---
title: On Human Folly and Divine Gifts
title_greek: Ἀποσπάσματα
author: Rhianus of Crete
eul_wid: izm-ab
eul_aid: izm
canonical: "https://eulogikon.org/grc/rhianus-of-crete/human-folly-divine-gifts"
canonical_json: "https://eulogikon.org/data/works/grc/rhianus-of-crete-human-folly-divine-gifts-izm-ab.json"
sha256: f2691341bad80b664578e8522fb5c1c18e9a503468236b3bcde5c1d2e7fa5007
period: Hellenistic
dialect: Koine
domain: Epic
format: Verse
license: CC0-1.0
---

# On Human Folly and Divine Gifts

*Ἀποσπάσματα*

**Author:** Rhianus of Crete

**eul_wid:** `izm-ab` · [HTML page](https://eulogikon.org/grc/rhianus-of-crete/human-folly-divine-gifts) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/rhianus-of-crete-human-folly-divine-gifts-izm-ab.json)

## Text

### book 1.1

[ln_1]Ἦ ἄρα δὴ μάλα πάντες ἁμαρτίνοοι

### book 1.2

πελόμεσθα ἄνθρωποι, φέρομεν δὲ θεῶν ἑτερόρροπα δῶρα ἀφραδέϊ κραδίῃ· βιότοιο μὲν ὅς κ’ ἐπιδευὴς

### book 1.3

στρωφᾶται, μακάρεσσιν ἔπι ψόγον αἰνὸν ἰάπτει[ln_5]ἀχνύμενος, σφετέρην δ’ ἀρετὴν καὶ θυμὸν ἀτίζει, οὐδέ τι θαρσαλέος νοέειν ἔπος οὐδέ τι ῥέξαι, ἐρριγὼς ὅθι τ’ ἄνδρες ἐχεκτέανοι

### book 1.4

παρέωσιν, καί οἱ θυμὸν ἔδουσι κατηφείη καὶ ὀϊζύς. Ὃς δέ κεν εὐοχθῇσι, θεὸς δ’ ἐπὶ ὄλβον ὀπάζῃ[ln_10]καὶ πολυκοιρανίην, ἐπιλήθεται οὕνεκα γαῖαν

### book 1.5

ποσσὶν ἐπιστείβει θνητοὶ δέ οἱ εἰσὶ τοκῆες, ἀλλ’ ὑπεροπλίῃ καὶ ἁμαρτωλῇσι νόοιο ἶσα Διὶ βρομέει, κεφαλὴν δ’ ὑπέραυχον ἀνίσχει, καίπερ ἐὼν ὀλίγος, μνᾶται δ’ εὔπηχυν Ἀθήνην,

### book 1.1

[ln_15]ἠέ τιν’ ἀτραπιτὸν

### book 1.2

τεκμαίρεται Οὔλυμπόνδε, ὥς κε μετ’ ἀθανάτοισιν ἀρίθμιος εἰλαπινάζῃ. Ἡ δ’ Ἄτη ἁπαλοῖσι μετατρωχῶσα πόδεσσιν ἄκρῃς ἐν κεφαλῇσιν ἀνώϊστος καὶ ἄφαντος ἄλλοτε μὲν γραίῃσι νεωτέρη, ἄλλοτε δ’ αὖτε[ln_20]ὁπλοτέρῃσι γρηῢς ἐφίσταται ἀμπλακίῃσιν, Ζηνὶ θεῶν κρείοντι Δίκῃ τ’ ἐπίηρα φέρουσα.

### book 10

[ln_1]Ἀδμήτῳ παραθητεῦσαι μέγαν εἰς ἐνιαυτόν

### book 13.1

Ὑμετέρη

### book 13.2

τοι, τέκνα, Φορωνέος Ἰναχίδαο ἀρχῆθεν γενεή· τοῦ δὲ κλυτὸς ἐκγένετ’ Ἆπις, ὅς ῥ’ Ἀπίην ἐφάτιξε καὶ ἀνέρας Ἀπιδανῆας.

### book 16

[ln_1]Ἀνθήνηθεν ἵκοντο.

### book 19

Πᾶσαι δ’ εἰσαΐουσι, μιῆς ὅτε τ’ οὔνομα λέξῃς.

### book 20.1

Γόρτυν’ Ἥραιάν

### book 20.2

τε πολυδρύμους 〈τε〉 Μελαινάς

### book 25.1

[ln_1]Πυρραίην

### book 25.2

ποτὲ τήν γε

### book 25.3

παλαιότεροι καλέεσκον Πύρρης Δευκαλίωνος ἀπ’ ἀρχαίης ἀλόχοιο, Αἱμονίην δ’ ἐξαῦτις ἀφ’ Αἵμονος, ὅν ῥα

### book 25.4

Πελασγὸς γείνατο φέρτατον υἱόν· ὁ δ’ αὖ τέκε Θεσσαλὸν Αἵμων,[ln_5]τοῦ δ’ ἄπο Θεσσαλίην λαοὶ μετεφημίξαντο.

### book 30

Αὐτὰρ Δωνεττῖνοι ἰδ’ ὀτρηροὶ Κεραῗνες

### book 31

Σὺν δὲ Παραυαίους καὶ ἀμύμονας Ὀμφαλιῆας

### book 32

Συλίονες δ’ ἕσποντο ὁμοῦ.

### book 34.1

Κεστρῖνοι

### book 34.2

Χαῦνοί τε καὶ αὐχήεντες Ἐλινοί

### book 36.1

[ln_1]Μένος

### book 36.2

πνείοντες Ἀμύνται

### book 38

[ln_1]Ἑπτὰ δὲ Δωνεττῖνοι, ἀτὰρ δυοκαίδεκα Κᾶρες

### book 39

[ln_1]Νήσοις Ὀξείῃσι καὶ Ἀρτεμίτῃ ἐπέβαλλον.

### book 41.1

Οἱ δ’ ἄφαρ ὁπλισθέντες ἴσαν κραναὴν

### book 41.2

ποτὶ Φύλλον.

### book 47

Τοὶ δ’ ἤδη ἐπὶ νηὸν ἐϋκνήμιδος Ἰτώνης

### book 50

[ln_1]Αὐδὴν εἰσάμενος Δωτηΐδι Νικοτελείῃ

### book 51.1

[ln_1]Τὴν μὲν ἀνήγετ’ ἄκοιτιν ἐπὶ κραναὴν

### book 51.2

Φιγάλειαν.

### book 54.1

Οὔρεος ἀργεννοῖο

### book 54.2

περὶ πτύχας ἐστρατόωντο

### book 54.3

χείματά τε

### book 54.4

ποιάς

### book 54.5

τε δύω καὶ ἐείκοσι πάσας.

### book 55.1

Πάρ

### book 55.2

τε τρηχὺν Ἐλαιὸν ὑπὲρ δρυμόν

### book 55.3

τε Λύκοιο

### book 56

[ln_1]Κλῦθί μοι εὐχάων Ἀρακυνθιὰς εὐπατέρεια.

### book 57

[ln_1]Αὐχένος ἐξ ὑπάτοιο κύβοις ἐπιτέλλεται ἰξύς.

### book 58

λίθος μέλας

### book 60

Ἐχίονος ἄστυ

### book 66.1

Τὸ ῥόπαλον τῷ Πανὶ καὶ ἰοβόλον

### book 66.2

Πολύαινος [para]τόξον, καὶ κάπρου

### book 66.3

τούσδε καθᾶψε πόδας, καὶ ταύταν γωρυτὸν ἐπαυχένιόν

### book 66.4

τε κυνάγχαν [para]θῆκεν ὀρειάρχᾳ δῶρα

### book 66.5

συαγρεσίης.[ln_5]Ἀλλ’, ὦ Πὰν

### book 66.6

σκοπιῆτα, καὶ εἰς ὀπίσω

### book 66.7

Πολύαινον [para]εὔαγρον πέμποις υἱέα

### book 66.8

Σιμύλεω.

### book 67.1

Ἀρχυλὶς ἡ Φρυγίη θαλαμηπόλος, ἡ περὶ πεύκας [para]πολλάκι

### book 67.2

τοὺς ἱεροὺς

### book 67.3

χευαμένη

### book 67.4

πλοκάμους, γαλλαίῳ Κυβέλης ὀλολύγματι

### book 67.5

πολλάκι δοῦσα τὸν βαρὺν εἰς ἀκοὰς ἦχον ἀπὸ στομάτων,[ln_5]τάσδε θεῇ χαίτας

### book 67.6

περὶ δικλίδι θῆκεν ὀρείῃ, [para]θερμὸν ἐπεὶ λύσσης ὧδ’ ἀνέπαυσε πόδα.

### book 68.1

Παῖς Ἀσκληπιάδεω καλῷ καλὸν εἵσατο

### book 68.2

Φοίβῳ [para]Γόργος ἀφ’ ἱμερτᾶς

### book 68.3

τοῦτο γέρας κεφαλᾶς. Φοῖβε, σὺ δ’ ἵλαος, Δελφίνιε, κοῦρον ἀέξοις [para]εὔμοιρον λευκὴν ἄχρις ἐφ’ ἡλικίην.

### book 69.1

Ὧραί σοι Χάριτές

### book 69.2

τε κατὰ γλυκὺ χεῦαν ἔλαιον, [para]ὦ πυγά· κνώσσειν δ’ οὐδὲ γέροντας ἐᾷς. Λέξον μοι, τίνος ἐσσὶ μάκαιρα τύ, καὶ τίνα

### book 69.3

παίδων [para]κοσμεῖς; ἁ πυγὰ δ’ εἶπε· Μενεκράτεος.

### book 70.1

Ἡ Τροιζὴν ἀγαθὴ κουροτρόφος· οὐκ ἂν ἁμάρτοις [para]αἰνήσας

### book 70.2

παίδων οὐδὲ τὸν ὑστάτιον. Τόσσον δ’ Ἐμπεδοκλῆς

### book 70.3

φανερώτερος, ὅσσον ἐν ἄλλοις [para]ἄνθεσιν εἰαρινοῖς καλὸν ἔλαμψε ῥόδον.

### book 71.1

Οἱ παῖδες λαβύρινθος ἀνέξοδος· ᾗ γὰρ ἂν ὄμμα [para]ῥίψῃς, ὡς ἰξῷ τοῦτο

### book 71.2

προσαμπέχεται. Τῇ μὲν γὰρ Θεόδωρος ἄγει

### book 71.3

ποτὶ πίονα

### book 71.4

σαρκὸς [para]ἀκμήν, καὶ γυίων ἄνθος ἀκηράσιον·[ln_5]τῇ δὲ Φιλοκλῆος

### book 71.5

χρύσεον ῥέθος, ὅς γε καθ’ ὕψος [para]οὐ μέγας, οὐρανίη δ’ ἀμφιτέθηλε χάρις. Ἢν δ’ ἐπὶ Λεπτίνεω

### book 71.6

στρέψῃς δέμας, οὐκέτι γυῖα κινήσεις, ἀλύτῳ δ’ ὡς ἀδάμαντι μενεῖς, ἴχνια κολληθείς· τοῖον σέλας ὄμμασιν αἴθει[ln_10]κοῦρος, κἀς νεάτους ἐκ κορυφῆς ὄνυχας. Χαίρετε καλοὶ παῖδες, ἐς ἀκμαίην δὲ μόλοιτε [para]ἥβην, καὶ λευκὴν ἀμφιέσαισθε κόμην.

### book 72.1

Ἦ ῥά νύ τοι, Κλεόνικε, δι’ ἀτραπιτοῖο κιόντι [para]στεινῆς ἤντησαν

### book 72.2

ταὶ λιπαραὶ Χάριτες· καί σε

### book 72.3

ποτὶ ῥοδέῃσιν ἐπηχύναντο χέρεσσιν, [para]κοῦρε· πεποίησαι δ’ ἡλίκος ἐσσὶ χάρις·[ln_5]τηλόθι μοι μάλα

### book 72.4

χαῖρε· πυρὸς δ’ οὐκ ἀσφαλὲς ἆσσον [para]ἕρπειν αὐηρήν, ἆ φίλος, ἀνθέρικα.

### book 73.1

Ἰξῷ Δεξιόνικος ὑπὸ χλωρῇ πλατανίστῳ [para]κόσσυφον ἀγρεύσας, εἷλε κατὰ πτερύγων· χὠ μὲν ἀναστενάχων ἀπεκώκυεν ἱερὸς ὄρνις. [para]Ἀλλ’ ἐγώ, ὦ φίλ’ Ἔρως, καὶ θαλεραὶ Χάριτες,[ln_5]εἴην καὶ κίχλη καὶ κόσσυφος, ὡς ἂν ἐκείνου [para]ἐν

### book 73.2

χερὶ καὶ φθογγὴν καὶ γλυκὺ δάκρυ βάλω.

### book 74.1

Ἀγρεύσας τὸν νεβρὸν ἀπώλεσα, χὠ μὲν ἀνατλὰς [para]μυρία, καὶ στήσας δίκτυα καὶ στάλικας, σὺν κενεαῖς

### book 74.2

χείρεσσιν ἀπέρχομαι· οἱ δ’ ἀμογητὶ τἀμὰ φέρουσιν, Ἔρως, οἷς σὺ γένοιο βαρύς.

### book 75

Ἥμισυ μὲν πίσσης κωνίτιδος, ἥμισυ δ’ οἴνου, [para]Ἀρχῖν’, ἀτρεκέως ἥδε λάγυνος ἔχει· λεπτοτέρης δ’ οὐκ οἶδ’ ἐρίφου κρέα· πλὴν ὅ γε πέμψας [para]αἰνεῖσθαι πάντων ἄξιος Ἱπποκράτης.

### book 76.1

[ln_1]Τρηχείην κατ’ ἐμεῦ, ψαφαρὴ κόνι, ῥάμνον ἑλίσσοις [para]πάντοθεν, ἢ σκολιῆς ἄγρια κῶλα βάτου, ὡς ἐπ’ ἐμοὶ μηδ’ ὄρνις ἐν εἴαρι κοῦφον ἐρείδοι [para]ἴχνος, ἐρημάζω δ’ ἥσυχα κεκλιμένος.[ln_5]Ἦ γὰρ ὁ μισάνθρωπος, ὁ μηδ’ ἀστοῖσι

### book 76.2

φιληθείς, Τίμων· οὐδ’ Ἀΐδῃ γνήσιός εἰμι νέκυς.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/rhianus-of-crete-human-folly-divine-gifts-izm-ab.json (sha256:f2691341bad80b664578e8522fb5c1c18e9a503468236b3bcde5c1d2e7fa5007). Cite as `eul_wid: izm-ab`.
