---
title: Akathist Hymn
title_greek: Ἀκάθιστος ὕμνος
author: Romanos the Melodist
eul_wid: uyq-aa
eul_aid: uyq
canonical: "https://eulogikon.org/grc/romanos-the-melodist/akathist"
canonical_json: "https://eulogikon.org/data/works/grc/romanos-the-melodist-akathist-uyq-aa.json"
sha256: "36a95257a370f922419bfd3e39669b33f699a3004c9e6cd70ea63103f4be01b6"
period: Late Antique
dialect: Christian Koine
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Akathist Hymn

*Ἀκάθιστος ὕμνος*

**Author:** Romanos the Melodist

**eul_wid:** `uyq-aa` · [HTML page](https://eulogikon.org/grc/romanos-the-melodist/akathist) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/romanos-the-melodist-akathist-uyq-aa.json)

## Text

### book proem 1

Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει [para]ἐν τῇ σκηνῆ τοῦ ͜Ἰω͜σὴφ σπουδῇ ἐπέστη [para]ὁ ἀσώματος λέγων τῇ ἀπειρογάμῳ· “Ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανοὺς χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί· ὃν καὶ βλέπων ἐν μήτρᾳ σου λαβόντα δούλου μορφὴν [para]ἐξίσταμαι κραυγάζων σοι· |:‘Χαῖρε, νύμφη ἀνύμφευτε.‘”:|

### book proem 2

[Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια [para]ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια ἀναγράφω σοι ἡ πόλις σου, θεοτόκε· ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, [para]ἵνα κράζω σοι· |:“Χαῖρε, νύμφη ἀνύμφευτε”.:|]

### book proem 3

[Οὐ παυόμεθα κατὰ χρέος ἀνυμνοῦντες σε, [para]θεοτόκε, καὶ λέγοντες· |:“Χαῖρε, ἡ κεχαριτωμένη”.:|]

### book 1

Ἄγγελος πρωτοστάτης οὐρανόθεν ἐπέμφθη [para]εἰπεῖν τῇ θεοτόκῳ τὸ “χαῖρε”· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ [para]σωματούμενόν σε θεωρῶν, κύριε, ἐξίστατο καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα· “Χαῖρε, δι’ ἧς ἡ χαρὰ ἐκλάμψει· [para]χαῖρε, δι’ ἧς ἡ ἀρὰ ἐκλείψει· χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· [para]χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις· χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· [para]χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς· χαῖρε, ὅτι ὑπάρχεις βασιλέως καθέδρα· [para]χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα· χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον·

### book 1

χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως· χαῖρε, δι’ ἧς νεουργεῖται ἡ κτίσις· [para]χαῖρε, δι’ ἧς προσκυνεῖται ὁ πλάστης· [para]|:χαῖρε, νύμφη ἀνύμφευτε”.:|

### book 2

Βλέπουσα ἡ ἁγία ἑαυτὴν ἐν ἁγνείᾳ [para]φησὶ τῷ Γαβριὴλ θαρσαλέως· [para]“Τὸ παράδοξόν σου τῆς φωνῆς [para]δυσπαράδεκτόν μου τῇ ψυχῆ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν προλέγεις κράζων· |:“Ἀλληλούϊα”.”:|

### book 3

Γνῶσιν ἄγνωστον γνῶναι ἡ παρθένος ζητοῦσα [para]ἐβόησε πρὸς τὸν λειτουργοῦντα· “Ἐκ λαγόνων ἁγνῶν ὑϊὸν [para]πῶς ἐστὶ τεχθῆναι δυνατόν; λέξον μοι.” πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ πρὶν κραυγάζων οὕτω· “Χαῖρε, βουλῆς ἀπορρήτου μύστις, [para]χαῖρε, σιγῇ δεομένων πίστις· χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον, [para]χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον· χαῖρε, κλῖμαξ ἐπουράνιε, δι’ ἧς κατέβη [ὁ] θεός· [para]χαῖρε, γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν· χαῖρε, τὸ τῶν ἀγγέλων πολυθρύλητον θαῦμα· [para]χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα· χαῖρε, τὸ φῶς ἀρρήτως γεννήσασα·

### book 3

χαῖρε, τὸ “πῶς” μηδένα διδάξασα· χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν· [para]χαῖρε, πιστῶν καταυγάζουσα φρένας· [para]|:χαῖρε, νύμφη ἀνύμφευτε.”:|

### book 4

Δύναμις τοῦ ὑψίστου ἐπεσκίασε τότε [para]πρὸς σύλληψιν τῇ ἀπειρογάμῳ· [para]καὶ τὴν εὔκαρπον ταύτης νηδὺν [para]ὡς ἀγρὸν ἀπέδειξεν ἡδὺν ἅπασι τοῖς θέλουσι θερίζειν σωτηρίαν ἐν τῷ ψάλλειν οὕτως· |:“Ἀλληλούϊα.”:|

### book 5

Ἔχουσα θεοδόχον ἡ παρθένος τὴν μήτραν [para]ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ· τὸ δὲ βρέφος ἐκείνης εὐθὺς [para]ἐπιγνοῦν τὸν ταύτης ἀσπασμὸν ἔχαιρε καὶ ἅλμασιν ὡς ᾄσμασιν ἐβόα πρὸς τὴν θεοτόκον· “Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε, καρποῦ ἀθανάτου κτῆμα· χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον· [para]χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα· χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν· [para]χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν· χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· [para]χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις· χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα·

### book 5

χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα· χαῖρε, θεοῦ πρὸς θνητοὺς εὐδοκία· [para]χαῖρε, θνητῶν πρὸς θεὸν παρρησία· [para]|:χαῖρε, νύμφη ἀνύμφευτε.”:|

### book 6

Ζάλην ἔνδοθεν ἔχων λογισμῶν ἀμφιβόλων [para]ὁ σώφρων Ἰωσὴφ ἐταράχθη [para]πρὸς τὴν ἄγαμόν σε θεωρῶν [para]καὶ κλεψίγαμον ὑπονοῶν, ἄμεμπτε· μαθὼν δὲ σοῦ τὴν σύλληψιν ἐκ πνεύματος ἁγίου ἔφη· |:“Ἀλληλούϊα.”:|

### book 7

Ἤκουσαν οἱ ποιμένες τῶν ἀγγέλων ὑμνούντων [para]τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα [para]θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα, ἣν ὑμνοῦντες εἶπον· “Χαῖρε, ἀμνοῦ καὶ ποιμένος μήτηρ· [para]χαῖρε, αὐλὴ λογικῶν προβάτων· χαῖρε, ἀοράτων θηρῶν ἀμυντήριον· [para]χαῖρε, παραδείσου θυρῶν ἀνοικτήριον· χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλονται τῇ γῇ· [para]χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύουσι πιστοῖς· χαῖρε, τῶν ἀποστόλων τὸ ἀσίγητον στόμα· [para]χαῖρε, τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος· χαῖρε, στερρὸν τῆς πίστεως ἔρεισμα·

### book 7

χαῖρε, λαμπρὸν τῆς χάριτος γνώρισμα· χαῖρε, δι’ ἧς ἐγυμνώθη ὁ ᾍδης· [para]χαῖρε, δι’ ἧς ἐνεδύθημεν δόξαν· [para]|:χαῖρε, νύμφη ἀνύμφευτε.”:|

### book 8

Θεοδρόμον ἀστέρα θεωρήσαντες μάγοι [para]τῇ τούτου ἠκολούθησαν αἴγλῃ· [para]καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, [para]δι’ αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον ἐχάρησαν αὐτῷ βοῶντες· |:“Ἀλληλούϊα.”:|

### book 9

Ἴδον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς παρθένου [para]τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ δεσπότην νοοῦντες αὐτόν, [para]εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ εὐλογημένῃ· “Χαῖρε, ἀστέρος ἀδύτου μήτηρ· [para]χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας· χαῖρε, τῆς ἀπάτης τὴν κάμινον παύσασα· [para]χαῖρε, τῆς τριάδος τοὺς μύστας φυλάττουσα· χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· [para]χαῖρε, κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν· χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· [para]χαῖρε, ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων· χαῖρε, πυρὸς προσκύνησιν σβέσασα·

### book 9

χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα· χαῖρε, Περσῶν ὁδηγὲ σωφροσύνης· [para]χαῖρε, πασῶν γενεῶν εὐφροσύνη· [para]|:χαῖρε, νύμφη ἀνύμφευτε.”:|

### book 10

Κήρυκες θεοφόροι γεγονότες οἱ μάγοι ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα, ἐκτελέσαντες σοῦ τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη μὴ εἰδότα ψάλλειν· |:“Ἀλληλούϊα.”:|

### book 11

Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας [para]ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης, σωτήρ, [para]μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκαν· οἱ τούτων δὲ ῥυσθέντες ἀνεβόων πρὸς τὴν θεοτόκον· “Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων· [para]χαῖρε, κατάπτωσις τῶν δαιμόνων· χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα· [para]χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα· χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν· [para]χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν· χαῖρε, πύρινε στύλε ὁδηγῶν τοὺς ἐν σκότει· [para]χαῖρε, σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης· χαῖρε, τροφὴ τοῦ μάννα διάδοχε·

### book 11

χαῖρε, τρυφῆς ἁγίας διάκονε· χαῖρε, ἡ γῆ ἡ τῆς ἐπαγγελίας· [para]χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα· |:χαῖρε, νύμφη ἀνύμφευτε.”:|

### book 12

Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος [para]μεθίστασθαι τοῦ ἀπατεῶνος, [para]ἐπεδόθης ὡς βρέφος αὐτῷ, [para]ἀλλ’ ἐγνώσθης τούτῳ καὶ θεὸς τέλειος· διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν κράζων· |:“Ἀλληλούϊα.”:|

### book 13

Νέαν ἔδειξε κτίσιν ἐμφανίσας ὁ κτίστης [para]ἡμῖν τοῖς ὑπ’ αὐτοῦ γενομένοις, ἐξ ἀσπόρου βλαστήσας γαστρὸς [para]καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον, ἱνὰ τὸ θαῦμα βλέποντες ὑμνήσωμεν αὐτὴν βοῶντες· “Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας· [para]χαῖρε, τὸ στέμμα τῆς ἐγκρατείας· χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα· [para]χαῖρε, τῶν ἀγγέλων τὸν βίον ἐμφαίνουσα· χαῖρε, δένδρον ἀγλαόκαρπον ἐξ οὗ τρέφονται πιστοί· [para]χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ’ οὗ σκέπονται πολλοί· χαῖρε, κυοφοροῦσα λυτρωτὴν αἰχμαλώτοις· [para]χαῖρε, ἀπογεννῶσα ὁδηγὸν πλανωμένοις· χαῖρε, κριτοῦ δικαίου δυσώπησις·

### book 13

χαῖρε, πολλῶν πταισμάτων συγχώρησις· χαῖρε, στολὴ τῶν γυμνῶν παρρησίας· [para]χαῖρε, στοργὴ πάντα πόθον νικῶσα· [para]|:χαῖρε, νύμφη ἀνύμφευτε.”:|

### book 14

Ξένον τόκον ἰδόντες ξενωθῶμεν τοῦ κόσμου, [para]τὸν νοῦν εἰς οὐρανοὺς μεταθέντες· [para]διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς [para]ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τοὺς αὐτῷ βοῶντας· |:“Ἀλληλούϊα.”:|

### book 15

Ὅλος ἦν ἐν τοῖς κάτω καὶ τῶν ἄνω οὐδ’ ὅλως [para]ἀπῆν ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, [para]οὐ μετάβασις δὲ τοπικὴ γέγονε καὶ τόκος ἐκ παρθένου θεολήπτου ἀκουούσης ταῦτα· “Χαῖρε, θεοῦ ἀχωρήτου χώρα· [para]χαῖρε, σεπτοῦ μυστηρίου θύρα· χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα· [para]χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα· χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβίμ· [para]χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφίμ· χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα· [para]χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα· χαῖρε, δι’ ἧς ἐλύθη παράβασις·

### book 15

χαῖρε, δι’ ἧς ἠνοίχθη παράδεισος· χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας· [para]χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων· [para]|:χαῖρε, νύμφη ἀνύμφευτε.”:|

### book 16

Πᾶσα φύσις ἀγγέλων κατεπλάγη τὸ μέγα [para]τῆς σῆς ἐνανθρωπήσεως ἔργον· [para]τὸν ἀπρόσιτον γὰρ ὡς θεὸν [para]ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον, ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων· |:“Ἀλληλούϊα.”:|

### book 17

Ῥήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους [para]ὁρῶμεν ἐπὶ σοί, θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πῶς [para]καὶ παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας· ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες πιστῶς βοῶμεν· “Χαῖρε, σοφίας θεοῦ δοχεῖον· [para]χαῖρε, προνοίας αὐτοῦ ταμεῖον· χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα· [para]χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα· χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί· [para]χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί·

### book 17

χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· [para]χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα· χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα· χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι· [para]χαῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων· [para]|:χαῖρε, νύμφη ἀνύμφευτε.”:|

### book 18

Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ [para]πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· [para]καὶ ποιμὴν ὑπάρχων ὡς θεὸς [para]δι’ ἡμᾶς ἐφάνη καθ’ ἡμᾶς ὅμοιος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας ὡς θεὸς ἀκούει· |:“Ἀλληλούϊα.”:|

### book 19

Τεῖχος εἶ τῶν παρθένων, θεοτόκε παρθένε, [para]καὶ πάντων τῶν εἰς σὲ προσφευγόντων· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς [para]κατεσκεύασέ σε ποιητής, ἄχραντε, οἰκήσας ἐν τῇ μήτρᾳ σου καὶ δείξας προσφωνεῖν σοι πάντας· “Χαῖρε, ἡ στήλη τῆς παρθενίας· [para]χαῖρε, ἡ πύλη τῆς σωτηρίας· χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως· [para]χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος· χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς· [para]χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν· χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα· [para]χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα· χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως·

### book 19

χαῖρε, πιστοὺς κυρίῳ ἁρμόζουσα· χαῖρε, καλὴ κουροτρόφε παρθένων· [para]χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων· [para]|:χαῖρε, νύμφη ἀνύμφευτε.”:|

### book 20

Ὕμνος ἅπας ἡττᾶται συνεκτείνεσθαι σπεύδων [para]τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· [para]ἰσαρίθμους ψαλμοὺς καὶ ᾠδὰς [para]ἂν προσφέρωμέν σοι, βασιλεῦ ἅγιε, οὐδὲν τελοῦμεν ἄξιον, ὧν δέδωκας τοῖς σοὶ βοῶσιν· |:“Ἀλληλούϊα.”:|

### book 21

Φωτοδόχον λαμπάδα τοῖς ἐν σκότει φανεῖσαν [para]ὁρῶμεν τὴν ἁγίαν παρθένον· τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς [para]ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγῇ τὸν νοῦν φωτίζουσα, κραυγῇ δὲ τιμωμένη ταῦτα· “Χαῖρε, ἀκτὶς νοητοῦ ἡλίου· [para]χαῖρε, λαμπτὴρ τοῦ ἀδύτου φέγγους· χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα· [para]χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα· χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν· [para]χαῖρε, ὅτι τὸν πολύρρητον ἀναβλύζεις ποταμόν· χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον· [para]χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον· χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν·

### book 21

χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν· χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας· [para]χαῖρε, ζωὴ μυστικῆς εὐωχίας· [para]|:χαῖρε, νύμφη ἀνύμφευτε.”:|

### book 22

Χάριν δοῦναι θελήσας ὀφλημάτων ἀρχαίων [para]ὁ πάντων χρεωλύτης ἀνθρώπων, [para]ἐπεδήμησε δι’ ἑαυτοῦ πρὸς τοὺς ἀποδήμους τῆς αὑτοῦ χάριτος· καὶ σχίσας τὸ χειρόγραφον ἀκούει παρὰ πάντων οὕτως· |:“Ἀλληλούϊα.”:|

### book 23

Ψάλλοντές σου τὸν τόκον εὐφημοῦμεν σε πάντες [para]ὡς ἔμψυχον ναόν, θεοτόκε· ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρὶ [para]ὁ κατέχων πάντα τῇ χειρὶ κύριος ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας· “Χαῖρε, σκηνὴ τοῦ θεοῦ καὶ Λόγου· [para]χαῖρε, ἁγία ἁγίων μείζων· χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ πνεύματι· [para]χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε· χαῖρε, τίμιον διάδημα βασιλέων εὐσεβῶν· [para]χαῖρε, καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν· χαῖρε, τῆς ἐκκλησίας ὁ ἀσάλευτος πύργος· [para]χαῖρε, τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος· χαῖρε, δι’ ἧς ἐγείρονται τρόπαια·

### book 23

χαῖρε, δι’ ἧς ἐχθροὶ καταπίπτουσι· χαῖρε, φωτὸς τοῦ ἐμοῦ θεραπεία· [para]χαῖρε ψυχῆς τῆς ἐμῆς προστασία· [para]|:χαῖρε, νύμφη ἀνύμφευτε.”:|

### book 24

Ὦ πανύμνητε μήτηρ, ἡ τεκοῦσα τὸν πάντων [para]ἁγίων ἁγιώτατον Λόγον, [para]δεξαμένη τὴν νῦν προσφοράν, [para]ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας· |:“Ἀλληλούϊα.”:|

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/romanos-the-melodist-akathist-uyq-aa.json (sha256:36a95257a370f922419bfd3e39669b33f699a3004c9e6cd70ea63103f4be01b6). Cite as `eul_wid: uyq-aa`.
