---
title: Electra
title_greek: Ἠλέκτρα
author: Sophocles
eul_wid: buo-aj
eul_aid: buo
canonical: "https://eulogikon.org/grc/sophocles/electra"
canonical_json: "https://eulogikon.org/data/works/grc/sophocles-electra-buo-aj.json"
sha256: "59337037e51ffacc081df006389482b6dd01afaf1139de1d194e6b6497539b0b"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: CC0-1.0
---

# Electra

*Ἠλέκτρα*

**Author:** Sophocles

**eul_wid:** `buo-aj` · [HTML page](https://eulogikon.org/grc/sophocles/electra) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/sophocles-electra-buo-aj.json)

## Text

### 1

ΠΑΙΔΑΓΩΓΟΣ

### 1.1

Ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ

### 1.2

Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν’ ἔξεστί σοι

### 1.3

παρόντι λεύσσειν ὧν πρόθυμος ἦσθ’ ἀεί.

### 1.4

Τὸ γὰρ παλαιὸν Ἄργος οὑπόθεις τόδε,

### 5.1

τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης·

### 5.2

αὕτη δ’, Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦ

### 5.3

ἀγορὰ Λύκειος· οὑξ ἀριστερᾶς δ’ ὅδε

### 5.4

Ἥρας ὁ κλεινὸς ναός· οἷ δ’ ἱκάνομεν,

### 5.5

φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶν,

### 10.1

πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε,

### 10.2

ὅθεν σε πατρὸς ἐκ φόνων ἐγώ ποτε

### 10.3

πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼν

### 10.4

ἤνεγκα κἀξέσωσα κἀξεθρεψάμην

### 10.5

τοσόνδ’ ἐς ἥβης πατρὶ τιμωρὸν φόνου.

### 15.1

Νῦν οὖν, Ὀρέστα καὶ σύ, φίλτατε ξένων

### 15.2

Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον,

### 15.3

ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλας

### 15.4

ἑῷα κινεῖ φθέγματ’ ὀρνίθων σαφῆ,

### 15.5

μέλαινά τ’ ἄστρων ἐκλέλοιπεν εὐφρόνη.

### 20.1

Πρὶν οὖν τιν’ ἀνδρῶν ἐξοδοιπορεῖν στέγης,

### 20.2

ξυνάπτετον λόγοισιν· ὡς ἐνταῦθ’ ἴμεν ἵν’ οὐκέτ’ ὀκνεῖν καιρός, ἀλλ’ ἔργων ἀκμή.

### 20.3

ΟΡΕΣΤΗΣ

### 23.1

Ὦ φίλτατ’ ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆ

### 23.2

σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς·

### 25.1

ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν ᾖ γέρων,

### 25.2

ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν,

### 25.3

ἀλλ’ ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺ

### 25.4

ἡμᾶς τ’ ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπῃ.

### 25.5

Τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δέ,

### 30.1

ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς,

### 30.2

εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον.

### 30.3

Ἐγὼ γὰρ ἡνίχ’ ἱκόμην τὸ Πυθικὸν

### 30.4

μαντεῖον, ὡς μάθοιμ’ ὅτῳ τρόπῳ πατρὶ

### 30.5

δίκας ἀροίμην τῶν φονευσάντων πάρα,

### 35.1

χρῇ μοι τοιαῦθ’ ὁ Φοῖβος ὧν πεύσῃ τάχα·

### 35.2

ἄσκευον αὐτὸν ἀσπίδων τε καὶ στρατοῦ

### 35.3

δόλοισι κλέψαι χειρὸς ἐνδίκους σφαγάς.

### 35.4

Ὅτ’ οὖν τοιόνδε χρησμὸν εἰσηκούσαμεν,

### 35.5

σὺ μὲν μολών, ὅταν σε καιρὸς εἰσάγῃ

### 40.1

δόμων ἔσω τῶνδ’, ἴσθι πᾶν τὸ δρώμενον,

### 40.2

ὅπως ἂν εἰδὼς ἡμὶν ἀγγείλῃς σαφῆ·

### 40.3

οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ μακρῷ

### 40.4

γνῶς’, οὐδ’ ὑποπτεύσουσιν ὧδ’ ἠνθισμένον·

### 40.5

λόγῳ δὲ χρῶ τοιῷδ’, ὅτι ξένος μὲν εἶ

### 45.1

Φωκεὺς παρ’ ἀνδρὸς Φανοτέως ἥκων· ὁ γὰρ

### 45.2

μέγιστος αὐτοῖς τυγχάνει δορυξένων·

### 45.3

ἄγγελλε δ’, ὅρκον προστιθείς, ὁθούνεκα

### 45.4

τέθνηκ’ Ὀρέστης ἐξ ἀναγκαίας τύχης,

### 45.5

ἄθλοισι Πυθικοῖσιν ἐκ τροχηλάτων

### unit_13.1

δίφρων κυλισθείς· ὧδ’ ὁ μῦθος ἑστάτω.

### unit_13.2

Ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς ἐφίετο,

### unit_14.1

λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖς

### unit_14.2

στέψαντες, εἶτ’ ἄψορρον ἥξομεν πάλιν,

### unit_14.3

τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν,

### 55.1

ὃ καὶ σὺ θάμνοις οἶσθά μοι κεκρυμμένον,

### 55.2

ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτιν

### 55.3

φέροιμεν αὐτοῖς, τοὐμὸν ὡς ἔρρει δέμας

### 55.4

φλογιστὸν ἤδη καὶ κατηνθρακωμένον.

### 55.5

Τί γάρ με λυπεῖ τοῦθ’, ὅταν λόγῳ θανὼν

### 60.1

ἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος;

### 60.2

δοκῶ μὲν οὐδὲν ῥῆμα σὺν κέρδει κακόν·

### 60.3

ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς

### 60.4

λόγῳ μάτην θνῄσκοντας· εἶθ’, ὅταν δόμους

### 60.5

ἔλθωσιν αὖθις, ἐκτετίμηνται πλέον·

### 65.1

ὣς κἄμ’ ἐπαυχῶ τῆσδε τῆς φήμης ἄπο

### 65.2

δεδορκότ’ ἐχθροῖς ἄστρον ὣς λάμψειν ἔτι.

### 65.3

Ἀλλ’, ὦ πατρῴα γῆ θεοί τ’ ἐγχώριοι,

### 65.4

δέξασθέ μ’ εὐτυχοῦντα ταῖσδε ταῖς ὁδοῖς,

### 65.5

σύ τ’, ὦ πατρῷον δῶμα· σοῦ γὰρ ἔρχομαι

### 70.1

δίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος·

### 70.2

καὶ μή μ’ ἄτιμον τῆσδ’ ἀποστείλητε γῆς,

### 70.3

ἀλλ’ ἀρχέπλουτον καὶ καταστάτην δόμων·

### 70.4

Εἴρηκα μέν νυν ταῦτα· σοὶ δ’ ἤδη, γέρον,

### 70.5

τὸ σὸν μελέσθω βάντι φρουρῆσαι χρέος·

### 75.1

νὼ δ’ ἔξιμεν· καιρὸς γάρ, ὅσπερ ἀνδράσι

### 75.2

μέγιστος ἔργου παντός ἐστ’ ἐπιστάτης.

### 75.3

ΗΛ.Ἰώ μοί μοι δύστηνος.

### 75.4

ΠΑ.Καὶ μὴν θυρῶν ἔδοξα προσπόλων τινὸς

### 75.5

ὑποστενούσης ἔνδον αἰσθέσθαι, τέκνον.

### 80

ΟΡ.Ἆρ’ ἐστὶν ἡ δύστηνος Ἠλέκτρα; θέλεις

### unit_21.1

μείνωμεν αὐτοῦ κἀνακούσωμεν γόων;

### unit_21.2

ΠΑ.Ἥκιστα· μηδὲν πρόσθεν ἢ τὰ Λοξίου

### unit_21.3

πειρώμεθ’ ἔρδειν, κἀπὸ τῶνδ’ ἀρχηγετεῖν

### unit_21.4

πατρὸς χέοντες λουτρά· ταῦτα γὰρ φέρει

### 85.1

νίκην τ’ ἐφ’ ἡμῖν καὶ κράτος τῶν δρωμένων.

### 85.2

ΗΛΕΚΤΡΑ

### 86.1

Ὦ φάος ἁγνὸν

### 86.2

καὶ γῆς ἰσόμοιρ’ ἀήρ, ὥς μοι

### 86.3

πολλὰς μὲν θρήνων ᾠδάς,

### 86.4

πολλὰς δ’ ἀντήρεις ᾔσθου

### 90.1

στέρνων πλαγὰς αἱμασσομένων,

### 90.2

ὁπόταν δνοφερὰ νὺξ ὑπολειφθῇ·

### 90.3

τὰ δὲ παννυχίδων ἤδη στυγεραὶ

### 90.4

ξυνίσας’ εὐναὶ μογερῶν οἴκων,

### 90.5

ὅσα τὸν δύστηνον ἐμὸν θρηνῶ

### 95.1

πατέρ’, ὃν κατὰ μὲν βάρβαρον αἶαν

### 95.2

φοίνιος Ἄρης οὐκ ἐξένισεν,

### 95.3

μήτηρ δ’ ἡμὴ χὠ κοινολεχὴς

### 95.4

Αἴγισθος, ὅπως δρῦν ὑλοτόμοι,

### 95.5

σχίζουσι κάρα φονίῳ πελέκει·

### unit_26.1

κοὐδεὶς τούτων οἶκτος ἀπ’ ἄλλης

### unit_26.2

ἢ ’μοῦ φέρεται, σοῦ, πάτερ, οὕτως

### unit_26.3

ἀδίκως οἰκτρῶς τε θανόντος.

### unit_26.4

Ἀλλ’ οὐ μὲν δὴ

### unit_26.5

λήξω θρήνων στυγερῶν τε γόων,

### 105.1

ἔστ’ ἂν παμφεγγεῖς ἄστρων

### 105.2

ῥιπάς, λεύσσω δὲ τόδ’ ἦμαρ,

### 105.3

μὴ οὐ τεκνολέτειρ’ ὥς τις ἀηδὼν

### unit_28.1

ἐπὶ κωκυτῷ τῶνδε πατρῴων

### unit_28.2

πρὸ θυρῶν ἠχὼ πᾶσι προφωνεῖν·

### 110.1

ὦ δῶμ’ Ἀΐδου καὶ Περσεφόνης,

### 110.2

ὦ χθόνι’ Ἑρμῆ καὶ πότνι’ Ἀρά,

### 110.3

σεμναί τε θεῶν παῖδες Ἐρινύες,

### 110.4

αἳ τοὺς ἀδίκως θνῄσκοντας ὁρᾶθ’,

### 110.5

αἳ τοὺς εὐνὰς ὑποκλεπτομένους,

### 115.1

ἔλθετ’, ἀρήξατε, τείσασθε πατρὸς

### 115.2

φόνον ἡμετέρου,

### 115.3

καί μοι τὸν ἐμὸν πέμψατ’ ἀδελφόν·

### 115.4

μούνη γὰρ ἄγειν οὐκέτι σωκῶ

### 120

λύπης ἀντίρροπον ἄχθος.

### 120

ΧΟΡΟΣ

### 121.1

Ὦ παῖ, παῖ δυστανοτάταςStr. 1.

### 121.2

Ἠλέκτρα ματρός, τίν’ ἀεὶ

### 121.3

τάκεις ὧδ’ ἀκόρεστον οἰμωγὰν

### 121.4

τὸν πάλαι ἐκ δολερᾶς ἀθεώτατα

### 125.1

ματρὸς ἁλόντ’ ἀπάταις Ἀγαμέμνονα

### 125.2

κακᾷ τε χειρὶ πρόδοτον; ὡς ὁ τάδε πορὼν

### 125.3

ὄλοιτ’, εἴ μοι θέμις τάδ’ αὐδᾶν.

### 125.4

ΗΛ.Ὦ γενέθλα γενναίων,

### 125.5

ἥκετ’ ἐμῶν καμάτων παραμύθιον·

### 130.1

οἶδά τε καὶ ξυνίημι τάδ’, οὔ τί με

### 130.2

φυγγάνει· οὐδ’ ἐθέλω προλιπεῖν τόδε,

### 130.3

μὴ οὐ τὸν ἐμὸν στενάχειν πατέρ’ ἄθλιον.

### 134

Ἀλλ’, ὦ παντοίας φιλότητος ἀμειβόμεναι χάριν,

### 135

ἐᾶτέ μ’ ὧδ’ ἀλύειν,

### unit_38.1

αἰαῖ, ἱκνοῦμαι.

### unit_38.2

ΧΟ.Ἀλλ’ οὔτοι τόν γ’ ἐξ ἈΐδαAnt. 1.

### unit_38.3

παγκοίνου λίμνας πατέρ’ ἀν‐

### unit_38.4

στάσεις οὔτε γόοισιν οὔτ’ ἄνταις.

### 140.1

Ἀλλ’ ἀπὸ τῶν μετρίων ἐπ’ ἀμήχανον

### 140.2

ἄλγος ἀεὶ στενάχουσα διόλλυσαι

### 140.3

ἐν οἷς ἀνάλυσίς ἐστιν οὐδεμία κακῶν·

### 140.4

τί μοι τῶν δυσφόρων ἐφίῃ;

### 145.1

ΗΛ.Νήπιος ὃς τῶν οἰκτρῶς

### 145.2

οἰχομένων γονέων ἐπιλάθεται·

### 145.3

ἀλλ’ ἐμέ γ’ ἁ στονόεσς’ ἄραρεν φρένας,

### 145.4

ἃ Ἴτυν, αἰὲν Ἴτυν ὀλοφύρεται,

### 145.5

ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος.

### unit_41.1

Ἰὼ παντλάμων Νιόβα, σὲ δ’ ἔγωγε νέμω θεόν,

### unit_41.2

ἅτ’ ἐν τάφῳ πετραίῳ,

### unit_41.3

αἰαῖ, δακρύεις.

### 152.1

ΧΟ.Οὔτοι σοὶ μούνᾳ, τέκνον,Str. 2.

### 152.2

ἄχος ἐφάνη βροτῶν,

### 155.1

πρὸς ὅ τι σὺ τῶν ἔνδον εἶ περισσά,

### 155.2

οἷς ὁμόθεν εἶ καὶ γονᾷ ξύναιμος,

### 155.3

οἵα Χρυσόθεμις ζώει καὶ Ἰφιάνασσα,

### 159

κρυπτᾷ τ’ ἀχέων ἐν ἥβᾳ

### 160.1

ὄλβιος, ὃν ἁ κλεινὰ

### 160.2

γᾶ ποτε Μυκηναίων

### 160.3

δέξεται εὐπατρίδαν, Διὸς εὔφρονι

### 160.4

λήματι μολόντα τάνδε γᾶν Ὀρέσταν.

### 160.5

ΗΛ.Ὅν γ’ ἐγὼ ἀκάματα προσμένους’, ἄτεκνος,

### 165

τάλαιν’, ἀνύμφευτος, αἰὲν οἰχνῶ,

### 167.1

δάκρυσι μυδαλέα, τὸν ἀνήνυτον

### 167.2

οἶτον ἔχουσα κακῶν· ὁ δὲ λάθεται

### 167.3

ὧν τ’ ἔπαθ’ ὧν τ’ ἐδάη· τί γὰρ οὐκ ἐμοὶ

### 170.1

ἔρχεται ἀγγελίας ἀπατώμενον;

### 170.2

ἀεὶ μὲν γὰρ ποθεῖ,

### 170.3

ποθῶν δ’ οὐκ ἀξιοῖ φανῆναι.

### 172.1

ΧΟ.Θάρσει μοι, θάρσει, τέκνον·Ant. 2.

### 172.2

ἔτι μέγας οὐρανῷ

### 175.1

Ζεύς, ὃς ἐφορᾷ πάντα καὶ κρατύνει·

### 175.2

ᾧ τὸν ὑπεραλγῆ χόλον νέμουσα,

### 175.3

μήθ’ οἷς ἐχθαίρεις ὑπεράχθεο μήτ’ ἐπιλάθου.

### 179

Χρόνος γὰρ εὐμαρὴς θεός·

### 180.1

οὔτε γὰρ ὁ τὰν Κρῖσαν

### 180.2

βούνομον ἔχων ἀκτὰν

### 180.3

παῖς Ἀγαμεμνονίδας ἀπερίτροπος,

### 180.4

οὔθ’ ὁ παρὰ τὸν Ἀχέροντα θεὸς ἀνάσσων.

### 185.1

ΗΛ.Ἀλλ’ ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδη

### 185.2

βίοτος ἀνέλπιστος, οὐδ’ ἔτ’ ἀρκῶ·

### 185.3

ἅτις ἄνευ τοκέων κατατάκομαι,

### 185.4

ἇς φίλος οὔτις ἀνὴρ ὑπερίσταται,

### 185.5

ἀλλ’ ἁπερεί τις ἔποικος ἀναξία

### 190.1

οἰκονομῶ θαλάμους πατρός, ὧδε μὲν

### 190.2

ἀεικεῖ σὺν στολᾷ,

### unit_55.1

κεναῖς δ’ ἀμφίσταμαι τραπέζαις.

### unit_55.2

ΧΟ.Οἰκτρὰ μὲν νόστοις αὐδά,Str. 3.

### unit_55.3

οἰκτρὰ δ’ ἐν κοίταις πατρῴαις,

### 195.1

ὅτε οἱ παγχάλκων ἀνταία

### 195.2

γενύων ὡρμάθη πλαγά.

### 195.3

Δόλος ἦν ὁ φράσας, ἔρος ὁ κτείνας,

### 195.4

δεινὰν δεινῶς προφυτεύσαντες

### 195.5

μορφάν, εἴτ’ οὖν θεὸς εἴτε βροτῶν

### unit_57.1

ἦν ὁ ταῦτα πράσσων.

### unit_57.2

ΗΛ.Ὦ πασᾶν κείνα πλέον ἁμέρα

### unit_57.3

ἐλθοῦς’ ἐχθίστα δή μοι·

### unit_57.4

ὦ νύξ, ὦ δείπνων ἀρρήτων

### unit_57.5

ἔκπαγλ’ ἄχθη·

### 205.1

τοὺς ἐμὸς ἴδε πατὴρ

### 205.2

θανάτους αἰκεῖς διδύμαιν χειροῖν,

### 205.3

αἳ τὸν ἐμὸν εἷλον βίον

### 205.4

πρόδοτον, αἵ μ’ ἀπώλεσαν·

### 205.5

οἷς θεὸς ὁ μέγας Ὀλύμπιος

### 210.1

ποίνιμα πάθεα παθεῖν πόροι,

### 210.2

μηδέ ποτ’ ἀγλαΐας ἀποναίατο

### 210.3

τοιάδ’ ἀνύσαντες ἔργα.

### 212.1

ΧΟ.Φράζου μὴ πόρσω φωνεῖν·Ant. 3.

### 212.2

οὐ γνώμαν ἴσχεις ἐξ οἵων

### 215.1

τὰ παρόντ’ οἰκείας εἰς ἄτας

### 215.2

ἐμπίπτεις οὕτως αἰκῶς;

### 215.3

Πολὺ γάρ τι κακῶν ὑπερεκτήσω,

### 215.4

σᾷ δυσθύμῳ τίκτους’ αἰεὶ

### 215.5

ψυχᾷ πολέμους· τὰ δὲ τοῖς δυνατοῖς

### 220.1

οὐκ ἐριστὰ πλάθειν.

### 220.2

ΗΛ.Δεινοῖς ἠναγκάσθην, δεινοῖς·

### 220.3

ἔξοιδ’, οὐ λάθει μ’ ὀργά.

### 220.4

Ἀλλ’—ἐν γὰρ δεινοῖς οὐ σχήσω

### 220.5

ταύτας ἄτας,

### 225.1

ὄφρα με βίος ἔχῃ·

### 225.2

τίνι γάρ ποτ’ ἄν, ὦ φιλία γενέθλα,

### 225.3

πρόσφορον ἀκούσαιμ’ ἔπος,

### 225.4

τίνι φρονοῦντι καίρια;

### 225.5

ἄνετέ μ’, ἄνετε, παράγοροι·

### 230.1

τάδε γὰρ ἄλυτα κεκλήσεται·

### 230.2

οὐδέ ποτ’ ἐκ καμάτων ἀποπαύσομαι

### 230.3

ἀνάριθμος ὧδε θρήνων.

### 232.1

ΧΟ.Ἀλλ’ οὖν εὐνοίᾳ γ’ αὐδῶ,Epode.

### 232.2

μάτηρ ὡσεί τις πιστά,

### 235.1

μὴ τίκτειν ς’ ἄταν ἄταις.

### 235.2

ΗΛ.Καὶ τί μέτρον κακότατος ἔφυ; φέρε,

### 235.3

πῶς ἐπὶ τοῖς φθιμένοις ἀμελεῖν καλόν;

### 235.4

ἐν τίνι τοῦτ’ ἔβλαστ’ ἀνθρώπων;

### 235.5

Μήτ’ εἴην ἔντιμος τούτοις,

### 240.1

μήτ’, εἴ τῳ πρόσκειμαι χρηστῷ,

### 240.2

ξυνναίοιμ’ εὔκηλος, γονέων

### 240.3

ἐκτίμους ἴσχουσα πτέρυγας

### 240.4

ὀξυτόνων γόων.

### 240.5

Εἰ γὰρ ὁ μὲν θανὼν γᾶ τε καὶ οὐδὲν ὢν

### 245.1

κείσεται τάλας, οἱ δὲ μὴ πάλιν

### 245.2

δώσους’ ἀντιφόνους δίκας,

### 245.3

ἔρροι τ’ ἂν αἰδὼς ἁπάν‐

### unit_69.1

των τ’ εὐσέβεια θνατῶν.

### unit_69.2

ΧΟ.Ἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδους’ ἅμα

### unit_69.3

καὶ τοὐμὸν αὐτῆς ἦλθον· εἰ δὲ μὴ καλῶς

### unit_69.4

λέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθ’ ἅμα.

### unit_69.5

ΗΛ.Αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ

### 255.1

πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν·

### 255.2

ἀλλ’ ἡ βία γὰρ ταῦτ’ ἀναγκάζει με δρᾶν,

### 255.3

σύγγνωτε· πῶς γὰρ ἥτις εὐγενὴς γυνή,

### 255.4

πατρῷ’ ὁρῶσα πήματ’, οὐ δρῴη τάδ’ ἄν,

### 255.5

ἁγὼ κατ’ ἦμαρ καὶ κατ’ εὐφρόνην ἀεὶ

### 260.1

θάλλοντα μᾶλλον ἢ καταφθίνονθ’ ὁρῶ;

### 260.2

ᾗ πρῶτα μὲν τὰ μητρὸς ἥ μ’ ἐγείνατο

### 260.3

ἔχθιστα συμβέβηκεν· εἶτα δώμασιν

### 260.4

ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς

### 260.5

ξύνειμι, κἀκ τῶνδ’ ἄρχομαι, κἀκ τῶνδέ μοι

### 265.1

λαβεῖν θ’ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει.

### 265.2

Ἔπειτα ποίας ἡμέρας δοκεῖς μ’ ἄγειν,

### 265.3

ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντ’ ἴδω

### 265.4

τοῖσιν πατρῴοις, εἰσίδω δ’ ἐσθήματα

### 265.5

φοροῦντ’ ἐκείνῳ ταὐτὰ καὶ παρεστίους

### 270.1

σπένδοντα λοιβὰς ἔνθ’ ἐκεῖνον ὤλεσεν;

### 270.2

ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν,

### 270.3

τὸν αὐτοφόντην ἡμὶν ἐν κοίτῃ πατρὸς

### 270.4

ξὺν τῇ ταλαίνῃ μητρί, μητέρ’ εἰ χρεὼν

### 270.5

ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην.

### 275.1

Ἣ δ’ ὧδε τλήμων ὥστε τῷ μιάστορι

### 275.2

ξύνεστ’, Ἐρινὺν οὔτιν’ ἐκφοβουμένη·

### 275.3

ἀλλ’ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις,

### unit_75.1

εὑροῦς’ ἐκείνην ἡμέραν ἐν ᾗ τότε

### unit_75.2

πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν,

### 280.1

ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ

### 280.2

θεοῖσιν ἔμμην’ ἱερὰ τοῖς σωτηρίοις.

### 280.3

Ἐγὼ δ’ ὁρῶς’ ἡ δύσμορος κατὰ στέγας

### 280.4

κλαίω, τέτηκα, κἀπικωκύω πατρὸς

### 280.5

τὴν δυστάλαιναν δαῖτ’ ἐπωνομασμένην

### 285.1

αὐτὴ πρὸς αὑτήν· οὐδὲ γὰρ κλαῦσαι πάρα

### 285.2

τοσόνδ’ ὅσον μοι θυμὸς ἡδονὴν φέρει.

### 285.3

Αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴ

### 285.4

φωνοῦσα τοιάδ’ ἐξονειδίζει κακά·

### 285.5

«Ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ

### 290.1

τέθνηκεν; ἄλλος δ’ οὔτις ἐν πένθει βροτῶν;

### 290.2

κακῶς ὄλοιο, μηδέ ς’ ἐκ γόων ποτὲ

### 290.3

τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί.»

### 290.4

Τάδ’ ἐξυβρίζει, πλὴν ὅταν κλύῃ τινὸς

### 290.5

ἥξοντ’ Ὀρέστην, τηνικαῦτα δ’ ἐμμανὴς

### 295.1

βοᾷ παραστᾶς’· «Οὐ σύ μοι τῶνδ’ αἰτία;

### 295.2

οὐ σὸν τόδ’ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶν

### 295.3

κλέψας’ Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου;

### 295.4

ἀλλ’ ἴσθι τοι τείσουσά γ’ ἀξίαν δίκην.»

### 295.5

Τοιαῦθ’ ὑλακτεῖ, σὺν δ’ ἐποτρύνει πέλας

### unit_80.1

ὁ κλεινὸς αὐτῇ ταῦτα νυμφίος παρών,

### unit_80.2

ὁ πάντ’ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη,

### unit_80.3

ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος.

### unit_80.4

Ἐγὼ δ’, Ὀρέστην τῶνδε προσμένους’ ἀεὶ

### unit_80.5

παυστῆρ’ ἐφήξειν, ἡ τάλαιν’ ἀπόλλυμαι·

### 305

μέλλων γὰρ αἰεὶ δρᾶν τι τὰς οὔσας τέ μου

### unit_82.1

καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορεν.

### unit_82.2

Ἐν οὖν τοιούτοις οὔτε σωφρονεῖν, φίλαι,

### unit_82.3

οὔτ’ εὐσεβεῖν πάρεστιν· ἀλλ’ ἐν τοῖς κακοῖς

### unit_82.4

πολλή ’στ’ ἀνάγκη κἀπιτηδεύειν κακά.

### 310.1

ΧΟ.Φέρ’ εἰπέ, πότερον ὄντος Αἰγίσθου πέλας

### 310.2

λέγεις τάδ’ ἡμῖν, ἢ βεβῶτος ἐκ δόμων;

### 310.3

ΗΛ.Ἦ κάρτα· μὴ δόκει μ’ ἄν, εἴπερ ἦν πέλας,

### 310.4

θυραῖον οἰχνεῖν· νῦν δ’ ἀγροῖσι τυγχάνει.

### 310.5

ΧΟ.Ἦ κἂν ἐγὼ θαρσοῦσα μᾶλλον ἐς λόγους

### 315.1

τοὺς σοὺς ἱκοίμην, εἴπερ ὧδε ταῦτ’ ἔχει.

### 315.2

ΗΛ.Ὡς νῦν ἀπόντος ἱστόρει τί σοι φίλον.

### 315.3

ΧΟ.Καὶ δή ς’ ἐρωτῶ. Τοῦ κασιγνήτου τί φῄς,

### 315.4

ἥξοντος ἢ μέλλοντος; εἰδέναι θέλω.

### 315.5

ΗΛ.Φησίν γε· φάσκων δ’ οὐδὲν ὧν λέγει ποεῖ.

### 320.1

ΧΟ.Φιλεῖ γὰρ ὀκνεῖν πρᾶγμ’ ἀνὴρ πράσσων μέγα.

### 320.2

ΗΛ.Καὶ μὴν ἔγωγ’ ἔσως’ ἐκεῖνον οὐκ ὄκνῳ.

### 320.3

ΧΟ.Θάρσει· πέφυκεν ἐσθλὸς ὥστ’ ἀρκεῖν φίλοις.

### 320.4

ΗΛ.Πέποιθ’, ἐπεί τἂν οὐ μακρὰν ἔζων ἐγώ.

### 320.5

ΧΟ.Μὴ νῦν ἔτ’ εἴπῃς μηδέν· ὡς δόμων ὁρῶ

### 325.1

τὴν σὴν ὅμαιμον, ἐκ πατρὸς ταὐτοῦ φύσιν,

### 325.2

Χρυσόθεμιν, ἔκ τε μητρός, ἐντάφια χεροῖν

### 325.3

φέρουσαν, οἷα τοῖς κάτω νομίζεται.

### 327

ΧΡΥΣΟΘΕΜΙΣ

### 328.1

Τίν’ αὖ σὺ τήνδε πρὸς θυρῶνος ἐξόδοις

### 328.2

ἐλθοῦσα φωνεῖς, ὦ κασιγνήτη, φάτιν,

### 330

κοὐδ’ ἐν χρόνῳ μακρῷ διδαχθῆναι θέλεις

### unit_90.1

θυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά;

### unit_90.2

Καίτοι τοσοῦτόν γ’ οἶδα κἀμαυτὴν ὅτι

### unit_90.3

ἀλγῶ ’πὶ τοῖς παροῦσιν· ὥστ’ ἄν, εἰ σθένος

### unit_90.4

λάβοιμι, δηλώσαιμ’ ἂν οἷ’ αὐτοῖς φρονῶ·

### 335.1

νῦν δ’ ἐν κακοῖς μοι πλεῖν ὑφειμένῃ δοκεῖ,

### 335.2

καὶ μὴ δοκεῖν μὲν δρᾶν τι, πημαίνειν δὲ μή·

### 335.3

τοιαῦτα δ’ ἄλλα καὶ σὲ βούλομαι ποεῖν.

### 335.4

Καίτοι τὸ μὲν δίκαιον οὐχ ᾗ ’γὼ λέγω,

### 335.5

ἀλλ’ ᾗ σὺ κρίνεις· εἰ δ’ ἐλευθέραν με δεῖ

### 340.1

ζῆν, τῶν κρατούντων ἐστὶ πάντ’ ἀκουστέα·

### 340.2

ΗΛ.Δεινόν γέ ς’ οὖσαν πατρὸς οὗ σὺ παῖς ἔφυς

### 340.3

κείνου λελῆσθαι, τῆς δὲ τικτούσης μέλειν.

### 340.4

Ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα

### 340.5

κείνης διδακτὰ κοὐδὲν ἐκ σαυτῆς λέγεις.

### 345.1

Ἔπειθ’ ἑλοῦ γε θάτερ’, ἢ φρονεῖν κακῶς,

### 345.2

ἢ τῶν φίλων φρονοῦσα μὴ μνήμην ἔχειν·

### 345.3

ἥτις λέγεις μὲν ἀρτίως ὡς, εἰ λάβοις

### 345.4

σθένος, τὸ τούτων μῖσος ἐκδείξειας ἄν·

### 345.5

ἐμοῦ δὲ πατρὶ πάντα τιμωρουμένης

### unit_94.1

οὔτε ξυνέρδεις τήν τε δρῶσαν ἐκτρέπεις·

### unit_94.2

οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει;

### unit_94.3

Ἐπεὶ δίδαξον, ἢ μάθ’ ἐξ ἐμοῦ, τί μοι

### unit_94.4

κέρδος γένοιτ’ ἂν τῶνδε ληξάσῃ γόων.

### unit_94.5

Οὐ ζῶ; κακῶς μέν, οἶδ’, ἐπαρκούντως δ’ ἐμοί·

### 355.1

λυπῶ δὲ τούτους, ὥστε τῷ τεθνηκότι

### 355.2

τιμὰς προσάπτειν, εἴ τις ἔστ’ ἐκεῖ χάρις.

### 355.3

Σὺ δ’ ἡμὶν ἡ μισοῦσα μισεῖς μὲν λόγῳ,

### 355.4

ἔργῳ δὲ τοῖς φονεῦσι τοῦ πατρὸς ξύνει.

### 355.5

Ἐγὼ μὲν οὖν οὐκ ἄν ποτ’, οὐδ’ εἴ μοι τὰ σὰ

### 360.1

μέλλοι τις οἴσειν δῶρ’, ἐφ’ οἷσι νῦν χλιδᾷς,

### 360.2

τούτοις ὑπεικάθοιμι· σοὶ δὲ πλουσία

### 360.3

τράπεζα κείσθω καὶ περιρρείτω βίος·

### 360.4

ἐμοὶ γὰρ ἔστω τοὐμὲ μὴ λυπεῖν μόνον

### 360.5

βόσκημα· τῆς σῆς δ’ οὐκ ἐρῶ τιμῆς τυχεῖν,

### 365.1

οὐδ’ ἂν σύ, σώφρων γ’ οὖσα. Νῦν δ’ ἐξὸν πατρὸς

### 365.2

πάντων ἀρίστου παῖδα κεκλῆσθαι, καλοῦ

### 365.3

τῆς μητρός· οὕτω γὰρ φανῇ πλείστοις κακή,

### 365.4

θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς.

### 365.5

ΧΟ.Μηδὲν πρὸς ὀργήν, πρὸς θεῶν· ὡς τοῖς λόγοις

### 370.1

ἔνεστιν ἀμφοῖν κέρδος, εἰ σὺ μὲν μάθοις

### 370.2

τοῖς τῆσδε χρῆσθαι, τοῖς δὲ σοῖς αὕτη πάλιν.

### 370.3

ΧΡ.Ἐγὼ μέν, ὦ γυναῖκες, ἠθάς εἰμί πως

### 370.4

τῶν τῆσδε μύθων· οὐδ’ ἂν ἐμνήσθην ποτέ,

### 370.5

εἰ μὴ κακὸν μέγιστον εἰς αὐτὴν ἰὸν

### 375.1

ἤκους’, ὃ ταύτην τῶν μακρῶν σχήσει γόων.

### 375.2

ΗΛ.Φέρ’ εἰπὲ δὴ τὸ δεινόν· εἰ γὰρ τῶνδέ μοι

### 375.3

μεῖζόν τι λέξεις, οὐκ ἂν ἀντείποιμ’ ἔτι.

### 375.4

ΧΡ.Ἀλλ’ ἐξερῶ σοι πᾶν ὅσον κάτοιδ’ ἐγώ·

### 375.5

μέλλουσι γάρ ς’, εἰ τῶνδε μὴ λήξεις γόων,

### 380.1

ἐνταῦθα πέμψειν ἔνθα μήποθ’ ἡλίου

### 380.2

φέγγος προσόψει, ζῶσα δ’ ἐν κατηρεφεῖ

### 380.3

στέγῃ χθονὸς τῆσδ’ ἐκτὸς ὑμνήσεις κακά.

### 380.4

Πρὸς ταῦτα φράζου καί με μή ποθ’ ὕστερον

### 380.5

παθοῦσα μέμψῃ· νῦν γὰρ ἐν καλῷ φρονεῖν.

### 385.1

ΗΛ.Ἦ ταῦτα δή με καὶ βεβούλευνται ποεῖν;

### 385.2

ΧΡ.Μάλισθ’· ὅταν περ οἴκαδ’ Αἴγισθος μόλῃ.

### unit_102.1

ΗΛ.Ἀλλ’ ἐξίκοιτο τοῦδέ γ’ οὕνεκ’ ἐν τάχει.

### unit_102.2

ΧΡ.Τίν’, ὦ τάλαινα, τόνδ’ ἐπηράσω λόγον;

### unit_102.3

ΗΛ.Ἐλθεῖν ἐκεῖνον, εἴ τι τῶνδε δρᾶν νοεῖ.

### 390.1

ΧΡ.Ὅπως πάθῃς τί χρῆμα; ποῦ ποτ’ εἶ φρενῶν;

### 390.2

ΗΛ.Ὅπως ἀφ’ ὑμῶν ὡς προσώτατ’ ἐκφύγω.

### 390.3

ΧΡ.Βίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις;

### 390.4

ΗΛ.Καλὸς γὰρ οὑμὸς βίοτος ὥστε θαυμάσαι.

### 390.5

ΧΡ.Ἀλλ’ ἦν ἄν, εἰ σύ γ’ εὖ φρονεῖν ἠπίστασο.

### 395.1

ΗΛ.Μή μ’ ἐκδίδασκε τοῖς φίλοις εἶναι κακήν.

### 395.2

ΧΡ.Ἀλλ’ οὐ διδάσκω· τοῖς κρατοῦσι δ’ εἰκαθεῖν.

### 395.3

ΗΛ.Σὺ ταῦτα θώπευ’· οὐκ ἐμοὺς τρόπους λέγεις.

### 395.4

ΧΡ.Καλόν γε μέντοι μὴ ’ξ ἀβουλίας πεσεῖν.

### 395.5

ΗΛ.Πεσούμεθ’, εἰ χρή, πατρὶ τιμωρούμενοι.

### unit_105.1

ΧΡ.Πατὴρ δὲ τούτων, οἶδα, συγγνώμην ἔχει.

### unit_105.2

ΗΛ.Ταῦτ’ ἐστὶ τἄπη πρὸς κακῶν ἐπαινέσαι.

### unit_105.3

ΧΡ.Σὺ δ’ οὐχὶ πείσῃ καὶ συναινέσεις ἐμοί;

### unit_105.4

ΗΛ.Οὐ δῆτα· μή πω νοῦ τοσόνδ’ εἴην κενή.

### unit_105.5

ΧΡ.Χωρήσομαι τἄρ’ οἷπερ ἐστάλην ὁδοῦ.

### 405.1

ΗΛ.Ποῖ δ’ ἐμπορεύῃ; τῷ φέρεις τάδ’ ἔμπυρα;

### 405.2

ΧΡ.Μήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς.

### 405.3

ΗΛ.Πῶς εἶπας; ἦ τῷ δυσμενεστάτῳ βροτῶν;

### 405.4

ΧΡ.Ὃν ἔκταν’ αὐτή· τοῦτο γὰρ λέξαι θέλεις.

### 405.5

ΗΛ.Ἐκ τοῦ φίλων πεισθεῖσα; τῷ τοῦτ’ ἤρεσεν;

### 410.1

ΧΡ.Ἐκ δείματός του νυκτέρου, δοκεῖν ἐμοί.

### 410.2

ΗΛ.Ὦ θεοὶ πατρῷοι, συγγένεσθέ γ’ ἀλλὰ νῦν.

### 410.3

ΧΡ.Ἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι;

### unit_108.1

ΗΛ.Εἴ μοι λέγεις τὴν ὄψιν, εἴποιμ’ ἂν τότε.

### unit_108.2

ΧΡ.Ἀλλ’ οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι.

### 415.1

ΗΛ.Λέγ’ ἀλλὰ τοῦτο· πολλά τοι σμικροὶ λόγοι

### 415.2

ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς.

### 415.3

ΧΡ.Λόγος τις αὐτήν ἐστιν εἰσιδεῖν πατρὸς

### 415.4

τοῦ σοῦ τε κἀμοῦ δευτέραν ὁμιλίαν

### 415.5

ἐλθόντος ἐς φῶς· εἶτα τόνδ’ ἐφέστιον

### 420.1

πῆξαι λαβόντα σκῆπτρον οὑφόρει ποτὲ

### 420.2

αὐτός, τανῦν δ’ Αἴγισθος· ἐκ δὲ τοῦδ’ ἄνω

### 420.3

βλαστεῖν βρύοντα θαλλὸν ᾧ κατάσκιον

### 420.4

πᾶσαν γενέσθαι τὴν Μυκηναίων χθόνα.

### 420.5

Τοιαῦτά του παρόντος, ἡνίχ’ Ἡλίῳ

### 425.1

δείκνυσι τοὔναρ, ἔκλυον ἐξηγουμένου·

### 425.2

πλείω δὲ τούτων οὐ κάτοιδα, πλὴν ὅτι

### 425.3

πέμπει μ’ ἐκείνη τοῦδε τοῦ φόβου χάριν.

### 425.4

Πρός νυν θεῶν σε λίσσομαι τῶν ἐγγενῶν

### 425.5

ἐμοὶ πιθέσθαι μηδ’ ἀβουλίᾳ πεσεῖν·

### 430.1

εἰ γάρ μ’ ἀπώσῃ, σὺν κακῷ μέτει πάλιν.

### 430.2

ΗΛ.Ἀλλ’, ὦ φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖν

### 430.3

τύμβῳ προσάψῃς μηδέν· οὐ γάρ σοι θέμις

### 430.4

οὐδ’ ὅσιον ἐχθρᾶς ἀπὸ γυναικὸς ἱστάναι

### 430.5

κτερίσματ’ οὐδὲ λουτρὰ προσφέρειν πατρί·

### 435.1

ἀλλ’ ἢ πνοαῖσιν ἢ βαθυσκαφεῖ κόνει

### 435.2

κρύψον νιν, ἔνθα μή ποτ’ εἰς εὐνὴν πατρὸς

### 435.3

τούτων πρόσεισι μηδέν· ἀλλ’ ὅταν θάνῃ,

### 435.4

κειμήλι’ αὐτῇ ταῦτα σῳζέσθω κάτω.

### unit_114

Ἀρχὴν δ’ ἄν, εἰ μὴ τλημονεστάτη γυνὴ

### 440.1

πασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰς

### 440.2

οὐκ ἄν ποθ’, ὅν γ’ ἔκτεινε, τῷδ’ ἐπέστεφε.

### 440.3

Σκέψαι γὰρ εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖ

### 440.4

γέρα τάδ’ οὑν τάφοισι δέξεσθαι νέκυς,

### 440.5

ὑφ’ ἧς θανὼν ἄτιμος ὥστε δυσμενὴς

### 445.1

ἐμασχαλίσθη, κἀπὶ λουτροῖσιν κάρᾳ

### 445.2

κηλῖδας ἐξέμαξεν· ἆρα μὴ δοκεῖς

### 445.3

λυτήρι’ αὐτῇ ταῦτα τοῦ φόνου φέρειν;

### 445.4

Οὐκ ἔστιν· ἀλλὰ ταῦτα μὲν μέθες· σὺ δέ,

### 445.5

τεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβας

### unit_117.1

κἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδ’, ἀλλ’ ὅμως

### unit_117.2

ἅχω, δὸς αὐτῷ τήνδε λιπαρῆ τρίχα

### unit_117.3

καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον·

### unit_117.4

αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆ

### unit_117.5

ἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν,

### 455.1

καὶ παῖδ’ Ὀρέστην ἐξ ὑπερτέρας χερὸς

### 455.2

ἐχθροῖσιν αὐτοῦ ζῶντ’ ἐπεμβῆναι ποδί,

### 455.3

ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραις

### 455.4

χερσὶ στέφωμεν ἢ τανῦν δωρούμεθα.

### 455.5

Οἶμαι μὲν οὖν, οἶμαί τι κἀκείνῳ μέλον

### 460.1

πέμψαι τάδ’ αὐτῇ δυσπρόσοπτ’ ὀνείρατα.

### 460.2

Ὅμως δ’, ἀδελφή, σοί θ’ ὑπούργησον τάδε

### 460.3

ἐμοί τ’ ἀρωγὰ τῷ τε φιλτάτῳ βροτῶν

### 460.4

πάντων ἐν Ἅιδου κειμένῳ κοινῷ πατρί.

### 460.5

ΧΟ.Πρὸς εὐσέβειαν ἡ κόρη λέγει· σὺ δέ,

### 465.1

εἰ σωφρονήσεις, ὦ φίλη, δράσεις τάδε.

### 465.2

ΧΡ.Δράσω· τὸ γὰρ δίκαιον οὐκ ἔχει λόγον

### 465.3

δυοῖν ἐρίζειν, ἀλλ’ ἐπισπεύδειν τὸ δρᾶν.

### 465.4

Πειρωμένῃ δὲ τῶνδε τῶν ἔργων ἐμοὶ

### 465.5

σιγὴ παρ’ ὑμῶν, πρὸς θεῶν, ἔστω, φίλαι·

### 470.1

ὡς εἰ τάδ’ ἡ τεκοῦσα πεύσεται, πικρὰν

### 470.2

δοκῶ με πεῖραν τήνδε τολμήσειν ἔτι.

### 471

ΧΟ.Εἰ μὴ ’γὼ παράφρων μάντις ἔφυν καὶ γνώ‐Str.

### 475.1

μας λειπομένα σοφᾶς,

### 475.2

εἶσιν ἁ πρόμαντις,

### 475.3

Δίκα δίκαια φερομένα χεροῖν κράτη·

### 475.4

μέτεισιν, ὦ τέκνον, οὐ μακροῦ χρόνου.

### 475.5

Ὕπεστί μοι θράσος,

### 480

ἁδυπνόων κλύουσαν ἀρτίως ὀνειράτων.

### 482

Οὐ γάρ ποτ’ ἀμναστεῖ γ’ ὁ φύσας Ἑλλάνων ἄναξ,

### 485

οὐδ’ ἁ παλαιὰ χαλκόπλακτος ἀμφάκης γένυς,

### 487

ἅ νιν κατέπεφνεν αἰσχίσταις ἐν αἰκίαις.

### 487

Ἥξει καὶ πολύπους καὶ πολύχειρ ἁ δει‐Ant.

### 490.1

νοῖς κρυπτομένα λόχοις

### 490.2

χαλκόπους Ἐρινύς.

### 490.3

Ἄλεκτρ’, ἄνυμφα γὰρ ἐπέβα μιαιφόνων

### 490.4

γάμων ἁμιλλήμαθ’ οἷσιν οὐ θέμις.

### 495.1

Πρὸ τῶνδέ τοί μ’ ἔχει

### 495.2

μήποτε μήποθ’ ἡμὶν ἀψεγὲς πελᾶν τέρας

### 495.3

τοῖς δρῶσι καὶ συνδρῶσιν. Ἤ τοι μαντεῖαι βροτῶν

### unit_131

οὐκ εἰσὶν ἐν δεινοῖς ὀνείροις οὐδ’ ἐν θεσφάτοις,

### unit_132.1

εἰ μὴ τόδε φάσμα νυκτὸς εὖ κατασχήσει.

### unit_132.2

Ὦ Πέλοπος ἁ πρόσθεν πολύπονος ἱππεία,Epode.

### 506

ὡς ἔμολες αἰανὴς τᾷδε γᾷ.

### 509

Εὖτε γὰρ ὁ ποντισθεὶς Μυρτίλος ἐκοιμάθη,

### 510.1

παγχρύσων δίφρων

### 510.2

δυστάνοις αἰκίαις

### 510.3

πρόρριζος ἐκριφθείς, οὔ τί πω

### 515

ἔλειπεν ἐκ τοῦδ’ οἴκους πολύπονος αἰκία.

### 515

ΚΛΥΤΑΙΜΗΣΤΡΑ

### 516.1

Ἀνειμένη μέν, ὡς ἔοικας, αὖ στρέφῃ.

### 516.2

Οὐ γὰρ πάρεστ’ Αἴγισθος, ὅς ς’ ἐπεῖχ’ ἀεὶ

### 516.3

μή τοι θυραίαν γ’ οὖσαν αἰσχύνειν φίλους·

### 516.4

νῦν δ’, ὡς ἄπεστ’ ἐκεῖνος, οὐδὲν ἐντρέπῃ

### 520.1

ἐμοῦ γε· καίτοι πολλὰ πρὸς πολλούς με δὴ

### 520.2

ἐξεῖπας ὡς θρασεῖα καὶ πέρα δίκης

### 520.3

ἄρχω, καθυβρίζουσα καὶ σὲ καὶ τὰ σά.

### 520.4

Ἐγὼ δ’ ὕβριν μὲν οὐκ ἔχω, κακῶς δέ σε

### 520.5

λέγω κακῶς κλύουσα πρὸς σέθεν θαμά.

### 525.1

Πατὴρ γάρ, οὐδὲν ἄλλο, σοὶ πρόσχημ’ ἀεὶ

### 525.2

ὡς ἐξ ἐμοῦ τέθνηκεν· ἐξ ἐμοῦ, καλῶς

### 525.3

ἔξοιδα· τῶνδ’ ἄρνησις οὐκ ἔνεστί μοι·

### 525.4

ἡ γὰρ Δίκη νιν εἷλεν, οὐκ ἐγὼ μόνη,

### 525.5

ᾗ χρῆν ς’ ἀρήγειν, εἰ φρονοῦς’ ἐτύγχανες·

### 530.1

ἐπεὶ πατὴρ οὗτος σὸς ὃν θρηνεῖς ἀεὶ

### 530.2

τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων ἔτλη

### 530.3

θῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶ

### unit_142.1

λύπης, ὅτ’ ἔσπειρ’, ὥσπερ ἡ τίκτους’ ἐγώ.

### unit_142.2

Εἶεν, δίδαξον δή με τοῦ χάριν τίνων

### 535.1

ἔθυσεν αὐτήν. Πότερον Ἀργείων ἐρεῖς;

### 535.2

ἀλλ’ οὐ μετῆν αὐτοῖσι τήν γ’ ἐμὴν κτανεῖν,

### 535.3

ἀλλ’ ἀντ’ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼν

### 535.4

τἄμ’ οὐκ ἔμελλεν τῶνδέ μοι δώσειν δίκην;

### 535.5

Πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ,

### 540.1

οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνῄσκειν, πατρὸς

### 540.2

καὶ μητρὸς ὄντας ἧς ὁ πλοῦς ὅδ’ ἦν χάριν;

### 540.3

Ἢ τῶν ἐμῶν Ἅιδης τιν’ ἵμερον τέκνων

### 540.4

ἢ τῶν ἐκείνης ἔσχε δαίσασθαι πλέον;

### 540.5

Ἢ τῷ πανώλει πατρὶ τῶν μὲν ἐξ ἐμοῦ

### 545.1

παίδων πόθος παρεῖτο, Μενέλεω δ’ ἐνῆν;

### 545.2

Οὐ ταῦτ’ ἀβούλου καὶ κακοῦ γνώμην πατρός;

### 545.3

δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω·

### 545.4

φαίη δ’ ἂν ἡ θανοῦσά γ’, εἰ φωνὴν λάβοι.

### 545.5

Ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοις

### unit_146.1

δύσθυμος· εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς,

### unit_146.2

γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε.

### unit_146.3

ΗΛ.Ἐρεῖς μὲν οὐχὶ νῦν γέ μ’ ὡς ἄρξασά τι

### unit_146.4

λυπηρὸν εἶτα σοῦ τάδ’ ἐξήκους’ ὕπο·

### unit_146.5

ἀλλ’ ἢν ἐφῇς μοι, τοῦ τεθνηκότος θ’ ὕπερ

### 555.1

λέξαιμ’ ἂν ὀρθῶς τῆς κασιγνήτης θ’ ὁμοῦ.

### 555.2

ΚΛ.Καὶ μὴν ἐφίημ’· εἰ δέ μ’ ὧδ’ ἀεὶ λόγους

### 555.3

ἐξῆρχες, οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν.

### 555.4

ΗΛ.Καὶ δὴ λέγω σοι. Πατέρα φῂς κτεῖναι· τίς ἂν

### 555.5

τούτου λόγος γένοιτ’ ἂν αἰσχίων ἔτι,

### 560.1

εἴτ’ οὖν δικαίως εἴτε μή; λέξω δέ σοι

### 560.2

ὡς οὐ δίκῃ γ’ ἔκτεινας, ἀλλά ς’ ἔσπασεν

### unit_149.1

πειθὼ κακοῦ πρὸς ἀνδρὸς ᾧ τανῦν ξύνει.

### unit_149.2

Ἐροῦ δὲ τὴν κυναγὸν Ἄρτεμιν τίνος

### unit_149.3

ποινὰς τὰ πολλὰ πνεύματ’ ἔσχ’ ἐν Αὐλίδι·

### 565.1

ἢ ’γὼ φράσω; κείνης γὰρ οὐ θέμις μαθεῖν.

### 565.2

Πατήρ ποθ’ οὑμός, ὡς ἐγὼ κλύω, θεᾶς

### 565.3

παίζων κατ’ ἄλσος ἐξεκίνησεν ποδοῖν

### 565.4

στικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰς

### 565.5

ἐκκομπάσας ἔπος τι τυγχάνει βαλών.

### 570.1

Κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη

### 570.2

κατεῖχ’ Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμον

### 570.3

τοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην.

### 570.4

Ὧδ’ ἦν τὰ κείνης θύματ’· οὐ γὰρ ἦν λύσις

### 570.5

ἄλλη στρατῷ πρὸς οἶκον οὐδ’ ἐς Ἴλιον.

### 575.1

Ἀνθ’ ὧν, βιασθεὶς πολλὰ κἀντιβάς, μόλις

### 575.2

ἔθυσεν αὐτήν, οὐχὶ Μενέλεω χάριν.

### 575.3

Εἰ δ’ οὖν, ἐρῶ γὰρ καὶ τὸ σόν, κεῖνον θέλων

### 575.4

ἐπωφελῆσαι ταῦτ’ ἔδρα, τούτου θανεῖν

### 575.5

χρῆν αὐτὸν οὕνεκ’ ἐκ σέθεν; ποίῳ νόμῳ;

### 580.1

Ὅρα, τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς

### 580.2

μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς·

### 580.3

εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντ’ ἄλλου, σύ τοι

### 580.4

πρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις.

### 580.5

Ἀλλ’ εἰσόρα μὴ σκῆψιν οὐκ οὖσαν τίθης·

### 585.1

εἰ γὰρ θέλεις, δίδαξον ἀνθ’ ὅτου τανῦν

### 585.2

αἴσχιστα πάντων ἔργα δρῶσα τυγχάνεις,

### 585.3

ἥτις ξυνεύδεις τῷ παλαμναίῳ μεθ’ οὗ

### unit_155.1

πατέρα τὸν ἀμὸν πρόσθεν ἐξαπώλεσας,

### unit_155.2

καὶ παιδοποιεῖς, τοὺς δὲ πρόσθεν εὐσεβεῖς

### 590.1

κἀξ εὐσεβῶν βλαστόντας ἐκβαλοῦς’ ἔχεις.

### 590.2

Πῶς ταῦτ’ ἐπαινέσαιμ’ ἄν; ἢ καὶ τοῦτ’ ἐρεῖς,

### 590.3

ὡς τῆς θυγατρὸς ἀντίποινα λαμβάνεις;

### 590.4

Αἰσχρῶς δ’, ἐάν περ καὶ λέγῃς· οὐ γὰρ καλὸν

### 590.5

ἐχθροῖς γαμεῖσθαι τῆς θυγατρὸς οὕνεκα.

### 595.1

Ἀλλ’ οὐ γὰρ οὐδὲ νουθετεῖν ἔξεστί σε,

### 595.2

ἣ πᾶσαν ἵης γλῶσσαν ὡς τὴν μητέρα

### 595.3

κακοστομοῦμεν. Καί ς’ ἔγωγε δεσπότιν

### 595.4

ἢ μητέρ’ οὐκ ἔλασσον εἰς ἡμᾶς νέμω,

### 595.5

ἣ ζῶ βίον μοχθηρόν, ἔκ τε σοῦ κακοῖς

### unit_158.1

πολλοῖς ἀεὶ ξυνοῦσα τοῦ τε συννόμου.

### unit_158.2

Ὁ δ’ ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών,

### unit_158.3

τλήμων Ὀρέστης, δυστυχῆ τρίβει βίον·

### unit_158.4

ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστορα

### unit_158.5

ἐπῃτιάσω· καὶ τόδ’, εἴπερ ἔσθενον,

### 605.1

ἔδρων ἄν, εὖ τοῦτ’ ἴσθι. Τοῦδέ γ’ οὕνεκα

### 605.2

κήρυσσέ μ’ εἰς ἅπαντας, εἴτε χρὴ κακήν,

### 605.3

εἴτε στόμαργον, εἴτ’ ἀναιδείας πλέαν·

### 605.4

εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις,

### 605.5

σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν.

### 610.1

ΧΟ.Ὁρῶ μένος πνέουσαν· εἰ δὲ σὺν δίκῃ

### 610.2

ξύνεστι, τοῦδε φροντίδ’ οὐκέτ’ εἰσορῶ.

### 610.3

ΚΛ.Ποίας δ’ ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος,

### 610.4

ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν,

### 610.5

καὶ ταῦτα τηλικοῦτος; ἆρά σοι δοκεῖ

### 615.1

χωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ;

### 615.2

ΗΛ.Εὖ νῦν ἐπίστω τῶνδέ μ’ αἰσχύνην ἔχειν,

### 615.3

κεἰ μὴ δοκῶ σοι· μανθάνω δ’ ὁθούνεκα

### 615.4

ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα.

### 615.5

Ἀλλ’ ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰ

### 620.1

ἔργ’ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ·

### 620.2

αἰσχροῖς γὰρ αἰσχρὰ πράγματ’ ἐκδιδάσκεται.

### 620.3

ΚΛ.Ὦ θρέμμ’ ἀναιδές, ἦ ς’ ἐγὼ καὶ τἄμ’ ἔπη

### 620.4

καὶ τἄργα τἀμὰ πόλλ’ ἄγαν λέγειν ποεῖ.

### 620.5

ΗΛ.Σύ τοι λέγεις νιν, οὐκ ἐγώ· σὺ γὰρ ποεῖς

### 625.1

τοὔργον, τὰ δ’ ἔργα τοὺς λόγους εὑρίσκεται.

### 625.2

ΚΛ.Ἀλλ’ οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσους

### 625.3

τοῦδ’ οὐκ ἀλύξεις, εὖτ’ ἂν Αἴγισθος μόλῃ.

### 625.4

ΗΛ.Ὁρᾷς; πρὸς ὀργὴν ἐκφέρῃ, μεθεῖσά μοι

### 625.5

λέγειν ἃ χρῄζοιμ’, οὐδ’ ἐπίστασαι κλύειν.

### 630.1

ΚΛ.Οὔκουν ἐάσεις οὐδ’ ὑπ’ εὐφήμου βοῆς

### 630.2

θῦσαί μ’, ἐπειδὴ σοί γ’ ἐφῆκα πᾶν λέγειν;

### 630.3

ΗΛ.Ἐῶ, κελεύω, θῦε· μηδ’ ἐπαιτιῶ

### 630.4

τοὐμὸν στόμ’, ὡς οὐκ ἂν πέρα λέξαιμ’ ἔτι.

### 630.5

ΚΛ.Ἔπαιρε δὴ σὺ θύμαθ’ ἡ παροῦσά μοι

### 635.1

πάγκαρπ’, ἄνακτι τῷδ’ ὅπως λυτηρίους

### 635.2

εὐχὰς ἀνάσχω δειμάτων ἃ νῦν ἔχω.

### 635.3

Κλύοις ἂν ἤδη Φοῖβε προστατήριε,

### 635.4

κεκρυμμένην μου βάξιν· οὐ γὰρ ἐν φίλοις

### 635.5

ὁ μῦθος, οὐδὲ πᾶν ἀναπτύξαι πρέπει

### 640.1

πρὸς φῶς, παρούσης τῆσδε πλησίας ἐμοί,

### 640.2

μὴ σὺν φθόνῳ τε καὶ πολυγλώσσῳ βοῇ

### 640.3

σπείρῃ ματαίαν βάξιν εἰς πᾶσαν πόλιν·

### unit_167.1

ἀλλ’ ὧδ’ ἄκουε· τῇδε γὰρ κἀγὼ φράσω.

### unit_167.2

Ἃ γὰρ προσεῖδον νυκτὶ τῇδε φάσματα

### 645.1

δισσῶν ὀνείρων, ταῦτά μοι, Λύκει’ ἄναξ,

### 645.2

εἰ μὲν πέφηνεν ἐσθλά, δὸς τελεσφόρα,

### 645.3

εἰ δ’ ἐχθρά, τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες.

### 645.4

Καὶ μή με πλούτου τοῦ παρόντος εἴ τινες

### 645.5

δόλοισι βουλεύουσιν ἐκβαλεῖν, ἐφῇς,

### unit_169.1

ἀλλ’ ὧδέ μ’ αἰεὶ ζῶσαν ἀβλαβεῖ βίῳ

### unit_169.2

δόμους Ἀτρειδῶν σκῆπτρά τ’ ἀμφέπειν τάδε,

### unit_169.3

φίλοισί τε ξυνοῦσαν οἷς ξύνειμι νῦν

### unit_169.4

εὐημεροῦσαν καὶ τέκνων ὅσων ἐμοὶ

### unit_169.5

δύσνοια μὴ πρόσεστιν ἢ λύπη πικρά.

### 655.1

Ταῦτ’, ὦ Λύκει’ Ἄπολλον, ἵλεως κλύων

### 655.2

δὸς πᾶσιν ἡμῖν ὥσπερ ἐξαιτούμεθα·

### 655.3

τὰ δ’ ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦ

### 655.4

ἐπαξιῶ σε δαίμον’ ὄντ’ ἐξειδέναι·

### 655.5

τοὺς ἐκ Διὸς γὰρ εἰκός ἐστι πάνθ’ ὁρᾶν.

### 660.1

ΠΑ.Ξέναι γυναῖκες, πῶς ἂν εἰδείην σαφῶς

### 660.2

εἰ τοῦ τυράννου δώματ’ Αἰγίσθου τάδε;

### 660.3

ΧΟ.Τάδ’ ἐστίν, ὦ ξέν’· αὐτὸς εἴκασας καλῶς.

### 660.4

ΠΑ.Ἦ καὶ δάμαρτα τήνδ’ ἐπεικάζων κυρῶ

### 660.5

κείνου; πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν.

### 665.1

ΧΟ.Μάλιστα πάντων· ἥδε σοι κείνη πάρα.

### 665.2

ΠΑ.Ὦ χαῖρ’, ἄνασσα· σοὶ φέρων ἥκω λόγους

### 665.3

ἡδεῖς φίλου παρ’ ἀνδρὸς Αἰγίσθῳ θ’ ὁμοῦ.

### 665.4

ΚΛ.Ἐδεξάμην τὸ ῥηθέν· εἰδέναι δέ σου

### 665.5

πρώτιστα χρῄζω τίς ς’ ἀπέστειλεν βροτῶν.

### 670.1

ΠΑ.Φανοτεὺς ὁ Φωκεύς, πρᾶγμα πορσύνων μέγα.

### 670.2

ΚΛ.Τὸ ποῖον, ὦ ξέν’; εἰπέ· παρὰ φίλου γὰρ ὢν

### unit_174.1

ἀνδρὸς, σάφ’ οἶδα, προσφιλεῖς λέξεις λόγους.

### unit_174.2

ΠΑ.Τέθνηκ’ Ὀρέστης· ἐν βραχεῖ ξυνθεὶς λέγω.

### unit_174.3

ΗΛ.Οἲ ’γὼ τάλαιν’, ὄλωλα τῇδ’ ἐν ἡμέρᾳ.

### 675.1

ΚΛ.Τί φῄς, τί φῄς, ὦ ξεῖνε; μὴ ταύτης κλύε.

### 675.2

ΠΑ.Θανόντ’ Ὀρέστην νῦν τε καὶ πάλαι λέγω.

### 675.3

ΗΛ.Ἀπωλόμην δύστηνος, οὐδέν εἰμ’ ἔτι.

### 675.4

ΚΛ.Σὺ μὲν τὰ σαυτῆς πρᾶσς’· ἐμοὶ δὲ σύ, ξένε,

### 675.5

τἀληθὲς εἰπέ· τῷ τρόπῳ διόλλυται;

### 680.1

ΠΑ.Κἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω.

### 680.2

Κεῖνος γὰρ ἐλθὼν εἰς τὸ κλεινὸν Ἑλλάδος

### 680.3

πρόσχημ’ ἀγῶνος, Δελφικῶν ἄθλων χάριν,

### 680.4

ὅτ’ ᾔσθετ’ ἀνδρὸς ὀρθίων κηρυγμάτων

### 680.5

δρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις,

### 685.1

εἰσῆλθε λαμπρός, πᾶσι τοῖς ἐκεῖ σέβας·

### 685.2

δρόμου δ’ ἰσώσας τῇ φύσει τὰ τέρματα,

### 685.3

νίκης ἔχων ἐξῆλθε πάντιμον γέρας.

### 685.4

Χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγω

### 685.5

οὐκ οἶδα τοιοῦδ’ ἀνδρὸς ἔργα καὶ κράτη·

### 690.1

ἓν δ’ ἴσθ’ ὅσων γὰρ εἰσεκήρυξαν βραβῆς

### 690.2

† δρόμων, διαύλων, πένταθλ’ ἃ νομίζεται †,

### 690.3

τούτων ἐνεγκὼν πάντα τἀπινίκια,

### 690.4

ὠλβίζετ’, Ἀργεῖος μὲν ἀνακαλούμενος,

### 690.5

ὄνομα δ’ Ὀρέστης, τοῦ τὸ κλεινὸν Ἑλλάδος

### 695.1

Ἀγαμέμνονος στράτευμ’ ἀγείραντός ποτε.

### 695.2

Καὶ ταῦτα μὲν τοιαῦθ’· ὅταν δέ τις θεῶν

### 695.3

βλάπτῃ, δύναιτ’ ἂν οὐδ’ ἂν ἰσχύων φυγεῖν.

### unit_180.1

Κεῖνος γὰρ ἄλλης ἡμέρας, ὅθ’ ἱππικῶν

### unit_180.2

ἦν ἡλίου τέλλοντος ὠκύπους ἀγών,

### unit_181.1

εἰσῆλθε πολλῶν ἁρματηλατῶν μέτα.

### unit_181.2

Εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύο

### unit_181.3

Λίβυες, ζυγωτῶν ἁρμάτων ἐπιστάται·

### unit_181.4

κἀκεῖνος ἐν τούτοισι θεσσαλὰς ἔχων

### unit_181.5

ἵππους, ὁ πέμπτος· ἕκτος ἐξ Αἰτωλίας

### 705.1

ξανθαῖσι πώλοις· ἕβδομος Μάγνης ἀνήρ·

### 705.2

ὁ δ’ ὄγδοος λεύκιππος, Αἰνιὰν γένος·

### 705.3

ἔνατος Ἀθηνῶν τῶν θεοδμήτων ἄπο·

### 705.4

Βοιωτὸς ἄλλος, δέκατον ἐκπληρῶν ὄχον.

### 705.5

Στάντες δ’ ὅθ’ αὐτοὺς οἱ τεταγμένοι βραβῆς

### 710.1

κλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους,

### 710.2

χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν· οἱ δ’ ἅμα

### 710.3

ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν

### 710.4

ἔσεισαν· ἐν δὲ πᾶς ἐμεστώθη δρόμος

### 710.5

κτύπου κροτητῶν ἁρμάτων· κόνις δ’ ἄνω

### 715.1

φορεῖθ’· ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοι

### 715.2

φείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοι

### 715.3

χνόας τις αὐτῶν καὶ φρυάγμαθ’ ἱππικά.

### 715.4

Ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσεις

### 715.5

ἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί.

### 720.1

Κεῖνος δ’ ὑπ’ αὐτὴν ἐσχάτην στήλην ἔχων

### 720.2

ἔχριμπτ’ ἀεὶ σύριγγα, δεξιὸν δ’ ἀνεὶς

### 720.3

σειραῖον ἵππον, εἶργε τὸν προσκείμενον.

### 720.4

Καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι·

### 720.5

ἔπειτα δ’ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι

### 725

πῶλοι βίᾳ φέρουσιν, ἐκ δ’ ὑποστροφῆς,

### unit_187.1

τελοῦντες ἕκτον ἕβδομόν τ’ ἤδη δρόμον,

### unit_187.2

μέτωπα συμπαίουσι βαρκαίοις ὄχοις·

### unit_187.3

κἀντεῦθεν ἄλλος ἄλλον ἐξ ἑνὸς κακοῦ

### unit_187.4

ἔθραυε κἀνέπιπτε, πᾶν δ’ ἐπίμπλατο

### 730.1

ναυαγίων Κρισαῖον ἱππικῶν πέδον.

### 730.2

Γνοὺς δ’ οὑξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφος

### 730.3

ἔξω παρασπᾷ κἀνοκωχεύει παρεὶς

### 730.4

κλύδων’ ἔφιππον ἐν μέσῳ κυκώμενον.

### 730.5

Ἤλαυνε δ’ ἔσχατος μέν, ὑστέρας ἔχων

### 735.1

πώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων·

### 735.2

ὅπως δ’ ὁρᾷ μόνον νιν ἐλλελειμμένον,

### 735.3

ὀξὺν δι’ ὤτων κέλαδον ἐνσείσας θοαῖς

### 735.4

πώλοις διώκει, κἀξισώσαντε ζυγὰ

### 735.5

ἠλαυνέτην, τότ’ ἄλλος, ἄλλοθ’ ἅτερος

### 740.1

κάρα προβάλλων ἱππικῶν ὀχημάτων.

### 740.2

Καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμους

### 740.3

ὠρθοῦθ’ ὁ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων·

### 740.4

ἔπειτα, λύων ἡνίαν ἀριστερὰν

### 740.5

κάμπτοντος ἵππου, λανθάνει στήλην ἄκραν

### 745.1

παίσας· ἔθραυσε δ’ ἄξονος μέσας χνόας,

### 745.2

κἀξ ἀντύγων ὤλισθε· σὺν δ’ ἑλίσσεται

### 745.3

τμητοῖς ἱμᾶσι· τοῦ δὲ πίπτοντος πέδῳ

### 745.4

πῶλοι διεσπάρησαν ἐς μέσον δρόμον.

### 745.5

Στρατὸς δ’ ὅπως ὁρᾷ νιν ἐκπεπτωκότα

### unit_192.1

δίφρων, ἀνωλόλυξε τὸν νεανίαν,

### unit_192.2

οἷ’ ἔργα δράσας οἷα λαγχάνει κακά,

### unit_192.3

φορούμενος πρὸς οὖδας, ἄλλοτ’ οὐρανῷ

### unit_192.4

σκέλη προφαίνων, ἔστε νιν διφρηλάται,

### unit_193

μόλις κατασχεθόντες ἱππικὸν δρόμον,

### 755.1

ἔλυσαν αἱματηρόν, ὥστε μηδένα

### 755.2

γνῶναι φίλων ἰδόντ’ ἂν ἄθλιον δέμας.

### 755.3

Καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖ

### 755.4

χαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦ

### 755.5

φέρουσιν ἄνδρες Φωκέων τεταγμένοι,

### 760.1

ὅπως πατρῴας τύμβον ἐκλάχοι χθονός.

### 760.2

Τοιαῦτά σοι ταῦτ’ ἐστίν, ὡς μὲν ἐν λόγοις

### 760.3

ἀλγεινά, τοῖς δ’ ἰδοῦσιν, οἵπερ εἴδομεν,

### 760.4

μέγιστα πάντων ὧν ὄπωπ’ ἐγὼ κακῶν.

### 760.5

ΧΟ.Φεῦ φεῦ· τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαι

### 765.1

πρόρριζον, ὡς ἔοικεν, ἔφθαρται γένος.

### 765.2

ΚΛ.Ὦ Ζεῦ, τί ταῦτα; πότερον εὐτυχῆ λέγω

### 765.3

ἢ δεινὰ μέν, κέρδη δέ; λυπηρῶς δ’ ἔχει,

### 765.4

εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς.

### 765.5

ΠΑ.Τί δ’ ὧδ’ ἀθυμεῖς, ὦ γύναι, τῷ νῦν λόγῳ;

### 770.1

ΚΛ.Δεινὸν τὸ τίκτειν ἐστίν· οὐδὲ γὰρ κακῶς

### 770.2

πάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται.

### 770.3

ΠΑ.Μάτην ἄρ’ ἡμεῖς, ὡς ἔοικεν, ἥκομεν.

### 770.4

ΚΛ.Οὔτοι μάτην γε· πῶς γὰρ ἂν μάτην λέγοις;

### 770.5

εἴ μοι θανόντος πίστ’ ἔχων τεκμήρια

### 775.1

προσῆλθες, ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς,

### 775.2

μαστῶν ἀποστὰς καὶ τροφῆς ἐμῆς, φυγὰς

### 775.3

ἀπεξενοῦτο· καί μ’, ἐπεὶ τῆσδε χθονὸς

### 775.4

ἐξῆλθεν, οὐκέτ’ εἶδεν· ἐγκαλῶν δέ μοι

### 775.5

φόνους πατρῴους δείν’ ἐπηπείλει τελεῖν·

### 780

ὥστ’ οὔτε νυκτὸς ὕπνον οὔτ’ ἐξ ἡμέρας

### unit_200.1

ἐμὲ στεγάζειν ἡδύν, ἀλλ’ ὁ προστατῶν

### unit_200.2

χρόνος διῆγέ μ’ αἰὲν ὡς θανουμένην.

### unit_200.3

Νῦν δ’—ἡμέρᾳ γὰρ τῇδ’ ἀπήλλαγμαι φόβου

### unit_200.4

πρὸς τῆσδ’ ἐκείνου θ’· ἥδε γὰρ μείζων βλάβη

### 785.1

ξύνοικος ἦν μοι, τοὐμὸν ἐκπίνους’ ἀεὶ

### 785.2

ψυχῆς ἄκρατον αἷμα—νῦν δ’ ἕκηλά που

### 785.3

τῶν τῆσδ’ ἀπειλῶν οὕνεχ’ ἡμερεύσομεν.

### 785.4

ΗΛ.Οἴμοι τάλαινα· νῦν γὰρ οἰμῶξαι πάρα,

### 785.5

Ὀρέστα, τὴν σὴν ξυμφοράν, ὅθ’ ὧδ’ ἔχων

### 790.1

πρὸς τῆσδ’ ὑβρίζῃ μητρός· ἆρ’ ἔχει καλῶς;

### 790.2

ΚΛ.Οὔτοι σύ· κεῖνος δ’, ὡς ἔχει, καλῶς ἔχει.

### 790.3

ΗΛ.Ἄκουε, Νέμεσι τοῦ θανόντος ἀρτίως.

### 790.4

ΚΛ.Ἤκουσεν ὧν δεῖ κἀπεκύρωσεν καλῶς.

### 790.5

ΗΛ.Ὕβριζε· νῦν γὰρ εὐτυχοῦσα τυγχάνεις.

### 795.1

ΚΛ.Οὔκουν Ὀρέστης καὶ σὺ παύσετον τάδε.

### 795.2

ΗΛ.Πεπαύμεθ’ ἡμεῖς, οὐχ ὅπως σὲ παύσομεν.

### 795.3

ΚΛ.Πολλῶν ἂν ἥκοις, ὦ ξέν’, ἄξιος τυχεῖν,

### 795.4

εἰ τήνδ’ ἔπαυσας τῆς πολυγλώσσου βοῆς.

### 795.5

ΠΑ.Οὐκοῦν ἀποστείχοιμ’ ἄν, εἰ τάδ’ εὖ κυρεῖ.

### unit_204.1

ΚΛ.Ἥκιστ’· ἐπείπερ οὔτ’ ἐμοῦ καταξίως

### unit_204.2

πράξειας οὔτε τοῦ πορεύσαντος ξένου.

### unit_204.3

Ἀλλ’ εἴσιθ’ εἴσω· τήνδε δ’ ἔκτοθεν βοᾶν

### unit_204.4

ἔα τά θ’ αὑτῆς καὶ τὰ τῶν φίλων κακά.

### unit_204.5

ΗΛ.Ἆρ’ ὑμίν, ὡς ἀλγοῦσα κὠδυνωμένη,

### 805.1

δεινῶς δακρῦσαι κἀπικωκῦσαι δοκεῖ

### 805.2

τὸν υἱὸν ἡ δύστηνος ὧδ’ ὀλωλότα,

### unit_206.1

ἀλλ’ ἐγγελῶσα φροῦδος; Ὢ τάλαιν’ ἐγώ·

### unit_206.2

Ὀρέστα φίλταθ’, ὥς μ’ ἀπώλεσας θανών.

### unit_206.3

Ἀποσπάσας γὰρ τῆς ἐμῆς οἴχῃ φρενὸς

### 810.1

αἵ μοι μόναι παρῆσαν ἐλπίδων ἔτι,

### 810.2

σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτε

### 810.3

κἀμοῦ ταλαίνης. Νῦν δὲ ποῖ με χρὴ μολεῖν;

### 810.4

μόνη γάρ εἰμι, σοῦ τ’ ἀπεστερημένη

### 810.5

καὶ πατρός· ἤδη δεῖ με δουλεύειν πάλιν

### 815.1

ἐν τοῖσιν ἐχθίστοισιν ἀνθρώπων ἐμοί,

### 815.2

φονεῦσι πατρός· ἆρά μοι καλῶς ἔχει;

### 815.3

Ἀλλ’ οὔ τι μὴν ἔγωγε τοῦ λοιποῦ χρόνου

### 815.4

ξύνοικος εἴσειμ’, ἀλλὰ τῇδε πρὸς πύλῃ

### 815.5

παρεῖς’ ἐμαυτὴν ἄφιλος αὐανῶ βίον.

### 820.1

Πρὸς ταῦτα καινέτω τις, εἰ βαρύνεται,

### 820.2

τῶν ἔνδον ὄντων· ὡς χάρις μέν, ἢν κτάνῃ,

### 820.3

λύπη δ’, ἐὰν ζῶ· τοῦ βίου δ’ οὐδεὶς πόθος.

### 824

ΧΟ.Ποῦ ποτε κεραυνοὶ Διός, ἢ ποῦ φαέθων Ἅ‐Str. 1.

### 825.1

λιος, εἰ ταῦτ’ ἐφορῶν‐

### 825.2

τες κρύπτουσιν ἕκηλοι;

### 825.3

ΗΛ.Ἒ ἔ, αἰαῖ. ΧΟ. Ὦ παῖ, τί δακρύεις;

### 830.1

ΗΛ.Φεῦ. ΧΟ. Μηδὲν μέγ’ ἀΰσῃς.

### 830.2

ΗΛ.Ἀπολεῖς. ΧΟ. Πῶς;

### 830.3

ΗΛ.Εἰ τῶν φανερῶς οἰχομέ‐

### 830.4

νων εἰς Ἀΐδαν ἐλπίδ’ ὑπ‐

### 835

οίσεις, κατ’ ἐμοῦ τακομέ‐

### unit_214.1

νας μᾶλλον ἐπεμβάσῃ.

### unit_214.2

ΧΟ.Οἶδα γὰρ ἄνακτ’ Ἀμφιάρεων χρυσοδέτοις ἕρ‐Ant. 1.

### unit_214.3

κεσι κρυφθέντα γυναι‐

### 840.1

κῶν· καὶ νῦν ὑπὸ γαίας—

### 840.2

ΗΛ.Ἒ ἔ, ἰώ. ΧΟ. πάμψυχος ἀνάσσει.

### 840.3

ΗΛ.Φεῦ. ΧΟ. Φεῦ δῆτ’· ὀλοὰ γὰρ—

### 845.1

ΗΛ.ἐδάμη. ΧΟ. Ναί.

### 845.2

ΗΛ.Οἶδ’ οἶδ’· ἐφάνη γὰρ μελέ‐

### 846.1

τωρ ἀμφὶ τὸν ἐν πένθει· ἐ‐

### 846.2

μοὶ δ’ οὔτις ἔτ’ ἔσθ’· ὃς γὰρ ἔτ’

### 846.3

ἦν, φροῦδος ἀναρπασθείς.

### 848

ΧΟ.Δειλαία δειλαίων κυρεῖς.Str. 2.

### unit_219.1

ΗΛ.Κἀγὼ τοῦδ’ ἴστωρ, ὑπερίστωρ,

### unit_219.2

πανσύρτῳ παμμήνῳ πολλῶν

### unit_219.3

δεινῶν 〈τε〉 στυγνῶν τ’ ἀχθῶν.

### unit_219.4

ΧΟ.Εἴδομεν ἃ θροεῖς.

### unit_219.5

ΗΛ.Μή μέ νυν μηκέτι

### 855.1

παραγάγῃς, ἵν’ οὐ— ΧΟ. Τί φῄς;

### 855.2

ΗΛ.πάρεισιν ἐλπίδων ἔτι κοινοτόκων

### 859

εὐπατριδᾶν τ’ ἀρωγαί.

### 860.1

ΧΟ.Πᾶσι θνατοῖς ἔφυ μόρος.Ant. 2.

### 860.2

ΗΛ.Ἦ καὶ χαλάργοις ἐν ἁμίλλαις

### 860.3

οὕτως, ὡς κείνῳ δυστάνῳ,

### 860.4

τμητοῖς ὁλκοῖς ἐγκῦρσαι;

### 860.5

ΧΟ.Ἄσκοπος ἁ λώβα.

### 865.1

ΗΛ.Πῶς γὰρ οὔκ; εἰ ξένος

### 865.2

ἄτερ ἐμᾶν χερῶν— ΧΟ. Παπαῖ.

### 868

ΗΛ.κέκευθεν, οὔτε του τάφου ἀντιάσας

### 870.1

οὔτε γόων παρ’ ἡμῶν.

### 870.2

ΧΡ.Ὑφ’ ἡδονῆς τοι, φιλτάτη, διώκομαι

### 870.3

τὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν·

### 870.4

φέρω γὰρ ἡδονάς τε κἀνάπαυλαν ὧν

### 870.5

πάροιθεν εἶχες καὶ κατέστενες κακῶν.

### 875.1

ΗΛ.Πόθεν δ’ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων

### 875.2

ἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστ’ ἰδεῖν;

### 875.3

ΧΡ.Πάρεστ’ Ὀρέστης ἡμίν, ἴσθι τοῦτ’ ἐμοῦ

### 875.4

κλύους’, ἐναργῶς, ὥσπερ εἰσορᾷς ἐμέ.

### 875.5

ΗΛ.Ἀλλ’ ἦ μέμηνας, ὦ τάλαινα, κἀπὶ τοῖς

### 880.1

σαυτῆς κακοῖσι κἀπὶ τοῖς ἐμοῖς γελᾷς;

### 880.2

ΧΡ.Μὰ τὴν πατρῴαν ἑστίαν, ἀλλ’ οὐχ ὕβριν

### 880.3

λέγω τάδ’, ἀλλ’ ἐκεῖνον ὡς παρόντα νῷν.

### 880.4

ΗΛ.Οἴμοι τάλαινα· καὶ τίνος βροτῶν λόγον

### 880.5

τόνδ’ εἰσακούσας’ ὧδε πιστεύεις ἄγαν;

### 885.1

ΧΡ.Ἐγὼ μὲν ἐξ ἐμοῦ τε κοὐκ ἄλλης, σαφῆ

### 885.2

σημεῖ’ ἰδοῦσα, τῷδε πιστεύω λόγῳ.

### 885.3

ΗΛ.Τίν’, ὦ τάλαιν’, ἰδοῦσα πίστιν; ἐς τί μοι

### 885.4

βλέψασα θάλπῃ τῷδ’ ἀνηκέστῳ πυρί;

### 885.5

ΧΡ.Πρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μου

### 890.1

τὸ λοιπὸν ἢ φρονοῦσαν ἢ μώραν λέγῃς.

### 890.2

ΗΛ.Σὺ δ’ οὖν λέγ’, εἴ σοι τῷ λόγῳ τις ἡδονή.

### 890.3

ΧΡ.Καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην.

### 890.4

Ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον,

### 890.5

ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτους

### 895

πηγὰς γάλακτος, καὶ περιστεφῆ κύκλῳ

### unit_231.1

πάντων ὅς’ ἔστιν ἀνθέων θήκην πατρός·

### unit_231.2

ἰδοῦσα δ’ ἔσχον θαῦμα, καὶ περισκοπῶ

### unit_231.3

μή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν.

### unit_231.4

Ὡς δ’ ἐν γαλήνῃ πάντ’ ἐδερκόμην τόπον,

### unit_232.1

τύμβου προσεῖρπον ἆσσον· ἐσχάτης δ’ ὁρῶ

### unit_232.2

πυρᾶς νεώρη βόστρυχον τετμημένον·

### unit_232.3

κεὐθὺς τάλαιν’ ὡς εἶδον, ἐμπαίει τί μοι

### unit_232.4

ψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶν

### unit_232.5

πάντων Ὀρέστου τοῦθ’ ὁρᾶν τεκμήριον·

### 905.1

καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ,

### 905.2

χαρᾷ δὲ πίμπλημ’ εὐθὺς ὄμμα δακρύων.

### 905.3

Καὶ νῦν θ’ ὁμοίως καὶ τότ’ ἐξεπίσταμαι

### 905.4

μή του τόδ’ ἀγλάϊσμα πλὴν κείνου μολεῖν·

### 905.5

τῷ γὰρ προσήκει πλήν γ’ ἐμοῦ καὶ σοῦ τόδε;

### 910.1

Κἀγὼ μὲν οὐκ ἔδρασα, τοῦτ’ ἐπίσταμαι,

### 910.2

οὐδ’ αὖ σύ· πῶς γάρ; ᾗ γε μηδὲ πρὸς θεοὺς

### 910.3

ἔξεστ’ ἀκλαύτῳ τῆσδ’ ἀποστῆναι στέγης·

### 910.4

ἄλλ’ οὐδὲ μὲν δὴ μητρὸς οὔθ’ ὁ νοῦς φιλεῖ

### 910.5

τοιαῦτα πράσσειν οὔτε δρῶς’ ἐλάνθανεν·

### 915.1

ἀλλ’ ἔστ’ Ὀρέστου ταῦτα τἀπιτίμια.

### 915.2

Ἀλλ’, ὦ φίλη, θάρσυνε· τοῖς αὐτοῖσί τοι

### 915.3

οὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ·

### 915.4

νῷν ἦν τὰ πρόσθε στυγνός; ἡ δὲ νῦν ἴσως

### 915.5

πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν.

### 920.1

ΗΛ.Φεῦ τῆς ἀνοίας, ὥς ς’ ἐποικτίρω πάλαι.

### 920.2

ΧΡ.Τί δ’ ἔστιν; οὐ πρὸς ἡδονὴν λέγω τάδε;

### 920.3

ΗΛ.Οὐκ οἶσθ’ ὅποι γῆς οὐδ’ ὅποι γνώμης φέρῃ.

### unit_237.1

ΧΡ.Πῶς δ’ οὐκ ἐγὼ κάτοιδ’ ἅ γ’ εἶδον ἐμφανῶς;

### unit_237.2

ΗΛ.Τέθνηκεν, ὦ τάλαινα· τἀκείνου δέ σοι

### 925.1

σωτήρι’ ἔρρει· μηδὲν ἐς κεῖνόν γ’ ὅρα.

### 925.2

ΧΡ.Οἴμοι τάλαινα· τοῦ τάδ’ ἤκουσας βροτῶν;

### 925.3

ΗΛ.Τοῦ πλησίον παρόντος ἡνίκ’ ὤλλυτο.

### 925.4

ΧΡ.Καὶ ποῦ ’στιν οὗτος; θαῦμά τοί μ’ ὑπέρχεται.

### 925.5

ΗΛ.Κατ’ οἶκον, ἡδὺς οὐδὲ μητρὶ δυσχερής.

### 930.1

ΧΡ.Οἴμοι τάλαινα· τοῦ γὰρ ἀνθρώπων ποτ’ ἦν

### 930.2

τὰ πολλὰ πατρὸς πρὸς τάφον κτερίσματα;

### 930.3

ΗΛ.Οἶμαι μάλιστ’ ἔγωγε τοῦ τεθνηκότος

### 930.4

μνημεῖ’ Ὀρέστου ταῦτα προσθεῖναί τινα.

### 930.5

ΧΡ.Ὢ δυστυχής· ἐγὼ δὲ σὺν χαρᾷ λόγους

### 935.1

τοιούσδ’ ἔχους’ ἔσπευδον, οὐκ εἰδυῖ’ ἄρα

### 935.2

ἵν’ ἦμεν ἄτης· ἀλλὰ νῦν, ὅθ’ ἱκόμην,

### 935.3

τά τ’ ὄντα πρόσθεν ἄλλα θ’ εὑρίσκω κακά.

### 935.4

ΗΛ.Οὕτως ἔχει σοι ταῦτ’· ἐὰν δέ μοι πίθῃ,

### 935.5

τῆς νῦν παρούσης πημονῆς λύσεις βάρος.

### 940.1

ΧΡ.Ἦ τοὺς θανόντας ἐξαναστήσω ποτέ;

### 940.2

ΗΛ.Οὐκ ἔσθ’ ὅ γ’ εἶπον· οὐ γὰρ ὧδ’ ἄφρων ἔφυν.

### 940.3

ΧΡ.Τί γὰρ κελεύεις ὧν ἐγὼ φερέγγυος;

### 940.4

ΗΛ.Τλῆναί σε δρῶσαν ἃν ἐγὼ παραινέσω.

### 940.5

ΧΡ.Ἀλλ’ εἴ τις ὠφέλειά γ’, οὐκ ἀπώσομαι.

### 945.1

ΗΛ.Ὅρα, πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ.

### 945.2

ΧΡ.Ὁρῶ· ξυνοίσω πᾶν ὅσονπερ ἂν σθένω.

### 945.3

ΗΛ.Ἄκουε δή νυν ᾗ βεβούλευμαι ποεῖν.

### 945.4

Παρουσίαν μὲν οἶσθα καὶ σύ που φίλων

### 945.5

ὡς οὔτις ἡμῖν ἐστιν, ἀλλ’ Ἅιδης λαβὼν

### unit_243.1

ἀπεστέρηκε καὶ μόνα λελείμμεθον·

### unit_243.2

ἐγὼ δ’, ἕως μὲν τὸν κασίγνητον βίῳ

### unit_243.3

θάλλοντ’ ἔτ’ εἰσήκουον, εἶχον ἐλπίδας

### unit_243.4

φόνου ποτ’ αὐτὸν πράκτορ’ ἵξεσθαι πατρός·

### unit_243.5

νῦν δ’, ἡνίκ’ οὐκέτ’ ἔστιν, εἰς σὲ δὴ βλέπω,

### 955.1

ὅπως τὸν αὐτόχειρα πατρῴου φόνου

### 955.2

ξὺν τῇδ’ ἀδελφῇ μὴ κατοκνήσεις κτανεῖν,

### 955.3

Αἴγισθον· οὐδὲν γάρ σε δεῖ κρύπτειν μ’ ἔτι.

### 955.4

Ποῖ γὰρ μενεῖς ῥᾴθυμος ἐς τίν’ ἐλπίδων

### 955.5

βλέψας’ ἔτ’ ὀρθήν; ᾗ πάρεστι μὲν στένειν

### 960.1

πλούτου πατρῴου κτῆσιν ἐστερημένῃ,

### 960.2

πάρεστι δ’ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνου

### 960.3

ἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε.

### 960.4

Καὶ τῶνδε μέντοι μηκέτ’ ἐλπίσῃς ὅπως

### 960.5

τεύξῃ ποτ’· οὐ γὰρ ὧδ’ ἄβουλός ἐστ’ ἀνὴρ

### 965.1

Αἴγισθος, ὥστε σόν ποτ’ ἢ κἀμὸν γένος

### 965.2

βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ.

### 965.3

Ἀλλ’ ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν,

### 965.4

πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτω

### 965.5

θανόντος οἴσῃ τοῦ κασιγνήτου θ’ ἅμα·

### 970.1

ἔπειτα δ’, ὥσπερ ἐξέφυς, ἐλευθέρα

### 970.2

καλῇ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων

### 970.3

τεύξῃ· φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν.

### 970.4

Λόγῳ γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσην

### 970.5

σαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖς’ ἐμοί;

### 975.1

Τίς γάρ ποτ’ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν

### 975.2

τοιοῖσδ’ ἐπαίνοις οὐχὶ δεξιώσεται;

### 975.3

«Ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι,

### 975.4

ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην,

### 975.5

ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτέ,

### 980.1

ψυχῆς ἀφειδήσαντε, προὐστήτην φόνου·

### 980.2

τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν·

### 980.3

τώδ’ ἔν θ’ ἑορταῖς ἔν τε πανδήμῳ πόλει

### 980.4

τιμᾶν ἅπαντας οὕνεκ’ ἀνδρείας χρεών.»

### 980.5

Τοιαῦτά τοι νὼ πᾶς τις ἐξερεῖ βροτῶν,

### 985.1

ζώσαιν θανούσαιν θ’ ὥστε μὴ ’κλιπεῖν κλέος.

### 985.2

Ἀλλ’, ὦ φίλη, πείσθητι, συμπόνει πατρί,

### 985.3

σύγκαμν’ ἀδελφῷ, παῦσον ἐκ κακῶν ἐμέ,

### 985.4

παῦσον δὲ σαυτήν, τοῦτο γιγνώσκους’ ὅτι

### 985.5

ζῆν αἰσχρὸν αἰσχρῶς τοῖς καλῶς πεφυκόσιν.

### 990.1

ΧΟ.Ἐν τοῖς τοιούτοις ἐστὶν ἡ προμηθία

### 990.2

καὶ τῷ λέγοντι καὶ κλύοντι σύμμαχος.

### 990.3

ΧΡ.Καὶ πρίν γε φωνεῖν, ὦ γυναῖκες, εἰ φρενῶν

### 990.4

ἐτύγχαν’ αὕτη μὴ κακῶν, ἐσῴζετ’ ἂν

### 990.5

τὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται.

### 995.1

Ποῖ γάρ ποτ’ ἐμβλέψασα τοιοῦτον θράσος

### 995.2

αὐτή θ’ ὁπλίζῃ κἄμ’ ὑπηρετεῖν καλεῖς;

### 995.3

Οὐκ εἰσορᾷς; γυνὴ μὲν οὐδ’ ἀνὴρ ἔφυς,

### 995.4

σθένεις δ’ ἔλασσον τῶν ἐναντίων χερί.

### 995.5

Δαίμων δὲ τοῖς μὲν εὐτυχὴς καθ’ ἡμέραν,

### unit_253.1

ἡμῖν δ’ ἀπορρεῖ κἀπὶ μηδὲν ἔρχεται.

### unit_253.2

Τίς οὖν τοιοῦτον ἄνδρα βουλεύων ἑλεῖν

### unit_253.3

ἄλυπος ἄτης ἐξαπαλλαχθήσεται;

### unit_253.4

Ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰ

### unit_253.5

κτησώμεθ’, εἴ τις τούσδ’ ἀκούσεται λόγους.

### 1005.1

Λύει γὰρ ἡμᾶς οὐδὲν οὐδ’ ἐπωφελεῖ

### 1005.2

βάξιν καλὴν λαβόντε δυσκλεῶς θανεῖν·

### 1005.3

οὐ γὰρ θανεῖν ἔχθιστον, ἀλλ’ ὅταν θανεῖν

### unit_255.1

χρῄζων τις εἶτα μηδὲ τοῦτ’ ἔχῃ λαβεῖν.

### unit_255.2

Ἀλλ’ ἀντιάζω, πρὶν πανωλέθρους τὸ πᾶν

### 1010.1

ἡμᾶς τ’ ὀλέσθαι κἀξερημῶσαι γένος,

### 1010.2

κατάσχες ὀργήν. Καὶ τὰ μὲν λελεγμένα

### 1010.3

ἄρρητ’ ἐγώ σοι κἀτελῆ φυλάξομαι,

### 1010.4

αὐτὴ δὲ νοῦν σχὲς ἀλλὰ τῷ χρόνῳ ποτέ,

### 1010.5

σθένουσα μηδὲν τοῖς κρατοῦσιν εἰκαθεῖν.

### 1015.1

ΧΟ.Πείθου· προνοίας οὐδὲν ἀνθρώποις ἔφυ

### 1015.2

κέρδος λαβεῖν ἄμεινον, οὐδὲ νοῦ σοφοῦ.

### 1015.3

ΗΛ.Ἀπροσδόκητον οὐδὲν εἴρηκας· καλῶς δ’

### 1015.4

ᾔδειν ς’ ἀπορρίψουσαν ἁπηγγελλόμην.

### 1015.5

Ἀλλ’ αὐτόχειρί μοι μόνῃ τε δραστέον

### 1020.1

τοὔργον τόδ’· οὐ γὰρ δὴ κενόν γ’ ἀφήσομεν.

### 1020.2

ΧΡ.Φεῦ·

### 1021.1

εἴθ’ ὤφελες τοιάδε τὴν γνώμην πατρὸς

### 1021.2

θνῄσκοντος εἶναι· πάντα γ’ ἂν κατειργάσω.

### 1021.3

ΗΛ.Ἀλλ’ ἦ φύσιν γε, τὸν δὲ νοῦν ἥσσων τότε.

### 1021.4

ΧΡ.Ἄσκει τοιαύτη νοῦν δι’ αἰῶνος μένειν.

### 1025.1

ΗΛ.Ὡς οὐχὶ συνδράσουσα νουθετεῖς τάδε.

### 1025.2

ΧΡ.Εἰκὸς γὰρ ἐγχειροῦντα καὶ πράσσειν κακῶς.

### 1025.3

ΗΛ.Ζηλῶ σε τοῦ νοῦ, τῆς δὲ δειλίας στυγῶ.

### 1025.4

ΧΡ.Ἀνέξομαι κλύουσα χὤταν 〈μ’〉 εὖ λέγῃς.

### 1025.5

ΗΛ.Ἀλλ’ οὔ ποτ’ ἐξ ἐμοῦ γε μὴ πάθῃς τόδε.

### 1030.1

ΧΡ.Μακρὸς τὸ κρῖναι ταῦτα χὠ λοιπὸς χρόνος.

### 1030.2

ΗΛ.Ἄπελθε· σοὶ γὰρ ὠφέλησις οὐκ ἔνι.

### unit_262.1

ΧΡ.Ἔνεστιν· ἀλλὰ σοὶ μάθησις οὐ πάρα.

### unit_262.2

ΗΛ.Ἐλθοῦσα μητρὶ ταῦτα πάντ’ ἔξειπε σῇ.

### unit_262.3

ΧΡ.Οὐδ’ αὖ τοσοῦτον ἔχθος ἐχθαίρω ς’ ἐγώ.

### 1035.1

ΗΛ.Ἀλλ’ οὖν ἐπίστω γ’ οἷ μ’ ἀτιμίας ἄγεις.

### 1035.2

ΧΡ.Ἀτιμίας μὲν οὔ, προμηθίας δὲ σοῦ.

### 1035.3

ΗΛ.Τῷ σῷ δικαίῳ δῆτ’ ἐπισπέσθαι με δεῖ;

### 1035.4

ΧΡ.Ὅταν γὰρ εὖ φρονῇς, τόθ’ ἡγήσῃ σὺ νῷν.

### 1035.5

ΗΛ.Ἦ δεινὸν εὖ λέγουσαν ἐξαμαρτάνειν.

### 1040.1

ΧΡ.Εἴρηκας ὀρθῶς ᾧ σὺ πρόσκεισαι κακῷ.

### 1040.2

ΗΛ.Τί δ’; οὐ δοκῶ σοι ταῦτα σὺν δίκῃ λέγειν;

### 1040.3

ΧΡ.Ἀλλ’ ἔστιν ἔνθα χἠ δίκη βλάβην φέρει.

### 1040.4

ΗΛ.Τούτοις ἐγὼ ζῆν τοῖς νόμοις οὐ βούλομαι.

### 1040.5

ΧΡ.Ἀλλ’ εἰ ποήσεις ταῦτ’, ἐπαινέσεις ἐμέ.

### 1045.1

ΗΛ.Καὶ μὴν ποήσω γ’, οὐδὲν ἐκπλαγεῖσά σε.

### 1045.2

ΧΡ.Καὶ τοῦτ’ ἀληθές, οὐδὲ βουλεύσῃ πάλιν;

### 1045.3

ΗΛ.Βουλῆς γὰρ οὐδέν ἐστιν ἔχθιον κακῆς.

### 1045.4

ΧΡ.Φρονεῖν ἔοικας οὐδὲν ὧν ἐγὼ λέγω.

### 1045.5

ΗΛ.Πάλαι δέδοκται ταῦτα κοὐ νεωστί μοι.

### unit_266.1

ΧΡ.Ἄπειμι τοίνυν· οὔτε γὰρ σὺ τἄμ’ ἔπη

### unit_266.2

τολμᾷς ἐπαινεῖν οὔτ’ ἐγὼ τοὺς σοὺς τρόπους.

### unit_266.3

ΗΛ.Ἀλλ’ εἴσιθ’· οὔ σοι μὴ μεθέψομαί ποτε,

### unit_266.4

οὐδ’ ἢν σφόδρ’ ἱμείρουσα τυγχάνῃς· ἐπεὶ

### unit_266.5

πολλῆς ἀνοίας καὶ τὸ θηρᾶσθαι κενά.

### 1055.1

ΧΡ.Ἀλλ’ εἰ σεαυτῇ τυγχάνεις δοκοῦσά τι

### 1055.2

φρονεῖν, φρόνει τοιαῦθ’· ὅταν γὰρ ἐν κακοῖς

### unit_268.1

ἤδη βεβήκῃς, τἄμ’ ἐπαινέσεις ἔπη.

### unit_268.2

ΧΟ.Τί τοὺς ἄνωθεν φρονιμωτάτους οἰω‐Str. 1.

### unit_268.3

νοὺς ἐσορώμενοι τροφᾶς

### 1060.1

κηδομένους ἀφ’ ὧν τε βλά‐

### 1060.2

στωσιν ἀφ’ ὧν τ’ ὄνασιν εὕ‐

### 1060.3

ρωσι, τάδ’ οὐκ ἐπ’ ἴσας τελοῦμεν;

### 1060.4

Ἀλλ’ οὐ τὰν Διὸς ἀστραπὰν

### 1060.5

καὶ τὰν οὐρανίαν Θέμιν,

### 1065.1

δαρὸν οὐκ ἀπόνητοι.

### 1065.2

Ὦ χθονία βροτοῖσι Φά‐

### 1065.3

μα, κατά μοι βόασον οἰκ‐

### 1065.4

τρὰν ὄπα τοῖς ἔνερθ’ Ἀτρεί‐

### 1065.5

δαις, ἀχόρευτα φέρους’ ὀνείδη·

### 1070.1

ὅτι σφιν ἤδη τὰ μὲν ἐκ δόμων νοσεῖ‐Ant. 1.

### 1070.2

ται τὰ δὲ πρὸς τέκνων διπλῆ

### 1070.3

φύλοπις οὐκέτ’ ἐξισοῦ‐

### 1070.4

ται φιλοτασίῳ διαί‐

### 1070.5

τᾳ· πρόδοτος δὲ μόνα σαλεύει

### 1075.1

Ἠλέκτρα, τὸν ἀεὶ πατρὸς

### 1075.2

δειλαία στενάχους’, ὅπως

### 1075.3

ἁ πάνδυρτος ἀηδών,

### 1075.4

οὔτε τι τοῦ θανεῖν προμη‐

### 1075.5

θὴς τό τε μὴ βλέπειν ἑτοί‐

### 1080

μα, διδύμαν ἑλοῦς’ ἐρι‐

### unit_274

νύν· τίς ἂν εὔπατρις ὧδε βλάστοι;

### 1083.1

Οὐδεὶς τῶν ἀγαθῶν ζῶν κακῶςStr. 2.

### 1083.2

εὔκλειαν αἰσχῦναι θέλει

### 1085.1

νώνυμος, ὦ παῖ, παῖ·

### 1085.2

ὡς καὶ σὺ πάγκλαυτον αἰ‐

### 1085.3

ῶνα κοινὸν εἵλου,

### 1087.1

τὸ μὴ καλὸν καθοπλίσα‐

### 1087.2

σα δύο φέρειν 〈ἐν〉 ἑνὶ λόγῳ,

### 1087.3

σοφά τ’ ἀρίστα τε παῖς κεκλῆσθαι.

### 1090.1

Ζῴης μοι καθύπερθεν χερὶAnt. 2.

### 1090.2

πλούτῳ τε τῶν ἐχθρῶν, ὅσον

### 1090.3

νῦν ὑπόχειρ ναίεις·

### 1090.4

ἐπεί ς’ ἐφεύρηκα μοί‐

### 1090.5

ρᾳ μὲν οὐκ ἐν ἐσθλᾷ

### 1095.1

βεβῶσαν, ἃ δὲ μέγιστ’ ἔβλασ‐

### 1095.2

τε νόμιμα, τῶνδε φερομέναν

### 1095.3

ἄριστα τᾷ Ζηνὸς εὐσεβείᾳ.

### 1097.1

ΟΡ.Ἆρ’, ὦ γυναῖκες, ὀρθά τ’ εἰσηκούσαμεν

### 1097.2

ὀρθῶς θ’ ὁδοιποροῦμεν ἔνθα χρῄζομεν;

### unit_281.1

ΧΟ.Τί δ’ ἐξερευνᾷς καὶ τί βουληθεὶς πάρει;

### unit_281.2

ΟΡ.Αἴγισθον ἔνθ’ ᾤκηκεν ἱστορῶ πάλαι.

### unit_281.3

ΧΟ.Ἀλλ’ εὖ θ’ ἱκάνεις χὠ φράσας ἀζήμιος.

### unit_281.4

ΟΡ.Τίς οὖν ἂν ὑμῶν τοῖς ἔσω φράσειεν ἂν

### unit_281.5

ἡμῶν ποθεινὴν κοινόπουν παρουσίαν;

### 1105.1

ΧΟ.Ἥδ’, εἰ τὸν ἄγχιστόν γε κηρύσσειν χρεών.

### 1105.2

ΟΡ.Ἴθ’, ὦ γύναι, δήλωσον εἰσελθοῦς’ ὅτι

### unit_283.1

Φωκῆς ματεύους’ ἄνδρες Αἴγισθόν τινες.

### unit_283.2

ΗΛ.Οἴμοι τάλαιν’, οὐ δή ποθ’ ἧς ἠκούσαμεν

### unit_283.3

φήμης φέροντες ἐμφανῆ τεκμήρια;

### 1110.1

ΟΡ.Οὐκ οἶδα τὴν σὴν κληδόν’· ἀλλά μοι γέρων

### 1110.2

ἐφεῖτ’ Ὀρέστου Στροφίος ἀγγεῖλαι πέρι.

### 1110.3

ΗΛ.Τί δ’ ἔστιν, ὦ ξέν’; ὥς μ’ ὑπέρχεται φόβος.

### 1110.4

ΟΡ.Φέροντες αὐτοῦ σμικρὰ λείψαν’ ἐν βραχεῖ

### 1110.5

τεύχει θανόντος, ὡς ὁρᾷς, κομίζομεν.

### 1115.1

ΗΛ.Οἲ ’γὼ τάλαινα, τοῦτ’ ἐκεῖν’, ἤδη σαφὲς

### 1115.2

πρόχειρον ἄχθος, ὡς ἔοικε, δέρκομαι.

### 1115.3

ΟΡ.Εἴπερ τι κλαίεις τῶν Ὀρεστείων κακῶν,

### 1115.4

τόδ’ ἄγγος ἴσθι σῶμα τοὐκείνου στέγον.

### 1115.5

ΗΛ.Ὦ ξεῖνε, δός νυν, πρὸς θεῶν, εἴπερ τόδε

### 1120.1

κέκευθεν αὐτὸν τεῦχος, εἰς χεῖρας λαβεῖν,

### 1120.2

ὅπως ἐμαυτὴν καὶ γένος τὸ πᾶν ὁμοῦ

### 1120.3

ξὺν τῇδε κλαύσω κἀποδύρωμαι σποδῷ.

### 1120.4

ΟΡ.Δόθ’ ἥτις ἐστί, προσφέροντες· οὐ γὰρ ὡς

### 1120.5

ἐν δυσμενείᾳ γ’ οὖς’ ἐπαιτεῖται τόδε,

### 1125.1

ἀλλ’ ἢ φίλων τις, ἢ πρὸς αἵματος φύσιν.

### 1125.2

ΗΛ.Ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ

### 1125.3

ψυχῆς Ὀρέστου λοιπόν, ὡς 〈σ’〉 ἀπ’ ἐλπίδων

### 1125.4

οὐχ ὧνπερ ἐξέπεμπον εἰσεδεξάμην.

### 1125.5

Νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν,

### 1130.1

δόμων δέ ς’, ὦ παῖ, λαμπρὸν ἐξέπεμψ’ ἐγώ·

### 1130.2

ὡς ὤφελον πάροιθεν ἐκλιπεῖν βίον,

### 1130.3

πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖν

### 1130.4

κλέψασα ταῖνδε κἀνασώσασθαι φόνου,

### 1130.5

ὅπως θανὼν ἔκεισο τῇ τόθ’ ἡμέρᾳ,

### 1135.1

τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος.

### 1135.2

Νῦν δ’ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰς

### 1135.3

κακῶς ἀπώλου σῆς κασιγνήτης δίχα·

### 1135.4

κοὔτ’ ἐν φίλαισι χερσὶν ἡ τάλαιν’ ἐγὼ

### 1135.5

λουτροῖς ς’ ἐκόσμης’, οὔτε παμφλέκτου πυρὸς

### 1140.1

ἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος·

### 1140.2

ἀλλ’ ἐν ξένῃσι χερσὶ κηδευθεὶς τάλας

### 1140.3

σμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει.

### 1140.4

Οἴμοι τάλαινα τῆς ἐμῆς πάλαι τροφῆς

### 1140.5

ἀνωφελήτου, τὴν ἐγὼ θάμ’ ἀμφὶ σοὶ

### 1145.1

πόνῳ γλυκεῖ παρέσχον· οὔτε γάρ ποτε

### 1145.2

μητρὸς σύ γ’ ἦσθα μᾶλλον ἢ κἀμοῦ φίλος,

### 1145.3

οὔθ’ οἱ κατ’ οἶκον ἦσαν, ἀλλ’ ἐγὼ τροφός·

### 1145.4

ἐγὼ δ’ ἀδελφὴ σοὶ προσηυδώμην ἀεί.

### 1145.5

Νῦν δ’ ἐκλέλοιπε ταῦτ’ ἐν ἡμέρᾳ μιᾷ

### unit_292.1

θανόντι σὺν σοί· πάντα γὰρ συναρπάσας

### unit_292.2

θύελλ’ ὅπως βέβηκας· οἴχεται πατήρ·

### unit_292.3

τέθνηκ’ ἐγώ σοι· φροῦδος αὐτὸς εἶ θανών·

### unit_292.4

γελῶσι δ’ ἐχθροί· μαίνεται δ’ ὑφ’ ἡδονῆς

### unit_292.5

μήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκις

### 1155.1

φήμας λάθρᾳ προὔπεμπες ὡς φανούμενος

### 1155.2

τιμωρὸς αὐτός. Ἀλλὰ ταῦθ’ ὁ δυστυχὴς

### 1155.3

δαίμων ὁ σός τε κἀμὸς ἐξαφείλετο,

### 1155.4

ὅς ς’ ὧδέ μοι προὔπεμψεν, ἀντὶ φιλτάτης

### 1155.5

μορφῆς σποδόν τε καὶ σκιὰν ἀνωφελῆ.

### 1160.1

Οἴμοι μοι.

### 1160.2

Ὦ δέμας οἰκτρόν. Φεῦ, φεῦ.

### 1160.3

Ὦ δεινοτάτας, οἴμοι μοι,

### 1160.4

πεμφθεὶς κελεύθους, φίλταθ’, ὥς μ’ ἀπώλεσας·

### unit_295

ἀπώλεσας δῆτ’, ὦ κασίγνητον κάρα.

### 1165.1

Τοιγὰρ σὺ δέξαι μ’ ἐς τὸ σὸν τόδε στέγος,

### 1165.2

τὴν μηδὲν εἰς τὸ μηδέν, ὡς σὺν σοὶ κάτω

### 1165.3

ναίω τὸ λοιπόν· καὶ γάρ, ἡνίκ’ ἦσθ’ ἄνω,

### 1165.4

ξὺν σοὶ μετεῖχον τῶν ἴσων· καὶ νῦν ποθῶ

### 1165.5

τοῦ σοῦ θανοῦσα μὴ ἀπολείπεσθαι τάφου·

### 1170.1

τοὺς γὰρ θανόντας οὐχ ὁρῶ λυπουμένους.

### 1170.2

ΧΟ.Θνητοῦ πέφυκας πατρός, Ἠλέκτρα, φρόνει·

### 1170.3

θνητὸς δ’ Ὀρέστης· ὥστε μὴ λίαν στένε·

### 1170.4

πᾶσιν γὰρ ἡμῖν τοῦτ’ ὀφείλεται παθεῖν.

### 1170.5

ΟΡ.Φεῦ φεῦ· τί λέξω; ποῖ λόγων ἀμηχανῶν

### 1175.1

ἔλθω; κρατεῖν γὰρ οὐκέτι γλώσσης σθένω.

### 1175.2

ΗΛ.Τί δ’ ἔσχες ἄλγος; πρὸς τί τοῦτ’ εἰπὼν κυρεῖς;

### 1175.3

ΟΡ.Ἦ σὸν τὸ κλεινὸν εἶδος Ἠλέκτρας τόδε;

### 1175.4

ΗΛ.Τόδ’ ἔστ’ ἐκεῖνο, καὶ μάλ’ ἀθλίως ἔχον.

### 1175.5

ΟΡ.Οἴμοι ταλαίνης ἆρα τῆσδε συμφορᾶς.

### 1180.1

ΗΛ.Οὐ δή ποτ’, ὦ ξέν’, ἀμφ’ ἐμοὶ στένεις τάδε;

### 1180.2

ΟΡ.Ὦ σῶμ’ ἀτίμως κἀθέως ἐφθαρμένον.

### 1180.3

ΗΛ.Οὔτοι ποτ’ ἄλλην ἢ ’μὲ δυσφημεῖς, ξένε.

### 1180.4

ΟΡ.Φεῦ τῆς ἀνύμφου δυσμόρου τε σῆς τροφῆς.

### 1180.5

ΗΛ.Τί μοί ποτ’, ὦ ξέν’, ὧδ’ ἐπισκοπῶν στένεις;

### 1185.1

ΟΡ.Ὅς’ οὐκ ἄρ’ ᾔδειν τῶν ἐμῶν ἐγὼ κακῶν.

### 1185.2

ΗΛ.Ἐν τῷ διέγνως τοῦτο τῶν εἰρημένων;

### unit_301.1

ΟΡ.Ὁρῶν σε πολλοῖς ἐμπρέπουσαν ἄλγεσιν.

### unit_301.2

ΗΛ.Καὶ μὴν ὁρᾷς γε παῦρα τῶν ἐμῶν κακῶν.

### unit_301.3

ΟΡ.Καὶ πῶς γένοιτ’ ἂν τῶνδ’ ἔτ’ ἐχθίω βλέπειν;

### 1190.1

ΗΛ.Ὁθούνεκ’ εἰμὶ τοῖς φονεῦσι σύντροφος.

### 1190.2

ΟΡ.Τοῖς τοῦ; πόθεν τοῦτ’ ἐξεσήμηνας κακόν;

### 1190.3

ΗΛ.Τοῖς πατρός· εἶτα τοῖσδε δουλεύω βίᾳ.

### 1190.4

ΟΡ.Τίς γάρ ς’ ἀνάγκῃ τῇδε προτρέπει βροτῶν;

### 1190.5

ΗΛ.Μήτηρ καλεῖται, μητρὶ δ’ οὐδὲν ἐξισοῖ.

### 1195.1

ΟΡ.Τί δρῶσα; πότερα χερσὶν ἢ λύμῃ βίου;

### 1195.2

ΗΛ.Καὶ χερσὶ καὶ λύμαισι καὶ πᾶσιν κακοῖς.

### 1195.3

ΟΡ.Οὐδ’ οὑπαρήξων οὐδ’ ὁ κωλύσων πάρα;

### 1195.4

ΗΛ.Οὐ δῆθ’· ὃς ἦν γάρ μοι, σὺ προὔθηκας σποδόν.

### 1195.5

ΟΡ.Ὦ δύσποτμ’, ὡς ὁρῶν ς’ ἐποικτίρω πάλαι.

### unit_304.1

ΗΛ.Μόνος βροτῶν νυν ἴσθ’ ἐποικτίρας ποτέ.

### unit_304.2

ΟΡ.Μόνος γὰρ ἥκω τοῖσι σοῖς ἀλγῶν κακοῖς.

### unit_304.3

ΗΛ.Οὐ δή ποθ’ ἡμῖν ξυγγενὴς ἥκεις ποθέν;

### unit_304.4

ΟΡ.Ἐγὼ φράσαιμ’ ἄν, εἰ τὸ τῶνδ’ εὔνουν πάρα.

### unit_304.5

ΗΛ.Ἀλλ’ ἔστιν εὔνουν, ὥστε πρὸς πιστὰς ἐρεῖς.

### 1205.1

ΟΡ.Μέθες τόδ’ ἄγγος νῦν, ὅπως τὸ πᾶν μάθῃς.

### 1205.2

ΗΛ.Μὴ δῆτα πρὸς θεῶν τοῦτό μ’ ἐργάσῃ, ξένε.

### 1205.3

ΟΡ.Πείθου λέγοντι κοὐχ ἁμαρτήσῃ ποτέ.

### 1205.4

ΗΛ.Μή, πρὸς γενείου, μὴ ’ξέλῃ τὰ φίλτατα.

### 1205.5

ΟΡ.Οὔ φημ’ ἐάσειν.

### 1209

ΗΛ.Ὢ τάλαιν’ ἐγὼ σέθεν,

### 1210.1

Ὀρέστα, τῆς σῆς εἰ στερήσομαι ταφῆς.

### 1210.2

ΟΡ.Εὔφημα φώνει· πρὸς δίκης γὰρ οὐ στένεις.

### 1210.3

ΗΛ.Πῶς τὸν θανόντ’ ἀδελφὸν οὐ δίκῃ στένω;

### 1210.4

ΟΡ.Οὔ σοι προσήκει τήνδε προσφωνεῖν φάτιν.

### 1210.5

ΗΛ.Οὕτως ἄτιμός εἰμι τοῦ τεθνηκότος;

### 1215.1

ΟΡ.Ἄτιμος οὐδενὸς σύ· τοῦτο δ’ οὐχὶ σόν.

### 1215.2

ΗΛ.Εἴπερ γ’ Ὀρέστου σῶμα βαστάζω τόδε.

### 1215.3

ΟΡ.Ἀλλ’ οὐκ Ὀρέστου, πλὴν λόγῳ γ’ ἠσκημένον.

### 1215.4

ΗΛ.Ποῦ δ’ ἔστ’ ἐκείνου τοῦ ταλαιπώρου τάφος;

### 1215.5

ΟΡ.Οὐκ ἔστι· τοῦ γὰρ ζῶντος οὐκ ἔστιν τάφος.

### 1220

ΗΛ.Πῶς εἶπας, ὦ παῖ;

### 1220.1

ΟΡ.Ψεῦδος οὐδὲν ὧν λέγω.

### 1220.2

ΗΛ.Ἦ ζῇ γὰρ ἁνήρ;

### 1221.1

ΟΡ.Εἴπερ ἔμψυχός γ’ ἐγώ.

### 1221.2

ΗΛ.ἦ γὰρ σὺ κεῖνος;

### 1222.1

ΟΡ.Τήνδε προσβλέψασά μου

### 1222.2

σφραγῖδα πατρὸς ἔκμαθ’ εἰ σαφῆ λέγω.

### 1222.3

ΗΛ.Ὦ φίλτατον φῶς.

### 1224

ΟΡ.Φίλτατον, ξυμμαρτυρῶ.

### 1225

ΗΛ.Ὦ φθέγμ’, ἀφίκου;

### 1225.1

ΟΡ.Μηκέτ’ ἄλλοθεν πύθῃ

### 1225.2

ΗΛ.Ἔχω σε χερσίν;

### 1226.1

ΟΡ.Ὡς τὰ λοίπ’ ἔχοις ἀεί.

### 1226.2

ΗΛ.Ὦ φίλταται γυναῖκες, ὦ πολίτιδες,

### 1226.3

ὁρᾶτ’ Ὀρέστην τόνδε, μηχαναῖσι μὲν

### 1226.4

θανόντα, νῦν δὲ μηχαναῖς σεσωσμένον.

### 1230

ΧΟ.Ὁρῶμεν, ὦ παῖ, κἀπὶ συμφοραῖσί μοι

### unit_318.1

γεγηθὸς ἕρπει δάκρυον ὀμμάτων ἄπο.

### unit_318.2

ΗΛ.Ἰὼ γοναί,Str.

### unit_318.3

γοναὶ σωμάτων ἐμοὶ φιλτάτων,

### unit_318.4

ἐμόλετ’ ἀρτίως,

### 1235.1

ἐφεύρετ’, ἤλθετ’, εἴδεθ’ οὓς ἐχρῄζετε.

### 1235.2

ΟΡ.Πάρεσμεν· ἀλλὰ σῖγ’ ἔχουσα πρόσμενε.

### 1235.3

ΗΛ.Τί δ’ ἔστιν;

### 1235.4

ΟΡ.Σιγᾶν ἄμεινον, μή τις ἔνδοθεν κλύῃ.

### 1235.5

ΗΛ.Οὐ τὰν Ἄρτεμιν τὰν αἰὲν ἀδμήταν,

### 1240.1

τόδε μὲν οὔ ποτ’ ἀξιώσω τρέσαι

### 1240.2

περισσὸν ἄχθος ἔνδον

### 1240.3

γυναικῶν ὂν αἰεί.

### 1240.4

ΟΡ.Ὅρα γε μὲν δὴ κἀν γυναιξὶν ὡς Ἄρης

### 1240.5

ἔνεστιν· εὖ δ’ ἔξοισθα πειραθεῖσά που.

### 1245.1

ΗΛ.Ὀτοτοτοτοῖ τοτοῖ,

### 1245.2

ἀνέφελον ἐνέβαλες οὔ ποτε καταλύσιμον,

### 1248

οὐδέ ποτε λησόμενον ἁμέτερον

### unit_323.1

οἷον ἔφυ κακόν.

### unit_323.2

ΟΡ.Ἔξοιδα καὶ ταῦτ’· ἀλλ’ ὅταν παρουσία

### unit_323.3

φράζῃ, τότ’ ἔργων τῶνδε μεμνῆσθαι χρεών.

### 1252.1

ΗΛ.Ὁ πᾶς ἐμοί,Ant.

### 1252.2

ὁ πᾶς ἂν πρέποι παρὼν ἐννέπειν

### 1255.1

τάδε δίκᾳ χρόνος·

### 1255.2

μόλις γὰρ ἔσχον νῦν ἐλεύθερον στόμα.

### 1255.3

ΟΡ.Ξύμφημι κἀγώ· τοιγαροῦν σῴζου τόδε.

### 1255.4

ΗΛ.Τί δρῶσα;

### 1255.5

ΟΡ.Οὗ μή ’στι καιρός, μὴ μακρὰν βούλου λέγειν.

### 1260.1

ΗΛ.Τίς οὖν ἀξίαν σοῦ γε πεφηνότος

### 1260.2

μεταβάλοιτ’ ἂν ὧδε σιγὰν λόγων;

### 1260.3

ἐπεί σε νῦν ἀφράστως

### 1260.4

ἀέλπτως τ’ ἐσεῖδον.

### 1260.5

ΟΡ.Τότ’ εἶδες, ὅτε θεοί μ’ ⏑ – ⏑ – ⏑ –

### 1264

⏑ – ⏑ – ⏑ – ⏑ ὤτρυναν μολεῖν.

### 1265.1

ΗΛ.Ἔφρασας ὑπερτέραν

### 1265.2

τᾶς πάρος ἔτι χάριτος, εἴ σε θεὸς ἐπόρισεν

### 1265.3

ἁμέτερα πρὸς μέλαθρα· δαιμόνιον

### 1270.1

αὐτὸ τίθημ’ ἐγώ.

### 1270.2

ΟΡ.Τὰ μέν ς’ ὀκνῶ χαίρουσαν εἰργαθεῖν, τὰ δὲ

### 1270.3

δέδοικα λίαν ἡδονῇ νικωμένην.

### 1272.1

ΗΛ.Ἰὼ χρόνῳ μακρῷ φιλτάταν ὁδὸνEpode.

### 1272.2

ἐπαξιώσας ὧδέ μοι φανῆναι,

### 1275.1

μή τί με, πολύπονον ὧδ’ ἰδὼν—

### 1275.2

ΟΡ.Τί μὴ ποήσω;

### 1276.1

ΗΛ.μή μ’ ἀποστερήσῃς

### 1276.2

τῶν σῶν προσώπων ἡδονὰν μεθέσθαι.

### 1276.3

ΟΡ.Ἦ κάρτα κἂν ἄλλοισι θυμοίμην ἰδών.

### 1276.4

ΗΛ.Ξυναινεῖς;

### 1280.1

ΟΡ.Τί μὴν οὔ;

### 1280.2

ΗΛ.Ὦ φίλ’, ἔκλυον ἃν ἐγὼ οὐδ’ ἂν ἤλπις’ αὐδάν·

### 1280.3

ἔσχον ὀργὰν ἄναυδον

### 1284

οὐδὲ σὺν βοᾷ κλύους’ ἁ τάλαινα.

### 1285.1

Νῦν δ’ ἔχω σε· προὐφάνης δὲ

### 1285.2

φιλτάταν ἔχων πρόσοψιν,

### unit_336.1

ἇς ἐγὼ οὐδ’ ἂν ἐν κακοῖς λαθοίμαν.

### unit_336.2

ΟΡ.Τὰ μὲν περισσεύοντα τῶν λόγων ἄφες,

### unit_336.3

καὶ μήτε μήτηρ ὡς κακὴ δίδασκέ με

### 1290.1

μήθ’ ὡς πατρῴαν κτῆσιν Αἴγισθος δόμων

### 1290.2

ἀντλεῖ, τὰ δ’ ἐκχεῖ, τὰ δὲ διασπείρει μάτην·

### 1290.3

χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργοι λόγος.

### 1290.4

Ἃ δ’ ἁρμόσει μοι τῷ παρόντι νῦν χρόνῳ

### 1290.5

σήμαιν’, ὅπου φανέντες ἢ κεκρυμμένοι

### 1295.1

γελῶντας ἐχθροὺς παύσομεν τῇ νῦν ὁδῷ.

### 1295.2

Οὕτω δ’ ὅπως μήτηρ σε μὴ ’πιγνώσεται

### 1295.3

φαιδρῷ προσώπῳ νῷν ἐπελθόντοιν δόμους·

### 1295.4

ἀλλ’ ὡς ἐπ’ ἄτῃ τῇ μάτην λελεγμένῃ

### 1295.5

στέναζ’· ὅταν γὰρ εὐτυχήσωμεν, τότε

### unit_339.1

χαίρειν παρέσται καὶ γελᾶν ἐλευθέρως.

### unit_339.2

ΗΛ.Ἀλλ’, ὦ κασίγνηθ’ ὧδ’ ὅπως καὶ σοὶ φίλον,

### unit_339.3

καὶ τοὐμὸν ἔσται τῇδ’· ἐπεὶ τὰς ἡδονὰς

### unit_339.4

πρὸς σοῦ λαβοῦσα κοὐκ ἐμὰς ἐκτησάμην.

### unit_339.5

Κοὐδ’ ἄν σε λυπήσασα δεξαίμην βραχὺ

### 1305.1

αὐτὴ μέγ’ εὑρεῖν κέρδος· οὐ γὰρ ἂν καλῶς

### 1305.2

ὑπηρετοίμην τῷ παρόντι δαίμονι.

### 1305.3

Ἀλλ’ οἶσθα μὲν τἀνθένδε, πῶς γὰρ οὔ; κλύων

### 1305.4

ὁθούνεκ’ Αἴγισθος μὲν οὐ κατὰ στέγας,

### 1305.5

μήτηρ δ’ ἐν οἴκοις· ἣν σὺ μὴ δείσῃς ποθ’ ὡς

### 1310.1

γέλωτι τοὐμὸν φαιδρὸν ὄψεται κάρα·

### 1310.2

μῖσός τε γὰρ παλαιὸν ἐντέτηκέ μοι,

### 1310.3

κἀπεί ς’ ἐσεῖδον, οὔ ποτ’ ἐκλήξω χαρᾶς

### 1310.4

δακρυρροοῦσα. Πῶς γὰρ ἂν λήξαιμ’ ἐγώ,

### unit_342

ἥτις μιᾷ σε τῇδ’ ὁδῷ θανόντα τε

### 1315.1

καὶ ζῶντ’ ἐσεῖδον; εἴργασαι δέ μ’ ἄσκοπα,

### 1315.2

ὥστ’, εἰ πατήρ μοι ζῶν ἵκοιτο, μηκέτ’ ἂν

### 1315.3

τέρας νομίζειν αὐτό, πιστεύειν δ’ ὁρᾶν.

### 1315.4

Ὅτ’ οὖν τοιαύτην ἡμὶν ἐξήκεις ὁδὸν,

### 1315.5

ἄρχ’ αὐτὸς ὥς σοι θυμός· ὡς ἐγὼ μόνη

### 1320.1

οὐκ ἂν δυοῖν ἥμαρτον· ἢ γὰρ ἂν καλῶς

### 1320.2

ἔσως’ ἐμαυτήν, ἢ καλῶς ἀπωλόμην.

### 1320.3

ΟΡ.Σιγᾶν ἐπῄνες’· ὡς ἐπ’ ἐξόδῳ κλύω

### 1320.4

τῶν ἔνδοθεν χωροῦντος.

### 1323.1

ΗΛ.Εἴσιτ’, ὦ ξένοι,

### 1323.2

ἄλλως τε καὶ φέροντες οἷ’ ἂν οὔτε τις

### 1325.1

δόμων ἀπώσαιτ’ οὔτ’ ἂν ἡσθείη λαβών.

### 1325.2

ΠΑ.Ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι,

### 1325.3

πότερα παρ’ οὐδὲν τοῦ βίου κήδεσθ’ ἔτι;

### 1325.4

ἢ νοῦς ἔνεστιν οὔτις ὑμὶν ἐγγενὴς,

### 1325.5

ὅτ’ οὐ παρ’ αὐτοῖς, ἀλλ’ ἐν αὐτοῖσιν κακοῖς

### 1330.1

τοῖσιν μεγίστοις ὄντες οὐ γιγνώσκετε;

### 1330.2

Ἀλλ’ εἰ σταθμοῖσι τοῖσδε μὴ ’κύρουν ἐγὼ

### 1330.3

πάλαι φυλάσσων, ἦν ἂν ὑμὶν ἐν δόμοις

### 1330.4

τὰ δρώμεν’ ὑμῶν πρόσθεν ἢ τὰ σώματα·

### 1330.5

νῦν δ’ εὐλάβειαν τῶνδε προὐθέμην ἐγώ.

### 1335.1

Καὶ νῦν, ἀπαλλαχθέντε τῶν μακρῶν λόγων

### 1335.2

καὶ τῆς ἀπλήστου τῆσδε σὺν χαρᾷ βοῆς,

### 1335.3

εἴσω παρέλθεθ’· ὡς τὸ μὲν μέλλειν κακὸν

### 1335.4

ἐν τοῖς τοιούτοις ἔστ’, ἀπηλλάχθαι δ’ ἀκμή.

### 1335.5

ΟΡ.Πῶς οὖν ἔχει τἀντεῦθεν εἰσιόντι μοι;

### 1340.1

ΠΑ.Καλῶς· ὑπάρχει γάρ σε μὴ γνῶναί τινα.

### 1340.2

ΟΡ.Ἤγγειλας, ὡς ἔοικεν, ὡς τεθνηκότα.

### 1340.3

ΠΑ.Εἷς τῶν ἐν Ἅιδου μάνθαν’ ἐνθάδ’ ὢν ἀνήρ.

### 1340.4

ΟΡ.Χαίρουσιν ἐν τούτοισιν; ἢ τίνες λόγοι;

### 1340.5

ΠΑ.Τελουμένων εἴποιμ’ ἄν· ὡς δὲ νῦν ἔχει,

### 1345.1

καλῶς τὰ κείνων πάντα, καὶ τὰ μὴ καλῶς.

### 1345.2

ΗΛ.Τίς οὗτός ἐστ’, ἀδελφέ; πρὸς θεῶν, φράσον.

### 1345.3

ΟΡ.Οὐχὶ ξυνίης;

### 1347.1

ΗΛ.Οὐδέ γ’ ἐς θυμὸν φέρω.

### 1347.2

ΟΡ.Οὐκ οἶσθ’ ὅτῳ μ’ ἔδωκας ἐς χέρας ποτέ;

### 1347.3

ΗΛ.Ποίῳ; τί φωνεῖς;

### 1349

ΟΡ.Οὗ τὸ Φωκέων πέδον

### unit_353.1

ὑπεξεπέμφθην σῇ προμηθίᾳ χεροῖν.

### unit_353.2

ΗΛ.Ἦ κεῖνος οὗτος ὅν ποτ’ ἐκ πολλῶν ἐγὼ

### unit_353.3

μόνον προσεῦρον πιστὸν ἐν πατρὸς φόνῳ;

### unit_353.4

ΟΡ.Ὅδ’ ἐστί· μή μ’ ἔλεγχε πλείοσιν λόγοις.

### unit_353.5

ΗΛ.Ὦ φίλτατον φῶς, ὦ μόνος σωτὴρ δόμων

### 1355.1

Ἀγαμέμνονος, πῶς ἦλθες; ἦ σὺ κεῖνος εἶ

### 1355.2

ὃς τόνδε κἄμ’ ἔσωσας ἐκ πολλῶν πόνων;

### 1355.3

Ὦ φίλταται μὲν χεῖρες, ἥδιστον δ’ ἔχων

### 1355.4

ποδῶν ὑπηρέτημα, πῶς οὕτω πάλαι

### 1355.5

ξυνών μ’ ἔληθες οὐδ’ ἔφαινες, ἀλλά με

### 1360.1

λόγοις ἀπώλλυς, ἔργ’ ἔχων ἥδιστ’ ἐμοί;

### 1360.2

Χαῖρ’, ὦ πάτερ· πατέρα γὰρ εἰσορᾶν δοκῶ·

### 1360.3

χαῖρ’· ἴσθι δ’ ὡς μάλιστά ς’ ἀνθρώπων ἐγὼ

### 1360.4

ἤχθηρα κἀφίλης’ ἐν ἡμέρᾳ μιᾷ.

### 1360.5

ΠΑ.Ἀρκεῖν δοκεῖ μοι· τοὺς γὰρ ἐν μέσῳ λόγους,

### 1365.1

πολλαὶ κυκλοῦνται νύκτες ἡμέραι τ’ ἴσαι

### 1365.2

αἳ ταῦτά σοι δείξουσιν, Ἠλέκτρα, σαφῆ.

### 1365.3

Σφῷν δ’ ἐννέπω γε τοῖν παρεστώτοιν ὅτι

### 1365.4

νῦν καιρὸς ἔρδειν· νῦν Κλυταιμήστρα μόνη,

### 1365.5

νῦν οὔτις ἀνδρῶν ἔνδον· εἰ δ’ ἐφέξετον,

### 1370.1

φροντίζεθ’ ὡς τούτοις τε καὶ σοφωτέροις

### 1370.2

ἄλλοισι τούτων πλείοσιν μαχούμενοι.

### 1370.3

ΟΡ.Οὐκ ἂν μακρῶν ἔθ’ ἡμὶν οὐδὲν ἂν λόγων,

### 1370.4

Πυλάδη, τόδ’ εἴη τοὔργον, ἀλλ’ ὅσον τάχος

### 1370.5

χωρεῖν ἔσω, πατρῷα προσκύσανθ’ ἕδη

### 1375.1

θεῶν, ὅσοι〈περ〉 πρόπυλα ναίουσιν τάδε.

### 1375.2

ΗΛ.Ἄναξ Ἄπολλον, ἵλεως αὐτοῖν κλύε,

### 1375.3

ἐμοῦ τε πρὸς τούτοισιν, ἥ σε πολλὰ δὴ

### 1375.4

ἀφ’ ὧν ἔχοιμι λιπαρεῖ προὔστην χερί.

### 1375.5

Νῦν δ’, ὦ Λύκει’ Ἄπολλον, ἐξ οἵων ἔχω

### 1380.1

αἰτῶ, προπίτνω, λίσσομαι, γενοῦ πρόφρων

### 1380.2

ἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων,

### 1380.3

καὶ δεῖξον ἀνθρώποισι τἀπιτίμια

### 1380.4

τῆς δυσσεβείας οἷα δωροῦνται θεοί.

### 1383

ΧΟ.Ἴδεθ’ ὅπου προνέμεταιStr.

### 1385.1

τὸ δυσέριστον αἷμα φυσῶν Ἄρης·

### 1385.2

βεβᾶσιν ἄρτι δωμάτων ὑπόστεγοι

### 1385.3

μετάδρομοι κακῶν πανουργημάτων

### 1385.4

ἄφυκτοι κύνες·

### 1385.5

ὥστ’ οὐ μακρὰν ἔτ’ ἀμμενεῖ

### 1390.1

τοὐμὸν φρενῶν ὄνειρον αἰωρούμενον.

### 1390.2

Παράγεται γὰρ ἐνέρωνAnt.

### 1390.3

δολιόπους ἀρωγὸς εἴσω στέγας,

### 1390.4

ἀρχαιόπλουτα πατρὸς εἰς ἑδώλια,

### 1390.5

νεακόνητον αἷμα χειροῖν ἔχων·

### 1395.1

ὁ Μαίας δὲ παῖς

### 1395.2

Ἑρμῆς σφ’ ἄγει δόλον σκότῳ

### 1395.3

κρύψας πρὸς αὐτὸ τέρμα κοὐκέτ’ ἀμμένει.

### 1397.1

ΗΛ.Ὦ φίλταται γυναῖκες, ἅνδρες αὐτίκα

### 1397.2

τελοῦσι τοὔργον· ἀλλὰ σῖγα πρόσμενε.

### unit_365

ΧΟ.Πῶς δή; τί νῦν πράσσουσιν;

### unit_366.1

ΗΛ.Ἡ μὲν ἐς τάφον

### unit_366.2

λέβητα κοσμεῖ, τὼ δ’ ἐφέστατον πέλας.

### unit_366.3

ΧΟ.Σὺ δ’ ἐκτὸς ᾖξας πρὸς τί;

### 1402.1

ΗΛ.Φρουρήσους’ ὅπως

### 1402.2

Αἴγισθος 〈αὖθισ〉 μὴ λάθῃ μολὼν ἔσω.

### 1402.3

ΚΛ.Αἰαῖ. Ἰὼ στέγαι

### 1405.1

φίλων ἔρημοι, τῶν δ’ ἀπολλύντων πλέαι.

### 1405.2

ΗΛ.Βοᾷ τις ἔνδον· οὐκ ἀκούετ’, ὦ φίλαι;

### 1406.1

ΧΟ.Ἤκους’ ἀνήκουστα δύστανος, ὥστε φρῖξαι.Str.

### 1406.2

ΚΛ.Οἴμοι τάλαιν’· Αἴγισθε, ποῦ ποτ’ ὢν κυρεῖς;

### 1406.3

ΗΛ.Ἰδοὺ μάλ’ αὖ θροεῖ τις.

### 1410.1

ΚΛ.Ὦ τέκνον, τέκνον,

### 1410.2

οἴκτιρε τὴν τεκοῦσαν.

### 1411

ΗΛ.Ἀλλ’ οὐκ ἐκ σέθεν

### unit_372.1

ᾠκτίρεθ’ οὗτος οὔθ’ ὁ γεννήσας πατήρ.

### unit_372.2

ΧΟ.Ὦ πόλις, ὦ γενεὰ τάλαινα, νῦν σοι

### unit_372.3

μοῖρα καθαμερία φθίνει, φθίνει.

### 1415

ΚΛ.Ὤμοι πέπληγμαι.

### 1415.1

ΗΛ.Παῖσον, εἰ σθένεις, διπλῆν.

### 1415.2

ΚΛ.Ὤμοι μάλ’ αὖθις.

### 1416

ΗΛ.Εἰ γὰρ Αἰγίσθῳ θ’ ὁμοῦ.

### 1417-1418

ΧΟ.Τελοῦς’ ἀραί· ζῶσιν οἱ γᾶς ὑπαὶ κείμενοι·

### 1420.1

παλίρρυτον γὰρ αἷμ’ ὑπεξαιροῦσι τῶν

### 1420.2

κτανόντων οἱ πάλαι θανόντες.

### 1420.3

ΧΟ.Καὶ μὴν πάρεισιν οἵδε· φοινία δὲ χεὶρ

### 1420.4

στάζει θυηλῆς Ἄρεος, οὐδ’ ἔχω ψέγειν.

### 1420.5

ΗΛ.Ὀρέστα, πῶς κυρεῖ〈τε〉;

### 1424

ΟΡ.Τἀν δόμοισι μὲν

### 1425.1

καλῶς, Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν.

### 1425.2

ΗΛ.Τέθνηκεν ἡ τάλαινα;

### 1426.1

ΟΡ.Μηκέτ’ ἐκφοβοῦ

### 1426.2

μητρῷον ὥς σε λῆμ’ ἀτιμάσει ποτέ.

### 1426.3

ΗΛ.⏑ – ⏑ – ⏑ –

### 1428

⏑ – ⏑ – ⏑ – ⏑ – ⏑ – ⏑ –

### 1428

ΟΡ.⏑ – ⏑ – ⏑ – ⏑ – ⏑ – ⏑ –

### 1428

ΧΟ.Παύσασθε. Λεύσσω γὰρ Αἴγισθον ἐκ προδήλου.Ant.

### 1429

ΟΡ.⏑ – ⏑ – ⏑ – ⏑ – ⏑ – ⏑ –

### 1430

ΗΛ.Ὦ παῖδες, οὐκ ἄψορρον;

### 1430.1

ΟΡ.Εἰσορᾶτέ που

### 1430.2

τὸν ἄνδρ’; ἐφ’ ἡμῖν οὗτος;

### 1431.1

ΗΛ.Ἐκ προαστίου

### 1431.2

χωρεῖ γεγηθὼς – ⏑ – ⏑ – ⏑ –

### 1431.3

ΧΟ.Βᾶτε κατ’ ἀντιθύρων ὅσον τάχιστα,

### 1431.4

νῦν, τὰ πρὶν εὖ θέμενοι, τάδ’ ὡς πάλιν.

### 1435

ΟΡ.Θάρσει, τελοῦμεν.

### 1435.1

ΗΛ.Ἧι νοεῖς ἔπειγέ νυν.

### 1435.2

ΟΡ.Καὶ δὴ βέβηκα.

### 1436.1

ΗΛ.Τἀνθάδ’ ἂν μέλοιτ’ ἐμοί.

### 1436.2

ΧΟ.Δι’ ὠτὸς ἂν παῦρά γ’ ὡς ἠπίως ἐννέπειν

### 1440.1

πρὸς ἄνδρα τόνδε συμφέροι, λαθραῖον ὡς

### 1440.2

ὀρούσῃ πρὸς δίκας ἀγῶνα.

### 1441

ΑΙΓΙΣΘΟΣ

### 1442.1

Τίς οἶδεν ὑμῶν ποῦ ποθ’ οἱ Φωκῆς ξένοι

### 1442.2

οὕς φας’ Ὀρέστην ἡμὶν ἀγγεῖλαι βίον

### 1442.3

λελοιπόθ’ ἱππικοῖσιν ἐν ναυαγίοις;

### 1445.1

Σέ τοι, σὲ κρίνω, ναὶ σὲ τὴν ἐν τῷ πάρος

### 1445.2

χρόνῳ θρασεῖαν· ὡς μάλιστά σοι μέλειν

### 1445.3

οἶμαι, μάλιστα δ’ ἂν κατειδυῖαν φράσαι.

### 1445.4

ΗΛ.Ἔξοιδα· πῶς γὰρ οὐχί; συμφορᾶς γὰρ ἂν

### unit_395

ἔξωθεν εἴην τῶν ἐμῶν γε φιλτάτων.

### unit_396.1

ΑΙ.Ποῦ δῆτ’ ἂν εἶεν οἱ ξένοι; δίδασκέ με.

### unit_396.2

ΗΛ.Ἔνδον· φίλης γὰρ προξένου κατήνυσαν.

### unit_396.3

ΑΙ.Ἦ καὶ θανόντ’ ἤγγειλαν ὡς ἐτητύμως;

### unit_396.4

ΗΛ.Οὔκ, ἀλλὰ κἀπέδειξαν, οὐ λόγῳ μόνον.

### unit_396.5

ΑΙ.Πάρεστ’ ἄρ’ ἡμῖν ὥστε κἀμφανῆ μαθεῖν;

### 1455.1

ΗΛ.Πάρεστι δῆτα καὶ μάλ’ ἄζηλος θέα.

### 1455.2

ΑΙ.Ἦ πολλὰ χαίρειν μ’ εἶπας οὐκ εἰωθότως.

### 1455.3

ΗΛ.Χαίροις ἄν, εἴ σοι χαρτὰ τυγχάνει τάδε.

### 1455.4

ΑΙ.Σιγᾶν ἄνωγα κἀναδεικνύναι πύλας

### 1455.5

πᾶσιν Μυκηναίοισιν Ἀργείοις θ’ ὁρᾶν,

### 1460.1

ὡς εἴ τις αὐτῶν ἐλπίσιν κεναῖς πάρος

### 1460.2

ἐξῄρετ’ ἀνδρὸς τοῦδε, νῦν ὁρῶν νεκρὸν

### 1460.3

στόμια δέχηται τἀμά, μηδὲ πρὸς βίαν

### 1460.4

ἐμοῦ κολαστοῦ προστυχὼν φύσῃ φρένας.

### 1460.5

ΗΛ.Καὶ δὴ τελεῖται τἀπ’ ἐμοῦ· τῷ γὰρ χρόνῳ

### 1465.1

νοῦν ἔσχον, ὥστε συμφέρειν τοῖς κρείσσοσιν.

### 1465.2

ΑΙ.Ὦ Ζεῦ, δέδορκα φάσμ’ ἄνευ φθόνου μὲν οὐ

### 1465.3

πεπτωκός· εἰ δ’ ἔπεστι νέμεσις, οὐ λέγω.

### 1465.4

Χαλᾶτε πᾶν κάλυμμ’ ἀπ’ ὀφθαλμῶν, ὅπως

### 1465.5

τὸ συγγενές γε κἀπ’ ἐμοῦ θρήνων τύχῃ.

### 1470.1

ΟΡ.Αὐτὸς σὺ βάσταζ’· οὐκ ἐμὸν τόδ’, ἀλλὰ σόν,

### 1470.2

τὸ ταῦθ’ ὁρᾶν τε καὶ προσηγορεῖν φίλους.

### 1470.3

ΑΙ.Ἀλλ’ εὖ παραινεῖς κἀπιπείσομαι· σὺ δέ,

### unit_401.1

εἴ που κατ’ οἶκόν μοι Κλυταιμήστρα, κάλει.

### unit_401.2

ΟΡ.Αὕτη πέλας σοῦ· μηκέτ’ ἄλλοσε σκόπει.

### 1475

ΑΙ.Οἴμοι, τί λεύσσω;

### 1475.1

ΟΡ.Τίνα φοβῇ; τίν’ ἀγνοεῖς;

### 1475.2

ΑΙ.Τίνων ποτ’ ἀνδρῶν ἐν μέσοις ἀρκυστάτοις

### 1475.3

πέπτωχ’ ὁ τλήμων;

### 1477.1

ΟΡ.Οὐ γὰρ αἰσθάνῃ πάλαι

### 1477.2

ζῶν τοῖς θανοῦσιν οὕνεκ’ ἀνταυδᾷς ἴσα;

### 1477.3

ΑΙ.Οἴμοι, ξυνῆκα τοὔπος· οὐ γὰρ ἔσθ’ ὅπως

### 1480.1

ὅδ’ οὐκ Ὀρέστης ἔσθ’ ὁ προσφωνῶν ἐμέ.

### 1480.2

ΟΡ.Καὶ μάντις ὢν ἄριστος ἐσφάλλου πάλαι;

### 1480.3

ΑΙ.Ὄλωλα δὴ δείλαιος. Ἀλλά μοι πάρες

### 1480.4

κἂν σμικρὸν εἰπεῖν.

### 1483.1

ΗΛ.Μὴ πέρα λέγειν ἔα,

### 1483.2

πρὸς θεῶν, ἀδελφέ, μηδὲ μηκύνειν λόγους.

### 1485.1

Τί γὰρ βροτῶν ἂν σὺν κακοῖς μεμιγμένων

### 1485.2

θνῄσκειν ὁ μέλλων τοῦ χρόνου κέρδος φέροι;

### 1485.3

Ἀλλ’ ὡς τάχιστα κτεῖνε, καὶ κτανὼν πρόθες

### 1485.4

ταφεῦσιν ὧν τόνδ’ εἰκός ἐστι τυγχάνειν,

### 1485.5

ἄποπτον ἡμῶν· ὡς ἐμοὶ τόδ’ ἂν κακῶν

### 1490.1

μόνον γένοιτο τῶν πάλαι λυτήριον.

### 1490.2

ΟΡ.Χωροῖς ἂν εἴσω σὺν τάχει· λόγων γὰρ οὐ

### 1490.3

νῦν ἐστιν ἁγών, ἀλλὰ σῆς ψυχῆς πέρι.

### 1490.4

ΑΙ.Τί δ’ ἐς δόμους ἄγεις με; πῶς, τόδ’ εἰ καλὸν

### 1490.5

τοὔργον, σκότου δεῖ, κοὐ πρόχειρος εἶ κτανεῖν;

### 1495

ΟΡ.Μὴ τάσσε· χώρει δ’ ἔνθαπερ κατέκτανες

### unit_410.1

πατέρα τὸν ἀμόν, ὡς 〈ἂν〉 ἐν ταὐτῷ θάνῃς.

### unit_410.2

ΑΙ.Ἦ πᾶς’ ἀνάγκη τήνδε τὴν στέγην ἰδεῖν

### unit_410.3

τά τ’ ὄντα καὶ μέλλοντα Πελοπιδῶν κακά;

### unit_410.4

ΟΡ.Τὰ γοῦν ς’· ἐγώ σοι μάντις εἰμὶ τῶνδ’ ἄκρος.

### unit_411.1

ΑΙ.Ἀλλ’ οὐ πατρῴαν τὴν τέχνην ἐκόμπασας.

### unit_411.2

ΟΡ.Πόλλ’ ἀντιφωνεῖς, ἡ δ’ ὁδὸς βραδύνεται·

### unit_411.3

ἀλλ’ ἕρφ’.

### 1502

ΑΙ.Ὑφηγοῦ.

### 1502.1

ΟΡ.Σοὶ βαδιστέον πάρος.

### 1502.2

ΑΙ.Ἦ μὴ φύγω σε;

### 1503.1

ΟΡ.Μὴ μὲν οὖν καθ’ ἡδονὴν

### 1503.2

θάνῃς· φυλάξαι δεῖ με τοῦτό σοι πικρόν.

### 1505.1

Χρῆν δ’ εὐθὺς εἶναι τήνδε τοῖς πᾶσιν δίκην,

### 1505.2

ὅστις πέρα πράσσειν γε τῶν νόμων θέλει,

### 1505.3

κτείνειν· τὸ γὰρ πανοῦργον οὐκ ἂν ἦν πολύ.

### 1505.4

ΧΟ.Ὦ σπέρμ’ Ἀτρέως, ὡς πολλὰ παθὸν

### 1505.5

δι’ ἐλευθερίας μόλις ἐξῆλθες

### 1510

τῇ νῦν ὁρμῇ τελεωθέν.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/sophocles-electra-buo-aj.json (sha256:59337037e51ffacc081df006389482b6dd01afaf1139de1d194e6b6497539b0b). Cite as `eul_wid: buo-aj`.
