---
title: Fragments on Chronology
title_greek: Ἀποσπάσματα περὶ Χρονολογίας
author: Sosibius of Sparta
eul_wid: kqy-aa
eul_aid: kqy
canonical: "https://eulogikon.org/grc/sosibius-of-sparta/chronology"
canonical_json: "https://eulogikon.org/data/works/grc/sosibius-of-sparta-chronology-kqy-aa.json"
sha256: a7a1bc6a38f49ff985e03f975942da673e2cfbef585599bd9a003b5120c8a580
period: Hellenistic
dialect: Koine
domain: Grammar
format: Treatise
license: CC0-1.0
---

# Fragments on Chronology

*Ἀποσπάσματα περὶ Χρονολογίας*

**Author:** Sosibius of Sparta

**eul_wid:** `kqy-aa` · [HTML page](https://eulogikon.org/grc/sosibius-of-sparta/chronology) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/sosibius-of-sparta-chronology-kqy-aa.json)

## Text

### t1-3

ΧΡΟΝΩΝ ΑΝΑΓΡΑΦΗ. Censorinus De die nat.

### 1

c. 21: Sosibius scripsit esse CCCXCV (sc. annos ab excidio Trojae usque ad Olympiadem primam). Clem.

### 2

Alex. Strom. I.: Σωσίβιος δὲ ὁ Λάκων ἐν Χρόνων ἀναγραφῇ κατὰ τὸ ὄγδοον ἔτος τῆς Χαρίλλου τοῦ Πολυδέκτου βασιλείας Ὅμηρον φέρει. Βασιλεύει μὲν οὖν Χάριλλος ἔτη ἑξήκοντα τέσσαρα (l. τρία), μεθ’ ὃν υἱὸς Νίκανδρος ἔτη τριάκοντα ἐννέα· τούτου κατὰ τὸ τριακοστὸν τέταρτον ἔτος τεθῆναί φησι τὴν πρώτην ὀλυμπιάδα, ὡς εἶναι ἐννενήκοντά που ἐτῶν πρὸ τῆς τῶν Ὀλυμπίων θέσεως Ὅμηρον. Athenaeus XIV: Ἐγένετο δὲ ἡ θέσις τῶν Καρνείων κατὰ τὴν ἕκτην καὶ εἰκοστὴν ὀλυμπιάδα, ὡς Σωσίβιός φησιν ἐν τῷ Περὶ χρόνων.

### t4-18

ΠΕΡΙ ΤΩΝ ΕΝ ΛΑΚΕΔΑΙΜΟΝΙ ΘΥΣΙΩΝ. Athenaeus XV: Καὶ γὰρ καὶ Λακεδαιμόνιοι καλάμῳ στεφανοῦνται ἐν τῇ τῶν Προμαχίων ἑορτῇ, ὥς φησι Σωσίβιος ἐν τοῖς Περὶ τῶν ἐν Λακεδαίμονι θυσιῶν, γράφων οὕτως· «Ἐν ταύτῃ συμβαίνει, τοὺς μὲν ἀπὸ τῆς χώρας καλάμοις στεφανοῦσθαι ἢ στλεγγίδι, τοὺς δ’ ἐκ τῆς ἀγωγῆς παῖδας ἀστεφανώτους ἀκολουθεῖν.

### 4

» Id.

### 5

XV: Θυρεατικο ί . Οὕτω καλοῦνται στέφανοί τινες παρὰ Λακεδαιμονίοις, ὥς φησι Σωσίβιος ἐν τοῖς Περὶ θυσιῶν, ψιλίνους αὐτοὺς φάσκων νῦν ὀνομάζεσθαι, ὄντας ἐκ φοινίκων. Φέρειν δ’ αὐτοὺς ὑπόμνημα τῆς ἐν Θυρέᾳ γενομένης νίκης τοὺς προστάτας τῶν ἀγομένων χορῶν ἐν τῇ ἑορτῇ ταύτῃ, ὅτε καὶ τὰς Γυμνοπαιδιὰς ἐπιτελοῦσι. Χοροὶ δ’ εἰσὶ τὸ μὲν εὐπροσώπων παίδων, τὸ δ’ ἐξ ἀρίστων ἀνδρῶν, γυμνῶν ὀρχουμένων καὶ ᾀδόντων Θαλήτου καὶ Ἀλκμᾶνος ᾄσματα καὶ τοὺς Διονυσοδότου τοῦ Λάκωνος παιᾶνας. Schol.

### 6

Pind. Ol VI, 46: Ἡ δὲ Λακωνικὴ Πιτάνη Εὐρώτα τοῦ ποταμοῦ γενεαλογεῖται εἶναι, ὡς Σωσίβιος. Id.

### 7

ibid. Ol. VII, 66: Σωσίβιος Ἑρμῆν φησι (sc. πλῆξαι τοῦ Διὸς τὴν κεφαλὴν, ὅτε τὴν Ἀθηνᾶν ἐγέννα). Id.

### 8

Pyth. II, 127: Σωσίβιος δὲ (φησὶ) τὰ ὑπορχήματα μέλη πάντα Κρητικὰ λέγεσθαι. Suidas: Σωσίβιος, Λάκων, γραμματικὸς τῶν ἐπιλυτικῶν καλουμένων.

### 9

* Ἐν τούτοις δ’ ἱστορεῖ καὶ τοῦτο, ὅτι εἶδός τι κωμῳδίας ἐστὶ καλούμενον δικηλιστῶν καὶ [ἤτοι?] μιμηλῶν. Περὶ τῶν [ μιμηλῶ ν ] ἐν Λακωνικῇ ἱστορουμένων παλαιῶ ν, καὶ ἄλλα. Athenaeus XIV: Παρὰ δὲ Λακεδαιμονίοις κωμικῆς παιδιᾶς ἦν τις τρόπος παλαιὸς, ὥς φησι Σωσίβιος, οὐκ ἄγαν σπουδαῖος, ἅτε δὴ κἀν τούτοις τὸ λιτὸν τῆς Σπάρτης μεταδιωκούσης.

### 10

Ἐμιμεῖτο γάρ τις ἐν εὐτελεῖ τῇ λέξει κλέπτοντάς τινας ὀπώραν, ἢ ξενικὸν ἰατρὸν τοιαυτὶ λέγοντα, ὡς Ἄλεξις ἐν Μανδραγοριζομένῃ διὰ τούτων παρίστησιν· Ἐὰν ἐπιχώριος ἰατρὸς εἴπῃ, τρυβλίον τούτῳ δότε πτισάνης ἕωθεν, καταφρονοῦμεν εὐθέως· ἂν δὲ πτισάναν καὶ τρυβλίον, θαυμάζομεν. Καὶ πάλιν ἐὰν μὲν τευτλίον, παρείδομεν· ἐὰν δὲ σεῦτλον, ἀσμένως ἠκούσαμεν· ὡς οὐ τὸ σεῦτλον ταυτὸν ὂν τῷ τευτλίῳ. Ἐκαλοῦντο δ’ οἱ μετιόντες τὴν τοιαύτην παιδιὰν παρὰ τοῖς Λάκωσι δικηλισταὶ, ὡς ἄν τις σκευοποιοὺς εἴπῃ καὶ μιμητάς. Τοῦ δὲ εἴδους τῶν δικηλιστῶν πολλαὶ κατὰ τόπους εἰσὶ προσηγορίαι. Σικυώνιοι μὲν γὰρ φαλλοφόρους αὐτοὺς καλοῦσιν, ἄλλοι δ’ αὐτοκαβδάλους· οἱ δὲ φλύακας, ὡς Ἰταλοί· σοφιστὰς δὲ οἱ πολλοί· Θηβαῖοι δὲ, τὰ πολλὰ ἰδίως ὀνομάζειν εἰωθότες, ἐθελοντάς. Zenob.

### 11

I, 54: Ἄκουε τοῦ τὰ τέσσαρα ὦτα ἔχοντο ς: ... Ἄλλοι δὲ τὴν παροιμίαν παραγγέλλειν τῶν ἀληθευόντων ἀκούειν· οὐδεὶς γὰρ ἀψευδέστερος τοῦ Ἀπόλλωνος, ὃν τετράχειρα καὶ τετράωτον ἱδρύσαντο Λακεδαιμόνιοι, ὥς φησι Σωσίβιος, ὅτι τοιοῦτος ὤφθη τοῖς περὶ Ἀμύκλαν μαχομένοις. Plutarch.

### 12

Lycurg. c. 25, 4: Οὐδὲ γὰρ αὐτὸς ἦν ἀκράτως αὐστηρὸς ὁ Λυκοῦργος· ἀλλὰ καὶ τὸ τοῦ Γέλωτος ἀγαλμάτιον ἐκεῖνον ἱδρύσασθαι Σωσίβιος ἱστορεῖ, τὴν παιδιὰν ὥσπερ ἥδυσμα τοῦ πόνου καὶ τῆς διαίτης ἐμβαλόντα κατὰ καιρὸν εἰς τὰ συμπόσια καὶ τὰς τοιαύτας διατριβάς. Athenaeus III: Σωσίβιος δ’ ὁ Λάκων ἀποδεικνὺς εὕρημα Διονύσου τὴν συκῆν, διὰ τοῦτό φησι καὶ Λακεδαιμονίους συκίτην Διόνυσον τιμᾶν.

### 14

Clemens Alex. Protr. c. 2.: Ἔστι καὶ Ποδάγρας Ἀρτέμιδος ἐν τῇ Λακωνικῇ ἱερὸν, ὥς φησι Σωσίβιος. Idem ibid.

### 15a

: Σωσίβιος δὲ καὶ τὸν Ἡρακλέα πρὸς τῶν Ἱπποκοωντίδων κατὰ τῆς χειρὸς οὐτασθῆναι λέγει. Arnobius Adv.

### 15b

Gent. IV, 12: Non ab Hippocoontis liberis ipsum Sosibius Herculem cruciatum tulisse pronuntiat? Schol.

### 16

Eur. Orest. 1632: Ὅτι καὶ ἡ Ἑλένη τοῖς χειμαζομένοις κατὰ θάλατταν ἐπήκοός ἐστι, κατὰ Εὐριπίδην σεσημείωται· ὁ μέντοι Σωσίβιος ἔμπαλιν οἴεται οὐκ εὐμενῶς αὐτὴν ἐπιφαίνεσθαι. Πολέμων δὲ κ. τ. λ. Diogenes L.

### 17

I, 115: Καὶ τὸ σῶμα αὐτοῦ φυλάσσουσι Λακεδαιμόνιοι παρ’ ἑαυτοῖς κατά τι λόγιον, ὥς φησι Σωσίβιος ὁ Λάκων. Hesychius: Ἠλακάτια, ἀγὼν ἐν Λακεδαιμονίᾳ, ἐπὶ Ἠλακάτῳ, ὃς ἦν ἐρώμενος Ἡρακλέους, ὥς φησι Σωσίβιος.

### t19-21c

ΠΕΡΙ ΑΛΚΜΑΝΟΣ. E LIBRO TERTIO.

### 19a

Athenaeus III: Σωσίβιος δ’ ἐν τρίτῳ Περὶ Ἀλκμᾶνος κρίβανά φησι λέγεσθαι πλακοῦντάς τινας τῷ σχήματι μαστοειδεῖς. Idem XIV: Κριβάνας· πλακοῦντάς τινας ὀνομαστικῶς Ἀπολλόδωρος παρ’ Ἀλκμᾶνι.

### 19b

Ὁμοίως καὶ Σωσίβιος ἐν τρίτῳ Περὶ Ἀλκμᾶνος, τῷ σχήματι μαστοειδεῖς εἶναι φάσκων αὐτοὺς, χρῆσθαι δ’ αὐτοῖς Λάκωνας πρὸς τὰς τῶν γυναικῶν ἑστιάσεις· περιφέρειν τε αὐτοὺς, ὅταν μέλλωσιν ᾄδειν τὸ παρεσκευασμένον ἐγκώμιον τῆς παρθένου αἱ ἐν τῷ χορῷ ἀκόλουθοι. E LIBRIS INCERTIS.

### 20

Idem XIV: Πόλτου δὲ μνημονεύει Ἀλκμὰν οὕτως· Ἤδη παρέξει τι πυάνιόν τε πόλτον χίδρον τε λευκὸν κηρίναν τ’ ὀπώραν. Ἔστι δὲ τὸ πυάνιον, ὥς φησι Σωσίβιος, πανσπερμία ἐν γλυκεῖ ἡψημένη· χίδρον δὲ οἱ ἑφθοὶ πυροί. Κηρίναν δὲ ὀπώραν λέγει τὸ μέλι. Idem III: Ἀλκμὰν δὲ τὸ στρουθίον μῆλον, ὅταν λέγῃ «Μεῖον ἢ κοδύμαλον.

### 21a

» Ἀπολλόδωρος δὲ καὶ Σωσίβιος τὸ κυδώνιον μῆλον ἀκούουσιν. Ὅτι δὲ διαφέρει τὸ κυδώνιον μῆλον τοῦ στρουθίου, σαφῶς εἴρηκεν ὁ Θεόφραστος ἐν τῷ δευτέρῳ τῆς Ἱστορίας. Hesychius: Περφίλα· Σωσίβιος· κύριον ὄνομα.

### 21b

Idem: Σάνδυξ, δένδρον θαμνῶδες, οὗ τὸ ἄνθος χροιὰν κόκκῳ ἐμφερῆ ἔχει. Schol.

### 21c

Theocrit. V, 92: Σωσίβιος δὲ τὰς ἀνεμώνας παρὰ Λάκωσι φαινίδας καλεῖσθαί φησι. ΠΕΡΙ ΟΜΗΡΟΥ.

### 22

Athenaeus XI: Σωσίβιος δὲ ὁ λυτικὸς, προθεὶς τὰ ἔπη (Ἰλ. λʹ, 631)· Ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐὸν, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν, γράφει κατὰ λέξιν· «Νῦν τὸ μὲν ἐπιτιμώμενόν ἐστι τῷ ποιητῇ, ὅτι τοὺς μὲν λοιποὺς ἔστι (ἔφη?) μογέοντας ἀείρειν τὸ δέπας, τὸν δὲ Νέστορα μόνον ἀμογητί. Ἄλογον δ’ ἐδόκει, Διομήδους καὶ Αἴαντος, ἔτι δ’ Ἀχιλλέως παρόντων, εἰσάγεσθαι τὸν Νέστορα γενναιότερον, τῇ ἡλικίᾳ προβεβηκότα. Τούτων τοίνυν οὕτως κατηγορουμένων, τῇ ἀναστροφῇ χρησάμενοι, ἀπολύομεν τὸν ποιητήν. Ἀπὸ γὰρ τούτου τοῦ ἑξαμέτρου· Πλεῖον ἐὸν, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν, ἀπὸ τοῦ μέσου ἐξελόντες τὸ γέρω ν , τάξομεν τοῦ πρώτου στίχου πρὸς τὴν ἀρχὴν ὑπὸ τὸ Ἄλλος μέν, εἶτα τὸ ἐξ ἀρχῆς συνεροῦμεν· Ἄλλος μὲν γέρων μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐὸν, ὁ δὲ Νέστωρ ἀπονητὶ ἄειρεν. Νῦν οὖν, οὕτω τεταγμένων, ὁ Νέστωρ φαίνεται τῶν μὲν λοιπῶν πρεσβυτῶν μόνος τὸ δέπας ἀμογητὶ ἀείρων.» Ταῦτα καὶ ὁ θαυμάσιος λυτικὸς Σωσίβιος, ὃν οὐκ ἀχαρίτως διέπαιξε διὰ τὰς πολυθρυλήτους ταύτας καὶ τὰς τοιαύτας λύσεις Πτολεμαῖος ὁ Φιλάδελφος βασιλεύς. Λαμβάνοντος γὰρ αὐτοῦ σύνταξιν βασιλικὴν, μεταπεμψάμενος τοὺς ταμίας, ἐκέλευσεν, ἐὰν παραγένηται ὁ Σωσίβιος ἐπὶ τὴν ἀπαίτησιν τῆς συντάξεως, λέγειν αὐτῷ, ὅτι ἀπείληφε. Καὶ μετ’ οὐ πολὺ παραγενομένῳ καὶ αἰτοῦντι, εἰπόντες δεδωκέναι αὐτῷ, τὰς ἡσυχίας εἶχον, ὁ δὲ τῷ βασιλεῖ προσελθὼν κατεμέμφετο τοὺς ταμίας. Πτολεμαῖος δὲ μεταπεμψάμενος αὐτοὺς, καὶ ἥκειν κελεύσας μετὰ τῶν βιβλίων, ἐν οἷς αἱ ἀναγραφαί εἰσι τῶν τὰς συντάξεις λαμβανόντων, λαβὼν ταύτας εἰς χεῖρας ὁ βασιλεὺς, καὶ κατιδὼν, ἔφη καὶ αὐτὸς εἰληφέναι αὐτὸν οὕτως. Ἦν ὀνόματα ἐγγεγραμμένα ταῦτα, Σωτῆρος, Σωσιγένους, Βίωνος, Ἀπόλλωνος, Δίωνος· εἰς ἃ ἀποβλέψας ὁ βασιλεὺς εἶπεν, «ὦ θαυμάσιε λυτικὲ, ἐὰν ἀφέλῃς τοῦ Σωτῆρος τὸ σω, καὶ τοῦ Σωσιγένους τὸ σι, καὶ τοῦ Βίωνος τὴν πρώτην συλλαβὴν βι, καὶ τὴν τελευταίαν τοῦ Ἀπόλλωνος, εὑρήσεις σαυτὸν ἀπειληφότα κατὰ τὰς σὰς ἐπινοία. Καὶ ταῦτα οὐχ ὑφ’ ἄλλων, ἀλλὰ τοῖς σαυτοῦ πτεροῖς, κατὰ τὸν θαυμάσιον Αἰσχύλον, ἁλίσκῃ, ἀπροσδιονύσους λύσεις πραγματευόμενος.» ΟΜΟΙΟΤΗΤΕΣ.

### 23

Athenaeus XV: Πολέμων δ’ ἐν τοῖς πρὸς Ἀδαῖον παρὰ Ἠλείοις φησὶ μύρον τι πλαγγόνιον καλεῖσθαι, εὑρεθὲν ὑπό τινος Πλάγγονος. Ὁμοίως ἱστορεῖ καὶ Σωσίβιος ἐν Ὁμοιότησι, ὡς καὶ τὸ Μεγάλλιον· ὠνομάσθη γὰρ καὶ τοῦτο ἀπὸ Μεγάλλου τοῦ Σικελιώτου. (ΠΕΡΙ ΒΑΣΙΛΕΙΑΣ ΠΡΟΣ ΚΑΣΣΑΝΔΡΟΝ.

## ) Athenaeus IV: Θεόφραστος δ’ ἐν τῷ πρὸς Κάσσανδρον Περὶ βασιλείας (εἰ γνήσιον τὸ σύγγραμμα· πολλοὶ γὰρ αὐτό φασιν εἶναι Σωσιβίου, εἰς ὃν Καλλίμαχος ὁ ποιητὴς ἐπινίκιον ἐλεγειακὸν ἐποίησε), τοὺς Περσῶν φησι βασιλεῖς ὑπὸ τρυφῆς προκηρύττειν τοῖς ἐφευρίσκουσί τινα καινὴν ἡδονὴη ἀργυρίου πλῆθος.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/sosibius-of-sparta-chronology-kqy-aa.json (sha256:a7a1bc6a38f49ff985e03f975942da673e2cfbef585599bd9a003b5120c8a580). Cite as `eul_wid: kqy-aa`.
