲ ῥᾳδίως μισήσομαι

### book 401.2

πρὸς κέρδος ἕλκων τὴν ἐμὴν ἀτιμίαν.

### book 402

βίᾳ δ’ ἔπραξας χάριτας ἢ πείσας κόρην;

### book 403

γλυκεῖ’ ὀπώρα φύλακος ἐκλελοιπότος.

### book 404.1

τόδ’ ἐξοπλίζει

### book 404.2

τοὔπος Ἀργεῖον λεών.

### book 405.1

οὐ γάρ με Νὺξ ἔτικτε δεσπότην λύρας, οὐ μάντιν οὐδ’ ἰατρόν, ἀλλὰ θνητὸν ἅμα

### book 405.2

ψυχαῖς

### book 406

τίς καλλίκαρπον θύρσον ἀνασείει θεῶν;

### book 407

ἐφέσπερον δαίουσα λαμπτῆρος σέλας

### book 408.1

πῦρ καὶ θάλασσαν καὶ πνοὰς τὰς αἰθέρος

### book 408.2

περᾶν ἕτοιμος

### book 409

ὕβρις τάδ’, οὐχὶ Κύπρις ἐξεργάζεται.

### book 410.1

πολλοῦ σε θνητοῖς ἄξιον τίκτει

### book 410.2

πατήρ, .. μήτι

### book 410.3

παυσώμεσθα δρῶντες εὖ βροτούς.

### book 411.1

φιλῶ τέκν’, ἀλλὰ πατρίδ’ ἐμὴν μᾶλλον

### book 411.2

φιλῶ.

### book 412.1

δεινὸς κολαστὴς πέλεκυς αὐχένος

### book 412.2

τομεύς.

### book 413.1

μικρὸν δὲ ποδὸς

### book 413.2

χαλάσαι μεγάλῃ κύματος ἀλκῇ

### book 414.1

ἄκραντα γάρ μ’ ἔθηκε θεσπίζειν θεός, καὶ πρὸς

### book 414.2

παθόντων κἀν κακοῖσι κειμένων

### book 414.3

σοφὴ κέκλημαι, πρὶν

### book 414.4

παθεῖν δὲ μαίνομαι.

### book 415.1

στείχει

### book 415.2

πολίταις ὄμμ’ ἔχων ἰδεῖν

### book 415.3

πικρόν.

### book 416.1

κραταιῷ περιβαλὼν βραχίονι εὕδει

### book 416.2

πιέζων

### book 416.3

χειρὶ δεξιᾷ ξύλον.

### book 417.1

ὅδ’ αὖτ’ ἐκείνου

### book 417.2

φθόγγος ἐξωλέστερος.

### book 418.1

κλίθητι καὶ πίωμεν· οὐ καὶ σιτία πάρεστιν; ὦ δύστηνε, μὴ σαυτῷ φθόνει. οἳ δ’ εὐθὺς ἠλάλαξαν, ἐν δ’ ἐκίρνατο οἶνος, φέρων δὲ στέφανον ἀμφέθηκέ τις.[ln_5]ὑμνεῖτο δ’ αἰσχρῶς κλῶνα

### book 418.2

πρὸς καλὸν δάφνης ὁ Φοῖβος οὐ προσῳδά· τήν τ’ ἐναύλιον ὠθῶν

### book 418.3

τις ἐξέκλαγξε σύγκοιτον φίλην.

### book 419.1

Κρητικοὺς αὐλοὺς θανούσης κῶλα

### book 419.2

ποικίλης νεβροῦ

### book 420

σύμμικτον ὥστε γλεῦκος ὑλιστήριον

### book 421

ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάνθ’ ὁρᾷ.

### book 422.1

σοφοὶ σοφοὺς σῴζουσιν, ἢν ὦσιν

### book 422.2

σοφοί.

### book 423

ἄδοξον, ἄκραν γλῶσσαν ἠκονημένον

### book 424.1

ἁγνὸν εἰς

### book 424.2

σηκὸν θεοῦ

### book 425.1

ἔργων μυστικῶν

### book 425.2

προφάντιδες

### book 426

ῥινηλάτην κύνα

### book 427

στηρίγματ’ οἴκου

### book 428

χωρίτης λεώς

### book 429

ἀπτέρῳ τάχει

### book 430

ὁ δρῶν τὰ τοῦ μέλλοντος οἴχεται φέρων.

### book 431

〈θεοὺς δὲ〉 καὶ λαθεῖν ἀμήχανον.

### book 433.1

ὡς πάντα

### book 433.2

πράγματ’, ἢν καλὰς ἀρχὰς λάβῃ, καλῶς

### book 433.3

τελευτᾶν καὶ μεσοῦν

### book 433.4

φιλεῖ βροτοῖς.

### book 434.1

... δῶρα καὶ θεοὺς

### book 434.2

παρήπαφεν.

### book 435.1

ἀλλ’ ἕπου χώρας

### book 435.2

τρόποις.

### book 436

δοῦλε, δεσποτῶν ἄκουε καὶ δίκαια κἄδικα.

### book 437

κρεισσόνων γὰρ καὶ δίκαια κἄδικ’ ἔστ’ ἀκουστέα.

### book 438

μετὰ γὰρ νοσούντων, φασί, μαίνεσθαι καλόν.

### book 439

πρὸς μάντιν οὐδεὶς εὐτυχὴς ἀπέρχεται.

### book 440.1

ταὐτὸ πρὸς τύμβον

### book 440.2

τε κλαίειν καὶ πρὸς ἄνδρα νήπιον.

### book 441.1

τοῖς δευσοποιοῖς

### book 441.2

φαρμάκοις ξανθίζεται

### book 442.1

χρημάτων

### book 442.2

τε γάργαρα

### book 443

ἄλλος γυναικὸς κόσμος, ἄλλος ἀρσένων

### book 444

γνησίων ἐπὶ σπορᾷ παίδων

### book 445.1

ἐν

### book 445.2

πρώτοις ἄγω

### book 446.1

Ζεὺς κατεῖδε

### book 446.2

χρόνιος εἰς τὰς διφθέρας.

### book 447.1

ὡς αἰσχρόν ἐστι μὴ καλῶν ἀπ’ ὀμμάτων κλᾶον

### book 447.2

πρόσωπον καὶ δακρυρροοῦν ὁρᾶν.

### book 448.1

θεὸς δ’ ἐπὶ σμικροῖσιν οὐ θερμαίνεται, ἀλλ’ ὡς λέβης

### book 448.2

τις μείζονος δεῖται

### book 448.3

πυρός.

### book 449.1

ὅ τοι θρασὺς

### book 449.2

πρὸς ἔργον ἐκ

### book 449.3

πολλοῦ κακός.

### book 450.1

τραύματ’ ἐξόπισθ’ ἔχων τῆς δειλίας

### book 450.2

σημεῖα κοὐχὶ τοῦ θράσους.

### book 451

ἄνθρωπον ἦθος

### book 452.1

ἥλιος, ὅτου δι’ αὐγῆς πάντα βλαστάνει βροτοῖς

### book 452.2

φθίνει

### book 452.3

τε.

### book 453.1

καὶ παιδὶ καὶ γέροντι

### book 453.2

προσφέρων

### book 453.3

τρόπους

### book 454.1

σφαγὰς δὲ Δαναοῦ παρθένων Λυγκεὺς

### book 454.2

φυγὼν Ἄβαντα φύει διάδοχον

### book 454.3

τυραννίδος.

### book 455.1

ὅταν δ’ ὁ δαίμων ἀνδρὶ πορσύνῃ κακά, τὸν νοῦν ἔβλαψε

### book 455.2

πρῶτον ᾧ βουλεύεται.

### book 456

μόνος οὐ δέχεται γλυκερᾶς μέρος ἐλπίδος

### book 457

ἐν τῷ λαλεῖν δεῖ μηδὲ μηκύνειν λόγον.

### book 458.1

ἀεὶ δ’ ὁρῶντί τ’ ὀξὺ καὶ τυφλὸς ἦν· θυσίας γὰρ ἀπαρχὰς κρέας ἐπέμπομεν

### book 458.2

πατρὶ .. περισσὸν ὦμον ἔκκριτον γέρας. τὸ δή γε σῦν κόψαντες, οὐ μεμνημένοι,[ln_5]λήσειν δοκοῦντες, ἀντὶ τοῦ κεκομμένου ἐπέμψαμεν βόειον. ὃ δὲ λαβὼν

### book 458.3

χερὶ ἔγνω ἐπαφήσας εἶπέ τ’ ἐκ θυμοῦ τάδε· τίς μοι τόδ’ ἀντόμοιον μισητὸν κρέας πέμπων; γέλωτα δή με

### book 458.4

ποιοῦνται κόροι[ln_10]θύοντες ὕβρει· ‘τυφλὸς οὔτι γνώσεται‘, οὕτω λέγοντες. ὦ θεοί, μαρτύρομαι ἐγὼ τάδ’ ὑμᾶς καὶ κατεύχομαι κακὰ αὐτοῖσιν ἀντὶ τῶνδε δὶς τόσα

### book 458.5

σχεθεῖν. χαλκῷ δὲ μαρμαίροντες ἀλλήλων

### book 458.6

χρόα[ln_15]σφάξειαν ἀμφὶ κτήμασιν

### book 458.7

τυραννικοῖς.

### book 459

〈ὡσ〉 ὁ μὴ τοὔργον δεδοικὼς οὐ δέδοικε τὸν λόγον.

### book 460.1

καὶ τοῦτο

### book 460.2

τοὔπος ἐστὶν ἀνδρὸς ἔμφρονος, ὅταν καλῶς

### book 460.3

πράσσῃ τις, ἐλπίζειν κακά.

### book 462.1

δεινόν γε

### book 462.2

ταὐτὸν

### book 462.3

τοῖς μὲν ἁνδάνειν βροτῶν, τοῖς δ’ ἔχθος εἶναι.

### book 463

σωτῆρες εὐσέλμων νεῶν

### book 464.1

κάλλιστα μουσῶν

### book 464.2

φθέγγεται

### book 464.3

πλουτῶν ἀνήρ.

### book 465

τολμῶ κατειπεῖν, μήποτ’ οὐκ εἰσὶν θεοί· κακοὶ γὰρ εὐτυχοῦντες ἐκπλήσσουσί με.

### book 466.1

σημεῖα γάρ

### book 466.2

τοι

### book 466.3

ταῦτα γίγνεσθαι

### book 466.4

φιλεῖ, ὅταν

### book 466.5

τι ναοῖς ἐγκατασκήψῃ μύσος.

### book 467

Ἀκτίτου πέτρα

### book 468

Βαρκαῖον αἶπος

### book 469

Φασιανὸν νάπος

### book 470.1

ἔπειτα πάσης Ἑλλάδος καὶ ξυμμάχων βίον διῴκης’ ὄντα

### book 470.2

πρὶν

### book 470.3

πεφυρμένον θηρσίν θ’ ὅμοιον. πρῶτα μὲν τὸν πάνσοφον ἀριθμὸν ηὕρηκ’ ἔξοχον

### book 470.4

σοφισμάτων.

### book 471

ὁ γὰρ θεὸς μέγιστος ἀνθρώποις νόμος.

### book 472.1

Ζεὺς ὁ καὶ ζωῆς καὶ θανάτου

### book 472.2

πείρατα νωμῶν

### book 473

θεοῦ θέλοντος μετὰ πάντα γίγνεται.

### book 474

τί δ’ οὐ γένοιτ’ ἂν θεοῦ ἐφιέντος τύχῃ;

### book 475

γεννᾷ τὸ θεῖον εὐτυχῆ δωρήματα.

### book 476.1

Ζεὺς ἔσθ’ ὁ πέμπων τὴν ἐφήμερον

### book 476.2

τροφήν.

### book 477.1

ἄνευ θεοῦ γὰρ οὐδὲ εἷς ἀνὴρ

### book 477.2

σθένει.

### book 478

θείᾳ προνοίᾳ πάντ’ ἐγέννησεν φύσις.

### book 479

θεὸς μόνος πέφυκεν ἐν βροτοῖς μέγας.

### book 480.1

πάντῃ πάρεστι πάντα

### book 480.2

τε βλέπει θεός.

### book 481.1

θνητοῖσιν ἀνθρώποισι καταφυγὴ θεοί, [καὶ τἀμπλακήματ’ ἔρχεται θεοὺς ἔπι] ὅθεν λαβόντες αἱ κακῶς

### book 481.2

πεπραγότες

### book 481.3

σωτηρίαν ἀπῆλθον ἐκ δυσπραξίας.

### book 482

νῦν οὐκέτι μοι δίχα θυμός, ἀλλὰ σάφ’ οἶδ’ ὅτι πάντα βροτοῖς Ζεὺς ἐπικάρσια τέμνει, καθελὼν μὲν δοκέοντ’,[ln_5]ἀδόκητον δ’ ἐξαείρων.

### book 483.1

ὁρῶ γὰρ

### book 483.2

χρόνῳ δίκαν πάντ’ ἄγουσαν εἰς φῶς βροτοῖς.

### book 484

φθείρει γὰρ ἡ πρόνοια τὴν ἀβουλίαν.

### book 485.1

οὐχ εὕδει Διὸς ὀφθαλμός, ἐγγὺς δ’ ἐστὶ καίπερ ὢν

### book 485.2

πρόσω.

### book 486.1

οὐ γάρ

### book 486.2

τις οὐδὲ χρημάτων ὑπεργέμων νόμον μιαίνων ἀσφαλῶς γηράσεται, ἀλλ’ ἡμέρας ἢ νυκτὸς ἡ Δίκη

### book 486.3

ποτὲ τῷ δυσσεβοῦντι σῖγ’ ἔχους’ ἐνήλατο.

### book 487

τὸ μὴ δίκαιον ἔργον οὐ λήθει θεούς.

### book 488

δαίμων βροτοῖσι πόλλ’ ἀνευρίσκει κακά.

### book 489.1

λύπας μὲν ἀνθρώποισιν, ὦ γύναι, θεοὶ τοῖσιν διδοῦσιν οὓς ἂν ἐχθαίρως’, ἐπεὶ οὔ σφιν

### book 489.2

πονηρόν ἐστιν

### book 490

τιμωρίαν ἔτεισεν ὧν ἔρξεν κακῶν.

### book 491

ὀξὺς θεῶν ὀφθαλμὸς εἰς τὰ πάντ’ ἰδεῖν.

### book 492.1

ἔσθ’, ὡς ἔοικεν, ἔστιν οὐχ ὁρώμενον

### book 492.2

τοῖς ζῶσιν ἡμῖν οὐδὲ προσδοκώμενον δαιμόνιον, ᾧ μέλει

### book 492.3

τι τοῦ θνητοῦ βίου.

### book 493

ὁρᾷς Δίκην ἄναυδον οὐχ ὁρωμένην εὕδοντι καὶ στείχοντι καὶ καθημένῳ· ἑξῆς δ’ ὀπαδεῖ δόχμιον, ἄλλοθ’ ὕστερον.

### book 494.1

οὐδεὶς

### book 494.2

παρανομῶν

### book 494.3

πρὸς θεοὺς ἐχέγγυος.

### book 495

μόνη ἐστὶν ἀπαραίτητος ἀνθρώποις Δίκη.

### book 496.1

μὴ μουσοποίει

### book 496.2

πρὸς τὸ νηπιώτερον· πόρρω γὰρ ἑστὼς ὁ θεὸς ἐγγύθεν βλέπει.

### book 497.1

ὅστις λέγει κάκ’ εὖ φρονῶν

### book 497.2

σιγῇ στένει.

### book 498.1

ἄγει τὸ θεῖον

### book 498.2

τοὺς κακοὺς

### book 498.3

πρὸς τὴν δίκην.

### book 499

τὸ δὲ θεῶν κράτος μέγα κατ’ ἀνθρώπους· ἄφρονες δ’ ὁπόσοι τὸ δίκαιον ἄγους’ ὑπὸ τᾶς ἀδίκου βιοτᾶς ἀφανές· μέγα γὰρ ὄμμα δαιμόνων, οἷς τίνους’[ln_5]ἀμοιβὰς κακῶν.

### book 500

Δίκας δ’ ἐξέλαμψε θεῖον φάος

### book 501.1

ὁσίᾳ δ’ ἀνάγκη

### book 501.2

πολεμιωτάτη θεός.

### book 502

οὐδεὶς ἀνάγκης μεῖζον ἰσχύει νόμος.

### book 503

μόνη γὰρ ἐν θεοῖσιν οὐ δεσπόζεται μοῖρ’ οὐδ’ ἐν ἀνθρώποισιν, ἀλλ’ αὐτὴ κρατεῖ.

### book 504

ὦ μοῖρα κεδνῶν καὶ κακῶν κυνηγέτι

### book 505

ἡ τὰ θνητῶν καὶ τὰ θεῖα πάντ’ ἐπισκοποῦς’ 〈ἀεὶ〉 καὶ νέμους’ ἡμῶν ἑκάστῳ τὴν κατ’ ἀξίαν τύχη [μερίδα]

### book 506.1

πάντων τύραννος ἡ τύχη ἐστὶ τῶν θεῶν, τὰ δ’ ἄλλ’ ὀνόματα

### book 506.2

ταῦτα

### book 506.3

πρόσκειται μάτην· μόνη διοικεῖ γοῦν ἅπανθ’ ᾗ βούλεται.

### book 507.1

ὦ δέσποτ’ ἄναξ ἔστι

### book 507.2

τοῖς

### book 507.3

σοφοῖς βροτῶν

### book 507.4

χρόνῳ σκοπεῖσθαι τῆς ἀληθείας πέρι.

### book 508.1

μετὰ τὴν

### book 508.2

σκιὰν τάχιστα γηράσκει

### book 508.3

χρόνος.

### book 509.1

χρόνος αὖ χρόνος ἅμα κραταιᾷ χρημοσύνᾳ βίου πόλλ’ ἀνευρίσκει

### book 509.2

σοφὰ μαιομένοις.

### book 510.1

οὐκ ἔστι

### book 510.2

πράσσοντάς

### book 510.3

τι μοχθηρὸν λαθεῖν· ὀξὺ βλέπει γὰρ ὁ χρόνος, ὃς τὰ πάνθ’ ὁρᾷ.

### book 511

χρόνος τὰ κρυπτὰ πάντα εἰς φάος ἄγει.

### book 512.1

ἀλλὰ ταῦτα μὲν

### book 512.2

χρόνος δείξει· μόνος γάρ ἐστιν ἀνθρώπων κριτής.

### book 513.1

ἐμοῦ θανόντος γαῖα μιχθήτω

### book 513.2

πυρί· οὐδὲν μέλει μοι· τἀμὰ γὰρ καλῶς ἔχει.

### book 514

τῷ λόγῳ μὲν εὖ διέρχῃ πάντα, τῷ δ’ ἔργῳ κακῶς.

### book 515.1

καὶ τῷδε δηλώσαιμ’ ἄν, εἰ βούλοιο σύ, τἀληθές, ὡς ἔγωγε καὐτὸς ἄχθομαι, ὅστις λέγειν μὲν εὐπρεπῶς ἐπίσταται, τὰ δ’ ἔργα

### book 515.2

χείρω τῶν λόγων

### book 515.3

παρέσχετο.

### book 516.1

μελέτη

### book 516.2

χρονισθεῖς’ εἰς φύσιν καθίσταται.

### book 516a.1

ἀεί τι βούλου

### book 516a.2

χρήσιμον

### book 516a.3

προσμανθάνειν.

### book 517.1

ἃ δεῖ παρὼν

### book 517.2

φρόντιζε, μὴ παρὼν ἀπῇς.

### book 518.1

οὐχ ὡς νομίζεις, τὸ φρονεῖν εἶπας κακῶς. τό τοι κράτιστον

### book 518.2

πανταχοῦ τιμητέον.

### book 519.1

οὐ χρὴ ποδώκη τὸν

### book 519.2

τρόπον λίαν

### book 519.3

φορεῖν.

### book 520

ἔμβα, πορθμίδος ἕρμα.

### book 521

θάλλουσα λυπῇ τοὺς ἄγαν ὑπέρφρονας

### book 522.1

ὅσοι δὲ φιλοσοφοῦντες ἐκμοχθοῦσί τι, ἐνταῦθ’ ὑπάρχει τῷ βίῳ γαστρὸς κρατεῖν· διδάσκαλος γὰρ ηὑτέλεια τῶν

### book 522.2

σοφῶν καὶ τῶν ἀρίστων γίγνεται βουλευμάτων.

### book 523

πόλλ’ ἐστὶν ὀργῆς ἐξ ἀπαιδεύτου κακά.

### book 524.1

ἐν

### book 524.2

τοῖς κακοῖσι δ’ εὐγένει’ ὅταν

### book 524.3

παρῇ τραχεῖα κὠξύθυμος, ἀμαθίαν ἔχει.

### book 525

ἀφροδίσιος 〈γὰρ〉 ὅρκος οὐκ ἐμποίνιμος.

### book 526

ἅπανθ’ ὁ τοῦ ζητοῦντος εὑρίσκει πόνος.

### book 527

θεὸς δὲ τοῖς ἀργοῦσιν οὐ παρίσταται.

### book 528

κακὸν γὰρ αἰδώς, ἔνθα τἀναιδὲς κρατεῖ.

### book 529.1

αἰσχρόν γ’ ὅταν

### book 529.2

τις ἐπὶ γλώσσῃ φυεὶς γλώσσῃ ματαίους ἐξακοντίσῃ λόγους.

### book 530.1

ἀεὶ τὰ σεμνὰ πάντα κέκτηται

### book 530.2

φθόνον.

### book 531.1

ἅπαν τὸ λίαν

### book 531.2

συνετόν ἐστ’ ἐπίφθονον.

### book 532.1

ἀδικώτατον

### book 532.2

πρᾶγμ’ ἐστὶ τῶν πάντων

### book 532.3

φθόνος.

### book 533.1

εἰσίν

### book 533.2

τινες νῦν οὓς τὸ βασκαίνειν

### book 533.3

τρέφει.

### book 534

οὐδεὶς ἂν εἴποι κεῖνον ἀνθρώπων κακῶς, οὐδ’ εἰ φθόνου γένοιτο δυσμενέστερος.

### book 535.1

χρὴ δ’ ἢ λέγειν

### book 535.2

τι χρηστὸν ἢ λέγουσιν εὖ μὴ δυσμεναίνειν τῷ φθόνῳ νικώμενον.

### book 536

σὺ δ’ ἐγγενὴς ὢν τήνδε δουλώσας ἔχεις.

### book 537

κρεῖττόν τ’ ἀμύνειν· κατθανεῖν γὰρ εὐκλεῶς ἢ ζῆν θέλοιμ’ ἂν δυσκλεῶς γε κατθανών.

### book 538

τὸ νέον ἅπαν ὑψηλόν ἐστι καὶ θρασύ.

### book 539.1

γνῶμαι γὰρ ἔργων τῶν ἐν ἀνθρώποις

### book 539.2

τροφοί.

### book 540.1

βουλαὶ τάδ’ ἐξέπραξαν, οὐ χερῶν

### book 540.2

σθένος.

### book 541.1

εἰ μὲν

### book 541.2

πρὸς αὐγὰς ἡλίου, χρυσωπὸν ἦν νώτισμα θηρός· εἰ δὲ πρὸς νέφη βάλοι, κυανωπὸν ὥς

### book 541.3

τις Ἶρις ἀντηύγει σέλας.

### book 542

καινοῦ δαίμονος ἄρχει, καινοῦ πότμου.

### book 543.1

οὐκ ἐν γυναιξὶ φύεται

### book 543.2

πιστὴ χάρις.

### book 544.1

τοῦ γὰρ

### book 544.2

πατρὸς κρατεῖν μὲν αἰσχύνην φέρει, ἡσσημένῳ δὲ δόξα νικητήριος.

### book 545.1

τοὺς εὖ γεγονότας καὶ τεθραμμένους καλῶς κἀν

### book 545.2

τοῖς κακοῖς δεῖ λόγον ἔχειν εὐφημίας.

### book 546.1

ἐγὼ γάρ, εἰ νοῦν εἶχ’ ἔμ’ ὁ σπείρας

### book 546.2

πατήρ, ἠπιστάμην ἂν μουσικὴν

### book 546.3

παρεὶς

### book 546.4

πονεῖν, ὡς εὐτυχήσων καὶ κακῶς

### book 546.5

πράξων

### book 546.6

ποτέ. πρῶτον μέν, ἐξ ὧν πάντα γίγνεται βροτοῖς,[ln_5]εὔογκος εἶναι γαστρὶ μὴ πληρουμένῃ στέργειν θ’ ὑδρηλοῖς ὥστε θὴρ ἀεὶ ποτοῖς, χειμῶνί τ’ ἀσκεῖν σῶμα θερμά θ’ ἡλίου

### book 546.7

τοξεύματ’ αἰνεῖν μὴ σκιατραφούμενος. νῦν δ’ οὐκ ἐθισθεὶς

### book 546.8

τοῦτ’ ἐπίσταμαι μὲν οὔ,[ln_10]φέρειν δ’ ἀνάγκη· τὸν γὰρ Ὀρφέα λαβὼν αὐτῶν

### book 546.9

τε μουσῶν ἐννεάφθογγον μέλος,

### book 546

οὐκ ἂν πίθοιμι γαστέρ’, ἀλλὰ δεῖ βίου.

### book 547.1

τὰ μεγάλα δῶρα τῆς τύχης ἔχει φόβον καὶ τὸ πάνυ λαμπρὸν οὐκ ἀκίνδυνον κυρεῖ, οὐδ’ ἀσφαλὲς πᾶν ὕψος ἐν θνητῷ γένει· [ὃ περιέτρεψεν ἢ χρόνος

### book 547.2

τις ἢ φθόνος,[ln_5]ἐπὰν ἐπ’ ἄκρον

### book 547.3

τις

### book 547.4

τοῦ καλῶς

### book 547.5

πράττειν δράμῃ.] ἡ δὲ μεσότης ἐν πᾶσιν ἀσφαλεστέρα. [τὸ μήτε λίαν ἐν

### book 547.6

ταπεινῷ τῆς τύχης μέρει φέρεσθαι μήτ’ ἐν ὑψηλῷ πάλιν.] ἢν γὰρ πέσῃ τις ἐξ ἐλάσσονος μέτρου,[ln_10]εὐπερικάλυπτον ἔσχε τὴν δυσπραξίαν· ὄγκου δὲ μεγάλου

### book 547.7

πτῶμα γίγνεται μέγα. πρὸς γὰρ τὸ λαμπρὸν ὁ φθόνος βιάζεται, σφάλλει δ’ ἐκείνους οὓς ἂν ὑψώσῃ τύχη.

### book 548.1

σὺ δ’ ὦ τεκοῦσα μὴ τὴν σὴν λιβάσι κατάσπενδε

### book 548.2

παρηίδα.

### book 549.1

γέροντι δ’ οὐχ οἷόν

### book 549.2

τε μηκύνειν

### book 549.3

χρόνον.

### book 550.1

μακρὸς γὰρ αἰὼν

### book 550.2

συμφορὰς

### book 550.3

πολλὰς ἔχει.

### book 551.1

.. πολύς

### book 551.2

τοι μόχθος ἐν μακρῷ χρόνῳ.

### book 552

ἐσθλοῦ γὰρ ἀνδρὸς γῆρας εὐπροσήγορον.

### book 553.1

ἔχω· τὸ γὰρ

### book 553.2

πρᾶγμ’ αὐτό μοι καλῶς ἔχον καλοὺς

### book 553.3

παρασχεῖν

### book 553.4

τοὺς λόγους δυνήσεται.

### book 554

ἐλευθέρα γὰρ γλῶσσα τῶν ἐλευθέρων.

### book 555

ἐλευθερία Διὸς ὄλβιον τέκος

### book 556

αἰδὼς ἀπώλες’ αὐτόν, ἐρρέτω, κακή· πολλὴν γὰρ αὐτὴν δειλὸς ὢν ἐκτήσατο.

### book 557.1

τοῖς γὰρ κακῶς

### book 557.2

πράσσουσιν οἱ σεμνοὶ λόγοι κόσμον μὲν ἂν δοίησαν· ἡ δ’ εὐπραξία ξὺν

### book 557.3

τοῖς ἀναισχύντοισιν ὥρισται βίου.

### book 558

ὦ παῖ, τὸ δεῖσθαι τῶν πέλας θνητοῖς μέγα διδασκαλεῖον τῆς ἀναιδείας ἔφυ.

### book 559

εἰς Φᾶσιν, ἔνθα ναυσὶν ἔσχατος δρόμος.

### book 560

χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα.

### book 561.1

ᾗ μήποτ’, ὦ παῖ Ζηνός, ἐς

### book 561.2

ταὐτὸν μόλοις

### book 562

γλώσσαργον ἦθος

### book 563

Ἰνάχειον ἄστυ

### book 564

ὀπισθόπους δίκη

### book 565.1

αὔρα, θεῶν ὄχημα

### book 565.2

τιμιώτατον

### book 566.1

πάντας

### book 566.2

σοφὸς νοῦς ἐξ ἀμηχάνων ἄγει καὶ πάντα κηλεῖ, κἂν ἀπώμοτός

### book 566.3

τις ᾖ.

### book 567

ὅρκων ἐρῶσιν οὐδὲν εὐχερέστερον.

### book 568.1

κλύδωνα

### book 568.2

σαυτῷ προσφέρεις αὐθαίρετον.

### book 569.1

Τεῦκρος δὲ τόξου

### book 569.2

χρώμενος

### book 569.3

φειδωλίᾳ ὑπὲρ τάφρου

### book 569.4

πηδῶντας ἔστησεν

### book 569.5

Φρύγας.

### book 570

οἶνός μ’ ἔπεισε δαιμόνων ὑπέρτατος.

### book 571

παρ’ οὐδενὸς γὰρ οὐδὲν ἡρμηνεύμεθα.

### book 572

τοῖς καιρίοις γὰρ δεῖ λέγειν τὰ καίρια.

### book 573.1

ὅστις καθ’ ἑτέρου δόλια μηχανεύεται, αὐτὸς καθ’ αὑτοῦ τοῦτο λανθάνει

### book 573.2

ποιῶν.

### book 574

ἅπαντα θάλλει καὶ πάλιν μαραίνεται.

### book 575

ἄστυλος οἶκος

### book 576

αἱροῦντες ᾑρήμεσθα

### book 577.1

.. ἅπαντα

### book 577.2

τοῖς

### book 577.3

σοφοῖσιν εὔκολα.

### book 579

εἰς ἀσθενοῦντας ἀσθενῶν ἐλήλυθας.

### book 580.1

κουρήτων

### book 580.2

στόμα

### book 581.1

φόνου

### book 581.2

πτερόν

### book 582

καὶ ζῶν ὁ φαῦλος καὶ θανὼν κολάζεται.

### book 583

ἃ δεῖ γενέσθαι, ταῦτα καὶ γενήσεται.

### book 584

ἀγένειος

### book 585

ἀλεκτορίς

### book 586

ἀμφίκαυτις

### book 587

ἀνώπια

### book 588

ἐριούνης

### book 589

εὐναία

### book 590

Ἥρυλλος

### book 591

καθηγητής

### book 592

μαγείαν

### book 593

μαίμακον

### book 594

οἰκοδέγμων

### book 595

πέλλη

### book 596

περίστασις

### book 597

πολυβέλεμνοι

### book 598

στολοκρατές

### book 599

ταλαπείριος

### book 600

ὑπέρτερος

### book 601

χορταιοβάμων

### book 602

ψυχορροφεῖν

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/tragica-adespota-lament-gyu-aa.json (sha256:003ca492ea0a3ce15ec199a45874fd484a947eb25cdade52b01b0233a869d02a). Cite as `eul_wid: gyu-aa`.
