---
title: Comic Fragments on Demagogues
title_greek: Ἀποσπάσματα περὶ Δημαγωγῶν
author: Timocles B Comic Poet
eul_wid: hcq-ab
eul_aid: hcq
canonical: "https://eulogikon.org/grc/timocles-the-comic-poet/comic-demagogues"
canonical_json: "https://eulogikon.org/data/works/grc/timocles-the-comic-poet-comic-demagogues-hcq-ab.json"
sha256: "4dba9aa797436241250284cd50a5f40273305e80530a56a91ca78811c5787d09"
period: Classical
dialect: Mixed Dialects (frg)
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Comic Fragments on Demagogues

*Ἀποσπάσματα περὶ Δημαγωγῶν*

**Author:** Timocles B Comic Poet

**eul_wid:** `hcq-ab` · [HTML page](https://eulogikon.org/grc/timocles-the-comic-poet/comic-demagogues) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/timocles-the-comic-poet-comic-demagogues-hcq-ab.json)

## Text

### book 1.1

Πῶς ἂν μὲν οὖν σώσειεν ἶβις ἢ κύων; ὅπου γὰρ εἰς

### book 1.2

τοὺς ὁμολογουμένους θεούς ἀσεβοῦντες οὐ διδόασιν εὐθέως δίκην, τίν’ αἰελούρου βωμὸς ἐπιτρίψειεν ἄν;

### book 1.1

Γαλεοὺς καὶ βατίδας ὅσα

### book 1.2

τε τῶν γενῶν ἐν ὀξυλιπάρῳ τρίμματι

### book 1.3

σκευάζεται.

### book 1.1

[spk_α]Α. Δημοσθένης τάλαντα

### book 1.2

πεντήκοντ’ ἔχει. Β. μακάριος, εἴπερ μεταδίδωσι μηδενί. Α. καὶ Μοιροκλῆς εἴληφε

### book 1.3

χρυσίον

### book 1.4

πολύ. Β. ἀνόητος ὁ διδούς, εὐτυχὴς δ’ ὁ λαμβάνων.[ln_5]Α. εἴληφε καὶ Δήμων

### book 1.5

τι καὶ Καλλισθένης. Β. πένητες ἦσαν, ὥστε

### book 1.6

συγγνώμην ἔχω. Α. ὅ τ’ ἐν λόγοισι δεινὸς Ὑπερείδης ἔχει. Β. τοὺς ἰχθυοπώλας οὗτος ἡμῖν

### book 1.7

πλουτιεῖ, ὀψοφάγος ὥστε

### book 1.8

τοὺς λάρους εἶναι Σύρους.

### book 1.1

Οὐδ’ ὁ Χαβρίου Κτήσιππος ἔτι

### book 1.2

τρὶς κείρεται, ἐν

### book 1.3

ταῖς γυναιξὶ λαμπρὸς οὐκ ἐν ἀνδράσιν.

### book 1.1

Ὦ τᾶν, ἄκουσον ἤν τί σοι μέλλω λέγειν. ἄνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει, καὶ πολλὰ λυπήρ’ ὁ βίος ἐν ἑαυτῷ φέρει. παραψυχὰς οὖν

### book 1.2

φροντίδων ἀνεύρατο[ln_5]ταύτας· ὁ γὰρ νοῦς τῶν ἰδίων λήθην λαβών

### book 1.3

πρὸς ἀλλοτρίῳ τε

### book 1.4

ψυχαγωγηθεὶς πάθει, μεθ’ ἡδονῆς ἀπῆλθε

### book 1.5

παιδευθεὶς ἅμα. τοὺς γὰρ

### book 1.6

τραγῳδοὺς

### book 1.7

πρῶτον, εἰ βούλει, σκόπει ὡς ὠφελοῦσι πάντας. ὁ μὲν ὢν γὰρ πένης[ln_10]πτωχότερον αὑτοῦ καταμαθὼν τὸν Τήλεφον γενόμενον ἤδη τὴν

### book 1.8

πενίαν ῥᾷον φέρει. ὁ νοσῶν

### book 1.9

τι μανικὸν Ἀλκμέων’ ἐσκέψατο. ὀφθαλμιᾷ τις, εἰσὶ Φινεῖδαι

### book 1.10

τυφλοί. τέθνηκέ τῳ παῖς, ἡ Νιόβη κεκούφικεν.

### book 1.1

[ln_15]χωλός τίς ἐστι, τὸν

### book 1.2

Φιλοκτήτην ὁρᾷ. γέρων

### book 1.3

τις ἀτυχεῖ, κατέμαθεν τὸν Οἰνέα. ἅπαντα γὰρ τὰ μείζον’ ἢ πέπονθέ τις ἀτυχήματ’ ἄλλοις γεγονότ’ ἐννοούμενος τὰς αὐτὸς αὑτοῦ συμφορὰς ἧττον

### book 1.4

στένει.

### book 1.1

[spk_α]Α. Ὁ δ’ Ἀχαρνικὸς

### book 1.2

Τηλέμαχος ἔτι δημηγορεῖ; Β. οὗτος δ’ ἔοικε

### book 1.3

τοῖς νεωνήτοις Σύροις. Α. πῶς ἢ τί πράττων; βούλομαι γὰρ εἰδέναι. Β. θάργηλον οὗτος ἀγκάλῃ χύτραν φέρει.

### book 1.1

Ἔπειτ’ ἐγὼ παράσιτον ἐπιτρέψω

### book 1.2

τινὶ κακῶς λέγειν; ἥκιστά γ’· οὐδέν ἐστι γὰρ ἐν

### book 1.3

τοῖς

### book 1.4

τοιούτοις

### book 1.5

χρησιμώτερον γένος. εἰ δ’ ἔστι τὸ φιλέταιρον ἕν

### book 1.6

τι τῶν καλῶν,[ln_5]ἀνὴρ

### book 1.7

παράσιτος

### book 1.8

τοῦτο

### book 1.9

ποιεῖ διὰ τέλους. ἐρᾷς, συνεραστὴς ἀπροφάσιστος γίγνεται. πράττεις

### book 1.10

τι, πράξει

### book 1.11

συμπαρὼν ὅ τι ἂν δέῃ, δίκαια

### book 1.12

ταὐτὰ τῷ τρέφοντι νενομικώς, ἐπαινέτης θαυμαστὸς οἷος τῶν φίλων.[ln_10]χαίρουσι δείπνων ἡδοναῖς ἀσυμβόλοις. τίς δ’ οὐχὶ θνητῶν; ἢ τίς ἥρως ἢ θεὸς ἀποδοκιμάζει τὴν

### book 1.13

τοιαύτην διατριβήν; ἵνα μὴ δὲ πολλὰ μακρολογῶ δι’ ἡμέρας, τεκμήριόν

### book 1.14

τι παμμέγεθες οἶμαί γ’ ἐρεῖν,

### book 1.1

[ln_15]ὁ τῶν

### book 1.2

παρασίτων ὡς

### book 1.3

τετίμηται βίος· γέρα γὰρ αὐτοῖς

### book 1.4

ταὐτὰ τοῖς τὠλύμπια νικῶσι δίδοται

### book 1.5

χρηστότητος οὕνεκα, σίτησις. οὗ γὰρ μὴ τίθενται

### book 1.6

συμβολαί, πρυτανεῖα

### book 1.7

ταῦτα πάντα

### book 1.8

προσαγορεύεται.

### book 1.1

Οἴμοι κακοδαίμων, ὡς ἐρῶ. μὰ τοὺς θεούς, Τιθύμαλλος οὐδεπώποτ’ ἠράσθη

### book 1.2

φαγεῖν οὕτω

### book 1.3

σφόδρ’, οὐδὲ Κόρμος ἱμάτιον λαβεῖν, οὐ Νεῖλος ἄλφιτ’, οὐ Κόρυδος ἀσύμβολος[ln_5]κινεῖν ὀδόντας.

### book 2.1

Ὁ Δημοτίων δὲ παραμενεῖν αὑτῷ δοκῶν τἀργύριον οὐκ ἐφείδετ’, ἀλλὰ παρέτρεφεν τὸν βουλόμενον. ὁ Χαιρεφῶν μὲν

### book 2.2

παντελῶς οἴκαδε βαδίζειν ᾤετ’, ὢ ταλάντατος.[ln_5]καὶ μὴν ἔτι

### book 2.3

τοῦτ’ ἔστιν ἄξιον μόνον, τὸν

### book 2.4

παραμασήτην λαμβάνει δίκρουν ξύλον· οὔτ’ εὔρυθμος γάρ ἐστιν οὔτ’ ἀχρήματος.

### book 1.1

Ἀγορὰν ἰδεῖν εὔοψον εὐποροῦντι μὲν ἥδιστον, ἂν δ’ ἀπορῇ τις ἀθλιώτατον. ὁ γοῦν Κόρυδος ἄκλητος, ὡς ἐμοὶ δοκεῖ, γενόμενος ὠψώνει

### book 1.2

παρ’ αὑτὸν οἴκαδε.[ln_5]ἦν δὲ τὸ πάθος γελοῖον, οἴμοι, τέτταρας

### book 1.3

χαλκοῦς ἔχων ἄνθρωπος, ἐγχέλεις ὁρῶν θύννεια νάρκας καράβους· ᾑμωδία. καὶ ταῦτα πάντα μὲν

### book 1.4

περιελθὼν ἤρετο ὁπόσου, πυθόμενος δ’ ἀπέτρεχ’ εἰς τὰς μεμβράδας.

### book 1.1

[spk_β]Οὐκοῦν κελεύεις νῦν με πάντα μᾶλλον ἢ τὰ προσόντα

### book 1.2

φράζειν. πάνυ γε δράσω

### book 1.3

τοῦτό σοι. Β. καὶ πρῶτα μέν

### book 1.4

σοι

### book 1.5

παύσεται Δημοσθένης ὀργιζόμενος. Α. ὁ ποῖος; Β. ὁποῖος; ὁ Βριάρεως,[ln_5]ὁ τοὺς καταπέλτας τάς

### book 1.6

τε λόγχας ἐσθίων, μισῶν λόγους ἄνθρωπος, οὐδὲ πώποτε ἀντίθετον εἰπὼν οὐδέν, ἀλλ’ Ἄρη βλέπων.

### book 2.1

Ὡς δ’ ἦν ἠρμένη βίου

### book 2.2

τιθήνη, πολεμία λιμοῦ, φύλαξ

### book 2.3

φιλίας, ἰατρὸς ἐκλύτου βουλιμίας, τράπεζα. Β. περιέργως γε νὴ τὸν οὐρανόν,[ln_5]ἐξὸν

### book 2.4

φράσαι

### book 2.5

τράπεζα

### book 2.6

συντόμως.

### book 1.1

Ἄνυτος ὁ παχὺς

### book 1.2

πρὸς

### book 1.3

Πυθιονίκην ὅταν ἐλθὼν φάγῃ τι· καλεῖ γὰρ αὐτόν, ὥς

### book 1.4

φασιν, ὁπόταν

### book 1.5

Χαιρεφίλου

### book 1.6

τοὺς δύο

### book 1.7

σκόμβρους ξενίσῃ μεγάλους ἡδομένη.

### book 2.1

Ἡ Πυθιονίκη δ’ ἀσμένως

### book 2.2

σε δέξεται, καί σου κατέδεται

### book 2.3

τυχὸν ἴσως ἃ νῦν ἔχεις λαβὼν

### book 2.4

παρ’ ἡμῶν δῶρ’· ἄπληστός ἐστι γάρ, ὅμως δὲ δοῦναί σοι κέλευσον

### book 2.5

σαργάνας[ln_5]αὐτήν· ταρίχους εὐπόρως γὰρ

### book 2.6

τυγχάνει ἔχουσα καὶ σύνεστι

### book 2.7

σαπέρδαις δυσίν, καὶ ταῦτ’ ἀνάλτοις καὶ πλατυρρύγχοις

### book 2.8

τισίν.

### book 3.1

Τόν τ’ ἰχθυόρρουν

### book 3.2

ποταμὸν Ὑπερείδην πέρα, ὃς ἠπίαις

### book 3.3

φωναῖσιν ἔμφρονος λόγου κόμποις

### book 3.4

παφλάζων ἡπίοις

### book 3.5

πυκνώμασιν

### book 3.6

πρὸς πᾶν δύσας ἔχει,[ln_5]μισθωτὸς ἄρδει

### book 3.7

πεδία

### book 3.8

τοῦ δεδωκότος.

### book 4.1

Ὥστ’ ἔχειν οὐδὲν

### book 4.2

παρ’ ἡμῖν· νυκτερεύσας δ’ ἀθλίως

### book 4.3

πρῶτα μὲν

### book 4.4

σκληρῶς καθεῦδον, εἶτα Θούδιππος ὁ λέων

### book 4.5

παντελῶς ἔπηξεν ἡμᾶς, εἶθ’ ὁ λιμὸς ἥπτετο. ἐφέρετο

### book 4.6

πρὸς Δίωνα τὸν διάπυρον· ἀλλὰ γὰρ[ln_5]οὐδ’ ἐκεῖνος οὐδὲν εἶχε. πρὸς δὲ τὸν

### book 4.7

χρηστὸν δραμὼν

### book 4.8

Τηλέμαχον Ἀχαρνέα

### book 4.9

σωρόν

### book 4.10

τε κυάμων καταλαβὼν ἁρπάσας

### book 4.11

τούτων ἐνέτραγον. ὁ δ’ ὄνος ἡμᾶς ὡς ὁρᾷ, [ὡσπερεὶ] Κηφισόδωρος

### book 4.12

περὶ τὸ βῆμ’ ἐπέρδετο.

### book 1.1

Ἤδη

### book 1.2

προσενήνεκται. τί μέλλεις; σπεύδετε, ὦ τᾶν. ὁ γὰρ

### book 1.3

Τιθύμαλλος οὕτως ἀνεβίω κομιδῇ τεθνηκώς, τῶν ἀν’ ὀκτὼ τοὐβολοῦ θέρμους μαλάξας. οὐκ ἀπεκαρτέρησε γὰρ[ln_5]ἐκεῖνος, ἀλλ’ ἐκαρτέρης’, ὦ φίλτατε, πίνων.

### book 1

Τιθύμαλλον αὐτὸν καὶ παράσιτον ἀποκαλῶν.

### book 1.1

Πατάξω τ’ ἴσον ἴσῳ ποτηρίοις μεγάλοις ἅπασαν τὴν ἀλήθειαν

### book 1.2

φράσαι.

### book 1.1

Μετὰ τοῦτον αὐτῷ Τηλέμαχος

### book 1.2

συνετύγχανεν. καὶ τοῦτον ἀσπασάμενος ἡδέως πάνυ ἔπειτα „χρῆσόν μοι σύ, φησί, τὰς χύτρας ἐν αἷσιν ἧψες

### book 1.3

τοὺς κυάμους.“ καὶ ταῦτά τε[ln_5]εἴρητο καὶ παριόντα

### book 1.4

Φείδιππον πάνυ τὸν

### book 1.5

Χαιρεφίλου πόρρωθεν ἀπιδὼν τὸν

### book 1.6

παχὺν ἐπόππυσεν, εἶτ’ ἐκέλευσε πέμπειν

### book 1.7

σαργάνας.

### book 1.1

Ὅσον τὸ μεταξὺ μετὰ κορίσκης ἢ μετὰ χαμαιτύπης τὴν νύκτα κοιμᾶσθαι, βαβαί. ἡ στιφρότης, τὸ χρῶμα, πνεῦμα, δαίμονες, τό τε μὴ σφόδρ’ εἶναι πάνθ’ ἕτοιμα, δεῖν δέ τι[ln_5]ἀγωνιᾶσαι καὶ ῥαπισθῆναί τε καὶ πληγὰς λαβεῖν ἁπαλαῖσι

### book 1.2

χερσίν· ἡδύ γε νὴ τὸν Δία τὸν μέγιστον.

### book 1.1

Ἀλλ’ ἔγωγ’ ὁ δυστυχὴς

### book 1.2

Φρύνης ἐρασθείς, ἡνίκ’ ἔτι τὴν κάππαριν

### book 1.3

συνέλεγεν οὔπω τ’ εἶχεν ὅσαπερ νῦν ἔχει, πάμπολλ’ ἀναλίσκων ἐφ’ ἑκάστῳ τῆς θύρας[ln_5]ἀπεκλειόμην.

### book 2.1

Ἔπειτα διά τε

### book 2.2

ταῦτ’ ἀναρίστητος ὤν.

### book 1.1

Περὶ δὲ τὸν

### book 1.2

πανάθλιον εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα, Γνάθαινα, Φρύνη, Πυθιονίκη, Μυρρίνη, Χρυσίς, Κοναλλίς, Ἱερόκλεια, Λοπάδιον.

### book 1.1

Εἶθ’ ὁ Καλλιμέδων ἄφνω ὁ Κάραβος

### book 1.2

προσῆλθεν, ἐμβλέπων δ’ ἐμοί, ὡς γοῦν ἐδόκει, πρὸς ἕτερον ἄνθρωπόν

### book 1.3

τινα ἐλάλει, συνιεὶς δ’ οὐδὲν εἰκότως ἐγώ[ln_5]ὧν ἔλεγεν ἐπένευον διακενῆς· τῷ δ’ ἄρα βλέπουσι

### book 1.4

χωρὶς καὶ δοκοῦσιν αἱ κόραι.

### book 1.1

Πολλοὺς γὰρ ἐνίοθ’ ἡ πενία βιάζεται ἀνάξι’ αὑτῶν ἔργα

### book 1.2

παρὰ φύσιν

### book 1.3

ποιεῖν.

### book 1.1

Εὑρήσεις δὲ τῶν ἐπισιτίων

### book 1.2

τούτων

### book 1.3

τινάς, οἳ δειπνοῦσιν ἐσφυδωμένοι τἀλλότρι’, ἑαυτοὺς ἀντὶ κωρύκων δέρειν

### book 1.4

παρέχοντες ἀθληταῖσιν.

### book 1.1

Ὁ Μισγόλας οὐ προσιέναι

### book 1.2

σοι

### book 1.3

φαίνεται, ἀνθοῦσι

### book 1.4

τοῖς νέοισιν ἠρεθισμένος.

### book 1.1

Τοῖς μὲν

### book 1.2

τεθνεῶσιν ἔλεος ἐπιεικὴς θεός, τοῖς ζῶσι δ’ ἕτερον ἀνοσιώτατον

### book 1.3

φθόνος.

### book 1.1

Ἀνοίγετ’ ἤδη τὰς θύρας, ἵνα

### book 1.2

πρὸς τὸ φῶς ὦμεν καταφανεῖς μᾶλλον, ἐφοδεύων ἐὰν βούληθ’ ὁ γυναικονόμος τὸν ἀριθμὸν λαμβάνειν, κατὰ τὸν νόμον τὸν καινὸν ὅπερ εἴωθε δρᾶν,[ln_5]τῶν ἑστιωμένων. ἔδει δὲ τοὔμπαλιν τὰς τῶν ἀδείπνων ἐξετάζειν οἰκίας.

### book 1.1

Καταμαθὼν δὲ κειμένην θερμὴν

### book 1.2

σκάφην θερμῶν ἰπνιτῶν ἤσθιον.

### book 1.1

Ὅστις

### book 1.2

φοβεῖται τὸν

### book 1.3

πατέρα κᾀσχύνεται, οὗτος

### book 1.4

πολίτης ἀγαθὸς ἔσται κατὰ λόγον, καὶ τοὺς

### book 1.5

πολεμίους δυνάμενος κακῶς

### book 1.6

ποιεῖν.

### book 2.1

Τἀργύριόν ἐστιν αἷμα καὶ ψυχὴ βροτοῖς. ὅστις δὲ μὴ ἔχει

### book 2.2

τοῦτο μηδ’ ἐκτήσατο, οὗτος μετὰ ζώντων

### book 2.3

τεθνηκὼς

### book 2.4

περιπατεῖ.

### book 3.1

Χῖοι

### book 3.2

πολὺ ἄριστ’ ἀνευρήκασιν ὀψαρτυτικήν.

### book 4

Μὰ γῆν, μὰ κρήνας, μὰ ποταμούς, μὰ νάματα.

### book 5

Σῦκ’ ἔλαιον ἰσχάδας μέλι.

### book 5

[spk_β]Β. σὺ μὲν εἰρεσιώνην οὐ γεωργίαν λέγεις.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/timocles-the-comic-poet-comic-demagogues-hcq-ab.json (sha256:4dba9aa797436241250284cd50a5f40273305e80530a56a91ca78811c5787d09). Cite as `eul_wid: hcq-ab`.
