---
title: Fragments of Ethical Maxims
title_greek: Ἀποσπάσματα περὶ Ἠθικῶν Γνωμῶν
author: Sotades of Maroneia Pseudo
eul_wid: irk-aa
eul_aid: irk
canonical: "https://eulogikon.org/grc/sotades-of-maroneia-pseudo/ethical-maxims"
canonical_json: "https://eulogikon.org/data/works/grc/sotades-of-maroneia-pseudo-ethical-maxims-irk-aa.json"
sha256: a719413bf8c1bc328dae0e30af1d333b01c518dec4655a1d86c353973ae25c5a
period: Hellenistic
dialect: Ionic
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Fragments of Ethical Maxims

*Ἀποσπάσματα περὶ Ἠθικῶν Γνωμῶν*

**Author:** Sotades of Maroneia Pseudo

**eul_wid:** `irk-aa` · [HTML page](https://eulogikon.org/grc/sotades-of-maroneia-pseudo/ethical-maxims) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/sotades-of-maroneia-pseudo-ethical-maxims-irk-aa.json)

## Text

### book 6.1

Ἀγαθὸς εὐφυὴς δίκαιος εὐτυχὴς ὃς ἂν ζῇ, τοῦ φθόνου λαβεῖν δεῖ μερίδ’, ἢ μῶμον ἔχειν δεῖ. Πλουτεῖ τις ἄγαν; ἀλλὰ πάθος

### book 6.2

παρέλαβεν αὐτόν. Εὐσεβής τίς ἐστιν; πενίαν δέδωκεν αὑτῷ.[ln_5]Μέγας ἐστὶ τεχνίτης; ἀτυχῆ πεποίηχ’ αὑτόν. Κἂν ἐπὶ τὸ μέγιστον δίκαιος κριτὴς ὑπάρχῃ, δεῖ τὸν φύσει νικώμενον ἄδικον αὐτὸν εἰπεῖν. Πλούσιός τίς ἐστιν; τὸ μέγα

### book 6.3

πτῶμα

### book 6.4

φοβεῖται. Ἰσχυρὸς ὑπάρχει; νόσου

### book 6.5

πεῖραν εὐλαβεῖται.

### book 6

[ln_10]Ἡμέρας μιᾶς ἀλυπία μέγ’ ἐστὶ κέρδος. Τί γάρ ἐσμεν ὅλως, ἢ ποταπῆς γεγόναμεν ὕλης; Στόχασαι κατὰ σεαυτὸν τὸ βιωτικὸν νοήσας, ἐκ τίνος ἐγένου καὶ τίς εἶ καὶ τίς πάλι γίνῃ.

### book 7.1

Λύπη

### book 7.2

σε μακρὰν

### book 7.3

προφεύξεται ἀγαθὰ φρονοῦντα. Μιμοῦ τὸ καλόν, καὶ μενεῖς ἐν βροτοῖς ἄριστος. Νόμος ἐστὶ θεός. τοῦτον ἀεὶ πάντοτε τίμα. Ξένος ὀφείλεις εἶναι τῶν οὐ καλῶς

### book 7.4

φρονούντων.[ln_5]Οὗ καλῶς βιοῖς

### book 7.5

παράμενε, κεὐτυχεῖς τὰ πάντα. Παρατήρει τὰ πάντων καλά, καὶ ταῦτα σὺ μιμοῦ. Ῥῆσιν δ’ ἀγαθὴν δεδομένην 〈εὖ〉 φύλασσε

### book 7.6

σαυτῷ. Σοὶ τοῦτο γενέσθω φίλον, 〈ἐσ〉 μηδὲν ἀτακτεῖν. Τὴν ἡσυχίαν κατὰ βίον ἵνα πάντοτε

### book 7.7

τηρῇς.

### book 7.1

[ln_10]Ὑγιαίνειν εὔχου

### book 7.2

τοῖς θεοῖς, ἐφ’ ὅσον ἔχεις ζῆν.

### book 8.1

Τῆς τύχης

### book 8.2

σκοπεῖν δεῖ τὸ μέγιστον ὡς ἔλαττον, καὶ τὸ μὴ παρὸν μὴ θέλειν· οὐδὲ γὰρ σόν ἐστιν. Ἀμφότερα μένειν οὐκ οἶδεν· ἕστηκε γὰρ οὐδέν. Ἂν

### book 8.3

πλούσιος ὢν καθ’ ἡμέραν

### book 8.4

σκοπῇς τὸ πλεῖον,[ln_5]ἐς

### book 8.5

τοσοῦτον εἶ πενιχρός, ἐς ὅσον εἶ περισσός. Ὡς πένης θέλει

### book 8.6

σχεῖν, καὶ πλούσιος

### book 8.7

πλέον

### book 8.8

σχεῖν, ἴσον ἔχουσιν αὐτῶν αἱ ψυχαὶ τὸ μεριμνᾶν.

### book 9.1

Εἰ καὶ βασιλεὺς πέφυκας, ὡς θνητὸς ἄκουσον. Ἂν μακρὰ πτύῃς, φλεγματίῳ κρατεῖ περισσῷ. Ἂν εὐειματῇς, ταῦτα

### book 9.2

πρὸ σοῦ προβάτιον εἶχεν. Ἂν

### book 9.3

χρυσοφορῇς, τοῦτο τύχης ἐστὶν ἔπαρμα.[ln_5]Ἂν

### book 9.4

πλούσιος ᾖς, τοῦτο

### book 9.5

χρόνων ἄδηλος ἰσχύς. Ἂν ἀλαζὼν ᾖς, τοῦτ’ ἀνοίας ἐστὶ φρύαγμα. Ἂν δὲ σωφρονῇς, τοῦτο θεῶν δῶρον ὑπάρχει. Ἡ σωφροσύνη πάρεστιν, ἂν μετρῇς

### book 9.6

σεαυτόν.

### book 10.1

Ὁ πένης ἐλεεῖται, ὁ δὲ πλούσιος

### book 10.2

φθονεῖται, Ὁ μέσως δὲ βίος κεκραμένος δίκαιός ἐστιν, αὐτάρκεια γὰρ

### book 10.3

πρὸς πᾶσιν ἡδονὴ δικαία.

### book 11.1

Πλειστάκις ἀδικούμενός

### book 11.2

τις ἐν ἀδικοῦντι καιρῷ ἀνέχεταί τιν’ οὗ μὴ θέλει διάφορος γενέσθαι.

### book 12.1

Πῶς ἀναλύεται τὸ σῶμα; πνεύματος

### book 12.2

φυγόντος.

### book 13

Πάντων ὁ λιμὴν τῶν μερόπων ὁ θάνατός ἐστιν.

### book 14.1

Τί ποτ’ ἐστι θεός; νοῦς. Τί δὲ νοῦς; φρόνησίς ἐστιν· Ζῆνα δὲ σὺ νόμιζε

### book 14.2

τοῦτον ὅθεν ἔχομεν ἀεὶ ζῆν.

### book 15.1

Αὐτὸς γὰρ Αἰὼν

### book 15.2

παντογενὴς ὁ πάντα γεννῶν οὐ κρίνει δικαίως τὰ κατ’ ἄνθρωπον ἕκαστον· καὶ γὰρ κατὰ γαῖαν τά 〈γε〉 κακὰ πέφυκεν αἰεί, καὶ τοῖς μεγάλοις ἀεὶ κακοῖς γέγηθ’ ὁ κόσμος,[ln_5]ὅτι πάντες ὅσοι

### book 15.3

περισσὸν ἠθέλησαν εὑρεῖν ἢ μηχανικὸν

### book 15.4

ποίημ’ ἢ σοφὸν μάθημα, οὗτοι κακὸν εἰς τὸν θάνατον τέλος ἐποίησαν, ὑπὸ τοῦ γεννήτορος κόσμου κακῶς

### book 15.5

παθόντες. Σωκράτην ὁ κόσμος

### book 15.6

πεποίηκεν

### book 15.7

σοφὸν εἶναι,[ln_10]καὶ κακῶς ἀνεῖλεν τὸν

### book 15.8

Σωκράτην ὁ κόσμος, ἐν τῇ φυλακῇ κώνειον ὅτι

### book 15.9

πιὼν τέθνηκεν. Πουλύποδα

### book 15.10

φαγὼν ὁ Διογένης ὠμὸν τέθνηκεν. Αἰσχύλῳ γράφοντί 〈τι〉 ἐπιπέπτωκε

### book 15.11

χελώνη. Σοφοκλῆς ῥᾶγα

### book 15.12

φαγὼν

### book 15.13

σταφυλῆς

### book 15.14

πνιγεὶς τέθνηκε.

### book 15

[ln_15]Κύνες οἱ κατὰ Θρᾴκην Εὐριπίδην ἔτρωγον. Τὸν θεῖον Ὅμηρον λιμὸς κατεδαπάνησεν.

### book 16.1

Ἥρην

### book 16.2

ποτέ φασιν Δία τὸν

### book 16.3

τερπικέραυνον

### book 17

Σκήλας καύματι κάλυψον

### book 18

Τὴν μῆνιν ἄειδε, Μοῦσα, τὴν Ἀχιλλέως μοι

### book 19.1

Σαρκικὸν γὰρ εἶχε

### book 19.2

χρῶτα καὶ τὸ δέρμ’ ὅμοιον.

### book 20.1

Βλαστεῖ δ’ ἐπὶ γῆς δένδρεα

### book 20.2

παντοῖα φύοντα.

### book 21.1

Χὠς

### book 21.2

παῖς

### book 21.3

ποκα, πότνα, σὸς ἐφ’ ἅμμιν

### book 21.4

τερατουργεῖς.

### book 22

Ὤδινεν ὄρος, Ζεὺς δ’ ἐφοβεῖτο, τὸ δ’ ἔτεκεν μῦν.

### book 23.1

〈Καλῶς ἂν εἶχε νὴ Δί’〉, εἰ μετὰ τὸ μαθεῖν οὐκ ἦν

### book 23.2

παθεῖν ἃ δεῖ παθεῖν· δεῖ γὰρ μαθεῖν. Εἰ δεῖ παθεῖν δὲ κἂν μάθω, τί δεῖ μαθεῖν; Οὐ δεῖ μαθεῖν ἄρ’ ἃ δεῖ παθεῖν· δεῖ γὰρ

### book 23.3

παθεῖν·[ln_5]διὰ τοῦτ’ 〈ἄρ’〉 οὐ θέλω μαθεῖν· δεῖ γὰρ

### book 23.4

παθεῖν.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/sotades-of-maroneia-pseudo-ethical-maxims-irk-aa.json (sha256:a719413bf8c1bc328dae0e30af1d333b01c518dec4655a1d86c353973ae25c5a). Cite as `eul_wid: irk-aa`.
