---
title: Epigrams
title_greek: Ἐπιγράμματα
author: Theocritus of Syracuse
eul_wid: izc-aa
eul_aid: izc
canonical: "https://eulogikon.org/grc/theocritus-of-syracuse/epigrams-aa"
canonical_json: "https://eulogikon.org/data/works/grc/theocritus-of-syracuse-epigrams-aa-izc-aa.json"
sha256: d9e90c971e52d690797b546d9202f33f8c331ef3d708acc65272abf7e1c3398b
period: Hellenistic
dialect: Doric Bucolic
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Epigrams

*Ἐπιγράμματα*

**Author:** Theocritus of Syracuse

**eul_wid:** `izc-aa` · [HTML page](https://eulogikon.org/grc/theocritus-of-syracuse/epigrams-aa) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/theocritus-of-syracuse-epigrams-aa-izc-aa.json)

## Text

### book 1

Τὰ ῥόδα τὰ δροσόεντα καὶ ἁ κατάπυκνος ἐκείνα ἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσιν· ταὶ δὲ μελάμφυλλοι δάφναι τίν, Πύθιε Παιάν, Δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάισεν· βωμὸν δ’ αἱμάξει κεραὸς τράγος οὗτος ὁ μαλός τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα.

### book 2

Δάφνις ὁ λευκόχρως, ὁ καλᾷ σύριγγι μελίσδων βουκολικοὺς ὕμνους, ἄνθετο Πανὶ τάδε, τοὺς τρητοὺς δόνακας, τὸ λαγωβόλον, ὀξὺν ἄκοντα, νεβρίδα, τὰν πήραν ᾇ ποκ’ ἐμαλοφόρει.

### book 3

Εὕδεις φυλλοστρῶτι πέδῳ, Δάφνι, σῶμα κεκμακός ἀμπαύων, στάλικες δ’ ἀρτιπαγεῖς ἀν’ ὄρη· ἀγρεύει δέ τυ Πὰν καὶ ὁ τὸν κροκόεντα Πρίηπος κισσὸν ἐφ’ ἱμερτῷ κρατὶ καθαπτόμενος, ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε, φεῦγε μεθεὶς ὕπνου κῶμα † καταγρόμενον.

### book 4

Τήναν τὰν λαύραν τόθι ταὶ δρύες, αἰπόλε, κάμψας σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον ἀσκελὲς αὐτόφλοιον ἀνούατον, ἀλλὰ φάλητι παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν. σακὸς δ’ εὐίερος περιδέδρομεν, ἀέναον δέ ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ, ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι ἄμπελος, εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη. ξουθαὶ δ’ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσι μέλπουσαι στόμασιν τὰν μελίγαρυν ὄπα. ἕζεο δὴ τηνεὶ καὶ τῷ χαρίεντι Πριήπῳ εὔχε’ ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους,

### book 4

κεὐθὺς ἐπιρρέξειν χίμαρον καλόν. ἢν δ’ ἀνανεύσῃ, τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι· ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω σακίταν. ἀίοι δ’ εὐμενέως ὁ θεός.

### book 5

Λῇς ποτὶ τᾶν Νυμφᾶν διδύμοις αὐλοῖσιν ἀεῖσαι ἁδύ τί μοι; κἠγὼ πακτίδ’ ἀειράμενος ἀρξεῦμαί τι κρέκειν, ὁ δὲ βουκόλος ἄμμιγα θέλξει Δάφνις κηροδέτῳ πνεύματι μελπόμενος. ἐγγὺς δὲ στάντες λασίας δρυὸς ἄντρου ὄπισθεν Πᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου.

### book 6

Ἆ δείλαιε τὺ Θύρσι, τί τὸ πλέον εἰ κατατάξεις δάκρυσι διγλήνους ὦπας ὀδυρόμενος; οἴχεται ἁ χίμαρος, τὸ καλὸν τέκος, οἴχετ’ ἐς Ἅιδαν· τραχὺς γὰρ χαλαῖς ἀμφεπίαξε λύκος. αἱ δὲ κύνες κλαγγεῦντι· τί τὸ πλέον, ἁνίκα τήνας ὀστίον οὐδὲ τέφρα λείπεται οἰχομένας;

### book 7

Νήπιον υἱὸν ἔλειπες, ἐν ἁλικίᾳ δὲ καὶ αὐτός, Εὐρύμεδον, τύμβου τοῦδε θανὼν ἔτυχες. σοὶ μὲν ἕδρα θείοισι μετ’ ἀνδράσι· τὸν δὲ πολῖται τιμασεῦντι πατρὸς μνώμενοι ὡς ἀγαθοῦ.

### book 8

Ἦλθε καὶ ἐς Μίλητον ὁ τοῦ Παιήονος υἱός, ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος Νικίᾳ, ὅς μιν ἐπ’ ἦμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται, καὶ τόδ’ ἀπ’ εὐώδους γλύψατ’ ἄγαλμα κέδρου, Ἠετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστάς μισθόν· ὃ δ’ εἰς ἔργον πᾶσαν ἀφῆκε τέχνην.

### book 9

Ξεῖνε, Συρακόσιός τοι ἀνὴρ τόδ’ ἐφίεται Ὄρθων· χειμερίας μεθύων μηδαμὰ νυκτὸς ἴοις. καὶ γὰρ ἐγὼ τοιοῦτον ἔχω πότμον, ἀντὶ δὲ πολλᾶς πατρίδος ὀθνείαν κεῖμαι ἐφεσσάμενος.

### book 10

Ὑμῖν τοῦτο, θεαί, κεχαρισμένον ἐννέα πάσαις τὤγαλμα Ξενοκλῆς θῆκε τὸ μαρμάρινον, μουσικός· οὐχ ἑτέρως τις ἐρεῖ. σοφίῃ δ’ ἐπὶ τῇδε αἶνον ἔχων Μουσέων οὐκ ἐπιλανθάνεται.

### book 11

Εὐσθένεος τὸ μνῆμα· φυσιγνώμων † ὁ σοφιστής δεινὸς ἀπ’ ὀφθαλμοῦ καὶ τὸ νόημα μαθεῖν. εὖ μιν ἔθαψαν ἑταῖροι ἐπὶ ξείνης ξένον ὄντα, χὐμνοθέτης αὐτοῖς δαιμονίως φίλος ἦν. πάντων ὧν ἐπέοικε λάχεν τεθνεὼς ὁ σοφιστής· καίπερ ἄκικυς ἐὼν εἶχ’ ἄρα κηδεμόνας.

### book 12

Δαμομένης ὁ χοραγός, ὁ τὸν τρίποδ’, ὦ Διόνυσε, καὶ σὲ τὸν ἅδιστον θεῶν μακάρων ἀναθείς, μέτριος ἦν ἐν πᾶσι, χορῷ δ’ ἐκτάσατο νίκαν ἀνδρῶν, καὶ τὸ καλὸν καὶ τὸ προσῆκον ὁρῶν.

### book 13

Ἁ Κύπρις οὐ πάνδαμος. ἱλάσκεο τὰν θεὸν εἰπών οὐρανίαν, ἁγνᾶς ἄνθεμα Χρυσογόνας οἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα καὶ βίον εἶχε ξυνόν· ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν ἐκ σέθεν ἀρχομένοις, ὦ πότνια· κηδόμενοι γάρ ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί.

### book 14

Ἀστοῖς καὶ ξείνοισιν ἴσον νέμει ἥδε τράπεζα· θεὶς ἀνελεῦ ψήφου πρὸς λόγον ἑλκομένης. ἄλλος τις πρόφασιν λεγέτω· τὰ δ’ ὀθνεῖα Κάικος χρήματα καὶ νυκτὸς βουλομένοις ἀριθμεῖ.

### book 15

Γνώσομαι εἴ τι νέμεις ἀγαθοῖς πλέον ἢ καὶ ὁ δειλός ἐκ σέθεν ὡσαύτως ἶσον, ὁδοιπόρ’, ἔχει. ‘χαιρέτω οὗτος ὁ τύμβοσ‘, ἐρεῖς, ‘ἐπεὶ Εὐρυμέδοντος κεῖται τῆς ἱερῆς κοῦφος ὑπὲρ κεφαλῆς.‘

### book 16

Ἡ παῖς ᾤχετ’ ἄωρος ἐν ἑβδόμῳ ἥδ’ ἐνιαυτῷ εἰς Ἀίδην πολλῆς ἡλικίης προτέρη, δειλαίη, ποθέουσα τὸν εἰκοσάμηνον ἀδελφόν, νήπιον ἀστόργου γευσάμενον θανάτου. αἰαῖ ἐλεινὰ παθοῦσα Περιστερή, ὡς ἐν ἑτοίμῳ ἀνθρώποις δαίμων θῆκε τὰ λυγρότατα.

### book 17

Θᾶσαι τὸν ἀνδριάντα τοῦτον, ὦ ξένε, σπουδᾷ, καὶ λέγ’ ἐπὴν ἐς οἶκον ἔνθῃς· ‘Ἀνακρέοντος εἰκόν’ εἶδον ἐν Τέῳ τῶν πρόσθ’ εἴ τι περισσὸν ᾠδοποιῶν.‘ προσθεὶς δὲ χὤτι τοῖς νέοισιν ἅδετο, ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα.

### book 18

Ἅ τε φωνὰ Δώριος χὠνὴρ ὁ τὰν κωμῳδίαν [para]εὑρὼν Ἐπίχαρμος. ὦ Βάκχε, χάλκεόν νιν ἀντ’ ἀλαθινοῦ [para]τὶν ὧδ’ ἀνέθηκαν τοὶ Συρακούσσαις ἐνίδρυνται, πελωρίστᾳ πόλει, οἷ’ ἄνδρα πολίταν. σοφῶν ἔοικε ῥημάτων μεμναμένους [para]τελεῖν ἐπίχειρα· πολλὰ γὰρ ποττὰν ζόαν τοῖς παισὶν εἶπε χρήσιμα. μεγάλα χάρις αὐτῷ.

### book 19

Ὁ μουσοποιὸς ἐνθάδ’ Ἱππῶναξ κεῖται. εἰ μὲν πονηρός, μὴ προσέρχευ τῷ τύμβῳ· εἰ δ’ ἐσσὶ κρήγυός τε καὶ παρὰ χρηστῶν, θαρσέων καθίζευ, κἢν θέλῃς ἀπόβριξον.

### book 20

Ὁ μικκὸς τόδ’ ἔτευξε τᾷ Θραΐσσᾳ Μήδειος τὸ μνᾶμ’ ἐπὶ τᾷ ὁδῷ κἠπέγραψε Κλείτας. ἕξει τὰν χάριν ἁ γυνὰ ἀντὶ τήνων ὧν τὸν κῶρον ἔθρεψε· τί μάν; ἔτι χρησίμα καλεῖται.

### book 21

Ἀρχίλοχον καὶ στᾶθι καὶ εἴσιδε τὸν πάλαι ποιητάν τὸν τῶν ἰάμβων, οὗ τὸ μυρίον κλέος διῆλθε κἠπὶ νύκτα καὶ ποτ’ ἀῶ. ἦ ῥά νιν αἱ Μοῖσαι καὶ ὁ Δάλιος ἠγάπευν Ἀπόλλων, ὣς ἐμμελής τ’ ἐγένετο κἠπιδέξιος ἔπεά τε ποιεῖν πρὸς λύραν τ’ ἀείδειν.

### book 22

Τὸν τοῦ Ζανὸς ὅδ’ ὑμὶν υἱὸν ὡνήρ τὸν λεοντομάχαν, τὸν ὀξύχειρα, πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶν Πείσανδρος συνέγραψεν οὑκ Καμίρου, χὤσσους ἐξεπόνασεν εἶπ’ ἀέθλους. τοῦτον δ’ αὐτὸν ὁ δᾶμος, ὡς σάφ’ εἰδῇς, ἔστας’ ἐνθάδε χάλκεον ποήσας πολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς. — — —

### book 23

Αὐδήσει τὸ γράμμα, τί σᾶμά τε καὶ τίς ὑπ’ αὐτῷ. Γλαύκης εἰμὶ τάφος τῆς ὀνομαζομένης.

### book 24

Ἀρχαῖα τὠπόλλωνι τἀναθήματα ὑπῆρχεν· ἡ βάσις δὲ τοῖς μὲν εἴκοσι, τοῖς δ’ ἑπτά, τοῖς δὲ πέντε, τοῖς δὲ δώδεκα, τοῖς δὲ διηκοσίοισι νεωτέρη ἥδ’ ἐνιαυτοῖς· τοσσόσδ’ ἀριθμὸς ἐξέβη μετρούμενος.

### book 25*

Ἄνθρωπε, ζωῆς περιφείδεο μηδὲ παρ’ ὥρην ναυτίλος ἴσθι· καὶ ὣς οὐ πολὺς ἀνδρὶ βίος. δείλαιε Κλεόνικε, σὺ δ’ εἰς λιπαρὴν Θάσον ἐλθεῖν ἠπείγευ Κοίλης ἔμπορος ἐκ Συρίης, ἔμπορος, ὦ Κλεόνικε· δύσιν δ’ ὑπὸ Πλειάδος αὐτήν ποντοπορῶν αὐτῇ Πλειάδι συγκατέδυς.

### book 26*

Βουκολικαὶ Μοῖσαι σποράδες ποκά, νῦν δ’ ἅμα πᾶσαι ἐντὶ μιᾶς μάνδρας, ἐντὶ μιᾶς ἀγέλας.

### book 27*

Ἄλλος ὁ Χῖος, ἐγὼ δὲ Θεόκριτος ὃς τάδ’ ἔγραψα εἷς ἀπὸ τῶν πολλῶν εἰμὶ Συρακοσίων, υἱὸς Πραξαγόραο περικλειτᾶς τε Φιλίννας· Μοῦσαν δ’ ὀθνείαν οὔτιν’ ἐφελκυσάμαν.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/theocritus-of-syracuse-epigrams-aa-izc-aa.json (sha256:d9e90c971e52d690797b546d9202f33f8c331ef3d708acc65272abf7e1c3398b). Cite as `eul_wid: izc-aa`.
