---
title: Philoctetes
title_greek: Φιλοκτήτης
author: Sophocles
eul_wid: buo-ae
eul_aid: buo
canonical: "https://eulogikon.org/grc/sophocles/philoctetes"
canonical_json: "https://eulogikon.org/data/works/grc/sophocles-philoctetes-buo-ae.json"
sha256: "31019a9903cdf6521e7583b0577fc12029e52dc4ded40dde646d4579e6047cbf"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: CC0-1.0
---

# Philoctetes

*Φιλοκτήτης*

**Author:** Sophocles

**eul_wid:** `buo-ae` · [HTML page](https://eulogikon.org/grc/sophocles/philoctetes) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/sophocles-philoctetes-buo-ae.json)

## Text

### 1

ΟΔΥΣΣΕΥΣ

### 1.1

Ἀκτὴ μὲν ἥδε τῆς περιρρύτου χθονὸς

### 1.2

Λήμνου, βροτοῖς ἄστιπτος οὐδ’ οἰκουμένη,

### 1.3

ἔνθ’, ὦ κρατίστου πατρὸς Ἑλλήνων τραφεὶς

### 1.4

Ἀχιλλέως παῖ Νεοπτόλεμε, τὸν Μηλιᾶ

### 5.1

Ποίαντος υἱὸν ἐξέθηκ’ ἐγώ ποτε,

### 5.2

ταχθεὶς τόδ’ ἔρδειν τῶν ἀνασσόντων ὕπο,

### 5.3

νόσῳ καταστάζοντα διαβόρῳ πόδα,

### 5.4

ὅτ’ οὔτε λοιβῆς ἡμὶν οὔτε θυμάτων

### 5.5

παρῆν ἑκήλοις προσθιγεῖν, ἀλλ’ ἀγρίαις

### 10.1

κατεῖχ’ ἀεὶ πᾶν στρατόπεδον δυσφημίαις,

### 10.2

βοῶν, στενάζων. Ἀλλὰ ταῦτα μὲν τί δεῖ

### 10.3

λέγειν; ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων,

### 10.4

μὴ καὶ μάθῃ μ’ ἥκοντα κἀκχέω τὸ πᾶν

### 10.5

σόφισμα τῷ νιν αὐτίχ’ αἱρήσειν δοκῶ.

### 15.1

Ἀλλ’ ἔργον ἤδη σὸν τὰ λοίφ’ ὑπηρετεῖν,

### 15.2

σκοπεῖν θ’ ὅπου ’στ’ ἐνταῦθα δίστομος πέτρα

### 15.3

τοιάδ’, ἵν’ ἐν ψύχει μὲν ἡλίου διπλῆ

### 15.4

πάρεστιν ἐνθάκησις, ἐν θέρει δ’ ὕπνον

### 15.5

δι’ ἀμφιτρῆτος αὐλίου πέμπει πνοή·

### 20.1

βαιὸν δ’ ἔνερθεν ἐξ ἀριστερᾶς τάχ’ ἂν

### 20.2

ἴδοις ποτὸν κρηναῖον, εἴπερ ἐστὶ σῶν. Ἅ μοι προσελθὼν σῖγα σήμαιν’ εἴτ’ ἔχει

### 20.3

χῶρον πρὸς αὐτὸν τόνδ’ 〈ἔτ’〉 εἴτ’ ἄλλῃ κυρεῖ,

### 20.4

ὡς τἀπίλοιπα τῶν λόγων σὺ μὲν κλύῃς,

### 25.1

ἐγὼ δὲ φράζω, κοινὰ δ’ ἐξ ἀμφοῖν ἴῃ.

### 25.2

ΝΕΟΠΤΟΛΕΜΟΣ

### 26.1

Ἄναξ Ὀδυσσεῦ, τοὔργον οὐ μακρὰν λέγεις·

### 26.2

δοκῶ γὰρ οἷον εἶπας ἄντρον εἰσορᾶν.

### 26.3

ΟΔ.Ἄνωθεν, ἢ κάτωθεν; οὐ γὰρ ἐννοῶ.

### 26.4

ΝΕ.Τόδ’ ἐξύπερθε, καὶ στίβου γ’ οὐδεὶς κτύπος.

### 30.1

ΟΔ.Ὅρα καθ’ ὕπνον μὴ καταυλισθεὶς κυρῇ.

### 30.2

ΝΕ.Ὁρῶ κενὴν οἴκησιν ἀνθρώπων δίχα.

### 30.3

ΟΔ.Οὐδ’ ἔνδον οἰκοποιός ἐστί τις τροφή;

### 30.4

ΝΕ.Στιπτή γε φυλλὰς ὡς ἐναυλίζοντί τῳ.

### 30.5

ΟΔ.Τὰ δ’ ἄλλ’ ἔρημα, κοὐδέν ἐσθ’ ὑπόστεγον;

### 35.1

ΝΕ.Αὐτόξυλόν γ’ ἔκπωμα, φλαυρουργοῦ τινος

### 35.2

τεχνήματ’ ἀνδρός, καὶ πυρεῖ’ ὁμοῦ τάδε.

### 35.3

ΟΔ.Κείνου τὸ θησαύρισμα σημαίνεις τόδε.

### 35.4

ΝΕ.Ἰοὺ ἰού· καὶ ταῦτά γ’ ἄλλα θάλπεται

### 35.5

ῥάκη, βαρείας του νοσηλείας πλέα.

### 40.1

ΟΔ.Ἁνὴρ κατοικεῖ τούσδε τοὺς τόπους σαφῶς,

### 40.2

κἄστ’ οὐχ ἑκάς που· πῶς γὰρ ἂν νοσῶν ἀνὴρ

### 40.3

κῶλον παλαιᾷ κηρὶ προσβαίη μακράν;

### 40.4

ἀλλ’ ἢ ’πὶ φορβῆς νόστον ἐξελήλυθεν,

### 40.5

ἢ φύλλον εἴ τι νώδυνον κάτοιδέ που.

### 45.1

Τὸν οὖν παρόντα πέμψον εἰς κατασκοπήν,

### 45.2

μὴ καὶ λάθῃ με προσπεσών· ὡς μᾶλλον ἂν

### 45.3

ἕλοιτό μ’ ἢ τοὺς πάντας Ἀργείους λαβεῖν. ΝΕ.Ἀλλ’ ἔρχεταί τε καὶ φυλάξεται στίβος·

### 45.4

σὺ δ’ εἴ τι χρῄζεις, φράζε δευτέρῳ λόγῳ.

### unit_13.1

ΟΔ.Ἀχιλλέως παῖ, δεῖ ς’ ἐφ’ οἷς ἐλήλυθας

### unit_13.2

γενναῖον εἶναι, μὴ μόνον τῷ σώματι,

### unit_13.3

ἀλλ’ ἤν τι καινὸν ὧν πρὶν οὐκ ἀκήκοας

### unit_13.4

κλύῃς, ὑπουργεῖν, ὡς ὑπηρέτης πάρει.

### unit_13.5

ΝΕ.Τί δῆτ’ ἄνωγας;

### 54

ΟΔ.Τὴν Φιλοκτήτου σε δεῖ

### 55.1

ψυχὴν ὅπως λόγοισιν ἐκκλέψεις λέγων.

### 55.2

Ὅταν ς’ ἐρωτᾷ τίς τε καὶ πόθεν πάρει,

### 55.3

λέγειν Ἀχιλλέως παῖς· τόδ’ οὐχὶ κλεπτέον·

### 55.4

πλεῖς δ’ ὡς πρὸς οἶκον, ἐκλιπὼν τὸ ναυτικὸν

### 55.5

στράτευμ’ Ἀχαιῶν, ἔχθος ἐχθήρας μέγα,

### 60.1

οἵ ς’ ἐν λιταῖς στείλαντες ἐξ οἴκων μολεῖν,

### 60.2

μόνην ἔχοντες τήνδ’ ἅλωσιν Ἰλίου,

### 60.3

οὐκ ἠξίωσαν τῶν Ἀχιλλείων ὅπλων

### 60.4

ἐλθόντι δοῦναι κυρίως αἰτουμένῳ,

### 60.5

ἀλλ’ αὔτ’ Ὀδυσσεῖ παρέδοσαν, λέγων ὅς’ ἂν

### 65.1

θέλῃς καθ’ ἡμῶν ἔσχατ’ ἐσχάτων κακά·

### 65.2

τούτῳ γὰρ οὐδέν μ’ ἀλγυνεῖς· εἰ δ’ ἐργάσῃ

### 65.3

μὴ ταῦτα, λύπην πᾶσιν Ἀργείοις βαλεῖς·

### 65.4

εἰ γὰρ τὰ τοῦδε τόξα μὴ ληφθήσεται,

### 65.5

οὐκ ἔστι πέρσαι σοι τὸ Δαρδάνου πέδον.

### 70.1

Ὡς δ’ ἔστ’ ἐμοὶ μὲν οὐχί, σοὶ δ’ ὁμιλία

### 70.2

πρὸς τόνδε πιστὴ καὶ βέβαιος, ἔκμαθε·

### 70.3

σὺ μὲν πέπλευκας οὔτ’ ἔνορκος οὐδενὶ

### 70.4

οὔτ’ ἐξ ἀνάγκης οὔτε τοῦ πρώτου στόλου,

### 70.5

ἐμοὶ δὲ τούτων οὐδέν ἐστ’ ἀρνήσιμον·

### 75.1

ὥστ’ εἴ με τόξων ἐγκρατὴς αἰσθήσεται,

### 75.2

ὄλωλα, καὶ σὲ προσδιαφθερῶ ξυνών·

### unit_20.1

ἀλλ’ αὐτὸ τοῦτο δεῖ σοφισθῆναι, κλοπεὺς

### unit_20.2

ὅπως γενήσῃ τῶν ἀνικήτων ὅπλων.

### unit_20.3

Ἔξοιδα καὶ φύσει σε μὴ πεφυκότα

### 80.1

τοιαῦτα φωνεῖν μηδὲ τεχνᾶσθαι κακά·

### 80.2

ἀλλ’ ἡδὺ γάρ τοι κτῆμα τῆς νίκης λαβεῖν,

### 80.3

τόλμα· δίκαιοι δ’ αὖθις ἐκφανούμεθα·

### 80.4

νῦν δ’ εἰς ἀναιδὲς ἡμέρας μέρος βραχὺ

### 80.5

δός μοι σεαυτόν, κᾆτα τὸν λοιπὸν χρόνον

### 85.1

κέκλησο πάντων εὐσεβέστατος βροτῶν.

### 85.2

ΝΕ.Ἐγὼ μὲν οὓς ἂν τῶν λόγων ἀλγῶ κλύων,

### 85.3

Λαερτίου παῖ, τούσδε καὶ πράσσειν στυγῶ·

### 85.4

ἔφυν γὰρ οὐδὲν ἐκ τέχνης πράσσειν κακῆς,

### 85.5

οὔτ’ αὐτὸς οὔθ’, ὥς φασιν, οὑκφύσας ἐμέ.

### 90.1

Ἀλλ’ εἴμ’ ἕτοιμος πρὸς βίαν τὸν ἄνδρ’ ἄγειν

### 90.2

καὶ μὴ δόλοισιν· οὐ γὰρ ἐξ ἑνὸς ποδὸς

### 90.3

ἡμᾶς τοσούσδε πρὸς βίαν χειρώσεται.

### 90.4

Πεμφθείς γε μέντοι σοὶ ξυνεργάτης ὀκνῶ

### 90.5

προδότης καλεῖσθαι· βούλομαι δ’, ἄναξ, καλῶς

### 95.1

δρῶν ἐξαμαρτεῖν μᾶλλον ἢ νικᾶν κακῶς.

### 95.2

ΟΔ.Ἐσθλοῦ πατρὸς παῖ, καὐτὸς ὢν νέος ποτὲ

### 95.3

γλῶσσαν μὲν ἀργόν, χεῖρα δ’ εἶχον ἐργάτιν·

### 95.4

νῦν δ’ εἰς ἔλεγχον ἐξιὼν ὁρῶ βροτοῖς

### 95.5

τὴν γλῶσσαν, οὐχὶ τἄργα, πάνθ’ ἡγουμένην.

### unit_25.1

ΝΕ.Τί οὖν μ’ ἄνωγας ἄλλο πλὴν ψευδῆ λέγειν;

### unit_25.2

ΟΔ.Λέγω ς’ ἐγὼ δόλῳ Φιλοκτήτην λαβεῖν.

### unit_25.3

ΝΕ.Τί δ’ ἐν δόλῳ δεῖ μᾶλλον ἢ πείσαντ’ ἄγειν;

### unit_25.4

ΟΔ.Οὐ μὴ πίθηται· πρὸς βίαν δ’ οὐκ ἂν λάβοις.

### unit_25.5

ΝΕ.Οὕτως ἔχει τι δεινὸν ἰσχύος θράσος;

### 105.1

ΟΔ.Ἰοὺς ἀφύκτους καὶ προπέμποντας φόνον.

### 105.2

ΝΕ.Οὐκ ἆρ’ ἐκείνῳ γ’ οὐδὲ προσμεῖξαι θρασύ;

### 105.3

ΟΔ.Οὔ, μὴ δόλῳ λαβόντα γ’, ὡς ἐγὼ λέγω.

### 105.4

ΝΕ.Οὐκ αἰσχρὸν ἡγῇ δῆτα τὸ ψευδῆ λέγειν;

### 105.5

ΟΔ.Οὔκ, εἰ τὸ σωθῆναί γε τὸ ψεῦδος φέρει.

### 110.1

ΝΕ.Πῶς οὖν βλέπων τις ταῦτα τολμήσει λακεῖν;

### 110.2

ΟΔ.Ὅταν τι δρᾷς εἰς κέρδος, οὐκ ὀκνεῖν πρέπει.

### 110.3

ΝΕ.Κέρδος δ’ ἐμοὶ τί τοῦτον ἐς Τροίαν μολεῖν;

### 110.4

ΟΔ.Αἱρεῖ τὰ τόξα ταῦτα τὴν Τροίαν μόνα.

### 110.5

ΝΕ.Οὐκ ἆρ’ ὁ πέρσων, ὡς ἐφάσκετ’, εἴμ’ ἐγώ;

### 115.1

ΟΔ.Οὔτ’ ἂν σὺ κείνων χωρὶς οὔτ’ ἐκεῖνα σοῦ.

### 115.2

ΝΕ.Θηρατέ’ ἄ〈ρα〉 γίγνοιτ’ ἄν, εἴπερ ὧδ’ ἔχει.

### 115.3

ΟΔ.Ὡς τοῦτό γ’ ἔρξας δύο φέρῃ δωρήματα.

### 115.4

ΝΕ.Ποίω; μαθὼν γὰρ οὐκ ἂν ἀρνοίμην τὸ δρᾶν.

### 115.5

ΟΔ.Σοφός τ’ ἂν αὑτὸς κἀγαθὸς κεκλῇ’ ἅμα.

### 120.1

ΝΕ.Ἴτω· ποήσω, πᾶσαν αἰσχύνην ἀφείς.

### 120.2

ΟΔ.Ἦ μνημονεύεις οὖν ἅ σοι παρῄνεσα;

### 120.3

ΝΕ.Σάφ’ ἴσθ’, ἐπείπερ εἰσάπαξ συνῄνεσα.

### 120.4

ΟΔ.Σὺ μὲν μένων νυν κεῖνον ἐνθάδ’ ἐκδέχου,

### 120.5

ἐγὼ δ’ ἄπειμι, μὴ κατοπτευθῶ παρών,

### 125.1

καὶ τὸν σκοπὸν πρὸς ναῦν ἀποστελῶ πάλιν·

### 125.2

καὶ δεῦρ’, ἐάν μοι τοῦ χρόνου δοκῆτέ τι

### 125.3

κατασχολάζειν, αὖθις ἐκπέμψω πάλιν

### 125.4

τοῦτον τὸν αὐτὸν ἄνδρα, ναυκλήρου τρόποις

### 125.5

μορφὴν δολώσας, ὡς ἂν ἀγνοία προσῇ·

### 130.1

οὗ δῆτα, τέκνον, ποικίλως αὐδωμένου

### 130.2

δέχου τὰ συμφέροντα τῶν ἀεὶ λόγων.

### 130.3

Ἐγὼ δὲ πρὸς ναῦν εἶμι, σοὶ παρεὶς τάδε·

### 130.4

Ἑρμῆς δ’ ὁ πέμπων Δόλιος ἡγήσαιτο νῷν

### 130.5

Νίκη τ’ Ἀθάνα Πολιάς, ἣ σῴζει μ’ ἀεί.

### 135

ΧΟΡΟΣ

### 135.1

Τί χρή, τί χρή με, δέσποτ’, ἐν ξένᾳ ξένονStr. 1.

### 135.2

στέγειν, ἢ τί λέγειν πρὸς ἄνδρ’ ὑπόπταν;

### 135.3

Φράζε μοι·

### 135.4

τέχνα γὰρ τέχνας ἑτέρας

### 135.5

προὔχει καὶ γνώμα παρ’ ὅτῳ

### 140.1

τὸ θεῖον Διὸς σκῆπτρον ἀνάσσεται·

### 140.2

σὲ δ’, ὦ τέκνον, τόδ’ ἐλήλυθεν

### 140.3

πᾶν κράτος ὠγύγιον· τό μοι ἔννεπε

### 140.4

τί σοι χρεὼν ὑπουργεῖν.

### 140.5

ΝΕ.Νῦν μέν, ἴσως γὰρ τόπον ἐσχατιαῖς

### 145.1

προσιδεῖν ἐθέλεις ὅντινα κεῖται,

### 145.2

δέρκου θαρσῶν· ὁπόταν δὲ μόλῃ

### 145.3

δεινὸς ὁδίτης, τῶνδ’ ἐκ μελάθρων

### 145.4

πρὸς ἐμὴν αἰεὶ χεῖρα προχωρῶν

### 145.5

πειρῶ τὸ παρὸν θεραπεύειν.

### unit_36.1

ΧΟ.Μέλον πάλαι μέλημά μοι λέγεις, ἄναξ,Ant. 1.

### unit_36.2

φρουρεῖν ὄμμ’ ἐπὶ σῷ μάλιστα καιρῷ·

### unit_36.3

νῦν δέ μοι

### unit_36.4

λέγ’ αὐλὰς ποίας ἔνεδρος

### unit_36.5

ναίει καὶ χῶρον τίν’ ἔχει·

### 155.1

τὸ γάρ μοι μαθεῖν οὐκ ἀποκαίριον,

### 155.2

μὴ προσπεσών με λάθῃ ποθέν·

### 155.3

τίς τόπος ἢ τίς ἕδρα, τίν’ ἔχει στίβον,

### 155.4

ἔναυλον ἢ θυραῖον;

### 155.5

ΝΕ.Οἶκον μὲν ὁρᾷς τόνδ’ ἀμφίθυρον

### 160.1

πετρίνης κοίτης.

### 160.2

ΧΟ.Ποῦ γὰρ ὁ τλάμων αὐτὸς ἄπεστιν;

### 160.3

ΝΕ.Δῆλον ἔμοιγ’ ὡς φορβῆς χρείᾳ

### 160.4

στίβον ὀγμεύει τόνδε πέλας που·

### 160.5

ταύτην γὰρ ἔχειν βιοτῆς αὐτὸν

### 165.1

λόγος ἐστὶ φύσιν, θηροβολοῦντα

### 165.2

πτηνοῖς ἰοῖς, στυγερὸν στυγερῶς,

### 165.3

οὐδέ τιν’ αὐτῷ

### 165.4

παιῶνα κακῶν ἐπινωμᾶν.

### 168

ΧΟ.Οἰκτίρω νιν ἔγωγ’, ὅπως,Str. 2.

### 170.1

μή του κηδομένου βροτῶν,

### 170.2

μηδὲ ξύντροφον ὄμμ’ ἔχων,

### 170.3

δύστανος, μόνος αἰεί,

### 170.4

νοσεῖ μὲν νόσον ἀγρίαν,

### 170.5

ἀλύει δ’ ἐπὶ παντί τῳ

### 175.1

χρείας ἱσταμένῳ· πῶς ποτε, πῶς

### 175.2

δύσμορος ἀντέχει;

### 175.3

Ὦ παλάμαι θνητῶν,

### 175.4

ὦ δύστανα γένη βροτῶν

### 175.5

οἷς μὴ μέτριος αἰών.

### 180.1

Οὗτος πρωτογόνων ἴσωςAnt. 2.

### 180.2

οἴκων οὐδενὸς ὕστερος,

### 180.3

πάντων ἄμμορος ἐν βίῳ

### unit_44.1

κεῖται μοῦνος ἀπ’ ἄλλων,

### unit_44.2

στικτῶν ἢ λασίων μετὰ

### 185.1

θηρῶν, ἔν τ’ ὀδύναις ὁμοῦ

### 185.2

λιμῷ τ’ οἰκτρὸς ἀνήκεστα μερι‐

### 185.3

μνήματ’ ἔχων βαρεῖ·

### 185.4

ἁ δ’ ἀθυρόστομος

### 185.5

ἀχὼ τηλεφανὴς πικρὰς

### 190.1

οἰμωγὰς ὑποχεῖται.

### 190.2

ΝΕ.Οὐδὲν τούτων θαυμαστὸν ἐμοί·

### 190.3

θεῖα γάρ, εἴπερ κἀγώ τι φρονῶ,

### 190.4

καὶ τὰ παθήματα κεῖνα πρὸς αὐτὸν

### 190.5

τῆς ὠμόφρονος Χρύσης ἐπέβη,

### 195.1

καὶ νῦν ἃ πονεῖ δίχα κηδεμόνων,

### 195.2

οὐκ ἔσθ’ ὡς οὐ θεῶν του μελέτῃ,

### 195.3

τοῦ μὴ πρότερον τόνδ’ ἐπὶ Τροίᾳ

### 195.4

τεῖναι τὰ θεῶν ἀμάχητα βέλη,

### 195.5

πρὶν ὅδ’ ἐξήκοι χρόνος ᾧ λέγεται

### unit_48

χρῆναί σφ’ ὑπὸ τῶνδε δαμῆναι.

### unit_49.1

ΧΟ.Εὔστομ’ ἔχε, παῖ.Str. 3.

### unit_49.2

ΝΕ.Τί τόδε;

### 202.1

ΧΟ.Προὐφάνη κτύπος,

### 202.2

φωτὸς σύντροφος ὡς τειρομένοιο,

### 202.3

ἤ που τῇδ’ ἢ τῇδε τόπων·

### 205.1

βάλλει, βάλλει μ’ ἐτύμα

### 205.2

φθογγά του στίβον κατ’ ἀνάγκαν

### 205.3

ἕρποντος, οὐδέ με λάθει

### 205.4

βαρεῖα τηλόθεν αὐδὰ

### unit_52

τρυσάνωρ· διάσημα γὰρ θροεῖ.

### 210

ΧΟ.Ἀλλ’ ἔχε, τέκνον, —Ant. 3.

### 210

ΝΕ.Λέγ’ ὅ τι.

### 210.1

ΧΟ.φροντίδας νέας·

### 210.2

ὡς οὐκ ἔξεδρος, ἀλλ’ ἔντοπος ἁνήρ,

### 213.1

οὐ μολπὰν σύριγγος ἔχων,

### 213.2

ὡς ποιμὴν ἀγροβάτας,

### 215.1

ἀλλ’ ἤ που πταίων ὑπ’ ἀνάγκας

### 215.2

βοᾷ τηλωπὸν ἰωάν,

### 215.3

ἢ ναὸς ἄξενον αὐγά‐

### 215.4

ζων ὅρμον· προβοᾷ γὰρ αἴλινον.

### 218

ΦΙΛΟΚΤΗΤΗΣ

### 219

Ἰὼ ξένοι,

### 220.1

τίνες ποτ’ ἐς γῆν τήνδε ναυτίλῳ πλάτῃ

### 220.2

κατέσχετ’ οὔτ’ εὔορμον οὔτ’ οἰκουμένην;

### 220.3

Ποίας πάτρας ἂν ἢ γένους ὑμᾶς ποτε

### 220.4

τύχοιμ’ ἂν εἰπών; Σχῆμα μὲν γὰρ Ἑλλάδος

### 220.5

στολῆς ὑπάρχει προσφιλεστάτης ἐμοί·

### 225.1

φωνῆς δ’ ἀκοῦσαι βούλομαι· καὶ μή μ’ ὄκνῳ

### 225.2

δείσαντες ἐκπλαγῆτ’ ἀπηγριωμένον,

### 225.3

ἀλλ’ οἰκτίσαντες ἄνδρα δύστηνον, μόνον,

### 225.4

ἔρημον ὧδε κἄφιλον, καλούμενον

### 225.5

φωνήσατ’, εἴπερ ὡς φίλοι προσήκετε.

### 230.1

Ἀλλ’ ἀνταμείψασθ’· οὐ γὰρ εἰκὸς οὔτ’ ἐμὲ

### 230.2

ὑμῶν ἁμαρτεῖν τοῦτό γ’ οὔθ’ ὑμᾶς ἐμοῦ.

### 230.3

ΝΕ.Ἀλλ’, ὦ ξέν’, ἴσθι τοῦτο πρῶτον, οὕνεκα

### unit_63.1

Ἕλληνές ἐσμεν· τοῦτο γὰρ βούλει μαθεῖν.

### unit_63.2

ΦΙ.Ὦ φίλτατον φώνημα· φεῦ τὸ καὶ λαβεῖν

### 235.1

πρόσφθεγμα τοιοῦδ’ ἀνδρὸς ἐν χρόνῳ μακρῷ.

### 235.2

Τίς ς’, ὦ τέκνον, προσέσχε, τίς προσήγαγεν

### 235.3

χρεία; τίς ὁρμή; τίς ἀνέμων ὁ φίλτατος;

### 235.4

Γέγωνέ μοι πᾶν τοῦθ’, ὅπως εἰδῶ τίς εἶ.

### 235.5

ΝΕ.Ἐγὼ γένος μέν εἰμι τῆς περιρρύτου

### 240.1

Σκύρου· πλέω δ’ ἐς οἶκον· αὐδῶμαι δὲ παῖς

### 240.2

Ἀχιλλέως, Νεοπτόλεμος· οἶσθ’ ἤδη τὸ πᾶν.

### 240.3

ΦΙ.Ὦ φιλτάτου παῖ πατρός, ὦ φίλης χθονός,

### 240.4

ὦ τοῦ γέροντος θρέμμα Λυκομήδους, τίνι

### 240.5

στόλῳ προσέσχες τήνδε γῆν, πόθεν πλέων;

### 245.1

ΝΕ.Ἐξ Ἰλίου τοι δὴ τανῦν γε ναυστολῶ.

### 245.2

ΦΙ.Πῶς εἶπας; Οὐ γὰρ δὴ σύ γ’ ἦσθα ναυβάτης

### 245.3

ἡμῖν κατ’ ἀρχὴν τοῦ πρὸς Ἴλιον στόλου.

### 245.4

ΝΕ.Ἦ γὰρ μετέσχες καὶ σὺ τοῦδε τοῦ πόνου;

### 245.5

ΦΙ.Ὦ τέκνον, οὐ γὰρ οἶσθά μ’ ὅντιν’ εἰσορᾷς;

### unit_67.1

ΝΕ.Πῶς γὰρ κάτοιδ’ ὅν γ’ εἶδον οὐδεπώποτε;

### unit_67.2

ΦΙ.Οὐδ’ οὔνομ’ οὐδὲ τῶν ἐμῶν κακῶν κλέος

### unit_67.3

ᾔσθου ποτ’ οὐδέν, οἷς ἐγὼ διωλλύμην;

### unit_67.4

ΝΕ.Ὡς μηδὲν εἰδότ’ ἴσθι μ’ ὧν ἀνιστορεῖς.

### unit_67.5

ΦΙ.Ὦ πόλλ’ ἐγὼ μοχθηρός, ὦ πικρὸς θεοῖς,

### 255.1

οὗ μηδὲ κληδὼν ὧδ’ ἔχοντος οἴκαδε

### 255.2

μηδ’ Ἑλλάδος γῆς μηδαμοῦ διῆλθέ που,

### 255.3

ἀλλ’ οἱ μὲν ἐκβαλόντες ἀνοσίως ἐμὲ

### unit_69.1

γελῶσι σῖγ’ ἔχοντες, ἡ δ’ ἐμὴ νόσος

### unit_69.2

ἀεὶ τέθηλε κἀπὶ μεῖζον ἔρχεται.

### 260.1

Ὦ τέκνον, ὦ παῖ πατρὸς ἐξ Ἀχιλλέως,

### 260.2

ὅδ’ εἴμ’ ἐγώ σοι κεῖνος, ὃν κλύεις ἴσως

### 260.3

τῶν Ἡρακλείων ὄντα δεσπότην ὅπλων,

### 260.4

ὁ τοῦ Ποίαντος παῖς Φιλοκτήτης, ὃν οἱ

### 260.5

δισσοὶ στρατηγοὶ χὠ Κεφαλλήνων ἄναξ

### 265.1

ἔρριψαν αἰσχρῶς ὧδ’ ἔρημον, ἀγρίᾳ

### 265.2

νόσῳ καταφθίνοντα, τῇδ’, ἀνδροφθόρου

### 265.3

πληγέντ’ ἐχίδνης ἀγρίῳ χαράγματι,

### 265.4

ξὺν ᾗ μ’ ἐκεῖνοι, παῖ, προθέντες ἐνθάδε

### 265.5

ᾤχοντ’ ἔρημον, ἡνίκ’ ἐκ τῆς ποντίας

### 270.1

Χρύσης κατέσχον δεῦρο ναυβάτῃ στόλῳ.

### 270.2

Τότ’ ἄσμενοί μ’ ὡς εἶδον ἐκ πολλοῦ σάλου

### 270.3

εὕδοντ’ ἐπ’ ἀκτῆς ἐν κατηρεφεῖ πέτρῳ,

### 274

ῥάκη προθέντες βαιὰ καί τι καὶ βορᾶς

### 273

λιπόντες ᾤχονθ’, οἷα φωτὶ δυσμόρῳ

### 275.1

ἐπωφέλημα σμικρόν· οἷ’ αὐτοῖς τύχοι.

### 275.2

Σὺ δή, τέκνον, ποίαν μ’ ἀνάστασιν δοκεῖς

### 275.3

αὐτῶν βεβώτων ἐξ ὕπνου στῆναι τότε;

### 275.4

ποῖ’ ἐκδακρῦσαι, ποῖ’ ἀποιμῶξαι κακά;

### 275.5

ὁρῶντα μὲν ναῦς ἃς ἔχων ἐναυστόλουν

### 280.1

πάσας βεβώσας, ἄνδρα δ’ οὐδέν’ ἔντοπον,

### 280.2

οὐχ ὅστις ἀρκέσειεν, οὐδ’ ὅστις νόσου

### 280.3

κάμνοντι συλλάβοιτο, πάντα δὲ σκοπῶν

### 280.4

ηὕρισκον οὐδὲν πλὴν ἀνιᾶσθαι παρόν,

### 280.5

τούτου δὲ πολλὴν εὐμάρειαν, ὦ τέκνον.

### 285

Ὁ μὲν χρόνος δὴ διὰ χρόνου προὔβαινέ μοι,

### unit_78.1

κἄδει τι βαιᾷ τῇδ’ ὑπὸ στέγῃ μόνον

### unit_78.2

διακονεῖσθαι· γαστρὶ μὲν τὰ σύμφορα

### unit_78.3

τόξον τόδ’ ἐξηύρισκε, τὰς ὑποπτέρους

### unit_78.4

βάλλον πελείας· πρὸς δὲ τοῦθ’ ὅ μοι βάλοι

### 290.1

νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας

### 290.2

εἰλυόμην, δύστηνον ἐξέλκων πόδα,

### 290.3

πρὸς τοῦτ’ ἄν· εἴ τ’ ἔδει τι καὶ ποτὸν λαβεῖν,

### 290.4

καί που πάγου χυθέντος, οἷα χείματι,

### 290.5

ξύλον τι θραῦσαι, ταῦτ’ ἂν ἐξέρπων τάλας

### 295.1

ἐμηχανώμην· εἶτα πῦρ ἂν οὐ παρῆν,

### 295.2

ἀλλ’ ἐν πέτροισι πέτρον ἐκτρίβων, μόλις

### 295.3

ἔφην’ ἄφαντον φῶς, ὃ καὶ σῴζει μ’ ἀεί.

### 295.4

Οἰκουμένη γὰρ οὖν στέγη πυρὸς μέτα

### 295.5

πάντ’ ἐκπορίζει πλὴν τὸ μὴ νοσεῖν ἐμέ.

### unit_81.1

Φέρ’, ὦ τέκνον, νῦν καὶ τὸ τῆς νήσου μάθῃς.

### unit_81.2

Ταύτῃ πελάζει ναυβάτης οὐδεὶς ἑκών·

### unit_81.3

οὐ γάρ τις ὅρμος ἔστιν, οὐδ’ ὅποι πλέων

### unit_81.4

ἐξεμπολήσει κέρδος ἢ ξενώσεται.

### unit_81.5

Οὐκ ἐνθάδ’ οἱ πλοῖ τοῖσι σώφροσιν βροτῶν.

### 305.1

Τάχ’ οὖν τις ἄκων ἔσχε· πολλὰ γὰρ τάδε

### 305.2

ἐν τῷ μακρῷ γένοιτ’ ἂν ἀνθρώπων χρόνῳ.

### 305.3

Οὗτοί μ’, ὅταν μόλωσιν, ὦ τέκνον, λόγοις

### 305.4

ἐλεοῦσι μέν, καί πού τι καὶ βορᾶς μέρος

### 305.5

προσέδοσαν οἰκτίραντες, ἤ τινα στολήν·

### 310.1

ἐκεῖνο δ’ οὐδείς, ἡνίκ’ ἂν μνησθῶ, θέλει,

### 310.2

σῶσαί μ’ ἐς οἴκους, ἀλλ’ ἀπόλλυμαι τάλας

### 310.3

ἔτος τόδ’ ἤδη δέκατον ἐν λιμῷ τε καὶ

### 310.4

κακοῖσι βόσκων τὴν ἀδηφάγον νόσον.

### unit_84

Τοιαῦτ’ Ἀτρεῖδαί μ’ ἥ τ’ Ὀδυσσέως βία,

### 315.1

ὦ παῖ, δεδράκας’, οἷ’ Ὀλύμπιοι θεοὶ

### 315.2

δοῖέν ποτ’ αὐτοῖς ἀντίποιν’ ἐμοῦ παθεῖν.

### 315.3

ΧΟ.Ἔοικα κἀγὼ τοῖς ἀφιγμένοις ἴσα

### 315.4

ξένοις ἐποικτίρειν σε, Ποίαντος τέκνον.

### 315.5

ΝΕ.Ἐγὼ δὲ καὐτὸς τοῖσδε μάρτυς ἐν λόγοις,

### 320.1

ὡς εἴς’ ἀληθεῖς οἶδα, συντυχὼν κακῶν

### 320.2

ἀνδρῶν Ἀτρειδῶν τῆς τ’ Ὀδυσσέως βίας.

### 320.3

ΦΙ.Ἦ γάρ τι καὶ σὺ τοῖς πανωλέθροις ἔχεις

### 320.4

ἔγκλημ’ Ἀτρείδαις, ὥστε θυμοῦσθαι παθών;

### 320.5

ΝΕ.Θυμὸν γένοιτο χειρὶ πληρῶσαί ποτε,

### 325.1

ἵν’ αἱ Μυκῆναι γνοῖεν ἡ Σπάρτη θ’ ὅτι

### 325.2

χἠ Σκῦρος ἀνδρῶν ἀλκίμων μήτηρ ἔφυ.

### 325.3

ΦΙ.Εὖ γ’, ὦ τέκνον· τίνος γὰρ ὧδε τὸν μέγαν

### 325.4

χόλον κατ’ αὐτῶν ἐγκαλῶν ἐλήλυθας;

### 325.5

ΝΕ.Ὦ παῖ Ποίαντος, ἐξερῶ, μόλις δ’ ἐρῶ,

### 330.1

ἅγωγ’ ὑπ’ αὐτῶν ἐξελωβήθην μολών.

### 330.2

Ἐπεὶ γὰρ ἔσχε μοῖρ’ Ἀχιλλέα θανεῖν—

### 330.3

ΦΙ.Οἴμοι· φράσῃς μοι μὴ πέρα, πρὶν ἂν μάθω

### 330.4

πρῶτον τόδ’· ἦ τέθνηχ’ ὁ Πηλέως γόνος;

### 330.5

ΝΕ.Τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δ’ ὕπο,

### 335.1

τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαμείς.

### 335.2

ΦΙ.Ἀλλ’ εὐγενὴς μὲν ὁ κτανών τε χὠ θανών.

### 335.3

Ἀμηχανῶ δὲ πότερον, ὦ τέκνον, τὸ σὸν

### 335.4

πάθημ’ ἐλέγχω πρῶτον, ἢ κεῖνον στένω.

### 335.5

ΝΕ.Οἶμαι μὲν ἀρκεῖν σοί γε καὶ τὰ ς’, ὦ τάλας,

### 340.1

ἀλγήμαθ’, ὥστε μὴ τὰ τῶν πέλας στένειν.

### 340.2

ΦΙ.Ὀρθῶς ἔλεξας· τοιγαροῦν τὸ σὸν φράσον

### unit_91.1

αὖθις πάλιν μοι πρᾶγμ’ ὅτῳ ς’ ἐνύβρισαν.

### unit_91.2

ΝΕ.Ἦλθόν με νηὶ ποικιλοστόλῳ μέτα

### unit_91.3

δῖός τ’ Ὀδυσσεὺς χὠ τροφεὺς τοὐμοῦ πατρός,

### 345.1

λέγοντες, εἴτ’ ἀληθὲς εἴτ’ ἄρ’ οὖν μάτην,

### 345.2

ὡς οὐ θέμις γίγνοιτ’, ἐπεὶ κατέφθιτο

### 345.3

πατὴρ ἐμός, τὰ πέργαμ’ ἄλλον ἢ ’μ’ ἑλεῖν.

### 345.4

Ταῦτ’, ὦ ξέν’, οὕτως ἐννέποντες οὐ πολὺν

### 345.5

χρόνον μ’ ἐπέσχον μή με ναυστολεῖν ταχύ,

### unit_93.1

μάλιστα μὲν δὴ τοῦ θανόντος ἱμέρῳ,

### unit_93.2

ὅπως ἴδοιμ’ ἄθαπτον· οὐ γὰρ εἰδόμην·

### unit_93.3

ἔπειτα μέντοι χὠ λόγος καλὸς προσῆν,

### unit_93.4

εἰ τἀπὶ Τροίᾳ πέργαμ’ αἱρήσοιμ’ ἰών.

### unit_93.5

Ἦν δ’ ἦμαρ ἤδη δεύτερον πλέοντί μοι,

### 355.1

κἀγὼ πικρὸν Σίγειον οὐρίῳ πλάτῃ

### 355.2

κατηγόμην· καί μ’ εὐθὺς ἐν κύκλῳ στρατὸς

### 355.3

ἐκβάντα πᾶς ἠσπάζετ’, ὀμνύντες βλέπειν

### 355.4

τὸν οὐκέτ’ ὄντα ζῶντ’ Ἀχιλλέα πάλιν.

### 355.5

Κεῖνος μὲν οὖν ἔκειτ’· ἐγὼ δ’ ὁ δύσμορος,

### 360.1

ἐπεὶ ’δάκρυσα κεῖνον, οὐ μακρῷ χρόνῳ

### 360.2

ἐλθὼν Ἀτρείδας προσφιλῶς, ὡς εἰκὸς ἦν,

### 360.3

τά θ’ ὅπλ’ ἀπῄτουν τοῦ πατρὸς τά τ’ ἄλλ’ ὅς’ ἦν.

### 360.4

Οἱ δ’ εἶπον, οἴμοι, τλημονέστατον λόγον·

### 360.5

«Ὦ σπέρμ’ Ἀχιλλέως, τἄλλα μὲν πάρεστί σοι

### 365.1

πατρῷ’ ἑλέσθαι, τῶν δ’ ὅπλων κείνων ἀνὴρ

### 365.2

ἄλλος κρατύνει νῦν, ὁ Λαέρτου γόνος.»

### 365.3

Κἀγὼ δακρύσας εὐθὺς ἐξανίσταμαι

### 365.4

ὀργῇ βαρείᾳ, καὶ καταλγήσας λέγω·

### 365.5

«Ὦ σχέτλι’, ἦ ’τολμήσατ’ ἀντ’ ἐμοῦ τινι

### 370

δοῦναι τὰ τεύχη τἀμά, πρὶν μαθεῖν ἐμοῦ;»

### unit_98.1

Ὁ δ’ εἶπ’ Ὀδυσσεύς, πλησίον γὰρ ὢν κυρεῖ·

### unit_98.2

«Ναί, παῖ, δεδώκας’ ἐνδίκως οὗτοι τάδε·

### unit_98.3

ἐγὼ γὰρ αὔτ’ ἔσωσα κἀκεῖνον παρών.»

### unit_98.4

Κἀγὼ χολωθεὶς εὐθὺς ἤρασσον κακοῖς

### 375.1

τοῖς πᾶσιν, οὐδὲν ἐνδεὲς ποιούμενος,

### 375.2

εἰ τἀμὰ κεῖνος ὅπλ’ ἀφαιρήσοιτό με.

### 375.3

Ὁ δ’ ἐνθάδ’ ἥκων, καίπερ οὐ δύσοργος ὤν,

### 375.4

δηχθεὶς πρὸς ἁξήκουσεν ὧδ’ ἠμείψατο·

### 375.5

«Οὐκ ἦσθ’ ἵν’ ἡμεῖς, ἀλλ’ ἀπῆσθ’ ἵν’ οὔ ς’ ἔδει,

### 380.1

καὶ ταῦτ’, ἐπειδὴ καὶ λέγεις θρασυστομῶν,

### 380.2

οὐ μή ποτ’ ἐς τὴν Σκῦρον ἐκπλεύσῃς ἔχων.»

### 380.3

Τοιαῦτ’ ἀκούσας κἀξονειδισθεὶς κακὰ

### 380.4

πλέω πρὸς οἴκους, τῶν ἐμῶν τητώμενος

### 380.5

πρὸς τοῦ κακίστου κἀκ κακῶν Ὀδυσσέως.

### 385.1

Κοὐκ αἰτιῶμαι κεῖνον ὡς τοὺς ἐν τέλει·

### 385.2

πόλις γὰρ ἔστι πᾶσα τῶν ἡγουμένων

### 385.3

στρατός τε σύμπας, οἱ δ’ ἀκοσμοῦντες βροτῶν

### 385.4

διδασκάλων λόγοισι γίγνονται κακοί.

### 385.5

Λόγος λέλεκται πᾶς· ὁ δ’ Ἀτρείδας στυγῶν

### 390

ἐμοί θ’ ὁμοίως καὶ θεοῖς εἴη φίλος.

### 392.1

ΧΟ.Ὀρεστέρα παμβῶτι Γᾶ,Str.

### 392.2

μᾶτερ αὐτοῦ Διός,

### 392.3

ἃ τὸν μέγαν Πακτωλὸν εὔχρυσον νέμεις,

### 395.1

σὲ κἀκεῖ, μᾶτερ πότνι’, ἐπηυδώμαν,

### 395.2

ὅτ’ ἐς τόνδ’ Ἀτρειδᾶν

### 395.3

ὕβρις πᾶς’ ἐχώρει,

### 399

ὅτε τὰ πάτρια τεύχεα παρεδίδοσαν,

### unit_106.1

ἰὼ μάκαιρα ταυροκτόνων

### unit_106.2

λεόντων ἔφεδρε, τῷ Λαρτίου,

### unit_107.1

σέβας ὑπέρτατον.

### unit_107.2

ΦΙ.Ἔχοντες, ὡς ἔοικε, σύμβολον σαφὲς

### unit_107.3

λύπης πρὸς ἡμᾶς, ὦ ξένοι, πεπλεύκατε,

### 405.1

καί μοι προσᾴδεθ’ ὥστε γιγνώσκειν ὅτι

### 405.2

ταῦτ’ ἐξ Ἀτρειδῶν ἔργα κἀξ Ὀδυσσέως.

### 405.3

Ἔξοιδα γάρ νιν παντὸς ἂν λόγου κακοῦ

### 405.4

γλώσσῃ θιγόντα καὶ πανουργίας ἀφ’ ἧς

### 405.5

μηδὲν δίκαιον ἐς τέλος μέλλοι ποεῖν.

### 410.1

Ἀλλ’ οὔ τι τοῦτο θαῦμ’ ἔμοιγ’, ἀλλ’ εἰ παρὼν

### 410.2

Αἴας ὁ μείζων ταῦθ’ ὁρῶν ἠνείχετο.

### 410.3

ΝΕ.Οὐκ ἦν ἔτι ζῶν, ὦ ξέν’· οὐ γὰρ ἄν ποτε

### 410.4

ζῶντός γ’ ἐκείνου ταῦτ’ ἐσυλήθην ἐγώ.

### 410.5

ΦΙ.Πῶς εἶπας; ἀλλ’ ἦ χοὖτος οἴχεται θανών;

### 415.1

ΝΕ.Ὡς μηκέτ’ ὄντα κεῖνον ἐν φάει νόει.

### 415.2

ΦΙ.Οἴμοι τάλας. Ἀλλ’ οὐχ ὁ Τυδέως γόνος,

### 415.3

οὐδ’ οὑμπολητὸς Σισύφου Λαερτίῳ,

### 415.4

οὐ μὴ θάνωσι· τούσδε γὰρ μὴ ζῆν ἔδει.

### 415.5

ΝΕ.Οὐ δῆτ’, ἐπίστω τοῦτό γ’, ἀλλὰ καὶ μέγα

### 420.1

θάλλοντές εἰσι νῦν ἐν Ἀργείων στρατῷ.

### 420.2

ΦΙ.Τί δ’; ὃς παλαιὸς κἀγαθὸς φίλος τ’ ἐμός,

### 420.3

Νέστωρ ὁ Πύλιος ἔστιν; οὗτος γὰρ τά γε

### 420.4

κείνων κάκ’ ἐξήρυκε, βουλεύων σοφά.

### 420.5

ΝΕ.Κεῖνός γε πράσσει νῦν κακῶς, ἐπεὶ θανὼν

### 425.1

Ἀντίλοχος αὐτῷ φροῦδος, ὅσπερ ἦν γόνος.

### 425.2

ΦΙ.Οἴμοι, δύ’ αὖ τώδ’ ἄνδρ’ ἔλεξας οἷν ἐγὼ

### unit_113.1

ἥκιστ’ ἂν ἠθέλης’ ὀλωλότοιν κλύειν.

### unit_113.2

Φεῦ φεῦ· τί δῆτα δεῖ σκοπεῖν, ὅθ’ οἵδε μὲν

### unit_113.3

τεθνᾶς’, Ὀδυσσεὺς δ’ ἔστιν αὖ κἀνταῦθ’ ἵνα

### 430.1

χρῆν ἀντὶ τούτων αὐτὸν αὐδᾶσθαι νεκρόν;

### 430.2

ΝΕ.Σοφὸς παλαιστὴς κεῖνος, ἀλλὰ χαἰ σοφαὶ

### 430.3

γνῶμαι, Φιλοκτῆτ’, ἐμποδίζονται θαμά.

### 430.4

ΦΙ.Φέρ’ εἰπὲ πρὸς θεῶν, ποῦ γὰρ ἦν ἐνταῦθά σοι

### 430.5

Πάτροκλος, ὃς σοῦ πατρὸς ἦν τὰ φίλτατα;

### 435.1

ΝΕ.Χοὖτος τεθνηκὼς ἦν· λόγῳ δέ ς’ ἐν βραχεῖ

### 435.2

τοῦτ’ ἐκδιδάξω· πόλεμος οὐδέν’ ἄνδρ’ ἑκὼν

### 435.3

αἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί.

### 435.4

ΦΙ.Ξυμμαρτυρῶ σοι· καὶ κατ’ αὐτὸ τοῦτό γε

### 435.5

ἀναξίου μὲν φωτὸς ἐξερήσομαι,

### 440.1

γλώσσῃ δὲ δεινοῦ καὶ σοφοῦ, τί νῦν κυρεῖ.

### 440.2

ΝΕ.Ποίου δὲ τούτου πλήν γ’ Ὀδυσσέως ἐρεῖς;

### 440.3

ΦΙ.Οὐ τοῦτον εἶπον, ἀλλὰ Θερσίτης τις ἦν,

### 440.4

ὃς οὐκ ἂν εἵλετ’ εἰσάπαξ εἰπεῖν ὅπου

### 440.5

μηδεὶς ἐῴη· τοῦτον οἶσθ’ εἰ ζῶν κυρεῖ;

### 445.1

ΝΕ.Οὐκ εἶδον αὐτόν, ᾐσθόμην δ’ ἔτ’ ὄντα νιν.

### 445.2

ΦΙ.Ἔμελλ’· ἐπεὶ οὐδέν πω κακόν γ’ ἀπώλετο,

### 445.3

ἀλλ’ εὖ περιστέλλουσιν αὐτὰ δαίμονες·

### 445.4

καί πως τὰ μὲν πανοῦργα καὶ παλιντριβῆ

### 445.5

χαίρους’ ἀναστρέφοντες ἐξ Ἅιδου, τὰ δὲ

### unit_118.1

δίκαια καὶ τὰ χρήστ’ ἀποστέλλους’ ἀεί.

### unit_118.2

Ποῦ χρὴ τίθεσθαι ταῦτα, ποῦ δ’ αἰνεῖν, ὅταν

### unit_119.1

τὰ θεῖ’ ἐπαινῶν τοὺς θεοὺς εὕρω κακούς;

### unit_119.2

ΝΕ.Ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρός,

### unit_119.3

τὸ λοιπὸν ἤδη τηλόθεν τό τ’ Ἴλιον

### 455.1

καὶ τοὺς Ἀτρείδας εἰσορῶν φυλάξομαι·

### 455.2

ὅπου θ’ ὁ χείρων τἀγαθοῦ μεῖζον σθένει

### 455.3

κἀποφθίνει τὰ χρηστὰ χὠ δειλὸς κρατεῖ,

### 455.4

τούτους ἐγὼ τοὺς ἄνδρας οὐ στέρξω ποτέ·

### 455.5

ἀλλ’ ἡ πετραία Σκῦρος ἐξαρκοῦσά μοι

### 460.1

ἔσται τὸ λοιπόν, ὥστε τέρπεσθαι δόμῳ.

### 460.2

Νῦν δ’ εἶμι πρὸς ναῦν· καὶ σύ, Ποίαντος τέκνον,

### 460.3

χαῖρ’ ὡς μέγιστα, χαῖρε· καί σε δαίμονες

### 460.4

νόσου μεταστήσειαν ὡς αὐτὸς θέλεις.

### 460.5

Ἡμεῖς δ’ ἴωμεν, ὡς ὁπηνίκ’ ἂν θεὸς

### 465.1

πλοῦν ἡμὶν εἴκῃ, τηνικαῦθ’ ὁρμώμεθα.

### 465.2

ΦΙ.Ἤδη, τέκνον, στέλλεσθε;

### 466.1

ΝΕ.Καιρὸς γὰρ καλεῖ

### 466.2

πλοῦν μὴ ’ξ ἀπόπτου μᾶλλον ἢ ’γγύθεν σκοπεῖν.

### 466.3

ΦΙ.Πρός νύν σε πατρός, πρός τε μητρός, ὦ τέκνον,

### 466.4

πρός τ’ εἴ τί σοι κατ’ οἶκόν ἐστι προσφιλές,

### 470.1

ἱκέτης ἱκνοῦμαι, μὴ λίπῃς μ’ οὕτω μόνον,

### 470.2

ἔρημον ἐν κακοῖσι τοῖσδ’ οἵοις ὁρᾷς

### 470.3

ὅσοισί τ’ ἐξήκουσας ἐνναίοντά με·

### 470.4

ἀλλ’ ἐν παρέργῳ θοῦ με. Δυσχέρεια μέν,

### 470.5

ἔξοιδα, πολλὴ τοῦδε τοῦ φορήματος·

### 475.1

ὅμως δὲ τλῆθι· τοῖσι γενναίοισί τοι

### 475.2

τό τ’ αἰσχρὸν ἐχθρὸν καὶ τὸ χρηστὸν εὐκλεές.

### 475.3

Σοὶ δ’, ἐκλιπόντι τοῦτ’, ὄνειδος οὐ καλόν,

### 475.4

δράσαντι δ’, ὦ παῖ, πλεῖστον εὐκλείας γέρας,

### unit_126

ἐὰν μόλω ’γὼ ζῶν πρὸς Οἰταίαν χθόνα.

### 480.1

Ἴθ’, ἡμέρας τοι μόχθος οὐχ ὅλης μιᾶς,

### 480.2

τόλμησον, ἐμβαλοῦ μ’ ὅπῃ θέλεις ἄγων,

### 480.3

εἰς ἀντλίαν, εἰς πρῷραν, εἰς πρύμνην, ὅποι

### 480.4

ἥκιστα μέλλω τοὺς ξυνόντας ἀλγυνεῖν.

### 480.5

Νεῦσον, πρὸς αὐτοῦ Ζηνὸς Ἱκεσίου, τέκνον,

### 485.1

πείσθητι· προσπίτνω σε γόνασι, καίπερ ὢν

### 485.2

ἀκράτωρ ὁ τλήμων, χωλός. Ἀλλὰ μή μ’ ἀφῇς

### 485.3

ἔρημον οὕτω χωρὶς ἀνθρώπων στίβου,

### 485.4

ἀλλ’ ἢ πρὸς οἶκον τὸν σὸν ἔκσωσόν μ’ ἄγων,

### 485.5

ἢ πρὸς τὰ Χαλκώδοντος Εὐβοίας σταθμά·

### 490.1

κἀκεῖθεν οὔ μοι μακρὸς εἰς Οἴτην στόλος

### 490.2

Τραχινίαν τε δειράδ’ ἢ τὸν εὔροον

### 490.3

Σπερχειὸν ἔσται· πατρί μ’ ὡς δείξῃς φίλῳ,

### 490.4

ὃν δὴ παλαιὸν ἐξότου δέδοικ’ ἐγὼ

### 490.5

μή μοι βεβήκῃ. Πολλὰ γὰρ τοῖς ἱγμένοις

### 495.1

ἔστελλον αὐτὸν ἱκεσίους πέμπων λιτάς,

### 495.2

αὐτόστολον πέμψαντά μ’ ἐκσῶσαι δόμους.

### 495.3

Ἀλλ’ ἢ τέθνηκεν ἢ τὰ τῶν διακόνων,

### 495.4

ὡς εἰκός, οἶμαι, τοὐμὸν ἐν σμικρῷ μέρος

### 495.5

ποιούμενοι τὸν οἴκαδ’ ἤπειγον στόλον.

### unit_131.1

Νῦν δ’, εἰς σὲ γὰρ πομπόν τε καὐτὸν ἄγγελον

### unit_131.2

ἥκω, σὺ σῶσον, σύ μ’ ἐλέησον, εἰσορῶν

### unit_131.3

ὡς πάντα δεινὰ κἀπικινδύνως βροτοῖς

### unit_131.4

κεῖται παθεῖν μὲν εὖ, παθεῖν δὲ θἄτερα.

### unit_131.5

Χρὴ δ’ ἐκτὸς ὄντα πημάτων τὰ δείν’ ὁρᾶν,

### 505

χὤταν τις εὖ ζῇ, τηνικαῦτα τὸν βίον

### unit_133.1

σκοπεῖν μάλιστα μὴ διαφθαρεὶς λάθῃ.

### unit_133.2

ΧΟ.Οἴκτιρ’, ἄναξ· πολλῶν ἔλε‐Ant.

### unit_133.3

ξεν δυσοίστων πόνων

### unit_133.4

ἆθλ’, ὅσσα μηδεὶς τῶν ἐμῶν τύχοι φίλων.

### 510.1

Εἰ δὲ πικρούς, ἄναξ, Ἀτρείδας ἔχθεις,

### 510.2

ἐγὼ μέν, τὸ κείνων

### 510.3

κακὸν τῷδε κέρδος

### 515.1

μετατιθέμενος, ἔνθαπερ ἐπιμέμονεν,

### 515.2

ἐπ’ εὐστόλου ταχείας νεὼς

### 515.3

πορεύσαιμ’ ἂν ἐς δόμους, τὰν ἐκ θεῶν

### 515.4

νέμεσιν ἐκφυγών.

### 518

ΝΕ.Ὅρα σὺ μὴ νῦν μέν τις εὐχερὴς παρῇς,

### 520.1

ὅταν δὲ πλησθῇς τῆς νόσου ξυνουσίᾳ,

### 520.2

τότ’ οὐκέθ’ αὑτὸς τοῖς λόγοις τούτοις φανῇς.

### 520.3

ΧΟ.Ἥκιστα· τοῦτ’ οὐκ ἔσθ’ ὅπως ποτ’ εἰς ἐμὲ

### 520.4

τοὔνειδος ἕξεις ἐνδίκως ὀνειδίσαι.

### 520.5

ΝΕ.Ἀλλ’ αἰσχρὰ μέντοι σοῦ γέ μ’ ἐνδεέστερον

### 525.1

ξένῳ φανῆναι πρὸς τὸ καίριον πονεῖν.

### 525.2

Ἀλλ’ εἰ δοκεῖ, πλέωμεν, ὁρμάσθω ταχύς,

### 525.3

χἠ ναῦς γὰρ ἄξει κοὐκ ἀπαρνηθήσεται.

### 525.4

Μόνον θεοὶ σῴζοιεν ἔκ τε τῆσδε γῆς

### 525.5

ἡμᾶς ὅποι τ’ ἐνθένδε βουλοίμεσθα πλεῖν.

### 530.1

ΦΙ.Ὦ φίλτατον μὲν ἦμαρ, ἥδιστος δ’ ἀνήρ,

### 530.2

φίλοι δὲ ναῦται, πῶς ἂν ὑμὶν ἐμφανὴς

### 530.3

ἔργῳ γενοίμην ὥς μ’ ἔθεσθε προσφιλῆ;

### 530.4

Ἴωμεν, ὦ παῖ, προσκύσαντε τὴν ἔσω

### 530.5

ἄοικον εἰσοίκησιν, ὥς με καὶ μάθῃς

### 535.1

ἀφ’ ὧν διέζων ὥς τ’ ἔφυν εὐκάρδιος.

### 535.2

Οἶμαι γὰρ οὐδ’ ἂν ὄμμασιν μόνην θέαν

### 535.3

ἄλλον λαβόντα πλὴν ἐμοῦ τλῆναι τάδε·

### 535.4

ἐγὼ δ’ ἀνάγκῃ προὔμαθον στέργειν κακά.

### 535.5

ΧΟ.Ἐπίσχετον, μάθωμεν· ἄνδρε γὰρ δύο,

### 540.1

ὁ μὲν νεὼς σῆς ναυβάτης, ὁ δ’ ἀλλόθρους,

### 540.2

χωρεῖτον, ὧν μαθόντες αὖθις εἴσιτον.

### 540.3

ΕΜΠΟΡΟΣ

### 542.1

Ἀχιλλέως παῖ, τόνδε τὸν ξυνέμπορον,

### 542.2

ὃς ἦν νεὼς σῆς σὺν δυοῖν ἄλλοιν φύλαξ,

### 542.3

ἐκέλευς’ ἐμοί σε ποῦ κυρῶν εἴης φράσαι,

### 545.1

ἐπείπερ ἀντέκυρσα, δοξάζων μὲν οὔ,

### 545.2

τύχῃ δέ πως πρὸς ταὐτὸν ὁρμισθεὶς πέδον.

### 545.3

Πλέων γάρ, ὡς ναύκληρος, οὐ πολλῷ στόλῳ

### 545.4

ἀπ’ Ἰλίου πρὸς οἶκον ἐς τὴν εὔβοτρυν

### 545.5

Πεπάρηθον, ὡς ἤκουσα τοὺς ναύτας ὅτι

### unit_144.1

σοὶ πάντες εἶεν συννεναυστοληκότες,

### unit_144.2

ἔδοξέ μοι μὴ σῖγα, πρὶν φράσαιμί σοι,

### unit_144.3

τὸν πλοῦν ποεῖσθαι προστυχόντι τῶν ἴσων.

### unit_144.4

Οὐδὲν σύ που κάτοισθα τῶν σαυτοῦ πέρι,

### unit_144.5

ἃ τοῖσιν Ἀργείοισιν ἀμφὶ σοῦ νέα

### 555.1

βουλεύματ’ ἐστί, κοὐ μόνον βουλεύματα,

### 555.2

ἀλλ’ ἔργα δρώμεν’, οὐκέτ’ ἐξαργούμενα.

### 555.3

ΝΕ.Ἀλλ’ ἡ χάρις μὲν τῆς προμηθίας, ξένε,

### 555.4

εἰ μὴ κακὸς πέφυκα, προσφιλὴς μενεῖ·

### 555.5

φράσον δ’ ἅπερ γ’ ἔλεξας, ὡς μάθω τί μοι

### 560.1

νεώτερον βούλευμ’ ἀπ’ Ἀργείων ἔχεις.

### 560.2

ΕΜ.Φροῦδοι διώκοντές σε ναυτικῷ στόλῳ

### unit_147.1

Φοῖνιξ ὁ πρέσβυς οἵ τε Θησέως κόροι.

### unit_147.2

ΝΕ.Ὡς ἐκ βίας μ’ ἄξοντες ἢ λόγοις πάλιν;

### unit_147.3

ΕΜ.Οὐκ οἶδ’· ἀκούσας δ’ ἄγγελος πάρειμί σοι.

### 565.1

ΝΕ.Ἦ ταῦτα δὴ Φοῖνίξ τε χοἰ ξυνναυβάται

### 565.2

οὕτω καθ’ ὁρμὴν δρῶσιν Ἀτρειδῶν χάριν;

### 565.3

ΕΜ.Ὡς ταῦτ’ ἐπίστω δρώμεν’ οὐ μέλλοντ’ ἔτι.

### 565.4

ΝΕ.Πῶς οὖν Ὀδυσσεὺς πρὸς τάδ’ οὐκ αὐτάγγελος

### 565.5

πλεῖν ἦν ἕτοιμος; ἢ φόβος τις εἶργέ νιν;

### 570.1

ΕΜ.Κεῖνός γ’ ἐπ’ ἄλλον ἄνδρ’ ὁ Τυδέως τε παῖς

### 570.2

ἔστελλον, ἡνίκ’ ἐξανηγόμην ἐγώ.

### 570.3

ΝΕ.Πρὸς ποῖον αὖ τόνδ’ αὐτὸς οὑδυσσεὺς ἔπλει;

### 570.4

ΕΜ.Ἦν δή τις—ἀλλὰ τόνδε μοι πρῶτον φράσον

### 570.5

τίς ἐστιν· ἃν λέγῃς δὲ μὴ φώνει μέγα.

### 575.1

ΝΕ.Ὅδ’ ἔσθ’ ὁ κλεινός σοι Φιλοκτήτης, ξένε.

### 575.2

ΕΜ.Μή νύν μ’ ἔρῃ τὰ πλείον’, ἀλλ’ ὅσον τάχος

### 575.3

ἔκπλει σεαυτὸν ξυλλαβὼν ἐκ τῆσδε γῆς.

### 575.4

ΦΙ.Τί φησιν, ὦ παῖ; τί με κατὰ σκότον ποτὲ

### 575.5

διεμπολᾷ λόγοισι πρός ς’ ὁ ναυβάτης;

### 580.1

ΝΕ.Οὐκ οἶδά πω τί φησι· δεῖ δ’ αὐτὸν λέγειν

### 580.2

εἰς φῶς ὃ λέξει, πρὸς σὲ κἀμὲ τούσδε τε.

### 580.3

ΕΜ.Ὦ σπέρμ’ Ἀχιλλέως, μή με διαβάλῃς στρατῷ

### 580.4

λέγονθ’ ἃ μὴ δεῖ· πόλλ’ ἐγὼ κείνων ὕπο

### 580.5

δρῶν ἀντιπάσχω χρηστά θ’, οἷ’ ἀνὴρ πένης.

### 585.1

ΝΕ.Ἐγώ εἰμ’ Ἀτρείδαις δυσμενής· οὗτος δέ μοι

### 585.2

φίλος μέγιστος, οὕνεκ’ Ἀτρείδας στυγεῖ.

### 585.3

Δεῖ δή ς’, ἔμοιγ’ ἐλθόντα προσφιλῆ, λόγων

### unit_153.1

κρύψαι πρὸς ἡμᾶς μηδέν’ ὧν ἀκήκοας.

### unit_153.2

ΕΜ.Ὅρα τί ποιεῖς, παῖ.

### 589

ΝΕ.Σκοπῶ κἀγὼ πάλαι.

### 590

ΕΜ.Σὲ θήσομαι τῶνδ’ αἴτιον.

### 590.1

ΝΕ.Ποιοῦ λέγων.

### 590.2

ΕΜ.Λέγω· ’πὶ τοῦτον ἄνδρε τώδ’ ὥπερ κλύεις,

### 590.3

ὁ Τυδέως παῖς ἥ τ’ Ὀδυσσέως βία,

### 590.4

διώμοτοι πλέουσιν ἦ μὴν ἢ λόγῳ

### 590.5

πείσαντες ἄξειν, ἢ πρὸς ἰσχύος κράτος.

### 595.1

Καὶ ταῦτ’ Ἀχαιοὶ πάντες ἤκουον σαφῶς

### 595.2

Ὀδυσσέως λέγοντος· οὗτος γὰρ πλέον

### 595.3

τὸ θάρσος εἶχε θἀτέρου δράσειν τάδε.

### 595.4

ΝΕ.Τίνος δ’ Ἀτρεῖδαι τοῦδ’ ἄγαν οὕτω χρόνῳ

### 595.5

τοσῷδ’ ἐπεστρέφοντο πράγματος χάριν,

### unit_158.1

ὅν γ’ εἶχον ἤδη χρόνιον ἐκβεβληκότες;

### unit_158.2

τίς ὁ πόθος αὐτοὺς ἵκετ’, ἢ θεῶν βία

### unit_158.3

καὶ νέμεσις, οἵπερ ἔργ’ ἀμύνουσιν κακά;

### unit_158.4

ΕΜ.Ἐγὼ σὲ τοῦτ’, ἴσως γὰρ οὐκ ἀκήκοας,

### unit_158.5

πᾶν ἐκδιδάξω. Μάντις ἦν τις εὐγενής,

### 605.1

Πριάμου μὲν υἱός, ὄνομα δ’ ὠνομάζετο

### 605.2

Ἕλενος, ὃν οὗτος νυκτὸς ἐξελθὼν μόνος,

### 605.3

ὁ πάντ’ ἀκούων αἰσχρὰ καὶ λωβήτ’ ἔπη

### 605.4

δόλιος Ὀδυσσεὺς εἷλε, δέσμιόν τ’ ἄγων

### 605.5

ἔδειξ’ Ἀχαιοῖς ἐς μέσον, θήραν καλήν·

### 610.1

ὃς δὴ τά τ’ ἄλλ’ αὐτοῖσι πάντ’ ἐθέσπισε,

### 610.2

καὶ τἀπὶ Τροίᾳ πέργαμ’ ὡς οὐ μή ποτε

### 610.3

πέρσοιεν, εἰ μὴ τόνδε πείσαντες λόγῳ

### 610.4

ἄγοιντο νήσου τῆσδ’ ἐφ’ ἧς ναίει τὰ νῦν.

### 610.5

Καὶ ταῦθ’ ὅπως ἤκους’ ὁ Λαέρτου τόκος

### 615

τὸν μάντιν εἰπόντ’, εὐθέως ὑπέσχετο

### unit_162.1

τὸν ἄνδρ’ Ἀχαιοῖς τόνδε δηλώσειν ἄγων·

### unit_162.2

οἴοιτο μὲν μάλισθ’ ἑκούσιον λαβών,

### unit_162.3

εἰ μὴ θέλοι δ’, ἄκοντα· καὶ τούτων κάρα

### unit_162.4

τέμνειν ἐφεῖτο τῷ θέλοντι μὴ τυχών.

### 620.1

Ἤκουσας, ὦ παῖ, πάντα· τὸ σπεύδειν δέ σοι

### 620.2

καὐτῷ παραινῶ κεἴ τινος κήδῃ πέρι.

### 620.3

ΦΙ.Οἴμοι τάλας· ἦ κεῖνος, ἡ πᾶσα βλάβη,

### 620.4

ἔμ’ εἰς Ἀχαιοὺς ὤμοσεν πείσας στελεῖν;

### 620.5

πεισθήσομαι γὰρ ὧδε κἀξ Ἅιδου θανὼν

### 625.1

πρὸς φῶς ἀνελθεῖν, ὥσπερ οὑκείνου πατήρ.

### 625.2

ΕΜ.Οὐκ οἶδ’ ἐγὼ ταῦτ’· ἀλλ’ ἐγὼ μὲν εἶμ’ ἐπὶ

### 625.3

ναῦν, σφῷν δ’ ὅπως ἄριστα συμφέροι θεός.

### 625.4

ΦΙ.Οὔκουν τάδ’, ὦ παῖ, δεινά, τὸν Λαερτίου

### 625.5

ἔμ’ ἐλπίσαι ποτ’ ἂν λόγοισι μαλθακοῖς

### 630.1

δεῖξαι νεὼς ἄγοντ’ ἐν Ἀργείοις μέσοις;

### 630.2

οὔ· θᾶσσον ἂν τῆς πλεῖστον ἐχθίστης ἐμοὶ

### 630.3

κλύοιμ’ ἐχίδνης, ἥ μ’ ἔθηκεν ὧδ’ ἄπουν.

### 630.4

Ἀλλ’ ἔστ’ ἐκείνῳ πάντα λεκτά, πάντα δὲ

### 630.5

τολμητά. Καὶ νῦν οἶδ’ ὁθούνεχ’ ἵξεται.

### 635.1

Ἀλλ’, ὦ τέκνον, χωρῶμεν, ὡς ἡμᾶς πολὺ

### 635.2

πέλαγος ὁρίζῃ τῆς Ὀδυσσέως νεώς·

### 635.3

Ἴωμεν· ἥ τοι καίριος σπουδή, πόνου

### 635.4

λήξαντος, ὕπνον κἀνάπαυλαν ἤγαγεν.

### 635.5

ΝΕ.Οὐκοῦν ἐπειδὰν πνεῦμα τοὐκ πρῴρας ἀνῇ.

### 640.1

τότε στελοῦμεν· νῦν γὰρ ἀντιοστατεῖ.

### 640.2

ΦΙ.Ἀεὶ καλὸς πλοῦς ἔσθ’, ὅταν φεύγῃς κακά.

### 640.3

ΝΕ.Οὔκ· ἀλλὰ κἀκείνοισι ταῦτ’ ἐναντία.

### 640.4

ΦΙ.Οὐκ ἔστι λῃσταῖς πνεῦμ’ ἐναντιούμενον,

### 640.5

ὅταν παρῇ κλέψαι τε χἀρπάσαι βίᾳ.

### 645.1

ΝΕ.Ἀλλ’, εἰ δοκεῖ, χωρῶμεν, ἔνδοθεν λαβὼν

### 645.2

ὅτου σε χρεία καὶ πόθος μάλιστ’ ἔχει.

### unit_169.1

ΦΙ.Ἀλλ’ ἔστιν ὧν δεῖ, καίπερ οὐ πολλῶν ἄπο.

### unit_169.2

ΝΕ.Τί τοῦθ’ ὃ μὴ νεώς γε τῆς ἐμῆς ἔπι;

### unit_169.3

ΦΙ.Φύλλον τί μοι πάρεστιν ᾧ μάλιστ’ ἀεὶ

### unit_170.1

κοιμῶ τόδ’ ἕλκος, ὥστε πραΰνειν πάνυ.

### unit_170.2

ΝΕ.Ἀλλ’ ἔκφερ’ αὐτό· τί γὰρ ἔτ’ ἄλλ’ ἐρᾷς λαβεῖν;

### unit_170.3

ΦΙ.Εἴ μοί τι τόξων τῶνδ’ ἀπημελημένον

### unit_170.4

παρερρύηκεν, ὡς λίπω μή τῳ λαβεῖν.

### unit_170.5

ΝΕ.Ἦ ταῦτα γὰρ τὰ κλεινὰ τόξ’ ἃ νῦν ἔχεις;

### 655.1

ΦΙ.Ταῦτ’ οὐ γὰρ ἄλλα γ’ ἔσθ’ ἃ βαστάζω χεροῖν.

### 655.2

ΝΕ.Ἆρ’ ἔστιν ὥστε κἀγγύθεν θέαν λαβεῖν,

### 655.3

καὶ βαστάσαι με προσκύσαι θ’ ὥσπερ θεόν;

### 655.4

ΦΙ.Σοί γ’, ὦ τέκνον, καὶ τοῦτο κἄλλο τῶν ἐμῶν

### 655.5

ὁποῖον ἄν σοι ξυμφέρῃ γενήσεται.

### 660.1

ΝΕ.Καὶ μὴν ἐρῶ γε· τὸν δ’ ἔρωθ’ οὕτως ἔχω·

### 660.2

εἴ μοι θέμις, θέλοιμ’ ἄν· εἰ δὲ μή, πάρες.

### 660.3

ΦΙ.Ὅσιά τε φωνεῖς ἔστι τ’, ὦ τέκνον, θέμις,

### 660.4

ὅς γ’ ἡλίου τόδ’ εἰσορᾶν ἐμοὶ φάος

### 660.5

μόνος δέδωκας, ὃς χθόν’ Οἰταίαν ἰδεῖν,

### 665.1

ὃς πατέρα πρέσβυν, ὃς φίλους, ὃς τῶν ἐμῶν

### 665.2

ἐχθρῶν μ’ ἔνερθεν ὄντ’ ἀνέστησας πέρα.

### 665.3

Θάρσει, παρέσται ταῦτά σοι καὶ θιγγάνειν

### 665.4

καὶ δόντι δοῦναι κἀξεπεύξασθαι βροτῶν

### 665.5

ἀρετῆς ἕκατι τῶνδ’ ἐπιψαῦσαι μόνον·

### 670.1

εὐεργετῶν γὰρ καὐτὸς αὔτ’ ἐκτησάμην.

### 670.2

ΝΕ.Οὐκ ἄχθομαί ς’ ἰδών τε καὶ λαβὼν φίλον·

### 670.3

ὅστις γὰρ εὖ δρᾶν εὖ παθὼν ἐπίσταται,

### 670.4

παντὸς γένοιτ’ ἂν κτήματος κρείσσων φίλος.

### 670.5

Χωροῖς ἂν εἴσω.

### 674

ΦΙ.Καὶ σέ γ’ εἰσάξω· τὸ γὰρ

### 675.1

νοσοῦν ποθεῖ σε ξυμπαραστάτην λαβεῖν.

### 675.2

ΧΟ.Λόγῳ μὲν ἐξήκους’, ὄπωπα δ’ οὐ μάλα,Str. 1.

### 675.3

τὸν πελάταν λέκτρων ποτὲ 〈τῶν〉 Διὸς

### 675.4

κατ’ ἄμπυκα δὴ δρομάδα

### 675.5

δέσμιον ὡς ἔβαλεν παγκρατὴς Κρόνου παῖς·

### 680

ἄλλον δ’ οὔτιν’ ἔγωγ’ οἶδα κλύων οὐδ’ ἐσιδὼν μοίρᾳ

### 682.1

τοῦδ’ ἐχθίονι συντυχόντα θνατῶν,

### 682.2

ὃς οὔτ’ ἔρξας τιν’ οὔτε νοσφίσας,

### 682.3

ἀλλ’ ἴσος ἔν 〈γ’〉 ἴσοις ἀνὴρ

### 685.1

ὤλλυθ’ ὧδ’ ἀναξίως.

### 685.2

Τόδε 〈δ’ αὖ〉 θαῦμά μ’ ἔχει πῶς

### 685.3

ποτε πῶς ποτ’ ἀμφιπλήκτων

### 685.4

ῥοθίων μόνος κλύων, πῶς

### 685.5

ἄρα πανδάκρυτον οὕτω

### 690

βιοτὰν κατέσχεν·

### 692.1

ἵν’ αὐτὸς ἦν πρόσουρος, οὐκ ἔχων βάσιν,Ant. 1.

### 692.2

οὐδέ τιν’ ἐγχώρων κακογείτονα,

### 692.3

παρ’ ᾧ στόνον ἀντίτυπον

### 695.1

〈τὸν〉 βαρυβρῶτ’ ἀποκλαύσειεν αἱματηρόν·

### 695.2

οὐδ’ ὃς [τὰν] θερμοτάταν αἱμάδα κηκιομέναν ἑλκέων

### 698.1

ἐνθήρου ποδὸς ἠπίοισι φύλλοις

### 698.2

κατευνάσειεν, εἴ τις ἐμπέσοι,

### unit_184

φορβάδος ἐκ γαίας ἑλών·

### unit_185.1

εἷρπε δ’ ἄλλοτ’ ἀλλ〈αχ〉ᾷ

### unit_185.2

τότ’ ἂν εἰλυόμενος, παῖς

### unit_185.3

ἄτερ ὡς φίλας τιθήνας,

### unit_185.4

ὅθεν εὐμάρει’ ὑπάρχοι

### 705.1

πόρου, ἁνίκ’ ἐξανείη

### 705.2

δακέθυμος ἄτα·

### 708.1

οὐ φορβὰν ἱερᾶς γᾶς σπόρον, οὐκ ἄλλωνStr. 2.

### 708.2

αἴρων τῶν νεμόμεσθ’ ἀνέρες ἀλφησταί,

### 710.1

πλὴν ἐξ ὠκυβόλων εἴ ποτε τόξων πτα‐

### 710.2

νοῖς ἰοῖς ἀνύσειε γαστρὶ φορβάν.

### 710.3

Ὦ μελέα ψυχά·

### 715.1

ὃς μηδ’ οἰνοχύτου πώματος ἥσθη δεκέτει χρόνῳ,

### 715.2

λεύσσων δ’ εἴ που γνοίη, στατὸν εἰς ὕδωρ

### 715.3

αἰεὶ προσενώμα.

### 719

Νῦν δ’ ἀνδρῶν ἀγαθῶν παιδὸς ὑπαντήσαςAnt. 2.

### 720

εὐδαίμων ἀνύσει καὶ μέγας ἐκ κείνων·

### 723.1

ὅς νιν ποντοπόρῳ δούρατι, πλήθει πολ‐

### 723.2

λῶν μηνῶν, πατρίαν ἄγει πρὸς αὐλὰν

### 725.1

Μαλιάδων νυμφᾶν

### 725.2

Σπερχειοῦ τε παρ’ ὄχθαις, ἵν’ ὁ χάλκασπις ἀνὴρ θεοῖς

### 728

πλάθει πᾶσιν, θείῳ πυρὶ παμφαής,

### unit_195

Οἴτας ὑπὲρ ὄχθων.

### 730.1

ΝΕ.Ἕρπ’, εἰ θέλεις. Τί δή ποθ’ ὧδ’ ἐξ οὐδενὸς

### 730.2

λόγου σιωπᾷς κἀπόπληκτος ὧδ’ ἔχῃ;

### 730.3

ΦΙ.Ἆ, ἆ, ἆ, ἆ.

### 730.4

ΝΕ.Τί ἔστιν;

### 733.1

ΦΙ.Οὐδὲν δεινόν· ἀλλ’ ἴθ’, ὦ τέκνον.

### 733.2

ΝΕ.Μῶν ἄλγος ἴσχεις τῆς παρεστώσης νόσου;

### 735.1

ΦΙ.Οὐ δῆτ’ ἔγωγ’, ἀλλ’ ἄρτι κουφίζειν δοκῶ.

### 735.2

Ἰὼ θεοί.

### 735.3

ΝΕ.Τί τοὺς θεοὺς οὕτως ἀναστένων καλεῖς;

### 735.4

ΦΙ.Σωτῆρας αὐτοὺς ἠπίους θ’ ἡμῖν μολεῖν.

### 735.5

Ἆ, ἆ, ἆ, ἆ.

### 740.1

ΝΕ.Τί ποτε πέπονθας; οὐκ ἐρεῖς, ἀλλ’ ὧδ’ ἔσῃ

### 740.2

σιγηλός; ἐν κακῷ δέ τῳ φαίνῃ κυρῶν.

### 740.3

ΦΙ.Ἀπόλωλα, τέκνον, κοὐ δυνήσομαι κακὸν

### 740.4

κρύψαι παρ’ ὑμῖν, ἀτταταῖ· διέρχεται,

### 740.5

διέρχεται. Δύστηνος, ὦ τάλας ἐγώ.

### 745.1

Ἀπόλωλα, τέκνον· βρύκομαι, τέκνον· παπαῖ,

### 745.2

ἀπαππαπαππαῖ, παππαπαππαπαππαπαῖ.

### 745.3

Πρὸς θεῶν, πρόχειρον εἴ τί σοι, τέκνον, πάρα

### 745.4

ξίφος χεροῖν, πάταξον εἰς ἄκρον πόδα·

### 745.5

ἀπάμησον ὡς τάχιστα· μὴ φείσῃ βίου·

### unit_201.1

Ἴθ’, ὦ παῖ.

### unit_201.2

ΝΕ.Τί δ’ ἔστιν οὕτω νεοχμὸν ἐξαίφνης, ὅτου

### unit_201.3

τοσήνδ’ ἰυγὴν καὶ στόνον σαυτοῦ ποιεῖς;

### unit_201.4

ΦΙ.Οἶσθ’, ὦ τέκνον.

### 753

ΝΕ.Τί δ’ ἔστιν;

### 753

ΦΙ.Οἶσθ’, ὦ παῖ.

### 753.1

ΝΕ.Τί σοι;

### 753.2

Οὐκ οἶδα.

### 754

ΦΙ.Πῶς οὐκ οἶσθα; παππαπαππαπαῖ.

### 755.1

ΝΕ.Δεινόν γε τοὐπίσαγμα τοῦ νοσήματος.

### 755.2

ΦΙ.Δεινὸν γὰρ οὐδὲ ῥητόν· ἀλλ’ οἴκτιρέ με.

### 755.3

ΝΕ.Τί δῆτα δράσω;

### 757.1

ΦΙ.Μή με ταρβήσας προδῷς·

### 757.2

ἥκει γὰρ αὕτη διὰ χρόνου, πλάνοις ἴσως

### 757.3

ὡς ἐξεπλήσθη.

### 759

ΝΕ.Ἰὼ ἰὼ δύστηνε σύ,

### 760

δύστηνε δῆτα διὰ πόνων πάντων φανείς.

### 761-762

Βούλει λάβωμαι δῆτα καὶ θίγω τί σου;

### 763.1

ΦΙ.Μὴ δῆτα τοῦτό γ’· ἀλλά μοι τὰ τόξ’ ἑλὼν

### 763.2

τάδ’, ὥσπερ ᾐτοῦ μ’ ἀρτίως, ἕως ἀνῇ

### 765.1

τὸ πῆμα τοῦτο τῆς νόσου τὸ νῦν παρόν,

### 765.2

σῷζ’ αὐτὰ καὶ φύλασσε· λαμβάνει γὰρ οὖν

### 765.3

ὕπνος μ’, ὅταν περ τὸ κακὸν ἐξίῃ τόδε·

### 765.4

κοὐκ ἔστι λῆξαι πρότερον· ἀλλ’ ἐᾶν χρεὼν

### 765.5

ἕκηλον εὕδειν. Ἢν δὲ τῷδε τῷ χρόνῳ

### 770.1

μόλως’ ἐκεῖνοι, πρὸς θεῶν, ἐφίεμαι

### 770.2

ἑκόντα μήτ’ ἄκοντα, μήτε τῳ τέχνῃ

### 770.3

κείνοις μεθεῖναι ταῦτα, μὴ σαυτόν θ’ ἅμα

### 770.4

κἄμ’ ὄντα σαυτοῦ πρόστροπον κτείνας γένῃ.

### 770.5

ΝΕ.Θάρσει προνοίας οὕνεκ’· οὐ δοθήσεται

### 775.1

πλὴν σοί τε κἀμοί· ξὺν τύχῃ δὲ πρόσφερε.

### 775.2

ΦΙ.Ἰδοὺ δέχου, παῖ· τὸν Φθόνον δὲ πρόσκυσον,

### 775.3

μή σοι γενέσθαι πολύπον’ αὐτά, μηδ’ ὅπως

### 775.4

ἐμοί τε καὶ τῷ πρόσθ’ ἐμοῦ κεκτημένῳ.

### 775.5

ΝΕ.Ὦ θεοί, γένοιτο ταῦτα νῷν· γένοιτο δὲ

### 780.1

πλοῦς οὔριός τε κεὐσταλὴς ὅποι ποτὲ

### 780.2

θεὸς δικαιοῖ χὠ στόλος πορσύνεται.

### 780.3

ΦΙ.Ἀλλὰ δέδοικ’, ὦ παῖ, μή μ’ ἀτελὴς εὔχῃ·

### 780.4

στάζει γὰρ αὖ μοι φοίνιον τόδ’ ἐκ βυθοῦ

### 780.5

κηκῖον αἷμα, καί τι προσδοκῶ νέον.

### 785.1

Παπαῖ, φεῦ·

### 785.2

παπαῖ μάλ’, ὦ πούς, οἷά μ’ ἐργάσῃ κακά.

### 785.3

Προσέρπει,

### 785.4

προσέρχεται τόδ’ ἐγγύς. Οἴμοι μοι τάλας.

### 785.5

Ἔχετε τὸ πρᾶγμα· μὴ φύγητε μηδαμῇ.

### 790.1

Ἀτταταῖ.

### 790.2

Ὦ ξένε Κεφαλλήν, εἴθε σοῦ διαμπερὲς

### 790.3

στέρνων ἔχοιτ’ ἄλγησις ἥδε. Φεῦ, παπαῖ,

### 790.4

παπαῖ μάλ’ αὖθις. Ὦ διπλοῖ στρατηλάται,

### 790.5

Ἀγάμεμνον, ὦ Μενέλαε, πῶς ἂν ἀντ’ ἐμοῦ

### 795.1

τὸν ἴσον χρόνον τρέφοιτε τήνδε τὴν νόσον;

### 795.2

Ὤμοι μοι.

### 795.3

Ὦ Θάνατε Θάνατε, πῶς ἀεὶ καλούμενος

### 795.4

οὕτω κατ’ ἦμαρ οὐ δύνᾳ μολεῖν ποτε;

### 795.5

Ὦ τέκνον, ὦ γενναῖον, ἀλλὰ συλλαβών,

### unit_219.1

τῷ Λημνίῳ τῷδ’ ἀνακαλουμένῳ πυρὶ

### unit_219.2

ἔμπρησον, ὦ γενναῖε· κἀγώ τοί ποτε

### unit_219.3

τὸν τοῦ Διὸς παῖδ’ ἀντὶ τῶνδε τῶν ὅπλων,

### unit_219.4

ἃ νῦν σὺ σῴζεις, τοῦτ’ ἐπηξίωσα δρᾶν.

### unit_219.5

Τί φῄς, παῖ;

### 805.1

Τί φῄς; Τί σιγᾷς; Ποῦ ποτ’ ὤν, τέκνον, κυρεῖς;

### 805.2

ΝΕ.Ἀλγῶ πάλαι δὴ τἀπὶ σοὶ στένων κακά.

### 805.3

ΦΙ.Ἀλλ’, ὦ τέκνον, καὶ θάρσος ἴσχ’· ὡς ἥδε μοι

### 805.4

ὀξεῖα φοιτᾷ καὶ ταχεῖ’ ἀπέρχεται.

### 805.5

Ἀλλ’ ἀντιάζω, μή με καταλίπῃς μόνον.

### 810

ΝΕ.Θάρσει, μενοῦμεν.

### 810

ΦΙ.Ἦ μενεῖς;

### 810.1

ΝΕ.Σαφῶς φρόνει.

### 810.2

ΦΙ.Οὐ μήν ς’ ἔνορκόν γ’ ἀξιῶ θέσθαι, τέκνον.

### 810.3

ΝΕ.Ὡς οὐ θέμις γ’ ἐμοί ’στι σοῦ μολεῖν ἄτερ.

### 810.4

ΦΙ.Ἔμβαλλε χειρὸς πίστιν.

### 813.1

ΝΕ.Ἐμβάλλω μενεῖν.

### 813.2

ΦΙ.Ἐκεῖσε νῦν μ’, ἐκεῖσε—

### 814

ΝΕ.Ποῖ λέγεις;

### 814

ΦΙ.Ἄνω—

### 815.1

ΝΕ.Τί παραφρονεῖς αὖ; τί τὸν ἄνω λεύσσεις κύκλον;

### 815.2

ΦΙ.Μέθες, μέθες με.

### 816

ΝΕ.Ποῖ μεθῶ;

### 816.1

ΦΙ.Μέθες ποτέ.

### 816.2

ΝΕ.Οὔ φημ’ ἐάσειν.

### 817.1

ΦΙ.Ἀπό μ’ ὀλεῖς, ἢν προσθίγῃς.

### 817.2

ΝΕ.Καὶ δὴ μεθίημ’, 〈εἴ〉 τι δὴ πλέον φρονεῖς.

### 817.3

ΦΙ.Ὦ γαῖα, δέξαι θανάσιμόν μ’ ὅπως ἔχω·

### 820.1

τὸ γὰρ κακὸν τόδ’ οὐκέτ’ ὀρθοῦσθαί μ’ ἐᾷ.

### 820.2

ΝΕ.Τὸν ἄνδρ’ ἔοικεν ὕπνος οὐ μακροῦ χρόνου

### 820.3

ἕξειν· κάρα γὰρ ὑπτιάζεται τόδε,

### 820.4

ἱδρώς γέ τοί νιν πᾶν καταστάζει δέμας,

### 820.5

μέλαινά τ’ ἄκρου τις παρέρρωγεν ποδὸς

### 825

αἱμορραγὴς φλέψ. Ἀλλ’ ἐάσωμεν, φίλοι,

### unit_233

ἕκηλον αὐτόν, ὡς ἂν εἰς ὕπνον πέσῃ.

### 828.1

ΧΟ.Ὕπν’ ὀδύνας ἀδαής, Ὕπνε δ’ ἀλγέων,Str.

### 828.2

εὐαὴς ἡμῖν ἔλθοις, 〈εὐαίων,〉

### 830.1

εὐαίων ὦναξ· ὄμμασι δ’ ἀντίσχοις

### 830.2

τάνδ’ αἴγλαν, ἃ τέταται τανῦν·

### 830.3

ἴθι ἴθι μοι παιών. —

### 830.4

Ὦ τέκνον, ὅρα ποῦ στάσῃ,

### 830.5

ποῖ δὲ βάσῃ, πῶς δέ μοι τἀντεῦθεν

### 835.1

φροντίδος. Ὁρᾷς ἤδη.

### 835.2

Πρὸς τί μένομεν πράσσειν;

### 835.3

Καιρός τοι πάντων γνώμαν ἴσχων

### 835.4

〈πολύ τι〉 πολὺ παρὰ πόδα κράτος ἄρνυται.

### 835.5

ΝΕ.Ἀλλ’ ὅδε μὲν κλύει οὐδέν, ἐγὼ δ’ ὁρῶ οὕνεκα θήραν

### 840.1

τήνδ’ ἁλίως ἔχομεν τόξων, δίχα τοῦδε πλέοντες·

### 840.2

Τοῦδε γὰρ ὁ στέφανος, τοῦτον θεὸς εἶπε κομίζειν.

### 840.3

Κομπεῖν δ’ ἔστ’ ἀτελῆ σὺν ψεύδεσιν αἰσχρὸν ὄνειδος.

### 842.1

ΧΟ.Ἀλλά, τέκνον, τάδε μὲν θεὸς ὄψεται·Ant.

### 842.2

ὧν δ’ ἂν κἀμείβῃ μ’ αὖθις, βαιάν μοι,

### 845.1

βαιάν, ὦ τέκνον, πέμπε λόγων φάμαν·

### 845.2

ὡς πάντων ἐν νόσῳ εὐδρακὴς

### 845.3

ὕπνος ἄϋπνος λεύσσειν. —

### 849

Ἀλλ’ ὅ τι δύνᾳ μάκιστον,

### unit_241.1

κεῖνο 〈δή〉 μοι, κεῖνο 〈λάθρᾳ〉 λάθρᾳ

### unit_241.2

ἐξιδοῦ ὅπως πράξεις.

### unit_241.3

Οἶσθα γὰρ ὃν αὐδῶμαι.

### unit_241.4

Εἰ ταύταν τούτῳ γνώμαν ἴσχεις,

### unit_242

μάλα τοι ἄπορα πυκινοῖς ἐνιδεῖν πάθη.

### 855.1

Οὖρός τοι, τέκνον, οὖρος· ἁ‐Ep.

### 855.2

νὴρ δ’ ἀνόμματος, οὐδ’ ἔχων ἀρωγάν,

### 855.3

ἐκτέταται νύχιος, —

### 855.4

ἀλεὴς ὕπνος ἐσθλός, —

### 855.5

οὐ χερός, οὐ ποδός, οὔ τινος ἄρχων,

### 860.1

ἀλλ’ ὥς τίς 〈τ’〉 Ἀΐδᾳ παρακείμενος.

### 860.2

Ὅρα, βλέπ’ εἰ καίρια

### 860.3

φθέγγῃ· τὸ δ’ ἁλώσιμον

### 860.4

ἐμᾷ φροντίδι, παῖ, πόνος

### 860.5

ὁ μὴ φοβῶν κράτιστος.

### 865.1

ΝΕ.Σιγᾶν κελεύω, μηδ’ ἀφεστάναι φρενῶν·

### 865.2

κινεῖ γὰρ ἁνὴρ ὄμμα κἀνάγει κάρα.

### 865.3

ΦΙ.Ὦ φέγγος ὕπνου διάδοχον, τό τ’ ἐλπίδων

### 865.4

ἄπιστον οἰκούρημα τῶνδε τῶν ξένων·

### 865.5

οὐ γάρ ποτ’, ὦ παῖ, τοῦτ’ ἂν ἐξηύχης’ ἐγὼ

### 870.1

τλῆναί ς’ ἐλεινῶς ὧδε τἀμὰ πήματα

### 870.2

μεῖναι παρόντα καὶ ξυνωφελοῦντά μοι.

### 870.3

Οὔκουν Ἀτρεῖδαι τοῦτ’ ἔτλησαν εὐφόρως

### 870.4

οὕτως ἐνεγκεῖν, ἁγαθοὶ στρατηλάται.

### 870.5

Ἀλλ’—εὐγενὴς γὰρ ἡ φύσις κἀξ εὐγενῶν,

### 875.1

ὦ τέκνον, ἡ σή, —πάντα ταῦτ’ ἐν εὐχερεῖ

### 875.2

ἔθου, βοῆς τε καὶ δυσοσμίας γέμων.

### 875.3

Καὶ νῦν ἐπειδὴ τοῦδε τοῦ κακοῦ δοκεῖ

### 875.4

λήθη τις εἶναι κἀνάπαυλα δή, τέκνον,

### 875.5

σύ μ’ αὐτὸς ἆρον, σύ με κατάστησον, τέκνον,

### 880

ἵν’, ἡνίκ’ ἂν κόπος μ’ ἀπαλλάξῃ ποτέ,

### unit_249.1

ὁρμώμεθ’ ἐς ναῦν μηδ’ ἐπίσχωμεν τὸ πλεῖν.

### unit_249.2

ΝΕ.Ἀλλ’ ἥδομαι μέν ς’ εἰσιδὼν παρ’ ἐλπίδα

### unit_249.3

ἀνώδυνον βλέποντα κἀμπνέοντ’ ἔτι·

### unit_249.4

ὡς οὐκέτ’ ὄντος γὰρ τὰ συμβόλαιά σου

### 885.1

πρὸς τὰς παρούσας ξυμφορὰς ἐφαίνετο.

### 885.2

Νῦν δ’ αἶρε σαυτόν· εἰ δέ σοι μᾶλλον φίλον,

### 885.3

οἴσουσί ς’ οἵδε· τοῦ πόνου γὰρ οὐκ ὄκνος,

### 885.4

ἐπείπερ οὕτω σοί τ’ ἔδοξ’ ἐμοί τε δρᾶν.

### 885.5

ΦΙ.Αἰνῶ τάδ’, ὦ παῖ, καί μ’ ἔπαιρ’, ὥσπερ νοεῖς·

### 890.1

τούτους δ’ ἔασον, μὴ βαρυνθῶσιν κακῇ

### 890.2

ὀσμῇ πρὸ τοῦ δέοντος· οὑπὶ νηὶ γὰρ

### 890.3

ἅλις πόνος τούτοισι συνναίειν ἐμοί.

### 890.4

ΝΕ.Ἔσται τάδ’· ἀλλ’ ἵστω τε καὐτὸς ἀντέχου.

### 890.5

ΦΙ.Θάρσει· τό τοι σύνηθες ὀρθώσει μ’ ἔθος.

### 895.1

ΝΕ.Παπαῖ· τί δῆτ’ ἂ〈ν〉 δρῷμ’ ἐγὼ τοὐνθένδε γε;

### 895.2

ΦΙ.Τί δ’ ἔστιν, ὦ παῖ; ποῖ ποτ’ ἐξέβης λόγῳ;

### 895.3

ΝΕ.Οὐκ οἶδ’ ὅποι χρὴ τἄπορον τρέπειν ἔπος.

### 895.4

ΦΙ.Ἀπορεῖς δὲ τοῦ σύ; μὴ λέγ’, ὦ τέκνον, τάδε.

### 895.5

ΝΕ.Ἀλλ’ ἐνθάδ’ ἤδη τοῦδε τοῦ πάθους κυρῶ.

### unit_253.1

ΦΙ.Οὐ δή σε δυσχέρεια τοῦ νοσήματος

### unit_253.2

ἔπεισεν ὥστε μή μ’ ἄγειν ναύτην ἔτι;

### unit_253.3

ΝΕ.Ἅπαντα δυσχέρεια, τὴν αὑτοῦ φύσιν

### unit_253.4

ὅταν λιπών τις δρᾷ τὰ μὴ προσεικότα.

### unit_253.5

ΦΙ.Ἀλλ’ οὐδὲν ἔξω τοῦ φυτεύσαντος σύ γε

### 905.1

δρᾷς οὐδὲ φωνεῖς, ἐσθλὸν ἄνδρ’ ἐπωφελῶν.

### 905.2

ΝΕ.Αἰσχρὸς φανοῦμαι· τοῦτ’ ἀνιῶμαι πάλαι.

### 905.3

ΦΙ.Οὔκουν ἐν οἷς γε δρᾷς· ἐν οἷς δ’ αὐδᾷς ὀκνῶ.

### 905.4

ΝΕ.Ὦ Ζεῦ, τί δράσω; δεύτερον ληφθῶ κακός,

### 905.5

κρύπτων θ’ ἃ μὴ δεῖ καὶ λέγων αἴσχιστ’ ἐπῶν;

### 910.1

ΦΙ.Ἁνὴρ ὅδ’, εἰ μὴ ’γὼ κακὸς γνώμην ἔφυν,

### 910.2

προδούς μ’ ἔοικεν κἀκλιπὼν τὸν πλοῦν στελεῖν.

### 910.3

ΝΕ.Λιπὼν μὲν οὐκ ἔγωγε, λυπηρῶς δὲ μὴ

### 910.4

πέμπω σε μᾶλλον, τοῦτ’ ἀνιῶμαι πάλαι.

### 910.5

ΦΙ.Τί ποτε λέγεις, ὦ τέκνον; ὡς οὐ μανθάνω.

### 915.1

ΝΕ.Οὐδέν σε κρύψω· δεῖ γὰρ ἐς Τροίαν σε πλεῖν

### 915.2

πρὸς τοὺς Ἀχαιοὺς καὶ τὸν Ἀτρειδῶν στόλον.

### 915.3

ΦΙ.Οἴμοι, τί εἶπας;

### 917.1

ΝΕ.Μὴ στέναζε πρὶν μάθῃς.

### 917.2

ΦΙ.Ποῖον μάθημα; τί με νοεῖς δρᾶσαί ποτε;

### 917.3

ΝΕ.Σῶσαι κακοῦ μὲν πρῶτα τοῦδ’, ἔπειτα δὲ

### 920.1

ξὺν σοὶ τὰ Τροίας πεδία πορθῆσαι μολών.

### 920.2

ΦΙ.Καὶ ταῦτ’ ἀληθῆ δρᾶν νοεῖς;

### 921.1

ΝΕ.Πολλὴ κρατεῖ

### 921.2

τούτων ἀνάγκη· καὶ σὺ μὴ θυμοῦ κλύων.

### 921.3

ΦΙ.Ἀπόλωλα τλήμων, προδέδομαι. Τί μ’, ὦ ξένε,

### 921.4

δέδρακας; ἀπόδος ὡς τάχος τὰ τόξα μοι.

### 925.1

ΝΕ.Ἀλλ’ οὐχ οἷόν τε· τῶν γὰρ ἐν τέλει κλύειν

### 925.2

τό τ’ ἔνδικόν με καὶ τὸ συμφέρον ποεῖ.

### 925.3

ΦΙ.Ὦ πῦρ σὺ καὶ πᾶν δεῖμα καὶ πανουργίας

### 925.4

δεινῆς τέχνημ’ ἔχθιστον, οἷά μ’ εἰργάσω,

### unit_261

οἷ’ ἠπάτηκας· οὐδ’ ἐπαισχύνῃ μ’ ὁρῶν

### 930.1

τὸν προστρόπαιον, τὸν ἱκέτην, ὦ σχέτλιε;

### 930.2

Ἀπεστέρηκας τὸν βίον τὰ τόξ’ ἑλών·

### 930.3

ἀπόδος, ἱκνοῦμαί ς’, ἀπόδος, ἱκετεύω, τέκνον.

### 930.4

Πρὸς θεῶν πατρῴων, τὸν βίον μή μου ’φέλῃς.

### 930.5

Ὤμοι τάλας. Ἀλλ’ οὐδὲ προσφωνεῖ μ’ ἔτι,

### 935.1

ἀλλ’ ὡς μεθήσων μήποθ’, ὧδ’ ὁρᾷ πάλιν.

### 935.2

Ὦ λιμένες, ὦ προβλῆτες, ὦ ξυνουσίαι

### 935.3

θηρῶν ὀρείων, ὦ καταρρῶγες πέτραι,

### 935.4

ὑμῖν τάδ’, οὐ γὰρ ἄλλον οἶδ’ ὅτῳ λέγω,

### 935.5

ἀνακλαίομαι παροῦσι τοῖς εἰωθόσιν

### 940.1

οἷ’ ἔργ’ ὁ παῖς μ’ ἔδρασεν οὑξ Ἀχιλλέως·

### 940.2

ὀμόσας ἀπάξειν οἴκαδ’, ἐς Τροίαν μ’ ἄγει·

### 940.3

προσθείς τε χεῖρα δεξιάν, τὰ τόξα μου

### 940.4

ἱερὰ λαβὼν τοῦ Ζηνὸς Ἡρακλέους ἔχει,

### 940.5

καὶ τοῖσιν Ἀργείοισι φήνασθαι θέλει.

### 945.1

Ὡς ἄνδρ’ ἑλὼν ἰσχυρὸν ἐκ βίας μ’ ἄγει,

### 945.2

κοὐκ οἶδ’ ἐναίρων νεκρόν, ἢ καπνοῦ σκιάν,

### 945.3

εἴδωλον ἄλλως· οὐ γὰρ ἂν σθένοντά γε

### 945.4

εἷλέν μ’· ἐπεὶ οὐδ’ ἂν ὧδ’ ἔχοντ’, εἰ μὴ δόλῳ.

### 945.5

Νῦν δ’ ἠπάτημαι δύσμορος· τί χρή με δρᾶν;

### unit_266.1

〈Ἀλλ’〉 ἀπόδος· ἀλλὰ νῦν ἔτ’ ἐν σαυτῷ γενοῦ.

### unit_266.2

Τί φῄς; σιωπᾷς. Οὐδέν εἰμ’ ὁ δύσμορος.

### unit_266.3

Ὦ σχῆμα πέτρας δίπυλον, αὖθις αὖ πάλιν

### unit_266.4

εἴσειμι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν,

### unit_266.5

ἀλλ’ αὐανοῦμαι τῷδ’ ἐν αὐλίῳ μόνος,

### 955.1

οὐ πτηνὸν ὄρνιν, οὐδὲ θῆρ’ ὀρειβάτην

### 955.2

τόξοις ἐναίρων τοισίδ’, ἀλλ’ αὐτὸς τάλας

### unit_268.1

θανὼν παρέξω δαῖθ’ ὑφ’ ὧν ἐφερβόμην,

### unit_268.2

καί μ’ οὓς ἐθήρων πρόσθε θηράσουσι νῦν·

### unit_268.3

φόνον φόνου δὲ ῥύσιον τείσω τάλας

### 960.1

πρὸς τοῦ δοκοῦντος οὐδὲν εἰδέναι κακόν.

### 960.2

Ὄλοιο—μήπω, πρὶν μάθοιμ’ εἰ καὶ πάλιν

### 960.3

γνώμην μετοίσεις· εἰ δὲ μή, θάνοις κακῶς.

### 960.4

ΧΟ.Τί δρῶμεν; ἐν σοὶ καὶ τὸ πλεῖν ἡμᾶς, ἄναξ,

### 960.5

ἤδη ’στὶ καὶ τοῖς τοῦδε προσχωρεῖν λόγοις.

### 965.1

ΝΕ.Ἐμοὶ μὲν οἶκτος δεινὸς ἐμπέπτωκέ τις

### 965.2

τοῦδ’ ἀνδρὸς οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πάλαι.

### 965.3

ΦΙ.Ἐλέησον, ὦ παῖ, πρὸς θεῶν, καὶ μὴ παρῇς

### 965.4

σαυτοῦ βροτοῖς ὄνειδος ἐκκλέψας ἐμέ.

### 965.5

ΝΕ.Οἴμοι, τί δράσω; μήποτ’ ὤφελον λιπεῖν

### 970.1

τὴν Σκῦρον· οὕτω τοῖς παροῦσιν ἄχθομαι.

### 970.2

ΦΙ.Οὐκ εἶ κακὸς σύ, πρὸς κακῶν δ’ ἀνδρῶν μαθὼν

### 970.3

ἔοικας ἥκειν αἰσχρά· νῦν δ’ ἄλλοισι δοὺς

### 970.4

οἷς εἰκός, ἔκπλει, τἀμά μοι μεθεὶς ὅπλα.

### 970.5

ΝΕ.Τί δρῶμεν, ἄνδρες;

### 974

ΟΔ.Ὦ κάκιστ’ ἀνδρῶν, τί δρᾷς;

### 975.1

Οὐκ εἶ, μεθεὶς τὰ τόξα ταῦτ’ ἐμοί, πάλιν;

### 975.2

ΦΙ.Οἴμοι, τίς ἁνήρ; ἆρ’ Ὀδυσσέως κλύω;

### 975.3

ΟΔ.Ὀδυσσέως, σάφ’ ἴσθ’, ἐμοῦ γ’, ὃν εἰσορᾷς.

### 975.4

ΦΙ.Οἴμοι· πέπραμαι κἀπόλωλ’· ὅδ’ ἦν ἄρα

### 975.5

ὁ ξυλλαβών με κἀπονοσφίσας ὅπλων.

### 980.1

ΟΔ.Ἐγώ, σάφ’ ἴσθ’, οὐκ ἄλλος· ὁμολογῶ τάδε.

### 980.2

ΦΙ.Ἀπόδος, ἄφες μοι, παῖ, τὰ τόξα.

### 981

ΟΔ.Τοῦτο μέν,

### unit_276.1

οὐδ’ ἢν θέλῃ, δράσει ποτ’· ἀλλὰ καὶ σὲ δεῖ

### unit_276.2

στείχειν ἅμ’ αὐτοῖς, ἢ βίᾳ στελοῦσί σε.

### unit_276.3

ΦΙ.Ἔμ’, ὦ κακῶν κάκιστε καὶ τολμήστατε,

### 985

οἵδ’ ἐκ βίας ἄξουσιν;

### 985.1

ΟΔ.Ἢν μὴ ’ρπῃς ἑκών.

### 985.2

ΦΙ.Ὦ Λημνία χθὼν καὶ τὸ παγκρατὲς σέλας

### 985.3

Ἡφαιστότευκτον, ταῦτα δῆτ’ ἀνασχετά,

### 985.4

εἴ μ’ οὗτος ἐκ τῶν σῶν ἀπάξεται βίᾳ;

### 985.5

ΟΔ.Ζεύς ἐσθ’, ἵν’ εἰδῇς, Ζεύς, ὁ τῆσδε γῆς κρατῶν,

### 990.1

Ζεύς, ᾧ δέδοκται ταῦθ’· ὑπηρετῶ δ’ ἐγώ.

### 990.2

ΦΙ.Ὦ μῖσος, οἷα κἀξανευρίσκεις λέγειν·

### 990.3

θεοὺς προτείνων τοὺς θεοὺς ψευδεῖς τίθης.

### 990.4

ΟΔ.Οὔκ, ἀλλ’ ἀληθεῖς. Ἡ δ’ ὁδὸς πορευτέα.

### 990.5

ΦΙ.Οὔ φημ’ ἔγωγε.

### 994

ΟΔ.Φημί· πειστέον τάδε.

### 995.1

ΦΙ.Οἴμοι τάλας. Ἡμᾶς μὲν ὡς δούλους σαφῶς

### 995.2

πατὴρ ἄρ’ ἐξέφυσεν, οὐδ’ ἐλευθέρους.

### 995.3

ΟΔ.Οὔκ, ἀλλ’ ὁμοίους τοῖς ἀρίστοισιν, μεθ’ ὧν

### 995.4

Τροίαν ς’ ἑλεῖν δεῖ καὶ κατασκάψαι βίᾳ.

### 995.5

ΦΙ.Οὐδέποτέ γ’· οὐδ’ ἢν χρῇ με πᾶν παθεῖν κακόν,

### unit_282.1

ἕως ἂν ᾖ μοι γῆς τόδ’ αἰπεινὸν βάθρον.

### unit_282.2

ΟΔ.Τί δ’ ἐργασείεις;

### 1001.1

ΦΙ.Κρᾶτ’ ἐμὸν τόδ’ αὐτίκα

### 1001.2

πέτρᾳ πέτρας ἄνωθεν αἱμάξω πεσών.

### unit_284.1

ΟΔ.Ξυλλάβετέ γ’ αὐτόν· μὴ ’πὶ τῷδ’ ἔστω τάδε.

### unit_284.2

ΦΙ.Ὦ χεῖρες, οἷα πάσχετ’ ἐν χρείᾳ φίλης

### 1005.1

νευρᾶς, ὑπ’ ἀνδρὸς τοῦδε συνθηρώμεναι.

### 1005.2

Ὦ μηδὲν ὑγιὲς μηδ’ ἐλεύθερον φρονῶν,

### 1005.3

οἷ’ αὖ μ’ ὑπῆλθες, ὥς μ’ ἐθηράσω, λαβὼν

### 1005.4

πρόβλημα σαυτοῦ παῖδα τόνδ’ ἀγνῶτ’ ἐμοί,

### 1005.5

ἀνάξιον μὲν σοῦ, κατάξιον δ’ ἐμοῦ,

### 1010.1

ὃς οὐδὲν ᾔδει πλὴν τὸ προσταχθὲν ποεῖν,

### 1010.2

δῆλος δὲ καὶ νῦν ἐστιν ἀλγεινῶς φέρων

### 1010.3

οἷς τ’ αὐτὸς ἐξήμαρτεν οἷς τ’ ἐγὼ ’παθον.

### 1010.4

Ἀλλ’ ἡ κακὴ σὴ διὰ μυχῶν βλέπους’ ἀεὶ

### 1010.5

ψυχή νιν ἀφυῆ τ’ ὄντα κοὐ θέλονθ’ ὅμως

### 1015.1

εὖ προὐδίδαξεν ἐν κακοῖς εἶναι σοφόν.

### 1015.2

Καὶ νῦν ἔμ’, ὦ δύστηνε, συνδήσας νοεῖς

### 1015.3

ἄγειν ἀπ’ ἀκτῆς τῆσδ’, ἐν ᾗ με προὐβάλου

### 1015.4

ἄφιλον, ἔρημον, ἄπολιν, ἐν ζῶσιν νεκρόν;

### 1015.5

Φεῦ.

### 1019

Ὄλοιο· καί σοι πολλάκις τόδ’ ηὐξάμην.

### 1020.1

Ἀλλ’, οὐ γὰρ οὐδὲν θεοὶ νέμουσιν ἡδύ μοι,

### 1020.2

σὺ μὲν γέγηθας ζῶν, ἐγὼ δ’ ἀλγύνομαι

### 1020.3

τοῦτ’ αὔθ’, ὅτι ζῶ σὺν κακοῖς πολλοῖς τάλας,

### 1020.4

γελώμενος πρὸς σοῦ τε καὶ τῶν Ἀτρέως

### 1020.5

διπλῶν στρατηγῶν, οἷς σὺ ταῦθ’ ὑπηρετεῖς.

### 1025.1

Καίτοι σὺ μὲν κλοπῇ τε κἀνάγκῃ ζυγεὶς

### 1025.2

ἔπλεις ἅμ’ αὐτοῖς, ἐμὲ δὲ τὸν πανάθλιον,

### 1025.3

ἑκόντα πλεύσανθ’ ἑπτὰ ναυσὶ ναυβάτην,

### 1025.4

ἄτιμον ἔβαλον, ὡς σὺ φῄς, κεῖνοι δὲ σέ.

### 1025.5

Καὶ νῦν τί μ’ ἄγετε; τί μ’ ἀπάγεσθε; τοῦ χάριν;

### 1030

ὃς οὐδέν εἰμι καὶ τέθνηχ’ ὑμῖν πάλαι.

### unit_292.1

Πῶς, ὦ θεοῖς ἔχθιστε, νῦν οὐκ εἰμί σοι

### unit_292.2

χωλός, δυσώδης; πῶς θεοῖς ἔξεστ’, ἐμοῦ

### unit_292.3

πλεύσαντος, αἴθειν ἱερά, πῶς σπένδειν ἔτι;

### unit_292.4

αὕτη γὰρ ἦν σοι πρόφασις ἐκβαλεῖν ἐμέ.

### 1035.1

Κακῶς ὄλοισθ’· ὀλεῖσθε δ’ ἠδικηκότες

### 1035.2

τὸν ἄνδρα τόνδε, θεοῖσιν εἰ δίκης μέλει.

### 1035.3

Ἔξοιδα δ’ ὡς μέλει γ’· ἐπεὶ οὔποτ’ ἂν στόλον

### 1035.4

ἐπλεύσατ’ ἂν τόνδ’ οὕνεκ’ ἀνδρὸς ἀθλίου,

### 1035.5

εἰ μή τι κέντρον θεῖον ἦγ’ ὑμᾶς ἐμοῦ.

### 1040.1

Ἀλλ’, ὦ πατρῴα γῆ θεοί τ’ ἐπόψιοι,

### 1040.2

τείσασθε, τείσασθ’ ἀλλὰ τῷ χρόνῳ ποτὲ

### 1040.3

ξύμπαντας αὐτούς, εἴ τι κἄμ’ οἰκτίρετε·

### 1040.4

ὡς ζῶ μὲν οἰκτρῶς, εἰ δ’ ἴδοιμ’ ὀλωλότας

### 1040.5

τούτους, δοκοῖμ’ ἂν τῆς νόσου πεφευγέναι.

### 1045.1

ΧΟ.Βαρύς τε καὶ βαρεῖαν ὁ ξένος φάτιν

### 1045.2

τήνδ’ εἶπ’, Ὀδυσσεῦ, κοὐχ ὑπείκουσαν κακοῖς·

### 1045.3

ΟΔ.Πόλλ’ ἂν λέγειν ἔχοιμι πρὸς τὰ τοῦδ’ ἔπη,

### 1045.4

εἴ μοι παρείκοι· νῦν δ’ ἑνὸς κρατῶ λόγου.

### 1045.5

Οὗ γὰρ τοιούτων δεῖ, τοιοῦτός εἰμ’ ἐγώ·

### unit_296.1

χὤπου δικαίων κἀγαθῶν ἀνδρῶν κρίσις,

### unit_296.2

οὐκ ἂν λάβοις μου μᾶλλον οὐδέν’ εὐσεβῆ.

### unit_296.3

Νικᾶν γε μέντοι πανταχοῦ χρῄζων ἔφυν,

### unit_296.4

πλὴν εἰς σέ· νῦν δὲ σοί γ’ ἑκὼν ἐκστήσομαι.

### unit_296.5

Ἄφετε γὰρ αὐτόν, μηδὲ προσψαύσητ’ ἔτι·

### 1055.1

ἐᾶτε μίμνειν. Οὐδὲ σοῦ προσχρῄζομεν,

### 1055.2

τά γ’ ὅπλ’ ἔχοντες ταῦτ’· ἐπεὶ πάρεστι μὲν

### 1055.3

Τεῦκρος παρ’ ἡμῖν, τήνδ’ ἐπιστήμην ἔχων,

### 1055.4

ἐγώ θ’, ὃς οἶμαι σοῦ κάκιον οὐδὲν ἂν

### unit_298

τούτων κρατύνειν, μηδ’ ἐπιθύνειν χερί.

### 1060.1

Τί δῆτα σοῦ δεῖ; χαῖρε τὴν Λῆμνον πατῶν·

### 1060.2

ἡμεῖς δ’ ἴωμεν· καὶ τάχ’ ἂν τὸ σὸν γέρας

### 1060.3

τιμὴν ἐμοὶ νείμειεν, ἣν σὲ χρῆν ἔχειν.

### 1060.4

ΦΙ.Οἴμοι· τί δράσω δύσμορος; Σὺ τοῖς ἐμοῖς

### 1060.5

ὅπλοισι κοσμηθεὶς ἐν Ἀργείοις φανῇ;

### 1065.1

ΟΔ.Μή μ’ ἀντιφώνει μηδέν, ὡς στείχοντα δή.

### 1065.2

ΦΙ.Ὦ σπέρμ’ Ἀχιλλέως, οὐδὲ σοῦ φωνῆς ἔτι

### 1065.3

γενήσομαι προσφθεγκτός, ἀλλ’ οὕτως ἄπει;

### 1065.4

ΟΔ.Χώρει σύ· μὴ πρόσλευσσε, γενναῖός περ ὤν,

### 1065.5

ἡμῶν ὅπως μὴ τὴν τύχην διαφθερεῖς.

### 1070.1

ΦΙ.Ἦ καὶ πρὸς ὑμῶν ὧδ’ ἔρημος, ὦ ξένοι,

### 1070.2

λειφθήσομαι δὴ κοὐκ ἐποικτιρεῖτέ με;

### 1070.3

ΧΟ.Ὅδ’ ἐστὶν ἡμῶν ναυκράτωρ ὁ παῖς· ὅς’ ἂν

### 1070.4

οὗτος λέγῃ σοι, ταῦτά σοι χἠμεῖς φαμεν.

### 1070.5

ΝΕ.Ἀκούσομαι μὲν ὡς ἔφυν οἴκτου πλέως

### 1075.1

πρὸς τοῦδ’· ὅμως δὲ μείνατ’, εἰ τούτῳ δοκεῖ,

### 1075.2

χρόνον τοσοῦτον εἰς ὅσον τά τ’ ἐκ νεὼς

### 1075.3

στείλωσι ναῦται καὶ θεοῖς εὐξώμεθα.

### 1075.4

χοὖτος τάχ’ ἂν φρόνησιν ἐν τούτῳ λάβοι

### 1075.5

λῴω τιν’ ἡμῖν. Νὼ μὲν οὖν ὁρμώμεθον,

### 1080

ὑμεῖς δ’, ὅταν καλῶμεν, ὁρμᾶσθαι ταχεῖς.

### 1080.1

ΦΙ.Ὦ κοίλας πέτρας γύαλονStr. 1.

### 1080.2

θερμὸν καὶ παγετῶδες, ὥς ς’

### 1080.3

οὐκ ἔμελλον ἄρ’, ὦ τάλας,

### 1080.4

λείψειν οὐδέποτ’, ἀλλά μοι

### 1085.1

καὶ θνῄσκοντι συνείσῃ.

### 1085.2

Ὤμοι μοί μοι.

### 1085.3

Ὦ πληρέστατον αὔλιον

### 1085.4

λύπας τᾶς ἀπ’ ἐμοῦ τάλαν,

### 1085.5

τίπτ’ αὖ μοι τὸ κατ’ ἦμαρ ἔσ‐

### 1090.1

ται; τοῦ ποτε τεύξομαι

### 1090.2

σιτονόμου μέλεος πόθεν ἐλπίδος;

### 1090.3

ἴθ’ αἰθέρος ἄνω

### 1090.4

πτωκάδες ὀξυτόνου διὰ πνεύματος·

### 1090.5

ἅλωσιν οὐκέτ’ ἴσχω.

### 1095.1

ΧΟ.Σύ τοι σύ τοι κατηξίω‐

### 1095.2

σας, ὦ βαρύποτμ’, οὐκ

### 1095.3

ἄλλοθεν ἁ τύχα ἅδ’ ἀπὸ μείζονος,

### 1095.4

εὖτέ γε παρὸν φρονῆσαι

### 1095.5

τοῦ λῴονος δαίμονος εἵ‐

### unit_308

λου τὸ κάκιον αἰνεῖν.

### unit_309.1

ΦΙ.Ὦ τλάμων τλάμων ἄρ’ ἐγὼAnt. 1.

### unit_309.2

καὶ μόχθῳ λωβατός, ὃς ἤ‐

### unit_309.3

δη μετ’ οὐδενὸς ὕστερον

### unit_309.4

ἀνδρῶν εἰσοπίσω τάλας

### 1105

ναίων ἐνθάδ’ ὀλοῦμαι,

### 1107.1

αἰαῖ αἰαῖ,

### 1107.2

οὐ φορβὰν ἔτι προσφέρων,

### 1107.3

οὐ πτανῶν ἀπ’ ἐμῶν ὅπλων

### 1110

κραταιαῖς μετὰ χερσὶν ἴσ‐

### unit_313.1

χων· ἀλλά μοι ἄσκοπα

### unit_313.2

κρυπτά τ’ ἔπη δολερᾶς ὑπέδυ φρενός·

### unit_313.3

ἰδοίμαν δέ νιν,

### unit_313.4

τὸν τάδε μησάμενον, τὸν ἴσον χρόνον

### 1115.1

ἐμὰς λαχόντ’ ἀνίας.

### 1115.2

ΧΟ.Πότμος, 〈πότμοσ〉 σε δαιμόνων

### 1115.3

τάδ’, οὐδὲ σέ γε δόλος

### 1115.4

ἔσχ’ ὑπὸ χειρὸς ἐμᾶς· στυγερὰν ἔχε

### 1120.1

δύσποτμον ἀρὰν ἐπ’ ἄλλοις·

### 1120.2

καὶ γὰρ ἐμοὶ τοῦτο μέλει,

### 1120.3

μὴ φιλότητ’ ἀπώσῃ.

### 1122.1

ΦΙ.Οἴμοι μοι, καί που πολιᾶςStr. 2.

### 1122.2

πόντου θινὸς ἐφήμενος,

### 1125.1

γελᾷ μου, χερὶ πάλλων

### 1125.2

τὰν ἐμὰν μελέου τροφάν,

### 1125.3

τὰν οὐδείς ποτ’ ἐβάστασεν.

### 1125.4

Ὦ τόξον φίλον, ὦ φίλων

### 1125.5

χειρῶν ἐκβεβιασμένον,

### 1130.1

ἦ που ἐλεινὸν ὁρᾷς, φρένας εἴ τινας

### 1130.2

ἔχεις, τὸν Ἡράκλειον

### 1130.3

ἄθλιον ὧδέ σοι

### 1130.4

οὐκέτι χρησόμενον τὸ μεθύστερον,

### 1130.5

ἄλλου δ’ ἐν μεταλλαγᾷ

### 1135.1

πολυμηχάνου ἀνδρὸς ἐρέσσῃ,

### 1135.2

ὁρῶν μὲν αἰσχρὰς ἀπάτας,

### 1135.3

στυγνόν τε φῶτ’ ἐχθοδοπόν,

### 1135.4

μυρί’ ἀπ’ αἰσχρῶν ἀνατέλλονθ’ ὅς’ ἐφ’ ἡ‐

### unit_320

μῖν κάκ’ ἐμήσατ’ οὐδείς.

### 1140.1

ΧΟ.Ἀνδρός τοι τὸ μὲν εὖ δίκαιον εἰπεῖν,

### 1140.2

εἰπόντος δὲ μὴ φθονερὰν

### 1140.3

ἐξῶσαι γλώσσας ὀδύναν.

### 1140.4

Κεῖνος δ’ εἷς ἀπὸ πολλῶν

### 1140.5

ταχθεὶς τῶνδ’ ἐφημοσύνᾳ

### 1145

κοινὰν ἤνυσεν ἐς φίλους ἀρωγάν.

### 1145.1

ΦΙ.Ὦ πταναὶ θῆραι χαροπῶν τ’Ant. 2.

### 1145.2

ἔθνη θηρῶν, οὓς ὅδ’ ἔχει

### 1145.3

χῶρος οὐρεσιβώτας,

### 1145.4

φυγᾷ μ’ οὐκέτ’ ἀπ’ αὐλίων

### unit_324.1

πελᾶτ’· οὐ γὰρ ἔχω χεροῖν

### unit_324.2

τὰν πρόσθεν βελέων ἀλκάν,

### unit_324.3

ὦ δύστανος ἐγὼ τανῦν,

### unit_324.4

ἀλλ’ ἀνέδην ὅδε χῶρος ἐρύκεται,

### unit_324.5

οὐκέτι φοβητὸς ὑμῖν.

### 1155.1

Ἕρπετε, νῦν καλὸν

### 1155.2

ἀντίφονον κορέσαι στόμα πρὸς χάριν

### 1155.3

ἐμᾶς σαρκὸς αἰόλας·

### 1155.4

ἀπὸ γὰρ βίον αὐτίκα λείψω.

### 1155.5

Πόθεν γὰρ ἔσται βιοτά;

### 1160.1

τίς ὧδ’ ἐν αὔραις τρέφεται,

### 1160.2

μηκέτι μηδενὸς κρατύνων ὅσα πέμ‐

### 1160.3

πει βιόδωρος αἶα;

### 1160.4

ΧΟ.Πρὸς θεῶν, εἴ τι σέβῃ ξένον, πέλασσον,

### 1160.5

εὐνοίᾳ πάσᾳ πελάταν·

### 1165.1

ἀλλὰ γνῶθ’, εὖ γνῶθ’, ὅτι σὸν

### 1165.2

κῆρα τάνδ’ ἀποφεύγειν·

### 1165.3

οἰκτρὰ γὰρ βόσκειν, ἀδαὴς δ’

### unit_328.1

ἔχειν μυρίον ἄχθος ὃ ξυνοικεῖ.

### unit_328.2

ΦΙ.Πάλιν, πάλιν παλαιὸν ἄλ‐

### 1170.1

γημ’ ὑπέμνασας, ὦ

### 1170.2

λῷστε τῶν πρὶν ἐντόπων.

### 1170.3

Τί μ’ ὤλεσας; τί μ’ εἴργασαι;

### 1170.4

ΧΟ.Τί τοῦτ’ ἔλεξας;

### 1170.5

ΦΙ.Εἰ σὺ τὰν ἐμοὶ στυγερὰν

### 1175.1

Τρῳάδα γᾶν μ’ ἤλπισας ἄξειν.

### 1175.2

ΧΟ.Τόδε γὰρ νοῶ κράτιστον.

### 1175.3

ΦΙ.Ἀπό νύν με λείπετ’ ἤδη.

### 1175.4

ΧΟ.Φίλα μοι, φίλα ταῦτα παρήγγει‐

### 1175.5

λας ἑκόντι τε πράσσειν.

### 1180

Ἴωμεν, ἴωμεν

### 1180.1

ναὸς ἵν’ ἡμῖν τέτακται.

### 1180.2

ΦΙ.Μή, πρὸς ἀραίου Διός, ἔλ‐

### 1180.3

θῃς, ἱκετεύω.

### 1180.4

ΧΟ.Μετρίαζ’.

### 1180.5

ΦΙ.Ὦ ξένοι,

### 1185

μείνατε, πρὸς θεῶν.

### 1185.1

ΧΟ.Τί θροεῖς;

### 1185.2

ΦΙ.Αἰαῖ αἰαῖ,

### 1185.3

δαίμων δαίμων· ἀπόλωλ’ ὁ τάλας·

### 1185.4

ὦ πούς, πούς, τί ς’ ἔτ’ ἐν βίῳ

### 1185.5

τεύξω τῷ μετόπιν τάλας;

### 1190.1

Ὦ ξένοι, ἔλθετ’ ἐπήλυδες αὖθις.

### 1190.2

ΧΟ.Τί ῥέξοντες ἀλλοκότῳ

### 1190.3

γνώμᾳ τῶν πάρος, ὧν προὔφαινες;

### 1190.4

ΦΙ.Οὔτοι νεμεσητὸν

### 1190.5

ἀλύοντα χειμερίῳ

### 1195.1

λύπᾳ καὶ παρὰ νοῦν θροεῖν.

### 1195.2

ΧΟ.Βᾶθί νυν, ὦ τάλαν, ὥς σε κελεύομεν.

### 1195.3

ΦΙ.Οὐδέποτ’ οὐδέποτ’, ἴσθι τόδ’ ἔμπεδον,

### 1195.4

οὐδ’ εἰ πυρφόρος ἀστεροπητὴς

### 1195.5

βροντᾶς αὐγαῖς μ’ εἶσι φλογίζων.

### unit_337.1

Ἐρρέτω Ἴλιον, οἵ θ’ ὑπ’ ἐκείνῳ

### unit_337.2

πάντες ὅσοι τόδ’ ἔτλασαν ἐμοῦ ποδὸς

### unit_337.3

ἄρθρον ἀπῶσαι.

### unit_337.4

Ἀλλ’, ὦ ξένοι, ἕν γέ μοι εὖχος ὀρέξατε.

### unit_337.5

ΧΟ.Ποῖον ἐρεῖς τόδ’ ἔπος;

### 1204

ΦΙ.Ξίφος, εἴ ποθεν,

### 1205.1

ἢ γένυν ἢ βελέων τι προπέμψατε.

### 1205.2

ΧΟ.Ὡς τίνα 〈δὴ〉 ῥέξῃς παλάμαν ποτέ;

### 1205.3

ΦΙ.Κρᾶτ’ ἀπὸ πάντα καὶ ἄρθρα τέμω χερί·

### 1205.4

φονᾷ, φονᾷ νόος ἤδη.

### 1205.5

ΧΟ.Τί ποτε;

### 1210.1

ΦΙ.Πατέρα ματεύων.

### 1210.2

ΧΟ.Ποῖ γᾶς;

### 1211.1

ΦΙ.Ἐς Ἅιδου·

### 1211.2

οὐ γὰρ [ἐστ’] ἐν φάει γ’ ἔτι.

### 1211.3

Ὢ πόλις, ὢ [πόλις] πατρία,

### 1211.4

πῶς ἂν εἰσίδοιμί ς’ ἄθλιός γ’ ἀνήρ,

### 1215.1

ὅς γε σὰν λιπὼν ἱερὰν λιβάδ’

### 1215.2

ἐχθροῖσ〈ιν〉 ἔβαν Δαναοῖς

### unit_343.1

ἀρωγός; ἔτ’ οὐδέν εἰμι.

### unit_343.2

ΧΟ.Ἐγὼ μὲν ἤδη καὶ πάλαι νεὼς ὁμοῦ

### unit_343.3

στείχων ἂν ἦ σοι τῆς ἐμῆς, εἰ μὴ πέλας

### 1220.1

Ὀδυσσέα στείχοντα τόν τ’ Ἀχιλλέως

### 1220.2

γόνον πρὸς ἡμᾶς δεῦρ’ ἰόντ’ ἐλεύσσομεν.

### 1220.3

ΟΔ.Οὐκ ἂν φράσειας ἥντιν’ αὖ παλίντροπος

### 1220.4

κέλευθον ἕρπεις ὧδε σὺν σπουδῇ ταχύς;

### 1220.5

ΝΕ.Λύσων ὅς’ ἐξήμαρτον ἐν τῷ πρὶν χρόνῳ.

### 1225.1

ΟΔ.Δεινόν γε φωνεῖς· ἡ δ’ ἁμαρτία τίς ἦν;

### 1225.2

ΝΕ.Ἣν σοὶ πιθόμενος τῷ τε σύμπαντι στρατῷ—

### 1225.3

ΟΔ.Ἔπραξας ἔργον ποῖον ὧν οὔ σοι πρέπον;

### 1225.4

ΝΕ.Ἀπάταισιν αἰσχραῖς ἄνδρα καὶ δόλοις ἑλών.

### 1225.5

ΟΔ.Τὸν ποῖον; ὤμοι· μῶν τι βουλεύῃ νέον;

### 1230.1

ΝΕ.Νέον μὲν οὐδέν, τῷ δὲ Ποίαντος τόκῳ—

### 1230.2

ΟΔ.Τί χρῆμα δράσεις; ὥς μ’ ὑπῆλθέ τις φόβος.

### 1230.3

ΝΕ.Παρ’ οὗπερ ἔλαβον τάδε τὰ τόξ’, αὖθις πάλιν—

### 1230.4

ΟΔ.Ὦ Ζεῦ, τί λέξεις; οὔ τί που δοῦναι νοεῖς;

### 1230.5

ΝΕ.Αἰσχρῶς γὰρ αὐτὰ κοὐ δίκῃ λαβὼν ἔχω.

### 1235.1

ΟΔ.Πρὸς θεῶν, πότερα δὴ κερτομῶν λέγεις τάδε;

### 1235.2

ΝΕ.Εἰ κερτόμησίς ἐστι τἀληθῆ λέγειν.

### 1235.3

ΟΔ.Τί φῄς, Ἀχιλλέως παῖ; τίν’ εἴρηκας λόγον;

### 1235.4

ΝΕ.Δὶς ταὐτὰ βούλει καὶ τρὶς ἀναπολεῖν μ’ ἔπη;

### 1235.5

ΟΔ.Ἀρχὴν κλύειν ἂν οὐδ’ ἅπαξ ἐβουλόμην.

### 1240

ΝΕ.Εὖ νῦν ἐπίστω πάντ’ ἀκηκοὼς λόγον.

### unit_349.1

ΟΔ.Ἔστιν τις, ἔστιν ὅς σε κωλύσει τὸ δρᾶν.

### unit_349.2

ΝΕ.Τί φῄς; τίς ἔσται μ’ οὑπικωλύσων τάδε;

### unit_349.3

ΟΔ.Ξύμπας Ἀχαιῶν λαός, ἐν δὲ τοῖς ἐγώ.

### unit_349.4

ΝΕ.Σοφὸς πεφυκὼς οὐδὲν ἐξαυδᾷς σοφόν.

### 1245.1

ΟΔ.Σὺ δ’ οὔτε φωνεῖς οὔτε δρασείεις σοφά.

### 1245.2

ΝΕ.Ἀλλ’ εἰ δίκαια, τῶν σοφῶν κρείσσω τάδε.

### 1245.3

ΟΔ.Καὶ πῶς δίκαιον, ἅ γ’ ἔλαβες βουλαῖς ἐμαῖς,

### 1245.4

πάλιν μεθεῖναι ταῦτα;

### 1248.1

ΝΕ.Τὴν ἁμαρτίαν

### 1248.2

αἰσχρὰν ἁμαρτὼν ἀναλαβεῖν πειράσομαι.

### unit_352.1

ΟΔ.Στρατὸν δ’ Ἀχαιῶν οὐ φοβῇ, πράσσων τάδε;

### unit_352.2

ΝΕ.Ξὺν τῷ δικαίῳ τὸν σὸν οὐ ταρβῶ 〈στρατόν〉.

### 1251.1

ΟΔ.. . . . . . . . . . φόβον

### 1251.2

ΝΕ.Ἀλλ’ οὐδέ τοι σῇ χειρὶ πείθομαι τὸ δρᾶν.

### 1251.3

ΟΔ.Οὔ τἄρα Τρωσίν, ἀλλὰ σοὶ μαχούμεθα.

### 1251.4

ΝΕ.Ἔστω τὸ μέλλον.

### 1254

ΟΔ.Χεῖρα δεξιὰν ὁρᾷς

### 1255

κώπης ἐπιψαύουσαν;

### 1255.1

ΝΕ.Ἀλλὰ κἀμέ τοι

### 1255.2

ταὐτὸν τόδ’ ὄψει δρῶντα κοὐ μέλλοντ’ ἔτι.

### 1255.3

ΟΔ.Καίτοι ς’ ἐάσω· τῷ δὲ σύμπαντι στρατῷ

### 1255.4

λέξω τάδ’ ἐλθών, ὅς σε τιμωρήσεται.

### 1255.5

ΝΕ.Ἐσωφρόνησας· κἂν τὰ λοίφ’ οὕτω φρονῇς,

### 1260.1

ἴσως ἂν ἐκτὸς κλαυμάτων ἔχοις πόδα.

### 1260.2

Σὺ δ’, ὦ Ποίαντος παῖ, Φιλοκτήτην λέγω,

### unit_358.1

ἔξελθ’ ἀμείψας τάσδε πετρήρεις στέγας.

### unit_358.2

ΦΙ.Τίς αὖ παρ’ ἄντροις θόρυβος ἵσταται βοῆς;

### unit_358.3

τί μ’ ἐκκαλεῖσθε; τοῦ κεχρημένοι, ξένοι;

### 1265.1

Ὤμοι· κακὸν τὸ χρῆμα. Μῶν τί μοι μέγα

### 1265.2

πάρεστε πρὸς κακοῖσι πέμποντες κακόν;

### 1265.3

ΝΕ.Θάρσει· λόγους δ’ ἄκουσον οὓς ἥκω φέρων.

### 1265.4

ΦΙ.Δέδοικ’ ἔγωγε. Καὶ τὰ πρὶν γὰρ ἐκ λόγων

### 1265.5

καλῶν κακῶς ἔπραξα σοῖς πεισθεὶς λόγοις.

### 1270.1

ΝΕ.Οὔκουν ἔνεστι καὶ μεταγνῶναι πάλιν;

### 1270.2

ΦΙ.Τοιοῦτος ἦσθα τοῖς λόγοισι χὤτε μου

### 1270.3

τὰ τόξ’ ἔκλεπτες πιστὸς ἀτηρὸς λάθρᾳ.

### 1270.4

ΝΕ.Ἀλλ’ οὔ τι μὴν νῦν· βούλομαι δέ σου κλύειν

### 1270.5

πότερα δέδοκταί σοι μένοντι καρτερεῖν,

### 1275

ἢ πλεῖν μεθ’ ἡμῶν.

### 1275.1

ΦΙ.Παῦε, μὴ λέξῃς πέρα·

### 1275.2

μάτην γὰρ ἃν εἴπῃς γε πάντ’ εἰρήσεται.

### 1275.3

ΝΕ.Οὕτω δέδοκται;

### 1277.1

ΦΙ.Καὶ πέρα γ’ ἴσθ’ ἢ λέγω.

### 1277.2

ΝΕ.Ἀλλ’ ἤθελον μὲν ἄν σε πεισθῆναι λόγοις

### 1277.3

ἐμοῖσιν· εἰ δὲ μή τι πρὸς καιρὸν λέγων

### 1280

κυρῶ, πέπαυμαι.

### 1280.1

ΦΙ.Πάντα γὰρ φράσεις μάτην.

### 1280.2

οὐ γάρ ποτ’ εὔνουν τὴν ἐμὴν κτήσῃ φρένα,

### 1280.3

ὅστις γ’ ἐμοῦ δόλοισι τὸν βίον λαβὼν

### 1280.4

ἀπεστέρηκας· κᾆτα νουθετεῖς ἐμὲ

### 1280.5

ἐλθών, ἀρίστου πατρὸς ἔχθιστος γεγώς.

### 1285.1

Ὄλοισθ’, Ἀτρεῖδαι μὲν μάλιστ’, ἔπειτα δὲ

### 1285.2

ὁ Λαρτίου παῖς, καὶ σύ.

### 1286

ΝΕ.Μὴ ’πεύξῃ πέρα·

### unit_368.1

δέχου δὲ χειρὸς ἐξ ἐμῆς βέλη τάδε.

### unit_368.2

ΦΙ.Πῶς εἶπας; ἆρα δεύτερον δολούμεθα;

### unit_368.3

ΝΕ.Ἀπώμος’ ἁγνοῦ Ζηνὸς ὕψιστον σέβας.

### 1290.1

ΦΙ.Ὦ φίλτατ’ εἰπών, εἰ λέγεις ἐτήτυμα.

### 1290.2

ΝΕ.Τοὔργον παρέσται φανερόν· ἀλλὰ δεξιὰν

### 1290.3

πρότεινε χεῖρα, καὶ κράτει τῶν σῶν ὅπλων.

### 1290.4

ΟΔ.Ἐγὼ δ’ ἀπαυδῶ γ’, ᾧ θεοὶ ξυνίστορες,

### 1290.5

ὑπέρ 〈τ’〉 Ἀτρειδῶν τοῦ τε σύμπαντος στρατοῦ.

### 1295.1

ΦΙ.Τέκνον, τίνος φώνημα; μῶν Ὀδυσσέως

### 1295.2

ἐπῃσθόμην;

### 1296.1

ΟΔ.Σάφ’ ἴσθι· καὶ πέλας γ’ ὁρᾷς,

### 1296.2

ὅς ς’ ἐς τὰ Τροίας πεδί’ ἀποστελῶ βίᾳ,

### 1296.3

ἐάν τ’ Ἀχιλλέως παῖς ἐάν τε μὴ θέλῃ.

### 1296.4

ΦΙ.Ἀλλ’ οὔ τι χαίρων, ἢν τόδ’ ὀρθωθῇ βέλος.

### unit_372.1

ΝΕ.Ἆ, μηδαμῶς, μὴ πρὸς θεῶν, μεθῇς βέλος.

### unit_372.2

ΦΙ.Μέθες με, πρὸς θεῶν, χεῖρα, φίλτατον τέκνον.

### unit_372.3

ΝΕ.Οὐκ ἂν μεθείην.

### 1302.1

ΦΙ.Φεῦ· τί μ’ ἄνδρα πολέμιον

### 1302.2

ἐχθρόν τ’ ἀφείλου μὴ κτανεῖν τόξοις ἐμοῖς;

### 1302.3

ΝΕ.Ἀλλ’ οὔτ’ ἐμοὶ τοῦτ’ ἐστὶν οὔτε σοὶ καλόν.

### 1305.1

ΦΙ.Ἀλλ’ οὖν τοσοῦτόν γ’ ἴσθι, τοὺς πρώτους στρατοῦ,

### 1305.2

τοὺς τῶν Ἀχαιῶν ψευδοκήρυκας, κακοὺς

### 1305.3

ὄντας πρὸς αἰχμήν, ἐν δὲ τοῖς λόγοις θρασεῖς.

### 1305.4

ΝΕ.Εἶεν· τὰ μὲν δὴ τόξ’ ἔχεις, κοὐκ ἔσθ’ ὅτου

### unit_375

ὀργὴν ἔχοις ἂν οὐδὲ μέμψιν εἰς ἐμέ.

### 1310.1

ΦΙ.Ξύμφημι, τὴν φύσιν δ’ ἔδειξας, ὦ τέκνον,

### 1310.2

ἐξ ἧς ἔβλαστες, οὐχὶ Σισύφου πατρός,

### 1310.3

ἀλλ’ ἐξ Ἀχιλλέως, ὃς μετὰ ζώντων ὅτ’ ἦν

### 1310.4

ἤκου’ ἄριστα, νῦν δὲ τῶν τεθνηκότων.

### 1310.5

ΝΕ.Ἥσθην πατέρα τὸν ἀμὸν εὐλογοῦντά σε

### 1315.1

αὐτόν τ’ ἔμ’· ὧν δέ σου τυχεῖν ἐφίεμαι

### 1315.2

ἄκουσον. Ἀνθρώποισι τὰς μὲν ἐκ θεῶν

### 1315.3

τύχας δοθείσας ἔστ’ ἀναγκαῖον φέρειν·

### 1315.4

ὅσοι δ’ ἑκουσίοισιν ἔγκεινται βλάβαις,

### 1315.5

ὥσπερ σύ, τούτοις οὔτε συγγνώμην ἔχειν

### 1320.1

δίκαιόν ἐστιν οὔτ’ ἐποικτίρειν τινά.

### 1320.2

Σὺ δ’ ἠγρίωσαι, κοὔτε σύμβουλον δέχῃ,

### 1320.3

ἐάν τε νουθετῇ τις εὐνοίᾳ λέγων,

### 1320.4

στυγεῖς πολέμιον δυσμενῆ θ’ ἡγούμενος.

### 1320.5

Ὅμως δὲ λέξω· Ζῆνα δ’ ὅρκιον καλῶ·

### 1325.1

καὶ ταῦτ’ ἐπίστω, καὶ γράφου φρενῶν ἔσω.

### 1325.2

Σὺ γὰρ νοσεῖς τόδ’ ἄλγος ἐκ θείας τύχης,

### 1325.3

Χρύσης πελασθεὶς φύλακος, ὃς τὸν ἀκαλυφῆ

### 1325.4

σηκὸν φυλάσσει κρύφιος οἰκουρῶν ὄφις.

### 1325.5

Καὶ παῦλαν ἴσθι τῆσδε μή ποτ’ ἂν τυχεῖν

### 1330.1

νόσου βαρείας, ἕως ἂν αὑτὸς ἥλιος

### 1330.2

ταύτῃ μὲν αἴρῃ, τῇδε δ’ αὖ δύνῃ πάλιν,

### 1330.3

πρὶν ἂν τὰ Τροίας πεδί’ ἑκὼν αὐτὸς μόλῃς,

### 1330.4

καὶ τῶν παρ’ ἡμῖν ἐντυχὼν Ἀσκληπιδῶν

### 1330.5

νόσου μαλαχθῇς τῆσδε, καὶ τὰ πέργαμα

### 1335.1

ξὺν τοῖσδε τόξοις ξύν τ’ ἐμοὶ πέρσας φανῇς.

### 1335.2

Ὡς δ’ οἶδα ταῦτα τῇδ’ ἔχοντ’ ἐγὼ φράσω.

### 1335.3

Ἀνὴρ γὰρ ἡμῖν ἔστιν ἐκ Τροίας ἁλούς,

### 1335.4

Ἕλενος ἀριστόμαντις, ὃς λέγει σαφῶς

### 1335.5

ὡς δεῖ γενέσθαι ταῦτα· καὶ πρὸς τοῖσδ’ ἔτι,

### 1340.1

ὡς ἔστ’ ἀνάγκη τοῦ παρεστῶτος θέρους

### 1340.2

Τροίαν ἁλῶναι πᾶσαν· ἢ δίδως’ ἑκὼν

### 1340.3

κτείνειν ἑαυτόν, ἢν τάδε ψευσθῇ λέγων.

### 1340.4

Ταῦτ’ οὖν ἐπεὶ κάτοισθα, συγχώρει θέλων·

### 1340.5

καλὴ γὰρ ἡ ’πίκτησις, Ἑλλήνων ἕνα

### 1345.1

κριθέντ’ ἄριστον, τοῦτο μὲν παιωνίας

### 1345.2

ἐς χεῖρας ἐλθεῖν, εἶτα τὴν πολύστονον

### 1345.3

Τροίαν ἑλόντα κλέος ὑπέρτατον λαβεῖν.

### 1345.4

ΦΙ.Ὦ στυγνὸς αἰών, τί μ’ ἔτι δῆτ’ ἔχεις ἄνω

### 1345.5

βλέποντα κοὐκ ἀφῆκας εἰς Ἅιδου μολεῖν;

### unit_384.1

Οἴμοι, τί δράσω; πῶς ἀπιστήσω λόγοις

### unit_384.2

τοῖς τοῦδ’ ὃς εὔνους ὢν ἐμοὶ παρῄνεσεν;

### unit_384.3

Ἀλλ’ εἰκάθω δῆτ’; εἶτα πῶς ὁ δύσμορος

### unit_384.4

εἰς φῶς τάδ’ ἔρξας εἶμι; τῷ προσήγορος;

### unit_384.5

Πῶς, ὦ τὰ πάντ’ ἰδόντες ἀμφ’ ἐμοὶ κύκλοι,

### 1355.1

ταῦτ’ ἐξανασχήσεσθε, τοῖσιν Ἀτρέως

### 1355.2

ἐμὲ ξυνόντα παισίν, οἵ μ’ ἀπώλεσαν;

### 1355.3

πῶς τῷ πανώλει παιδὶ τῷ Λαερτίου;

### 1355.4

οὐ γάρ με τἄλγος τῶν παρελθόντων δάκνει,

### 1355.5

ἀλλ’ οἷα χρὴ παθεῖν με πρὸς τούτων ἔτι

### 1360.1

δοκῶ προλεύσσειν· οἷς γὰρ ἡ γνώμη κακῶν

### 1360.2

μήτηρ γένηται, τἄλλα παιδεύει κακά.

### 1360.3

Καὶ σοῦ δ’ ἔγωγε θαυμάσας ἔχω τόδε·

### 1360.4

χρῆν γάρ σε μήτ’ αὐτόν ποτ’ ἐς Τροίαν μολεῖν,

### unit_387

ἡμᾶς τ’ ἀπείργειν, οἵ γε σοῦ καθύβρισαν,

### 1365.1

πατρὸς γέρας συλῶντες· εἶτα τοῖσδε σὺ

### 1365.2

εἶ ξυμμαχήσων κἄμ’ ἀναγκάζεις τόδε;

### 1365.3

Μὴ δῆτα, τέκνον· ἀλλ’, ἅ μοι ξυνώμοσας,

### 1365.4

πέμψον πρὸς οἴκους, καὐτὸς ἐν Σκύρῳ μένων

### 1365.5

ἔα κακῶς αὐτοὺς ἀπόλλυσθαι κακούς.

### 1370.1

Χοὔτω διπλῆν μὲν ἐξ ἐμοῦ κτήσῃ χάριν,

### 1370.2

διπλῆν δὲ πατρὸς κοὐ κακοὺς ἐπωφελῶν

### 1370.3

δόξεις ὅμοιος τοῖς κακοῖς πεφυκέναι.

### 1370.4

ΝΕ.Λέγεις μὲν εἰκότ’, ἀλλ’ ὅμως σε βούλομαι

### 1370.5

θεοῖς τε πιστεύσαντα τοῖς τ’ ἐμοῖς λόγοις

### 1375.1

φίλου μετ’ ἀνδρὸς τοῦδε τῆσδ’ ἐκπλεῖν χθονός.

### 1375.2

ΦΙ.Ἦ πρὸς τὰ Τροίας πεδία καὶ τὸν Ἀτρέως

### 1375.3

ἔχθιστον υἱὸν τῷδε δυστήνῳ ποδί;

### 1375.4

ΝΕ.Πρὸς τοὺς μὲν οὖν σε τήνδε τ’ ἔμπυον βάσιν

### 1375.5

παύσοντας ἄλγους κἀποσώσοντας νόσου.

### 1380.1

ΦΙ.Ὦ δεινὸν αἶνον αἰνέσας, τί φῄς ποτε;

### 1380.2

ΝΕ.Ἃ σοί τε κἀμοὶ λῷσθ’ ὁρῶ τελούμενα.

### 1380.3

ΦΙ.Καὶ ταῦτα λέξας οὐ καταισχύνῃ θεούς;

### 1380.4

ΝΕ.Πῶς γάρ τις αἰσχύνοιτ’ ἂν ὠφελούμενος;

### 1380.5

ΦΙ.Λέγεις δ’ Ἀτρείδαις ὄφελος, ἢ ’π’ ἐμοὶ τόδε;

### 1385.1

ΝΕ.Σοί που, φίλος γ’ ὤν, χὠ λόγος τοιόσδε μου.

### 1385.2

ΦΙ.Πῶς, ὅς γε τοῖς ἐχθροῖσί μ’ ἐκδοῦναι θέλεις;

### 1385.3

ΝΕ.Ὦ τᾶν, διδάσκου μὴ θρασύνεσθαι κακοῖς.

### 1385.4

ΦΙ.Ὀλεῖς με, γιγνώσκω σε, τοῖσδε τοῖς λόγοις.

### unit_393

ΝΕ.Οὔκουν ἔγωγε· φημὶ δ’ οὔ σε μανθάνειν.

### 1390.1

ΦΙ.Ἐγὼ οὐκ Ἀτρείδας ἐκβαλόντας οἶδά με;

### 1390.2

ΝΕ.Ἀλλ’ ἐκβαλόντες εἰ πάλιν σώσους’ ὅρα.

### 1390.3

ΦΙ.Οὐδέποθ’ ἑκόντα γ’ ὥστε τὴν Τροίαν ἰδεῖν.

### 1390.4

ΝΕ.Τί δῆτ’ ἂν ἡμεῖς δρῷμεν, εἰ σέ γ’ ἐν λόγοις

### 1390.5

πείσειν δυνησόμεσθα μηδὲν ὧν λέγω;

### 1395.1

ὡς ῥᾷστ’ ἐμοὶ μὲν τῶν λόγων λῆξαι, σὲ δὲ

### 1395.2

ζῆν, ὥσπερ ἤδη ζῇς, ἄνευ σωτηρίας.

### 1395.3

ΦΙ.Ἔα με πάσχειν ταῦθ’ ἅπερ παθεῖν με δεῖ·

### 1395.4

ἃ δ’ ᾔνεσάς μοι δεξιᾶς ἐμῆς θιγών,

### 1395.5

πέμπειν πρὸς οἴκους, ταῦτά μοι πρᾶξον, τέκνον,

### unit_396.1

καὶ μὴ βράδυνε μηδ’ ἐπιμνησθῇς ἔτι

### unit_396.2

Τροίας· ἅλις γάρ μοι τεθρήνηται γόοις.

### unit_396.3

ΝΕ.Εἰ δοκεῖ, στείχωμεν.

### 1402.1

ΦΙ.Ὦ γενναῖον εἰρηκὼς ἔπος.

### 1402.2

ΝΕ.Ἀντέρειδε νῦν βάσιν σήν.

### 1403.1

ΦΙ.Εἰς ὅσον γ’ ἐγὼ σθένω.

### 1403.2

ΝΕ.Αἰτίαν δὲ πῶς Ἀχαιῶν φεύξομαι;

### 1404

ΦΙ.Μὴ φροντίσῃς;

### 1405

ΝΕ.Τί γάρ, ἐὰν πορθῶσι χώραν τὴν ἐμήν;

### 1405.1

ΦΙ.Ἐγὼ παρὼν—

### 1405.2

ΝΕ.Τίνα προσωφέλησιν ἔρξεις;

### 1406.1

ΦΙ.βέλεσι τοῖς Ἡρακλέους—

### 1406.2

ΝΕ.Πῶς λέγεις;

### 1407

ΦΙ.εἴρξω πελάζειν.

### unit_404.1

ΝΕ.Στεῖχε προσκύσας χθόνα.

### unit_404.2

ΗΡΑΚΛΗΣ

### 1409

Μήπω γε, πρὶν ἂν τῶν ἡμετέρων

### 1410.1

ἀΐῃς μύθων, παῖ Ποίαντος·

### 1410.2

φάσκειν δ’ αὐδὴν τὴν Ἡρακλέους

### 1410.3

ἀκοῇ τε κλύειν λεύσσειν τ’ ὄψιν.

### 1410.4

Τὴν σὴν δ’ ἥκω χάριν οὐρανίας

### 1410.5

ἕδρας προλιπὼν

### 1415.1

τὰ Διός τε φράσων βουλεύματά σοι

### 1415.2

κατερητύσων θ’ ὁδὸν ἣν στέλλῃ·

### 1415.3

σὺ δ’ ἐμῶν μύθων ἐπάκουσον.

### 1415.4

Καὶ πρῶτα μέν σοι τὰς ἐμὰς λέξω τύχας,

### 1415.5

ὅσους πονήσας καὶ διεξελθὼν πόνους

### 1420.1

ἀθάνατον ἀρετὴν ἔσχον, ὡς πάρεσθ’ ὁρᾶν·

### 1420.2

καὶ σοί, σάφ’ ἴσθι, τοῦτ’ ὀφείλεται παθεῖν,

### 1420.3

ἐκ τῶν πόνων τῶνδ’ εὐκλεᾶ θέσθαι βίον.

### 1420.4

Ἐλθὼν δὲ σὺν τῷδ’ ἀνδρὶ πρὸς τὸ Τρωϊκὸν

### 1420.5

πόλισμα, πρῶτον μὲν νόσου παύσῃ λυγρᾶς,

### 1425.1

ἀρετῇ τε πρῶτος ἐκκριθεὶς στρατεύματος,

### 1425.2

Πάριν μέν, ὃς τῶνδ’ αἴτιος κακῶν ἔφυ,

### 1425.3

τόξοισι τοῖς ἐμοῖσι νοσφιεῖς βίου,

### 1425.4

πέρσεις τε Τροίαν, σκῦλά τ’ εἰς μέλαθρα σὰ

### 1425.5

πέμψεις, ἀριστεῖ’ ἐκλαβὼν στρατεύματος,

### 1430.1

Ποίαντι πατρὶ πρὸς πάτρας Οἴτης πλάκα.

### 1430.2

Ἃ δ’ ἂν λάβῃς σὺ σκῦλα τοῦδε τοῦ στρατοῦ

### 1430.3

τόξων ἐμῶν μνημεῖα πρὸς πυρὰν ἐμὴν

### 1430.4

κόμιζε. Καὶ σοὶ ταῦτ’, Ἀχιλλέως τέκνον,

### 1430.5

παρῄνες’· οὔτε γὰρ σὺ τοῦδ’ ἄτερ σθένεις

### 1435

ἑλεῖν τὸ Τροίας πεδίον οὔθ’ οὗτος σέθεν·

### unit_412.1

ἀλλ’ ὡς λέοντε συννόμω φυλάσσετον

### unit_412.2

οὗτος σὲ καὶ σὺ τόνδ’. Ἐγὼ δ’ Ἀσκληπιὸν

### unit_412.3

παυστῆρα πέμψω σῆς νόσου πρὸς Ἴλιον·

### unit_412.4

τὸ δεύτερον γὰρ τοῖς ἐμοῖς αὐτὴν χρεὼν

### 1440.1

τόξοις ἁλῶναι. Τοῦτο δ’ ἐννοεῖθ’, ὅταν

### 1440.2

πορθῆτε γαῖαν, εὐσεβεῖν τὰ πρὸς θεούς·

### 1440.3

ὡς τἄλλα πάντα δεύτερ’ ἡγεῖται πατὴρ

### 1440.4

Ζεύς· οὐ γὰρ ηὑσέβεια συνθνῄσκει βροτοῖς,

### 1440.5

κἂν ζῶσι κἂν θάνωσιν, οὐκ ἀπόλλυται.

### 1445.1

ΦΙ.Ὦ φθέγμα ποθεινὸν ἐμοὶ πέμψας,

### 1445.2

χρόνιός τε φανείς,

### 1445.3

οὐκ ἀπιθήσω τοῖς σοῖς μύθοις.

### 1445.4

ΝΕ.Κἀγὼ γνώμην ταύτῃ τίθεμαι.

### 1445.5

ΗΡ.Μή νυν χρόνιοι μέλλετε πράσσειν.

### unit_415.1

Καιρὸς καὶ πλοῦς

### unit_415.2

ὅδ’ ἐπείγει γὰρ κατὰ πρύμνην.

### unit_415.3

ΦΙ.Φέρε νυν στείχων χώραν καλέσω.

### unit_415.4

χαῖρ’, ὦ μέλαθρον ξύμφρουρον ἐμοὶ

### unit_415.5

Νύμφαι τ’ ἔνυδροι λειμωνιάδες,

### 1455.1

καὶ κτύπος ἄρσην πόντου προβλής 〈θ’〉

### 1455.2

οὗ πολλάκι δὴ τοὐμὸν ἐτέγχθη

### 1455.3

κρᾶτ’ ἐνδόμυχον πληγῇσι νότου,

### 1455.4

πολλὰ δὲ φωνῆς τῆς ἡμετέρας

### 1455.5

Ἑρμαῖον ὄρος παρέπεμψεν ἐμοὶ

### 1460

στόνον ἀντίτυπον χειμαζομένῳ.

### unit_418.1

Νῦν δ’, ὦ κρῆναι Λύκιόν τε ποτόν,

### unit_418.2

λείπομεν ὑμᾶς, λείπομεν ἤδη,

### unit_418.3

δόξης οὔ ποτε τῆσδ’ ἐπιβάντες.

### unit_418.4

Χαῖρ’, ὦ Λήμνου πέδον ἀμφίαλον,

### 1465.1

καί μ’ εὐπλοίᾳ πέμψον ἀμέμπτως

### 1465.2

ἔνθ’ ἡ μεγάλη Μοῖρα κομίζει

### 1465.3

γνώμη τε φίλων, χὠ πανδαμάτωρ

### 1465.4

δαίμων ὃς ταῦτ’ ἐπέκρανεν.

### 1465.5

ΧΟ.Χωρῶμεν δὴ πάντες ἀολλεῖς,

### 1470

Νύμφαις ἁλίαισιν ἐπευξάμενοι

### unit_421

νόστου σωτῆρας ἱκέσθαι.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/sophocles-philoctetes-buo-ae.json (sha256:31019a9903cdf6521e7583b0577fc12029e52dc4ded40dde646d4579e6047cbf). Cite as `eul_wid: buo-ae`.
