---
title: Pretentious Dinner Guest
title_greek: Ἀπόσπασμα
author: Straton Comicus
eul_wid: evu-aa
eul_aid: evu
canonical: "https://eulogikon.org/grc/straton-comicus/pretentious-dinner-guest"
canonical_json: "https://eulogikon.org/data/works/grc/straton-comicus-pretentious-dinner-guest-evu-aa.json"
sha256: "54e94a419498515034f89e6bd76cf44e93941ea86c6f50b702a941d012765ee1"
period: Classical
dialect: "Attic (com, frg)"
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# Pretentious Dinner Guest

*Ἀπόσπασμα*

**Author:** Straton Comicus

**eul_wid:** `evu-aa` · [HTML page](https://eulogikon.org/grc/straton-comicus/pretentious-dinner-guest) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/straton-comicus-pretentious-dinner-guest-evu-aa.json)

## Text

### book 1.1

Σφίγγ’ ἄρρεν’, οὐ μάγειρον, εἰς τὴν οἰκίαν εἴληφ’· ἁπλῶς γὰρ οὐδὲ ἓν μὰ τοὺς θεοὺς ὧν ἂν λέγῃ συνίημι. καινὰ ῥήματα

### book 1.2

πεπορισμένος πάρεστιν· ὡς εἰσῆλθε γάρ,[ln_5]εὐθύς μ’ ἐπηρώτησε

### book 1.3

προσβλέψας μέγα. ‘πόσους κέκληκας μέροπας ἐπὶ δεῖπνον‘; λέγε. ‘ἐγὼ κέκληκα μέροπας ἐπὶ δεῖπνον; χολᾷς; τοὺς δὲ μέροπας

### book 1.4

τούτους με γινώσκειν δοκεῖς; οὐδεὶς

### book 1.5

παρέσται· τοῦτο γὰρ νὴ τὸν Δία[ln_10]ἔτι κατάλοιπον, μέροπας ἐπὶ δεῖπνον καλεῖν.‘ ‘οὐδ’ ἄρα

### book 1.6

παρέσται δαιτυμὼν οὐδεὶς ὅλως;‘ ‘οὐκ οἶδ’ ἔγωγε Δαιτυμόν’‘. ἐλογιζόμην, ἥξει

### book 1.7

Φιλῖνος, Μοσχίων, Νικήρατος, ὁ δεῖν’, ὁ δεῖνα· κατ’ ὄνομ’ ἀνελογιζόμην·

### book 1.1

[ln_15]οὐκ ἦν ἐν αὐτοῖς οὐδὲ εἷς μοι Δαιτυμών. ‘οὐδεὶς

### book 1.2

παρέσται‘ φημί. ‘τί λέγεις; οὐδὲ εἷς;‘ σφόδρ’ ἠγανάκτης’, ὥσπερ ἠδικημένος, εἰ μὴ κέκληκα Δαιτυμόνα. καινὸν πάνυ. ‘σὺ δ’ ἄρα θύεις ἐρυσίχθον’;‘ οὐκ ἔφην ἐγώ.[ln_20]‘βοῦν δ’ εὐρυμέτωπον;‘ ‘οὐ θύω βοῦν, ἄθλιε.‘ μῆλα θυσιάζεις ἆρα;‘ ‘μὰ Δί’ ἐγὼ μὲν οὔ, οὐδέτερον αὐτῶν, προβάτιον δ’.‘ ‘οὐκοῦν’ ἔφη τὰ μῆλα

### book 1.3

πρόβατα.‘ ‘οὐ μανθάνω

### book 1.4

τούτων οὐδέν, οὐδὲ βούλομαι.

### book 1.1

[ln_25]ἀγροικότερός εἰμ’, ὥσθ’ ἁπλῶς μοι διαλέγου.‘ ‘Ὅμηρον οὐκ οἶδας λέγοντα;‘ ‘καὶ μάλα ἐξῆν ὃ βούλοιτ’, ὦ μάγειρ’, αὐτῷ λέγειν. ἀλλὰ τί πρὸς ἡμᾶς

### book 1.2

τοῦτο, πρὸς τῆς Ἑστίας;‘ ‘κατ’ ἐκεῖνον ἤδη

### book 1.3

πρόσεχε καὶ τὰ λοιπά μοι‘.[ln_30]‘Ὁμηρικῶς γὰρ διανοεῖ μ’ ἀπολλύναι;‘ ‘οὕτω λαλεῖν εἴωθα.‘ ‘μὴ τοίνυν λάλει οὕτω

### book 1.4

παρ’ ἐμοί γ’ ὤν.‘ ‘ἀλλὰ διὰ τὰς τέτταρας δραχμὰς ἀποβάλω‘ φησί ‘τὴν

### book 1.5

προαίρεσιν; τὰς οὐλοχύτας φέρε δεῦρο.‘ ‘τοῦτο δ’ ἐστὶ τί;‘[ln_35]‘κριθαί.‘ ‘τί οὖν, ἀπόπληκτε, περιπλοκὰς λέγεις;‘ ‘πηγὸς πάρεστι;‘ ‘πηγός; οὐχὶ λαικάσει ἐρεῖς

### book 1.6

σαφέστερόν θ’ ὃ βούλει μοι λέγειν;‘ ‘ἀτάσθαλός γ’ εἶ, πρέσβυ‘ φής’· ‘ἅλας φέρε. τοῦτ’ ἔστι

### book 1.7

πηγός. ἀλλὰ δεῖξον χέρνιβα.‘[ln_40]παρῆν. ἔθυεν, ἔλεγεν ἄλλα ῥήματα

### book 1.8

τοιαῦθ’ ἃ μὰ τὴν γῆν οὐδὲ εἷς ἤκουσεν ἄν, μίστυλλα, μοίρας, δίπτυχ’, ὀβελούς· ὥστε με τῶν

### book 1.9

τοῦ Φιλητᾶ λαμβάνοντα βυβλίων

### book 1.10

σκοπεῖν ἕκαστα τί δύναται τῶν ῥημάτων·

### book 1.1

[ln_45]πλὴν ἱκέτευον αὐτὸν ἤδη μεταβαλεῖν ἀνθρωπίνως λαλεῖν

### book 1.2

τε. τὸν δ’ οὐδ’ ἂν

### book 1.3

ταχὺ ἔπεισεν ἡ Πειθὼ μὰ τὴν γῆν οἶδ’ ὅτι.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/straton-comicus-pretentious-dinner-guest-evu-aa.json (sha256:54e94a419498515034f89e6bd76cf44e93941ea86c6f50b702a941d012765ee1). Cite as `eul_wid: evu-aa`.
