---
title: "Solon's Salamis Elegy"
title_greek: Ἀποσπάσματα
author: Solon of Athens
eul_wid: ari-aa
eul_aid: ari
canonical: "https://eulogikon.org/grc/solon-of-athens/salamis-elegy"
canonical_json: "https://eulogikon.org/data/works/grc/solon-of-athens-salamis-elegy-ari-aa.json"
sha256: "55ec098fc4842b0baaefdab4e9205e1b07ea7f68374c2c60dd74dab155f8d821"
period: Archaic
dialect: Attic
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Solon's Salamis Elegy

*Ἀποσπάσματα*

**Author:** Solon of Athens

**eul_wid:** `ari-aa` · [HTML page](https://eulogikon.org/grc/solon-of-athens/salamis-elegy) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/solon-of-athens-salamis-elegy-ari-aa.json)

## Text

### book 1.1

αὐτὸς κῆρυξ ἦλθον ἀφ’ ἱμερτῆς

### book 1.2

Σαλαμῖνος, [para]κόσμον ἐπ͜έω͜ν †ὠιδὴν ἀντ’ ἀγορῆς θέμενος.

### book 2.1

εἴην δὴ τότ’ ἐγὼ Φολεγάνδριος ἢ Σικινήτης [para]ἀντί γ’ Ἀθηναίου

### book 2.2

πατρίδ’ ἀμειψάμενος· αἶψα γὰρ ἂν φάτις ἥδε μετ’ ἀνθρώποισι γένοιτο· “Ἀττικὸς οὗτος ἀνήρ, τῶν

### book 2.3

Σαλαμιναφετ͜έω͜ν”.

### book 3.1

ἴομεν ἐς

### book 3.2

Σαλαμῖνα μαχησόμενοι

### book 3.3

περὶ νήσου [para]ἱμερτῆς

### book 3.4

χαλεπόν τ’ αἶσχος ἀπωσόμενοι.

### book 4.1

ἡμετέρη δὲ πόλις κατὰ μὲν Διὸς οὔποτ’ ὀλεῖται [para]αἶσαν καὶ μακάρων θ͜εῶ͜ν

### book 4.2

φρένας ἀθανάτων· τοίη γὰρ μεγάθυμος ἐπίσκοπος ὀβριμοπάτρη [para]Παλλὰς Ἀθηναίη

### book 4.3

χεῖρας ὕπερθεν ἔχει·[ln_5]αὐτοὶ δὲ φθείρειν μεγάλην πόλιν ἀφραδίηισιν [para]ἀστοὶ βούλονται

### book 4.4

χρήμασι

### book 4.5

πειθόμενοι, δήμου θ’ ἡγεμόνων ἄδικος νόος, οἷσιν ἑτοῖμον [para]ὕβριος ἐκ μεγάλης ἄλγεα

### book 4.6

πολλὰ παθεῖν· οὐ γὰρ ἐπίστανται κατέχειν κόρον οὐδὲ παρούσας[ln_10]εὐφροσύνας κοσμεῖν δαιτὸς ἐν ἡσυχίηι[ln_10]......... [para]πλουτ͜έου͜σιν δ’ ἀδίκοις ἔργμασι

### book 4.7

πειθόμενοι[ln_11]......... [para]οὔθ’ ἱερῶν κτεάνων οὔτε

### book 4.8

τι δημοσίων

### book 4.9

φειδόμενοι κλέπτουσιν ἀφαρπαγῆι ἄλλοθεν ἄλλος, [para]οὐδὲ φυλάσσονται

### book 4.10

σεμνὰ Δίκης θέμεθλα,

### book 4.1

[ln_15]ἣ σιγῶσα σύνοιδε τὰ γιγνόμενα

### book 4.2

πρό τ’ ἐόντα, τῶι δὲ χρόνωι πάντως ἦλθ’ ἀποτεισομένη, τοῦτ’ ἤδη πάσηι πόλει ἔρχεται ἕλκος ἄφυκτον, [para]ἐς δὲ κακὴν

### book 4.3

ταχέως ἤλυθε δουλοσύνην, ἣ στάσιν ἔμφυλον πόλεμόν θ’ εὕδοντ’ ἐπεγείρει,[ln_20]ὃς

### book 4.4

πολλῶν ἐρατὴν ὤλεσεν ἡλικίην· ἐκ γὰρ δυσμενέων

### book 4.5

ταχέως

### book 4.6

πολυήρατον ἄστυ [para]τρύχεται ἐν

### book 4.7

συνόδοις

### book 4.8

τοῖς ἀδικ͜έου͜σι φίλους. ταῦτα μὲν ἐν δήμωι

### book 4.9

στρέφεται κακά· τῶν δὲ πενιχρῶν [para]ἱκν͜έον͜ται

### book 4.10

πολλοὶ γαῖαν ἐς ἀλλοδαπὴν[ln_25]πραθέντες δεσμοῖσί τ’ ἀεικελίοισι δεθέντες[ln_25]........ οὕτω δημόσιον κακὸν ἔρχεται οἴκαδ’ ἑκάστωι, [para]αὔλειοι δ’ ἔτ’ ἔχειν οὐκ ἐθέλουσι θύραι, ὑψηλὸν δ’ ὑπὲρ ἕρκος ὑπέρθορεν, εὗρε δὲ πάντως, [para]εἰ καί τις

### book 4.11

φεύγων ἐν μυχῶι ἦι θαλάμου.

### book 4.1

[ln_30]ταῦτα διδάξαι θυμὸς Ἀθηναίους με κελεύει, [para]ὡς κακὰ πλεῖστα πόλει Δυσνομίη

### book 4.2

παρέχει· Εὐνομίη δ’ εὔκοσμα καὶ ἄρτια πάντ’ ἀποφαίνει, [para]καὶ θαμὰ τοῖς ἀδίκοις ἀμφιτίθησι πέδας· τραχέα λειαίνει, παύει κόρον, ὕβριν ἀμαυροῖ,[ln_35]αὑαίνει δ’ ἄτης ἄνθεα

### book 4.3

φυόμενα, εὐθύνει δὲ δίκας

### book 4.4

σκολιάς, ὑπερήφανά τ’ ἔργα [para]πραΰνει· παύει δ’ ἔργα διχοστασίης, παύει δ’ ἀργαλέης ἔριδος χόλον, ἔστι δ’ ὑπ’ αὐτῆς πάντα κατ’ ἀνθρώπους ἄρτια καὶ πινυτά.

### book 4a.1

γινώσκω, καί μοι

### book 4a.2

φρενὸς ἔνδοθεν ἄλγεα κεῖται, [para]πρεσβυτάτην ἐσορῶν γαῖαν̣ [Ἰ]α̣ονίης κλινομένην,

### book 4c.1

ὑμεῖς δ’ ἡσυχάσ̣αντ̣ε̣ς̣ ἐνὶ φ̣ρεσὶ καρτερὸν ἦτορ, [para]οἳ πολλῶν ἀγαθῶν ἐς κόρον [ἠ]λ̣άσατε, ἐν μετρίοισι τί̣θ̣ε̣σ̣θ̣ε μέγαν νόον· οὔτε γὰρ ἡμεῖς

### book 4c.2

πεισόμεθ’, οὔθ’ ὑμῖν ἄρτια

### book 4c.3

τα[ῦ]τ̣’ ἔσεται.

### book 5

δήμωι μὲν γὰρ ἔδωκα τόσον γέρας ὅσσον ἐπαρκεῖν, [para]τιμῆς οὔτ’ ἀφελὼν οὔτ’ ἐπορεξάμενος· οἳ δ’ εἶχον δύναμιν καὶ χρήμασιν ἦσαν ἀγητοί, [para]καὶ τοῖς ἐφρασάμην μηδὲν ἀεικὲς ἔχειν·[ln_5]ἔστην δ’ ἀμφιβαλὼν κρατερὸν σάκος ἀμφοτέροισι, [para]νικᾶν δ’ οὐκ εἴας’ οὐδετέρους ἀδίκως.

### book 6.1

δῆμος δ’ ὧδ’ ἂν ἄριστα σὺν ἡγεμόνεσσιν ἕποιτο, μήτε λίην ἀνεθεὶς μήτε βιαζόμενος· τίκτει γὰρ κόρος ὕβριν, ὅταν

### book 6.2

πολὺς ὄλβος ἕπηται [para]ἀνθρώποις ὁπ̣όσοις μὴ νόος ἄρτιος ἦι.

### book 7.1

ἔργμασι (γὰρ) ἐν μεγάλοις πᾶσιν ἁδεῖν

### book 7.2

χαλεπόν,

### book 9.1

ἐκ νεφέλης πέλεται

### book 9.2

χιόνος μένος ἠδὲ χαλάζης, [para]βροντὴ δ’ ἐκ λαμπρῆς γίγνεται ἀστεροπῆς· ἀνδρῶν δ’ ἐκ μεγάλων πόλις ὄλλυται, ἐς δὲ μονάρχου δῆμος ἀϊδρίηι δουλοσύνην ἔπεσεν.[ln_5]λίην δ’ ἐξάραντ’ 〈οὐ〉 ῥάιδιόν ἐστι κατασχεῖν [para]ὕστερον, ἀλλ’ ἤδη

### book 9.3

χρὴ 〈καλὰ〉 πάντα νοεῖν.

### book 10.1

δείξει δὴ μανίην μὲν ἐμὴν βαιὸς

### book 10.2

χρόνος ἀστοῖς, [para]δείξει ἀληθείης ἐς μέσον ἐρχομένης.

### book 11.1

εἰ δὲ πεπόνθατε λυγρὰ δι’ ὑμετέρην κακότητα, [para]μὴ θ͜εοῖ͜σιν

### book 11.2

τούτων μοῖραν ἐπαμφέρετε· αὐτοὶ γὰρ

### book 11.3

τούτους ηὐξήσατε ῥύματα δόντες, [para]καὶ διὰ ταῦτα κακὴν ἔσχετε δουλοσύνην.[ln_5]ὑμ͜έω͜ν δ’ εἷς μὲν ἕκαστος ἀλώπεκος ἴχνεσι βαίνει, [para]σύμπασιν δ’ ὑμῖν

### book 11.4

χαῦνος ἔνεστι νόος· ἐς γὰρ γλῶσσαν ὁρᾶτε καὶ εἰς ἔπη αἱμύλου ἀνδρός, εἰς ἔργον δ’ οὐδὲν γιγνόμενον βλέπετε.

### book 12.1

ἐξ ἀνέμων δὲ θάλασσα

### book 12.2

ταράσσεται· ἢν δέ τις αὐτὴν [para]μὴ κινῆι, πάντων ἐστὶ δικαιοτάτη.

### book 13.1

Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα, [para]Μοῦσαι

### book 13.2

Πιερίδες, κλῦτέ μοι εὐχομένωι· ὄλβον μοι

### book 13.3

πρὸς θ͜εῶ͜ν μακάρων δότε, καὶ πρὸς ἁπάντων [para]ἀνθρώπων αἰεὶ δόξαν ἔχειν ἀγαθήν·[ln_5]εἶναι δὲ γλυκὺν ὧδε φίλοις, ἐχθροῖσι δὲ πικρόν, [para]τοῖσι μὲν αἰδοῖον, τοῖσι δὲ δεινὸν ἰδεῖν. χρήματα δ’ ἱμείρω μὲν ἔχειν, ἀδίκως δὲ πεπᾶσθαι [para]οὐκ ἐθέλω· πάντως ὕστερον ἦλθε δίκη. πλοῦτον δ’ ὃν μὲν δῶσι θεοί, παραγίγνεται ἀνδρὶ[ln_10]ἔμπεδος ἐκ νεάτου

### book 13.4

πυθμένος ἐς κορυφήν· ὃν δ’ ἄνδρες

### book 13.5

τιμῶσιν ὑφ’ ὕβριος, οὐ κατὰ κόσμον [para]ἔρχεται, ἀλλ’ ἀδίκοις ἔργμασι

### book 13.6

πειθόμενος οὐκ ἐθέλων ἕπεται, ταχέως δ’ ἀναμίσγεται ἄτηι· [para]ἀρχῆς δ’ ἐξ ὀλίγης γίγνεται ὥστε

### book 13.7

πυρός,

### book 13.1

[ln_15]φλαύρη μὲν τὸ πρῶτον, ἀνιηρὴ δὲ τελευτᾶι· [para]οὐ γὰρ δὴ〈ν〉 θνητοῖς ὕβριος ἔργα πέλει, ἀλλὰ Ζεὺς πάντων ἐφορᾶι τέλος, ἐξαπίνης δὲ [para]ὥστ’ ἄνεμος νεφέλας αἶψα διεσκέδασεν ἠρινός, ὃς πόντου

### book 13.2

πολυκύμονος ἀτρυγέτοιο[ln_20]πυθμένα κινήσας, γῆν κάτα

### book 13.3

πυροφόρον δηιώσας καλὰ ἔργα θεῶν ἕδος αἰπὺν ἱκάνει οὐρανόν, αἰθρίην δ’ αὖτις ἔθηκεν ἰδεῖν, λάμπει δ’ ἠελίοιο μένος κατὰ πίονα γαῖαν [para]καλόν, ἀτὰρ νεφέων οὐδ’ ἓν ἔτ’ ἐστὶν ἰδεῖν.

### book 13.1

[ln_25]τοιαύτη Ζηνὸς πέλεται τίσις· οὐδ’ ἐφ’ ἑκάστωι [para]ὥσπερ θνητὸς ἀνὴρ γίγνεται ὀξύχολος, αἰεὶ δ’ οὔ ἑ λέληθε διαμπερές, ὅστις ἀλιτρὸν [para]θυμὸν ἔχει, πάντως δ’ ἐς τέλος ἐξεφάνη· ἀλλ’ ὁ μὲν αὐτίκ’ ἔτεισεν, ὁ δ’ ὕστερον· οἳ δὲ φύγωσιν[ln_30]αὐτοί, μηδὲ θεῶν μοῖρ’ ἐπιοῦσα κίχηι, ἤλυθε πάντως αὖτις· ἀναίτιοι ἔργα τίνουσιν [para]ἢ παῖδες

### book 13.2

τούτων ἢ γένος ἐξοπίσω. θνητοὶ δ’ ὧδε νο͜έο͜μεν ὁμῶς ἀγαθός

### book 13.3

τε κακός

### book 13.4

τε, [para]εὖ ῥεῖν ἣν αὐτὸς δόξαν ἕκαστος ἔχει,

### book 13.1

[ln_35]πρίν

### book 13.2

τι παθεῖν· τότε δ’ αὖτις ὀδύρεται· ἄχρι δὲ τούτου [para]χάσκοντες κούφαις ἐλπίσι

### book 13.3

τερπόμεθα. χὤστις μὲν νούσοισιν ὑπ’ ἀργαλέηισι

### book 13.4

πιεσθῆι, [para]ὡς ὑγιὴς ἔσται, τοῦτο κατεφράσατο· ἄλλος δειλὸς ἐὼν ἀγαθὸς δοκεῖ ἔμμεναι ἀνήρ,[ln_40]καὶ καλὸς μορφὴν οὐ χαρίεσσαν ἔχων· εἰ δέ τις ἀχρήμων, πενίης δέ μιν ἔργα βιᾶται, [para]κτήσασθαι πάντως

### book 13.5

χρήματα

### book 13.6

πολλὰ δοκεῖ. σπεύδει δ’ ἄλλοθεν ἄλλος· ὁ μὲν κατὰ πόντον ἀλᾶται [para]ἐν νηυσὶν

### book 13.7

χρήιζων οἴκαδε κέρδος ἄγειν[ln_45]ἰχθυόεντ’ ἀνέμοισι

### book 13.8

φορ͜εό͜μενος ἀργαλέοισιν, [para]φειδωλὴν

### book 13.9

ψυχῆς οὐδεμίαν θέμενος·

### book 13.1

ἄλλος γῆν τέμνων

### book 13.2

πολυδένδρεον εἰς ἐνιαυτὸν [para]λατρεύει, τοῖσιν καμπύλ’ ἄροτρα μέλει· ἄλλος Ἀθηναίης

### book 13.3

τε καὶ Ἡφαίστου

### book 13.4

πολυτέχν͜εω͜ ἔργα δαεὶς

### book 13.5

χειροῖν ξυλλέγεται βίοτον, ἄλλος Ὀλυμπιάδων Μους͜έω͜ν πάρα δῶρα διδαχθείς, [para]ἱμερτῆς

### book 13.6

σοφίης μέτρον ἐπιστάμενος· ἄλλον μάντιν ἔθηκεν ἄναξ ἑκάεργος Ἀπόλλων, [para]ἔγνω δ’ ἀνδρὶ κακὸν

### book 13.7

τηλόθεν ἐρχόμενον,[ln_55]ὧι

### book 13.8

συνομαρτήσωσι θεοί· τὰ δὲ μόρσιμα πάντως [para]οὔτε

### book 13.9

τις οἰωνὸς ῥύσεται οὔθ’ ἱερά· ἄλλοι

### book 13.10

Παιῶνος

### book 13.11

πολυφαρμάκου ἔργον ἔχοντες [para]ἰητροί· καὶ τοῖς οὐδὲν ἔπεστι τέλος· πολλάκι δ’ ἐξ ὀλίγης ὀδύνης μέγα γίγνεται ἄλγος,

### book 13.1

[ln_60]κοὐκ ἄν

### book 13.2

τις λύσαιτ’ ἤπια φάρμακα δούς· τὸν δὲ κακαῖς νούσοισι κυκώμενον ἀργαλέαις

### book 13.3

τε [para]ἁψάμενος

### book 13.4

χειροῖν αἶψα τίθης’ ὑγιῆ. Μοῖρα δέ τοι θνητοῖσι κακὸν φέρει ἠδὲ καὶ ἐσθλόν, [para]δῶρα δ’ ἄφυκτα θεῶν γίγνεται ἀθανάτων.[ln_65]πᾶσι δέ τοι κίνδυνος ἐπ’ ἔργμασιν, οὐδέ τις οἶδεν [para]πῆι μέλλει

### book 13.5

σχήσειν

### book 13.6

χρήματος ἀρχομένου· ἀλλ’ ὁ μὲν εὖ ἔρδειν

### book 13.7

πειρώμενος οὐ προνοήσας [para]ἐς μεγάλην ἄτην καὶ χαλεπὴν ἔπεσεν, τῶι δὲ κακῶς ἔρδοντι θεὸς

### book 13.8

περὶ πάντα δίδωσιν[ln_70]συντυχίην ἀγαθήν, ἔκλυσιν ἀφροσύνης. πλούτου δ’ οὐδὲν τέρμα

### book 13.9

πεφασμένον ἀνδράσι κεῖται· [para]οἳ γὰρ νῦν ἡμ͜έω͜ν

### book 13.10

πλεῖστον ἔχουσι βίον,

### book 13.1

διπλάσιον

### book 13.2

σπεύδουσι· τίς ἂν κορέσειεν ἅπαντας; [para]κέρδεά τοι θνητοῖς ὤπασαν ἀθάνατοι,[ln_75]ἄτη δ’ ἐξ αὐτῶν ἀναφαίνεται, ἣν ὁπότε Ζεὺς πέμψηι

### book 13.3

τεισομένην, ἄλλοτε ἄλλος ἔχει.

### book 14

οὐδὲ μάκαρ οὐδεὶς πέλεται βροτός, ἀλλὰ πονηροὶ [para]πάντες ὅσους θνητοὺς ἠέλιος καθορᾶι.

### book 15.1

πολλοὶ γὰρ

### book 15.2

πλουτ͜έου͜σι κακοί, ἀγαθοὶ δὲ πένονται· [para]ἀλλ’ ἡμεῖς

### book 15.3

τούτοις οὐ διαμειψόμεθα τῆς ἀρετῆς τὸν

### book 15.4

πλοῦτον, ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί, χρήματα δ’ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.

### book 16.1

γνωμοσύνης δ’ ἀφανὲς

### book 16.2

χαλεπώτατόν ἐστι νοῆσαι [para]μέτρον, ὃ δὴ πάντων

### book 16.3

πείρατα μοῦνον ἔχει.

### book 17

πάντηι δ’ ἀθανάτων ἀφανὴς νόος ἀνθρώποισιν

### book 18

γηράσκω δ’ αἰεὶ πολλὰ διδασκόμενος,

### book 19.1

νῦν δὲ (φησί) σὺ μὲν

### book 19.2

Σολίοισι

### book 19.3

πολὺν

### book 19.4

χρόνον ἐνθάδ’ ἀνάσσων [para]τήνδε πόλιν ναίοις καὶ γένος ὑμέτερον· αὐτὰρ ἐμὲ ξὺν νηῒ θοῆι κλεινῆς ἀπὸ νήσου [para]ἀσκηθῆ πέμποι Κύπρις ἰοστέφανος·[ln_5]οἰκισμῶι δ’ ἐπὶ τῶιδε χάριν καὶ κῦδος ὀπάζοι [para]ἐσθλὸν καὶ νόστον

### book 19.5

πατρίδ’ ἐς ἡμετέρην.

### book 20.1

〈“ἑξηκονταέτη μοῖρα κίχοι θανάτου.”〉[ln_1]ἀλλ’ εἴ μοι καὶ νῦν ἔτι

### book 20.2

πείσεαι, ἔξελε

### book 20.3

τοῦτο— [para]μηδὲ μέγαιρ’, ὅτι ς͜έο͜ λῶιον ἐπεφρασάμην— καὶ μεταποίησον Λιγιαστάδη, ὧδε δ’ ἄειδε· “ὀγδωκονταέτη μοῖρα κίχοι θανάτου”.

### book 21

μηδέ μοι ἄκλαυτος θάνατος μόλοι, ἀλλὰ φίλοισι [para]καλλείποιμι θανὼν ἄλγεα καὶ στοναχάς,

### book 22a.1

εἰπεῖν μοι Κριτίηι ξανθότριχι

### book 22a.2

πατρὸς ἀκούειν· οὐ γὰρ ἁμαρτινόωι

### book 22a.3

πείσεται ἡγεμόνι.

### book 23.1

ὄλβιος, ὧι

### book 23.2

παῖδές

### book 23.3

τε φίλοι καὶ μώνυχες ἵπποι [para]καὶ κύνες ἀγρευταὶ καὶ ξένος ἀλλοδαπός;

### book 24.1

ἶσόν

### book 24.2

τοι

### book 24.3

πλουτ͜έου͜σιν, ὅτωι

### book 24.4

πολὺς ἄργυρός ἐστι [para]καὶ χρυσὸς καὶ γῆς

### book 24.5

πυροφόρου

### book 24.6

πεδία ἵπποι θ’ ἡμίονοί τε, καὶ ὧι μόνα

### book 24.7

ταῦτα πάρεστι, [para]γαστρί τε καὶ πλευραῖς καὶ ποσὶν ἁβρὰ παθεῖν,[ln_5]παιδός τ’ ἠδὲ γυναικός, ἐπὴν καὶ ταῦτ’ ἀφίκηται, [para]ὥρη, σὺν δ’ ἥβη γίνεται ἁρμοδίη. ταῦτ’ ἄφενος θνητοῖσι· τὰ γὰρ

### book 24.8

περιώσια πάντα [para]χρήματ’ ἔχων οὐδεὶς ἔρχεται εἰς Ἀΐδ͜εω͜, οὐδ’ ἂν ἄποινα διδοὺς θάνατον φύγοι, οὐδὲ βαρείας[ln_10]νούσους, οὐδὲ κακὸν γῆρας ἐπερχόμενον.

### book 25.1

ἔσθ’ ἥβης ἐρατοῖσιν ἐπ’ ἄνθεσι

### book 25.2

παιδοφιλήσηι, [para]μηρῶν ἱμείρων καὶ γλυκεροῦ στόματος.

### book 26

ἔργα δὲ Κυπρογενοῦς νῦν μοι φίλα καὶ Διονύσου καὶ Μους͜έω͜ν, ἃ τίθης’ ἀνδράσιν εὐφροσύνας,

### book 27.1

παῖς μὲν ἄνηβος ἐὼν ἔτι νήπιος ἕρκος ὀδόντων [para]φύσας ἐκβάλλει

### book 27.2

πρῶτον ἐν ἕπτ’ ἔτεσιν. τοὺς δ’ ἑτέρους ὅτε δὴ τελέσηι θεὸς ἕπτ’ ἐνιαυτούς, [para]ἥβης †δὲ φάνει† σήματα γεινομένης.[ln_5]τῆι

### book 27.3

τριτάτηι δὲ γένειον ἀεξομένων ἔτι γυίων [para]λαχνοῦται, χροιῆς ἄνθος ἀμειβομένης. τῆι δὲ τετάρτηι πᾶς

### book 27.4

τις ἐν ἑβδομάδι μέγ’ ἄριστος [para]ἰσχύν, ἧι τ’ ἄνδρες

### book 27.5

πείρατ’ ἔχους’ ἀρετῆς. πέμπτηι δ’ ὥριον ἄνδρα γάμου μεμνημένον εἶναι[ln_10]καὶ παίδων ζητεῖν εἰσοπίσω γενεήν. τῆι δ’ ἕκτηι

### book 27.6

περὶ πάντα καταρτύεται νόος ἀνδρός, [para]οὐδ’ ἔρδειν ἔθ’ ὁμῶς ἔργ’ ἀπάλαμνα θέλει. ἑπτὰ δὲ νοῦν καὶ γλῶσσαν ἐν ἑβδομάσιν μέγ’ ἄριστος [para]ὀκτώ τ’· ἀμφοτέρων τέσσαρα καὶ δέκ’ ἔτη.

### book 27.1

[ln_15]τῆι δ’ ἐνάτηι ἔτι μὲν δύναται, μαλακώτερα δ’ αὐτοῦ [para]πρὸς μεγάλην ἀρετὴν γλῶσσά τε καὶ σοφίη. τὴν δεκάτην δ’ εἴ τις

### book 27.2

τελέσας κατὰ μέτρον ἵκοιτο, οὐκ ἂν ἄωρος ἐὼν μοῖραν ἔχοι θανάτου.

### book 28

Νείλου ἐπὶ προχοῆισι, Κανωβίδος ἐγγύθεν ἀκτῆς.

### book 31.1

πρῶτα μὲν εὐχώμεσθα Διὶ Κρονίδηι βασιλῆϊ θεσμοῖς

### book 31.2

τοῖσδε τύχην ἀγαθὴν καὶ κῦδος ὀπάσσαι.

### book 32.1

εἰ δὲ γῆς (φησιν) ἐφεισάμην

### book 32.2

πατρίδος, τυραννίδος δὲ καὶ βίης ἀμειλίχου οὐ καθηψάμην μιάνας καὶ καταισχύνας κλέος, οὐδὲν αἰδ͜έο͜μαι· πλέον γὰρ ὧδε νικήσειν δοκ͜έω͜[ln_5]πάντας ἀνθρώπους.

### book 33

“οὐκ ἔφυ Σόλων βαθύφρων οὐδὲ βουλήεις ἀνήρ· ἐσθλὰ γὰρ θεοῦ διδόντος αὐτὸς οὐκ ἐδέξατο· περιβαλὼν δ’ ἄγρην ἀγασθεὶς οὐκ ἐπέσπασεν μέγα δίκτυον, θυμοῦ θ’ ἁμαρτῆι καὶ φρενῶν ἀποσφαλείς·[ln_5]ἤθελον γάρ κεν κρατήσας, πλοῦτον ἄφθονον λαβὼν καὶ τυραννεύσας Ἀθην͜έω͜ν μοῦνον ἡμέρην μίαν, ἀσκὸς ὕστερον δεδάρθαι κἀπιτετρίφθαι γένος.”

### book 34.1

οἱ δ’ ἐφ’ ἁρπαγῆισιν ἦλθον· ἐλπίδ’ εἶχον ἀφνεήν, κἀδόκ[͜ε]ο͜ν ἕκαστος αὐτῶν ὄλβον εὑρήσειν

### book 34.2

πολύν, καί με κωτίλλοντα λείως

### book 34.3

τραχὺν ἐκφανεῖν νόον. χαῦνα μὲν τότ’ ἐφράσαντο, νῦν δέ μοι

### book 34.4

χολούμενοι[ln_5]λοξὸν ὀφθαλμοῖς ὁρῶσι πάντες ὥστε δήϊον. οὐ χρεών· ἃ μὲν γὰρ εἶπα, σὺν θεοῖσιν ἤνυσα, ἄ⸤λλ⸥α δ’ οὐ μάτην ἔερδον, οὐδέ μοι

### book 34.5

τυραννίδος ἁ̣ν̣δάν̣ει βίηι

### book 34.6

τι[..].ε[ι]ν, οὐδὲ πιεί[ρ]ης

### book 34.7

χθονὸς

### book 34.8

πατρίδος κακοῖσιν ἐσθλοὺς ἰσομοιρίην ἔχειν.

### book 36.1

ἐγὼ δὲ τῶν μὲν οὕνεκα ξυνήγαγον δῆμον, τί τούτων

### book 36.2

πρὶν

### book 36.3

τυχεῖ̣ν̣ ἐ̣παυσάμην; συμμαρτυροίη

### book 36.4

ταῦτ’ ἂν ἐν δίκηι

### book 36.5

Χρόνου μήτηρ μεγίστη δαιμόνων Ὀλυμπίων[ln_5]ἄριστα, Γῆ μέλαινα, τῆς ἐγώ ποτε ὅρους ἀνεῖλον

### book 36.6

πολλαχῆι

### book 36.7

πεπηγότας, πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρη. πολλοὺς δ’ Ἀθήνας

### book 36.8

πατρίδ’ ἐς θεόκτιτον ἀνήγαγον

### book 36.9

πραθέντας, ἄλλον ἐκδίκως,[ln_10]ἄλλον δικαίως, τοὺς δ’ ἀναγκαίης ὑπὸ χρειοῦς

### book 36.10

φυγόντας, γλῶσσαν οὐκέτ’ Ἀττικὴν ἱέντας, ὡς δὴ πολλαχῆι

### book 36.11

πλανωμένους· τοὺς δ’ ἐνθάδ’ αὐτοῦ δουλίην ἀεικέα ἔχοντας, ἤθη δεσποτ͜έω͜ν

### book 36.12

τρομ͜εο͜μένους,

### book 36.1

[ln_15]ἐλευθέρους ἔθηκα. ταῦτα μὲν κράτει ὁμοῦ βίην

### book 36.2

τε καὶ δίκην ξυναρμόσας ἔρεξα, καὶ διῆλθον ὡς ὑπεσχόμην· θεσμοὺς δ’ ὁμοίως τῶι κακῶι

### book 36.3

τε κἀγαθῶι εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην[ln_20]ἔγραψα. κέντρον δ’ ἄλλος ὡς ἐγὼ λαβών, κακοφραδής

### book 36.4

τε καὶ φιλοκτήμων ἀνήρ, οὐκ ἂν κατέσχε δῆμον· εἰ γὰρ ἤθελον ἃ τοῖς ἐναντίοισιν ἥνδανεν τότε, αὖτις δ’ ἃ τοῖσιν οὕτεροι

### book 36.5

φρασαίατο,[ln_25]πολλῶν ἂν ἀνδρῶν ἥδ’ ἐχηρώθη πόλις. τῶν οὕνεκ’ ἀλκὴν πάντοθεν

### book 36.6

ποι͜εό͜μενος ὡς ἐν κυσὶν

### book 36.7

πολλῆισιν ἐστράφην λύκος.

### book 37.1

δήμωι μὲν εἰ χρὴ διαφάδην ὀνειδίσαι, ἃ̣ νῦν ἔχουσιν οὔποτ’ ὀφθα̣λ̣μοῖσιν ἂν εὕδοντες εἶδον ... ὅσοι δὲ μείζους καὶ βίην̣ ἀμείνονες,[ln_5]αἰνοῖεν ἄν με καὶ φίλον

### book 37.2

ποιοίατο.[ln_7]οὐκ ἂν κατέσχε δῆμον, οὐδ’ ἐπαύσατο

### book 37.3

πρὶν ἀνταράξας πῖαρ ἐξεῖλεν γάλα· ἐγὼ δὲ τούτων ὥσπερ ἐν μεταιχμίωι[ln_10]ὅρος κατέστην.

### book 38.1

πίνουσι· καὶ τρώγουσιν οἱ μὲν ἴτρια οἱ δ’ ἄρτον αὐτῶν, οἱ δὲ συμμεμιγμένους γούρους

### book 38.2

φακοῖσι· κεῖθι δ’ οὔτε

### book 38.3

πεμμάτων ἄπεστιν οὐδ’ ἕν, ἅσς’ ἐν ἀνθρώποισι γῆ[ln_5]φέρει μέλαινα, πάντα δ’ ἀφθόνως πάρα.

### book 39

σπεύδουσι δ’ οἱ μὲν ἴγδιν, οἱ δὲ σίλφιον, οἱ δ’ ὄξος,

### book 40

†κόκκωνας δὲ† ἄλλος, †ἕτερος δὲ σήσαμα.

### book 43

λιπαρὴ κουροτρόφος·

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/solon-of-athens-salamis-elegy-ari-aa.json (sha256:55ec098fc4842b0baaefdab4e9205e1b07ea7f68374c2c60dd74dab155f8d821). Cite as `eul_wid: ari-aa`.
