---
title: Dubious Fragments
title_greek: Ἀποσπάσματα ἀμφίβολα
author: Theognis of Megara
eul_wid: bbs-ab
eul_aid: bbs
canonical: "https://eulogikon.org/grc/theognis-of-megara/dubious"
canonical_json: "https://eulogikon.org/data/works/grc/theognis-of-megara-dubious-bbs-ab.json"
sha256: f091f2097f4a55f4ece1c8a8f9ac7e20f0a6eeb0ec837dabda598445210ab231
period: Archaic
dialect: Ionic Elegiac
domain: History
format: Prose
license: CC0-1.0
---

# Dubious Fragments

*Ἀποσπάσματα ἀμφίβολα*

**Author:** Theognis of Megara

**eul_wid:** `bbs-ab` · [HTML page](https://eulogikon.org/grc/theognis-of-megara/dubious) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/theognis-of-megara-dubious-bbs-ab.json)

## Text

### 1

ὑμεῖς δ’, ὦ Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέταρτοι οὔτε δυωδέκατοι οὔτ’ ἐν λόγωι οὔτ’ ἐν ἀριθμῶι.

### 2

... φόρμιγγα ἄχορδον ...

### 3

† βόμβων † ἐπαινήσω, 〈Πολυπαίδη〉 ...

### 4

Μήποτέ μοι πενίην θυμοφθόρον ἀνδρὶ χαλεφθείς, μηδ’ ἀχρημοσύνην, Κύρνε, κακὴν πρόφερε. Ζεὺς γάρ τοι τὸ τάλαντον ἐπιρρέπει ἄλλοτε ἄλλως, ἄλλοτε μὲν πλουτεῖν, ἄλλοτε μηδὲν ἔχειν.

### 4

χρὴ δ’ ἀεὶ κατὰ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης δίζεσθαι χαλεπῆς, Κύρνε, λύσιν πενίης.

### 5

Κύρν’, ἀγαθὸς μὲν ἀνὴρ γνώμην ἔχει ἔμπεδον αἰεί, τολμᾶι δ’ ἔν τ’ ἀγαθοῖς κείμενος ἔν τε κακοῖς. εἰ δὲ θεὸς κακῶι ἀνδρὶ βίον καὶ πλοῦτον ὀπάσσηι ἀφραίνων βίοτον οὐ δύναται κατέχειν.

### 6

Πολλοῖς’ ἀνθρώπων γλώσσηι θύρα οὐκ ἐπίκειται ἁρμοδίη, καί σφιν πόλλ’ ἀλάλητα πέλει. πολλάκι γὰρ τὸ κακὸν κατακείμενον ἔνδοθεν ἦλθεν· ἐσθλὸν δ’ ἐξελθεῖν λώιον ἢ τὸ κακόν.

### 7

Ἐν πυρὶ μὲν χρυσόν τε καὶ ἄργυρον ἴδριες ἄνδρες γινώσκους’, ἀνδρὸς δ’ οἶνος ἔδειξε νόον, καὶ μάλα περ πινυτοῦ· κακότητα δὲ πᾶσαν ἐλέγχει, ὥστε καταισχύνειν καὶ τὸν ἐόντα σοφόν.

### 8

Οἶνος πινόμενος πολὺς κακός· ἢν δέ τις αὐτὸν πίνηι ἐπισταμένως, οὐ κακός, ἀλλ’ ἀγαθός.

### 9

Οὐδένα θησαυρὸν καταθήσεαι ἔνδον ἀμείνω αἰδοῦς, ἢν ἀγαθοῖς’ ἀνδράσι, Κύρνε, διδῶις.

### 10

Χρῆμα γυναικὸς ἀνὴρ ἐσθλῆς λαίζεται οὐδὲν κάλλιον, 〈οὐδέ ποτ’ αὖ ῥίγιον ἄλλο κακῆς.〉

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/theognis-of-megara-dubious-bbs-ab.json (sha256:f091f2097f4a55f4ece1c8a8f9ac7e20f0a6eeb0ec837dabda598445210ab231). Cite as `eul_wid: bbs-ab`.
