---
title: On the Uncertainty of Human Life
title_greek: Ἀποσπάσματα
author: Semonides of Amorgos
eul_wid: agy-ab
eul_aid: agy
canonical: "https://eulogikon.org/grc/semonides-of-amorgos/uncertainty-life"
canonical_json: "https://eulogikon.org/data/works/grc/semonides-of-amorgos-uncertainty-life-agy-ab.json"
sha256: "3c3900018fd0973985814035d182d515ca2a73e563330de05469df81a285c0ab"
period: Archaic
dialect: "Ionic (ia, frg)"
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# On the Uncertainty of Human Life

*Ἀποσπάσματα*

**Author:** Semonides of Amorgos

**eul_wid:** `agy-ab` · [HTML page](https://eulogikon.org/grc/semonides-of-amorgos/uncertainty-life) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/semonides-of-amorgos-uncertainty-life-agy-ab.json)

## Text

### book 1.1

ὦ παῖ, τέλος μὲν Ζεὺς ἔχει βαρύκτυπος πάντων ὅς’ ἐστὶ καὶ τίθης’ ὅκηι θέλει, νοῦς δ’ οὐκ ἐπ’ ἀνθρώποισιν, ἀλλ’ ἐπήμεροι ἃ δὴ βοτὰ ζόουσιν, οὐδὲν εἰδότες[ln_5]ὅκως ἕκαστον ἐκτελευτήσει θεός. ἐλπὶς δὲ πάντας κἀπιπειθείη

### book 1.2

τρέφει ἄπρηκτον ὁρμαίνοντας· οἱ μὲν ἡμέρην μένουσιν ἐλθεῖν, οἱ δ’ ἐτ͜έω͜ν

### book 1.3

περιτροπάς· νέωτα δ’ οὐδεὶς ὅστις οὐ δοκεῖ βροτῶν[ln_10]Πλούτωι

### book 1.4

τε κἀγαθοῖσιν ἵξεσθαι φίλος. φθάνει δὲ τὸν μὲν γῆρας ἄζηλον λαβὸν

### book 1.5

πρὶν τέρμ’ ἵκηται, τοὺς δὲ δύστηνοι βροτῶν

### book 1.6

φθείρουσι νοῦσοι, τοὺς δ’ Ἄρει δεδμημένους πέμπει μελαίνης Ἀΐδης ὑπὸ χθονός·

### book 1.1

[ln_15]οἱ δ’ ἐν θαλάσσηι λαίλαπι κλον͜εό͜μενοι καὶ κύμασιν

### book 1.2

πολλοῖσι

### book 1.3

πορφυρῆς ἁλὸς θνήσκουσιν, εὖτ’ ἂν μὴ δυνήσωνται ζόειν· οἱ δ’ ἀγχόνην ἅψαντο δυστήνωι μόρωι καὐτάγρετοι λείπουσιν ἡλίου φάος.[ln_20]οὕτω κακῶν ἄπ’ οὐδέν, ἀλλὰ μυρίαι βροτοῖσι κῆρες κἀνεπίφραστοι δύαι καὶ πήματ’ ἐστίν. εἰ δ’ ἐμοὶ πιθοίατο, οὐκ ἂν κακῶν ἐρῶιμεν, οὐδ’ ἐπ’ ἄλγεσιν κακοῖς ἔχοντες θυμὸν αἰκιζοίμεθα.

### book 2.1

τοῦ μὲν θανόντος οὐκ ἂν ἐνθυμοίμεθα, εἴ τι

### book 2.2

φρονοῖμεν, πλεῖον ἡμέρης μιῆς.

### book 3.1

πολλὸς γὰρ ἥμιν ἐστὶ τεθνάναι

### book 3.2

χρόνος, ζῶμεν δ’ ἀριθμῶι

### book 3.3

παῦρα †κακῶς ἔτ͜εα͜.

### book 4

πάμπαν δ’ ἄμωμος οὔ τις οὐδ’ ἀκήριος.

### book 5.1

ἄθηλος ἵππωι πῶλος ὣς ἅμα

### book 5.2

τρέχ–

### book 6.1

γυναικὸς οὐδὲν

### book 6.2

χρῆμ’ ἀνὴρ ληΐζεται ἐσθλῆς ἄμεινον οὐδὲ ῥίγιον κακῆς.

### book 7.1

χωρὶς γυναικὸς θ͜εὸ͜ς ἐποίησεν νόον τὰ πρῶτα. τὴν μὲν ἐξ ὑὸς

### book 7.2

τανύτριχος, τῆι πάντ’ ἀν’ οἶκον βορβόρωι

### book 7.3

πεφυρμένα ἄκοσμα κεῖται καὶ κυλίνδεται

### book 7.4

χαμαί·[ln_5]αὐτὴ δ’ ἄλουτος ἀπλύτοις ἐν εἵμασιν ἐν κοπρίηισιν ἡμένη

### book 7.5

πιαίνεται. [para]τὴν δ’ ἐξ ἀλιτρῆς θ͜εὸ͜ς ἔθηκ’ ἀλώπεκος γυναῖκα πάντων ἴδριν· οὐδέ μιν κακῶν λέληθεν οὐδὲν οὐδὲ τῶν ἀμεινόνων·[ln_10]τὸ μὲν γὰρ αὐτῶν εἶπε

### book 7.6

πολλάκις κακόν, τὸ δ’ ἐσθλόν· ὀργὴν δ’ ἄλλοτ’ ἀλλοίην ἔχει. [para]τὴν δ’ ἐκ κυνός, λιτοργόν, αὐτομήτορα, ἣ πάντ’ ἀκοῦσαι, πάντα δ’ εἰδέναι θέλει, πάντηι δὲ παπταίνουσα καὶ πλανωμένη[ln_15]λέληκεν, ἢν καὶ μηδέν’ ἀνθρώπων ὁρᾶι. παύσειε δ’ ἄν μιν οὔτ’ ἀπειλήσας ἀνήρ, οὐδ’ εἰ χολωθεὶς ἐξαράξειεν λίθωι ὀδόντας, οὐδ’ ἂν μειλίχως μυθ͜εό͜μενος, οὐδ’ εἰ παρὰ ξείνοισιν ἡμένη τύχηι,

### book 7.1

[ln_20]ἀλλ’ ἐμπέδως ἄπρηκτον αὑονὴν ἔχει. [para]τὴν δὲ πλάσαντες γηΐνην Ὀλύμπιοι ἔδωκαν ἀνδρὶ πηρόν· οὔτε γὰρ κακὸν οὔτ’ ἐσθλὸν οὐδὲν οἶδε

### book 7.2

τοιαύτη γυνή· ἔργων δὲ μοῦνον ἐσθίειν ἐπίσταται.[ln_25]κὤταν κακὸν

### book 7.3

χειμῶνα

### book 7.4

ποιήσηι θεός, ῥιγῶσα δίφρον ἄσσον ἕλκεται

### book 7.5

πυρός. [para]τὴν δ’ ἐκ θαλάσσης, ἣ δύ’ ἐν

### book 7.6

φρεσὶν νοεῖ· τὴν μὲν γελᾶι

### book 7.7

τε καὶ γέγηθεν ἡμέρην· ἐπαινέσει μιν ξεῖνος ἐν δόμοις ἰδών·

### book 7.1

[ln_30]“οὐκ ἔστιν ἄλλη τῆσδε λωΐων γυνὴ ἐν πᾶσιν ἀνθρώποισιν οὐδὲ καλλίων”· τὴν δ’ οὐκ ἀνεκτὸς οὐδ’ ἐν ὀφθαλμοῖς ἰδεῖν οὔτ’ ἄσσον ἐλθεῖν, ἀλλὰ μαίνεται τότε ἄπλητον ὥσπερ ἀμφὶ τέκνοισιν κύων,[ln_35]ἀμείλιχος δὲ πᾶσι κἀποθυμίη ἐχθροῖσιν ἶσα καὶ φίλοισι γίνεται· ὥσπερ θάλασσα

### book 7.2

πολλάκις μὲν ἀτρεμὴς ἕστηκ’, ἀπήμων, χάρμα ναύτηισιν μέγα, θέρ͜εο͜ς ἐν ὥρηι, πολλάκις δὲ μαίνεται[ln_40]βαρυκτύποισι κύμασιν

### book 7.3

φορ͜εο͜μένη. ταύτηι μάλιστ’ ἔοικε

### book 7.4

τοιαύτη γυνὴ ὀργήν· φυὴν δὲ πόντος ἀλλοίην ἔχει. [para]τὴν δ’ ἔκ †τε

### book 7.5

σποδιῆς† καὶ παλιντριβ͜έο͜ς ὄνου, ἣ σύν τ’ ἀνάγκηι σύν τ’ ἐνιπῆισιν μόγις[ln_45]ἔστερξεν ὦν ἅπαντα κἀπονήσατο ἀρεστά· τόφρα δ’ ἐσθίει μὲν ἐν μυχῶι

### book 7.6

προνὺξ

### book 7.7

προῆμαρ, ἐσθίει δ’ ἐπ’ ἐσχάρηι. ὁμῶς δὲ καὶ πρὸς ἔργον ἀφροδίσιον ἐλθόντ’ ἑταῖρον ὁντινῶν ἐδέξατο.

### book 7.1

τὴν δ’ ἐκ γαλῆς, δύστηνον οἰζυρὸν γένος· κείνηι γὰρ οὔ τι καλὸν οὐδ’ ἐπίμερον

### book 7.2

πρόσεστιν οὐδὲ τερπνὸν οὐδ’ ἐράσμιον. εὐνῆς δ’ ἀδηνής ἐστιν ἀφροδισίης, τὸν δ’ ἄνδρα τὸν

### book 7.3

περῶντα ναυσίηι διδοῖ.[ln_55]κλέπτουσα δ’ ἔρδει

### book 7.4

πολλὰ γείτονας κακά, ἄθυστα δ’ ἱρὰ πολλάκις κατεσθίει. [para]τὴν δ’ ἵππος ἁβρὴ χαιτέεσς’ ἐγείνατο, ἣ δούλι’ ἔργα καὶ δύην

### book 7.5

περιτρέπει, κοὔτ’ ἂν μύλης

### book 7.6

ψαύσειεν, οὔτε κόσκινον[ln_60]ἄρειεν, οὔτε κόπρον ἐξ οἴκου βάλοι, οὔτε

### book 7.7

πρὸς ἰπνὸν ἀσβόλην ἀλ͜εο͜μένη ἵζοιτ’. ἀνάγκηι δ’ ἄνδρα

### book 7.8

ποιεῖται φίλον· λοῦται δὲ πάσης ἡμέρης ἄπο ῥύπον δίς, ἄλλοτε

### book 7.9

τρίς, καὶ μύροις ἀλείφεται,

### book 7.1

[ln_65]αἰεὶ δὲ χαίτην ἐκτενισμένην

### book 7.2

φορεῖ βαθεῖαν, ἀνθέμοισιν ἐσκιασμένην. κᾱλὸν μὲν ὦν θέημα

### book 7.3

τοιαύτη γυνὴ ἄλλοισι, τῶι δ’ ἔχοντι γίνεται κακόν, ἢν μή τις ἢ τύραννος ἢ σκηπτοῦχος ἦι,[ln_70]ὅστις

### book 7.4

τοιούτοις θυμὸν ἀγλαΐζεται. [para]τὴν δ’ ἐκ

### book 7.5

πιθήκου· τοῦτο δὴ διακριδὸν Ζεὺς ἀνδράσιν μέγιστον ὤπασεν κακόν. αἴσχιστα μὲν

### book 7.6

πρόσωπα· τοιαύτη γυνὴ εἶσιν δι’ ἄστ͜εο͜ς πᾶσιν ἀνθρώποις γέλως·

### book 7.1

[ln_75]ἐπ’ αὐχένα βραχεῖα· κινεῖται μόγις· ἄπυγος, αὐτόκωλος. ἆ τάλας ἀνὴρ ὅστις κακὸν

### book 7.2

τοιοῦτον ἀγκαλίζεται. δήν͜εα͜ δὲ πάντα καὶ τρόπους ἐπίσταται ὥσπερ πίθηκος· οὐδέ οἱ γέλως μέλει·[ln_80]οὐδ’ ἄν

### book 7.3

τιν’ εὖ ἔρξειεν, ἀλλὰ τοῦτ’ ὁρᾶι καὶ τοῦτο πᾶσαν ἡμέρην βουλεύεται, ὅκως

### book 7.4

τι κὠς μέγιστον ἔρξειεν κακόν. [para]τὴν δ’ ἐκ μελίσσης· τήν

### book 7.5

τις εὐτυχεῖ λαβών· κείνηι γὰρ οἴηι μῶμος οὐ προσιζάνει,[ln_85]θάλλει δ’ ὑπ’ αὐτῆς κἀπαέξεται βίος, φίλη δὲ σὺν

### book 7.6

φιλ͜έο͜ντι γηράσκει πόσει

### book 7.7

τεκοῦσα καλὸν κὠνομάκλυτον γένος. κἀριπρεπὴς μὲν ἐν γυναιξὶ γίνεται πάσηισι, θείη δ’ ἀμφιδέδρομεν χάρις.

### book 7.1

[ln_90]οὐδ’ ἐν γυναιξὶν ἥδεται καθημένη ὅκου λέγουσιν ἀφροδισίους λόγους. τοίας γυναῖκας ἀνδράσιν

### book 7.2

χαρίζεται Ζεὺς τὰς ἀρίστας καὶ πολυφραδεστάτας· [para]τὰ δ’ ἄλλα φῦλα

### book 7.3

ταῦτα μηχανῆι Διὸς[ln_95]ἔστιν

### book 7.4

τε πάντα καὶ παρ’ ἀνδράσιν μενεῖ. Ζεὺς γὰρ μέγιστον

### book 7.5

τοῦτ’ ἐποίησεν κακόν, γυναῖκας· ἤν

### book 7.6

τι καὶ δοκ͜έω͜σιν ὠφελεῖν ἔχοντι, τῶι μάλιστα γίνεται κακόν· οὐ γάρ κοτ’ εὔφρων ἡμέρην διέρχεται ἅπασαν, ὅστις σὺν γυναικὶ †πέλεται, οὐδ’ αἶψα Λιμὸν οἰκίης ἀπώσεται, ἐχθρὸν

### book 7.7

συνοικητῆρα, δυσμεν͜έα͜ θεῶν. ἀνὴρ δ’ ὅταν μάλιστα θυμηδεῖν δοκῆι κατ’ οἶκον, ἢ θ͜εοῦ͜ μοῖραν ͜ἢ ἀ͜νθρώπου χάριν,

### book 7.1

[ln_105]εὑροῦσα μῶμον ἐς μάχην κορύσσεται. ὅκου γυνὴ γάρ ἐστιν οὐδ’ ἐς οἰκίην ξεῖνον μολόντα

### book 7.2

προφρόνως δεκοίατο. ἥτις δέ τοι μάλιστα

### book 7.3

σωφρονεῖν δοκεῖ, αὕτη μέγιστα

### book 7.4

τυγχάνει λωβωμένη·[ln_110]κεχηνότος γὰρ ἀνδρός, οἱ δὲ γείτονες

### book 7.5

χαίρους’ ὁρῶντες καὶ τόν, ὡς ἁμαρτάνει. τὴν ἣν δ’ ἕκαστος αἰνέσει μεμνημένος γυναῖκα, τὴν δὲ τοὐτέρου μωμήσεται· ἴ̄σην δ’ ἔχοντες μοῖραν οὐ γινώσκομεν.

### book 7.1

[ln_115]Ζεὺς γὰρ μέγιστον

### book 7.2

τοῦτ’ ἐποίησεν κακόν, καὶ δεσμὸν ἀμφέθηκεν ἄρρηκτον πέδην, ἐξ οὗ τε

### book 7.3

τοὺς μὲν Ἀΐδης ἐδέξατο γυναικὸς εἵνεκ’ ἀμφιδηριωμένους .......

### book 8

ὥσπερ ἔγχελυς κατὰ γλοιοῦ.

### book 9.1

ἐρωιδιὸς γὰρ ἔγχελυν Μαιανδρίην

### book 9.2

τρίορχον εὑρὼν ἐσθίοντ’ ἀπείλετο.

### book 10

τί ταῦτα †διὰ μακρῶν λόγων† ἀνέδραμον;

### book 10a.1

καὶ μήτ’ ἄλουτος γαυρία σύ, μήτ’ ὕδωρ θαύμαζε, μηδὲ [κο]υρία γενειάδα, μηδὲ ῥύπωι

### book 10a.2

χιτῶνος ἔντυε

### book 10a.3

χρόα.

### book 11.1

οἷόν

### book 11.2

τε χηνὸς ὤεον Μαιανδρίου.

### book 12

σπλάγχν’ ἀμπέχοντες αὐτίκ’ ἰκτίνου δίκην.

### book 13.1

τὸ δ’ ἥμιν ἑρπετὸν

### book 13.2

παρέπτατο τὸ ζωΐων κάκιστον ἔκτηται βίον.

### book 14.1

οὐκ ἄν

### book 14.2

τις οὕτω δασκίοις ἐν οὔρεσιν ἀνὴρ λέοντ’ ἔδεισεν οὐδὲ πάρδαλιν μοῦνος

### book 14.3

στενυγρῆι

### book 14.4

συμπεσὼν ἐν ἀτραπῶι.

### book 15.1

θύννοισι

### book 15.2

τευθίς, κωβιοῖσι κωρίδες.

### book 16.1

κἀλειφόμην μύροισι καὶ θυώμασιν καὶ βακκάρι· καὶ γάρ

### book 16.2

τις ἔμπορος

### book 16.3

παρῆν.

### book 17

καὶ τῆς ὄπισθεν †ὀρσοθύρης ἠλσάμην.

### book 18

καὶ σαῦλα βαίνων ἵππος ὣς †κορωνίτης.

### book 19.1

ἢ τυφλὸς ἤ τις

### book 19.2

σκνιπὸς ἢ μόγις βλέπων.

### book 20.1

Μαιάδος τόκωι· οὗτοι γὰρ ἀνδρῶν αἷμ’ ἔχουσι

### book 20.2

ποιμένων.

### book 21a.1

σὺν

### book 21a.2

πορδακοῖσιν ἐκπεσόντες εἵμασιν,

### book 21b.1

σὺν

### book 21b.2

παρδακοῖσιν εἵμασιν

### book 21b.3

σεσαγμένοις.

### book 22.1

〈ἦ〉 πολλὰ μὲν δὴ προυκπον͜έα͜ι

### book 22.2

Τηλέμβροτε,

### book 23.1

ἐνταῦθα μέν

### book 23.2

τοι

### book 23.3

τυρὸς ἐξ Ἀχαΐης

### book 23.4

Τρομίλιος θαυμαστός, ὃν κατήγαγον

### book 24

κὠς 〈ὗν〉 ἀπεῦσα κὠς ἐμίστυλα κρέα ἱρωστί· καὶ γὰρ οὐ κακῶς ἐπίσταμαι

### book 25.1

ἔδωκεν οὐδεὶς οὐδ’ ἀρυστῆρα

### book 25.2

τρυγός.

### book 26.1

ἀπὸ τράπεζαν εἷλε †νιν

### book 26.2

ποτήρια.

### book 27

αὕτη δὲ φοξὴ χεῖλος Ἀργείη κύλιξ.

### book 28.1

ὁπλὰς ἐκίνει τῶν ὀπισθίων

### book 28.2

ποδῶν.

### book 30

μηρίων δεδαυμένων.

### book 31a.1

τὰ δ’ ἄλλα

### book 31a.2

πεπλ͜έα͜ται ξύλα

### book 41.1

†ἐν εὐδετέω ὥσπερ† Λέσβιος

### book 41.2

Πρύλις.

### book 42

ῥεῖα θεοὶ κλέπτουσιν ἀνθρώπων νόον.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/semonides-of-amorgos-uncertainty-life-agy-ab.json (sha256:3c3900018fd0973985814035d182d515ca2a73e563330de05469df81a285c0ab). Cite as `eul_wid: agy-ab`.
