---
title: Fragments on Rhetoric and Corruption
title_greek: Ἀποσπάσματα περὶ Ῥητορικῆς καὶ Διαφθορᾶς
author: Timocles B Comic Poet
eul_wid: hcq-aa
eul_aid: hcq
canonical: "https://eulogikon.org/grc/timocles-the-comic-poet/rhetoric-corruption"
canonical_json: "https://eulogikon.org/data/works/grc/timocles-the-comic-poet-rhetoric-corruption-hcq-aa.json"
sha256: a621d068112394eebd8be260029fed0651dcbc7d89cfa191fd16a21c3343ff16
period: Classical
dialect: Mixed Dialects (frg)
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Fragments on Rhetoric and Corruption

*Ἀποσπάσματα περὶ Ῥητορικῆς καὶ Διαφθορᾶς*

**Author:** Timocles B Comic Poet

**eul_wid:** `hcq-aa` · [HTML page](https://eulogikon.org/grc/timocles-the-comic-poet/rhetoric-corruption) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/timocles-the-comic-poet-rhetoric-corruption-hcq-aa.json)

## Text

### book 1.1

πῶς ἂν μὲν οὖν σώσειεν ἶβις ἢ κύων; ὅπου γὰρ εἰς

### book 1.2

τοὺς ὁμολογουμένους θεοὺς ἀσεβοῦντες οὐ διδόασιν εὐθέως δίκην, τίν’ αἰελούρου βωμὸς ἐπιτρίψειεν ἄν;

### book 2

καὶ τὸ γλωττοκομεῖον βαλανεύεται.

### book 3.1

γαλεοὺς καὶ βατίδας ὅσα

### book 3.2

τε τῶν γενῶν ἐν ὀξυλιπάρῳ τρίμματι

### book 3.3

σκευάζεται.

### book 4.1

[spk_α]Α. Δημοσθένης τάλαντα

### book 4.2

πεντήκοντ’ ἔχει. Β. μακάριος, εἴπερ μεταδίδωσι μηδενί. Α. καὶ Μοιροκλῆς εἴληφε

### book 4.3

χρυσίον

### book 4.4

πολύ. Β. ἀνόητος ὁ διδούς, εὐτυχὴς δ’ ὁ λαμβάνων.[ln_5]Α. εἴληφε καὶ Δήμων

### book 4.5

τι καὶ Καλλισθένης. Β. πένητες ἦσαν, ὥστε

### book 4.6

συγγνώμην ἔχω. Α. ὅ τ’ ἐν λόγοισι δεινὸς Ὑπερείδης ἔχει. Β. τοὺς ἰχθυοπώλας οὗτος ἡμῖν

### book 4.7

πλουτιεῖ ὀψοφάγος ὥστε

### book 4.8

τοὺς λάρους εἶναι Σύρους.

### book 5.1

οὐδ’ ὁ Χαβρίου Κτήσιππος ἔτι

### book 5.2

τρὶς κείρεται, ἐν

### book 5.3

ταῖς γυναιξὶ λαμπρὸς οὐκ ἐν ἀνδράσιν.

### book 6.1

ὦ ’τάν, ἄκουσον ἤν τί σοι δοκῶ λέγειν. ἄνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει, καὶ πολλὰ λυπήρ’ ὁ βίος ἐν ἑαυτῷ φέρει. παραψυχὰς οὖν

### book 6.2

φροντίδων ἀνεύρετο[ln_5]ταύτας· ὁ γὰρ νοῦς τῶν ἰδίων λήθην λαβὼν

### book 6.3

πρὸς ἀλλοτρίῳ τε

### book 6.4

ψυχαγωγηθεὶς πάθει, μεθ’ ἡδονῆς ἀπῆλθε

### book 6.5

παιδευθεὶς ἅμα. τοὺς γὰρ

### book 6.6

τραγῳδοὺς

### book 6.7

πρῶτον, εἰ βούλει, σκόπει, ὡς ὠφελοῦσι πάντας. ὁ μὲν ὢν γὰρ πένης[ln_10]πτωχότερον αὑτοῦ καταμαθὼν τὸν Τήλεφον γενόμενον ἤδη τὴν

### book 6.8

πενίαν ῥᾷον φέρει. ὁ νοσῶν

### book 6.9

τι μανικὸν Ἀλκμέων’ ἐσκέψατο. ὀφθαλμιᾷ τις, εἰσὶ Φινεῖδαι

### book 6.10

τυφλοί. τέθνηκέ τῳ παῖς, ἡ Νιόβη κεκούφικεν.

### book 6.1

[ln_15]χωλός τίς ἐστι, τὸν

### book 6.2

Φιλοκτήτην ὁρᾷ. γέρων

### book 6.3

τις ἀτυχεῖ, κατέμαθεν τὸν Οἰνέα. ἅπαντα γὰρ τὰ μείζον’ ἢ πέπονθέ τις ἀτυχήματ’ ἄλλοις γεγονότ’ ἐννοούμενος τὰς αὐτὸς αὑτοῦ συμφορὰς ἧττον

### book 6.4

στένει.

### book 7.1

[spk_β]ὁ δ’ Ἀχαρνικὸς

### book 7.2

Τηλέμαχος ἔτι δημηγορεῖ; Β. οὗτος δ’ ἔοικε

### book 7.3

τοῖς νεωνήτοις Σύροις. Α. πῶς; ἢ τί πράττων; βούλομαι γὰρ εἰδέναι. Β. θάργηλον ἀγκάλῃ χύτραν φέρει.

### book 8.1

ἔπειτ’ ἐγὼ παράσιτον ἐπιτρέψω

### book 8.2

τινὶ κακῶς λέγειν; ἥκιστά γ’· οὐδέν ἐστι γὰρ ἐν

### book 8.3

τοῖς

### book 8.4

τοιούτοις

### book 8.5

χρησιμώτερον γένος. εἰ δ’ ἔστι τὸ φιλέταιρον ἕν

### book 8.6

τι τῶν καλῶν,[ln_5]ἀνὴρ

### book 8.7

παράσιτος

### book 8.8

τοῦτο

### book 8.9

ποιεῖ διὰ τέλους. ἐρᾷς, συνεραστὴς ἀπροφάσιστος γίνεται, πράττεις

### book 8.10

τι, πράξει

### book 8.11

συμπαρὼν ὅ τι ἂν δέῃ, δίκαια

### book 8.12

ταὐτὰ τῷ τρέφοντι νενομικώς, ἐπαινέτης θαυμαστὸς οἷος τῶν φίλων.[ln_10]χαίρουσι δείπνων ἡδοναῖς ἀσυμβόλοις· τίς δ’ οὐχὶ θνητῶν; ἢ τίς ἥρως ἢ θεὸς ἀποδοκιμάζει τὴν

### book 8.13

τοιαύτην διατριβήν; ἵνα μὴ δὲ πολλὰ μακρολογῶ δι’ ἡμέρας, τεκμήριόν

### book 8.14

τι παμμέγεθες οἶμαί γ’ ἐρεῖν,

### book 8.1

[ln_15]ὁ τῶν

### book 8.2

παρασίτων ὡς

### book 8.3

τετίμηται βίος· γέρα γὰρ αὐτοῖς

### book 8.4

ταὐτὰ τοῖς τὠλύμπια νικῶσι δίδοται

### book 8.5

χρηστότητος εἵνεκα, σίτησις. οὗ γὰρ μὴ τίθενται

### book 8.6

συμβολαί, πρυτανεῖα

### book 8.7

ταῦτα πάντα

### book 8.8

προσαγορευτέα.

### book 9.1

ὁ Δημοτίων δὲ παραμένειν αὑτῷ δοκῶν τἀργύριον οὐκ ἐφείδετ’, ἀλλὰ παρέτρεφεν τὸν βουλόμενον. ὁ Χαιρεφῶν μὲν

### book 9.2

παντελῶς οἴκαδε βαδίζειν ᾤετ’, ὢ ταλάντατος.[ln_5]καὶ μὴν ἔτι

### book 9.3

τοῦτ’ ἔστιν ἄξιον μόνον, τὸν

### book 9.4

παραμασήτην λαμβάνειν δίκρουν ξύλον· οὔτ’ εὔρυθμος γάρ ἐστιν οὔτ’ ἀχρήματος.

### book 10.1

οἴμοι κακοδαίμων, ὡς ἐρῶ. μὰ τοὺς θεούς, Τιθύμαλλος οὐδεπώποτ’ ἠράσθη

### book 10.2

φαγεῖν οὕτω

### book 10.3

σφόδρ’, οὐδὲ Κόρμος ἱμάτιον λαβεῖν, οὐ Νεῖλος ἄλφιτ’, οὐ Κόρυδος ἀσύμβολος[ln_5]κινεῖν ὀδόντας.

### book 11.1

ἀγορὰν ἰδεῖν εὔοψον εὐποροῦντι μὲν ἥδιστον, ἂν δ’ ἀπορῇ τις ἀθλιώτατον. ὁ γοῦν Κόρυδος ἄκλητος, ὡς ἐμοὶ δοκεῖ, γενόμενος ὠψώνει

### book 11.2

παρ’ αὑτὸν οἴκαδε.[ln_5]ἦν δὲ τὸ πάθος γελοῖον, οἴμοι, τέτταρας

### book 11.3

χαλκοῦς ἔχων ἅνθρωπος, ἐγχέλεις ὁρῶν, θύννεια, νάρκας, καράβους ᾑμωδία. καὶ ταῦτα πάντα μὲν

### book 11.4

περιελθὼν ἤρετο ὁπόσου, πυθόμενος δ’ ἀπέτρεχ’ εἰς τὰς μεμβράδας.

### book 12.1

[spk_β]οὐκοῦν κελεύεις νῦν με πάντα μᾶλλον ἢ τὰ προσόντα

### book 12.2

φράζειν. Β. πάνυ γε. Α. δράσω

### book 12.3

τοῦτό σοι. καὶ πρῶτα μέν

### book 12.4

σοι

### book 12.5

παύσεται Δημοσθένης ὀργιζόμενος. Β. ὁ ποῖος; Α. ὁποῖος; ὁ Βριάρεως,[ln_5]ὁ τοὺς καταπέλτας τάς

### book 12.6

τε λόγχας ἐσθίων, μισῶν λόγους ἄνθρωπος, οὐδὲ πώποτε ἀντίθετον εἰπὼν οὐδέν, ἀλλ’ Ἄρη βλέπων.

### book 13.1

ὡς δ’ ἦν ἠρμένη βίου

### book 13.2

τιθήνη, πολεμία λιμοῦ, φύλαξ

### book 13.3

φιλίας, ἰατρὸς ἐκλύτου βουλιμίας, τράπεζα. Β. περιέργως γε νὴ τὸν οὐρανόν,[ln_5]ἐξὸν

### book 13.4

φράσαι

### book 13.5

τράπεζα

### book 13.6

συντόμως.

### book 14.1

ἡ Πυθιονίκη δ’ ἀσμένως

### book 14.2

σε δέξεται, καί σου κατέδεται

### book 14.3

τυχὸν ἴσως ἃ νῦν ἔχεις λαβὼν

### book 14.4

παρ’ ἡμῶν δῶρ’· ἄπληστός ἐστι γάρ. ὅμως δὲ δοῦναί σοι κέλευσον

### book 14.5

σαργάνας[ln_5]αὐτήν· ταρίχους εὐπόρως γὰρ

### book 14.6

τυγχάνει ἔχουσα καὶ σύνεστι

### book 14.7

σαπέρδαις δυσίν, καὶ ταῦτ’ ἀνάλτοις καὶ πλατυρρύγχοις

### book 14.8

τισίν.

### book 15.1

τόν τ’ ἰχθυόρρουν

### book 15.2

ποταμὸν Ὑπερείδην

### book 15.3

περᾷς, ὃς ἠπίαις

### book 15.4

φωναῖσιν ἔμφρονος λόγου κόμποις

### book 15.5

παφλάζων ἠπίοις

### book 15.6

πυκνώμασιν

### book 15.7

πρὸς

### book 15.8

πανδυσας ἔχει,[ln_5]μισθωτὸς ἄρδει

### book 15.9

πεδία

### book 15.10

τοῦ δεδωκότος.

### book 16.1

ὥστ’ ἔχειν οὐδὲν

### book 16.2

παρ’ ἡμῖν· νυκτερεύσας δ’ ἀθλίως

### book 16.3

πρῶτα μὲν

### book 16.4

σκληρῶς καθεῦδον, εἶτα Θούδιππος βδέων

### book 16.5

παντελῶς ἔπηξεν ἡμᾶς, εἶθ’ ὁ λιμὸς ἥπτετο. ἐφέρετο

### book 16.6

πρὸς Δίωνα τὸν διάπυρον· ἀλλὰ γὰρ[ln_5]οὐδ’ ἐκεῖνος οὐδὲν εἶχε. πρὸς δὲ τὸν

### book 16.7

χρηστὸν δραμὼν

### book 16.8

Τηλέμαχον Ἀχαρνέα

### book 16.9

σωρόν

### book 16.10

τε κυάμων καταλαβὼν ἁρπάσας

### book 16.11

τούτων ἐνέτραγον. ὁ δ’ ὄνος ἡμᾶς ὡς ὁρᾷ, (ὡσπερεὶ) Κηφισόδωρος

### book 16.12

περὶ τὸ βῆμ’, ἐπέρδετο.

### book 18.1

ἤδη

### book 18.2

προσενήνεκται; τί μέλλεις; σπεύδετε, ὦ ’τάν. ὁ γὰρ

### book 18.3

Τιθύμαλλος οὕτως ἀνεβίω κομιδῆ τεθνηκώς, τῶν ἀν’ ὀκτὼ τοὐβολοῦ θέρμους μαλάξας. οὐκ ἀπεκαρτέρησε γὰρ[ln_5]ἐκεῖνος, ἀλλ’ ἐκαρτέρης’, ὦ φίλτατε, πεινῶν.

### book 19

Τιθύμαλλον αὐτὸν καὶ παράσιτον ἀποκαλῶν

### book 20.1

πατάξω τ’ ἴσον ἴσῳ ποτηρίοις μεγάλοις ἅπασαν τὴν ἀλήθειαν

### book 20.2

φράσαι.

### book 21.1

μετὰ τοῦτον αὐτῷ Τηλέμαχος

### book 21.2

συνετύγχανεν. καὶ τοῦτον ἀσπασάμενος ἡδέως πάνυ ἔπειτα ‘χρῆσόν μοι σύ, φησί, τὰς χύτρας ἐν αἷσιν ἧψες

### book 21.3

τοὺς κυάμους.‘ καὶ ταῦτά τε[ln_5]εἴρητο καὶ παριόντα

### book 21.4

Φείδιππον πάνυ τὸν

### book 21.5

Χαιρεφίλου πόρρωθεν ἀπιδὼν τὸν

### book 21.6

παχὺν ἐπόππυς’, εἶτ’ ἐκέλευσε πέμπειν

### book 21.7

σαργάνας.

### book 22

ὅσον τὸ μεταξὺ μετὰ κορίσκης ἢ μετὰ χαμαιτύπης τὴν νύκτα κοιμᾶσθαι, βαβαί. ἡ στιφρότης, τὸ χρῶμα, πνεῦμα, δαίμονες, τὸ μὴ σφόδρ’ εἶναι πάνθ’ ἕτοιμα, δεῖν δέ τι

### book 22.1

[ln_5][spk_β]ἀγωνιᾶσαι καὶ ῥαπισθῆναί τε καὶ πληγὰς λαβεῖν ἁπαλαῖσι

### book 22.2

χερσίν. Β. ἡδύ γε νὴ τὸν Δία τὸν μέγιστον.

### book 23.1

ἀλλ’ ἔγωγ’ ὁ δυστυχὴς

### book 23.2

Φρύνης ἐρασθείς, ἡνίκ’ ἔτι τὴν κάππαριν

### book 23.3

συνέλεγεν οὔπω τ’ εἶχεν ὅσαπερ νῦν ἔχει, πάμπολλ’ ἀναλίσκων ἐφ’ ἑκάστῳ τῆς θύρας[ln_5]ἀπεκλῃόμην.

### book 24.1

ἔπειτα διά τε

### book 24.2

ταῦτ’ ἀναρίστητος ὤν

### book 25.1

περὶ δὲ τὸν

### book 25.2

πανάθλιον εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα, Γνάθαινα, Φρύνη, Πυθιονίκη, Μυρρίνη, Χρυσίς, Κοναλλίς, Ἱερόκλεια, Λοπάδιον.

### book 27.1

εἶθ’ ὁ Καλλιμέδων ἄφνω ὁ Κάραβος

### book 27.2

προσῆλθεν, ἐμβλέπων δ’ ἐμοί, ὡς γοῦν ἐδόκει, πρὸς ἕτερον ἄνθρωπόν

### book 27.3

τινα ἐλάλει, συνιεὶς δ’ οὐδὲν εἰκότως ἐγὼ

### book 27.1

[ln_5][spk_β]ὧν ἔλεγεν ἐπένευον διακενῆς. Β. τῷ δ’ ἄρα βλέπουσι

### book 27.2

χωρὶς καὶ δοκοῦσιν αἱ κόραι.

### book 28.1

πολλοὺς γὰρ ἐνίοθ’ ἡ πενία βιάζεται ἀνάξι’ αὑτῶν ἔργα

### book 28.2

παρὰ φύσιν

### book 28.3

ποιεῖν.

### book 29.1

εὑρήσεις δὲ τῶν ἐπισιτίων

### book 29.2

τούτων

### book 29.3

τιν’, οἳ δειπνοῦσιν ἐσφυδωμένοι τἀλλότρι’, ἑαυτοὺς ἀντὶ κωρύκων λέπειν

### book 29.4

παρέχοντες ἀθληταῖσι.

### book 30.1

ὁ Μισγόλας οὐ προσιέναι

### book 30.2

σοι

### book 30.3

φαίνεται, ἀνθοῦσι

### book 30.4

τοῖς νέοισιν ἠρεθισμένος.

### book 31.1

τοῖς μὲν

### book 31.2

τεθνεῶσιν ἔλεος ἐπιεικὴς θεός, τοῖς ζῶσι δ’ ἕτερον ἀνοσιώτατος

### book 31.3

φθόνος.

### book 32.1

ἀνοίγετ’ ἤδη τὰς θύρας, ἵνα

### book 32.2

πρὸς τὸ φῶς ὦμεν καταφανεῖς μᾶλλον, ἐφοδεύων ἐὰν βούληθ’ ὁ γυναικονόμος τὸν ἀριθμὸν λαμβάνειν, κατὰ τὸν νόμον τὸν καινὸν ὅπερ εἴωθε δρᾶν,[ln_5]τῶν ἑστιωμένων. ἔδει δὲ τοὔμπαλιν τὰς τῶν ἀδείπνων ἐξετάζειν οἰκίας.

### book 33.1

καταμαθὼν δὲ κειμένην θερμὴν

### book 33.2

σκάφην θερμῶν ἰπνιτῶν ἤσθιον.

### book 34.1

ὅστις

### book 34.2

φοβεῖται τὸν

### book 34.3

πατέρα κᾀσχύνεται, οὕτως

### book 34.4

πολίτης ἀγαθὸς ἔσται κατὰ λόγον, καὶ τοὺς

### book 34.5

πολεμίους δυνάμενος κακῶς

### book 34.6

ποιεῖν.

### book 35.1

τἀργύριόν ἐστιν αἷμα καὶ ψυχὴ βροτοῖς. ὅστις δὲ μὴ ἔχει

### book 35.2

τοῦτο μηδ’ ἐκτήσατο, οὗτος μετὰ ζώντων

### book 35.3

τεθνηκὼς

### book 35.4

περιπατεῖ.

### book 36

[spk_β]σῦκ’, ἔλαιον, ἰσχάδας, μέλι. Β. σὺ μὲν εἰρεσιώνην, οὐ γεωργίαν λέγεις.

### book 37.1

Χῖοι

### book 37.2

πολὺ ἄριστ’ ἀνευρήκασιν ὀψαρτυτικήν.

### book 38

μὰ γῆν, μὰ κρήνας, μὰ ποταμούς, μὰ νάματα.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/timocles-the-comic-poet-rhetoric-corruption-hcq-aa.json (sha256:a621d068112394eebd8be260029fed0651dcbc7d89cfa191fd16a21c3343ff16). Cite as `eul_wid: hcq-aa`.
