---
title: Antigone
title_greek: Ἀντιγόνη
author: Sophocles
eul_wid: buo-ah
eul_aid: buo
canonical: "https://eulogikon.org/grc/sophocles/antigone"
canonical_json: "https://eulogikon.org/data/works/grc/sophocles-antigone-buo-ah.json"
sha256: "44684c576ae1922ffebff334c27e0bddd66a863717031a847267b19bf70c202d"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: CC0-1.0
---

# Antigone

*Ἀντιγόνη*

**Author:** Sophocles

**eul_wid:** `buo-ah` · [HTML page](https://eulogikon.org/grc/sophocles/antigone) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/sophocles-antigone-buo-ah.json)

## Text

### 1

ΑΝΤΙΓΟΝΗ

### 1.1

Ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα,

### 1.2

ἆρ’ οἶσθ’ ὅ τι Ζεὺς τῶν ἀπ’ Οἰδίπου κακῶν

### 1.3

ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ;

### 1.4

Οὐδὲν γὰρ οὔτ’ ἀλγεινὸν οὔτ’ ἄτης ἄτερ

### 5.1

οὔτ’ αἰσχρὸν οὔτ’ ἄτιμόν ἐσθ’ ὁποῖον οὐ

### 5.2

τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπ’ ἐγὼ κακῶν.

### 5.3

Καὶ νῦν τί τοῦτ’ αὖ φασι πανδήμῳ πόλει

### 5.4

κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως;

### 5.5

Ἔχεις τι κεἰσήκουσας; ἤ σε λανθάνει

### 10.1

πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά;

### 10.2

ΙΣΜΗΝΗ

### 11.1

Ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη, φίλων

### 11.2

οὔθ’ ἡδὺς οὔτ’ ἀλγεινὸς ἵκετ’, ἐξ ὅτου

### 11.3

δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο

### 11.4

μιᾷ θανόντων ἡμέρᾳ διπλῇ χερί·

### 15.1

ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς

### 15.2

ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδ’ ὑπέρτερον,

### 15.3

οὔτ’ εὐτυχοῦσα μᾶλλον οὔτ’ ἀτωμένη.

### 15.4

ΑΝ.Ἤιδη καλῶς καί ς’ ἐκτὸς αὐλείων πυλῶν

### 15.5

τοῦδ’ οὕνεκ’ ἐξέπεμπον, ὡς μόνη κλύοις.

### 20.1

ΙΣ.Τί δ’ ἔστι; δηλοῖς γάρ τι καλχαίνους’ ἔπος.

### 20.2

ΑΝ.Οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων

### 20.3

τὸν μὲν προτίσας, τὸν δ’ ἀτιμάσας ἔχει;

### 20.4

Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκῃ

### 20.5

χρῆσθαι δικαιῶν καὶ νόμῳ, κατὰ χθονὸς

### 25.1

ἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς·

### 25.2

τὸν δ’ ἀθλίως θανόντα Πολυνείκους νέκυν

### 25.3

ἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴ

### 25.4

τάφῳ καλύψαι μηδὲ κωκῦσαί τινα,

### 25.5

ἐᾶν δ’ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν

### 30.1

θησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς.

### 30.2

Τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ

### 30.3

κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντ’ ἔχειν,

### 30.4

καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσιν

### 30.5

σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμ’ ἄγειν

### 35.1

οὐχ ὡς παρ’ οὐδέν, ἀλλ’ ὃς ἂν τούτων τι δρᾷ

### 35.2

φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει.

### 35.3

Οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα

### 35.4

εἴτ’ εὐγενὴς πέφυκας εἴτ’ ἐσθλῶν κακή.

### 35.5

ΙΣ.Τί δ’, ὦ ταλαῖφρον, εἰ τάδ’ ἐν τούτοις, ἐγὼ

### 40.1

λύους’ ἂν εἴθ’ ἅπτουσα προσθείμην πλέον;

### 40.2

ΑΝ.Εἰ ξυμπονήσεις καὶ ξυνεργάσῃ σκόπει.

### 40.3

ΙΣ.Ποῖόν τι κινδύνευμα; ποῖ γνώμης ποτ’ εἶ;

### 40.4

ΑΝ.Εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί.

### 40.5

ΙΣ.Ἦ γὰρ νοεῖς θάπτειν σφ’, ἀπόρρητον πόλει;

### 45.1

ΑΝ.Τὸν γοῦν ἐμὸν καὶ τὸν σόν, ἢν σὺ μὴ θέλῃς, ἀδελφόν· οὐ γὰρ δὴ προδοῦς’ ἁλώσομαι.

### 45.2

ΙΣ.Ὦ σχετλία, Κρέοντος ἀντειρηκότος;

### 45.3

ΑΝ.Ἀλλ’ οὐδὲν αὐτῷ τῶν ἐμῶν 〈μ’〉 εἴργειν μέτα.

### 45.4

ΙΣ.Οἴμοι· φρόνησον, ὦ κασιγνήτη, πατὴρ

### unit_13.1

ὡς νῷν ἀπεχθὴς δυσκλεής τ’ ἀπώλετο,

### unit_13.2

πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς

### unit_13.3

ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί·

### unit_13.4

ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος,

### unit_13.5

πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον·

### 55.1

τρίτον δ’ ἀδελφὼ δύο μίαν καθ’ ἡμέραν

### 55.2

αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον

### 55.3

κοινὸν κατειργάσαντ’ ἐπαλλήλοιν χεροῖν.

### 55.4

Νῦν δ’ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει

### 55.5

ὅσῳ κάκιστ’ ὀλούμεθ’, εἰ νόμου βίᾳ

### 60.1

ψῆφον τυράννων ἢ κράτη παρέξιμεν.

### 60.2

Ἀλλ’ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχ’ ὅτι

### 60.3

ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα·

### 60.4

ἔπειτα δ’ οὕνεκ’ ἀρχόμεσθ’ ἐκ κρεισσόνων

### 60.5

καὶ ταῦτ’ ἀκούειν κἄτι τῶνδ’ ἀλγίονα.

### 65.1

Ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς

### 65.2

ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε,

### 65.3

τοῖς ἐν τέλει βεβῶσι πείσομαι· τὸ γὰρ

### 65.4

περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα.

### 65.5

ΑΝ.Οὔτ’ ἂν κελεύσαιμ’ οὔτ’ ἄν, εἰ θέλοις ἔτι

### 70.1

πράσσειν, ἐμοῦ γ’ ἂν ἡδέως δρῴης μέτα.

### 70.2

Ἀλλ’ ἴσθ’ ὁποία σοι δοκεῖ, κεῖνον δ’ ἐγὼ

### 70.3

θάψω· καλόν μοι τοῦτο ποιούσῃ θανεῖν.

### 70.4

Φίλη μετ’ αὐτοῦ κείσομαι, φίλου μέτα,

### unit_18

ὅσια πανουργήσας’· ἐπεὶ πλείων χρόνος

### 75.1

ὃν δεῖ μ’ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε.

### 75.2

Ἐκεῖ γὰρ αἰεὶ κείσομαι· σοὶ δ’ εἰ δοκεῖ,

### 75.3

τὰ τῶν θεῶν ἔντιμ’ ἀτιμάσας’ ἔχε.

### 75.4

ΙΣ.Ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ

### 75.5

βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος.

### 80.1

ΑΝ.Σὺ μὲν τάδ’ ἂν προὔχοι’, ἐγὼ δὲ δὴ τάφον

### 80.2

χώσους’ ἀδελφῷ φιλτάτῳ πορεύσομαι.

### 80.3

ΙΣ.Οἴμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου.

### 80.4

ΑΝ.Μὴ ’μοῦ προτάρβει· τὸν σὸν ἐξόρθου πότμον.

### 80.5

ΙΣ.Ἀλλ’ οὖν προμηνύσῃς γε τοῦτο μηδενὶ

### 85.1

τοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δ’ αὕτως ἐγώ.

### 85.2

ΑΝ.Οἴμοι, καταύδα· πολλὸν ἐχθίων ἔσῃ

### 85.3

σιγῶς’, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε.

### 85.4

ΙΣ.Θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις.

### 85.5

ΑΝ.Ἀλλ’ οἶδ’ ἀρέσκους’ οἷς μάλισθ’ ἁδεῖν με χρή.

### 90.1

ΙΣ.Εἰ καὶ δυνήσῃ γ’· ἀλλ’ ἀμηχάνων ἐρᾷς.

### 90.2

ΑΝ.Οὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι.

### 90.3

ΙΣ.Ἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα.

### 90.4

ΑΝ.Εἰ ταῦτα λέξεις, ἐχθαρῇ μὲν ἐξ ἐμοῦ,

### 90.5

ἐχθρὰ δὲ τῷ θανόντι προσκείσῃ δίκῃ.

### 95.1

Ἀλλ’ ἔα με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίαν

### 95.2

παθεῖν τὸ δεινὸν τοῦτο· πείσομαι γὰρ οὐ

### 95.3

τοσοῦτον οὐδὲν ὥστε μὴ οὐ καλῶς θανεῖν.

### 95.4

ΙΣ.Ἀλλ’, εἰ δοκεῖ σοι, στεῖχε· τοῦτο δ’ ἴσθ’ ὅτι

### unit_24

ἄνους μὲν ἔρχῃ, τοῖς φίλοις δ’ ὀρθῶς φίλη.

### unit_25

ΧΟΡΟΣ

### unit_26.1

Ἀκτὶς ἀελίου, τὸ κάλ‐Str. 1.

### unit_26.2

λιστον ἑπταπύλῳ φανὲν

### unit_26.3

Θήβᾳ τῶν πρότερον φάος,

### unit_26.4

ἐφάνθης ποτ’, ὦ χρυσέας

### unit_26.5

ἁμέρας βλέφαρον, Διρκαί‐

### 105.1

ων ὑπὲρ ῥεέθρων μολοῦσα,

### 105.2

τὸν λεύκασπιν Ἀπιόθεν

### 105.3

φῶτα, βάντα πανσαγίᾳ

### 105.4

φυγάδα πρόδρομον, ὀξυτέρῳ

### 105.5

κινήσασα χαλινῷ.

### 110.1

Ὃν ἐφ’ ἡμετέρᾳ γῇ Πολυνείκης

### 110.2

ἀρθεὶς νεικέων ἐξ ἀμφιλόγων

### 110.3

〈ἤγαγεν ἐχθρόν· ὁ δ’〉 ὀξέα κλάζων

### 110.4

αἰετὸς εἰς γῆν ὣς ὑπερέπτη,

### 110.5

λευκῆς χιόνος πτέρυγι στεγανός,

### 115.1

πολλῶν μεθ’ ὅπλων

### 115.2

ξύν θ’ ἱπποκόμοις κορύθεσσιν.

### 116.1

Στὰς δ’ ὑπὲρ μελάθρων φονώ‐Ant. 1.

### 116.2

σαισιν ἀμφιχανὼν κύκλῳ

### 116.3

λόγχαις ἑπτάπυλον στόμα,

### 120.1

ἔβα πρίν ποθ’ ἁμετέρων

### 120.2

αἱμάτων γένυσιν πλησθῆ‐

### unit_32.1

ναί 〈τε〉 καὶ στεφάνωμα πύργων

### unit_32.2

πευκάενθ’ Ἥφαιστον ἑλεῖν.

### unit_32.3

Τοῖος ἀμφὶ νῶτ’ ἐτάθη

### 125.1

πάταγος Ἄρεος, ἀντιπάλου

### 125.2

δυσχείρωμα δράκοντος.

### 125.3

Ζεὺς γὰρ μεγάλης γλώσσης κόμπους

### 125.4

ὑπερεχθαίρει, καί σφας ἐσιδὼν

### 125.5

πολλῷ ῥεύματι προσνισσομένους,

### 130.1

χρυσοῦ καναχῆς ὑπεροπλίαις,

### 130.2

παλτῷ ῥιπτεῖ πυρὶ βαλβίδων

### 130.3

ἐπ’ ἄκρων ἤδη

### 130.4

νίκην ὁρμῶντ’ ἀλαλάξαι.

### 133

Ἀντιτύπᾳ δ’ ἐπὶ γᾷ πέσε τανταλωθεὶςStr. 2.

### 135.1

πυρφόρος ὃς τότε μαινομένᾳ ξὺν ὁρμᾷ

### 135.2

βακχεύων ἐπέπνει

### 135.3

ῥιπαῖς ἐχθίστων ἀνέμων.

### 135.4

Εἶχε δ’ ἄλλᾳ τὰ μέν,

### 135.5

ἄλλα δ’ ἐπ’ ἄλλοις ἐπενώμα στυφελί‐

### 140.1

ζων μέγας Ἄρης δεξιόσειρος.

### 140.2

Ἑπτὰ λοχαγοὶ γὰρ ἐφ’ ἑπτὰ πύλαις

### 140.3

ταχθέντες ἴσοι πρὸς ἴσους ἔλιπον

### 140.4

Ζηνὶ Τροπαίῳ πάγχαλκα τέλη,

### 140.5

πλὴν τοῖν στυγεροῖν, ὣ πατρὸς ἑνὸς

### 145.1

μητρός τε μιᾶς φύντε καθ’ αὑτοῖν

### 145.2

δικρατεῖς λόγχας στήσαντ’ ἔχετον

### unit_39.1

κοινοῦ θανάτου μέρος ἄμφω.

### unit_39.2

Ἀλλὰ γὰρ ἁ μεγαλώνυμος ἦλθε ΝίκαAnt. 2.

### unit_39.3

τᾷ πολυαρμάτῳ ἀντιχαρεῖσα Θήβᾳ,

### unit_40.1

ἐκ μὲν δὴ πολέμων

### unit_40.2

τῶν νῦν θέσθαι λησμοσύναν·

### unit_40.3

θεῶν δὲ ναοὺς χοροῖς

### unit_40.4

παννυχίοις πάτας ἐπέλθωμεν, ὁ Θή‐

### unit_40.5

βας δ’ ἐλελίχθων Βάκχιος ἄρχοι.

### 155.1

Ἀλλ’, ὅδε γὰρ δὴ βασιλεὺς χώρας,

### 155.2

Κρέων ὁ Μενοικέως 〈ταγὸσ〉 νεοχμὸς

### 155.3

νεαραῖσι θεῶν ἐπὶ συντυχίαις

### 155.4

χωρεῖ, τίνα δὴ μῆτιν ἐρέσσων,

### 155.5

ὅτι σύγκλητον τήνδε γερόντων

### 160.1

προὔθετο λέσχην,

### 160.2

κοινῷ κηρύγματι πέμψας.

### 161

ΚΡΕΩΝ

### 162.1

Ἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶ

### 162.2

πολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν·

### 162.3

ὑμᾶς δ’ ἐγὼ πομποῖσιν ἐκ πάντων δίχα

### 165.1

ἔστειλ’ ἱκέσθαι, τοῦτο μὲν τὰ Λαΐου

### 165.2

σέβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη,

### 165.3

τοῦτ’ αὖθις, ἡνίκ’ Οἰδίπους ὤρθου πόλιν

### 165.4

κἀπεὶ διώλετ’, ἀμφὶ τοὺς κείνων ἔτι

### 165.5

παῖδας μένοντας ἐμπέδοις φρονήμασιν.

### 170.1

Ὅτ’ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίαν

### 170.2

καθ’ ἡμέραν ὤλοντο παίσαντές τε καὶ

### 170.3

πληγέντες αὐτόχειρι σὺν μιάσματι,

### 170.4

ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχω

### 170.5

γένους κατ’ ἀγχιστεῖα τῶν ὀλωλότων.

### 175.1

Ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν

### 175.2

ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν

### 175.3

ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ.

### 175.4

Ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν

### 175.5

μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων,

### 180.1

ἀλλ’ ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας ἔχει,

### 180.2

κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ·

### 180.3

καὶ μείζον’ ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας

### 180.4

φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω.

### 180.5

Ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθ’ ὁρῶν ἀεί,

### 185.1

οὔτ’ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν

### 185.2

στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας,

### 185.3

οὔτ’ ἂν φίλον ποτ’ ἄνδρα δυσμενῆ χθονὸς

### 185.4

θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτι

### 185.5

ἥδ’ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπι

### 190.1

πλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα·

### 190.2

τοιοῖσδ’ ἐγὼ νόμοισι τήνδ’ αὔξω πόλιν.

### 190.3

Καὶ νῦν ἀδελφὰ τῶνδε κηρύξας ἔχω

### 190.4

ἀστοῖσι παίδων τῶν ἀπ’ Οἰδίπου πέρι·

### 190.5

Ἐτεοκλέα μέν, ὃς πόλεως ὑπερμαχῶν

### 195.1

ὄλωλε τῆσδε, πάντ’ ἀριστεύσας δορί,

### 195.2

τάφῳ τε κρύψαι καὶ τὰ πάντ’ ἀφαγνίσαι

### 195.3

ἃ τοῖς ἀρίστοις ἔρχεται κάτω νεκροῖς·

### 195.4

τὸν δ’ αὖ ξύναιμον τοῦδε, Πολυνείκην λέγω,

### 195.5

ὃς γῆν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς

### unit_52.1

φυγὰς κατελθὼν ἠθέλησε μὲν πυρὶ

### unit_52.2

πρῆσαι κατάκρας, ἠθέλησε δ’ αἵματος

### unit_52.3

κοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας ἄγειν,

### unit_53.1

τοῦτον πόλει τῇδ’ ἐκκεκήρυκται τάφῳ

### unit_53.2

μήτε κτερίζειν μήτε κωκῦσαί τινα,

### 205.1

ἐᾶν δ’ ἄθαπτον καὶ πρὸς οἰωνῶν δέμας

### 205.2

καὶ πρὸς κυνῶν ἐδεστὸν αἰκισθέν τ’ ἰδεῖν.

### 205.3

Τοιόνδ’ ἐμὸν φρόνημα, κοὔποτ’ ἔκ γ’ ἐμοῦ

### 205.4

τιμὴν προέξους’ οἱ κακοὶ τῶν ἐνδίκων.

### 205.5

Ἀλλ’ ὅστις εὔνους τῇδε τῇ πόλει, θανὼν

### 210.1

καὶ ζῶν ὁμοίως ἐξ ἐμοῦ τιμήσεται.

### 210.2

ΧΟ.Σοὶ ταῦτ’ ἀρέσκει, παῖ Μενοικέως, 〈παθεῖν〉,

### 210.3

τὸν τῇδε δύσνουν καὶ τὸν εὐμενῆ πόλει·

### 210.4

νόμῳ δὲ χρῆσθαι παντί πού γ’ ἔνεστί σοι

### 210.5

καὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι.

### 215.1

ΚΡ.Ὡς ἂν σκοποὶ νῦν ἦτε τῶν εἰρημένων—

### 215.2

ΧΟ.Νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες.

### 215.3

ΚΡ.Ἀλλ’ εἴς’ ἑτοῖμοι τοῦ νεκροῦ γ’ ἐπίσκοποι.

### 215.4

ΧΟ.Τί δῆτ’ ἂν ἄλλο τοῦτ’ ἐπεντέλλοις ἔτι;

### 215.5

ΚΡ.Τὸ μὴ ’πιχωρεῖν τοῖς ἀπιστοῦσιν τάδε.

### 220.1

ΧΟ.Οὐκ ἔστιν οὕτω μῶρος ὃς θανεῖν ἐρᾷ.

### 220.2

ΚΡ.Καὶ μὴν ὁ μισθός γ’ οὗτος· ἀλλ’ ὑπ’ ἐλπίδων

### 220.3

ἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν.

### 220.4

ΦΥΛΑΞ

### 223.1

Ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο

### 223.2

δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα.

### 225.1

Πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις,

### 225.2

ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν·

### unit_60.1

ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη·

### unit_60.2

«Τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην;

### unit_60.3

τλήμων, μενεῖς αὖ; κεἰ τάδ’ εἴσεται Κρέων

### 230.1

ἄλλου παρ’ ἀνδρός, πῶς σὺ δῆτ’ οὐκ ἀλγυνῇ;»

### 230.2

Τοιαῦθ’ ἑλίσσων ἤνυτον σχολῇ ταχύς,

### 230.3

χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά.

### 230.4

Τέλος γε μέντοι δεῦρ’ ἐνίκησεν μολεῖν

### 230.5

σοί, κεἰ τὸ μηδὲν ἐξερῶ, —φράσω δ’ ὅμως.

### 235.1

Τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος,

### 235.2

τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον.

### 235.3

ΚΡ.Τί δ’ ἐστὶν ἀνθ’ οὗ τήνδ’ ἔχεις ἀθυμίαν;

### 235.4

ΦΥ.Φράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ· τὸ γὰρ

### 235.5

πρᾶγμ’ οὔτ’ ἔδρας’ οὔτ’ εἶδον ὅστις ἦν ὁ δρῶν,

### 240.1

οὐδ’ ἂν δικαίως ἐς κακὸν πέσοιμί τι.

### 240.2

ΚΡ.Εὖ γε στοχάζῃ κἀποφράγνυσαι κύκλῳ

### 240.3

τὸ πρᾶγμα· δηλοῖς δ’ ὥς τι σημαίνων νέον.

### 240.4

ΦΥ.Τὰ δεινὰ γάρ τοι προστίθης’ ὄκνον πολύν.

### 240.5

ΚΡ.Οὔκουν ἐρεῖς ποτ’, εἶτ’ ἀπαλλαχθεὶς ἄπει;

### 245.1

ΦΥ.Καὶ δὴ λέγω σοι· τὸν νεκρόν τις ἀρτίως

### 245.2

θάψας βέβηκε κἀπὶ χρωτὶ διψίαν

### 245.3

κόνιν παλύνας κἀφαγιστεύσας ἃ χρή.

### 245.4

ΚΡ.Τί φῄς; τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε;

### 245.5

ΦΥ.Οὐκ οἶδ’· ἐκεῖ γὰρ οὔτε του γενῇδος ἦν

### unit_65.1

πλῆγμ’, οὐ δικέλλης ἐκβολή· στύφλος δὲ γῆ

### unit_65.2

καὶ χέρσος, ἀρρὼξ οὐδ’ ἐπημαξευμένη

### unit_65.3

τροχοῖσιν, ἀλλ’ ἄσημος οὑργάτης τις ἦν.

### unit_65.4

Ὅπως δ’ ὁ πρῶτος ἡμὶν ἡμεροσκόπος

### unit_65.5

δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν·

### 255.1

ὁ μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν οὔ,

### 255.2

λεπτὴ δ’ ἄγος φεύγοντος ὣς ἐπῆν κόνις.

### 255.3

Σημεῖα δ’ οὔτε θηρὸς οὔτε του κυνῶν

### 255.4

ἐλθόντος, οὐ σπάσαντος, ἐξεφαίνετο.

### 255.5

Λόγοι δ’ ἐν ἀλλήλοισιν ἐρρόθουν κακοί,

### 260.1

φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετο

### 260.2

πληγὴ τελευτῶς’, οὐδ’ ὁ κωλύσων παρῆν.

### 260.3

Εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος,

### 260.4

κοὐδεὶς ἐναργής, ἀλλ’ ἔφευγε μὴ εἰδέναι.

### 260.5

Ἦμεν δ’ ἑτοῖμοι καὶ μύδρους αἴρειν χεροῖν,

### 265.1

καὶ πῦρ διέρπειν, καὶ θεοὺς ὁρκωμοτεῖν

### 265.2

τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι

### 265.3

τὸ πρᾶγμα βουλεύσαντι μήτ’ εἰργασμένῳ.

### 265.4

Τέλος δ’ ὅτ’ οὐδὲν ἦν ἐρευνῶσιν πλέον,

### 265.5

λέγει τις εἷς ὃς πάντας ἐς πέδον κάρα

### 270.1

νεῦσαι φόβῳ προὔτρεψεν· οὐ γὰρ εἴχομεν

### 270.2

οὔτ’ ἀντιφωνεῖν οὔθ’ ὅπως δρῶντες καλῶς

### 270.3

πράξαιμεν. Ἦν δ’ ὁ μῦθος ὡς ἀνοιστέον

### 270.4

σοὶ τοὔργον εἴη τοῦτο κοὐχὶ κρυπτέον.

### 270.5

Καὶ ταῦτ’ ἐνίκα, κἀμὲ τὸν δυσδαίμονα

### 275.1

πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν.

### 275.2

Πάρειμι δ’ ἄκων οὐχ ἑκοῦσιν, οἶδ’ ὅτι·

### 275.3

στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν.

### 275.4

ΧΟ.Ἄναξ, ἐμοί τοι μή τι καὶ θεήλατον

### 275.5

τοὔργον τόδ’ ἡ ξύννοια βουλεύει πάλαι.

### 280.1

ΚΡ.Παῦσαι, πρὶν ὀργῆς κἀμὲ μεστῶσαι λέγων,

### 280.2

μὴ ’φευρεθῇς ἄνους τε καὶ γέρων ἅμα.

### 280.3

Λέγεις γὰρ οὐκ ἀνεκτά, δαίμονας λέγων

### 280.4

πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι.

### unit_72

Πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην

### 285.1

ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας

### 285.2

ναοὺς πυρώσων ἦλθε κἀναθήματα

### 285.3

καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν;

### 285.4

ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς;

### 285.5

Οὐκ ἔστιν· ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως

### 290.1

ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί,

### 290.2

κρυφῇ κάρα σείοντες, οὐδ’ ὑπὸ ζυγῷ

### 290.3

λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ.

### 290.4

Ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς

### 290.5

παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε.

### 295.1

Οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος

### 295.2

κακὸν νόμισμ’ ἔβλαστε· τοῦτο καὶ πόλεις

### 295.3

πορθεῖ, τόδ’ ἄνδρας ἐξανίστησιν δόμων,

### 295.4

τόδ’ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας

### 295.5

χρηστὰς πρὸς αἰσχρὰ πράγμαθ’ ἵστασθαι βροτῶν

### unit_76.1

πανουργίας δ’ ἔδειξεν ἀνθρώποις ἔχειν

### unit_76.2

καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι.

### unit_76.3

Ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε,

### unit_76.4

χρόνῳ ποτ’ ἐξέπραξαν ὡς δοῦναι δίκην.

### unit_76.5

Ἀλλ’, εἴπερ ἴσχει Ζεὺς ἔτ’ ἐξ ἐμοῦ σέβας,

### 305.1

εὖ τοῦτ’ ἐπίστας’, ὅρκιος δέ σοι λέγω,

### 305.2

εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου

### 305.3

εὑρόντες ἐκφανεῖτ’ ἐς ὀφθαλμοὺς ἐμούς,

### 305.4

οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂν

### 305.5

ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθ’ ὕβριν,

### 310.1

ἵν’ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον

### 310.2

τὸ λοιπὸν ἁρπάζητε καὶ μάθηθ’ ὅτι

### 310.3

οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν.

### 310.4

Ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείονας

### unit_79

ἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους.

### 315.1

ΦΥ.Εἰπεῖν δὲ δώσεις, ἢ στραφεὶς οὕτως ἴω;

### 315.2

ΚΡ.Οὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις;

### 315.3

ΦΥ.Ἐν τοῖσιν ὠσὶν ἢ ’πὶ τῇ ψυχῇ δάκνῃ;

### 315.4

ΚΡ.Τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου;

### 315.5

ΦΥ.Ὁ δρῶν ς’ ἀνιᾷ τὰς φρένας, τὰ δ’ ὦτ’ ἐγώ.

### 320.1

ΚΡ.Οἴμ’, ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ.

### 320.2

ΦΥ.Οὔκουν τό γ’ ἔργον τοῦτο ποιήσας ποτέ.

### 320.3

ΚΡ.Καὶ ταῦτ’ ἐπ’ ἀργύρῳ γε τὴν ψυχὴν προδούς.

### 320.4

ΦΥ.Φεῦ·

### 323.1

ἦ δεινὸν ᾧ δοκεῖ γε καὶ ψευδῆ δοκεῖν.

### 323.2

ΚΡ.Κόμψευέ νυν τὴν δόξαν· εἰ δὲ ταῦτα μὴ

### 325.1

φανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθ’ ὅτι

### 325.2

τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται.

### 325.3

ΦΥ.Ἀλλ’ εὑρεθείη μὲν μάλιστ’· ἐὰν δέ τοι

### 325.4

ληφθῇ τε καὶ μή, τοῦτο γὰρ τύχη κρινεῖ,

### 325.5

οὐκ ἔσθ’ ὅπως ὄψει σὺ δεῦρ’ ἐλθόντα με.

### 330.1

Καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τ’ ἐμῆς

### 330.2

σωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν.

### 331.1

ΧΟ.Πολλὰ τὰ δεινὰ κοὐδὲν ἀν‐Str. 1.

### 331.2

θρώπου δεινότερον πέλει·

### 331.3

τοῦτο καὶ πολιοῦ πέραν

### 335

πόντου χειμερίῳ νότῳ

### unit_87.1

χωρεῖ, περιβρυχίοισιν

### unit_87.2

περῶν ὑπ’ οἴδμασιν, θεῶν

### unit_87.3

τε τὰν ὑπερτάταν, Γᾶν

### unit_87.4

ἄφθιτον, ἀκαμάταν, ἀποτρύεται,

### 340.1

ἰλλομένων ἀρότρων ἔτος εἰς ἔτος,

### 340.2

ἱππείῳ γένει πολεύων.

### 341.1

Κουφονόων τε φῦλον ὀρ‐Ant. 1.

### 341.2

νίθων ἀμφιβαλὼν ἄγει,

### 341.3

καὶ θηρῶν ἀγρίων ἔθνη

### 345.1

πόντου τ’ εἰναλίαν φύσιν

### 345.2

σπείραισι δικτυοκλώστοις

### 348.1

περιφραδὴς ἀνήρ· κρατεῖ

### 348.2

δὲ μηχαναῖς ἀγραύλου

### unit_92.1

θηρὸς ὀρεσσιβάτα, λασιαύχενά θ’

### unit_92.2

ἵππον 〈ὑπ〉άξεται ἀμφίλοφον ζυγὸν

### unit_92.3

οὔρειόν τ’ ἀκμῆτα ταῦρον.

### 352.1

Καὶ φθέγμα καὶ ἀνεμόενStr. 2.

### 352.2

φρόνημα καὶ ἀστυνόμους

### 355.1

ὀργὰς ἐδιδάξατο, καὶ δυσαύλων

### 355.2

πάγων 〈ἐν〉αίθρεια καὶ

### 355.3

δύσομβρα φεύγειν βέλη

### 360

παντοπόρος· ἄπορος ἐπ’ οὐδὲν ἔρχεται

### unit_96.1

τὸ μέλλον· Ἅιδα μόνον

### unit_96.2

φεῦξιν οὐκ ἐπάξεται, νό‐

### unit_96.3

σων δ’ ἀμηχάνων φυγὰς

### 363

ξυμπέφρασται.

### 363

Σοφόν τι τὸ μηχανόενAnt. 2.

### 365.1

τέχνας ὑπὲρ ἐλπίδ’ ἔχων,

### 365.2

τοτὲ μὲν κακόν, ἄλλοτ’ ἐπ’ ἐσθλὸν ἕρπει,

### 365.3

νόμους παρείρων χθονὸς

### 365.4

θεῶν τ’ ἔνορκον δίκαν

### 370.1

ὑψίπολις· ἄπολις ὅτῳ τὸ μὴ καλὸν

### 370.2

ξύνεστι τόλμας χάριν·

### 370.3

μήτ’ ἐμοὶ παρέστιος γέ‐

### 370.4

νοιτο μήτ’ ἴσον φρονῶν

### 375.1

ὃς τάδ’ ἔρδοι.

### 375.2

Ἐς δαιμόνιον τέρας ἀμφινοῶ

### 375.3

τόδε· πῶς εἰδὼς ἀντιλογήσω

### 375.4

τήνδ’ οὐκ εἶναι παῖδ’ Ἀντιγόνην;

### 375.5

Ὦ δύστηνος καὶ δυστήνου

### 380.1

πατρὸς Οἰδιπόδα,

### 380.2

τί ποτ’; οὐ δή που σέ γ’ ἀπιστοῦσαν

### 380.3

τοῖς βασιλείοισ〈ιν〉 ἄγουσι νόμοις

### 380.4

καὶ ἐν ἀφροσύνῃ καθελόντες;

### 383

ΦΥ.Ἥδ’ ἔστ’ ἐκείνη τοὔργον ἡ ’ξειργασμένη·

### 385.1

τήνδ’ εἵλομεν θάπτουσαν· ἀλλὰ ποῦ Κρέων;

### 385.2

ΧΟ.Ὅδ’ ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ.

### unit_105.1

ΚΡ.Τί δ’ ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ;

### unit_105.2

ΦΥ.Ἄναξ, βροτοῖσιν οὐδέν ἐστ’ ἀπώμοτον·

### unit_105.3

ψεύδει γὰρ ἡ ’πίνοια τὴν γνώμην· ἐπεὶ

### 390.1

σχολῇ ποθ’ ἥξειν δεῦρ’ ἂν ἐξηύχουν ἐγὼ

### 390.2

ταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότε.

### 390.3

Ἀλλ’, ἡ γὰρ ἐκτὸς καὶ παρ’ ἐλπίδας χαρὰ

### 390.4

ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ,

### 390.5

ἥκω, δι’ ὅρκων καίπερ ὢν ἀπώμοτος,

### 395.1

κόρην ἄγων τήνδ’, ἣ καθευρέθη τάφον

### 395.2

κοσμοῦσα. Κλῆρος ἐνθάδ’ οὐκ ἐπάλλετο,

### 395.3

ἀλλ’ ἔστ’ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε.

### 395.4

Καὶ νῦν, ἄναξ, τήνδ’ αὐτὸς ὡς θέλεις λαβὼν

### 395.5

καὶ κρῖνε κἀξέλεγχ’· ἐγὼ δ’ ἐλεύθερος

### unit_108.1

δίκαιός εἰμι τῶνδ’ ἀπηλλάχθαι κακῶν.

### unit_108.2

ΚΡ.Ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών;

### unit_108.3

ΦΥ.Αὕτη τὸν ἄνδρ’ ἔθαπτε· πάντ’ ἐπίστασαι.

### unit_108.4

ΚΡ.Ἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φῄς;

### unit_108.5

ΦΥ.Ταύτην γ’ ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸν

### 405.1

ἀπεῖπας. Ἆρ’ ἔνδηλα καὶ σαφῆ λέγω;

### 405.2

ΚΡ.Καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη;

### 405.3

ΦΥ.Τοιοῦτον ἦν τὸ πρᾶγμ’· ὅπως γὰρ ἥκομεν

### 405.4

πρὸς σοῦ τὰ δείν’ ἐκεῖν’ ἐπηπειλημένοι,

### 405.5

πᾶσαν κόνιν σήραντες ἣ κατεῖχε τὸν

### 410.1

νέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εὖ,

### 410.2

καθήμεθ’ ἄκρων ἐκ πάγων ὑπήνεμοι,

### 410.3

ὀσμὴν ἀπ’ αὐτοῦ μὴ βάλῃ πεφευγότες,

### 410.4

ἐγερτὶ κινῶν ἄνδρ’ ἀνὴρ ἐπιρρόθοις

### 410.5

κακοῖσιν, εἴ τις τοῦδ’ ἀφειδήσοι πόνου.

### 415.1

Χρόνον τάδ’ ἦν τοσοῦτον, ἔστ’ ἐν αἰθέρι

### 415.2

μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος

### 415.3

καὶ καῦμ’ ἔθαλπε· καὶ τότ’ ἐξαίφνης χθονὸς

### 415.4

τυφὼς ἀείρας σκηπτόν, οὐράνιον ἄχος,

### 415.5

πίμπλησι πεδίον πᾶσαν αἰκίζων φόβην

### 420.1

ὕλης πεδιάδος, ἐν δ’ ἐμεστώθη μέγας

### 420.2

αἰθήρ· μύσαντες δ’ εἴχομεν θείαν νόσον.

### 420.3

Καὶ τοῦδ’ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ,

### 420.4

ἡ παῖς ὁρᾶται κἀνακωκύει πικρᾶς

### 420.5

ὄρνιθος ὀξὺν φθόγγον, ὡς ὅταν κενῆς

### 425.1

εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος·

### 425.2

οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν,

### 425.3

γόοισιν ἐξῴμωξεν, ἐκ δ’ ἀρὰς κακὰς

### 425.4

ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις.

### 425.5

Καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν,

### 430.1

ἔκ τ’ εὐκροτήτου χαλκέας ἄρδην πρόχου

### 430.2

χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει.

### 430.3

Χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν

### 430.4

θηρώμεθ’ εὐθὺς οὐδὲν ἐκπεπληγμένην,

### 430.5

καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν

### 435.1

πράξεις· ἄπαρνος δ’ οὐδενὸς καθίστατο,

### 435.2

ἅμ’ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα.

### 435.3

Τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι

### 435.4

ἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν

### 435.5

ἀλγεινόν· ἀλλὰ πάντα ταῦθ’ ἥσσω λαβεῖν

### 440.1

ἐμοὶ πέφυκεν τῆς ἐμῆς σωτηρίας.

### 440.2

ΚΡ.Σὲ δή, σὲ τὴν νεύουσαν εἰς πέδον κάρα,

### 440.3

φῄς, ἢ καταρνῇ μὴ δεδρακέναι τάδε;

### unit_117.1

ΑΝ.Καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή.

### unit_117.2

ΚΡ.Σὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾗ θέλεις

### 445.1

ἔξω βαρείας αἰτίας ἐλεύθερον·

### 445.2

σὺ δ’ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως,

### 445.3

ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε;

### 445.4

ΑΝ.Ἤιδη· τί δ’ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν.

### 445.5

ΚΡ.Καὶ δῆτ’ ἐτόλμας τούσδ’ ὑπερβαίνειν νόμους;

### unit_119.1

ΑΝ.Οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε,

### unit_119.2

οὐδ’ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη·

### unit_119.3

οὐ τούσδ’ ἐν ἀνθρώποισιν ὥρισαν νόμους·

### unit_119.4

οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ

### unit_119.5

κηρύγμαθ’ ὥστ’ ἄγραπτα κἀσφαλῆ θεῶν

### 455.1

νόμιμα δύνασθαι θνητὸν ὄνθ’ ὑπερδραμεῖν.

### 455.2

Οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλ’ ἀεί ποτε

### 455.3

ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ’φάνη.

### 455.4

Τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς

### 455.5

φρόνημα δείσας’, ἐν θεοῖσι τὴν δίκην

### 460.1

δώσειν· θανουμένη γὰρ ἐξῄδη—τί δ’ οὔ; —

### 460.2

κεἰ μὴ σὺ προὐκήρυξας. Εἰ δὲ τοῦ χρόνου

### 460.3

πρόσθεν θανοῦμαι, κέρδος αὔτ’ ἐγὼ λέγω·

### 460.4

ὅστις γὰρ ἐν πολλοῖσιν ὡς ἐγὼ κακοῖς

### 460.5

ζῇ, πῶς ὅδ’ οὐχὶ κατθανὼν κέρδος φέρει;

### 465.1

Οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν

### 465.2

παρ’ οὐδὲν ἄλγος· ἀλλ’ ἄν, εἰ τὸν ἐξ ἐμῆς

### 465.3

μητρὸς θανόντ’ ἄθαπτον ἠνσχόμην νέκυν,

### 465.4

κείνοις ἂν ἤλγουν· τοῖσδε δ’ οὐκ ἀλγύνομαι.

### 465.5

Σοὶ δ’ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν,

### 470.1

σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω.

### 470.2

ΧΟ.Δηλοῖ τὸ γέννημ’ ὠμὸν ἐξ ὠμοῦ πατρὸς

### 470.3

τῆς παιδός· εἴκειν δ’ οὐκ ἐπίσταται κακοῖς.

### 470.4

ΚΡ.Ἀλλ’ ἴσθι τοι τὰ σκλήρ’ ἄγαν φρονήματα

### 470.5

πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον

### 475.1

σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ

### 475.2

θραυσθέντα καὶ ῥαγέντα πλεῖστ’ ἂν εἰσίδοις.

### 475.3

Σμικρῷ χαλινῷ δ’ οἶδα τοὺς θυμουμένους

### 475.4

ἵππους καταρτυθέντας· οὐ γὰρ ἐκπέλει

### 475.5

φρονεῖν μέγ’ ὅστις δοῦλός ἐστι τῶν πέλας.

### 480.1

Αὕτη δ’ ὑβρίζειν μὲν τότ’ ἐξηπίστατο

### 480.2

νόμους ὑπερβαίνουσα τοὺς προκειμένους·

### 480.3

ὕβρις δ’, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα,

### 480.4

τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν.

### 480.5

Ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δ’ ἀνήρ,

### 485.1

εἰ ταῦτ’ ἀνατὶ τῇδε κείσεται κράτη.

### 485.2

Ἀλλ’ εἴτ’ ἀδελφῆς εἴθ’ ὁμαιμονεστέρα

### 485.3

τοῦ παντὸς ἡμῖν Ζηνὸς Ἑρκείου κυρεῖ,

### 485.4

αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετον

### 485.5

μόρου κακίστου· καὶ γὰρ οὖν κείνην ἴσον

### 490.1

ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου.

### 490.2

Καί νιν καλεῖτ’· ἔσω γὰρ εἶδον ἀρτίως

### 490.3

λυσσῶσαν αὐτὴν οὐδ’ ἐπήβολον φρενῶν.

### 490.4

Φιλεῖ δ’ ὁ θυμὸς πρόσθεν ᾑρῆσθαι κλοπεὺς

### 490.5

τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων.

### 495.1

Μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις

### 495.2

ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ.

### 495.3

ΑΝ.Θέλεις τι μεῖζον ἢ κατακτεῖναί μ’ ἑλών;

### unit_129.1

ΚΡ.Ἐγὼ μὲν οὐδέν· τοῦτ’ ἔχων ἅπαντ’ ἔχω.

### unit_129.2

ΑΝ.Τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων

### unit_130.1

ἀρεστὸν οὐδέν, μηδ’ ἀρεσθείη ποτέ·

### unit_130.2

οὕτω δὲ καὶ σοὶ τἄμ’ ἀφανδάνοντ’ ἔφυ.

### unit_130.3

Καίτοι πόθεν κλέος γ’ ἂν εὐκλεέστερον

### unit_130.4

κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳ

### unit_130.5

τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν

### 505.1

λέγοιτ’ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄσοι φόβος.

### 505.2

Ἀλλ’ ἡ τυραννὶς πολλά τ’ ἄλλ’ εὐδαιμονεῖ

### 505.3

κἄξεστιν αὐτῇ δρᾶν λέγειν θ’ ἃ βούλεται.

### 505.4

ΚΡ.Σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς.

### 505.5

ΑΝ.Ὁρῶσι χοὖτοι· σοὶ δ’ ὑπίλλουσι στόμα.

### 510.1

ΚΡ.Σὺ δ’ οὐκ ἐπαιδῇ, τῶνδε χωρὶς εἰ φρονεῖς;

### 510.2

ΑΝ.Οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν.

### 510.3

ΚΡ.Οὔκουν ὅμαιμος χὠ καταντίον θανών;

### 510.4

ΑΝ.Ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός.

### 510.5

ΚΡ.Πῶς δῆτ’ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν;

### 515.1

ΑΝ.Οὐ μαρτυρήσει ταῦθ’ ὁ κατθανὼν νέκυς.

### 515.2

ΚΡ.Εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ.

### 515.3

ΑΝ.Οὐ γάρ τι δοῦλος. ἀλλ’ ἀδελφὸς ὤλετο.

### 515.4

ΚΡ.Πορθῶν δὲ τήνδε γῆν· ὁ δ’ ἀντιστὰς ὕπερ.

### 515.5

ΑΝ.Ὅμως ὅ γ’ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ.

### 520.1

ΚΡ.Ἀλλ’ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος.

### 520.2

ΑΝ.Τίς οἶδεν εἰ κάτω ’στὶν εὐαγῆ τάδε;

### 520.3

ΚΡ.Οὔτοι ποθ’ οὑχθρός, οὐδ’ ὅταν θάνῃ, φίλος.

### unit_135.1

ΑΝ.Οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν.

### unit_135.2

ΚΡ.Κάτω νυν ἐλθοῦς’, εἰ φιλητέον, φίλει

### 525.1

κείνους· ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή.

### 525.2

ΧΟ.Καὶ μὴν πρὸ πυλῶν ἥδ’ Ἰσμήνη,

### 525.3

φιλάδελφα κάτω δάκρυ’ εἰβομένη·

### 525.4

νεφέλη δ’ ὀφρύων ὕπερ αἱματόεν

### 525.5

ῥέθος αἰσχύνει,

### 530.1

τέγγους’ εὐῶπα παρειάν.

### 530.2

ΚΡ.Σὺ δ’, ἣ κατ’ οἴκους ὡς ἔχιδν’ ὑφειμένη

### 530.3

λήθουσά μ’ ἐξέπινες, οὐδ’ ἐμάνθανον

### 530.4

τρέφων δύ’ ἄτα κἀπαναστάσεις θρόνων,

### 530.5

φέρ’, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου

### 535.1

φήσεις μετασχεῖν, ἢ ’ξομῇ τὸ μὴ εἰδέναι;

### 535.2

ΙΣ.Δέδρακα τοὔργον, εἴπερ ἥδ’ ὁμορροθεῖ,

### 535.3

καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας.

### 535.4

ΑΝ.Ἀλλ’ οὐκ ἐάσει τοῦτό γ’ ἡ Δίκη ς’, ἐπεὶ

### 535.5

οὔτ’ ἠθέλησας οὔτ’ ἐγὼ ’κοινωσάμην.

### 540.1

ΙΣ.Ἀλλ’ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι

### 540.2

ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη.

### 540.3

ΑΝ.Ὧν τοὔργον Ἅιδης χοἰ κάτω ξυνίστορες·

### 540.4

λόγοις δ’ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην.

### 540.5

ΙΣ.Μήτοι, κασιγνήτη, μ’ ἀτιμάσῃς τὸ μὴ οὐ

### 545.1

θανεῖν τε σὺν σοὶ τὸν θανόντα θ’ ἁγνίσαι.

### 545.2

ΑΝ.Μή μοι θάνῃς σὺ κοινά, μηδ’ ἃ μὴ ’θιγες

### 545.3

ποιοῦ σεαυτῆς· ἀρκέσω θνῄσκους’ ἐγώ.

### 545.4

ΙΣ.Καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος;

### unit_141

ΑΝ.Κρέοντ’ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών.

### unit_142.1

ΙΣ.Τί ταῦτ’ ἀνιᾷς μ’ οὐδὲν ὠφελουμένη;

### unit_142.2

ΑΝ.Ἀλγοῦσα μὲν δῆτ’, εἰ γέλωτ’ ἐν σοὶ γελῶ.

### unit_142.3

ΙΣ.Τί δῆτ’ ἂν ἀλλὰ νῦν ς’ ἔτ’ ὠφελοῖμ’ ἐγώ;

### unit_142.4

ΑΝ.Σῶσον σεαυτήν· οὐ φθονῶ ς’ ὑπεκφυγεῖν.

### unit_142.5

ΙΣ.Οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου;

### 555.1

ΑΝ.Σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν.

### 555.2

ΙΣ.Ἀλλ’ οὐκ ἐπ’ ἀρρήτοις γε τοῖς ἐμοῖς λόγοις.

### 555.3

ΑΝ.Καλῶς σὺ μὲν τοῖς, τοῖς δ’ ἐγὼ ’δόκουν φρονεῖν.

### 555.4

ΙΣ.Καὶ μὴν ἴση νῷν ἐστιν ἡ ’ξαμαρτία.

### 555.5

ΑΝ.Θάρσει· σὺ μὲν ζῇς, ἡ δ’ ἐμὴ ψυχὴ πάλαι

### 560.1

τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν.

### 560.2

ΚΡ.Τὼ παῖδε φημὶ τώδε τὴν μὲν ἀρτίως

### 560.3

ἄνουν πεφάνθαι, τὴν δ’ ἀφ’ οὗ τὰ πρῶτ’ ἔφυ.

### 560.4

ΙΣ.Οὐ γάρ ποτ’, ὦναξ, οὐδ’ ὃς ἂν βλάστῃ μένει

### 560.5

νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλ’ ἐξίσταται.

### 565.1

ΚΡ.Σοὶ γοῦν, ὅθ’ εἵλου σὺν κακοῖς πράσσειν κακά.

### 565.2

ΙΣ.Τί γὰρ μόνῃ μοι τῆσδ’ ἄτερ βιώσιμον;

### 565.3

ΚΡ.Ἀλλ’ «ἥδε» μέντοι μὴ λέγ’· οὐ γὰρ ἔστ’ ἔτι.

### 565.4

ΙΣ.Ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου;

### 565.5

ΚΡ.Ἀρώσιμοι γὰρ χἀτέρων εἰσὶν γύαι.

### 570.1

ΙΣ.Οὐχ ὥς γ’ ἐκείνῳ τῇδέ τ’ ἦν ἡρμοσμένα.

### 570.2

ΚΡ.Κακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ.

### unit_147.1

ΙΣ.Ὦ φίλταθ’ Αἵμων, ὥς ς’ ἀτιμάζει πατήρ.

### unit_147.2

ΚΡ.Ἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος.

### unit_147.3

ΧΟ.Ἦ γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον;

### 575.1

ΚΡ.Ἅιδης ὁ παύσων τούσδε τοὺς γάμους ἐμοί.

### 575.2

ΧΟ.Δεδογμέν’, ὡς ἔοικε, τήνδε κατθανεῖν.

### 575.3

ΚΡ.Καὶ σοί γε κἀμοί. Μὴ τριβὰς ἔτ’, ἀλλά νιν

### 575.4

κομίζετ’ εἴσω, δμῶες· ἐκδέτας δὲ χρὴ

### 575.5

γυναῖκας εἶναι τάσδε μηδ’ ἀνειμένας.

### 580.1

Φεύγουσι γάρ τοι χοἰ θρασεῖς, ὅταν πέλας

### 580.2

ἤδη τὸν ᾅδην εἰσορῶσι τοῦ βίου.

### 581.1

ΧΟ.Εὐδαίμονες οἷσι κακῶν ἄγευστος αἰών·Str. 1.

### 581.2

οἷς γὰρ ἂν σεισθῇ θεόθεν δόμος, ἄτας

### 585.1

οὐδὲν ἐλλείπει γενεᾶς ἐπὶ πλῆθος ἕρπον·

### 585.2

ὅμοιον ὥστε ποντίας

### 585.3

οἶδμα, δυσπνόοις ὅταν

### 585.4

Θρῄσσῃσιν ἔρεβος ὕφαλον ἐπιδράμῃ πνοαῖς,

### 590.1

κυλίνδει βυσσόθεν

### 590.2

κελαινὰν θῖνα καὶ δυσάνεμοι

### 590.3

στόνῳ βρέμουσιν ἀντιπλῆγες ἀκταί.

### 592

Ἀρχαῖα τὰ Λαβδακιδᾶν οἴκων ὁρῶμαιAnt. 1.

### 595.1

πήματα φθιμένων ἐπὶ πήμασι πίπτοντ’,

### 595.2

οὐδ’ ἀπαλλάσσει γενεὰν γένος, ἀλλ’ ἐρείπει

### 598.1

θεῶν τις, οὐδ’ ἔχει λύσιν.

### 598.2

Νῦν γὰρ ἐσχάτας ὅπερ

### unit_156.1

ῥίζας ἐτέτατο φάος ἐν Οἰδίπου δόμοις,

### unit_156.2

κατ’ αὖ νιν φοινία

### unit_156.3

θεῶν τῶν νερτέρων ἀμᾷ κόνις,

### unit_156.4

λόγου τ’ ἄνοια καὶ φρενῶν Ἐρινύς.

### 603

Τεάν, Ζεῦ, δύναμιν τίς ἀν‐Str. 2.

### 605.1

δρῶν ὑπερβασία κατάσχοι,

### 605.2

τὰν οὔθ’ ὕπνος αἱρεῖ ποθ’ ὁ πάντα κηλῶν,

### 605.3

οὔτ’ ἀκάματοι θεῶν

### 605.4

μῆνες, ἀγήρως δὲ χρόνῳ δυνάστας

### 605.5

κατέχεις Ὀλύμπου

### 610.1

μαρμαρόεσσαν αἴγλαν.

### 610.2

Τό τ’ ἔπειτα καὶ τὸ μέλλον

### 610.3

καὶ τὸ πρὶν ἐπαρκέσει

### 610.4

νόμος ὅδ’· οὐδὲν ἕρπει

### 610.5

θνατῶν βιότῳ πάμπολύ γ’ ἐκτὸς ἄτας.

### 615.1

Ἁ γὰρ δὴ πολύπλαγκτος ἐλ‐Ant. 2.

### 615.2

πὶς πολλοῖς μὲν ὄνασις ἀνδρῶν,

### 615.3

πολλοῖς δ’ ἀπάτα κουφονόων ἐρώτων·

### 615.4

εἰδότι δ’ οὐδὲν ἕρπει,

### 615.5

πρὶν πυρὶ θερμῷ πόδα τις προσαύσῃ.

### 620.1

Σοφίᾳ γὰρ ἔκ του

### 620.2

κλεινὸν ἔπος πέφανται·

### 620.3

τὸ κακὸν δοκεῖν ποτ’ ἐσθλὸν

### 620.4

τῷδ’ ἔμμεν, ὅτῳ φρένας

### 620.5

θεὸς ἄγει πρὸς ἄταν·

### 625.1

πράσσει δ’ ὀλιγοστὸν χρόνον ἐκτὸς ἄτας.

### 625.2

Ὅδε μὴν Αἵμων, παίδων τῶν σῶν

### 625.3

νέατον γέννημ’· ἆρ’ ἀχνύμενος

### 625.4

[τῆς μελλογάμου νύμφης]

### 625.5

τάλιδος ἥκει μόρον Ἀντιγόνης,

### 630

ἀπάτας λεχέων ὑπεραλγῶν;

### 630.1

ΚΡ.Τάχ’ εἰσόμεσθα μάντεων ὑπέρτερον.

### 630.2

Ὦ παῖ, τελείαν ψῆφον ἆρα μὴ κλύων

### 630.3

τῆς μελλονύμφου πατρὶ λυσσαίνων πάρει;

### 630.4

ἢ σοὶ μὲν ἡμεῖς πανταχῇ δρῶντες φίλοι;

### 635

ΑΙΜΩΝ

### 635.1

Πάτερ, σός εἰμι, καὶ σύ μοι γνώμας ἔχων

### 635.2

χρηστὰς ἀπορθοῖς, αἷς ἔγωγ’ ἐφέψομαι.

### 635.3

Ἐμοὶ γὰρ οὐδεὶς ἀξιώσεται γάμος

### 635.4

μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου.

### 635.5

ΚΡ.Οὕτω γάρ, ὦ παῖ, χρὴ διὰ στέρνων ἔχειν,

### 640.1

γνώμης πατρῴας πάντ’ ὄπισθεν ἑστάναι·

### 640.2

τούτου γὰρ οὕνεκ’ ἄνδρες εὔχονται γονὰς

### 640.3

κατηκόους φύσαντες ἐν δόμοις ἔχειν,

### 640.4

ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖς,

### 640.5

καὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί.

### 645.1

Ὅστις δ’ ἀνωφέλητα φιτύει τέκνα,

### 645.2

τί τόνδ’ ἂν εἴποις ἄλλο πλὴν αὑτῷ πόνους

### 645.3

φῦσαι, πολὺν δὲ τοῖσιν ἐχθροῖσιν γέλων;

### 645.4

Μή νύν ποτ’, ὦ παῖ, τὰς φρένας 〈γ’〉 ὑφ’ ἡδονῆς

### 645.5

γυναικὸς οὕνεκ’ ἐκβάλῃς, εἰδὼς ὅτι

### unit_169.1

ψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται,

### unit_169.2

γυνὴ κακὴ ξύνευνος ἐν δόμοις; τί γὰρ

### unit_169.3

γένοιτ’ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός;

### unit_169.4

Ἀλλὰ πτύσας ὡσεί τε δυσμενῆ μέθες

### unit_169.5

τὴν παῖδ’ ἐν Ἅιδου τήνδε νυμφεύειν τινί.

### 655.1

Ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼ

### 655.2

πόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην,

### 655.3

ψευδῆ γ’ ἐμαυτὸν οὐ καταστήσω πόλει,

### 655.4

ἀλλὰ κτενῶ. Πρὸς ταῦτ’ ἐφυμνείτω Δία

### 655.5

Ξύναιμον· εἰ γὰρ δὴ τά γ’ ἐγγενῆ φύσει

### 660.1

ἄκοσμα θρέψω, κάρτα τοὺς ἔξω γένους·

### 660.2

ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστ’ ἀνὴρ

### 660.3

χρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν.

### 660.4

Ὅστις δ’ ὑπερβὰς ἢ νόμους βιάζεται,

### 660.5

ἢ τοὐπιτάσσειν τοῖς κρατοῦσιν ἐννοεῖ,

### 665.1

οὐκ ἔστ’ ἐπαίνου τοῦτον ἐξ ἐμοῦ τυχεῖν.

### 665.2

Ἀλλ’ ὃν πόλις στήσειε, τοῦδε χρὴ κλύειν

### 665.3

καὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία.

### 665.4

Καὶ τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼ

### 665.5

καλῶς μὲν ἄρχειν, εὖ δ’ ἂν ἄρχεσθαι θέλειν,

### 670.1

δορός τ’ ἂν ἐν χειμῶνι προστεταγμένον

### 670.2

μένειν δίκαιον κἀγαθὸν παραστάτην.

### 670.3

Ἀναρχίας δὲ μεῖζον οὐκ ἔστιν κακόν·

### 670.4

αὕτη πόλεις ὄλλυσιν, ἥδ’ ἀναστάτους

### 670.5

οἴκους τίθησιν, ἥδε συμμάχου δορὸς

### 675.1

τροπὰς καταρρήγνυσι· τῶν δ’ ὀρθουμένων

### 675.2

σῴζει τὰ πολλὰ σώμαθ’ ἡ πειθαρχία.

### unit_175.1

Οὕτως ἀμυντέ’ ἐστὶ τοῖς κοσμουμένοις,

### unit_175.2

κοὔτοι γυναικὸς οὐδαμῶς ἡσσητέα·

### unit_175.3

κρεῖσσον γάρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν,

### 680.1

κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίμεθ’ ἄν.

### 680.2

ΧΟ.Ἡμῖν μέν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα,

### 680.3

λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι.

### 680.4

ΑΙ.Πάτερ, θεοὶ φύουσιν ἀνθρώποις φρένας

### 680.5

πάντων ὅς’ ἐστὶ κτημάτων ὑπέρτατον·

### 685.1

Ἐγὼ δ’ ὅπως σὺ μὴ λέγεις ὀρθῶς τάδε,

### 685.2

οὔτ’ ἂν δυναίμην μήτ’ ἐπισταίμην λέγειν·

### 685.3

γένοιτο μεντἂν χἀτέρῳ καλῶς ἔχον.

### 685.4

Σοῦ δ’ οὖν πέφυκα πάντα προσκοπεῖν ὅσα

### 685.5

λέγει τις ἢ πράσσει τις ἢ ψέγειν ἔχει·

### 690.1

τὸ γὰρ σὸν ὄμμα δεινὸν ἀνδρὶ δημότῃ

### 690.2

λόγοις τοιούτοις οἷς σὺ μὴ τέρψῃ κλύων.

### 690.3

Ἐμοὶ δ’ ἀκούειν ἔσθ’ ὑπὸ σκότου τάδε,

### 690.4

τὴν παῖδα ταύτην οἷ’ ὀδύρεται πόλις,

### 690.5

πασῶν γυναικῶν ὡς ἀναξιωτάτη

### 695.1

κάκιστ’ ἀπ’ ἔργων εὐκλεεστάτων φθίνει,

### 695.2

ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς

### 695.3

πεπτῶτ’ ἄθαπτον μήθ’ ὑπ’ ὠμηστῶν κυνῶν

### 695.4

εἴας’ ὀλέσθαι μήθ’ ὑπ’ οἰωνῶν τινος·

### 695.5

οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν;

### unit_180.1

τοιάδ’ ἐρεμνὴ σῖγ’ ἐπέρχεται φάτις.

### unit_180.2

Ἐμοὶ δὲ σοῦ πράσσοντος εὐτυχῶς, πάτερ,

### unit_180.3

οὐκ ἔστιν οὐδὲν κτῆμα τιμιώτερον·

### unit_180.4

τί γὰρ πατρὸς θάλλοντος εὐκλείας τέκνοις

### unit_181

ἄγαλμα μεῖζον ἢ τί πρὸς παίδων πατρί;

### 705.1

Μή νυν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει,

### 705.2

ὡς φῂς σύ, κοὐδὲν ἄλλο, τοῦτ’ ὀρθῶς ἔχειν·

### 705.3

ὅστις γὰρ αὐτὸς ἢ φρονεῖν μόνος δοκεῖ,

### 705.4

ἢ γλῶσσαν ἣν οὐκ ἄλλος ἢ ψυχὴν ἔχειν,

### 705.5

οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί.

### 710.1

Ἀλλ’ ἄνδρα, κεἴ τις ᾖ σοφός, τὸ μανθάνειν

### 710.2

πόλλ’ αἰσχρὸν οὐδὲν καὶ τὸ μὴ τείνειν ἄγαν.

### 710.3

Ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα

### 710.4

δένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται,

### 710.5

τὰ δ’ ἀντιτείνοντ’ αὐτόπρεμν’ ἀπόλλυται.

### 715.1

Αὔτως δὲ ναὸς ὅστις ἐγκρατὴς πόδα

### 715.2

τείνας ὑπείκει μηδέν, ὑπτίοις κάτω

### 715.3

στρέψας τὸ λοιπὸν σέλμασιν ναυτίλλεται.

### 715.4

Ἀλλ’ εἶκε, θυμῷ καὶ μετάστασιν δίδου.

### 715.5

Γνώμη γὰρ εἴ τις κἀπ’ ἐμοῦ νεωτέρου

### 720.1

πρόσεστι, φήμ’ ἔγωγε πρεσβεύειν πολὺ

### 720.2

φῦναι τὸν ἄνδρα πάντ’ ἐπιστήμης πλέων·

### 720.3

εἰ δ’ οὖν, φιλεῖ γὰρ τοῦτο μὴ ταύτῃ ῥέπειν,

### 720.4

καὶ τῶν λεγόντων εὖ καλὸν τὸ μανθάνειν.

### 720.5

ΧΟ.Ἄναξ, σέ τ’ εἰκός, εἴ τι καίριον λέγει,

### 725.1

μαθεῖν, σέ τ’ αὖ τοῦδ’· εὖ γὰρ εἴρηται διπλᾶ.

### 725.2

ΚΡ.Οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ

### 725.3

φρονεῖν ὑπ’ ἀνδρὸς τηλικοῦδε τὴν φύσιν;

### 725.4

ΑΙ.Μηδὲν τὸ μὴ δίκαιον· εἰ δ’ ἐγὼ νέος,

### 725.5

οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἄργα σκοπεῖν.

### 730

ΚΡ.Ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν;

### unit_188.1

ΑΙ.Οὐδ’ ἂν κελεύσαιμ’ εὐσεβεῖν εἰς τοὺς κακούς.

### unit_188.2

ΚΡ.Οὐχ ἥδε γὰρ τοιᾷδ’ ἐπείληπται νόσῳ;

### unit_188.3

ΑΙ.Οὔ φησι Θήβης τῆσδ’ ὁμόπτολις λεώς.

### unit_188.4

ΚΡ.Πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ;

### 735.1

ΑΙ.Ὁρᾷς τόδ’ ὡς εἴρηκας ὡς ἄγαν νέος;

### 735.2

ΚΡ.Ἄλλῳ γὰρ ἢ ’μοὶ χρή με τῆσδ’ ἄρχειν χθονός;

### 735.3

ΑΙ.Πόλις γὰρ οὐκ ἔσθ’ ἥτις ἀνδρός ἐσθ’ ἑνός.

### 735.4

ΚΡ.Οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται;

### 735.5

ΑΙ.Καλῶς ἐρήμης γ’ ἂν σὺ γῆς ἄρχοις μόνος.

### 740.1

ΚΡ.Ὅδ’, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ.

### 740.2

ΑΙ.Εἴπερ γυνὴ σύ· σοῦ γὰρ οὖν προκήδομαι.

### 740.3

ΚΡ.Ὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί;

### 740.4

ΑΙ.Οὐ γὰρ δίκαιά ς’ ἐξαμαρτάνονθ’ ὁρῶ.

### 740.5

ΚΡ.Ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων;

### 745.1

ΑΙ.Οὐ γὰρ σέβεις, τιμάς γε τὰς θεῶν πατῶν.

### 745.2

ΚΡ.Ὦ μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον.

### 745.3

ΑΙ.Οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ.

### 745.4

ΚΡ.Ὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε.

### 745.5

ΑΙ.Καὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων.

### unit_192.1

ΚΡ.Ταύτην ποτ’ οὐκ ἔσθ’ ὡς ἔτι ζῶσαν γαμεῖς.

### unit_192.2

ΑΙ.Ἥδ’ οὖν θανεῖται καὶ θανοῦς’ ὀλεῖ τινα.

### unit_192.3

ΚΡ.Ἦ κἀπαπειλῶν ὧδ’ ἐπεξέρχῃ θρασύς;

### unit_192.4

ΑΙ.Τίς δ’ ἔστ’ ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν;

### unit_192.5

ΚΡ.Κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός.

### 755.1

ΑΙ.Εἰ μὴ πατὴρ ἦσθ’, εἶπον ἄν ς’ οὐκ εὖ φρονεῖν.

### 755.2

ΚΡ.Γυναικὸς ὢν δούλευμα, μὴ κώτιλλέ με.

### unit_194.1

ΑΙ.Βούλει λέγειν τι καὶ λέγων μηδὲν κλύειν;

### unit_194.2

ΚΡ.Ἄληθες; ἀλλ’ οὐ τόνδ’ Ὄλυμπον, ἴσθ’ ὅτι,

### unit_194.3

χαίρων ἐπὶ ψόγοισι δεννάσεις ἐμέ.

### 760.1

Ἄγαγε τὸ μῖσος, ὡς κατ’ ὄμματ’ αὐτίκα

### 760.2

παρόντι θνῄσκῃ πλησία τῷ νυμφίῳ.

### 760.3

ΑΙ.Οὐ δῆτ’ ἔμοιγε, τοῦτο μὴ δόξῃς ποτέ,

### 760.4

οὔθ’ ἥδ’ ὀλεῖται πλησία, σύ τ’ οὐδαμᾷ

### 760.5

τοὐμὸν προσόψει κρᾶτ’ ἐν ὀφθαλμοῖς ὁρῶν,

### 765.1

ὡς τοῖς θέλουσι τῶν φίλων μαίνῃ ξυνών.

### 765.2

ΧΟ.Ἁνὴρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς·

### 765.3

νοῦς δ’ ἐστὶ τηλικοῦτος ἀλγήσας βαρύς.

### 765.4

ΚΡ.Δράτω, φρονείτω μεῖζον ἢ κατ’ ἄνδρ’ ἰών·

### 765.5

τὰ δ’ οὖν κόρα τάδ’ οὐκ ἀπαλλάξει μόρου.

### 770.1

ΧΟ.Ἄμφω γὰρ αὐτὰ καὶ κατακτεῖναι νοεῖς;

### 770.2

ΚΡ.Οὐ τήν γε μὴ θιγοῦσαν· εὖ γὰρ οὖν λέγεις.

### 770.3

ΧΟ.Μόρῳ δὲ ποίῳ καί σφε βουλεύῃ κτανεῖν;

### 770.4

ΚΡ.Ἄγων ἔρημος ἔνθ’ ἂν ᾖ βροτῶν στίβος,

### 770.5

κρύψω πετρώδει ζῶσαν ἐν κατώρυχι,

### 775.1

φορβῆς τοσοῦτον ὡς ἄγος μόνον προθείς,

### 775.2

ὅπως μίασμα πᾶς’ ὑπεκφύγῃ πόλις·

### 775.3

κἀκεῖ τὸν Ἅιδην, ὃν μόνον σέβει θεῶν,

### 775.4

αἰτουμένη που τεύξεται τὸ μὴ θανεῖν,

### 775.5

ἢ γνώσεται γοῦν ἀλλὰ τηνικαῦθ’ ὅτι

### 780.1

πόνος περισσός ἐστι τἀν Ἅιδου σέβειν.

### 780.2

ΧΟ.Ἔρως ἀνίκατε μάχαν,Str.

### 780.3

Ἔρως, ὃς ἐν κτήμασι πίπ‐

### 780.4

τεις, ὃς ἐν μαλακαῖς παρει‐

### 780.5

αῖς νεάνιδος ἐννυχεύεις,

### 785.1

φοιτᾷς δ’ ὑπερπόντιος ἔν τ’

### 785.2

ἀγρονόμοις αὐλαῖς·

### 785.3

καί ς’ οὔτ’ ἀθανάτων

### 785.4

φύξιμος οὐδεὶς οὔθ’

### 785.5

ἁμερίων ἐπ’ ἀνθρώ‐

### 790

πων, ὁ δ’ ἔχων μέμηνεν.

### 790.1

Σὺ καὶ δικαίων ἀδίκουςAnt.

### 790.2

φρένας παρασπᾷς ἐπὶ λώ‐

### 790.3

βᾳ· σὺ καὶ τόδε νεῖκος ἀν‐

### 790.4

δρῶν ξύναιμον ἔχεις ταράξας·

### 795.1

νικᾷ δ’ ἐναργὴς βλεφάρων

### 795.2

ἵμερος εὐλέκτρου

### 795.3

νύμφας, τῶν μεγάλων

### 795.4

πάρεδρος ἐν ἀρχαῖς θεσ‐

### 795.5

μῶν· ἄμαχος γὰρ ἐμπαί‐

### unit_204.1

ζει θεὸς Ἀφροδίτα.

### unit_204.2

Νῦν δ’ ἤδη ’γὼ καὐτὸς θεσμῶν

### unit_204.3

ἔξω φέρομαι τάδ’ ὁρῶν, ἴσχειν δ’

### unit_204.4

οὐκέτι πηγὰς δύναμαι δακρύων,

### unit_204.5

τὸν παγκοίτην ὅθ’ ὁρῶ θάλαμον

### 805

τήνδ’ Ἀντιγόνην ἀνύτουσαν.

### 805

ΑΝ.Ὁρᾶτ’ ἔμ’, ὦ γᾶς πατρίας πολῖται,Str. 1.

### unit_207.1

τὰν νεάταν ὁδὸν

### unit_207.2

στείχουσαν, νέατον δὲ φέγ‐

### unit_207.3

γος λεύσσουσαν ἀελίου,

### 810.1

κοὔποτ’ αὖθις, ἀλλά μ’ ὁ παγ‐

### 810.2

κοίτας Ἅιδας ζῶσαν ἄγει

### 810.3

τὰν Ἀχέροντος

### 810.4

ἀκτάν, οὔθ’ ὑμεναίων ἔγ‐

### 810.5

κληρον, οὔτ’ ἐπὶ νυμφείοις

### 815.1

πώ μέ τις ὕμνος ὕμ‐

### 815.2

νησεν, ἀλλ’ Ἀχέροντι νυμφεύσω.

### 816.1

ΧΟ.Οὐκοῦν κλεινὴ καὶ ἔπαινον ἔχους’

### 816.2

ἐς τόδ’ ἀπέρχῃ κεῦθος νεκύων,

### 816.3

οὔτε φθινάσιν πληγεῖσα νόσοις

### 820.1

οὔτε ξιφέων ἐπίχειρα λαχοῦς’,

### 820.2

ἀλλ’ αὐτόνομος ζῶσα μόνη δὴ

### 820.3

θνητῶν Ἀίδην καταβήσῃ.

### 822.1

ΑΝ.Ἤκουσα δὴ λυγροτάταν ὀλέσθαιAnt. 1.

### 822.2

τὰν Φρυγίαν ξέναν

### 825.1

Ταντάλου Σιπύλῳ πρὸς ἄ‐

### 825.2

κρῳ, τὰν κισσὸς ὡς ἀτενὴς

### 825.3

πετραία βλάστα δάμασεν,

### 825.4

καί νιν ὄμβρῳ τακομέναν,

### 825.5

ὡς φάτις ἀνδρῶν,

### 830.1

χιών τ’ οὐδαμὰ λείπει, τέγ‐

### 830.2

γει θ’ ὑπ’ ὀφρύσι παγκλαύτοις

### 830.3

δειράδας· ᾇ με δαί‐

### unit_215.1

μων ὁμοιοτάταν κατευνάζει.

### unit_215.2

ΧΟ.Ἀλλὰ θεός τοι καὶ θεογεννής,

### 835.1

ἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς.

### 835.2

Καίτοι φθιμένῃ μέγ〈α κ〉ἀκοῦσαι

### 835.3

τοῖς ἰσοθέοις σύγκληρα λαχεῖν

### 835.4

ζῶσαν καὶ ἔπειτα θανοῦσαν.

### 838

ΑΝ.Οἴμοι γελῶμαι. Τί με, πρὸς θεῶν πατρῴ‐Str. 2.

### 840.1

ων, οὐκ οὐλομέναν ὑβρίζεις,

### 840.2

ἀλλ’ ἐπίφαντον;

### 840.3

Ὦ πόλις, ὦ πόλεως

### 840.4

πολυκτήμονες ἄνδρες·

### 840.5

ἰὼ Διρκαῖαι κρῆναι Θήβας τ’ εὐ‐

### 845.1

αρμάτου ἄλσος, ἔμπας

### 845.2

ξυμμάρτυρας ὔμμ’ ἐπικτῶμαι,

### 845.3

οἵα φίλων ἄκλαυτος, οἵοις νόμοις

### 845.4

πρὸς ἕργμα τυμβόχωστον ἔρ‐

### 845.5

χομαι τάφου ποταινίου·

### unit_220.1

ἰὼ δύστανος,

### unit_220.2

οὔτ’ ἐν βροτοῖς οὔτε νεκροῖσιν

### unit_220.3

μέτοικος, οὐ ζῶσιν, οὐ θανοῦσιν.

### 852.1

ΧΟ.Προβᾶς’ ἐπ’ ἔσχατον θράσους

### 852.2

ὑψηλὸν ἐς Δίκας βάθρον

### 855

προσέπεσες, ὦ τέκνον, πολύ·

### unit_223.1

πατρῷον δ’ ἐκτίνεις τιν’ ἆθλον.

### unit_223.2

ΑΝ.Ἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμ‐Ant. 2.

### unit_223.3

νας πατρὸς τριπόλιστον οἶκτον,

### unit_223.4

τοῦ τε πρόπαντος

### 860.1

ἁμετέρου πότμου

### 860.2

κλεινοῖς Λαβδακίδαισιν.

### 860.3

Ἰὼ ματρῷαι λέκτρων ἆται κοι‐

### 864

μήματ〈ά τ’〉 αὐτογέννητ’

### 865.1

ἐμῷ πατρὶ δυσμόρου ματρός,

### 865.2

οἵων ἐγώ ποθ’ ἁ ταλαίφρων ἔφυν·

### 865.3

πρὸς οὓς ἀραῖος, ἄγαμος, ἅδ’

### 865.4

ἐγὼ μέτοικος ἔρχομαι.

### 865.5

Ἰὼ δυσπότμων

### 870.1

γάμων, κασίγνητε, κυρήσας,

### 870.2

θανὼν ἔτ’ οὖσαν κατήναρές με.

### 871.1

ΧΟ.Σέβειν μὲν εὐσέβειά τις,

### 871.2

κράτος δ’ ὅτῳ κράτος μέλει

### 871.3

παραβατὸν οὐδαμᾷ πέλει,

### 875

σὲ δ’ αὐτόγνωτος ὤλες’ ὀργά.

### 875.1

ΑΝ.Ἄκλαυτος, ἄφιλος, ἀνυμέναιος ταλαί‐Ep.

### 875.2

φρων ἄγομαι τάνδ’ ἑτοίμαν ὁδόν·

### 875.3

οὐκέτι μοι τόδε λαμπάδος ἱερὸν ὄμμα

### 880.1

θέμις ὁρᾶν ταλαίνᾳ·

### 880.2

τὸν δ’ ἐμὸν πότμον ἀδάκρυτον οὐ‐

### unit_232.1

δεὶς φίλων στενάζει.

### unit_232.2

ΚΡ.Ἆρ’ ἴστ’ ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖν

### unit_232.3

ὡς οὐδ’ ἂν εἷς παύσαιτ’ ἄν, εἰ χρείη λέγειν;

### 885.1

Οὐκ ἄξεθ’ ὡς τάχιστα, καὶ κατηρεφεῖ

### 885.2

τύμβῳ περιπτύξαντες, ὡς εἴρηκ’ ἐγώ,

### 885.3

ἄφετε μόνην ἔρημον, εἴτε χρῇ θανεῖν,

### 885.4

εἴτ’ ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ.

### 885.5

Ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρην·

### 890.1

μετοικίας δ’ οὖν τῆς ἄνω στερήσεται.

### 890.2

ΑΝ.Ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴς

### 890.3

οἴκησις αἰείφρουρος, οἷ πορεύομαι

### 890.4

πρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖς

### 890.5

πλεῖστον δέδεκται Φερσέφασς’ ὀλωλότων,

### 895.1

ὧν λοισθία ’γὼ καὶ κάκιστα δὴ μακρῷ

### 895.2

κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου.

### 895.3

Ἐλθοῦσα μέντοι κάρτ’ ἐν ἐλπίσιν τρέφω

### 895.4

φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί,

### 895.5

μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα·

### unit_236.1

ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ

### unit_236.2

ἔλουσα κἀκόσμησα κἀπιτυμβίους

### unit_236.3

χοὰς ἔδωκα· νῦν δέ, Πολύνεικες, τὸ σὸν

### unit_236.4

δέμας περιστέλλουσα τοιάδ’ ἄρνυμαι.

### unit_236.5

Καίτοι ς’ ἐγὼ ’τίμησα τοῖς φρονοῦσιν εὖ.

### 905.1

Οὐ γάρ ποτ’ οὔτ’ ἂν εἰ τέκνων μήτηρ ἔφυν

### 905.2

οὔτ’ εἰ πόσις μοι κατθανὼν ἐτήκετο,

### 905.3

βίᾳ πολιτῶν τόνδ’ ἂν ᾐρόμην πόνον.

### 905.4

Τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω;

### 905.5

πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν,

### 910.1

καὶ παῖς ἀπ’ ἄλλου φωτός, εἰ τοῦδ’ ἤμπλακον·

### 910.2

μητρὸς δ’ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοιν

### 910.3

οὐκ ἔστ’ ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ.

### 910.4

Τοιῷδε μέντοι ς’ ἐκπροτιμήσας’ ἐγὼ

### 910.5

νόμῳ, Κρέοντι ταῦτ’ ἔδοξ’ ἁμαρτάνειν

### 915.1

καὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον κάρα.

### 915.2

Καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼν

### 915.3

ἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμου

### 915.4

μέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς,

### 915.5

ἀλλ’ ὧδ’ ἔρημος πρὸς φίλων ἡ δύσμορος

### 920.1

ζῶς’ εἰς θανόντων ἔρχομαι κατασκαφάς,

### 920.2

ποίαν παρεξελθοῦσα δαιμόνων δίκην;

### 920.3

Τί χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτι

### 920.4

βλέπειν; τίν’ αὐδᾶν ξυμμάχων; ἐπεί γε δὴ

### 920.5

τὴν δυσσέβειαν εὐσεβοῦς’ ἐκτησάμην.

### 925.1

Ἀλλ’ εἰ μὲν οὖν τάδ’ ἐστὶν ἐν θεοῖς καλά,

### 925.2

παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες·

### 925.3

εἰ δ’ οἵδ’ ἁμαρτάνουσι, μὴ πλείω κακὰ

### 925.4

πάθοιεν ἢ καὶ δρῶσιν ἐκδίκως ἐμέ.

### 925.5

ΧΟ.Ἔτι τῶν αὐτῶν ἀνέμων αὐταὶ

### 930.1

ψυχῆς ῥιπαὶ τήνδε γ’ ἔχουσιν.

### 930.2

ΚΡ.Τοιγὰρ τούτων τοῖσιν ἄγουσιν

### 930.3

κλαύμαθ’ ὑπάρξει βραδυτῆτος ὕπερ.

### 930.4

ΑΝ.Οἴμοι, θανάτου τοῦτ’ ἐγγυτάτω

### 930.5

τοὔπος ἀφῖκται.

### 935

ΚΡ.Θαρσεῖν οὐδὲν παραμυθοῦμαι

### unit_244.1

μὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι.

### unit_244.2

ΑΝ.Ὦ γῆς Θήβης ἄστυ πατρῷον

### unit_244.3

καὶ θεοὶ προγενεῖς,

### unit_244.4

ἄγομαι δὴ ’γὼ κοὐκέτι μέλλω.

### 940.1

Λεύσσετε, Θήβης οἱ κοιρανίδαι,

### 940.2

τὴν βασιλειδῶν μούνην λοιπήν,

### 940.3

οἷα πρὸς οἵων ἀνδρῶν πάσχω,

### 940.4

τὴν εὐσεβίαν σεβίσασα.

### 943

ΧΟ.Ἔτλα καὶ Δανάας οὐράνιον φῶςStr. 1.

### 945.1

ἀλλάξαι δέμας ἐν χαλκοδέτοις αὐλαῖς·

### 945.2

κρυπτομένα δ’ ἐν

### 945.3

τυμβήρει θαλάμῳ κατεζεύχθη·

### 945.4

καίτοι 〈καὶ〉 γενεᾷ τίμιος, ὦ παῖ, παῖ,

### unit_248.1

καὶ Ζηνὸς ταμιεύεσκε γονὰς χρυσορύτους.

### unit_248.2

Ἀλλ’ ἁ μοιριδία τις δύνασις δεινά·

### unit_248.3

οὔτ’ ἄν νιν ὄλβος οὔτ’ Ἄρης,

### unit_248.4

οὐ πύργος, οὐχ ἁλίκτυποι

### unit_248.5

κελαιναὶ νᾶες ἐκφύγοιεν.

### 955.1

Ζεύχθη δ’ ὀξύχολος παῖς ὁ Δρύαντος,Ant. 1.

### 955.2

Ἠδωνῶν βασιλεύς, κερτομίοις ὀργαῖς,

### 955.3

ἐκ Διονύσου

### 955.4

πετρώδει κατάφαρκτος ἐν δεσμῷ.

### 955.5

Οὕτω τᾶς μανίας δεινὸν ἀποστάζει

### 960.1

ἀνθηρόν τε μένος. Κεῖνος ἐπέγνω μανίαις

### 960.2

ψαύων τὸν θεὸν ἐν κερτομίοις γλώσσαις.

### 960.3

Παύεσκε μὲν γὰρ ἐνθέους

### 960.4

γυναῖκας εὔιόν τε πῦρ,

### 965.1

φιλαύλους τ’ ἠρέθιζε Μούσας.

### 965.2

Παρὰ δὲ Κυανέων πελάγει διδύμας ἁλὸςStr. 2.

### 968

ἀκταὶ Βοσπόριαι ἰδ’ ὁ Θρῃκῶν 〈ἠιὼν〉

### 970.1

Σαλμυδησσός, ἵν’ ἀγχίπολις Ἄρης

### 970.2

δισσοῖσι Φινείδαις

### 970.3

εἶδεν ἀρατὸν ἕλκος

### 970.4

τυφλωθὲν ἐξ ἀγρίας δάμαρτος

### 970.5

ἀλαὸν ἀλαστόροισιν ὀμμάτων κύκλοις

### 975.1

ἄτερθ’ ἐγχέων, ὑφ’ αἱματηραῖς

### 975.2

χείρεσσι καὶ κερκίδων ἀκμαῖσιν.

### 979

Κατὰ δὲ τακόμενοι μέλεοι μελέαν πάθανAnt. 2.

### 980.1

κλαῖον, ματρὸς ἔχοντες ἀνύμφευτον γονάν·

### 980.2

ἁ δὲ σπέρμα μὲν ἀρχαιογόνων

### 980.3

ἄντας’ Ἐρεχθειδᾶν,

### 980.4

τηλεπόροις δ’ ἐν ἄντροις

### 980.5

τράφη θυέλλῃσιν ἐν πατρῴαις

### 985.1

Βορεὰς ἅμιππος ὀρθόποδος ὑπὲρ πάγου

### 985.2

θεῶν παῖς· ἀλλὰ κἀπ’ ἐκείνᾳ

### 985.3

Μοῖραι μακραίωνες ἔσχον, ὦ παῖ.

### 987

ΤΕΙΡΕΣΙΑΣ

### 988.1

Θήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸν

### 988.2

δύ’ ἐξ ἑνὸς βλέποντε· τοῖς τυφλοῖσι γὰρ

### 990.1

αὕτη κέλευθος ἐκ προηγητοῦ πέλει.

### 990.2

ΚΡ.Τί δ’ ἔστιν, ὦ γεραιὲ Τειρεσία, νέον;

### 990.3

ΤΕ.Ἐγὼ διδάξω, καὶ σὺ τῷ μάντει πιθοῦ.

### 990.4

ΚΡ.Οὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός.

### unit_261

ΤΕ.Τοιγὰρ δι’ ὀρθῆς τήνδ’ ἐναυκλήρεις πόλιν.

### 995.1

ΚΡ.Ἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα.

### 995.2

ΤΕ.Φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης.

### 995.3

ΚΡ.Τί δ’ ἔστιν; ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα.

### 995.4

ΤΕ.Γνώσῃ, τέχνης σημεῖα τῆς ἐμῆς κλύων.

### 995.5

Εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον

### unit_263.1

ἵζων, ἵν’ ἦν μοι παντὸς οἰωνοῦ λιμήν,

### unit_263.2

ἀγνῶτ’ ἀκούω φθόγγον ὀρνίθων, κακῷ

### unit_263.3

κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ·

### unit_263.4

καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖς

### unit_263.5

ἔγνων· πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν.

### 1005.1

Εὐθὺς δὲ δείσας ἐμπύρων ἐγευόμην

### 1005.2

βωμοῖσι παμφλέκτοισιν· ἐκ δὲ θυμάτων

### 1005.3

Ἥφαιστος οὐκ ἔλαμπεν, ἀλλ’ ἐπὶ σποδῷ

### 1005.4

μυδῶσα κηκὶς μηρίων ἐτήκετο

### 1005.5

κἄτυφε κἀνέπτυε, καὶ μετάρσιοι

### 1010.1

χολαὶ διεσπείροντο, καὶ καταρρυεῖς

### 1010.2

μηροὶ καλυπτῆς ἐξέκειντο πιμελῆς.

### 1010.3

Τοιαῦτα παιδὸς τοῦδ’ ἐμάνθανον πάρα,

### 1010.4

φθίνοντ’ ἀσήμων ὀργίων μαντεύματα·

### 1010.5

ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δ’ ἐγώ.

### 1015.1

Καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις·

### 1015.2

βωμοὶ γὰρ ἡμῖν ἐσχάραι τε παντελεῖς

### 1015.3

πλήρεις ὑπ’ οἰωνῶν τε καὶ κυνῶν βορᾶς

### 1015.4

τοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου.

### 1015.5

Κᾆτ’ οὐ δέχονται θυστάδας λιτὰς ἔτι

### 1020.1

θεοὶ παρ’ ἡμῶν οὐδὲ μηρίων φλόγα,

### 1020.2

οὐδ’ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάς,

### 1020.3

ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος.

### 1020.4

Ταῦτ’ οὖν, τέκνον, φρόνησον. Ἀνθρώποισι γὰρ

### unit_268

τοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν·

### 1025.1

ἐπεὶ δ’ ἁμάρτῃ, κεῖνος οὐκέτ’ ἔστ’ ἀνὴρ

### 1025.2

ἄβουλος οὐδ’ ἄνολβος, ὅστις ἐς κακὸν

### 1025.3

πεσὼν ἀκῆται μηδ’ ἀκίνητος πέλῃ·

### 1025.4

αὐθαδία τοι σκαιότητ’ ὀφλισκάνει.

### 1025.5

Ἀλλ’ εἶκε τῷ θανόντι, μηδ’ ὀλωλότα

### 1030.1

κέντει· τίς ἀλκὴ τὸν θανόντ’ ἐπικτανεῖν;

### 1030.2

Εὖ σοι φρονήσας εὖ λέγω· τὸ μανθάνειν δ’

### 1030.3

ἥδιστον εὖ λέγοντος, εἰ κέρδος λέγοι.

### 1030.4

ΚΡ.Ὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦ

### 1030.5

τοξεύετ’ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆς

### 1035.1

ἄπρακτος ὑμῖν εἰμι, τῶν δ’ ὑπαὶ γένους

### 1035.2

ἐξημπόλημαι κἀμπεφόρτισμαι πάλαι.

### 1035.3

Κερδαίνετ’, ἐμπολᾶτε τὸν πρὸς Σάρδεων

### 1035.4

ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν

### 1035.5

χρυσόν· τάφῳ δ’ ἐκεῖνον οὐχὶ κρύψετε·

### 1040.1

οὐδ’ εἰ θέλους’ οἱ Ζηνὸς αἰετοὶ βορὰν

### 1040.2

φέρειν νιν ἁρπάζοντες ἐς Διὸς θρόνους,

### 1040.3

οὐδ’ ὣς μίασμα τοῦτο μὴ τρέσας, ἐγὼ

### 1040.4

θάπτειν παρήσω κεῖνον· εὖ γὰρ οἶδ’ ὅτι

### 1040.5

θεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει.

### 1045.1

Πίπτουσι δ’, ὦ γεραιὲ Τειρεσία, βροτῶν

### 1045.2

χοἰ πολλὰ δεινοὶ πτώματ’ αἴσχρ’, ὅταν λόγους

### 1045.3

αἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν.

### 1045.4

ΤΕ.Φεῦ·

### 1048.1

ἆρ’ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται—

### 1048.2

ΚΡ.Τί χρῆμα; ποῖον τοῦτο πάγκοινον λέγεις;

### unit_275.1

ΤΕ.ὅσῳ κράτιστον κτημάτων εὐβουλία;

### unit_275.2

ΚΡ.Ὅσῳπερ, οἶμαι, μὴ φρονεῖν πλείστη βλάβη.

### unit_275.3

ΤΕ.Ταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς.

### unit_275.4

ΚΡ.Οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς.

### unit_275.5

ΤΕ.Καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων.

### 1055.1

ΚΡ.Τὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος.

### 1055.2

ΤΕ.Τὸ δ’ ἐκ τυράννων αἰσχροκερδείαν φιλεῖ.

### 1055.3

ΚΡ.Ἆρ’ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων;

### 1055.4

ΤΕ.Οἶδ’· ἐξ ἐμοῦ γὰρ τήνδ’ ἔχεις σώσας πόλιν.

### 1055.5

ΚΡ.Σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν.

### 1060.1

ΤΕ.Ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι.

### 1060.2

ΚΡ.Κίνει, μόνον δὲ μὴ ’πὶ κέρδεσιν λέγων.

### 1060.3

ΤΕ.Οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος.

### 1060.4

ΚΡ.Ὡς μὴ ’μπολήσων ἴσθι τὴν ἐμὴν φρένα.

### 1060.5

ΤΕ.Ἀλλ’ εὖ γέ τοι κάτισθι μὴ πολλοὺς ἔτι

### 1065.1

τρόχους ἁμιλλητῆρας ἡλίου τελῶν,

### 1065.2

ἐν οἷσι τῶν σῶν αὐτὸς ἐκ σπλάγχνων ἕνα

### 1065.3

νέκυν νεκρῶν ἀμοιβὸν ἀντιδοὺς ἔσῃ,

### 1065.4

ἀνθ’ ὧν ἔχεις μὲν τῶν ἄνω βαλὼν κάτω,

### 1065.5

ψυχήν τ’ ἀτίμως ἐν τάφῳ κατῴκισας,

### 1070.1

ἔχεις δὲ τῶν κάτωθεν ἐνθάδ’ αὖ θεῶν

### 1070.2

ἄμοιρον, ἀκτέριστον, ἀνόσιον νέκυν.

### 1070.3

Ὧν οὔτε σοὶ μέτεστιν οὔτε τοῖς ἄνω

### 1070.4

θεοῖσιν, ἀλλ’ ἐκ σοῦ βιάζονται τάδε.

### 1070.5

Τούτων σε λωβητῆρες ὑστεροφθόροι

### 1075.1

λοχῶσιν Ἅιδου καὶ θεῶν Ἐρινύες,

### 1075.2

ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς.

### unit_281.1

Καὶ ταῦτ’ ἄθρησον εἰ κατηργυρωμένος

### unit_281.2

λέγω· φανεῖ γὰρ οὐ μακροῦ χρόνου τριβὴ

### unit_281.3

ἀνδρῶν γυναικῶν σοῖς δόμοις κωκύματα.

### 1080.1

Ἔχθρᾳ δὲ πᾶσαι συνταράσσονται πόλεις,

### 1080.2

ὅσων σπαράγματ’ ἢ κύνες καθήγνισαν,

### 1080.3

ἢ θῆρες, ἤ τις πτηνὸς οἰωνὸς φέρων

### 1080.4

ἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν.

### 1080.5

Τοιαῦτά σου, λυπεῖς γάρ, ὥστε τοξότης

### 1085.1

ἀφῆκα θυμῷ καρδίας τοξεύματα

### 1085.2

βέβαια, τῶν σὺ θάλπος οὐχ ὑπεκδραμῇ.

### 1085.3

Ὦ παῖ, σὺ δ’ ἡμᾶς ἄπαγε πρὸς δόμους, ἵνα

### 1085.4

τὸν θυμὸν οὗτος ἐς νεωτέρους ἀφῇ,

### 1085.5

καὶ γνῷ τρέφειν τὴν γλῶσσαν ἡσυχωτέραν

### 1090.1

τὸν νοῦν τ’ ἀμείνω τῶν φρενῶν ἢ νῦν φέρει.

### 1090.2

ΧΟ.Ἁνήρ, ἄναξ, βέβηκε δεινὰ θεσπίσας·

### 1090.3

ἐπιστάμεσθα δ’, ἐξ ὅτου λευκὴν ἐγὼ

### 1090.4

τήνδ’ ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα,

### 1090.5

μή πώ ποτ’ αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν.

### 1095.1

ΚΡ.Ἔγνωκα καὐτὸς καὶ ταράσσομαι φρένας·

### 1095.2

τό τ’ εἰκαθεῖν γὰρ δεινόν, ἀντιστάντα δὲ

### 1095.3

ἄτῃ πατάξαι θυμὸν ἐν δεινῷ πάρα.

### 1095.4

ΧΟ.Εὐβουλίας δεῖ, παῖ Μενοικέως Κρέον.

### 1095.5

ΚΡ.Τί δῆτα χρὴ δρᾶν; φράζε· πείσομαι δ’ ἐγώ.

### unit_286.1

ΧΟ.Ἐλθὼν κόρην μὲν ἐκ κατώρυχος στέγης

### unit_286.2

ἄνες, κτίσον δὲ τῷ προκειμένῳ τάφον.

### unit_286.3

ΚΡ.Καὶ ταῦτ’ ἐπαινεῖς καὶ δοκεῖς παρεικαθεῖν;

### unit_286.4

ΧΟ.Ὅσον γ’, ἄναξ, τάχιστα· συντέμνουσι γὰρ

### unit_287

θεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι.

### 1105.1

ΚΡ.Οἴμοι· μόλις μέν, καρδίας δ’ ἐξίσταμαι

### 1105.2

τὸ δρᾶν· ἀνάγκῃ δ’ οὐχὶ δυσμαχητέον.

### 1105.3

ΧΟ.Δρᾶ νυν τάδ’ ἐλθὼν μηδ’ ἐπ’ ἄλλοισιν τρέπε.

### 1105.4

ΚΡ.Ὧδ’ ὡς ἔχω στείχοιμ’ ἄν· ἴτ’, ἴτ’, ὀπάονες

### 1105.5

οἵ τ’ ὄντες οἵ τ’ ἀπόντες, ἀξίνας χεροῖν

### 1110.1

ὁρμᾶσθ’ ἑλόντες εἰς ἐπόψιον τόπον.

### 1110.2

Ἐγὼ δ’, ἐπειδὴ δόξα τῇδ’ ἐπεστράφη,

### 1110.3

αὐτός τ’ ἔδησα καὶ παρὼν ἐκλύσομαι·

### 1110.4

δέδοικα γὰρ μὴ τοὺς καθεστῶτας νόμους

### 1110.5

ἄριστον ᾖ σῴζοντα τὸν βίον τελεῖν.

### 1115.1

ΧΟ.Πολυώνυμε, Καδμείας νύμφας ἄγαλμαStr. 1.

### 1115.2

καὶ Διὸς βαρυβρεμέτα

### 1115.3

γένος, κλυτὰν ὃς ἀμφέπεις

### 1115.4

Ἰταλίαν, μέδεις δὲ

### 1120.1

παγκοίνοις Ἐλευσινίας

### 1120.2

Δῃοῦς ἐν κόλποις, ὦ Βακχεῦ,

### 1120.3

Βακχᾶν ματρόπολιν Θήβαν

### 1120.4

ναιετῶν παρ’ ὑγρόν 〈τ’〉

### 1120.5

Ἰσμηνοῦ ῥέεθρον, ἀγρίου τ’

### 1125

ἐπὶ σπορᾷ δράκοντος·

### 1125.1

σὲ δ’ ὑπὲρ διλόφου πέτρας στέροψ ὄπωπεAnt. 1.

### 1125.2

λιγνύς, ἔνθα Κωρύκιαι

### 1125.3

νύμφαι στίχουσι Βακχίδες

### 1130.1

Κασταλίας τε νᾶμα.

### 1130.2

Καί σε Νυσαίων ὀρέων

### 1130.3

κισσήρεις ὄχθαι χλωρά τ’ ἀκ‐

### 1130.4

τὰ πολυστάφυλος πέμπει,

### 1130.5

ἀμβρότων ἐπέων

### 1135.1

εὐαζόντων, Θηβαΐας

### 1135.2

ἐπισκοποῦντ’ ἀγυιάς·

### 1136.1

τὰν ἐκ πασᾶν τιμᾷςStr. 2.

### 1136.2

ὑπερτάταν πόλεων

### 1136.3

ματρὶ σὺν κεραυνίᾳ·

### 1140.1

καὶ νῦν, ὡς βιαίας ἔχεται

### 1140.2

πάνδαμος πόλις ἐπὶ νόσου,

### 1144

μολεῖν καθαρσίῳ ποδὶ Παρνασίαν

### 1145

ὑπὲρ κλιτύν, ἢ στονόεντα πορθμόν.

### 1145.1

Ἰὼ πῦρ πνεόντωνAnt. 2.

### 1145.2

χοράγ’ ἄστρων, νυχίων

### 1145.3

φθεγμάτων ἐπίσκοπε,

### 1145.4

παῖ, Δῖον γένεθλον, προφάνηθ’,

### unit_301.1

ὦναξ, σαῖς ἅμα περιπόλοις

### unit_301.2

Θυίαισιν, αἵ σε μαινόμεναι πάννυχοι

### unit_301.3

χορεύουσι τὸν ταμίαν Ἴακχον.

### 1155

ΑΓΓΕΛΟΣ

### 1155.1

Κάδμου πάροικοι καὶ δόμων Ἀμφίονος,

### 1155.2

οὐκ ἔσθ’ ὁποῖον στάντ’ ἂν ἀνθρώπου βίον

### 1155.3

οὔτ’ αἰνέσαιμ’ ἂν οὔτε μεμψαίμην ποτέ·

### unit_304.1

τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπει

### unit_304.2

τὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντ’ ἀεί,

### 1160.1

καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς.

### 1160.2

Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ,

### 1160.3

σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα,

### 1160.4

λαβών τε χώρας παντελῆ μοναρχίαν

### 1160.5

εὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ·

### 1165.1

καὶ νῦν ἀφεῖται πάντα. Τὰς γὰρ ἡδονὰς

### 1165.2

ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ’ ἐγὼ

### 1165.3

ζῆν τοῦτον, ἀλλ’ ἔμψυχον ἡγοῦμαι νεκρόν.

### 1165.4

Πλούτει τε γὰρ κατ’ οἶκον, εἰ βούλει, μέγα,

### 1165.5

καὶ ζῆ τύραννον σχῆμ’ ἔχων· ἐὰν δ’ ἀπῇ

### 1170.1

τούτων τὸ χαίρειν, τἄλλ’ ἐγὼ καπνοῦ σκιᾶς

### 1170.2

οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.

### 1170.3

ΧΟ.Τί δ’ αὖ τόδ’ ἄχθος βασιλέων ἥκεις φέρων;

### 1170.4

ΑΓ.Τεθνᾶσιν· οἱ δὲ ζῶντες αἴτιοι θανεῖν.

### 1170.5

ΧΟ.Καὶ τίς φονεύει; τίς δ’ ὁ κείμενος; λέγε.

### 1175.1

ΑΓ.Αἵμων ὄλωλεν· αὐτόχειρ δ’ αἱμάσσεται.

### 1175.2

ΧΟ.Πότερα πατρῴας ἢ πρὸς οἰκείας χερός;

### 1175.3

ΑΓ.Αὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου.

### 1175.4

ΧΟ.Ὦ μάντι, τοὔπος ὡς ἄρ’ ὀρθὸν ἤνυσας.

### 1175.5

ΑΓ.Ὡς ὧδ’ ἐχόντων τἄλλα βουλεύειν πάρα.

### 1180.1

ΧΟ.Καὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦ

### 1180.2

δάμαρτα τὴν Κρέοντος· ἐκ δὲ δωμάτων

### 1180.3

ἤτοι κλύουσα παιδὸς ἢ τύχῃ πάρα.

### 1180.4

ΕΥΡΥΔΙΚΗ

### 1183

Ὦ πάντες ἀστοί, τῶν λόγων ἐπῃσθόμην

### unit_311

πρὸς ἔξοδον στείχουσα, Παλλάδος θεᾶς

### 1185.1

ὅπως ἱκοίμην εὐγμάτων προσήγορος.

### 1185.2

Καὶ τυγχάνω τε κλῇθρ’ ἀνασπαστοῦ πύλης

### 1185.3

χαλῶσα, καί με φθόγγος οἰκείου κακοῦ

### 1185.4

βάλλει δι’ ὤτων, ὑπτία δὲ κλίνομαι

### 1185.5

δείσασα πρὸς δμωαῖσι κἀποπλήσσομαι.

### 1190.1

Ἀλλ’ ὅστις ἦν ὁ μῦθος αὖθις εἴπατε·

### 1190.2

κακῶν γὰρ οὐκ ἄπειρος οὖς’ ἀκούσομαι.

### 1190.3

ΑΓ.Ἐγώ, φίλη δέσποινα, καὶ παρὼν ἐρῶ

### 1190.4

κοὐδὲν παρήσω τῆς ἀληθείας ἔπος·

### 1190.5

τί γάρ σε μαλθάσσοιμ’ ἂν ὧν ἐς ὕστερον

### 1195.1

ψεῦσται φανούμεθ’; ὀρθὸν ἁλήθει’ ἀεί.

### 1195.2

Ἐγὼ δὲ σῷ ποδαγὸς ἑσπόμην πόσει

### 1195.3

πεδίον ἐπ’ ἄκρον, ἔνθ’ ἔκειτο νηλεὲς

### 1195.4

κυνοσπάρακτον σῶμα Πολυνείκους ἔτι·

### 1195.5

καὶ τὸν μέν, αἰτήσαντες ἐνοδίαν θεὸν

### unit_315.1

Πλούτωνά τ’ ὀργὰς εὐμενεῖς κατασχεθεῖν,

### unit_315.2

λούσαντες ἁγνὸν λουτρόν, ἐν νεοσπάσιν

### unit_315.3

θαλλοῖς ὃ δὴ λέλειπτο συγκατῄθομεν,

### unit_315.4

καὶ τύμβον ὀρθόκρανον οἰκείας χθονὸς

### unit_315.5

χώσαντες, αὖθις πρὸς λιθόστρωτον κόρης

### 1205.1

νυμφεῖον Ἅιδου κοῖλον εἰσεβαίνομεν.

### 1205.2

Φωνῆς δ’ ἄπωθεν ὀρθίων κωκυμάτων

### 1205.3

κλύει τις ἀκτέριστον ἀμφὶ παστάδα,

### 1205.4

καὶ δεσπότῃ Κρέοντι σημαίνει μολών·

### 1205.5

τῷ δ’ ἀθλίας ἄσημα περιβαίνει βοῆς

### 1210.1

ἕρποντι μᾶλλον ἆσσον, οἰμώξας δ’ ἔπος

### 1210.2

ἵησι δυσθρήνητον· «Ὢ τάλας ἐγώ,

### 1210.3

ἆρ’ εἰμὶ μάντις; ἆρα δυστυχεστάτην

### unit_318.1

κέλευθον ἕρπω τῶν παρελθουσῶν ὁδῶν;

### unit_318.2

παιδός με σαίνει φθόγγος. Ἀλλά, πρόσπολοι,

### 1215.1

ἴτ’ ἆσσον ὠκεῖς, καὶ παραστάντες τάφῳ

### 1215.2

ἀθρήσαθ’, ἁρμὸν χώματος λιθοσπαδῆ

### 1215.3

δύντες πρὸς αὐτὸ στόμιον, εἰ τὸν Αἵμονος

### 1215.4

φθόγγον συνίημ’, ἢ θεοῖσι κλέπτομαι.»

### 1215.5

Τάδ’ ἐξ ἀθύμου δεσπότου κελεύσμασιν

### 1220.1

ἠθροῦμεν· ἐν δὲ λοισθίῳ τυμβεύματι

### 1220.2

τὴν μὲν κρεμαστὴν αὐχένος κατείδομεν,

### 1220.3

βρόχῳ μιτώδει σινδόνος καθημμένην,

### 1220.4

τὸν δ’ ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον,

### 1220.5

εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθορὰν

### 1225.1

καὶ πατρὸς ἔργα καὶ τὸ δύστηνον λέχος.

### 1225.2

Ὁ δ’ ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας ἔσω

### 1225.3

χωρεῖ πρὸς αὐτὸν κἀνακωκύσας καλεῖ·

### 1225.4

«Ὦ τλῆμον, οἷον ἔργον εἴργασαι· τίνα

### 1225.5

νοῦν ἔσχες; ἐν τῷ συμφορᾶς διεφθάρης;

### 1230.1

Ἔξελθε, τέκνον, ἱκέσιός σε λίσσομαι.»

### 1230.2

Τὸν δ’ ἀγρίοις ὄσσοισι παπτήνας ὁ παῖς,

### 1230.3

πτύσας προσώπῳ κοὐδὲν ἀντειπών, ξίφους

### 1230.4

ἕλκει διπλοῦς κνώδοντας, ἐκ δ’ ὁρμωμένου

### 1230.5

πατρὸς φυγαῖσιν ἤμπλακ’· εἶθ’ ὁ δύσμορος

### 1235.1

αὑτῷ χολωθείς, ὥσπερ εἶχ’, ἐπενταθεὶς

### 1235.2

ἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δ’ ὑγρὸν

### 1235.3

ἀγκῶν’ ἔτ’ ἔμφρων παρθένῳ προσπτύσσεται·

### 1235.4

καὶ φυσιῶν ὀξεῖαν ἐκβάλλει ῥοὴν

### 1235.5

λευκῇ παρειᾷ φοινίου σταλάγματος.

### 1240

Κεῖται δὲ νεκρὸς περὶ νεκρῷ, τὰ νυμφικὰ

### unit_325.1

τέλη λαχὼν δείλαιος εἰν Ἅιδου δόμοις,

### unit_325.2

δείξας ἐν ἀνθρώποισι τὴν ἀβουλίαν

### unit_325.3

ὅσῳ μέγιστον ἀνδρὶ πρόσκειται κακόν.

### unit_325.4

ΧΟ.Τί τοῦτ’ ἂν εἰκάσειας; ἡ γυνὴ πάλιν

### 1245.1

φρούδη, πρὶν εἰπεῖν ἐσθλὸν ἢ κακὸν λόγον.

### 1245.2

ΑΓ.Καὐτὸς τεθάμβηκ’· ἐλπίσιν δὲ βόσκομαι

### 1245.3

ἄχη τέκνου κλύουσαν ἐς πόλιν γόους

### 1245.4

οὐκ ἀξιώσειν, ἀλλ’ ὑπὸ στέγης ἔσω

### 1245.5

δμωαῖς προθήσειν πένθος οἰκεῖον στένειν.

### unit_327.1

Γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθ’ ἁμαρτάνειν.

### unit_327.2

ΧΟ.Οὐκ οἶδ’· ἐμοὶ δ’ οὖν ἥ τ’ ἄγαν σιγὴ βαρὺ

### unit_327.3

δοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή.

### unit_327.4

ΑΓ.Ἀλλ’ εἰσόμεσθα μή τι καὶ κατάσχετον

### unit_327.5

κρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ

### 1255.1

δόμους παραστείχοντες· εὖ γὰρ οὖν λέγεις·

### 1255.2

καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος.

### 1255.3

ΧΟ.Καὶ μὴν ὅδ’ ἄναξ αὐτὸς ἐφήκει

### 1255.4

μνῆμ’ ἐπίσημον διὰ χειρὸς ἔχων,

### 1255.5

εἰ θέμις εἰπεῖν, οὐκ ἀλλοτρίαν

### 1260

ἄτην, ἀλλ’ αὐτὸς ἁμαρτών.

### 1260.1

ΚΡ.Ἰὼ φρενῶν δυσφρόνων ἁμαρτήματαStr. 1.

### 1260.2

στερεὰ θανατόεντ’,

### 1260.3

ὦ κτανόντας τε καὶ

### 1260.4

θανόντας βλέποντες ἐμφυλίους.

### 1265.1

Ὤμοι ἐμῶν ἄνολβα βουλευμάτων.

### 1265.2

Ἰὼ παῖ, νέος νέῳ ξὺν μόρῳ,

### 1265.3

αἰαῖ αἰαῖ,

### 1265.4

ἔθανες, ἀπελύθης,

### unit_332

ἐμαῖς οὐδὲ σαῖσι δυσβουλίαις.

### 1270.1

ΧΟ.Οἴμ’ ὡς ἔοικας ὀψὲ τὴν δίκην ἰδεῖν.

### 1270.2

ΚΡ.Οἴμοι,

### 1270.3

ἔχω μαθὼν δείλαιος· ἐν δ’ ἐμῷ κάρᾳ

### 1270.4

θεὸς τότ’ ἄρα τότε μέγα βάρος μ’ ἔχων

### 1270.5

ἔπαισεν, ἐν δ’ ἔσεισεν ἀγρίαις ὁδοῖς,

### 1275.1

οἴμοι, λεωπάτητον ἀντρέπων χαράν.

### 1275.2

Φεῦ φεῦ, ἰὼ πόνοι βροτῶν δύσπονοι.

### 1276

ΕΞΑΓΓΕΛΟΣ

### 1277.1

Ὦ δέσποθ’, ὡς ἔχων τε καὶ κεκτημένος,

### 1277.2

τὰ μὲν πρὸ χειρῶν τάδε φέρων, τὰ δ’ ἐν δόμοις

### 1280.1

ἔοικας ἥκειν καὶ τάχ’ ὄψεσθαι κακά.

### 1280.2

ΚΡ.Τί δ’ ἔστιν αὖ κάκιον ἐκ κακῶν ἔτι;

### 1280.3

ΕΞ.Γυνὴ τέθνηκεν, τοῦδε παμμήτωρ νεκροῦ,

### 1280.4

δύστηνος, ἄρτι νεοτόμοισι πλήγμασιν.

### 1283

ΚΡ.Ἰὼ ἰὼ δυσκάθαρτος Ἅιδου λιμήν,Ant. 1.

### 1285.1

τί μ’ ἄρα τί μ’ ὀλέκεις;

### 1285.2

Ὦ κακάγγελτά μοι

### 1285.3

προπέμψας ἄχη, τίνα θροεῖς λόγον;

### 1285.4

Αἰαῖ, ὀλωλότ’ ἄνδρ’ ἐπεξειργάσω.

### 1285.5

Τί φῄς, παῖ; τίν’ αὖ λέγεις μοι νέον,

### 1290.1

αἰαῖ, αἰαῖ,

### 1290.2

σφάγιον ἐπ’ ὀλέθρῳ

### unit_341.1

γυναικεῖον ἀμφικεῖσθαι μόρον;

### unit_341.2

ΕΞ.Ὁρᾶν πάρεστιν· οὐ γὰρ ἐν μυχοῖς ἔτι.

### unit_341.3

ΚΡ.Οἴμοι,

### 1295.1

κακὸν τόδ’ ἄλλο δεύτερον βλέπω τάλας.

### 1295.2

Τίς ἄρα, τίς με πότμος ἔτι περιμένει;

### 1295.3

Ἔχω μὲν ἐν χείρεσσιν ἀρτίως τέκνον,

### 1299

τάλας, τὸν δ’ ἔναντα προσβλέπω νεκρόν.

### unit_344

Φεῦ φεῦ μᾶτερ ἀθλία, φεῦ τέκνον.

### unit_345.1

ΕΞ.Ἡ δ’ ὀξυθήκτῳ βωμία περὶ ξ〈ίφει〉

### unit_345.2

λύει κελαινὰ βλέφαρα, κωκύσασα μὲν

### unit_345.3

τοῦ πρὶν θανόντος Μεγαρέως κλεινὸν λάχος,

### unit_345.4

αὖθις δὲ τοῦδε, λοίσθιον δὲ σοὶ κακὰς

### 1305

πράξεις ἐφυμνήσασα τῷ παιδοκτόνῳ.

### 1305.1

ΚΡ.Αἰαῖ αἰαῖ,Str. 2.

### 1305.2

ἀνέπταν φόβῳ. Τί μ’ οὐκ ἀνταίαν

### 1305.3

ἔπαισέν τις ἀμφιθήκτῳ ξίφει;

### 1310.1

δείλαιος ἐγώ, αἰαῖ,

### 1310.2

δειλαίᾳ δὲ συγκέκραμαι δύᾳ.

### 1310.3

ΕΞ.Ὡς αἰτίαν γε τῶνδε κἀκείνων ἔχων

### 1310.4

πρὸς τῆς θανούσης τῆσδ’ ἐπεσκήπτου μόρων.

### 1310.5

ΚΡ.Ποίῳ δὲ κἀπελύσατ’ ἐν φοναῖς τρόπῳ;

### 1315.1

ΕΞ.Παίσας’ ὑφ’ ἧπαρ αὐτόχειρ αὑτήν, ὅπως

### 1315.2

παιδὸς τόδ’ ᾔσθετ’ ὀξυκώκυτον πάθος.

### 1315.3

ΚΡ.Ὤμοι μοι, τάδ’ οὐκ ἐπ’ ἄλλον βροτῶν

### 1315.4

ἐμᾶς ἁρμόσει ποτ’ ἐξ αἰτίας.

### unit_350

Ἐγὼ γάρ ς’ ἐγώ 〈σ’〉 ἔκανον, ὢ μέλεος,

### 1320.1

ἐγώ, φάμ’ ἔτυμον. Ἰὼ πρόσπολοι,

### 1320.2

〈ἀπ〉άγετέ μ’ ὅτι τάχος, ἄγετέ μ’ ἐκποδών,

### 1325.1

τὸν οὐκ ὄντα μᾶλλον ἢ μηδένα.

### 1325.2

ΧΟ.Κέρδη παραινεῖς, εἴ τι κέρδος ἐν κακοῖς·

### 1325.3

βράχιστα γὰρ κράτιστα τἀν ποσὶν κακά.

### 1327.1

ΚΡ.Ἴτω, ἴτω,Ant. 2.

### 1327.2

φανήτω μόρων ὁ κάλλιστ’ ἔχων,

### 1330.1

ἐμοὶ τερμίαν ἄγων ἁμέραν

### 1330.2

ὕπατος· ἴτω, ἴτω,

### 1330.3

ὅπως μηκέτ’ ἆμαρ ἄλλ’ εἰσίδω.

### 1334

ΧΟ.Μέλλοντα ταῦτα. Τῶν προκειμένων τι χρὴ

### 1335.1

πράσσειν· μέλει γὰρ τῶνδ’ ὅτοισι χρὴ μέλειν.

### 1335.2

ΚΡ.Ἀλλ’ ὧν ἐρῶ μὲν ταῦτα συγκατηυξάμην.

### 1335.3

ΧΟ.Μή νυν προσεύχου μηδέν· ὡς πεπρωμένης

### 1335.4

οὐκ ἔστι θνητοῖς συμφορᾶς ἀπαλλαγή.

### 1335.5

ΚΡ.Ἄγοιτ’ ἂν μάταιον ἄνδρ’ ἐκποδών,

### 1340.1

ὅς, ὦ παῖ, σέ τ’ οὐχ ἑκὼν κάκτανον

### 1340.2

σέ τ’ αὖ τάνδ’, ὤμοι μέλεος, οὐδ’ ἔχω

### 1340.3

ὅπᾳ πρὸς πότερον ἴδω· πάντα γὰρ

### 1345.1

λέχρια τἀν χεροῖν, τὰ δ’ ἐπὶ κρατί μοι

### 1345.2

πότμος δυσκόμιστος εἰσήλατο.

### 1345.3

ΧΟ.Πολλῷ τὸ φρονεῖν εὐδαιμονίας

### 1349

πρῶτον ὑπάρχει· χρὴ δὲ τά γ’ εἰς θεοὺς

### unit_360.1

μηδὲν ἀσεπτεῖν; μεγάλοι δὲ λόγοι

### unit_360.2

μεγάλας πληγὰς τῶν ὑπεραύχων

### unit_360.3

ἀποτείσαντες

### unit_361

γήρᾳ τὸ φρονεῖν ἐδίδαξαν.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/sophocles-antigone-buo-ah.json (sha256:44684c576ae1922ffebff334c27e0bddd66a863717031a847267b19bf70c202d). Cite as `eul_wid: buo-ah`.
