---
title: Post-Homeric Poem
title_greek: τὰ μεθ᾿ Ὅμηρον
author: Quintus of Smyrna
eul_wid: ujg-aa
eul_aid: ujg
canonical: "https://eulogikon.org/grc/quintus-of-smyrna/post-homeric-poem"
canonical_json: "https://eulogikon.org/data/works/grc/quintus-of-smyrna-post-homeric-poem-ujg-aa.json"
sha256: "285a53b45184340859e55219bc651a4d8c8f1f2798fc19fb11dbef2f9e3d6e30"
period: Late Antique
dialect: Epic (Homeric)
domain: Epic
format: Verse
license: CC0-1.0
---

# Post-Homeric Poem

*τὰ μεθ᾿ Ὅμηρον*

**Author:** Quintus of Smyrna

**eul_wid:** `ujg-aa` · [HTML page](https://eulogikon.org/grc/quintus-of-smyrna/post-homeric-poem) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/quintus-of-smyrna-post-homeric-poem-ujg-aa.json)

## Text

### book 1.1.1

Εὖθ’ ὑπὸ Πηλείωνι δάμη θεοείκελος Ἕκτωρ

### book 1.1.2

καί ἑ πυρὴ κατέδαψε καὶ ὀστέα γαῖα κεκεύθει,

### book 1.1.3

δὴ τότε Τρῶες ἔμιμνον ἀνὰ Πριάμοιο πόληα

### book 1.1.4

δειδιότες μένος ἠὺ θρασύφρονος Αἰακίδαο·

### book 1.5.1

ἠύτ’ ἐνὶ ξυλόχοισι βόες βλοσυροῖο λέοντος

### book 1.5.2

ἐλθέμεν οὐκ ἐθέλουσιν ἐναντίαι, ἀλλὰ φέβονται

### book 1.5.3

ἰληδὸν πτώσσουσαι ἀνὰ ῥωπήια πυκνά·

### book 1.5.4

ὣς οἳ ἀνὰ πτολίεθρον ὑπέτρεσαν ὄβριμον ἄνδρα,

### book 1.5.5

μνησάμενοι προτέρων ὁπόσων ἀπὸ θυμὸν ἴαψε

### book 1.10.1

θύων Ἰδαίοιο περὶ προχοῇσι Σκαμάνδρου,

### book 1.10.2

ἠδ’ 〈ὁπ〉όσους φεύγοντας ὑπὸ μέγα τεῖχος ὄλεσσεν,

### book 1.1

Ἕκτορά θ’ ὡς ἐδάμασσε καὶ ἀμφείρυσσε πόληι,

### book 1.2

ἄλλους θ’ οὓς ἐδάιξε δι’ ἀκαμάτοιο θαλάσσης,

### book 1.3

ὁππότε δὴ τὰ πρῶτα φέρεν Τρώεσσιν ὄλεθρον.

### book 1.15.1

Τῶν οἵ γε μνησθέντες ἀνὰ πτολίεθρον ἔμιμνον·

### book 1.15.2

ἀμφὶ δ’ ἄρά σφισι πένθος ἀνιηρὸν πεπότητο

### book 1.15.3

ὡς ἤδη στονόεντι καταιθομένης πυρὶ Τροίης.

### book 1.15.4

Καὶ τότε Θερμώδοντος ἀπ’ εὐρυπόροιο ῥεέθρων

### book 1.15.5

ἤλυθε Πενθεσίλεια θεῶν ἐπιειμένη εἶδος,

### book 1.20.1

ἄμφω καὶ στονόεντος ἐελδομένη πολέμοιο

### book 1.20.2

καὶ μέγ’ ἀλευομένη στυγερὴν καὶ ἀεικέα φήμην,

### book 1.20.3

μή τις ἑὸν κατὰ δῆμον ἐλεγχείῃσι χαλέψῃ

### book 1.20.4

ἀμφὶ κασιγνήτης, ἧς εἵνεκα πένθος ἄεξεν,

### book 1.20.5

Ἱππολύτης· τὴν γάρ ῥα κατέκτανε δουρὶ κραταιῷ,

### book 1.25.1

οὐ μὲν δή τι ἑκοῦσα, τιτυσκομένη δ’ ἐλάφοιο·

### book 1.25.2

τοὔνεκ’ ἄρα Τροίης ἐρικυδέος ἵκετο γαῖαν.

### book 1.25.3

Πρὸς δ’ ἔτι οἱ τόδε θυμὸς ἀρήιος ὁρμαίνεσκεν,

### book 1.25.4

ὄφρα καθηραμένη πέρι λύματα λυγρὰ φόνοιο

### book 1.25.5

σμερδαλέας θυέεσσιν Ἐριννύας ἱλάσσηται,

### book 1.30.1

αἵ οἱ ἀδελφειῆς κεχολωμέναι αὐτίχ’ ἕποντο

### book 1.30.2

ἄφραστοι· κεῖναι γὰρ ἀεὶ περὶ ποσσὶν ἀλιτρῶν

### book 1.30.3

στρωφῶντ’, οὐδέ τι ἔστι θεὰς ἀλιτόνθ’ ὑπαλύξαι.

### book 1.30.4

Σὺν δέ οἱ ἄλλαι ἕποντο δυώδεκα, πᾶσαι ἀγαυαί,

### book 1.30.5

πᾶσαι ἐελδόμεναι πόλεμον καὶ ἀεικέα χάρμην,

### book 1.35.1

αἵ οἱ δμωίδες ἔσκον ἀγακλειταί περ ἐοῦσαι·

### book 1.35.2

ἀλλ’ ἄρα πασάων μέγ’ ὑπείρεχε Πενθεσίλεια.

### book 1.1

Ὡς δ’ ὅτ’ ἀν’ οὐρανὸν εὐρὺν ἐν ἄστρασι δῖα σελήνη

### book 1.2

ἐκπρέπει ἐν πάντεσσιν ἀριζήλη γεγαυῖα,

### book 1.3

αἰθέρος ἀμφιραγέντος ὑπὸ νεφέων ἐριδούπων,

### book 1.40.1

εὖτ’ ἀνέμων εὕδῃσι μένος μέγα λάβρον ἀέντων·

### book 1.40.2

ὣς ἥ γ’ ἐν πάσῃσι μετέπρεπεν ἐσσυμένῃσιν.

### book 1.40.3

Ἔνθ’ ἄρ’ ἔην Κλονίη Πολεμοῦσά τε Δηρινόη τε

### book 1.40.4

Εὐά〈ν〉δρη τε καὶ Ἀντάνδρη καὶ δῖα Βρέμουσα

### book 1.40.5

ἠδὲ καὶ Ἱπποθόη, μετὰ δ’ Ἁρμοθόη κυανῶπις

### book 1.45.1

Ἀλκιβίη τε καὶ Ἀντιβρότη καὶ Δηριμάχεια,

### book 1.45.2

τῇς δ’ ἐπὶ Θερμώδοσσα μέγ’ ἔγχεϊ κυδιόωσα·

### book 1.45.3

τόσσαι ἄρ’ ἀμφὶς ἕποντο δαΐφρονι Πενθεσιλείῃ.

### book 1.45.4

Οἵη δ’ ἀκαμάτοιο κατέρχεται Οὐλύμποιο

### book 1.45.5

Ἠὼς μαρμαρέοισιν ἀγαλλομένη φρένας ἵπποις

### book 1.1

Ὡράων μετ’ ἐυπλοκάμων, μετὰ δέ σφισι πάσαις

### book 1.2

ἐκπρέπει ἀγλαὸν εἶδος ἀμωμήτοις περ ἐούσαις·

### book 1.3

τοίη Πενθεσίλεια μόλεν ποτὶ Τρώιον ἄστυ

### book 1.4

ἔξοχος ἐν πάσῃσιν Ἀμαζόσιν. Ἀμφὶ δὲ Τρῶες

### book 1.5

πάντοθεν ἐσσύμενοι μέγ’ ἐθάμβεον, εὖτ’ ἐσίδοντο

### book 1.55.1

Ἄρεος ἀκαμάτοιο βαθυκνήμιδα θύγατρα

### book 1.55.2

εἰδομένην μακάρεσσιν, ἐπεί ῥά οἱ ἀμφὶ προσώπῳ

### book 1.55.3

ἄμφω σμερδαλέον τε καὶ ἀγλαὸν εἶδος ὀρώρει,

### book 1.55.4

μειδίαεν 〈δ’〉 ἐρατεινόν, ὑπ’ ὀφρύσι δ’ ἱμερόεντες

### book 1.55.5

ὀφθαλμοὶ μάρμαιρον ἀλίγκιον ἀκτίνεσσιν,

### book 1.60.1

αἰδὼς δ’ ἀμφερύθηνε παρήια, τῶν δ’ ἐφύπερθε

### book 1.60.2

θεσπεσίη ἐπέκειτο χάρις καταειμένη ἀλκήν.

### book 1.60.3

Λαοὶ δ’ ἀμφεγάνυντο καὶ ἀχνύμενοι τὸ πάροιθεν·

### book 1.60.4

ὡς δ’ ὁπότ’ ἀθρήσαντες ἀπ’ οὔρεος ἀγροιῶται

### book 1.60.5

Ἶριν ἀνεγρομένην ἐξ εὐρυπόροιο θαλάσσης,

### book 1.65.1

ὄμβρου ὅτ’ ἰσχανόωσι θεουδέος, ὁππότ’ ἀλωαὶ

### book 1.65.2

ἤδη ἀπαυαίνονται ἐελδόμεναι Διὸς ὕδωρ,

### book 1.65.3

ὀψὲ δ’ ὑπηχλύνθη μέγας οὐρανός, οἳ δ’ ἐσιδόντες

### book 1.65.4

ἐσθλὸν σῆμ’ ἀνέμοιο καὶ ὑετοῦ ἐγγὺς ἐόντος

### book 1.65.5

χαίρουσι〈ν〉, τὸ πάροιθεν ἐπιστενάχοντες ἀρούραις·

### book 1.70.1

ὣς ἄρα Τρώιοι υἷες, ὅτ’ ἔδρακον ἔνδοθι πάτρης

### book 1.70.2

δεινὴν Πενθεσίλειαν ἐπὶ πτόλεμον μεμαυῖαν,

### book 1.70.3

γήθεον· ἐλπωρὴ γὰρ ὅτ’ ἐς φρένας ἀνδρὸς ἵκηται

### book 1.70.4

ἀμφ’ ἀγαθοῦ, στονόεσσαν ἀμαλδύνει κακότητα.

### book 1.70.5

Τοὔνεκα καὶ Πριάμοιο νόος πολέα στενάχοντος

### book 1.75.1

καὶ μέγ’ ἀκηχεμένοιο περὶ φρεσὶ τυτθὸν ἰάνθη.

### book 1.75.2

Ὡς δ’ ὅτ’ ἀνὴρ ἀλαοῖσιν ἐπ’ ὄμμασι πολλὰ μογήσας

### book 1.75.3

ἱμείρων ἰδέειν ἱερὸν φάος ἢ θανέεσθαι

### book 1.75.4

ἢ πόνῳ ἰητῆρος ἀμύμονος ἠὲ θεοῖο

### book 1.75.5

ὄμματ’ ἀπαχλύσαντος ἴδῃ φάος ἠριγενείης,

### book 1.80.1

οὐ μὲν ὅσον τὸ πάροιθεν, ὅμως δ’ ἄρα βαιὸν ἰάνθη

### book 1.80.2

πολλῆς ἐκ κακότητος, ἔχει δ’ ἔτι πήματος ἄλγος

### book 1.80.3

αἰνὸν ὑπὸ βλεφάροισι λελειμμένον· ὣς ἄρα δεινὴν

### book 1.80.4

υἱὸς Λαομέδοντος ἐσέδρακε Πενθεσίλειαν·

### book 1.80.5

παῦρον μὲν γήθησε, τὸ δὲ πλέον εἰσέτι παίδων

### book 1.85.1

ἄχνυτ’ ἀποκταμένων. Ἄγε δ’ εἰς ἑὰ δώματ’ ἄνασσαν,

### book 1.85.2

καί μιν προφρονέως τίεν ἔμπεδον, εὖτε θύγατρα

### book 1.85.3

τηλόθε νοστήσασαν ἐεικοστῷ λυκάβαντι,

### book 1.85.4

καί οἱ δόρπον ἔτευξε πανείδατον, οἷον ἔδουσι

### book 1.85.5

κυδάλιμοι βασιλῆες, ὅτ’ ἔθνεα δῃώσαντες

### book 1.90.1

δαίνυντ’ ἐν θαλίῃσιν ἀγαλλόμενοι περὶ νίκης.

### book 1.90.2

Δῶρα δέ οἱ πόρε καλὰ καὶ ὄλβια, πολλὰ δ’ ὑπέστη

### book 1.90.3

δωσέμεν, ἢν Τρώεσσι δαϊζομένοις ἐπαμύνῃ.

### book 1.90.4

Ἣ δ’ ἄρ’ ὑπέσχετο ἔργον ὃ οὔ ποτε θνητὸς ἐώλπει,

### book 1.90.5

δῃώσειν Ἀχιλῆα καὶ εὐρέα λαὸν ὀλέσσειν

### book 1.95.1

Ἀργείων, νῆας δὲ πυρὸς καθύπερθε βαλέσθαι,

### book 1.95.2

νηπίη· οὐδέ τι ᾔδη ἐυμμελίην Ἀχιλῆα,

### book 1.95.3

ὅσσον ὑπέρτατος ἦεν ἐνὶ φθισήνορι χάρμῃ.

### book 1.95.4

Τῆς δ’ ὡς οὖν ἐπάκουσεν ἐὺς πάις Ἠετίωνος

### book 1.95.5

Ἀνδρομάχη, μάλα τοῖα 〈φίλῳ〉 προσελέξατο θυμῷ·

### book 1.1

«Ἆ δειλή, τί νυ τόσσα μέγα φρονέους’ ἀγορεύεις;

### book 1.2

Οὐ γάρ τοι σθένος ἐστὶν ἀταρβέι Πηλείωνι

### book 1.3

μάρνασθ’, ἀλλὰ σοὶ ὦκα φόνον καὶ λοιγὸν ἐφήσει.

### book 1.4

Λευγαλέη, τί μέμηνας ἀνὰ φρένας; Ἦ νύ τοι ἄγχι

### book 1.5

ἕστηκε〈ν〉 Θανάτοιο τέλος καὶ Δαίμονος Αἶσα.

### book 1.105.1

Ἕκτωρ γὰρ σέο πολλὸν ὑπέρτερος ἔπλετο δουρί·

### book 1.105.2

ἀλλ’ ἐδάμη κρατερός περ ἐών, μέγα δ’ ἤκαχε Τρῶας

### book 1.105.3

οἵ ἑ θεὸν ὣς πάντες ἀνὰ πτόλιν εἰσορόωντο·

### book 1.105.4

καί μοι ἔην μέγα κῦδος ἰδ’ ἀντιθέοις τοκέεσσι

### book 1.105.5

ζωὸς ἐών. Ὡς εἴ με χυτὴ κατὰ γαῖα κεκεύθει,

### book 1.110.1

πρίν σφε δι’ ἀνθερεῶνος ὑπ’ ἔγχεϊ θυμὸν ὀλέσσαι.

### book 1.110.2

Νῦν δ’ ἄρ’ ἀάσπετον ἄλγος ὀιζυρῶς ἐσάθρησα,

### book 1.110.3

κεῖνον ὅτ’ ἀμφὶ πόληα ποδώκεες εἴρυον ἵπποι

### book 1.110.4

ἀργαλέως Ἀχιλῆος, ὅ μ’ ἀνέρος εὖνιν ἔθηκε

### book 1.110.5

κουριδίου, τό μοι αἰνὸν ἄχος πέλει ἤματα πάντα.»

### book 1.115

Ὣς φάθ’ ἑὸν κατὰ θυμὸν ἐύσφυρος Ἠετιώνη

### book 1.1

μνησαμένη πόσιος· μάλα γὰρ μέγα πένθος ἀέξει

### book 1.2

ἀνδρὸς ἀποφθιμένοιο σαόφροσι θηλυτέρῃσιν.

### book 1.3

Ἠέλιος δὲ θοῇσιν ἑλισσόμενος περὶ δίνῃς

### book 1.4

δύσετ’ ἐς Ὠκεανοῖο βαθὺν ῥόον, ἤνυτο δ’ ἠώς.

### book 1.120.1

Καί ῥ’ ὅτε δὴ παύσαντο ποτοῦ δαιτός 〈τ’〉 ἐρατεινῆς,

### book 1.120.2

δὴ τότε που δμωαὶ στόρεσαν θυμήρεα λέκτρα

### book 1.120.3

ἐν Πριάμοιο δόμοισι θρασύφρονι Πενθεσιλείῃ.

### book 1.120.4

Ἣ δὲ κιοῦς’ εὕδεσκεν, ὕπνος δέ οἱ ὄσς’ ἐκάλυψε

### book 1.120.5

νήδυμος ἀμφιπεσών. Μόλε δ’ αἰθέρος ἐξ ὑπάτοιο

### book 1.125.1

Παλλάδος ἐννεσίῃσι μένος δολόεντος Ὀνείρου,

### book 1.125.2

ὅππως μιν λεύσσουσα κακὸν Τρώεσσι γένηται

### book 1.125.3

οἷ τ’ αὐτῇ, μεμαυῖα ποτὶ πτολέμοιο φάλαγγας.

### book 1.125.4

Καὶ τὰ μὲν ὣς ὥρμαινε δαΐφρων Τριτογένεια·

### book 1.125.5

τῇ δ’ ἄρα λυγρὸς Ὄνειρος ἐφίστατο πατρὶ ἐοικώς,

### book 1.130.1

καί μιν ἐποτρύνεσκε ποδάρκεος ἄντ’ Ἀχιλῆος

### book 1.130.2

θαρσαλέως μάρνασθαι ἐναντίον. Ἣ δ’ ἀίουσα

### book 1.130.3

γήθεεν ἐν φρεσὶ πάμπαν· ὀίσατο γὰρ μέγα ἔργον

### book 1.130.4

ἐκτελέειν αὐτῆμαρ ἀνὰ μόθον ὀκρυόεντα,

### book 1.130.5

νηπίη, ἥ ῥ’ ἐπίθησεν ὀιζυρῷ περ Ὀνείρῳ

### book 1.135.1

ἑσπερίῳ, ὃς φῦλα πολυτλήτων ἀνθρώπων

### book 1.135.2

θέλγει ἐνὶ λεχέεσσιν ἄδην ἐπικέρτομα βάζων,

### book 1.135.3

ὅς μιν ἄρ’ ἐξαπάφησεν ἐποτρύνων πονέεσθαι.

### book 1.135.4

Ἀλλ’ ὅτε δή ῥ’ ἐπόρουσε ῥοδόσφυρος Ἠριγένεια,

### book 1.135.5

δὴ τότε Πενθεσίλεια μέγ’ ἐνθεμένη φρεσὶ κάρτος

### book 1.140.1

ἐξ εὐνῆς ἀνέπαλτο καὶ ἀμφ’ ὤμοισιν ἔδυνε

### book 1.140.2

τεύχεα δαιδαλόεντα, τά οἱ θεὸς ὤπασεν Ἄρης.

### book 1.1

Πρῶτα μὲν ἂρ κνήμῃσιν ἐπ’ ἀργυφέῃσιν ἔθηκε

### book 1.2

κνημῖδας χρυσέας αἵ οἱ ἔσαν εὖ ἀραρυῖαι·

### book 1.3

ἕσσατο δ’ αὖ θώρηκα παναίολον· ἀμφὶ δ’ ἄρ’ ὤμοις

### book 1.145.1

θήκατο κυδιόωσα μέγα ξίφος ᾧ περὶ πάντῃ

### book 1.145.2

κουλεὸς εὖ ἤσκητο δι’ ἀργύρου ἠδ’ ἐλέφαντος·

### book 1.145.3

ἂν δ’ ἔθετ’ ἀσπίδα δῖαν ἀλίγκιον ἄντυγι μήνης,

### book 1.145.4

ἥ θ’ ὑπὲρ Ὠκεανοῖο βαθυρρόου ἀντέλλῃσιν

### book 1.145.5

ἥμισυ πεπληθυῖα περιγνάμπτοισι κεραίῃς·

### book 1.1

τοίη μαρμαίρεσκεν 〈ἀ〉άσπετον· ἀμφὶ δὲ κρατὶ

### book 1.2

θῆκε κόρυν κομόωσαν ἐθείρῃσι〈ν〉 χρυσέῃσιν.

### book 1.3

Ὣς ἣ μὲν μορόεντα περὶ χροῒ θήκατο τεύχη·

### book 1.4

ἀστεροπῇ δ’ ἀτάλαντος ἐείδετο, τὴν ἀπ’ Ὀλύμπου

### book 1.5

ἐς γαῖαν προΐησι Διὸς μένος ἀκαμάτοιο

### book 1.155.1

δεικνὺς ἀνθρώποισι μένος βαρυηχέος ὄμβρου

### book 1.155.2

ἠὲ πολυρροίζων ἀνέμων ἄλληκτον ἰωήν.

### book 1.155.3

Αὐτίκα δ’ ἐγκονέουσα δι’ ἐκ μεγάροιο νέεσθαι

### book 1.155.4

δοιοὺς εἵλετ’ ἄκοντας ὑπ’ ἀσπίδα, δεξιτερῇ δὲ

### book 1.155.5

ἀμφίτυπον βουπλῆγα τόν οἱ Ἔρις ὤπασε δεινὴ

### book 1.160.1

θυμοβόρου πολέμοιο πελώριον ἔμμεναι ἄλκαρ.

### book 1.160.2

Τῷ ἐπικαγχαλόωσα τάχ’ ἤλυθεν ἔκτοθι πύργων

### book 1.160.3

Τρῶας ἐποτρύνουσα μάχην ἐς κυδιάνειραν

### book 1.160.4

ἐλθέμεναι· 〈τ〉οὶ δ’ ὦκα συναγρόμενοι πεπίθοντο

### book 1.160.5

ἄνδρες ἀριστῆες, καί περ πάρος οὐκ ἐθέλοντες

### book 1.165.1

στήμεναι ἄντ’ Ἀχιλῆος· ὃ γὰρ περιδάμνατο πάντας.

### book 1.165.2

Ἣ δ’ ἄρα κυδιάασκεν ἀάσχετον· ἕζετο δ’ ἵππῳ

### book 1.1

καλῷ τ’ ὠκυτάτῳ τε τόν οἱ ἄλοχος Βορέαο

### book 1.2

ὤπασεν Ὠρείθυια πάρος Θρῄκην δὲ κιούσῃ

### book 1.3

ξείνιον, ὅς τε θοῇσι μετέπρεπεν Ἁρπυίῃσι·

### book 1.170.1

τῷ ῥα τόθ’ ἑζομένη λίπεν ἄστεος αἰπὰ μέλαθρα

### book 1.170.2

ἐσθλὴ Πενθεσίλεια· λυγραὶ δέ μιν ὀτρύνεσκον

### book 1.170.3

Κῆρες ὁμῶς πρώτην τε καὶ ὑστατίην ἐπὶ δῆριν

### book 1.170.4

ἐλθέμεν. Ἀμφὶ δὲ Τρῶες ἀνοστήτοισι πόδεσσι

### book 1.170.5

πολλοὶ ἕποντ’ ἐπὶ δῆριν ἀναιδέα τλήμονι κούρῃ

### book 1.175.1

ἰλαδόν, ἠύτε μῆλα μετὰ κτίλον, ὅς θ’ ἅμα πάντων

### book 1.175.2

νισομένων προθέῃσι δαημοσύνῃσι νομῆος·

### book 1.175.3

ὣς ἄρα τῇ γ’ ἐφέποντο βίῃ μέγα μαιμώωντες

### book 1.175.4

Τρῶες ἐυσθενέες καὶ Ἀμαζόνες ὀβριμόθυμοι.

### book 1.175.5

Ἣ δ’ οἵη Τριτωνίς, ὅτ’ ἤλυθεν ἄντα Γιγάντων,

### book 1.180.1

ἢ Ἔρις ἐγρεκύδοιμος ἀνὰ στρατὸν ἀίσσουσα,

### book 1.180.2

τοίη ἐνὶ Τρώεσσι θοὴ πέλε Πενθεσίλεια.

### book 1.180.3

Καὶ τότε δὴ Κρονίωνι πολυτλήτους ἀναείρας

### book 1.180.4

χεῖρας Λαομέδοντος ἐὺς γόνος ἀφνειοῖο

### book 1.180.5

εὔχετ’ ἐς ἱερὸν ἠὺ τετραμμένος Ἰδαίοιο

### book 1.185.1

Ζηνὸς ὃς Ἴλιον αἰὲν ἑοῖς ἐπιδέρκεται ὄσσοις·

### book 1.185.2

«Κλῦθι, πάτερ, καὶ λαὸν Ἀχαι〈ι〉κὸν ἤματι τῷδε

### book 1.185.3

δὸς πεσέειν ὑπὸ χερσὶν Ἀρηι〈ά〉δος βασιλείης,

### book 1.185.4

καὶ δή μιν παλίνορσον ἐμὸν ποτὶ δῶμα σάωσον

### book 1.185.5

ἁζόμενος τεὸν υἷα πελώριον ὄβριμον Ἄρην

### book 1.190.1

αὐτήν θ’, οὕνεκ’ ἔοικεν ἐπουρανίῃσι θεῇσιν

### book 1.190.2

ἐκπάγλως καὶ σεῖο θεοῦ γένος ἐστὶ γενέθλης.

### book 1.1

Αἴδεσσαι δ’ ἐμὸν ἦτορ, ἐπεὶ κακὰ πολλὰ τέτληκα

### book 1.2

παίδων ὀλλυμένων οὕς μοι περὶ Κῆρες ἔμαρψαν

### book 1.3

Ἀργείων παλάμῃσι κατὰ στόμα δηιοτῆτος·

### book 1.195.1

αἴδεο δ’, 〈ἕ〉ως ἔτι παῦροι ἀφ’ αἵματός εἰμεν ἀγαυοῦ

### book 1.195.2

Δαρδάνου, 〈ἕ〉ως ἀδάικτος ἔτι πτόλις, ὄφρα καὶ ἡμεῖς

### book 1.195.3

ἐκ φόνου ἀργαλέοιο καὶ Ἄρεος ἀμπνεύσωμεν.»

### book 1.195.4

Ἦ ῥα μέγ’ εὐχόμενος. Τῷ δ’ αἰετὸς ὀξὺ κεκληγὼς

### book 1.195.5

ἤδη ἀποπνείουσαν ἔχων ὀνύχεσσι πέλειαν

### book 1.1

ἐσσυμένως οἴμησεν ἀριστερός· ἀμφὶ δὲ θυμῷ

### book 1.2

τάρβησε〈ν〉 Πριάμοιο νόος, φάτο δ’ οὐκέτ’ ἀθρήσειν

### book 1.3

ζωὴν Πενθεσίλειαν ἀπὸ πτολέμοιο κιοῦσαν.

### book 1.4

Καὶ τὸ μὲν ὣς ἤμελλον ἐτήτυμον ἤματι κείνῳ

### book 1.5

Κῆρες ὑπεκτελέειν· ὃ δ’ ἄρ’ ἄχνυτο θυμὸν ἐαγώς.

### book 1.205.1

Ἀργεῖοι δ’ ἀπάνευθεν ἐθάμβεον, εὖτ’ ἐσίδοντο

### book 1.205.2

Τρῶας ἐπεσσυμένους καὶ Ἀρηίδα Πενθεσίλειαν,

### book 1.205.3

τοὺς μὲν δὴ θήρεσσιν ἐοικότας, οἵ τ’ ἐν ὄρεσσι

### book 1.205.4

ποίμνῃς εἰροπόκοισι φόνον στονόεντα φέρουσι,

### book 1.205.5

τὴν δὲ πυρὸς ῥιπῇ ἐναλίγκιον, ἥ τ’ ἐπὶ θάμνοις

### book 1.210.1

μαίνεται ἀζαλέοισιν ἐπειγομένου ἀνέμοιο.

### book 1.210.2

Καί τις ἅμ’ ἀγρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπε·

### book 1.210.3

«Τίς δὴ Τρῶας ἄγειρε μεθ’ Ἕκτορα δῃωθέντα,

### book 1.210.4

οὓς φάμεν οὐκέτι νῶιν ὑπαντιάσειν μεμαῶτας;

### book 1.210.5

Νῦν δ’ ἄφαρ ἀίσσουσι λιλαιόμενοι μέγα χάρμης.

### book 1.215.1

Καί νύ τις ἐν μέσσοισιν ἐποτρύνει πονέεσθαι·

### book 1.215.2

φαίης κεν θεὸν ἔμμεν, ἐπεὶ μέγα μήδεται ἔργον.

### book 1.1

Ἀλλ’ ἄγε, θάρσος ἄατον ἐνὶ στέρνοισι βαλόντες

### book 1.2

ἀλκῆς μνησώμεσθα δαΐφρονος· οὐδὲ γὰρ ἡμεῖς

### book 1.3

νόσφι θεῶν Τρώεσσι μαχησόμεθ’ ἤματι τῷδε.»

### book 1.220.1

Ὣς φάτο· τοὶ δὲ φαεινὰ περὶ σφίσι τεύχεα θέντες

### book 1.220.2

νηῶν ἐξεχέοντο μένος καταειμένοι ὤμοις.

### book 1.220.3

Σὺν δ’ ἔβαλον θήρεσσιν ἐοικότες ὠμοβόροισι

### book 1.220.4

δῆριν ἐς αἱματόεσσαν, ὁμοῦ δ’ ἔχον ἔντεα καλά,

### book 1.220.5

ἔγχεα καὶ θώρηκας ἐυσθενέας τε βοείας

### book 1.225.1

καὶ κόρυθας βριαράς· ἕτερος δ’ ἑτέρου χρόα χαλκῷ

### book 1.225.2

τύπτον ἀνηλεγέως, τὸ δ’ ἐρεύθετο Τρώιον οὖδας.

### book 1.225.3

Ἔνθ’ ἕλε Πενθεσίλεια Μολίονα Περσίνοόν τε

### book 1.225.4

Εἴλισσόν τε καὶ Ἀντίθεον καὶ ἀγήνορα Λέρνον

### book 1.225.5

Ἵππαλμόν τε καὶ Αἱμονίδην κρατερόν τ’ Ἐλάσιππον.

### book 1.230.1

Δηρινόη δ’ ἕλε Λαογόνον, Κλονίη δὲ Μένιππον

### book 1.230.2

ὅς ῥα πάρος Φυλάκηθεν ἐφέσπετο Πρωτεσιλάῳ,

### book 1.230.3

ὅππως κεν Τρώεσσιν ἐυσθενέεσσι μάχοιτο.

### book 1.230.4

Τοῦ δ’ ἄρ’ ἀποφθιμένοιο Ποδάρκεϊ θυμὸς ὀρίνθη

### book 1.230.5

Ἰφικληιάδῃ· τὸν γὰρ μέγα φίλαθ’ ἑταίρων.

### book 1.235.1

Αἶψα δ’ ὅ γ’ ἀντιθέην Κλονίην βάλε· τῆς δὲ διὰ πρὸ

### book 1.235.2

ἦλθε δόρυ στιβαρὸν κατὰ νηδύος, ἐκ δέ οἱ ὦκα

### book 1.235.3

δουρὶ χύθη μέλαν αἷμα, συνέσπετο δ’ ἔγκατα πάντα.

### book 1.235.4

Τῆς δ’ ἄρα Πενθεσίλεια χολώσατο, καί ῥα Ποδάρκεα

### book 1.235.5

οὔτασεν ἐς μυῶνα παχὺν περιμήκεϊ δουρὶ

### book 1.240

χειρὸς δεξιτερῆς, διὰ δὲ φλέβας αἱματοέσσας

### book 1.1

κέρσε, μέλαν δέ οἱ αἷμα δι’ ἕλκεος οὐταμένοιο

### book 1.2

ἔβλυσεν ἐσσυμένως· ὃ δ’ ἄρα στενάχων ἀπόρουσεν

### book 1.3

εἰσοπίσω, μάλα γάρ οἱ ἐδάμνατο θυμὸν ἀνίη.

### book 1.4

Τοῦ δ’ ἄρ’ ἀπεσσυμένοιο ποθὴ Φυλάκεσσιν ἐτύχθη

### book 1.245.1

ἄσπετος· ὃ〈σ〉 δ’ ἄρα βαιὸν ἀπὸ πτολέμοιο λιασθεὶς

### book 1.245.2

κάτθανε καρπαλίμως σφετέρων ἐν χερσὶν ἑταίρων.

### book 1.245.3

Ἰδομενεὺς δὲ Βρέμουσαν ἐνήρατο δούρατι μακρῷ

### book 1.245.4

δεξιτερὸν παρὰ μαζόν, ἄφαρ δέ οἱ ἦτορ ἔλυσεν.

### book 1.245.5

Ἣ δ’ ἔπεσεν μελίῃ ἐναλίγκιος, ἥν τ’ ἐν ὄρεσσι

### book 1.1

δουροτόμοι τέμνουσιν ὑπείροχον, ἣ δ’ ἀλεγεινὸν

### book 1.2

ῥοῖζον ὁμῶς καὶ δοῦπον ἐρειπομένη προΐησιν·

### book 1.3

ὣς ἣ ἀνοιμώξασα πέσεν, τῆς δ’ ἅψεα πάντα

### book 1.4

λῦσε μόρος, ψυχὴ δ’ ἐμίγη πολυαέσιν αὔραις.

### book 1.5

Εὐάνδρην δ’ ἄρα Μηριόνης ἰδὲ Θερμώδοσσαν

### book 1.255.1

εἷλεν ἐπεσσυμένας ὀλοὴν ἀνὰ δηιοτῆτα,

### book 1.255.2

τῇ μὲν ἄρ’ ἐς κραδίην ἐλάσας δόρυ, τῇ δ’ ὑπὸ νηδὺν

### book 1.255.3

φάσγανον ἐγχρίμψας· τὰς δ’ ἐσσυμένως λίπεν ἦτορ.

### book 1.255.4

Δηρινόην δ’ ἐδάμασσεν Ὀιλέος ὄβριμος υἱὸς

### book 1.255.5

ἔγχεϊ ὀκριόεντι διὰ κληῖδα τυχήσας.

### book 1.260.1

Ἀλκιβίης δ’ ἄρα Τυδείδης καὶ Δηριμαχείης

### book 1.260.2

ἄμφω κρᾶτ’ ἀπέκοψε σὺν αὐχέσιν ἄχρις ἐπ’ ὤμοις

### book 1.260.3

ἄορι λευγαλέῳ· ταὶ δ’ ἠύτε πόρτιες ἄμφω

### book 1.260.4

κάππεσον, ἅς τ’ αἰζηὸς ἄφαρ ψυχῆς ἀπαμέρσῃ

### book 1.260.5

κόψας αὐχενίους στιβαρῷ βουπλῆγι τένοντας·

### book 1.265

ὣς αἳ Τυδείδαο πέσον παλάμῃσι δαμεῖσαι

### book 1.1

Τρώων ἂμ πεδίον σφετέρων ἀπὸ νόσφι καρήνων.

### book 1.2

Τῇσι δ’ ἐπὶ Σθένελος κρατερὸν κατέπεφνε Κάβειρον

### book 1.3

ὃς κίεν ἐκ Σηστοῖο λιλαιόμενος πολεμίζειν

### book 1.4

Ἀργείοις, οὐδ’ αὖτις ἑὴν νοστήσατο πάτρην.

### book 1.270.1

Τοῦ δὲ Πάρις κραδίην ἐχολώσατο δῃωθέντος

### book 1.270.2

καί ῥ’ ἔβαλε Σθενέλοιο καταντίον· οὐδ’ ἄρα τόν γε

### book 1.270.3

οὔτασεν ἐλδόμενός περ, ἀπεπλάγχθη γὰρ ὀιστὸς

### book 1.270.4

ἄλλῃ, ὅπῃ μιν Κῆρες ἀμείλιχοι ἰθύνεσκον·

### book 1.270.5

κτεῖνε δ’ ἄρ’ ἐσσυμένως Εὐήνορα χαλκεομίτρην

### book 1.275.1

ὅς ῥ’ ἐκ Δουλιχίοιο κίεν Τρώεσσι μάχεσθαι.

### book 1.275.2

Τοῦ δ’ ἄρ’ ἀποφθιμένοιο πάις Φυλῆος ἀγαυοῦ

### book 1.275.3

ὠρίνθη· μάλα δ’ ὦκα, λέων ὣς πώεσι μήλων,

### book 1.275.4

ἔνθορε· τοὶ δ’ ἅμα πάντες ὑπέτρεσαν ὄβριμον ἄνδρα.

### book 1.275.5

Κτεῖνε γὰρ Ἰτυμονῆα καὶ Ἱππασίδην Ἀγέλαον

### book 1.280.1

οἵ ῥ’ ἀπὸ Μιλήτοιο φέρον Δαναοῖσιν ὁμοκλὴν

### book 1.280.2

Νάστῃ ὑπ’ ἀντιθέῳ καὶ ὑπ’ Ἀμφιμάχῳ μεγαθύμῳ,

### book 1.280.3

οἳ Μυκάλην ἐνέμοντο Λάτμοιό τε λευκὰ κάρηνα

### book 1.280.4

Βράγχου τ’ ἄγκεα μακρὰ καὶ ἠιόεντα Πάνορμον

### book 1.280.5

Μαιάνδρου τε ῥέεθρα βαθυρρόου, ὅς ῥ’ ἐπὶ γαῖαν

### book 1.285.1

Καρῶν ἀμπελόεσσαν ἀπὸ Φρυγίης πολυμήλου

### book 1.285.2

εἶσι πολυγνάμπτοισιν ἑλισσόμενος προχοῇσι.

### book 1.285.3

Καὶ τοὺς μὲν κατέπεφνε Μέγης ἐν δηιοτῆτι·

### book 1.285.4

ἄλλους δ’ αὖτ’ ἐδάμασσεν ὅσους κίχε δουρὶ κελαινῷ·

### book 1.285.5

ἐν γάρ οἱ στέρνοισι θράσος βάλε Τριτογένεια,

### book 1.290.1

ὄφρά κε δυσμενέεσσιν ὀλέθριον ἦμαρ ἐφείη.

### book 1.290.2

Δρησαῖον δ’ ἐδάμασσεν ἀρηίφιλος Πολυποίτης

### book 1.290.3

τὸν τέκε δῖα Νέαιρα περίφρονι Θειοδάμαντι

### book 1.290.4

μιχθεῖς’ ἐν λεχέεσσιν ὑπαὶ Σιπύλῳ νιφόεντι,

### book 1.290.5

ἧχι θεοὶ Νιόβην λᾶαν θέσαν, ἧς ἔτι δάκρυ

### book 1.295.1

πουλὺ μάλα στυφελῆς καταλείβεται ὑψόθε πέτρης,

### book 1.295.2

καί οἱ συστοναχοῦσι ῥοαὶ πολυηχέος Ἕρμου

### book 1.295.3

καὶ κορυφαὶ Σιπύλου περιμήκεες ὧν καθύπερθεν

### book 1.295.4

ἐχθρὴ μηλονόμοισιν ἀεὶ περιπέπτατ’ ὀμίχλη·

### book 1.295.5

ἣ δὲ πέλει μέγα θαῦμα παρεσσυμένοισι βροτοῖσιν,

### book 1.1

οὕνεκ’ ἔοικε γυναικὶ πολυστόνῳ ἥ τ’ ἐπὶ λυγρῷ

### book 1.2

πένθεϊ μυρομένη μάλα μυρία δάκρυα χεύει·

### book 1.3

καὶ τὸ μὲν ἀτρεκέως φῂς ἔμμεναι, ὁππότ’ ἄρ’ αὐτὴν

### book 1.4

τηλόθεν ἀθρήσειας· ἐπὴν δέ οἱ ἐγγὺς ἵκηαι,

### book 1.5

φαίνεται αἰπήεσσα πέτρη Σιπύλοιό τ’ ἀπορρώξ.

### book 1.305.1

Ἀλλ’ ἣ μὲν μακάρων ὀλοὸν χόλον ἐκτελέουσα

### book 1.305.2

μύρεται ἐν πέτρῃσιν ἔτ’ ἀχνυμένῃ εἰκυῖα.

### book 1.305.3

Ἄλλοι δ’ ἀμφ’ ἄλλοισι φόνον καὶ κῆρ’ ἐτίθεντο

### book 1.305.4

ἀργαλέον. Δεινὸς γὰρ ἐνεστρωφᾶτο Κυδοιμὸς

### book 1.305.5

λαοῖς ἐν μέσσοισιν· ἀταρτηρὸν δέ οἱ ἄγχι

### book 1.310.1

εἱστήκει Θανάτοιο τέλος· περὶ δέ σφισι Κῆρες

### book 1.310.2

λευγαλέαι στρωφῶντο φόνον στονόεντα φέρουσαι.

### book 1.310.3

Πολλῶν δ’ ἐν κονίῃσι λύθη κέαρ ἤματι κείνῳ

### book 1.310.4

Τρώων τ’ Ἀργείων τε, πολὺς δ’ ἀλαλητὸς ὀρώρει.

### book 1.310.5

Οὐ γάρ πως ἀπέληγε μένος μέγα Πενθεσιλείης,

### book 1.315.1

ἀλλ’ ὥς τίς τε βόεσσι κατ’ οὔρεα μακρὰ λέαινα

### book 1.315.2

ἐνθόρῃ ἀίξασα βαθυσκοπέλου διὰ βήσσης

### book 1.315.3

αἵματος ἱμείρουσα, τό οἱ μάλα θυμὸν ἰαίνει·

### book 1.315.4

ὣς τῆμος Δαναοῖσιν Ἀρηιὰς ἔνθορε κούρη.

### book 1

Οἳ δ’ ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες·

### book 1.320.1

ἣ δ’ ἕπετ’ ἠύτε κῦμα βαρυγδούποιο θαλάσσης

### book 1.320.2

νήεσιν ὠκείῃσιν, ὅθ’ ἱστία λευκὰ πετάσσῃ

### book 1.320.3

οὖρος ἐπειγόμενος, βοόωσι δὲ πάντοθεν ἄκραι

### book 1.320.4

πόντου ἐρευγομένοιο ποτὶ χθονὸς ᾐόνα μακρήν.

### book 1.320.5

Ὣς ἥ γ’ ἑσπομένη Δαναῶν ἐδάιζε φάλαγγας·

### book 1.325.1

καί σφιν ἐπηπείλησε μέγα φρεσὶ κυδιόωσα·

### book 1.325.2

«Ὦ κύνες, ὡς Πριάμοιο κακὴν ἀποτίσετε λώβην

### book 1.325.3

σήμερον. Οὐ γάρ πώ τις ἐμὸν σθένος ἐξυπαλύξας

### book 1.325.4

χάρμα φίλοις τοκέεσσι καὶ υἱάσιν ἠδ’ ἀλόχοισιν

### book 1.325.5

ἔσσεται· οἰωνοῖς δὲ βόσις καὶ θηρσὶ θανόντες

### book 1.330.1

κείσεσθ’, οὐδέ τι τύμβος ἐφ’ ὑμέας ἵξεται αἴης.

### book 1.330.2

Πῇ νῦν Τυδείδαο βίη, πῇ δ’ Αἰακίδαο,

### book 1.330.3

ποῦ δὲ καὶ Αἴαντος; Τοὺς γὰρ φάτις ἔμμεν ἀρίστους·

### book 1.330.4

ἀλλ’ ἐμοὶ οὐ τλήσονται ἐναντία δηριάασθαι,

### book 1.330.5

μή σφιν ἀπὸ μελέων ψυχὰς φθιμένοισι πελάσσω.»

### book 1.335.1

Ἦ ῥα καὶ Ἀργείοισι μέγα φρονέους’ ἐνόρουσε,

### book 1.335.2

Κηρὶ βίην εἰκυῖα. Πολὺν δ’ ὑπεδάμνατο λαόν,

### book 1.335.3

ἄλλοτε μὲν βουπλῆγι βαθυστόμῳ, ἄλλοτε δ’ αὖτε

### book 1.335.4

πάλλους’ ὀξὺν ἄκοντα· φέρεν δέ οἱ αἰόλος ἵππος

### book 1.335.5

ἰοδόκην καὶ τόξον ἀμείλιχον, εἴ που ἄρ’ αὐτῇ

### book 1.340.1

χρειὼ ἀν’ αἱματόεντα μόθον βελέων ἀλεγεινῶν

### book 1.340.2

καὶ τόξοιο πέλοιτο. Θοοὶ δέ οἱ ἄνδρες ἕποντο,

### book 1.340.3

Ἕκτορος ἀγχεμάχοιο κασίγνητοί τε φίλοι τε,

### book 1.340.4

ὄβριμον ἐν στέρνοισιν ἀναπνείοντες Ἄρηα,

### book 1.340.5

οἳ Δαναοὺς ἐδάιζον ἐυξέστῃς μελίῃσι.

### book 1.345.1

Τοὶ δὲ θοοῖς φύλλοισιν ἐοικότες ἢ ψεκάδεσσι

### book 1.345.2

πῖπτον ἐπασσύτεροι· μέγα δ’ ἔστενεν ἄσπετος αἶα

### book 1.345.3

αἵματι δευομένη νεκύεσσί τε πεπληθυῖα,

### book 1.345.4

ἵπποι δ’ ἀμφὶ βέλεσσι πεπαρμένοι ἢ μελίῃσιν

### book 1.345.5

ὑστάτιον χρεμέτιζον ἑὸν μένος ἐκπνείοντες.

### book 1.1

Οἳ δὲ κόνιν δραχμοῖσι δεδραγμένοι ἀσπαίρεσκον·

### book 1.2

τοὺς δ’ ἄρα Τρώιοι ἵπποι ἐπεσσύμενοι μετόπισθεν

### book 1.3

ἄντλον ὅπως στείβεσκον ὁμοῦ κταμένοισι πεσόντας.

### book 1.4

Καί τις ἐνὶ Τρώεσσιν ἀγάσσατο μακρὰ γεγηθώς,

### book 1.5

ὡς ἴδε Πενθεσίλειαν ἀνὰ στρατὸν ἀίσσουσαν

### book 1.355.1

λαίλαπι κυανέῃ ἐναλίγκιον, ἥ τ’ ἐνὶ πόντῳ

### book 1.355.2

μαίνεθ’, ὅτ’ Αἰγοκερῆι συνέρχεται ἠελίου ἴς·

### book 1.355.3

καί ῥ’ ὅ γε μαψιδίῃσιν ἐπ’ ἐλπωρῇσιν ἔειπεν·

### book 1.355.4

«Ὦ φίλοι, ὡς ἀναφανδὸν ἀπ’ οὐρανοῦ εἰλήλουθε

### book 1.355.5

σήμερον ἀθανάτων τις, ἵν’ Ἀργείοισι μάχηται

### book 1.360.1

ἡμῖν ἦρα φέρουσα Διὸς κρατερόφρονι βουλῇ,

### book 1.360.2

ὃς τάχα που μέμνηται ἐυσθενέος Πριάμοιο

### book 1.360.3

ὅς ῥά οἱ εὔχεται εἶναι ἀφ’ αἵματος ἀθανάτοιο.

### book 1.360.4

Οὐ γὰρ τήνδε γυναῖκά γ’ ὀίομαι εἰσοράασθαι

### book 1.360.5

αὕτως θαρσαλέην τε καὶ ἀγλαὰ τεύχε’ ἔχουσαν,

### book 1.365.1

ἀλλ’ ἄρ’ Ἀθηναίην ἢ καρτερόθυμον Ἐνυὼ

### book 1.365.2

ἢ Ἔριν ἠ〈ὲ〉 κλυτὴν Λητωίδα· καί μιν ὀίω

### book 1.365.3

σήμερον Ἀργείοισι φόνον στονόεντα βαλέσθαι

### book 1.365.4

νῆάς τ’ ἐμπρήσειν ὀλοῷ πυρί, τῇσι πάροιθεν

### book 1.365.5

ἤλυθον ἐς Τροίην νῶιν κακὰ πορφύροντες·

### book 1.370

ἤλυθον ἄσχετον ἄμμιν ὑπ’ Ἄρεϊ πῆμα φέροντες,

### book 1.1

ἀλλ’ οὐ μὰν παλίνορσοι ἐς Ἑλλάδα νοστήσαντες

### book 1.2

πάτρην εὐφρανέουσιν, ἐπεὶ θεὸς ἄμμιν ἀρήγει.»

### book 1.3

Ὣς ἄρ’ ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς,

### book 1.4

νήπιος· οὐδ’ ἄρ’ ἐφράσσατ’ ἐπεσσύμενον βαρὺ πῆμα

### book 1.375.1

οἷ αὐτῷ καὶ Τρωσὶ καὶ αὐτῇ Πενθεσιλείῃ.

### book 1.375.2

Οὐ γάρ πώ τι μόθοιο δυσηχέος ἀμφὶ πέπυστο

### book 1.375.3

Αἴας ὀβριμόθυμος ἰδὲ πτολίπορθος Ἀχιλλεύς·

### book 1.375.4

ἀλλ’ ἄμφω περὶ σῆμα Μενοιτιάδαο κέχυντο

### book 1.375.5

μνησάμενοι ἑτάροιο, γόος δ’ ἔχεν ἄλλυδις ἄλλον.

### book 1.380.1

Τοὺς γὰρ δὴ μακάρων τις ἐρήτυε νόσφι κυδοιμοῦ,

### book 1.380.2

ὄφρ’ ἀλεγεινὸν ὄλεθρον ἀναπλήσωσι δαμέντες

### book 1.380.3

πολλοὶ ὑπὸ Τρώεσσι καὶ ἐσθλῇ Πενθεσιλείῃ

### book 1.380.4

ἥ σφιν ἐπαΐσσουσα . . . . . . . . . . . . .

### book 1.383.1

. . . . . . . . . κακὰ μήδετο, καί οἱ ἄεξεν

### book 1.383.2

ἀλκὴ ὁμῶς καὶ θάρσος ἐπὶ πλέον, οὐδέ γ’ ἐς αἰχμὴν

### book 1.385.1

μαψιδίη ποτ’ ἔθυνεν, ἀεὶ δ’ ἢ νῶτα δάιζε

### book 1.385.2

φευγόντων ἢ στέρνα καταντίον ἀισσόντων.

### book 1.385.3

Θερμῷ δ’ αἵματι πάμπαν ἐδεύετο· γυῖα δ’ ἐλαφρὰ

### book 1.385.4

ἔπλετ’ ἐπεσσυμένης· κάματος δ’ οὐ δάμνατο θυμὸν

### book 1.385.5

ἄτρομον, ἀλλ’ ἀδάμαντος ἔχε〈ν〉 μένος. Εἰσέτι γάρ μιν

### book 1.389a

[οὕνεκα Μοῖρα ποτὶ κλεινὸν ὀτρύνους’ Ἀχιλῆα]

### book 1.390.1

Αἶσα λυγρὴ κύδαινεν· ἀπόπροθι δ’ ἑστηυῖα

### book 1.390.2

χάρμης κυδιάασκεν ὀλέθριον, οὕνεκ’ ἔμελλε

### book 1.390.3

κούρην οὐ μετὰ δηρὸν ὑπ’ Αἰακίδαο χέρεσσι

### book 1.390.4

δάμνασθ’· ἀμφὶ δέ μιν ζόφος ἔκρυφε· τὴν δ’ ὀρόθυνεν

### book 1.390.5

αἰὲν ἄιστος ἐοῦσα καὶ ἐς κακὸν ἦγεν ὄλεθρον

### book 1.395.1

ὕστατα κυδαίνους’. Ἣ δ’ ἄλλοθεν ἄλλον ἔναιρεν·

### book 1.395.2

ὡς δ’ ὁπόθ’ ἑρσήεντος ἔσω κήποιο θοροῦσα

### book 1.395.3

ποίης ἐλδομένη θυμηδέος εἴαρι πόρτις,

### book 1.395.4

ἀνέρος οὐ παρεόντος, ἐπέσσυται ἄλλοθεν ἄλλῃ

### book 1.395.5

σινομένη φυτὰ πάντα νέον μάλα τηλεθόωντα,

### book 1.1

καὶ τὰ μὲν ἂρ κατέδαψε, τὰ δ’ ἐν ποσὶν ἠμάλδυνεν·

### book 1.2

ὣς ἄρ’ Ἀχαιῶν υἷας ἐπεσσυμένη καθ’ ὅμιλον

### book 1.3

κούρη Ἐνυαλίη τοὺς μὲν κτάνε, τοὺς δ’ ἐφόβησε.

### book 1.4

Τρωιάδες δ’ ἀπάνευθεν ἀρήια ἔργα γυναικὸς

### book 1.5

θαύμαζον· πολέμοιο δ’ ἔρως λάβεν Ἱπποδάμειαν

### book 1.405.1

Ἀντιμάχοιο θύγατρα, μενεπτολέμοιο δ’ ἄκοιτιν

### book 1.405.2

Τισιφόνου. Κρατερῇσι δ’ ὑπὸ φρεσὶ〈ν ἐμ〉μεμαυῖα

### book 1.405.3

θαρσαλέον φάτο μῦθον ὁμήλικας ὀτρύνουσα

### book 1.405.4

δῆριν ἐπὶ στονόεσσαν (ἔγειρε δέ οἱ θράσος ἀλκήν)·

### book 1.405.5

«Ὦ φίλαι, ἄλκιμον ἦτορ ἐνὶ στέρνοισι βαλοῦσαι

### book 1.410.1

ἀνδράσιν ἡμετέροισιν ὁμοίιον, οἳ περὶ πάτρης

### book 1.410.2

δυσμενέσιν μάρνανται ὑπὲρ τεκέων τε καὶ ἡμέων,

### book 1.410.3

οὔ ποτ’ ἀναπνείοντες ὀιζύος—, ἀλλὰ καὶ αὐταὶ

### book 1.410.4

παρθέμεναι φρεσὶ θυμὸν ἴσης μνησώμεθα χάρμης.

### book 1.410.5

Οὐ γὰρ ἀπόπροθέν εἰμεν ἐυσθενέων αἰζηῶν,

### book 1.415.1

ἀλλ’ οἷον κείνοισι πέλει μένος, ἔστι καὶ ἡμῖν·

### book 1.415.2

ἶσοι δ’ ὀφθαλμοὶ καὶ γούνατα, πάντα δ’ ὁμοῖα,

### book 1.415.3

ξυνὸν δ’ αὖ πάντεσσι φάος καὶ νήχυτος ἀήρ,

### book 1.415.4

φορβὴ δ’ οὐχ ἑτέρη. Τί δ’ ἐπ’ ἀνδράσι λώιον ἄλλο

### book 1.415.5

θῆκε θεός; Τῶ μή τι φεβώμεθα δηιοτῆτος.

### book 1.420.1

Ἦ οὐχ ὁρά〈α〉τε γυναῖκα μέγ’ αἰζηῶν προφέρουσαν

### book 1.420.2

ἀγχεμάχων; Τῆς δ’ οὔ τι πέλει σχεδὸν οὔτε γενέθλη

### book 1.420.3

οὔτ’ ἄρ’ ἑὸν πτολίεθρον, ὑπὲρ ξείνοιο δ’ ἄνακτος

### book 1.420.4

μάρναται ἐκ θυμοῖο καὶ οὐκ ἐμπάζεται ἀνδρῶν

### book 1.420.5

ἐνθεμένη φρεσὶ θάρσος ἀταρτηρόν τε νόημα.

### book 1.425.1

Ἡμῖν δ’ ἄλλοθεν ἄλλα παραὶ ποσὶν ἄλγεα κεῖται·

### book 1.425.2

τῇς μὲν γὰρ φίλα τέκνα καὶ ἀνέρες ἀμφὶ πόληι

### book 1.425.3

ὤλονθ’, αἳ δὲ τοκῆας ὀδυρόμεθ’ οὐκέτ’ ἐόντας,

### book 1.425.4

ἄλλαι δ’ αὖτ’ ἀκάχονται ἀδελφειῶν ἐπ’ ὀλέθρῳ

### book 1.425.5

καὶ πηῶν· οὐ γάρ τις ὀιζυρῆς κακότητος

### book 1.430.1

ἄμμορος, ἐλπωρὴ δὲ πέλει καὶ δούλιον ἦμαρ

### book 1.430.2

εἰσιδέειν. Τῶ μή τις ἔτ’ ἀμβολίη πολέμοιο

### book 1.430.3

εἴη τειρομένῃσιν· ἔοικε γὰρ ἐν δαῒ μᾶλλον

### book 1.430.4

τεθνάμεν ἢ μετόπισθεν ὑπ’ ἀλλοδαποῖσιν ἄγεσθαι

### book 1.430.5

νηπιάχοις ἅμα παισὶν ἀνιηρῇ ὑπ’ ἀνάγκῃ,

### book 1.435.1

ἄστεος αἰθομένοιο καὶ ἀνδρῶν οὐκέτ’ ἐόντων.»

### book 1.435.2

Ὣς ἄρ’ ἔφη, πάσῃσι δ’ ἔρως στυγεροῖο μόθοιο

### book 1.435.3

ἔμπεσεν· ἐσσυμένως δὲ πρὸ τείχεος ὁρμαίνεσκον

### book 1.435.4

βήμεναι ἐν τεύχεσσιν, ἀρηγέμεναι μεμαυῖαι

### book 1.435.5

ἄστεϊ καὶ λαοῖσιν· ὀρίνετο δέ σφισι θυμός.

### book 1.440.1

Ὡς δ’ ὅτ’ ἔσω σίμβλοιο μέγ’ ἰύζωσι μέλισσαι

### book 1.440.2

χείματος οὐκέτ’ ἐόντος, ὅτ’ ἐς νομὸν ἐντύνονται

### book 1.440.3

ἐλθέμεν, οὐδ’ ἄρα τῇσι φίλον πέλει ἔνδοθι μίμνειν,

### book 1.440.4

ἄλλη δ’ αὖθ’ ἑτέρην προκαλίζεται ἐκτὸς ἄγεσθαι·

### book 1.440.5

ὣς ἄρα Τρωιάδες ποτὶ φύλοπιν ἐγκονέουσαι

### book 1.445.1

ἀλλήλας ὤτρυνον· ἀπόπροθι δ’ εἴρια θέντο

### book 1.445.2

καὶ ταλάρους, ἀλεγεινὰ δ’ ἐπ’ ἔντεα χεῖρας ἴαλλον.

### book 1.445.3

Καί νύ κεν ἄστεος ἐκτὸς ἅμα σφετέροισιν ὄλοντο

### book 1.445.4

ἀνδράσι καὶ σθεναρῇσιν Ἀμαζόσιν ἐν δαῒ κεῖναι,

### book 1

εἰ μή σφεας κατέρυξε πύκα φρονέουσα Θεανὼ

### book 1.1

ἐσσυμένας πινυτοῖσι παραυδήσας’ ἐπέεσσι·

### book 1.2

«Τίπτε ποτὶ κλόνον αἰνόν, ἐελδόμεναι πονέεσθαι,

### book 1.3

σχέτλιαι, οὔ τι πάροιθε πονησάμεναι περὶ χάρμης,

### book 1.4

ἀλλ’ ἄρα νήιδες ἔργον ἐπ’ ἄτλητον μεμαυῖαι,

### book 1.5

ὄρνυσθ’ ἀφραδέως; Οὐ γὰρ σθένος ἔσσεται ἶσον

### book 1.455.1

ὑμῖν καὶ Δαναοῖσιν ἐπισταμένοισι μάχεσθαι.

### book 1.455.2

Αὐτὰρ Ἀμαζόσι δῆρις ἀμείλιχος ἱππασίαι τε

### book 1.455.3

εὔαδεν ἐξ ἀρχῆς καὶ ὅς’ ἀνέρες ἔργα πένονται·

### book 1.455.4

τοὔνεκ’ ἄρά σφισι θυμὸς ἀρήιος αἰὲν ὄρωρεν,

### book 1.455.5

οὐδ’ ἀνδρῶν δεύονται, ἐπεὶ πόνος ἐς μέγα κάρτος

### book 1.460.1

θυμὸν ἀνηέξησε καὶ ἄτρομα γούνατ’ ἔθηκε.

### book 1.460.2

Τὴν δὲ φάτις καὶ Ἄρηος ἔμεν κρατεροῖο θύγατρα·

### book 1.460.3

τῶ οἱ θηλυτέρην τιν’ ἐριζέμεν οὔ τι ἔοικεν·

### book 1.460.4

ἠὲ τάχ’ ἀθανάτων τις ἐπήλυθεν εὐχομένοισι.

### book 1.460.5

Πᾶσι δ’ ἄρ’ ἀνθρώποισιν ὁμὸν γένος, ἀλλ’ ἐπὶ ἔργα

### book 1.465.1

στρωφῶντ’ ἄλλος ἐπ’ ἄλλα· πέλει δ’ ἄρα κεῖνο φέριστον

### book 1.465.2

ἔργον, ὅ τι φρεσὶν ᾗσιν ἐπιστάμενος πονέηται.

### book 1.465.3

Τοὔνεκα δηιοτῆτος ἀποσχόμεναι κελαδεινῆς

### book 1.465.4

ἱστὸν ἐπεντύνεσθε ἑῶν ἔντοσθε μελάθρων·

### book 1.465.5

ἀνδράσι δ’ ἡμετέροισι περὶ πτολέμοιο μελήσει.

### book 1.470.1

Ἐλπωρὴ δ’ ἀγαθοῖο τάχ’ ἔσσεται, οὕνεκ’ Ἀχαιοὺς

### book 1.470.2

δερκόμεθ’ ὀλλυμένους, μέγα δὲ κράτος ὄρνυται ἀνδρῶν

### book 1.470.3

ἡμετέρων· οὐδ’ ἔστι κακοῦ δέος· οὔ τι γὰρ ἄστυ

### book 1.470.4

δήιοι ἀμφὶς ἔχουσιν ἀνηλέες, οὔτ’ ἀλεγεινὴ

### book 1.470.5

γίνετ’ ἀναγκαίη καὶ θηλυτέρῃσι μάχεσθαι.»

### book 1.475

Ὣς φάτο· ταὶ δ’ ἐπίθοντο παλαιοτέρῃ περ ἐούσῃ,

### book 1.1

ὑσμίνην δ’ ἀπάνευθεν ἐσέδρακον. Ἣ δ’ ἔτι λαοὺς

### book 1.2

δάμνατο Πενθεσίλεια· περιτρομέοντο δ’ Ἀχαιοί,

### book 1.3

οὐδέ σφιν θανάτοιο πέλε στονόεντος ἄλυξις,

### book 1.4

ἀλλ’ ἅτε μηκάδες αἶγες ὑπὸ βλοσυρῇσι γένυσσι

### book 1.480.1

πορδάλιος κτείνοντο. Ποθὴ δ’ ἔχεν οὐκέτι χάρμης

### book 1.480.2

ἀνέρας, ἀλλὰ φόβοιο· καὶ ἄλλυδις ἤιον ἄλλοι,

### book 1.480.3

οἳ μὲν ἀπορρίψαντες ἐπὶ χθόνα τεύχε’ ἀπ’ ὤμων,

### book 1.480.4

οἳ δ’ ἄρα σὺν τεύχεσσι· καὶ ἡνιόχων ἀπάνευθεν

### book 1.480.5

ἵπποι ἴσαν φεύγοντες. Ἐπεσσυμένοις δ’ ἄρα χάρμα

### book 1.485.1

ἔπλετ’, ἀπολλυμένων δὲ πολὺς στόνος· οὐδέ τις ἀλκὴ

### book 1.485.2

γίνετο τειρομένοισι· μινυνθάδιοι δὲ πέλοντο

### book 1.485.3

πάντες ὅσους ἐκίχανεν ἀνὰ κρυερὸν στόμα χάρμης.

### book 1.485.4

Ὡς δ’ ὅτ’ ἐπιβρίσασα μέγα στονόεσσα θύελλα

### book 1.485.5

ἄλλα μὲν ἐκ ῥιζῶν χαμάδις βάλε δένδρεα μακρὰ

### book 1.490.1

ἄνθεσι τηλεθόωντα, τὰ δ’ ἐκ πρέμνοιο κέδασσεν

### book 1.490.2

ὑψόθεν, ἀλλήλοισι δ’ ἐπὶ κλασθέντα κέχυ〈ν〉ται·

### book 1.490.3

ὣς Δαναῶν 〈τότε〉 κεῖτο πολὺς στρατὸς ἐν κονίῃσι

### book 1.490.4

Μοιράων ἰότητι καὶ ἔγχεϊ Πενθεσιλείης.

### book 1.490.5

Αὐτὰρ ἐπεὶ καὶ νῆες ἐνιπρήσεσθαι ἔμελλον

### book 1.495.1

χερσὶν ὕπο Τρώων, τότε που μενεδήιος Αἴας

### book 1.495.2

οἰμωγῆς ἐσάκουσε καὶ Αἰακίδην προσέειπεν·

### book 1.495.3

«Ὦ Ἀχιλεῦ, περὶ δή μοι ἀπείριτος ἤλυθεν αὐδὴ

### book 1.495.4

οὔασιν, ὡς πολέμοιο συνεσταότος μεγάλοιο.

### book 1.495.5

Ἀλλ’ ἴομεν, μὴ Τρῶες ὑποφθάμενοι παρὰ νηυσὶν

### book 1.1

Ἀργείους ὀλέσωσι, καταφλέξωσι δὲ νῆας,

### book 1.2

νῶιν δ’ ἀμφοτέροισιν ἐλεγχείη ἀλεγεινὴ

### book 1.3

ἔσσεται. Οὐ γὰρ ἔοικε Διὸς μεγάλοιο γεγῶτας

### book 1.1

αἰσχύνειν πατέρων ἱερὸν γένος, οἵ ῥα καὶ αὐτοὶ

### book 1.2

Τροίης ἀγλαὸν ἄστυ διέπραθον ἐγχείῃσι

### book 1.505

τὸ πρὶν ἅμ’ Ἡρακλῆι δαΐφρονι, Λαομέδοντος

### book 1.505.1

. . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 1.505.2

ὥς περ νῦν τελέεσθαι ὑφ’ ἡμετέρῃσιν ὀίω

### book 1.505.3

χερσίν, ἐπεὶ μέγα κάρτος ἀέξεται ἀμφοτέροισιν.»

### book 1.505.4

Ὣς φάτο· τῷ δ’ ἐπίθησε θρασὺ σθένος Αἰακίδαο·

### book 1.505.5

κλαγγὴν γὰρ στονόεσσαν ἐπέκλυεν οὔασιν οἷσιν.

### book 1.510.1

Ἄμφω δ’ ὡρμήθησαν ἐπ’ ἔντεα μαρμαίροντα·

### book 1.510.2

καὶ τὰ μὲν ἑσσάμενοι κατεναντίον ἔσταν ὁμίλου·

### book 1.510.3

τῶν δ’ ἄρα τεύχεα καλὰ μέγ’ ἔβραχε, μαίνετο δέ σφιν

### book 1.510.4

ἶσον θυμὸς Ἄρηι, τόσον σθένος ἀμφοτέροισι

### book 1.510.5

δῶκεν ἐπειγομένοισι σακέσπαλος Ἀτρυτώνη.

### book 1.515.1

Ἀργεῖοι δ’ ἐχάρησαν, ἐπεὶ ἴδον ἄνδρε κραταιὼ

### book 1.515.2

εἰδομένω παίδεσσιν Ἀλωῆος μεγάλοιο,

### book 1.515.3

οἵ ποτ’ ἐπ’ εὐρὺν Ὄλυμπον ἔφαν θέμεν οὔρεα μακρά,

### book 1.515.4

Ὄσσαν 〈τ’〉 αἰπεινὴν καὶ Πήλιον ὑψικάρηνον,

### book 1.515.5

ὅππως δὴ μεμαῶτε καὶ οὐρανὸν εἰσαφίκωνται·

### book 1.520.1

τοῖοι ἄρ’ ἀντέστησαν ἀταρτηροῦ πολέμοιο

### book 1.520.2

Αἰακίδαι, μέγα χάρμα λιλαιομένοισιν Ἀχαιοῖς,

### book 1.520.3

ἄμφω ἐπειγόμενοι δηίων ἀπὸ λαὸν ὀλέσσαι.

### book 1.520.4

Πολλοὺς δ’ ἐγχείῃσιν ἀμαιμακέτῃσι δάμασσαν·

### book 1.520.5

ὡς δ’ ὅτε πίονα μῆλα βοοδμητῆρε λέοντε

### book 1.525.1

εὑρόντ’ ἐν ξυλόχοισι φίλων ἀπάνευθε νομήων

### book 1.525.2

πανσυδίῃ κτείνωσιν, ἄχρις μέλαν αἷμα πιόντες

### book 1.525.3

σπλάγχνων ἐμπλήσωνται ἑὴν πολυχανδέα νηδύν·

### book 1.525.4

ὣς οἵ γ’ ἄμφω ὄλεσσαν ἀπειρέσιον στρατὸν ἀνδρῶν.

### book 1.525.5

Ἔνθ’ Αἴας ἕλε Δηί〈ο〉χον καὶ ἀρήιον Ὕλλον

### book 1.530.1

Εὐρύνομόν τε φιλοπτόλεμον καὶ Ἐνυέα δῖον.

### book 1.530.2

Ἀντάνδρην δ’ ἄρα Πηλείδης ἕλε καὶ Πολεμοῦσαν

### book 1.530.3

ἠδὲ καὶ Ἀντιβρότην, μετὰ δ’ Ἱπποθόην ἐρίθυμον,

### book 1.530.4

τῇσι δ’ ἐφ’ Ἁρμοθόην. Ἐπὶ δ’ ᾤχετο λαὸν ἅπαντα

### book 1.530.5

σὺν Τελαμωνιάδῃ μεγαλήτορι· τῶν δ’ ὑπὸ χερσὶ

### book 1.535.1

πυκναί τε σθεναραί τε κατηρείποντο φάλαγγες

### book 1.535.2

ῥεῖα καὶ ὀτραλέως, ὡς εἰ πυρὶ δάσκιος ὕλη,

### book 1.535.3

οὔρεος ἐν ξυλόχοισιν ἐπισπέρχοντος ἀήτεω.

### book 1.535.4

Τοὺς δ’ ὁπότ’ εἰσενόησε δαΐφρων Πενθεσίλεια

### book 1.535.5

θῆρας ὅπως θύνοντας ἀνὰ μόθον ὀκρυόεντα,

### book 1.540.1

ἀμφοτέρων ὥρμησε καταντίον, ἠύτε λυγρὴ

### book 1.540.2

πόρδαλις ἐν ξυλόχοισιν ὀλέθριον ἦτορ ἔχουσα

### book 1.540.3

αἰνὰ περισσαίνουσα θόρῃ κατέναντ’ ἐπιόντων

### book 1.540.4

ἀγρευτῶν, οἵ πέρ μιν ἐν ἔντεσι θωρηχθέντες

### book 1.540.5

ἐσσυμένην μίμνουσι πεποιθότες ἐγχείῃσιν·

### book 1.545.1

ὣς ἄρα Πενθεσίλειαν ἀρήιοι ἄνδρες ἔμιμνον

### book 1.545.2

δούρατ’ ἀειράμενοι· περὶ δέ σφισι χαλκὸς ἀύτει

### book 1.545.3

κινυμένων. Πρώτη δ’ ἔβαλεν περιμήκετον ἔγχος

### book 1.545.4

ἐσθλὴ Πενθεσίλεια· τὸ δ’ ἐ〈σ〉 σάκος Αἰακίδαο

### book 1.545.5

ἷξεν, ἀπεπλάγχθη δὲ διατρυφὲν εὖτ’ ἀπὸ πέτρης·

### book 1.1

τοῖ’ ἔσαν Ἡφαίστοιο περίφρονος ἄμβροτα δῶρα.

### book 1.2

Ἣ δ’ ἕτερον μετὰ χερσὶ τιτύσκετο θοῦρον ἄκοντα

### book 1.3

Αἴαντος κατέναντα καὶ ἀμφοτέροισιν ἀπείλει·

### book 1.4

«Νῦν μὲν ἐμῆς ἀπὸ χειρὸς ἐτώσιον ἔκθορεν ἔγχος·

### book 1.5

ἀλλ’ ὀίω τάχα τῷδε μένος καὶ θυμὸν ὀλέσσειν

### book 1.555.1

ὑμέων ἀμφοτέρων, οἵ τ’ ἄλκιμοι εὐχετάασθε

### book 1.555.2

ἔμμεναι ἐν Δαναοῖσιν· ἐλαφροτέρη δὲ μόθοιο

### book 1.1

ἔσσεται ἱπποδάμοισι μετὰ Τρώεσσιν ὀιζύς.

### book 1.2

Ἀλλά μοι ἆσσον ἵκεσθε ἀνὰ κλόνον, ὄφρ’ ἐσίδησθε

### book 1.3

ὅσσον Ἀμαζόσι κάρτος ἐνὶ στήθεσσιν ὄρωρε.

### book 1.560.1

Καὶ γάρ μευ γένος ἐστὶν ἀρήιον· οὐδέ με θνητὸς

### book 1.560.2

γείνατ’ ἀνήρ, ἀλλ’ αὐτὸς Ἄρης ἀκόρητος ὁμοκλῆς·

### book 1.560.3

τοὔνεκά μοι μένος ἐστὶ πολὺ προφερέστατον ἀνδρῶν.»

### book 1.560.4

Ἦ μέγα . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 1.563.1

. . . . . . . τοὶ δ’ ἐγέλασσαν. Ἄφαρ δέ οἱ ἤλασεν αἰχμὴ

### book 1.563.2

Αἴαντος κνημῖδα πανάργυρον· οὐδέ οἱ εἴσω

### book 1.565.1

ἤλυθεν ἐς χρόα καλὸν ἐπειγομένη περ ἱκέσθαι·

### book 1.565.2

οὐ γὰρ δὴ πέπρωτο μιγήμεναι αἵματι κείνου

### book 1.565.3

δυσμενέων στονόεσσαν ἐνὶ πτολέμοισιν ἀκωκήν.

### book 1.565.4

Αἴας δ’ οὐκ ἀλέγιζεν Ἀμαζόνος, ἀλλ’ ἄρα Τρώων

### book 1.565.5

ἐς πληθὺν ἀνόρουσε· λίπεν δ’ ἄρα Πηλείωνι

### book 1.570.1

οἴῳ Πενθεσίλειαν, ἐπεί ῥά οἱ ἐν φρεσὶ θυμὸς

### book 1.570.2

ᾔδεεν ὡς Ἀχιλῆι καὶ ἰφθίμη περ ἐοῦσα

### book 1.570.3

ῥηίδιος πόνος ἔσσεθ’ ὅπως ἴρηκι πέλεια.

### book 1.570.4

Ἣ δὲ μέγα στονάχησεν ἐτώσια δοῦρα βαλοῦσα·

### book 1.570.5

καί μιν κερτομέων προσεφώνεε Πηλέος υἱός·

### book 1.575.1

«Ὦ γύναι, ὡς ἁλίοισιν ἀγαλλομένη ἐπέεσσιν

### book 1.575.2

ἡμέων ἤλυθες ἄντα λιλαιομένη πολεμίζειν,

### book 1.575.3

οἳ μέγα φέρτατοί εἰμεν ἐπιχθονίων ἡρώων.

### book 1.575.4

Ἐκ γὰρ δὴ Κρονίωνος ἐριγδούποιο γενέθλης

### book 1.575.5

εὐχόμεθ’ ἐκγεγάμεν· τρομέεσκε δὲ καὶ θοὸς Ἕκτωρ

### book 1.580.1

ἡμέας, εἰ καὶ ἄπωθεν ἐσέδρακεν ἀίσσοντας

### book 1.580.2

δῆριν ἐπὶ στονόεσσαν· ἐμὴ δέ μιν ἔκτανεν αἰχμὴ

### book 1.580.3

καὶ κρατερόν περ ἐόντα. Σὺ δ’ ἐν φρεσὶ πάγχυ μέμηνας,

### book 1.580.4

ἣ μέγ’ ἔτλης καὶ νῶιν ἐπηπείλησας ὄλεθρον

### book 1

σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ·

### book 1.585.1

οὐδὲ γὰρ οὐδ’ αὐτός σε πατὴρ ἔτι ῥύσεται Ἄρης

### book 1.585.2

ἐξ ἐμέθεν, τίσεις δὲ κακὸν μόρον, εὖτ’ ἐν ὄρεσσι

### book 1.585.3

κεμμὰς ὁμαρτήσασα βοοδμητῆρι λέοντι.

### book 1.585.4

Ἢ οὔ πω τόδ’ ἄκουσας, ὅσων ὑποκάππεσε γυῖα

### book 1.585.5

Ξάνθου πὰρ προχοῇσιν ὑφ’ ἡμετέρῃς παλάμῃσιν,

### book 1.590.1

ἤ σευ πευθομένης μάκαρες φρένας ἐξείλοντο

### book 1.590.2

καὶ νόον, ὄφρά σε Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν.»

### book 1.590.3

Ὣς εἰπὼν οἴμησε κραταιῇ χειρὶ τιταίνων

### book 1.590.4

λαοφόνον δόρυ μακρὸν ὑπαὶ Χείρωνι πονηθέν.

### book 1.590.5

Αἶψα δ’ ὑπὲρ μαζοῖο δαΐφρονα Πενθεσίλειαν

### book 1.595.1

οὔτασε δεξιτεροῖο, μέλαν δέ οἱ ἔρρεεν αἷμα

### book 1.595.2

ἐσσυμένως. Ἣ δ’ εἶθαρ ὑπεκλάσθη μελέεσσιν,

### book 1.595.3

ἐκ δ’ ἔβαλεν χειρὸς πέλεκυν μέγαν· ἀμφὶ δέ οἱ νὺξ

### book 1.595.4

ὀφθαλμοὺς ἤχλυσε καὶ ἐς φρένα δῦσαν ἀνῖαι.

### book 1.595.5

Ἀλλὰ καὶ ὧς ἄμπνυε καὶ ἔξιδε δήιον ἄνδρα

### book 1.1

ἤδη μιν μέλλοντα καθελκέμεν ὠκέος ἵππου·

### book 1.2

ὥρμηνεν δ’ ἢ χειρὶ μέγα ξίφος εἰρύσσασα

### book 1.3

μεῖναι ἐπεσσυμένοιο θοοῦ Ἀχιλῆος ἐρωήν,

### book 1.4

ἢ κραιπνῶς ἵπποιο κατ’ ὠκυτάτοιο θοροῦσα

### book 1.5

λίσσεσθ’ ἀνέρα δῖον, ὑποσχέσθαι δέ οἱ ὦκα

### book 1.605.1

χαλκὸν ἅλις καὶ χρυσόν, ἅ τε φρένας ἔνδον ἰαίνει

### book 1.605.2

θνητῶν ἀνθρώπων, εἰ καὶ μάλα τις θρασὺς εἴη,

### book 1.605.3

τοῖς ἤν πως πεπίθοιτ’ ὀλοὸν σθένος Αἰακίδαο,

### book 1.605.4

ἢ καὶ ὁμηλικίην αἰδεσσάμενος κατὰ θυμὸν

### book 1

δώῃ νόστιμον ἦμαρ ἐελδομένῃ περ ἀλύξαι.

### book 1.610.1

Καὶ τὰ μὲν ὣς ὥρμαινε· θεοὶ δ’ ἑτέρως ἐβάλοντο.

### book 1.610.2

Τῇ γὰρ ἐπεσσυμένῃ μέγ’ ἐχώσατο Πηλέος υἱός,

### book 1.610.3

καί οἱ ἄφαρ συνέπειρεν ἀελλόποδος δέμας ἵππου.

### book 1.610.4

Εὖτέ τις ἀμφ’ ὀβελοῖσιν ὑπὲρ πυρὸς αἰθαλόεντος

### book 1.610.5

σπλάγχνα διαμπείρῃσιν ἐπειγόμενος ποτὶ δόρπον,

### book 1.615.1

ἢ ὥς τις στονόεντα βαλὼν ἐν ὄρεσσιν ἄκοντα

### book 1.615.2

θηρητὴρ ἐλάφοιο μέσην διὰ νηδύα κέρσῃ

### book 1.615.3

ἐσσυμένως, πταμένη δὲ διαμπερὲς ὄβριμος αἰχμὴ

### book 1.615.4

πρέμνον ἐς ὑψικόμοιο πάγη δρυὸς ἠέ νυ πεύκης·

### book 1.615.5

ὣς ἄρα Πενθεσίλειαν ὁμῶς περικαλλέι ἵππῳ

### book 1.620.1

ἀντικρὺ διάμησεν ὑπ’ ἔγχεϊ μαιμώωντι

### book 1.620.2

Πηλείδης. Ἣ δ’ ὦκα μίγη κονίῃ καὶ ὀλέθρῳ

### book 1.620.3

εὐσταλέως ἐριποῦσα κατ’ οὔδεος· οὐδέ οἱ αἰδὼς

### book 1.620.4

ᾔσχυνεν δέμας ἠύ· τάθη δ’ ἐπὶ νηδύα μακρὴ

### book 1.620.5

δουρὶ περισπαίρουσα, θοῷ δ’ ἐπεκέκλιτο ἵππῳ.

### book 1.625.1

Εὖτ’ ἐλάτη κλασθεῖσα βίῃ κρυεροῦ Βορέαο,

### book 1.625.2

ἥν τέ που αἰπυτάτην ἀνά τ’ ἄγκεα μακρὰ καὶ ὕλην,

### book 1.625.3

οἷ αὐτῇ μέγ’ ἄγαλμα, τρέφει παρὰ πίδακι γαῖα·

### book 1.625.4

τοίη Πενθεσίλεια κατ’ ὠκέος ἤριπεν ἵππου,

### book 1.625.5

θηητή περ ἐοῦσα· κατεκλάσθη δέ οἱ ἀλκή.

### book 1.630.1

Τρῶες δ’ ὡς ἐ〈σ〉ίδοντο δαϊκταμένην ἐνὶ χάρμῃ,

### book 1.630.2

πανσυδίῃ τρομέοντες ἐπὶ πτόλιν ἐσσεύοντο,

### book 1.630.3

ἄσπετ’ ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμόν.

### book 1.1

Ὡς δ’ ὅτ’ ἀν’ εὐρέα πόντον ἐπιβρίσαντος ἀήτεω

### book 1.2

ναῦται νῆ’ ὀλέσαντες ὑπεκπροφύγωσιν ὄλεθρον,

### book 1.635.1

παῦροι πολλὰ καμόντες ὀιζυρῆς ἁλὸς εἴσω,

### book 1.635.2

ὀψὲ δ’ ἄρά σφισι γαῖα φάνη σχεδὸν ἠδὲ καὶ ἄστυ,

### book 1.635.3

τοὶ δὲ μόγῳ στονόεντι τετρυμένοι ἅψεα πάντα

### book 1.635.4

ἐξ ἁλὸς ἀίσσουσι μέγ’ ἀχνύμενοι περὶ νηὸς

### book 1.635.5

ἠδ’ ἑτάρων οὓς αἰνὸν ὑπὸ ζόφον ἤλασε κῦμα·

### book 1.640.1

ὣς Τρῶες ποτὶ ἄστυ πεφυζότες ἐκ πολέμοιο

### book 1.640.2

κλαῖον πάντες Ἄρηος ἀμαιμακέτοιο θύγατρα

### book 1.640.3

καὶ λαοὺς οἳ δῆριν ἀνὰ στονόεσσαν ὄλοντο.

### book 1.640.4

Τῇ δ’ ἐπικαγχαλόων μεγάλ’ εὔχετο Πηλέος υἱός·

### book 1.640.5

«Κεῖσό νυν ἐν κονίῃσι κυνῶν βόσις ἠδ’ οἰωνῶν,

### book 1.645.1

δειλαίη· τίς γάρ σε παρήπαφεν ἀντ〈ί〉’ ἐμεῖο

### book 1.645.2

ἐλθέμεν; Ἦ που ἔφησθα μάχης ἀπονοστήσασα

### book 1.645.3

οἴσειν ἄσπετα δῶρα παρὰ Πριάμοιο γέροντος

### book 1.645.4

κτείνας’ Ἀργείους; Ἀλλ’ οὐ τόδε σοί γε νόημα

### book 1.645.5

ἀθάνατοι ἐτέλεσσαν, ἐπεὶ μέγα φέρτατοί εἰμεν

### book 1.1

ἡρώων, Δαναοῖσι φάος μέγα, Τρωσὶ δὲ πῆμα

### book 1.2

ἠδὲ σοὶ αἰνομόρῳ, ἐπεὶ 〈ἦ〉 νύ σε Κῆρες ἐρεμναὶ

### book 1.3

καὶ νόος ἐξορόθυνε γυναικῶν ἔργα λιποῦσαν

### book 1.4

βήμεναι ἐς πόλεμον τόν περ τρομέουσι καὶ ἄνδρες.»

### book 1.5

Ὣς εἰπὼν μελίην ἐξείρυσε Πηλέος υἱὸς

### book 1.655.1

ὠκέος ἐξ ἵπποιο καὶ αἰνῆς Πενθεσιλείης·

### book 1.655.2

ἄμφω δ’ ἀσπαίρεσκον ὑφ’ ἓν δόρυ δῃωθέντες.

### book 1.655.3

Ἀμφὶ δέ οἱ κρατὸς κόρυν εἵλετο μαρμαίρουσαν

### book 1.655.4

ἠελίου ἀκτῖσιν ἀλίγκιον ἢ Διὸς αἴγλῃ·

### book 1.655.5

τῆς δὲ καὶ ἐν κονίῃσι καὶ αἵματι πεπτηυίης

### book 1.660

ἐξεφάνη ἐρατῇσιν ὑπ’ ὀφρύσι καλὰ πρόσωπα

### book 1.1

καί περ ἀποκταμένης. Οἳ δ’, ὡς ἴδον, ἀμφιέποντες

### book 1.2

Ἀργεῖοι θάμβησαν, ἐπεὶ μακάρεσσιν ἐῴκει.

### book 1.3

Κεῖτο γὰρ ἐν τεύχεσσι κατὰ χθονὸς ἠύτ’ ἀτειρὴς

### book 1.4

Ἄρτεμις ὑπνώουσα Διὸς τέκος, εὖτε κάμῃσι

### book 1.665.1

γυῖα κατ’ οὔρεα μακρὰ θοοὺς βάλλουσα λέοντας·

### book 1.665.2

αὐτὴ γάρ μιν ἔτευξε καὶ ἐν φθιμένοισιν ἀγητὴν

### book 1.665.3

Κύπρις ἐυστέφανος κρατεροῦ παράκοιτις Ἄρηος,

### book 1.665.4

ὄφρά τι καὶ Πηλῆος ἀμύμονος υἷ’ ἀκαχήσῃ.

### book 1.665.5

Πολλοὶ δ’ εὐχετόωντο κατ’ οἰκία νοστήσαντες

### book 1.670.1

τοίης 〈τῆσδ’〉 ἀλόχοιο παρὰ λεχέεσσιν ἰαῦσαι.

### book 1.670.2

Καὶ δ’ Ἀχιλεὺς ἀλίαστον ἑῷ ἐνετείρετο θυμῷ,

### book 1.670.3

οὕνεκά μιν κατέπεφνε καὶ οὐκ ἄγε δῖαν ἄκοιτιν

### book 1.670.4

Φθίην εἰς εὔπωλον, ἐπεὶ μέγεθός τε καὶ εἶδος

### book 1.670.5

ἔπλετ’ ἀμώμητός τε καὶ ἀθανάτῃσιν ὁμοίη.

### book 1.675.1

Ἄρεϊ δ’ ἔμπεσε πένθος ὑπὸ φρένας ἀμφὶ θυγατρὸς

### book 1.675.2

θυμὸν ἀκηχεμένου. Τάχα δ’ ἔκθορεν Οὐλύμποιο,

### book 1.675.3

σμερδαλέῳ ἀτάλαντος ἀεὶ κτυπέοντι κεραυνῷ

### book 1.675.4

ὅν τε Ζεὺς προΐησιν, ὃ δ’ ἀκαμάτης ἀπὸ χειρὸς

### book 1.675.5

ἔσσυται ἢ ἐπὶ πόντον ἀπείριτον ἢ ἐπὶ γαῖαν

### book 1.680.1

μαρμαίρων, τῷ δ’ ἀμφὶ μέγας πελεμίζετ’ Ὄλυμπος·

### book 1.680.2

τοῖος Ἄρης ταναοῖο δι’ ἠέρος ἀσχαλόων κῆρ

### book 1.680.3

ἔσσυτο σὺν τεύχεσσιν, ἐπεὶ μόρον αἰνὸν ἄκουσε

### book 1.680.4

παιδὸς ἑῆς· τῷ γάρ ῥα κατ’ οὐρανὸν εὐρὺν ἰόντι

### book 1.680.5

Αὖραι μυθήσαντο θεαὶ Βορέαο θύγατρες

### book 1.685.1

κούρης αἰνὸν ὄλεθρον. Ὃ δ’ ὡς κλύεν, ἶσος ἀέλλῃ

### book 1.685.2

Ἰδαίων ὀρέων ἐπεβήσετο· τοῦ δ’ ὑπὸ ποσσὶν

### book 1.685.3

ἄγκεα κίνυτο μακρὰ βαθύρρωχμοί τε χαράδραι

### book 1.1

καὶ ποταμοὶ καὶ πάντες ἀπειρέσιοι πόδες Ἴδης.

### book 1.2

Καί νύ κε Μυρμιδόνεσσι πολύστονον ὤπασεν ἦμαρ,

### book 1.690.1

εἰ μή μιν Ζεὺς αὐτὸς ἀπ’ Οὐλύμποιο φόβησε

### book 1.690.2

σμερδαλέῃς στεροπῇσι καὶ ἀργαλέοισι κεραυνοῖς

### book 1.690.3

οἵ οἱ πρόσθε ποδῶν θαμέες ποτέοντο δι’ αἴθρης

### book 1.690.4

δεινὸν ἀπαιθόμενοι. Ὃ δ’ ἄρ’ εἰσορόων ἐνόησε

### book 1.690.5

πατρὸς ἐριγδούποιο μέγα βρομέουσαν ὁμοκλήν,

### book 1.695.1

ἔστη δ’ ἐσσύμενός περ ἐπὶ πτολέμοιο κυδοιμόν.

### book 1.695.2

Ὡς δ’ ὅτ’ ἀπ’ ἠλιβάτου σκοπιῆς περιμήκεα λᾶαν

### book 1.695.3

λάβρος ὁμῶς ἀνέμοισιν ἀπορρήξῃ Διὸς ὄμβρος,

### book 1.695.4

ὄμβρος ἄρ’ ἠδὲ κεραυνός, ἐπικτυπέουσι δὲ βῆσσαι

### book 1.695.5

λάβρα κυλινδομένοιο, ὃ δ’ ἀκαμάτῳ ὑπὸ ῥοίβδῳ

### book 1.1

ἔσσυτ’ ἀναθρῴσκων μάλα ταρφέα, μέχρις ἵκηται

### book 1.2

χῶρον ἐπ’ ἰσόπεδον, σταίη δ’ ἄφαρ οὐκ ἐθέλων περ·

### book 1.3

ὣς Διὸς ὄβριμος υἱὸς Ἄρης ἀέκοντί γε θυμῷ

### book 1.4

ἔστη ἐπειγόμενός περ, ἐπεὶ μακάρων μεδέοντι

### book 1.5

πάντες ὁμῶς εἴκουσιν Ὀλύμπιοι, οὕνεκ’ ἄρ’ αὐτῶν

### book 1.705.1

πολλὸν ὑπέρτατός ἐστι, πέλει δέ οἱ ἄσπετος ἀλκή.

### book 1.705.2

Πολλὰ δὲ πορφύροντα θοὸς νόος ὀτρύνεσκεν

### book 1.705.3

ἄλλοτε μὲν Κρονίδαο μέγ’ ἀσχαλόωντος ἐνιπὴν

### book 1.705.4

σμερδαλέην τρομέοντα πρὸς οὐρανὸν ἀπονέεσθαι,

### book 1.705.5

ἄλλοτε δ’ οὐκ ἀλέγειν σφετέρου πατρός, ἀλλ’ Ἀχιλῆι

### book 1.710.1

μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας. Ὀψὲ δέ οἱ κῆρ

### book 1.710.2

μνήσαθ’ ὅσοι καὶ Ζηνὸς ἐνὶ πτολέμοισι δάμησαν

### book 1.710.3

υἱέες οἷς οὐδ’ αὐτὸς ἐπήρκεσεν ὀλλυμένοισι.

### book 1.710.4

Τοὔνεκ’ ἀπ’ Ἀργείων ἑκὰς ἤιεν· ἦ γὰρ ἔμελλε

### book 1.710.5

κεῖσθαι ὁμῶς Τιτῆσι δαμεὶς στονόεντι κεραυνῷ,

### book 1.715.1

εἰ Δ〈ι〉ὸς ἀθανάτοιο παρ’ ἐκ νόον ἄλλα μενοίνα.

### book 1.715.2

Καὶ τότ’ ἀρήιοι υἷες ἐυσθενέων Ἀργείων

### book 1.715.3

σύλεον ἐσσυμένως βεβροτωμένα τεύχεα νεκρῶν

### book 1.715.4

πάντῃ ἐπεσσύμενοι. Μέγα δ’ ἄχνυτο Πηλέος υἱὸς

### book 1.715.5

κούρης εἰσορόων ἐρατὸν σθένος ἐν κονίῃσι·

### book 1.720.1

τοὔνεκά οἱ κραδίην ὀλοαὶ κατέδαπτον ἀνῖαι,

### book 1.720.2

ὁππόσον ἀμφ’ ἑτάροιο πάρος Πατρόκλοιο δαμέντος.

### book 1.720.3

Θερσίτης δέ μιν ἄντα κακῷ 〈μέγα〉 νείκεσε μύθῳ·

### book 1.720.4

«Ὦ Ἀχιλεῦ φρένας αἰνέ, τί 〈ἤ〉 νύ σε〈υ〉 ἤπαφε δαίμων

### book 1.720.5

θυμὸν ἐνὶ στέρνοισιν Ἀμαζόνος εἵνεκα λυγρῆς

### book 1.725.1

ἣ νῶιν κακὰ πολλὰ λιλαίετο μητίσασθαι;

### book 1.725.2

Καί τοι ἐνὶ φρεσὶ σῇσι γυναιμανὲς ἦτορ ἔχοντι

### book 1.725.3

μέμβλεται ὡς ἀλόχοιο πολύφρονος ἥν τ’ ἐπὶ ἕδνοις

### book 1.725.4

κουριδίην μνήστευσας ἐελδόμενος γαμέεσθαι.

### book 1.725.5

Ὥς 〈σ’〉 ὄφελον κατὰ δῆριν ὑποφθαμένη βάλε δουρί,

### book 1.730.1

οὕνεκα θηλυτέρῃσιν ἄδην ἐπιτέρπεαι ἦτορ,

### book 1.730.2

οὐδέ νυ σοί τι μέμηλεν ἐνὶ φρεσὶν οὐλομένῃσιν

### book 1.730.3

ἀμφ’ ἀρετῆς κλυτὸν ἔργον, ἐπὴν ἐσίδῃσθα γυναῖκα.

### book 1.730.4

Σχέτλιε, ποῦ νύ τοί ἐστι † περὶ † σθένος ἠδὲ νόημα;

### book 1.730.5

Πῇ δὲ βίη βασιλῆος ἀμύμονος; Οὐδέ τι οἶσθα

### book 1.735.1

ὅσσον ἄχος Τρώεσσι γυναιμανέουσι τέτυκται;

### book 1.735.2

Οὐ γὰρ τερπωλῆς ὀλοώτερον ἄλλο βροτοῖσιν

### book 1.735.3

ἐς λέχος ἱεμένης, ἥ τ’ ἄφρονα φῶτα τίθησι

### book 1.735.4

καὶ πινυτόν περ ἐόντα. Πόνῳ δ’ ἄρα κῦδος ὀπηδεῖ·

### book 1.735.5

ἀνδρὶ γὰρ αἰχμητῇ νίκη〈σ〉 κλέος ἔργα τ’ Ἄρηος

### book 1.740.1

τερπνά, φυγοπτολέμῳ 〈δὲ〉 γυναικῶν εὔαδεν εὐνή.»

### book 1.740.2

Φῆ μέγα νεικείων· ὃ δέ οἱ περιχώσατο θυμῷ

### book 1.740.3

Πηλείδης ἐρίθυμος. Ἄφαρ δέ ἑ χειρὶ κραταιῇ

### book 1.740.4

τύψε κατὰ γναθμοῖο καὶ οὔατος· οἳ δ’ ἅμα πάντες

### book 1.740.5

ἐξεχύθησαν ὀδόντες ἐπὶ χθόνα, κάππεσε δ’ αὐτὸς

### book 1.745.1

πρηνής· ἐκ δέ οἱ αἷμα διὰ στόματος πεφόρητο

### book 1.745.2

ἀθρόον· αἶψα δ’ ἄναλκις ἀπὸ μελέων φύγε θυμὸς

### book 1.745.3

ἀνέρος οὐτιδανοῖο. Χάρη δ’ ἄρα λαὸς Ἀχαιῶν·

### book 1.745.4

τοὺς γὰρ νείκεε πάμπαν ἐπεσβολίῃσι κακῇσιν

### book 1.745.5

αὐτὸς ἐὼν λωβητός· ὃ γὰρ Δαναῶν πέλεν αἰδώς.

### book 1.1

Καί ῥά τις ὧδ’ εἴπεσκεν ἀρηιθόων Ἀργείων·

### book 1.2

«Οὐκ ἀγαθὸν βασιλῆας ὑβριζέμεν ἀνδρὶ χέρηι

### book 1.3

ἀμφαδὸν οὔτε κρυφηδόν, ἐπεὶ χόλος αἰνὸς ὀπηδεῖ·

### book 1.4

ἔστι θέμις, καὶ γλῶσσαν ἀναιδέα τίνυται Ἄτη

### book 1.5

ἥ τ’ αἰεὶ μερόπεσσιν ἐπ’ ἄλγεσιν ἄλγος ἀέξει.»

### book 1.755.1

Ὣς ἄρ’ ἔφη Δαναῶν τις· ὃ δ’ ἀσχαλόων ἐνὶ θυμῷ

### book 1.755.2

Πηλείδης ἐρίθυμος ἔπος ποτὶ τοῖον ἔειπε·

### book 1.755.3

«Κεῖσό νυν ἐν κονίῃσι λελασμένος ἀφροσυνάων·

### book 1.755.4

οὐ γὰρ ἀμείνονι φωτὶ χρεὼ κακὸν ἀντιφερίζειν·

### book 1.755.5

ὃς καί που προπάροιθεν Ὀδυσσῆος ταλαὸν κῆρ

### book 1.760.1

ἀργαλέως ὤρινας ἐλέγχεα μυρία βάζων.

### book 1.760.2

Ἀλλ’ οὐ Πηλείδης τοι ὁμοίιος ἐξεφαάνθη〈ν〉,

### book 1.760.3

ὅς σευ θυμὸν ἔλυσα καὶ οὐκ ἐπὶ χειρὶ βαρείῃ

### book 1.760.4

πληξάμενος· σὲ δὲ πότμος ἀμείλιχος ἀμφεκάλυψε,

### book 1.760.5

σῇ δ’ ὀλιγοδρανίῃ θυμὸν λίπες. Ἀλλ’ ἀπ’ Ἀχαιῶν

### book 1.765.1

ἔρρε καὶ ἐν φθιμένοισιν ἐπεσβολίας ἀγόρευε.»

### book 1.765.2

Ὣς ἔφατ’ Αἰακίδαο θρασύφρονος ἄτρομος υἱός.

### book 1.765.3

Τυδείδης δ’ ἄρα μοῦνος ἐν Ἀργείοις Ἀχιλῆι

### book 1.1

χώετο Θερσίταο δεδουπότος, οὕνεκ’ ἄρ’ αὐτοῦ

### book 1.2

εὔχετ’ ἀφ’ αἵματος εἶναι, ἐπεὶ πέλεν ὃς μὲν ἀγαυοῦ

### book 1.770.1

Τυδέος ὄβριμος υἱός, ὃ δ’ Ἀγρίου ἰσοθέοιο,

### book 1.770.2

Ἀγρίου ὅς τ’ Οἰνῆος ἀδελφ〈ε〉ὸς ἔπλετο δίου·

### book 1.770.3

Οἰνεὺς δ’ υἱ〈έ〉α γείνατ’ ἀρήιον ἐν Δαναοῖσι

### book 1.770.4

Τυδέα· τοῦ δ’ ἐτέ〈τυ〉κτο πάις σθεναρὸς Διομήδης.

### book 1.770.5

Τοὔνεκα Θερσίταο περὶ κταμένοιο χαλέφθη.

### book 1.775.1

Καί νύ κε Πηλείωνος ἐναντίον ἤρατο χεῖρας,

### book 1.775.2

εἰ μή μιν κατέρυξαν Ἀχαιῶν φέρτατοι υἷες

### book 1.775.3

πολλὰ παρηγορέοντες ὁμιλαδόν· ὣς δὲ καὶ αὐτὸν

### book 1.775.4

Πηλείδην ἑτέρωθεν ἐρήτυον. Ἦ γὰρ ἔμελλον

### book 1.775.5

ἤδη καὶ ξιφέεσσιν ἐριδμαίνειν οἱ ἄριστοι

### book 1.780.1

Ἀργείων· τοὺς γάρ ῥα κακὸς χόλος ὀτρύνεσκεν.

### book 1.780.2

Ἀλλ’ οἳ μὲν πεπίθοντο παραιφασίῃσιν ἑταίρων.

### book 1.780.3

Οἳ δὲ μέγ’ οἰκτείραντες ἀγαυὴν Πενθεσίλειαν

### book 1.780.4

Ἀτρεῖδαι βασιλῆες, ἀγασσάμενοι δὲ καὶ αὐτοὶ

### book 1.780.5

Τρωσὶ δόσαν ποτὶ ἄστυ φέρειν ἐρικυδέος Ἴλου

### book 1.785.1

σὺν σφοῖσι〈ν〉 τεύχεσσιν, ἐπεὶ Πριάμοιο νόησαν

### book 1.785.2

ἀγγελίην προϊέντος· ὃ γὰρ φρεσὶν ᾗσι μενοίνα

### book 1.785.3

κούρην ὀβριμόθυμον ὁμῶς τεύχεσσι καὶ ἵππῳ

### book 1.785.4

ἐς μέγα σῆμα βαλέσθαι ἀφνειοῦ Λαομέδοντος.

### book 1.785.5

Καί οἱ πυρκαϊὴν νηήσατο πρόσθε πόληος

### book 1.790.1

ὑψηλήν, εὐρεῖαν· ὕπερθε δὲ θήκατο κούρην

### book 1.790.2

πολλοῖς σὺν κτεάτεσσιν ὅσα κταμένῃ ἐπεῴκει

### book 1.790.3

ἐν πυρὶ συγκείασθαι ἐυκτεάνῳ βασιλείῃ.

### book 1.790.4

Καὶ τὴν μὲν κατέδαψε μένος μέγα Ἡφαίστοιο,

### book 1.790.5

φλὸξ ὀλοή· λαοὶ δὲ περισταδὸν ἄλλοθεν ἄλλοι

### book 1.795

πυρκαϊὴν σβέσσαντο θοῶς εὐώδεϊ οἴνῳ.

### book 1.1

Ὀστέα δ’ ἀλλέξαντες ἄδην ἐπέχευαν ἄλειφα

### book 1.2

ἡδὺ καὶ ἐς κοίλην χηλὸν θέσαν· ἀμφὶ δ’ ἄρ’ αὐτοῖς

### book 1.3

πίονα δημὸν ὕπερθε βάλον βοὸς ἥ τ’ ἀγέλῃσιν

### book 1.4

Ἰδαίοις ἐν ὄρεσσι μετέπρεπε φερβομένῃσι.

### book 1.1

Τρῶες δ’ ὥς τε θύγατρα φίλην περικωκύσαντες

### book 1.2

ἀχνύμενοι τάρχυσαν ἐύδμητον περὶ τεῖχος

### book 1.3

πύργῳ ἐπὶ προὔχοντι παρ’ ὀστέα Λαομέδοντος,

### book 1.4

ἦρα φέροντες Ἄρηι καὶ αὐτῇ Πενθεσιλείῃ.

### book 1.5

Καί οἱ παρκατέθαψαν Ἀμαζόνας ὅσσαι ἅμ’ αὐτῇ

### book 1.805.1

ἑσπόμεναι ποτὶ δῆριν ὑπ’ Ἀργείοισι δάμησαν·

### book 1.805.2

οὐ γάρ σφι〈ν〉 τύμβοιο πολυκλαύτοιο μέγηραν

### book 1.805.3

Ἀτρεῖδαι, Τρώεσσι δ’ ἐυπτολέμοισιν ὄπασσαν

### book 1.805.4

ἐκ βελέων ἐρύσασθαι ὁμῶς κταμένοισι καὶ ἄλλοις.

### book 1.805.5

Οὐ γὰρ ἐπὶ φθιμένοισι πέλει κότος, ἀλλ’ ἐλεεινοὶ

### book 1.810.1

δήιοι οὐκέτ’ ἐόντες, ἐπὴν ἀπὸ θυμὸς ὄληται.

### book 1.810.2

Ἀργεῖοι δ’ ἀπάνευθε δόσαν πυρὶ πολλὰ κάρηνα

### book 1.810.3

ἡρώων οἳ δή σφιν ὁμοῦ κτάθεν ἠδ’ ἐδάμησαν

### book 1.810.4

Τρώων ἐν παλάμῃσιν ἀνὰ στόμα δηιοτῆτος,

### book 1.810.5

πολλὰ μάλ’ ἀχνύμενοι κταμένων ὕπερ· ἔξοχα δ’ ἄλλων

### book 1.815.1

ἀμφ’ ἀγαθοῦ μύροντο Ποδάρκεος. Οὐ γὰρ ἐπ’ ἐσθλοῦ

### book 1.815.2

δεύετ’ ἀδελφειοῖο μάχῃ ἔνι Πρωτεσιλάου·

### book 1.815.3

ἀλλ’ ὃ μὲν ἤδη πρόσθεν ὑφ’ Ἕκτορι κεῖτο δαϊχθεὶς

### book 1.815.4

ἠὺς Πρωτεσίλαος, ὃ δ’ ἔγχεϊ Πενθεσιλείης

### book 1.815.5

βλήμενος Ἀργείοισι λυγρὸν περικάββαλε πένθος.

### book 1.820.1

Τοὔνεκά οἱ πληθὺν μὲν ἀπόπροθι ταρχύσαντο

### book 1.820.2

τεθναότων· κείνῳ δὲ πέριξ ἐβάλοντο καμόντες

### book 1.820.3

οἴῳ σῆμ’ ἀρίδηλον, ἐπεὶ θρασὺς ἔπλετο θυμῷ.

### book 1.1

Νόσφι δὲ Θερσίταο λυγρὸν δέμας οὐτιδανοῖο

### book 1.2

θάψαντες, ποτὶ νῆας ἐυπρώρους ἀφίκοντο

### book 1.825.1

Αἰακίδην Ἀχιλῆα μέγα φρεσὶ κυδαίνοντες.

### book 1.825.2

Ἦμος δ’ αἰγλήεσσα κατ’ Ὠκεανοῖο βεβήκει

### book 1.825.3

Ἠώς, ἀμφὶ δὲ γαῖαν ἐκίδνατο θεσπεσίη Νύξ,

### book 1.825.4

δὴ τότ’ ἄρ’ ἐν κλισίῃς Ἀγαμέμνονος ἀφνειοῖο

### book 1.825.5

δαίνυτο Πηλείδαο βίη· σὺν δ’ ἄλλοι ἄριστοι

### book 1.830

τέρποντ’ ἐν θαλίῃς μέχρις Ἠῶ δῖαν ἱκέσθαι.

### book 2.1.1

Αὐτὰρ ἐπεὶ κορυφὰς ὀρέων ὑπὲρ ἠχηέντων

### book 2.1.2

λαμπρὸν ὑπὲρ φάος ἦλθεν ἀτειρέος ἠελίοιο,

### book 2.1.3

οἳ μὲν ἄρ’ ἐν κλισίῃσιν Ἀχαιῶν ὄβριμοι υἷες

### book 2.1.4

γήθεον ἀκαμάτῳ μέγ’ ἐπευχόμενοι Ἀχιλῆι·

### book 2.5.1

Τρῶες δ’ αὖ μύροντο κατὰ πτόλιν, ἀμφὶ δὲ πύργους

### book 2.5.2

ἑζόμενοι σκοπίαζον, ἐπεὶ φόβος ἔλλαβε πάντας,

### book 2.5.3

μὴ δή που μέγα τεῖχος ὑπερθόρῃ ὄβριμος ἀνὴρ

### book 2.5.4

αὐτούς τε κτείνῃ κατά τε πρήσῃ πυρὶ πάντα.

### book 2.5.5

Τοῖσι δ’ ἄρ’ ἀχνυμένοισι γέρων μετέειπε Θυμοίτης·

### book 2.10.1

«Ὦ φίλοι, οὐκέτ’ ἔγωγε περὶ φρεσὶν οἶδα νοῆσαι

### book 2.10.2

ὅππως ἔσσεται ἄλκαρ ἀνιηροῦ πολέμοιο

### book 2.10.3

Ἕκτορος ἀγχεμάχοιο δεδουπότος, ὃς μέγα Τρώων

### book 2.10.4

κάρτος ἔην τὸ πάροιθε· καὶ οὐδ’ ὅ γε Κῆρας ἄλυξεν,

### book 2.10.5

ἀλλ’ ἐδάμη παλάμῃσιν Ἀχιλλέος, ᾧ περ ὀίω

### book 2.15.1

καὶ θεὸν ἀντιάσαντα μάχῃ ἔν〈ι〉 δῃωθῆναι·

### book 2.15.2

οἵην τήνδ’ ἐδάμασσεν ἀνὰ κλόνον, ἥν περ οἱ ἄλλοι

### book 2.15.3

Ἀργεῖοι φοβέοντο, δαΐφρονα Πενθεσίλειαν·

### book 2.15.4

καὶ γὰρ ἔην ἔκπαγλος· ἔγωγέ μιν ὡς ἐνόησα,

### book 2.15.5

ὠισάμην μακάρων τιν’ ἀπ’ οὐρανοῦ ἐνθάδ’ ἱκέσθαι

### book 2.20

ἡμῖν χάρμα φέρουσαν· ὃ δ’ οὐκ ἄρ’ ἐτήτυμον ἦεν.

### book 2.1

Ἀλλ’ ἄγε φραζώμεσθα τί λώιον ἄμμι γένηται,

### book 2.2

ἢ ἔτι που στυγεροῖσι μαχώμεθα δυσμενέεσσιν,

### book 2.3

ἢ ἤδη φεύγωμεν ἀπ’ ἄστεος ὀλλυμένοιο·

### book 2.4

οὐ γὰρ ἔτ’ Ἀργείοισι δυνησόμεθ’ ἀντιφερίζειν

### book 2.25.1

μαρναμένου κατὰ δῆριν ἀμειλίκτου Ἀχιλῆος.»

### book 2.25.2

Ὣς ἄρ’ ἔφη· τὸν δ’ υἱὸς ἀμείβετο Λαομέδοντος·

### book 2.25.3

«Ὦ φίλος ἠδ’ ἄλλοι Τρῶες σθεναροί τ’ ἐπίκουροι,

### book 2.25.4

μή νύ τι δειμαίνοντες ἑῆς χαζώμεθα πάτρης,

### book 2.25.5

μηδ’ ἔτι δυσμενέεσσι μαχώμεθα τῆλε πόληος,

### book 2.30.1

ἀλλά που ἐκ πύργων καὶ τείχεος, εἰς ὅ κεν ἔλθῃ

### book 2.30.2

Μέμνων ὀβριμόθυμος ἄγων ἀπερείσια φῦλα

### book 2.30.3

λαῶν οἳ ναίουσι μελάμβροτον Αἰθιόπειαν.

### book 2.30.4

Ἤδη γάρ ῥα καὶ αὐτὸν ὀίομαι ἀγχόθι γαίης

### book 2.30.5

ἔμμεναι ἡμετέρης, ἐπεὶ ἦ νύ οἱ οὔ τι νέον γε

### book 2.35.1

ἀγγελίην προέηκα μέγ’ ἀχνύμενος περὶ θυμῷ·

### book 2.35.2

αὐτὰρ ὅ γ’ ἀσπασίως μοι ὑπέσχετο πάντα τελέσσαι

### book 2.35.3

ἐλθὼν ἐς Τροίην· καί μιν σχεδὸν ἔλπομαι εἶναι.

### book 2.35.4

Ἀλλ’ ἄγε τλῆτ’ ἔτι βαιόν, ἐπεὶ πολὺ λώιόν ἐστι

### book 2.35.5

θαρσαλέως ἀπολέσθαι ἀνὰ κλόνον ἠὲ φυγόντας

### book 2.40.1

ζώειν ἀλλοδαποῖσι παρ’ ἀνδράσιν αἴσχε’ ἔχοντας.»

### book 2.40.2

Ἦ ῥ’ ὁ γέρων· ἀλλ’ οὔ τι σαόφρονι Πουλυδάμαντι

### book 2.40.3

ἥνδανεν εἰσέτι δῆρις, ἐύφρονα δ’ ἔκφατο μῦθον·

### book 2.40.4

«Εἰ μὲν δὴ Μέμνων τοι ἀριφραδέως κατένευσεν

### book 2.40.5

ἡμέων αἰνὸν ὄλεθρον ἀπωσέμεν, οὔ τι μεγαίρω

### book 2.45.1

μίμνειν ἀνέρα δῖον ἀνὰ πτόλιν· ἀλλ’ ἄρα θυμῷ

### book 2.45.2

δείδω μὴ σὺν ἑοῖσι κιὼν ἑτάροισι δαμείη

### book 2.45.3

κεῖνος ἀνήρ, πολλοῖς δὲ καὶ ἄλλοις πῆμα γένηται

### book 2.45.4

ἡμετέροις· δεινὸν γὰρ ἐπὶ σθένος ὄρνυτ’ Ἀχαιῶν.

### book 2.45.5

Ἀλλ’ ἄγε μήτε πόληος ἑῆς ἀπὸ τῆλε φυγόντες

### book 2.1

αἴσχεα πολλὰ φέρωμεν ἀναλκείῃ ὑπὸ λυγρῇ

### book 2.2

ἀλλοδαπὴν περόωντες ἐπὶ χθόνα, μηδ’ ἐνὶ πάτρῃ

### book 2.3

μίμνοντες κτεινώμεθ’ ὑπ’ Ἀργείων ὀρυμαγδοῦ·

### book 2.4

ἀλλ’ ἤδη Δαναοῖσι, καὶ εἰ βραδύ, λώιον εἴη

### book 2.5

εἰσέτι κυδαλίμην Ἑλένην καὶ κτήματα κείνης,

### book 2.55.1

ἠμὲν ὅσα Σπάρτηθεν ἀνήγαγεν ἠδὲ καὶ ἄλλα,

### book 2.55.2

δισσάκι τόσσα φέροντας ὑπὲρ πόλιός τε καὶ αὐτῶν

### book 2.55.3

〈ἐκδόμεν, ἕ〉ως οὐ κτῆσιν ἀνάρσια φῦλα δέδασται

### book 2.55.4

ἡμετέρην οὐδ’ ἄστυ κατήνυκε πῦρ ἀίδηλον.

### book 2.55.5

Νῦν δ’ ἄγ’ ἐμεῖο πίθεσθε ἐνὶ φρεσίν· οὐ γὰρ ὀίω

### book 2.60.1

ἄλλον ἀμείνονα μῆτιν ἐνὶ Τρώεσσι φράσασθαι.

### book 2.60.2

Αἴθ’ ὄφελον καὶ πρόσθεν ἐμῆς ἐπάκουσεν ἐφετμῆς

### book 2.60.3

Ἕκτωρ, ὁππότε μιν κατερήτυον ἔνδοθι πάτρης.»

### book 2.60.4

Ὣς φάτο Πουλυδάμαντος ἐὺ σθένος· ἀμφὶ δὲ Τρῶες

### book 2.60.5

ᾔνεον εἰσαΐοντες ἐνὶ φρεσίν, οὐδ’ ἀναφανδὸν

### book 2.65.1

μῦθον ἔφαν· πάντες γὰρ ἑὸν τρομέοντες ἄνακτα

### book 2.65.2

ἅζοντ’ ἠδ’ Ἑλένην, κείνης ἕνεκ’ ὀλλύμενοί περ.

### book 2.65.3

Τὸν δὲ καὶ ἐσθλὸν ἐόντα Πάρις μέγα νείκεσεν ἄντην·

### book 2.65.4

«Πουλυδάμα, σὺ μέν ἐσσι φυγοπτόλεμος καὶ ἄναλκις,

### book 2.65.5

οὐδὲ σοὶ ἐν στέρνοισι πέλει μενεδήιον ἦτορ,

### book 2.70.1

ἀλλὰ δέος καὶ φύζα· σὺ δ’ εὔχεαι εἶναι ἄριστος

### book 2.70.2

ἐν βουλῇ, πάντων δὲ χερείονα μήδεα οἶδας.

### book 2.70.3

Ἀλλ’ ἄγε 〈δὴ〉 σὺ μὲν αὐτὸς ἀπόσχεο δηιοτῆτος,

### book 2.70.4

μίμνε δ’ ἐνὶ μεγάροισι καθήμενος· αὐτὰρ οἱ ἄλλοι

### book 2.70.5

ἀμφ’ ἐμὲ θωρήξονται ἀνὰ πτόλιν, εἰς ὅ κε μῆχος

### book 2.75

εὕρωμεν θυμῆρες ἀνηλεγέος πολέμοιο.

### book 2.1

Οὐ γὰρ νόσφι πόνοιο καὶ ἀργαλέου πολέμοιο

### book 2.2

ἀνθρώποις μέγα κῦδος ἀέξεται ἠδὲ καὶ ἔργον,

### book 2.3

φύζα δὲ νηπιάχοισι μάλ’ εὔαδεν ἠδὲ γυναιξί·

### book 2.4

κείνῃς θυμὸν ἔοικας· ἐγὼ δέ τοι οὔ τι πέποιθα

### book 2.80.1

μαρναμένῳ· πάντων γὰρ ἀμαλδύνεις θρασὺ κάρτος.»

### book 2.80.2

Φῆ μέγα νεικείων· ὃ δὲ χωόμενος φάτο μῦθον

### book 2.80.3

Πουλυδάμας· οὐ γάρ οἱ ἐναντίον ἅζετ’ ἀῦσαι

### book 2.80.4

κεῖνος, ἐπεὶ στυγερὸς καὶ ἀτάσθαλος ἠδ’ ἀεσίφρων

### book 2.80.5

ὃς φίλα μὲν σαίνῃσιν ἐνωπαδόν, ἄλλα δὲ θυμῷ

### book 2.85.1

πορφύρῃ καὶ κρύβδα τὸν οὐ παρεόντα χαλέπτῃ.

### book 2.85.2

Τῶ ῥα καὶ ἀμφαδίῃ μέγα νείκεσε δῖον ἄνακτα·

### book 2.85.3

«Ὤ μοι ἐπιχθονίων πάντων ὀλοώτατε φωτῶν,

### book 2.85.4

σὸν θράσος ἤγαγε νῶιν ὀιζύα, σὸς νόος ἔτλη

### book 2.85.5

δῆριν ἀπειρεσίην καὶ τλήσεται, εἰς ὅ κε πάτρην

### book 2.90.1

σὺν λαοῖς σφετέροισι δαϊζομένην ἐσίδηαι.

### book 2.90.2

Ἀλλ’ ἐμὲ μὴ τοιόνδε λάβοι θράσος, ἀμφὶ δὲ τάρβος

### book 2.90.3

ἀσφαλὲς αἰὲν ἔχοιμι, σόον δέ μοι οἶκον ὀφέλλοι.»

### book 2.90.4

Ὣς ἄρ’ ἔφη· ὃ δ’ ἄρ’ οὔ τι προσέννεπε Πουλυδάμαντα·

### book 2.90.5

μνήσατο γὰρ Τρώεσσιν ὅσας ἐφέηκεν ἀνίας

### book 2.95.1

ἠδ’ ὁπόσας ἔτ’ ἔμελλεν, ἐπεί ῥά οἱ αἰθόμενον κῆρ

### book 2.95.2

μᾶλλον ἐφώρμαινεν θανέειν ἢ νόσφι γενέσθαι

### book 2.95.3

ἀντιθέης Ἑλένης, ἧς εἵνεκα Τρώιοι υἷες

### book 2.95.4

ὑψόθεν ἐσκοπίαζον ἀπ’ ἄστεος αἰπεινοῖο

### book 2.95.5

δέγμενοι Ἀργείους ἠδ’ Αἰακίδην Ἀχιλῆα.

### book 2.1

Τοῖσι δ’ ἄρ’ οὐ μετὰ δηρὸν ἀρήιος ἤλυθε Μέμνων,

### book 2.2

Μέμνων κυανέοισι μετ’ Αἰθιόπεσσιν ἀνάσσων,

### book 2.3

ὃς κίε λαὸν ἄγων ἀπερείσιον. Ἀμφὶ δὲ Τρῶες

### book 2.4

γηθόσυνοί μιν ἴδοντο κατὰ πτόλιν, ἠύτε ναῦται

### book 2

χείματος ἐξ ὀλοοῖο δι’ αἰθέρος ἀθρήσωσιν

### book 2.105.1

ἤδη τειρόμενοι Ἑλίκης περιηγέος αἴγλην·

### book 2.105.2

ὣς λαοὶ κεχάροντο περισταδόν, ἔξοχα δ’ ἄλλων

### book 2.105.3

Λαομεδοντιάδης· μάλα γάρ νύ οἱ ἦτορ ἐώλπει

### book 2.105.4

δῃώσειν πυρὶ νῆας ὑπ’ ἀνδράσιν Αἰθιόπεσσιν,

### book 2.105.5

οὕνεκ’ ἔχον βασιλῆα πελώριον ἠδὲ καὶ αὐτοὶ

### book 2.110.1

πολλοὶ ἔσαν καὶ πάντες ἐς Ἄρεα μαιμώωντες.

### book 2.110.2

Τῶ ῥ’ ἄμοτον κύδαινεν ἐὺν γόνον Ἠριγενείης

### book 2.110.3

δωτίνῃς ἀγαθῇσι καὶ εὐφροσύνῃ τεθαλυίῃ.

### book 2.110.4

Ἀλλήλοις δ’ ὀάριζον ἐπ’ εἰλαπίνῃ καὶ ἐδωδῇ,

### book 2.110.5

ὃς μὲν ἀριστῆας Δαναῶν καὶ ὅς’ ἄλγε’ ἀνέτλη

### book 2.115.1

ἐξενέπων, ὃ δὲ πατρὸς ἑοῦ καὶ μητέρος Ἠοῦς

### book 2.115.2

ἀθάνατον βίον αἰὲν ἀπειρεσίης τε ῥέεθρα

### book 2.115.3

Τηθύος Ὠκεανοῦ τε βαθυρρόου ἱερὸν οἶδμα

### book 2.115.4

ἠδὲ καὶ ἀκαμάτου πέρατα χθονὸς ἀντολίας τε

### book 2.115.5

ἠελίου καὶ πᾶσαν ἀπ’ Ὠκεανοῖο κέλευθον

### book 2.120.1

μέχρις ἐπὶ Πριάμοιο πόλιν καὶ πρώονας Ἴδης,

### book 2.120.2

ἠδὲ καὶ ὡς ἐδάιξεν ὑπὸ στιβαρῇσι χέρεσσιν

### book 2.120.3

ἀργαλέων Σολύμων ἱερὸν στρατόν, οἵ μιν ἰόντα

### book 2.120.4

εἶργον, ὃ καί σφισι πῆμα καὶ ἄσχετον ὤπασε πότμον.

### book 2.120.5

Καὶ τὰ μὲν ὣς ἀγόρευε καὶ ὡς ἴδεν ἔθνεα φωτῶν

### book 2.125.1

μυρία· τοῦ δ’ ἀίοντος ὑπὸ φρεσὶ τέρπετο θυμός,

### book 2.125.2

καί ἑ καθαπτόμενος γεραρῷ προσεφώνεε μύθῳ·

### book 2.125.3

«Ὦ Μέμνον, τὸ μὲν ἄρ με θεοὶ ποίησαν ἰδέσθαι

### book 2.125.4

σὸν στρατὸν ἠδὲ καὶ αὐτὸν ἐν ἡμετέροισι μελάθροις.

### book 2.125.5

Ὥς μοι ἔτι κρήνειαν, ἵν’ Ἀργείους ἐσίδωμαι

### book 2.130.1

ὀλλυμένους ἅμα πάντας ὑπ’ ἐγχείῃσι τεῇσι·

### book 2.130.2

καὶ γὰρ δὴ μακάρεσσιν ἀτειρέσι πάντα ἔοικας

### book 2.1

ἐκπάγλως, ὡς οὔ τις ἐπιχθονίων ἡρώων·

### book 2.2

τῶ ς’ ὀίω κείνοισι φόνον στονόεντα βαλέσθαι.

### book 2.3

Νῦν δ’ ἄγε τέρπεο θυμὸν ἐπ’ εἰλαπίνῃσιν ἐμῇσι

### book 2.135.1

σήμερον· αὐτὰρ ἔπειτα μαχήσεαι ὡς ἐπέοικεν.»

### book 2.135.2

Ὣς εἰπὼν παλάμῃσι δέπας πολυχανδὲς ἀείρας

### book 2.135.3

Μέμνονα προφρονέως στιβαρῷ δείδεκτο κυπέλλῳ

### book 2.135.4

χρυσείῳ, τό ῥα δῶκε περίφρων Ἀμφιγυήεις

### book 2.135.5

Ἥφαιστος κλυτὸν ἔργον, ὅτ’ ἤγετο Κυπρογένειαν,

### book 2.140.1

Ζηνὶ μεγασθενέι· ὃ δ’ ἄρ’ ὤπασεν υἱέι δῶρον

### book 2.140.2

Δαρδάνῳ ἀντιθέῳ· ὃ δ’ Ἐριχθονίῳ πόρε παιδί,

### book 2.140.3

Τρωὶ δ’ Ἐριχθόνιος μεγαλήτορι· αὐτὰρ ὃ Ἴλῳ

### book 2.140.4

κάλλιπε σὺν κτεάτεσσιν· ὃ δ’ ὤπασε Λαομέδοντι·

### book 2.140.5

αὐτὰρ ὁ Λαομέδων Πριάμῳ πόρεν, ὅς μιν ἔμελλεν

### book 2.145.1

υἱέι δωσέμεναι· τὸ δέ οἱ θεὸς οὐκ ἐτέλεσσε.

### book 2.145.2

Κεῖνο δέπας περικαλλὲς ἐθάμβεεν ἐν φρεσὶ Μέμνων

### book 2.145.3

ἀμφαφόων καὶ τοῖον ὑποβλήδην φάτο μῦθον·

### book 2.145.4

«Οὐ μὲν χρὴ παρὰ δαιτὶ πελώριον εὐχετάασθαι

### book 2.145.5

οὐδ’ ἄρ’ ὑποσχεσίην κατανευσέμεν, ἀλλὰ ἕκηλον

### book 2.1

δαίνυσθ’ ἐν μεγάροισι καὶ ἄρτια μηχανάασθαι·

### book 2.2

εἴ τε γὰρ ἐσθλός τ’ εἰμὶ καὶ ἄλκιμος εἴ τε καὶ οὐκί,

### book 2.3

γνώσῃ ἐνὶ πτολέμῳ, ὁπότ’ ἀνέρος εἴδεται ἀλκή.

### book 2.4

Νῦν δ’ ἄγε δὴ κοίτοιο μεδώμεθα μηδ’ ἀνὰ νύκτα

### book 2.5

πίνωμεν· χαλεπὸς γὰρ ἐπειγομένῳ μαχέ〈σα〉σθαι

### book 2.155.1

οἶνος ἀπειρέσιος καὶ ἀυπνοσύνη ἀλεγεινή.»

### book 2.155.2

Ὣς φάτο· τὸν δ’ ὁ γεραιὸς ἀγασσάμενος προσέειπεν·

### book 2.155.3

«Αὐτὸς ὅπως ἐθέλεις μεταδαίνυσο, πείθεο δ’ αὐτῷ·

### book 2.155.4

οὐ γὰρ ἐγώ ς’ ἀέκοντα βιήσομαι. Οὐ γὰρ ἔοικεν

### book 2.155.5

οὔτ’ ἀπιόντ’ ἀπὸ δαιτὸς ἐρυκέμεν οὔτε μένοντα

### book 2.160.1

σεύειν ἐκ μεγάροιο· θέμις νύ τοι ἀνδράσιν αὕτως.»

### book 2.160.2

Ὣς φάθ’· ὃ δ’ ἐκ δόρποιο μεθίστατο, βῆ δὲ πρὸς εὐνὴν

### book 2.160.3

ὑστατίην. Ἅμα δ’ ἄλλοι ἔβαν κοίτοιο μέδεσθαι

### book 2.160.4

δαιτυμόνες· † τοῖς δέ σφιν † ἐπήλυθε νήδυμος ὕπνος.

### book 2.160.5

Αὐτὰρ ἐνὶ μεγάροισι Διὸς στεροπηγερέταο

### book 2.165.1

ἀθάνατοι δαίνυντο· πατὴρ δ’ ἐν τοῖσι Κρονίων

### book 2.165.2

εὖ εἰδὼς ἀγόρευε δυσηχέος ἔργα μόθοιο·

### book 2.165.3

«Ἴστε θεοὶ περὶ πάντες ἐπεσσύμενον βαρὺ πῆμα

### book 2.165.4

αὔριον ἐν πολέμῳ· μάλα γὰρ πολέω〈ν〉 μένος ἵππων

### book 2.165.5

ὄψεσθ’ ἀμφ’ ὀχέεσσι δαϊζομένων ἑκάτερθεν

### book 2.170.1

ἄνδρας τ’ ὀλλυμένους. Τῶν καὶ περικηδόμενός τις

### book 2.170.2

μιμνέτω ὑμείων μηδ’ ἀμφ’ ἐμὰ γούναθ’ ἱκάνων

### book 2.170.3

λισσέσθω· Κῆρες γὰρ ἀμείλιχοί εἰσι καὶ ἡμῖν.»

### book 2.170.4

Ὣς ἔφατ’ ἐν μέσσοισιν ἐπισταμένοισι καὶ αὐτοῖς,

### book 2.170.5

ὄφρα καὶ ἀσχαλόων τις ἀπὸ πτολέμοιο τράπηται

### book 2.175.1

μηδέ ἑ λισσόμενος περὶ υἱέος ἠὲ φίλοιο

### book 2.175.2

μαψιδίως ἀφίκηται ἀτειρέος ἔνδον Ὀλύμπου.

### book 2.175.3

Καὶ τὰ μὲν ὡς ἐσάκουσαν ἐριγδούπου Κρονίδαο,

### book 2.175.4

τλῆσαν ἐνὶ στέρνοισι καὶ οὐ βασιλῆος ἔναντα

### book 2.175.5

μῦθον ἔφαν· μάλα γάρ μιν ἀπειρέσιον τρομέεσκον.

### book 2.180.1

Ἀχνύμενοι δ’ ἵκανον ὅπῃ δόμος ἦεν ἑκάστου

### book 2.180.2

καὶ λέχος· ἀμφὶ δὲ τοῖσι καὶ ἀθανάτοις περ ἐοῦσιν

### book 2.180.3

ὕπνου βληχρὸν ὄνειαρ ἐπὶ βλεφάροισι τανύσθη.

### book 2.180.4

Ἦμος δ’ ἠλιβάτων ὀρέων ὑπερέσσυται ἄκρας

### book 2.180.5

λαμπρὸς ἀν’ οὐρανὸν εὐρὺν Ἑωσφόρος, ὅς τ’ ἐπὶ ἔργον

### book 2.185

ἡδὺ μάλα κνώσσοντας ἀμαλλοδετῆρας ἐγείρει,

### book 2.1

τῆμος ἀρήιον υἷα φαεσφόρου Ἠριγενείης

### book 2.2

ὕστατος ὕπνος ἀνῆκεν· ὃ δ’ ἐν φρεσὶ κάρτος ἀέξων

### book 2.3

ἤδη δυσμενέεσσι λιλαίετο δηριάασθαι·

### book 2.4

Ἠὼς δ’ οὐρανὸν εὐρὺν ἀνήιεν οὐκ ἐθέλουσα.

### book 2.190.1

Καὶ τότε Τρῶες ἕσαντο περὶ χροῒ δήια τεύχη,

### book 2.190.2

τοῖσι δ’ ἅμ’ Αἰθίοπές τε καὶ ὁππόσα φῦλα πέλοντο

### book 2.190.3

ἀμφὶ βίην Πριάμοιο συναγρομένων ἐπικούρων,

### book 2.190.4

πανσυδίῃ· μάλα δ’ ὦκα πρὸ τείχεος ἐσσεύοντο

### book 2.190.5

κυανέοις νεφέεσσιν ἐοικότες, οἷα Κρονίων

### book 2.195.1

χείματος ὀρνυμένοιο κατ’ ἠέρα πουλὺν ἀγείρει.

### book 2.195.2

Αἶψα δ’ ἄρ’ ἐπλήσθη πεδίον πᾶν· τοὶ δ’ ἐπέχυντο

### book 2.195.3

ἀκρίσι π〈υ〉ροβόροισιν ἀλίγκιον, αἵ τε φέρονται

### book 2.195.4

ὡς νέφος ἢ πολὺς ὄμβρος ὑπὲρ χθονὸς εὐρυπέδοιο

### book 2.195.5

ἄπληστοι μερόπεσσιν ἀεικέα λιμὸν ἄγουσαι·

### book 2.1

ὣς οἳ ἴσαν πολλοί τε καὶ ὄβριμοι, ἀμφὶ δὲ γαῖα

### book 2.2

στείνετ’ ἐπεσσυμένων, ὑπὸ δ’ ἔγρετο ποσσὶ κονίη.

### book 2.3

Ἀργεῖοι δ’ ἀπάνευθεν ἐθάμβεον, εὖτ’ ἐσίδοντο

### book 2.4

ἐσσυμένους· εἶθαρ δὲ περὶ χροῒ χαλκὸν ἕσαντο

### book 2.5

κάρτεϊ Πηλείδαο πεποιθότες. Ὃς δ’ ἐνὶ μέσσοις

### book 2.205.1

ἤιε Τιτήνεσσι πολυσθενέεσσιν ἐοικώς,

### book 2.205.2

κυδιόων ἵπποισι καὶ ἅρμασι· τοῦ δ’ ἄρα τεύχη

### book 2.205.3

πάντῃ μαρμαίρεσκον ἀλίγκιον ἀστεροπῇσιν.

### book 2.205.4

Οἷος δ’ ἐκ περάτων γαιηόχου Ὠκεανοῖο

### book 2.205.5

ἔρχεται Ἠέλιος φαεσίμβροτος οὐρανὸν εἴσω

### book 2.210.1

παμφανόων, τραφερὴ δὲ γελᾷ περὶ γαῖα καὶ αἰθήρ·

### book 2.210.2

τοῖος ἐν Ἀργείοισι τότ’ ἔσσυτο Πηλέος υἱός.

### book 2.1

Ὣς δὲ καὶ ἐν Τρώεσσιν ἀρήιος ἤιε Μέμνων

### book 2.2

Ἄρεϊ μαιμώωντι πανείκελος, ἀμφὶ δὲ λαοὶ

### book 2.3

προφρονέως ἐφέποντο παρεσσύμενοι βασιλῆι.

### book 2.215.1

Αἶψα δ’ 〈ἄρ’〉 ἀμφοτέρων δολιχαὶ πονέοντο φάλαγγες

### book 2.215.2

Τρώων καὶ Δαναῶν, μετὰ δ’ ἔπρεπον Αἰθιοπῆες.

### book 2.215.3

Σὺν δ’ ἔπεσον καναχηδὸν ὁμῶς, ἅτε κύματα πόντου

### book 2.215.4

πάντοθεν ἀγρομένων ἀνέμων ὑπὸ χείματος ὥρῃ·

### book 2.215.5

ἀλλήλους δ’ ἐδάιζον ἐυξέστῃς μελίῃσι

### book 2.220.1

βάλλοντες, μετὰ δέ σφι γόος καναχή τε δεδήει.

### book 2.220.2

Ὡς δ’ ὅτ’ ἐρίγδουποι ποταμοὶ μεγάλα στενάχωσιν

### book 2.220.3

εἰς ἅλα χευόμενοι, ὅτε λαβρότατος πέλει ὄμβρος

### book 2.220.4

ἐκ Διός, εὖτ’ ἀλίαστον ἐπὶ νέφεα κτυπέωσι

### book 2.220.5

θηγόμεν’ ἀλλήλοισι, πυρὸς δ’ ἐξέσσυτ’ ἀυτμή·

### book 2.225.1

ὣς τῶν μαρναμένων μέγ’ ὑπαὶ ποσὶ γαῖα πελώρη

### book 2.225.2

ἔβραχε, θεσπεσίου δὲ δι’ ἠέρος ἔσσυτ’ ἀυτὴ

### book 2.225.3

σμερδαλέη· δεινὸν γὰρ ἀύτεον ἀμφοτέρωθεν.

### book 2.225.4

Ἔνθ’ ἕλε Πηλείδης Θάλιον καὶ ἀμύμονα Μέντην,

### book 2.225.5

ἄμφω ἀριγνώτω. Βάλε δ’ ἄλλων πολλὰ κάρηνα·

### book 2.230.1

εὖτ’ αἰγὶς μελάθροισιν ὑποχθονίη ἐπορούσῃ

### book 2.230.2

λάβρος, ἄφαρ δέ τε πάντα κατὰ χθονὸς ἀμφιχέηται

### book 2.230.3

ἐκ θεμέθλων, μάλα γάρ ῥα περιτρομέει βαθὺ γαῖα·

### book 2.230.4

ὣς οἵ γ’ ἐν κονίῃσι κατήριπον ὠκέι πότμῳ

### book 2.230.5

αἰχμῇ Πηλείωνος· ὃ γὰρ μέγα μαίνετο θυμῷ.

### book 2.235.1

Ὣς δ’ αὕτως ἑτέρωθεν ἐὺς πάις Ἠριγενείης

### book 2.235.2

Ἀργείους ἐδάιζε κακῇ ἐναλίγκιος Αἴσῃ,

### book 2.235.3

ἥ τε φέρει λαοῖσι κακὸν καὶ ἀεικέα λοιγόν.

### book 2.1

Πρῶτον δ’ εἷλε Φέρωνα διὰ στέρνοιο τυχήσας

### book 2.2

δούρατι λευγαλέῳ, ἐπὶ δ’ ἔκτανε δῖον Ἔρευθον,

### book 2.240.1

ἄμφω ἐελδομένω πόλεμον καὶ ἀεικέα χάρμην,

### book 2.240.2

οἳ Θρύον ἀμφενέμοντο παρ’ Ἀλφειοῖο ῥεέθροις

### book 2.240.3

καί ῥ’ ὑπὸ Νέστορι βῆσαν ἐς Ἰλίου ἱερὸν ἄστυ.

### book 2.240.4

Τοὺς δ’ ὁπότ’ ἐξενάριξεν, ἐπῴχετο Νηλέος υἷα

### book 2.240.5

κτεῖναί μιν μεμαώς· τοῦ δ’ Ἀντίλοχος θεοειδὴς

### book 2.245.1

πρόσθ’ ἐλθὼν ἴθυνε μακρὸν δόρυ· καί οἱ ἅμαρτε

### book 2.245.2

τυτθὸν ἀλευαμένοιο, φίλον δέ οἱ εἷλεν ἑταῖρον

### book 2.245.3

Αἴθοπα Πυρρασίδην. Ὃ δὲ χωσάμενος κταμένοιο

### book 2.245.4

Ἀντιλόχῳ ἐπιᾶλτο, λέων ὣς ὀβριμόθυμος

### book 2.245.5

καπρίῳ, ὅς ῥα καὶ αὐτὸς ἐναντίον οἶδε μάχεσθαι

### book 2.1

ἀνδράσι καὶ θήρεσσι, πέλει δέ οἱ ἄσχετος ὁρμή·

### book 2.2

ὣς ὃ θοῶς ἐπόρουσεν, ὃ δ’ εὐρέι μιν βάλε πέτρῳ

### book 2.3

Ἀντίλοχος. Τοῦ δ’ οὔ τι λύθη κέαρ, οὕνεκ’ ἄρ’ αὐτοῦ

### book 2.4

ἀλγινόεντ’ ἀπάλαλκε φόνον κρατερὴ τρυφάλεια·

### book 2.5

σμερδαλέον δέ οἱ ἦτορ ἐνὶ στήθεσσιν ὀρίνθη

### book 2.255.1

βλημένου· ἀμφὶ δέ οἱ κόρυς ἴαχε· καί ῥ’ ἔτι μᾶλλον

### book 2.255.2

μαίνετ’ ἐπ’ Ἀντιλόχῳ, κρατερὴ δέ οἱ ἔζεεν ἀλκή.

### book 2.255.3

Τοὔνεκα Νέστορος υἷα καὶ αἰχμητήν περ ἐόντα

### book 2.255.4

τύψεν ὑπὲρ μαζοῖο· διήλασε δ’ ὄβριμον ἔγχος

### book 2.255.5

ἐς κραδίην, θνητοῖσιν ὅπῃ πέλει ὠκὺς ὄλεθρος.

### book 2.260.1

Τοῦ δ’ ὑποδῃωθέντος ἄχος Δαναοῖσιν ἐτύχθη

### book 2.260.2

πᾶσι, μάλιστα δὲ πατρὶ περὶ φρένας ἤλυθε πένθος

### book 2.260.3

Νέστορι παιδὸς ἑοῖο παρ’ ὀφθαλμοῖσι δαμέντος·

### book 2.260.4

οὐ γὰρ δὴ μερόπεσσι κακώτερον ἄλγος ἔπεισιν

### book 2.260.5

ἢ ὅτε παῖδες ὄλωνται ἑοῦ πατρὸς εἰσορόωντος.

### book 2.265.1

Τοὔνεκα καὶ στερεῇσιν ἀρηρέμενος φρεσὶ θυμὸν

### book 2.265.2

ἄχνυτο παιδὸς ἑοῖο κακῇ περὶ Κηρὶ δαμέντος.

### book 2.265.3

Κέκλετο δ’ ἐσσυμένως Θρασυμήδεα νόσφιν ἐόντα·

### book 2.265.4

«Ὄρσό μοι, ὦ Θρασύμηδες ἀγακλεές, ὄφρα φονῆα

### book 2.265.5

σεῖο κασιγνήτοιο καὶ υἱέος ἡμετέροιο

### book 2.270.1

νεκροῦ ἑκὰς σεύωμεν ἀεικέος ἠὲ καὶ αὐτοὶ

### book 2.270.2

ἀμφ’ αὐτῷ στονόεσσαν ἀναπλήσωμεν ὀιζύν.

### book 2.270.3

Εἰ δὲ σοὶ ἐν στέρνοισι πέλει δέος, οὐ σύ γ’ ἐμεῖο

### book 2.270.4

υἱὸς ἔφυς οὐδ’ ἐσσὶ Περικλυμένοιο γενέθλης,

### book 2.270.5

ὅς τε καὶ Ἡρακλῆι καταντίον ἐλθέμεν ἔτλη.

### book 2.275.1

Ἀλλ’ ἄγε δὴ πονεώμεθ’, ἐπεὶ μέγα κάρτος ἀνάγκη

### book 2.275.2

πολλάκι μαρναμένοισι καὶ οὐτιδανοῖσιν ὀπάζει.»

### book 2.275.3

Ὣς φάτο· τοῦ δ’ ἀίοντος ὑπὸ φρεσὶ σύγχυτο θυμὸς

### book 2.275.4

πένθεσι λευγαλέοισιν. Ἄφαρ δέ οἱ ἤλυθεν ἄγχι

### book 2.275.5

Φηρεύς, ὅν ῥα καὶ αὐτὸν ἀποκταμένοιο ἄνακτος

### book 2.280.1

εἷλεν ἄχος· κρατεροῖο δ’ ἐναντία δηριάασθαι

### book 2.280.2

Μέμνονος ὡρμήθησαν ἀν’ αἱματόεντα κυδοιμόν.

### book 2.280.3

Ὡς δ’ ὅταν ἀγρευτῆρες ἀνὰ πτύχας ὑληέσσας

### book 2.280.4

οὔρεος ἠλιβάτοιο λιλαιόμενοι μέγα θήρης

### book 2.280.5

ἢ συὸς ἢ ἄρκτοιο καταντίον ἀίσσωσι

### book 2.285.1

κτεινέμεναι μεμαῶτες, ὃ δ’ ἀμφοτέροις ἐπορούσας

### book 2.285.2

θυμῷ μαιμώωντι βίην ἀπαμύνεται ἀνδρῶν·

### book 2.285.3

ὣς τότε 〈μὲν〉 Μέμνων φρόνεεν μέγα· τοὶ δέ οἱ ἄγχι

### book 2.285.4

ἤλυθον, ἀλλά μιν οὔ τι 〈κατα〉κτανέειν ἐδύναντο

### book 2.285.5

μακρῇσι〈ν〉 μελίῃσιν· ἀπέπλαγχθεν γάρ οἱ αἰχμαὶ

### book 2.290.1

τῆλε χροός, μάλα γάρ που ἀπέτραπεν Ἠριγένεια.

### book 2.290.2

Δούρατα δ’ οὐχ ἁλίως χαμάδις πέσεν· ἀλλ’ ὃ μὲν ὦκα

### book 2.290.3

ἐμμεμαὼς κατέπεφνε Πολύμνιον υἷα Μέγητος

### book 2.290.4

Φηρεὺς ὀβριμόθυμος, ὃ δ’ ἔκτανε Λαομέδοντα

### book 2.290.5

Νέστορος ὄβριμος υἱὸς ἀδελφειοῖο χολωθείς,

### book 2.295.1

ὃν Μέμνων ἐδάιξε κατὰ μόθον, ἀμφὶ δ’ ἄρ’ αὐτῷ

### book 2.295.2

χερσὶν ὑπ’ ἀκαμάτοισι λύεν παγχάλκεα τεύχη

### book 2.295.3

οὔτε βίην ἀλέγων Θρασυμήδεος οὔτε μὲν ἐσθλοῦ

### book 2.295.4

Φηρέος, οὕνεκα πολλὸν ὑπείροχος· οἳ δ’ ἅτε θῶε

### book 2.295.5

ἀμφ’ ἔλαφον βεβαῶτα μέγαν φοβέοντο λέοντα

### book 2.1

οὔ τι πρόσω μεμαῶτες ἔτ’ ἐλθέμεν. Αἰνὰ δὲ Νέστωρ

### book 2.2

ἐγγύθεν εἰσορόων ὀλοφύρετο, κέκλετο δ’ ἄλλους

### book 2.3

σφοὺς ἑτάρους δηίοισιν ἐπελθέμεν· ἂν δὲ καὶ αὐτὸς

### book 2.4

ὥρμαινε〈ν〉 πονέεσθαι ἀφ’ ἅρματος, οὕνεκ’ ἄρ’ αὐτὸν

### book 2.5

παιδὸς ἀποφθιμένοιο ποθὴ ποτὶ μῶλον ἄγεσκε

### book 2.305.1

πὰρ δύναμιν. Μέλλεν δὲ φίλῳ 〈περὶ〉 παιδὶ καὶ αὐτὸς

### book 2.305.2

κεῖσθαι ὁμῶς κταμένοις ἐναρίθμιος, εἰ μὴ ἄρ’ αὐτὸν

### book 2.305.3

Μέμνων ὀβριμόθυμος ἐπεσσύμενον προσέειπεν

### book 2.305.4

αἰδεσθεὶς ἀνὰ θυμὸν ὁμήλικα πατρὸς ἑοῖο·

### book 2.305.5

«Ὦ γέρον, οὔ μοι ἔοικε καταντία σεῖο μάχεσθαι

### book 2.310.1

πρεσβυτέροιο γεγῶτος, ἐπεί γε μὲν οἶδα νοῆσαι·

### book 2.310.2

ἦ γὰρ ἔγωγ’ ἐφάμην σε νέον καὶ ἀρήιον ἄνδρα

### book 2.310.3

ἀντιάαν δηίοισι, θρασὺς δέ μοι ἔλπετο θυμὸς

### book 2.310.4

χειρὸς ἐμῆς καὶ δουρὸς ἐπάξιον ἔμμεναι ἔργον.

### book 2.310.5

Ἀλλ’ ἀναχάζεο τῆλε μόθου στυγεροῦ τε φόνοιο,

### book 2.315.1

χάζεο, μή σε βάλοιμι καὶ οὐκ ἐθέλων περ ἀνάγκῃ

### book 2.315.2

μηδὲ τεῷ περὶ παιδὶ πέσῃς μέγ’ ἀμείνονι φωτὶ

### book 2.315.3

μαρνάμενος, μὴ δή σε καὶ ἄφρονα μυθήσονται

### book 2.315.4

ἀνέρες· οὐ γὰρ ἔοικεν ὑπερτέρῳ ἀντιάασθαι.»

### book 2.315.5

Ὣς φάτο· τὸν δ’ ἑτέρωθε γέρων ἠμείβετο μύθῳ·

### book 2.320.1

«Ὦ Μέμνον, τὰ μὲν ἄρ που ἐτώσια πάντ’ ἀγορεύεις·

### book 2.320.2

οὐ μὲν γὰρ δηίοισι πονεύμενον εἵνεκα παιδὸς

### book 2.320.3

ἀφραίνειν ἐρέει τις ἀνηλέα παιδοφονῆα

### book 2.320.4

νεκροῦ ἑκὰς σεύοντα κατὰ μόθον. Ὡς ὄφελόν μοι

### book 2.320.5

ἀλκὴ ἔτ’ ἔμπεδος ἦεν, ἵνα γνώῃς ἐμὸν ἔγχος.

### book 2.325.1

Νῦν δὲ σὺ μὲν μάλα πάγχυ μέγ’ εὔχεαι, οὕνεκα θυμὸς

### book 2.325.2

θαρσαλέος νέου ἀνδρὸς ἐλαφρότερόν τε νόημα·

### book 2.325.3

τῶ ῥα καὶ ὑψηλὰ φρονέων ἀποφώλια βάζεις.

### book 2.325.4

Εἰ δέ μοι ἡβώωντι καταντίον εἰληλούθεις,

### book 2.325.5

οὐκ ἄν τοι κεχάροντο φίλοι κρατερῷ περ ἐόντι·

### book 2.330.1

νῦν δ’ ὥς τίς τε λέων ὑπὸ γήραος ἄχθομαι αἰνοῦ,

### book 2.330.2

ὅν τε κύων σταθμοῖο πολυρρήνοιο δίηται

### book 2.330.3

θαρσαλέως, ὃ δ’ ἄρ’ οὔ τι λιλαιόμενός περ ἀμύνει

### book 2.330.4

οἷ αὐτῷ, οὐ γάρ οἱ ἔτ’ ἔμπεδοί εἰσιν ὀδόντες

### book 2.330.5

οὐδὲ βίη, κρατερὸν δὲ χρόνῳ ἀμαθύνεται ἦτορ·

### book 2.335.1

ὣς ἐμοὶ οὐκέτι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν

### book 2.335.2

οἷόν περ τὸ πάροιθεν· ὅμως δ’ ἔτι φέρτερός εἰμι

### book 2.335.3

πολλῶν ἀνθρώπων, παύροισι δὲ γῆρας ὑπείκει.»

### book 2.335.4

Ὣς εἰπὼν ἀπὸ βαιὸν ἐχάσσατο· λεῖπε δ’ ἄρ’ υἷα

### book 2.335.5

κείμενον ἐν κονίῃσιν, ἐπεί νύ οἱ οὐκέτι πάμπαν

### book 2.340

γναμπτοῖς ἐν μελέεσσι πέλε σθένος ὡς τὸ πάροιθε·

### book 2.1

γήραϊ γὰρ καθύπερθε πολυτλήτῳ βεβάρητο.

### book 2.2

Ὣς δ’ αὕτως ἀπόρουσεν ἐυμμελίης Θρασυμήδης

### book 2.3

Φηρεύς τ’ ὀβριμόθυμος ἰδ’ ἄλλοι πάντες ἑταῖροι

### book 2.4

δειδιότες· μάλα γάρ σφιν ἐπῴχετο λοίγιος ἀνήρ.

### book 2.345.1

Ὡς δ’ ὅτ’ ἀπὸ μεγάλων ὀρέων ποταμὸς βαθυδίνης

### book 2.345.2

καχλάζων φορέηται ἀπειρεσίῳ ὀρυμαγδῷ,

### book 2.345.3

ὁππότε συννεφὲς ἦμαρ ἐπ’ ἀνθρώποισι τανύσσῃ

### book 2.345.4

Ζεὺς κλονέων μέγα χεῖμα, περικτυπέουσι δὲ πάντῃ

### book 2.345.5

βρονταὶ ὁμῶς στεροπῇσιν ἄδην νεφέων συνιόντων

### book 2.1

θεσπεσίων, κοῖλαι δὲ περικλύζονται ἄρουραι

### book 2.2

ὄμβρου ἐπεσσυμένοιο δυσηχέος, ἀμφὶ δὲ μακραὶ

### book 2.3

σμερδαλέον βοόωσι κατ’ οὔρεα πάντα χαράδραι·

### book 2.4

ὣς Μέμνων σεύεσκεν ἐπ’ ᾐόνας Ἑλλησπόντου

### book 2.5

Ἀργείους, μετόπισθε δ’ ἐπισπόμενος κεράιζε.

### book 2.355.1

Πολλοὶ δ’ ἐν κονίῃσι καὶ αἵματι θυμὸν ἔλειπον

### book 2.355.2

Αἰθιόπων ὑπὸ χερσί, λύθρῳ δ’ ἐφορύνετο γαῖα

### book 2.355.3

ὀλλυμένων Δαναῶν· μέγα δ’ ἐν φρεσὶ γήθεε Μέμνων

### book 2.355.4

αἰὲν ἐπεσσύμενος δηίων στίχας, ἀμφὶ δὲ νεκρῶν

### book 2.355.5

στείνετο Τρώιον οὖδας. Ὃ δ’ οὐκ ἀπέληγε κυδοιμοῦ·

### book 2.360.1

ἔλπετο γὰρ Τρώεσσι φάος, Δαναοῖσι δὲ πῆμα

### book 2.360.2

ἔσσεσθ’· ἀλλά ἑ Μοῖρα πολύστονος ἠπερόπευεν

### book 2.360.3

ἐγγύθεν ἱσταμένη καὶ ἐπὶ κλόνον ὀτρύνουσα.

### book 2.360.4

Ἀμφὶ δέ οἱ θεράποντες ἐυσθενέες πονέοντο,

### book 2.360.5

Ἀλκυονεὺς Νύχιός τε καὶ Ἀσιάδης ἐρίθυμος

### book 2.365.1

αἰχμητής τε Μένεκλος Ἀλέξιππός τε Κλύδων τε

### book 2.365.2

ἄλλοι τ’ ἰωχμοῖο μεμαότες, οἵ ῥα καὶ αὐτοὶ

### book 2.365.3

καρτύναντ’ ἀνὰ δῆριν ἑῷ πίσυνοι βασιλῆι.

### book 2.365.4

Καὶ τότε δή ῥα Μένεκλον ἐπεσσύμενον Δαναοῖσι

### book 2

Νηλείδης κατέπεφνεν· ὃ δ’ ἀσχαλόων ἑτάροιο

### book 2.370.1

Μέμνων ὀβριμόθυμος ἐνήρατο πουλὺν ὅμιλον.

### book 2.370.2

Ὡς δ’ ὅτε τις κραιπνῇσιν ἐπιβρίσας ἐλάφοισι

### book 2.370.3

θηρητὴρ ἐν ὄρεσσι λίνων ἔντοσθεν ἐρεμνῶν

### book 2.370.4

ἰλαδὸν ἀγρομένῃσιν ἐς ὑστάτ〈ι〉ον δόλον ἄγρης

### book 2.370.5

αἰζηῶν ἰότητι, κύνες δ’ ἐπικαγχαλόωσι

### book 2.375.1

πυκνὸν ὑλακτιόωντες, ὃ δ’ ἐμμεμαὼς ὑπ’ ἄκοντι

### book 2.375.2

κεμμάσιν ὠκυτάτῃσι φόνον στονόεντα τίθησιν·

### book 2.375.3

ὣς Μέμνων ἐδάιζε πολὺν στρατόν, ἀμφὶ δ’ ἑταῖροι

### book 2.375.4

γήθεον. Ἀργεῖοι δὲ περικλυτὸν ἄνδρ’ ἐφέβοντο·

### book 2.375.5

ὡς δ’ ὁπότ’ ἐξεριπόντος ἀπ’ οὔρεος ἠλιβάτοιο

### book 2.380.1

πέτρου ἀπειρεσίοιο, τὸν ὑψόθεν ἀκάματος Ζεὺς

### book 2.380.2

ὤσῃ ἀπὸ κρημνοῖο βαλὼν στονόεντι κεραυνῷ,

### book 2.380.3

τοῦ δ’ ἄρ’ ἀνὰ δρυμὰ πυκνὰ καὶ ἄγκεα μακρὰ ῥαγέντος

### book 2.380.4

βῆσσαι ἐπικτυπέουσι, περιτρομέουσι δ’ ἀν’ ὕλην,

### book 2.380.5

εἴ που μῆλ’ ὑπένερθε κυλινδομένοιο νέμονται

### book 2.385.1

ἢ βόες ἠέ τι ἄλλο, καὶ ἐξαλέονται ἰόντος

### book 2.385.2

ῥιπὴν ἀργαλέην καὶ ἀμείλιχον· ὣς ἄρ’ Ἀχαιοὶ

### book 2.385.3

Μέμνονος ὄβριμον ἔγχος ἐπεσσυμένοιο φέβοντο.

### book 2.385.4

Καὶ τότε δὴ κρατεροῖο μόλε σχεδὸν Αἰακίδαο

### book 2.385.5

Νέστωρ, ἀμφὶ δὲ παιδὶ μέγ’ ἀχνύμενος φάτο μῦθον·

### book 2.390.1

«Ὦ Ἀχιλεῦ, μέγα ἕρκος ἐυσθενέων Ἀργείων,

### book 2.390.2

ὤλετό μοι φίλος υἱός, ἔχει δέ οἱ ἔντεα Μέμνων

### book 2.390.3

τεθναότος, δείδω δὲ κυνῶν μὴ κύρμα γένηται.

### book 2.390.4

Ἀλλὰ θοῶς ἐπάμυνον, ἐπεὶ φίλος ὅς τις ἑταίρου

### book 2.390.5

μέμνηται κταμένοιο καὶ ἄχνυται οὐκέτ’ ἐόντος.»

### book 2.395.1

Ὣς φάτο· τοῦ δ’ ἀίοντος ὑπὸ φρένας ἔμπεσε πένθος.

### book 2.395.2

Μέμνονα δ’ ὡς ἐνόησεν ἀνὰ στονόεντα κυδοιμὸν

### book 2.395.3

Ἀργείους ἰληδὸν ὑπ’ ἔγχεϊ δηιόωντα,

### book 2.395.4

αὐτίκα κάλλιπε Τρῶας ὅσους ὑπὸ χερσὶ δάιζεν

### book 2.395.5

ἀμφ’ ἄλλῃσι φάλαγξι, καὶ ἰσχανόων πολέμοιο

### book 2.1

ἤλυθέ οἱ κατέναντα χολούμενος Ἀντιλόχοιο

### book 2.2

ἠδ’ ἄλλων κταμένων. Ὃ δ’ ἄρ’ εἵλετο χείρεσι πέτρην,

### book 2.3

τήν ῥα βροτοὶ θέσαν οὖρον ἐυστάχυος πεδίοιο,

### book 2.4

καὶ βάλεν ἀκαμάτοιο κατ’ ἀσπίδα Πηλείωνος

### book 2.5

δῖος ἀνήρ. Ὃ δ’ ἄρ’ οὔ τι τρέσας περιμήκεα πέτρην

### book 2.405.1

αὐτίκα οἱ σχεδὸν ἦλθε μακρὸν δόρυ πρόσθε τιταίνων,

### book 2.405.2

πεζός, ἐπεί ῥά οἱ ἵπποι ἔσαν μετόπισθε κυδοιμοῦ,

### book 2.405.3

καί οἱ δεξιὸν ὦμον ὑπὲρ σάκεος στυφέλιξεν.

### book 2.405.4

Ὃς δὲ καὶ οὐτάμενός 〈περ〉 ἀταρβέι μάρνατο θυμῷ,

### book 2.405.5

τύψε δ’ ἄρ’ Αἰακίδαο βραχίονα δουρὶ κραταιῷ·

### book 2.410.1

τοῦ δ’ ἐχύθη φίλον αἷμα. Χάρη δ’ ἄρ’ ἐτώσιον ἥρως

### book 2.410.2

καί μιν ἄφαρ προσέειπεν ὑπερφιάλοις ἐπέεσσι·

### book 2.410.3

«Νῦν ς’ ὀίω μόρον αἰνὸν ἀναπλήσειν ὑπ’ ὀλέθρῳ

### book 2.410.4

χερσὶν ἐμῇσι δαμέντα καὶ οὐκέτι μῶλον ἀλύξαι.

### book 2.410.5

Σχέτλιε, τίπτε σὺ Τρῶας ἀνηλεγέως ὀλέεσκες,

### book 2.415.1

πάντων εὐχόμενος πολὺ φέρτατος ἔμμεναι ἀνδρῶν

### book 2.415.2

μητρός τ’ ἀθανάτης Νηρηίδος; Ἀλλὰ σοὶ ἤδη

### book 2.415.3

ἤλυθεν αἴσιμον ἦμαρ, ἐπεὶ θεόθεν γένος εἰμὶ

### book 2.415.4

Ἠοῦς ὄβριμος υἱός, ὃν ἔκτοθι λειριόεσσαι

### book 2.415.5

Ἑσπερίδες θρέψαντο παρὰ ῥόον Ὠκεανοῖο.

### book 2.420.1

Τοὔνεκά σευ καὶ δῆριν ἀμείλιχον οὐκ ἀλεείνω,

### book 2.420.2

εἰδὼς μητέρα δῖαν, ὅσον προφερεστέρη ἐστὶ

### book 2.420.3

Νηρεΐδος τῆς αὐτὸς ἐπεύχεαι ἔκγονος εἶναι.

### book 2.420.4

Ἣ μὲν γὰρ μακάρεσσι καὶ ἀνθρώποισι φαείνει,

### book 2.420.5

τῇ ἐπὶ πάντα τελεῖται ἀτειρέος ἔνδον Ὀλύμπου

### book 2.425.1

ἐσθλά τε καὶ κλυτὰ ἔργα τά τ’ ἀνδράσι γίνετ’ ὄνειαρ·

### book 2.425.2

ἣ δ’ ἐν ἁλὸς κευθμῶσι καθημένη ἀτρυγέτοισι

### book 2.425.3

ναίει ὁμῶς κήτεσσι μετ’ ἰχθύσι κυδιόωσα

### book 2.425.4

ἄπρηκτος καὶ ἄιστος. Ἐγὼ δέ μιν οὐκ ἀλεγίζω

### book 2.425.5

οὐδέ μιν ἀθανάτῃσιν ἐπουρανίῃσιν ἐίσκω.»

### book 2.430.1

Ὣς φάτο· τὸν δ’ ἐνένιπε θρασὺς πάις Αἰακίδαο·

### book 2.430.2

«Ὦ Μέμνον, πῇ νῦν σε κακαὶ φρένες ἐξορόθυναν

### book 2.430.3

ἐλθέμεν ἀντί’ ἐμεῖο καὶ ἐς μόθον ἰσοφαρίζειν;

### book 2.430.4

Ὃς σέο φέρτερός εἰμι βίῃ γενεῇ τε φυῇ τε,

### book 2.430.5

Ζηνὸς ὑπερθύμοιο λαχὼν ἀριδείκετον αἷμα

### book 2.435.1

καὶ σθεναροῦ Νηρῆος, ὃς εἰναλίας τέκε κούρας

### book 2.435.2

Νηρεΐδας, τὰς δή ῥα θεοὶ τίους’ ἐν Ὀλύμπῳ,

### book 2.435.3

πασάων δὲ μάλιστα Θέτιν κλυτὰ μητιόωσαν,

### book 2.435.4

οὕνεκά που Διόνυσον ἑοῖς ὑπέδεκτο μελάθροις,

### book 2.435.5

ὁππότε δειμαίνεσκε βίην ὀλοοῖο Λυκούργου,

### book 2.440.1

ἠδὲ καὶ ὡς Ἥφαιστον ἐύφρονα χαλκεοτέχνην

### book 2.440.2

δέξατο οἷσι δόμοισιν ἀπ’ Οὐλύμποιο πεσόντα,

### book 2.440.3

αὐτόν τ’ Ἀργικέραυνον ὅπως ὑπελύσατο δεσμῶν·

### book 2.440.4

τῶν μιμνησκόμενοι πανδερκέες Οὐρανίωνες

### book 2.440.5

μητέρ’ ἐμὴν τίουσι Θέτιν ζαθέῳ ἐν Ὀλύμπῳ.

### book 2.445

Γνώσῃ δ’ ὡς θεός ἐστιν, ἐπὴν δόρυ χάλκεον εἴσω

### book 2.1

ἐς τεὸν ἧπαρ ἵκηται ἐμῇ βεβλημένον ἀλκῇ·

### book 2.2

Ἕκτορα γὰρ Πατρόκλοιο, σὲ δ’ Ἀντιλόχοιο χολωθεὶς

### book 2.3

τίσομαι· οὐ γὰρ ὄλεσσας ἀνάλκιδος ἀνδρὸς ἑταῖρον.

### book 2.4

Ἀλλὰ τί νηπιάχοισιν ἐοικότες ἀφραδέεσσιν

### book 2.1

ἕσταμεν ἡμετέρων μυθεύμενοι ἔργα τοκήων

### book 2.2

ἠδ’ αὐτῶν; Ἐγγὺς γὰρ Ἄρης, ἐγγὺς 〈δὲ〉 καὶ ἀλκή.»

### book 2.3

Ὣς εἰπὼν παλάμῃσι λάβεν πολυμήκετον ἆορ,

### book 2.4

Μέμνων δ’ αὖθ’ ἑτέρωθε, καὶ ὀτραλέως συνόρουσαν.

### book 2.5

Τύπτον δ’ ἀλλήλων ἄμοτον φρεσὶ κυδιόωντες

### book 2.455.1

ἀσπίδας ἃς Ἥφαιστος ὑπ’ ἀμβροσίῃ κάμε τέχνῃ,

### book 2.455.2

πυκνὰ συναΐσσοντες· ἐπέψαυον δὲ λόφοισιν

### book 2.455.3

ἀλλήλαις ἑκάτερθεν ἐρειδόμεναι τρυφάλειαι.

### book 2.455.4

Ζεὺς δὲ μέγ’ ἀμφοτέροισι φίλα φρονέων βάλε κάρτος,

### book 2.455.5

τεῦξε δ’ ἄρ’ ἀκαμάτους καὶ μείζονας, οὐδὲν ὁμοίους

### book 2.460.1

ἀνδράσιν, ἀλλὰ θεοῖσιν· Ἔρις δ’ ἐπεγήθεεν ἄμφω.

### book 2.460.2

Οἳ δ’ αἰχμὴν μεμαῶτες ἄφαρ χροὸς ἐντὸς ἐλάσσαι

### book 2.460.3

μεσσηγὺς σάκεός τε καὶ ὑψιλόφου τρυφαλείης

### book 2.460.4

πολλάκις ἰθύνεσκον ἑὸν μένος, ἄλλοτε δ’ αὖτε

### book 2.460.5

βαιὸν ὑπὲρ κνημῖδος, ἔνερθε δὲ δαιδαλέοιο

### book 2.465.1

θώρηκος βριαροῖσιν ἀρηρότος ἀμφὶ μέλεσσιν,

### book 2.465.2

ἄμφω ἐπειγόμενοι· περὶ δέ σφισιν ἄμβροτα τεύχη

### book 2.465.3

ἀμφ’ ὤμοις ἀράβησε. Βοὴ δ’ ἵκετ’ αἰθέρα δῖον

### book 2.465.4

Τρώων Αἰθιόπων τε καὶ Ἀργείων ἐριθύμων

### book 2.465.5

μαρναμένων ἑκάτερθε· κόνις δ’ ὑπὸ ποσσὶν ὀρώρει

### book 2.470.1

ἄχρις ἐς οὐρανὸν εὐρύν, ἐπεὶ μέγα ἤνυτο ἔργον.

### book 2.470.2

Εὖτ’ ὀμίχλη κατ’ ὄρεσφιν ὀρινομένου ὑετοῖο,

### book 2.470.3

ὁππότε δὴ κελάδοντες ἐνιπλήθονται ἔναυλοι

### book 2.1

ὕδατος ἐσσυμένοιο, βρέμει δ’ ἄρα πᾶσα χαράδρη

### book 2.2

ἄσπετον, οἳ δ’ ἄρα πάντες ἐπιτρομέουσι νομῆες

### book 2.475.1

χειμάρρους ὀμίχλην τε φίλην ὀλοοῖσι λύκοισιν

### book 2.475.2

ἠδ’ ἄλλοις θήρεσσιν ὅσους τρέφει ἄσπετος ὕλη·

### book 2.475.3

ὣς τῶν ἀμφὶ πόδεσσι κόνις πεπότητ’ ἀλεγεινή,

### book 2.475.4

ἥ ῥά τε καὶ φάος ἠὺ κατέκρυφεν ἠελίοιο

### book 2.475.5

αἰθέρ’ ἐπισκιάουσα· κακὴ δ’ ὑπεδάμνατ’ ὀιζὺς

### book 2.480.1

λαοὺς ἐν κονίῃ τε καὶ αἰνομόρῳ ὑσμίνῃ.

### book 2.480.2

Καὶ τὴν μὲν μακάρων τις ἀπώσατο δηιοτῆτος

### book 2.480.3

ἐσσυμένως· ὀλοαὶ δὲ θοὰς ἑκάτερθε φάλαγγας

### book 2.480.4

Κῆρες ἐποτρύνεσκον ἀπειρέσιον πονέεσθαι

### book 2.480.5

δῆριν ἀνὰ στονόεσσαν· Ἄρης δ’ οὐ λῆγε φόνοιο

### book 2.485.1

λευγαλέου, πάντῃ δὲ πέριξ ἐφορύνετο γαῖα

### book 2.485.2

αἵματος ἐκχυμένοιο· μέλας δ’ ἐπετέρπετ’ Ὄλεθρος.

### book 2.485.3

Στείνετο δὲ κταμένων πεδίον μέγα ἱππόβοτόν τε,

### book 2.485.4

ὁππόσον ἀμφὶ ῥοῇς Σιμόεις καὶ Ξάνθος ἐέργει

### book 2.485.5

Ἴδηθεν κατιόντες ἐς ἱερὸν Ἑλλήσποντον.

### book 2.490.1

Ἀλλ’ ὅτε δὴ πολλὴ μὲν ἄδην μηκύνετο δῆρις

### book 2.490.2

μαρναμένων, ἶσον δὲ μένος τέτατ’ ἀμφοτέροισι,

### book 2.490.3

δὴ τότε τούς γ’ ἀπάνευθεν Ὀλύμπιοι εἰσορόωντες

### book 2.490.4

οἳ μὲν θυμὸν ἔτερπον ἀτειρέι Πηλείωνι,

### book 2.490.5

οἳ δ’ ἄρα Τιθωνοῖο καὶ Ἠοῦς υἱέι δίῳ.

### book 2.495.1

Ὑψόθε δ’ οὐρανὸς εὐρὺς ἐπέβραχεν, ἀμφὶ δὲ πόντος

### book 2.495.2

ἴαχε, κυανέη δὲ πέριξ ἐλελίζετο γαῖα

### book 2.495.3

ἀμφοτέρων ὑπὸ ποσσί. Περιτρομέοντο δὲ πᾶσαι

### book 2.495.4

ἀμφὶ Θέτιν Νηρῆος ὑπερθύμοιο θύγατρες

### book 2.495.5

ὀβρίμου ἀμφ’ Ἀχιλῆος ἰδ’ ἄσπετα δειμαίνοντο.

### book 2

Δείδιε δ’ Ἠριγένεια φίλῳ περὶ παιδὶ καὶ αὐτὴ

### book 2.1

ἵπποις ἐμβεβαυῖα δι’ αἰθέρος· αἳ δέ οἱ ἄγχι

### book 2.2

Ἠελίοιο θύγατρες ἐθάμβεον ἑστηυῖαι

### book 2.3

θεσπέσιον περὶ κύκλον, ὃν Ἠελίῳ ἀκάμαντι

### book 2.4

Ζεὺς πόρεν εἰς ἐνιαυτὸν ἐὺν δρόμον, ᾧ περὶ πάντα

### book 2.505.1

ζώει τε φθινύθει τε περιπλομένοιο κατ’ ἦμαρ

### book 2.505.2

νωλεμέως αἰῶνος ἑλισσομένων ἐνιαυτῶν.

### book 2.505.3

Καί νύ κε δὴ μακάρεσσιν ἀμείλιχος ἔμπεσε δῆρις,

### book 2.505.4

εἰ μὴ ὑπ’ ἐννεσίῃσι Διὸς μεγαλοβρεμέταο

### book 2.505.5

δοιαὶ ἄρ’ ἀμφοτέροισι θοῶς ἑκάτερθε παρέσταν

### book 2.510.1

Κῆρες· ἐρεμναίη μὲν ἔβη ποτὶ Μέμνονος ἦτορ,

### book 2.510.2

φαιδρὴ δ’ ἀμφ’ Ἀχιλῆα δαΐφρονα· τοὶ δ’ ἐσιδόντες

### book 2.510.3

ἀθάνατοι μέγ’ ἄυσαν, ἄφαρ δ’ ἕλε τοὺς μὲν ἀνίη

### book 2.510.4

λευγαλέη, τοὺς δ’ ἠὺ καὶ ἀγλαὸν ἔλλαβε χάρμα.

### book 2.510.5

Ἥρωες δ’ ἐμάχοντο καθ’ αἱματόεντα κυδοιμὸν

### book 2.515.1

ἔμπεδον, οὐδέ τι Κῆρας ἐποιχομένας ἐνόησαν

### book 2.515.2

θυμὸν καὶ μέγα κάρτος ἐπ’ ἀλλήλοισι φέροντες.

### book 2.515.3

Φαίης κε στονόεντα κατὰ μόθον ἤματι κείνῳ

### book 2.515.4

μάρνασθ’ ὥς τε Γίγαντας ἀτειρέας ἠὲ κραταιοὺς

### book 2.515.5

Τιτῆνας· σθεναρὴ γὰρ ἐπὶ σφίσι δῆρις ὀρώρει·

### book 2.520.1

ἠμὲν ὁτὲ ξιφέεσσι συνέδραμον, ἠδ’ ὁτὲ λᾶας

### book 2.520.2

βάλλον ἐπεσσύμενοι περιμήκεας. Οὐδέ τις αὐτῶν

### book 2.520.3

χάζετο βαλλομένων οὐδ’ ἔτρεσαν, ἀλλ’ ἅτε πρῶνες

### book 2.520.4

ἕστασαν ἀκμῆτες καταειμένοι ἄσπετον ἀλκήν·

### book 2.520.5

ἄμφω γὰρ μεγάλοιο Διὸς γένος εὐχετόωντο.

### book 2.525.1

Τοὔνεκ’ ἄρά σφισι δῆριν ἴσην ἐτάνυσσεν Ἐνυὼ

### book 2.525.2

πολλὸν ἐρειδομένοισιν ἐπὶ χρόνον ἐν δαῒ κείνῃ,

### book 2.525.3

αὐτοῖς ἠδ’ ἑτάροισιν ἀταρβέσιν οἳ μετ’ ἀνάκτων

### book 2.1

νωλεμέως πονέοντο μεμαότες, ἄχρι καμόντων

### book 2.2

αἰχμαὶ ἀνεγνάμφθησαν ἐν ἀσπίσιν· οὐδέ τις ἦεν

### book 2.530.1

θεινομένων ἑκάτερθεν ἀνούτατος, ἀλλ’ ἄρα πάντων

### book 2.530.2

ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἷμα καὶ ἱδρὼς

### book 2.530.3

αἰὲν ἐρειδομένων. Κεκάλυπτο δὲ γαῖα νέκυσσιν,

### book 2.530.4

οὐρανὸς ὣς νεφέεσσιν ἐς Αἰγοκερῆα κιόντος

### book 2.530.5

ἠελίου, ὅτε πόντον ὑποτρομέει μέγα ναύτης.

### book 2.535.1

Τοὺς 〈δ’〉 ἵπποι χρεμέθοντες ἐπεσσυμένοις ἅμα λαοῖς

### book 2.535.2

τεθναότας στείβεσκον, ἅτ’ ἄσπετα φύλλα κατ’ ἄλσος

### book 2.535.3

χείματος ἀρχομένου μετὰ τηλεθόωσαν ὀπώρην.

### book 2.535.4

Οἳ δέ που ἐν νεκύεσσι καὶ αἵματι δηριόωντο

### book 2.535.5

υἱῆες μακάρων ἐρικυδέες οὐδ’ ἀπέληγον

### book 2.540.1

ἀλλήλοις κοτέοντες. Ἔρις δ’ ἴθυνε τάλαντα

### book 2.540.2

ὑσμίνης ἀλεγεινά. Τὰ δ’ οὐκέτι ἶσα πέλοντο·

### book 2.540.3

ἀλλ’ ἄρα Μέμνονα δῖον ὑπὸ στέρνοιο θέμεθλα

### book 2.540.4

Πηλείδης οὔτησε, τὸ δ’ ἀντικρὺ μέλαν ἆορ

### book 2.540.5

ἐξέθορε〈ν〉. Τοῦ δ’ αἶψα λύθη πολυήρατος αἰών·

### book 2.545.1

κάππεσε δ’ ἐς μέλαν αἷμα, βράχεν δέ οἱ ἄσπετα τεύχη,

### book 2.545.2

γαῖα δ’ ὑπεσμαράγησε καὶ ἀμφεφόβηθεν ἑταῖροι.

### book 2.545.3

Τὸν δ’ ἄρα Μυρμιδόνες μὲν ἐσύλεον· ἀμφὶ δὲ Τρῶες

### book 2.545.4

φεῦγον, ὃ δ’ αἶψα δίωκε μένος μέγα λαίλαπι ἶσος.

### book 2.545.5

Ἠὼς δὲ στονάχησε καλυψαμένη νεφέεσσιν,

### book 2.1

ἠχλύνθη δ’ ἄρα γαῖα. Θοοὶ δ’ ἅμα πάντες Ἀῆται

### book 2.2

μητρὸς ἐφημοσύνῃσι μιῇ φορέοντο κελεύθῳ

### book 2.3

ἐς πεδίον Πριάμοιο καὶ ἀμφεχέαντο θανόντι·

### book 2.1

οἳ καὶ ἀνηρείψαντο θοῶς Ἠώιον υἷα

### book 2.2

καί ἑ φέρον πολιοῖο δι’ ἠέρος· ἄχνυτο δέ σφι

### book 2.555.1

θυμὸς ἀδελφειοῖο δεδουπότος, ἀμφὶ δ’ ἄρ’ αἰθὴρ

### book 2.555.2

ἔστενε. Τοῦ δ’ ἐπὶ γαῖαν ὅσαι πέσον αἱματόεσσαι

### book 2.555.3

ἐκ μελέων ῥαθάμιγγες, ἐν ἀνθρώποισι τέτυκται

### book 2.555.4

σῆμα καὶ ἐσσομένοις· τὰς γὰρ θεοὶ ἄλλοθεν ἄλλην

### book 2.555.5

εἰς ἓν ἀγειράμενοι ποταμὸν θέσαν ἠχήεντα,

### book 2.560.1

τόν ῥά τε Παφλαγόνειον ἐπιχθόνιοι καλέουσι

### book 2.560.2

πάντες ὅσοι ναίουσι μακρῆς ὑπὸ πείρασιν Ἴδης·

### book 2.560.3

ὅς τε καὶ αἱματόεις τραφερὴν ἐπινίσεται αἶαν,

### book 2.560.4

ὁππότε Μέμνονος ἦμαρ ἔῃ λυγρὸν ᾧ ἔνι κεῖνος

### book 2.560.5

κάτθανε· λευγαλέη δὲ καὶ ἄσχετος ἔσσυται ὀδμὴ

### book 2.565.1

ἐξ ὕδατος· φαίης κεν ἔθ’ ἕλκεος οὐλομένοιο

### book 2.565.2

πυθομένους ἰχῶρας ἀποπνείειν ἀλεγεινόν.

### book 2.565.3

Ἀλλὰ τὸ μὲν βουλῇσι θεῶν γένεθ’· οἳ δ’ ἐπέτοντο

### book 2.565.4

Ἠοῦς ὄβριμον υἷα θοοὶ φορ〈έ〉οντες Ἀῆται

### book 2.565.5

τυτθὸν ὑπὲρ γαίης δνοφερῇ κεκαλυμμένον ὄρφνῃ.

### book 2.570.1

Οὐδὲ μὲν Αἰθιοπῆες ἀποκταμένοιο ἄνακτος

### book 2.570.2

νόσφιν ἀπεπλάγχθησαν, ἐπεὶ θεὸς αἶψα καὶ αὐτοὺς

### book 2.570.3

ἦγε λιλαιομένοισι βαλὼν τάχος, οἷον ἔμελλον

### book 2.570.4

οὐ μετὰ δηρὸν ἔχοντες ὑπηέριοι φορέεσθαι·

### book 2.570.5

τοὔνεχ’ ἕποντ’ Ἀνέμοισιν ὀδυρόμενοι βασιλῆα.

### book 2.575.1

Ὡς δ’ ὅτ〈αν〉 ἀγρευτῆρος ἐνὶ ξυλόχοισι δαμέντος

### book 2.575.2

ἢ συὸς ἠὲ λέοντος ὑπὸ βλοσυρῇσι γένυσσι

### book 2.575.3

σῶμ’ ἀναειράμενοι μογεροὶ φορέωσιν ἑταῖροι

### book 2.575.4

ἀχνύμενοι, μετὰ δέ σφι κύνες ποθέοντες ἄνακτα

### book 2.575.5

κνυζηθμῷ ἐφέπονται ἀνιηρῆς ἕνεκ’ ἄγρης·

### book 2.580.1

ὣς οἵ γε προλιπόντες ἀνηλέα δηιοτῆτα

### book 2.580.2

λαιψηροῖς ἐφέποντο μέγα στενάχοντες Ἀήταις

### book 2.580.3

ἀχλύι θεσπεσίῃ κεκαλυμμένοι. Ἀμφὶ δὲ Τρῶες

### book 2.580.4

καὶ Δαναοὶ θάμβησαν ἅμα σφετέρῳ βασιλῆι

### book 2.580.5

πάντας ἀιστωθέντας, ἀπειρεσίῃ δ’ ἀνὰ θυμὸν

### book 2.585.1

ἀμφασίῃ βεβόληντο. Νέκυν δ’ ἀκάμαντες Ἀῆται

### book 2.585.2

Μέμνονος ἀγχεμάχοιο θέσαν βαρέα στενάχοντες

### book 2.585.3

πὰρ ποταμοῖο ῥέεθρα βαθυρρόου Αἰσήποιο,

### book 2.585.4

ἧχί τε Νυμφάων καλλιπλοκάμων πέλει ἄλσος

### book 2.585.5

καλόν, ὃ δὴ μετόπισθε μακρὸν περὶ σῆμ’ ἐβάλοντο

### book 2.590.1

Αἰσήποιο θύγατρες ἄδην πεπυκασμένον ὕλῃ

### book 2.590.2

παντοίῃ· καὶ πολλὰ θεαὶ περικωκύσαντο

### book 2.590.3

υἱέα κυδαίνουσαι ἐυθρόνου Ἠριγενείης.

### book 2.590.4

Δύσετο δ’ ἠελίοιο φάος· κατὰ δ’ ἤλυθεν Ἠὼς

### book 2.590.5

οὐρανόθεν κλαίουσα φίλον τέκος, ἀμφὶ δ’ ἄρ’ αὐτῇ

### book 2.595.1

κοῦραι ἐυπλόκαμοι δυο〈καί〉δεκα, τῇσι μέμηλεν

### book 2.595.2

αἰὲν ἑλισσομένου Ὑπερίονος αἰπὰ κέλευθα

### book 2.595.3

νύξ τε καὶ ἠριγένεια καὶ ἐκ Διὸς ὁππόσα βουλῆς

### book 2.595.4

γίνεται, οὗ περὶ δῶμα καὶ ἀρρήκτους πυλεῶνας

### book 2.595.5

στρωφῶντ’ ἔνθα καὶ ἔνθα πέριξ λυκάβαντα φέρουσαι

### book 2.1

καρποῖσι βρίθοντα, κυλινδομένου περὶ κύκλον

### book 2.2

χειμῶνος κρυεροῖο καὶ εἴαρος ἀνθεμόεντος

### book 2.3

ἠδὲ θέρευς ἐρατοῖο πολυσταφύλοιό τ’ ὀπώρης.

### book 2.4

Αἳ δ’ ὅτε δὴ κατέβησαν ἀπ’ αἰθέρος ἠλιβάτοιο

### book 2.5

ἄσπετ’ ὀδυρόμεναι περὶ Μέμνονα, σὺν δ’ ἄρα τῇσι

### book 2.605.1

Πληιάδες μύροντο, περίαχε δ’ οὔρεα μακρὰ

### book 2.605.2

καὶ ῥόος Αἰσήποιο, γόος δ’ ἄλληκτος ὀρώρει.

### book 2.1

Ἣ δ’ ἄρ’ ἐνὶ μέσσῃσιν ἑῷ περὶ παιδὶ χυθεῖσα

### book 2.2

μακρὸν ἀνεστονάχησε πολύστονος Ἠριγένεια·

### book 2.3

«Ὤλεό μοι, φίλε τέκνον, ἑῇ δ’ ἄρα μητέρι πένθος

### book 2.610.1

ἀργαλέον περίθηκας. Ἐγὼ δ’ οὐ σεῖο δαμέντος

### book 2.610.2

τλήσομαι ἀθανάτοισιν ἐπουρανίοισι φαείνειν·

### book 2.610.3

ἀλλὰ καταχθονίων ἐσδύσομαι αἰνὰ βέρεθρα,

### book 2.610.4

ψυχὴ ὅπου σέο νόσφιν ἀποφθιμένου 〈πε〉πότηται,

### book 2.610.5

πάντ’ ἐπικιδναμένου χάεος καὶ ἀεικέος ὄρφνης,

### book 2.615.1

ὄφρά τι καὶ Κρονίδαο περὶ φρένας ἄλγος ἵκηται.

### book 2.615.2

Οὐ γὰρ ἀτιμοτέρη Νηρηίδος, ἐκ Διὸς αὐτοῦ

### book 2.615.3

πάντ’ ἐπιδερκομένη, πάντ’ ἐς τέλος ἄχρις ἄγουσα,

### book 2.615.4

μαψιδίως· ἦ γάρ κεν ἐμὸν φάος ὠπίσατο Ζεύς.

### book 2.615.5

Τοὔνεχ’ ὑπὸ ζόφον εἶμι· Θέτιν δ’ ἐς Ὄλυμπον ἀγέσθω

### book 2.620.1

ἐξ ἁλός, ὄφρα θεοῖσι καὶ ἀνθρώποισι φαείνῃ·

### book 2.620.2

αὐτὰρ ἐμοὶ στονόεσσα μετ’ οὐρανὸν εὔαδεν ὄρφνη,

### book 2.620.3

μὴ δὴ σεῖο φονῆι φάος περὶ σῶμα βάλοιμι.»

### book 2.620.4

Ὣς φαμένης ῥέε δάκρυ κατ’ ἀμβροσίοιο προσώπου

### book 2.620.5

ἀενάῳ ποταμῷ ἐναλίγκιον, ἀμφὶ δὲ νεκρῷ

### book 2.625.1

δεύετο γαῖα μέλαινα· συνάχνυτο δ’ ἀμβροσίη Νὺξ

### book 2.625.2

παιδὶ φίλῃ καὶ πάντα κατέκρυφεν Οὐρανὸς ἄστρα

### book 2.625.3

ἀχλύι καὶ νεφέεσσι φέρων χάριν Ἠριγενείῃ.

### book 2.625.4

Τρῶες δ’ ἄστεος ἔνδον ἔσαν περὶ Μέμνονι θυμὸν

### book 2.625.5

ἀχνύμενοι· πόθεον γὰρ ὁμῶς ἑτάροισιν ἄνακτα.

### book 2.630

Οὐδὲ μὲν Ἀργεῖοι μέγ’ ἐγήθεον, ἀλλὰ καὶ αὐτοὶ

### book 2.1

ἐν πεδίῳ κταμένοισι παρ’ ἀνδράσιν αὖλιν ἔχοντες

### book 2.2

ἄμφω ἐυμμελίην μὲν Ἀχιλλέα κυδαίνεσκον,

### book 2.3

Ἀντίλοχον δ’ ἄρα κλαῖον· ἔχον δ’ ἅμα χάρματι πένθος.

### book 2.4

Παννυχίη δ’ ἀλεγεινὸν ἀνεστενάχιζε γοῶσα

### book 2.635.1

Ἠώς, ἀμφὶ δέ οἱ κέχυτο ζόφος· οὐδέ τι θυμῷ

### book 2.635.2

ἀντολίης ἀλέγιζε, μέγαν δ’ ἤχθηρεν Ὄλυμπον.

### book 2.635.3

Ἄγχι δέ οἱ μάλα πολλὰ ποδώκεες ἔστενον ἵπποι,

### book 2.635.4

γαῖαν ἐπιστείβοντες ἀήθεα καὶ βασίλειαν

### book 2.635.5

ἀχνυμένην ὁρόωντες, ἐελδόμενοι μέγα νόστου.

### book 2.640.1

Ζεὺς δ’ ἄμοτον βρόντησε χολούμενος, ἀμφὶ δὲ γαῖα

### book 2.640.2

κινήθη περὶ πᾶσα· τρόμος δ’ ἕλεν ἄμβροτον Ἠῶ.

### book 2.640.3

Τὸν δ’ ἄρα καρπαλίμως μελανόχροες Αἰθιοπῆες

### book 2.640.4

θάψαν ὀδυρόμενοι· τοὺς δ’ Ἠριγένεια βοῶπις

### book 2.640.5

πόλλ’ ὀλοφυρομένους κρατεροῦ περὶ σήματι παιδὸς

### book 2.645.1

οἰωνοὺς ποίησε καὶ ἠέρι δῶκε φέρεσθαι.

### book 2.645.2

Τοὺς δὴ νῦν καλέουσι βροτῶν ἀπερείσια φῦλα

### book 2.645.3

μέμνονας, οἵ ῥ’ ἔτι τύμβον ἔπι σφετέρου βασιλῆος

### book 2.645.4

ἐσσύμενοι γοόωσι κόνιν καθύπερθε χέοντες

### book 2.645.5

σήματος, ἀλλήλοις δὲ περικλονέουσι κυδοιμὸν

### book 2.1

Μέμνονι ἦρα φέροντες· ὃ δ’ εἰν Ἀίδαο δόμοισιν

### book 2.2

ἠέ που ἐν μακάρεσσι κατ’ Ἠλύσιον πέδον αἴης

### book 2.3

καγχαλάᾳ, καὶ θυμὸν ἰαίνεται ἄμβροτος Ἠὼς

### book 2.4

δερκομένη· τοῖσι〈ν〉 δὲ πέλει πόνος, ἄχρι καμόντες

### book 2.5

εἷς ἕνα δῃώσωνται ἀνὰ κλόνον ἠὲ καὶ ἄμφω

### book 2.655.1

πότμον ἀναπλήσωσι πονεύμενοι ἀμφὶς ἄνακτι.

### book 2.655.2

Καὶ τὰ μὲν ἐννεσίῃσι φαεσφόρου Ἠριγενείης

### book 2.1

οἰωνοὶ τελέουσι θοοί. Τότε δ’ ἄμβροτος Ἠὼς

### book 2.2

οὐρανὸν εἰσανόρουσ〈εν〉 ὁμῶς πολυαλδέσιν Ὥραις,

### book 2.3

αἵ ῥά μιν οὐκ ἐθέλουσαν ἀνήγαγον ἐς Διὸς οὖδας,

### book 2.660.1

παρφάμεναι μύθοισιν ὅσοις βαρὺ πένθος ὑπείκει,

### book 2.660.2

καί περ ἔτ’ ἀχνυμένην. Ἣ δ’ οὐ λάθεθ’ οἷο δρόμοιο·

### book 2.660.3

δείδιε γὰρ 〈δὴ〉 Ζηνὸς ἄδην ἄλληκτον ἐνιπήν,

### book 2.660.4

ἐξ οὗ πάντα πέλονται ὅς’ Ὠκεανοῖο ῥέεθρα

### book 2.660.5

ἐντὸς ἔχει καὶ γαῖα καὶ αἰθομένων ἕδος ἄστρων.

### book 2.665

Τῆς 〈δ’ ἄ〉ρα Πληιάδες πρότεραι ἴσαν· ἣ δὲ καὶ αὐτὴ

### book 2

αἰθερίας ὤιξε πύλας, ἐκέδασσε δ’ ἄρ’ ἀχλύν.

### book 3.1.1

Αὐτὰρ ἐπεὶ φάος ἦλθεν ἐυθρόνου Ἠριγενείης,

### book 3.1.2

δὴ τότ’ ἄρ’ Ἀντιλόχοιο νέκυν ποτὶ νῆας ἔνεικαν

### book 3.1.3

αἰχμηταὶ Πύλιοι μεγά〈λα〉 στενάχοντες ἄνακτα

### book 3.1.4

καί μιν ταρχύσαντο παρ’ ᾐόσιν Ἑλλησπόντου

### book 3.5.1

πολλὰ μάλ’ ἀχνύμενοι. Περὶ δ’ ἔστενον ὄβριμοι υἷες

### book 3.5.2

Ἀργείων· πάντας γὰρ ἀμείλιχον ἄμπεχε πένθος

### book 3.5.3

Νέστορι ἦρα φέροντας. Ὃ δ’ οὐ μέγα δάμνατο θυμῷ·

### book 3.5.4

ἀνδρὸς γὰρ πινυτοῖο περὶ φρεσὶ τλήμεναι ἄλγος

### book 3.5.5

θαρσαλέως καὶ μή τι κατηφιόωντ’ ἀκάχησθαι.

### book 3.10.1

Πηλείδης δ’ ἑτάροιο χολούμενος Ἀντιλόχοιο

### book 3.10.2

σμερδνὸν ἐπὶ Τρώεσσι κορύσσετο· τοὶ δὲ καὶ αὐτοὶ

### book 3.10.3

καί περ ὑποτρομέοντες ἐυμμελίην Ἀχιλῆα

### book 3.10.4

τείχεος ἐξεχέοντο μεμαότες, οὕνεκ’ ἄρά σφι

### book 3.10.5

Κῆρες ἐνὶ στέρνοισι θράσος βάλον· ἦ γὰρ ἔμελλον

### book 3.15.1

πολλοὶ ἀνοστήτοιο κατελθέμεν Ἀιδονῆος

### book 3.15.2

χερσὶν ὑπ’ Αἰακίδαο δαΐφρονος, ὅς ῥα καὶ αὐτὸς

### book 3.15.3

φθεῖσθαι ὁμῶς ἤμελλε παρὰ Πριάμοιο πόληι.

### book 3.15.4

Αἶψα δ’ ἄρ’ ἀμφοτέρωθε συνήλυθον εἰς ἕνα χῶρον

### book 3

Τρώων ἔθνεα πολλὰ μενεπτολέμων τ’ Ἀργείων

### book 3.20.1

μαιμώωντ’ ἐς Ἄρηα διεγρομένου πολέμοιο.

### book 3.20.2

Πηλείδης δ’ ἐν τοῖσι πολὺν περιδάμνατο λαὸν

### book 3.20.3

δυσμενέων· πάντῃ δὲ φερέσβιος αἵματι γαῖα

### book 3.20.4

δεύετο καὶ νεκύεσσι περιστείνοντο ῥέεθρα

### book 3.20.5

Ξάνθου καὶ Σιμόεντος. Ὃ δ’ ἑσπόμενος κεράιζε

### book 3.25.1

μέχρι〈σ〉 ἐπὶ πτολίεθρον, ἐπεὶ φόβος ἄμπεχε λαούς.

### book 3.25.2

Καί νύ κε πάντας ὄλεσσε, πύλας δ’ εἰς οὖδας ἔρεισε

### book 3.25.3

θαιρῶν ἐξερύσας, ἢ καὶ συνέαξεν ὀχῆας

### book 3.25.4

δόχμιος ἐγχριμφθείς, Δαναοῖσι δ’ ἔθηκε κέλευθον

### book 3.25.5

ἐς Πριάμοιο πόληα, διέπραθε δ’ ὄλβιον ἄστυ,

### book 3.30.1

εἰ μή οἱ μέγα Φοῖβος ἀνηλέι χώσατο θυμῷ,

### book 3.30.2

ὡς ἴδεν ἄσπετα φῦλα δαϊκταμένων ἡρώων.

### book 3.30.3

Αἶψα δ’ ἀπ’ Οὐλύμποιο κατήλυθε θηρὶ ἐοικὼς

### book 3.30.4

ἰοδόκην ὤμοισιν ἔχων καὶ ἀναλθέας ἰούς·

### book 3.30.5

ἔστη δ’ Αἰακίδαο καταντίον· ἀμφὶ δ’ ἄρ’ αὐτῷ

### book 3.35.1

γωρυτὸς καὶ τόξα μέγ’ ἴαχεν, ἐκ δέ οἱ ὄσσων

### book 3.35.2

πῦρ ἄμοτον μάρμαιρε, ποσὶν δ’ ὑπὸ κίνυτο γαῖα.

### book 3.35.3

Σμερδαλέον δ’ ἤυσε μέγας θεός, ὄφρ’ Ἀχιλῆα

### book 3.35.4

τρέψῃ ἀπὸ πτολέμοιο θεοῦ ὄπα ταρβήσαντα

### book 3.35.5

θεσπεσίην καὶ Τρῶας ὑπ’ ἐκ θανάτοιο σαώσῃ·

### book 3.40.1

«Χάζεο, Πηλείδη, Τρώων ἑκάς, οὐ γὰρ ἔοικεν

### book 3.40.2

οὔ ς’ ἔτι δυσμενέεσσι κακὰς ἐπὶ Κῆρας ἰάλλειν,

### book 3.40.3

μή σε καὶ ἀθανάτων τις ἀπ’ Οὐλύμποιο χαλέψῃ.»

### book 3.40.4

Ὣς ἄρ’ ἔφη· ὃ δ’ ἄρ’ οὔ τι θεοῦ τρέσεν ἄμβροτον αὐδήν·

### book 3.40.5

ἤδη γάρ οἱ Κῆρες ἀμείλιχοι ἀμφεποτῶντο.

### book 3.45.1

Τοὔνεκ’ ἄρ’ οὐκ ἀλέγιζε θεοῦ, μέγα δ’ ἴαχεν ἄντην·

### book 3.45.2

«Φοῖβε, τί ἤ με θεοῖσι καὶ οὐ μεμαῶτα μάχεσθαι

### book 3.1

ὀτρύνεις Τρώεσσιν ὑπερφιάλοισιν ἀμύνων;

### book 3.2

Ἤδη γὰρ καὶ πρόσθε μ’ ἀποστρέψας ὀρυμαγδοῦ

### book 3.3

ἤπαφες, ὁππότε πρῶτον ὑπεξεσάωσας ὀλέθρου

### book 3.1

Ἕκτορα τῷ μέγα Τρῶες ἀνὰ πτόλιν εὐχετόωντο.

### book 3.2

Ἀλλ’ ἀναχάζεο τῆλε καὶ ἐς μακάρων ἕδος ἄλλων

### book 3.3

ἔρχεο, μή σε βάλοιμι καὶ ἀθάνατόν περ ἐόντα.»

### book 3.4

Ὣς εἰπὼν ἀπάτερθε θεὸν λίπε, βῆ δ’ ἐπὶ Τρῶας

### book 3.5

οἵ ῥ’ ἔτι που φεύγεσκον ἅμα προπάροιθε πόληος,

### book 3.55.1

καὶ τοὺς μὲν σεύεσκεν· ὃ δ’ ἀσχαλόων ἐνὶ θυμῷ

### book 3.55.2

Φοῖβος ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν·

### book 3.55.3

«Ὢ πόποι, ὡς ὅ γε μαίνετ’ ἀνὰ φρένας· ἀλλά μιν οὔ τι

### book 3.55.4

οὐδ’ αὐτὸς Κρονίδης ἔτ’ ἀνέξεται οὔτέ τις ἄλλος

### book 3.55.5

οὕτω μαργαίνοντα καὶ ἀντιόωντα θεοῖσιν.»

### book 3.60.1

Ὣς ἄρ’ ἔφη καὶ ἄιστος ὁμοῦ νεφέεσσιν ἐτύχθη·

### book 3.60.2

ἠέρα δ’ ἑσσάμενος στυγερὸν προέηκε βέλεμνον

### book 3.60.3

καί ἑ θοῶς οὔτησε κατὰ σφυρόν. Αἶψα δ’ ἀνῖαι

### book 3.60.4

δῦσαν ὑπὸ κραδίην· ὃ δ’ ἀνετράπετ’ ἠύτε πύργος,

### book 3.60.5

ὅν τε βίη τυφῶνος ὑποχθονίῃ στροφάλιγγι

### book 3.65.1

ῥήξῃ ὑπὲρ δαπέδοιο κραδαινομένης βαθὺ γαίης·

### book 3.65.2

ὣς ἐκλίθη δέμας ἠὺ κατ’ οὔδεος Αἰακίδαο.

### book 3.65.3

Ἀμφὶ δὲ παπτήνας ὀλοὸν καὶ † ἄκρατον † ὁμόκλα·

### book 3.65.4

«Τίς νύ μοι αἰνὸν ὀιστὸν ἐπιπροέηκε κρυφηδόν;

### book 3.65.5

Τλήτω μευ κατέναντα καὶ εἰς ἀναφανδὸν ἱκέσθαι,

### book 3.70.1

ὄφρά κέ οἱ μέλαν αἷμα καὶ ἔγκατα πάντα χυθείη

### book 3.70.2

ἡμετέρῳ περὶ δουρὶ καὶ Ἄιδα λυγρὸν ἵκηται.

### book 3.1

Οἶδα γὰρ ὡς οὔ τίς με δυνήσεται ἐγγύθεν ἐλθὼν

### book 3.2

ἐγχείῃ δαμάσασθαι ἐπιχθονίων ἡρώων,

### book 3.3

οὐδ’ εἴ περ στέρνοισι μάλ’ ἄτρομον ἦτορ ἔχῃσιν,

### book 3.75.1

ἄτρομον ἦτορ ἔχῃσι λίην καὶ χάλκεος εἴη.

### book 3.75.2

Κρύβδα δ’ ἀνάλκιδες αἰὲν ἀγαυοτέρους λοχόωσι·

### book 3.75.3

τῶ μευ ἴτω κατέναντα, καὶ εἰ θεὸς εὔχεται εἶναι

### book 3.75.4

χωόμενος Δαναοῖς, ἐπεὶ ἦ νύ μοι ἦτορ ἔολπεν

### book 3.75.5

ἔμμεναι Ἀπόλλωνα λυγρῇ κεκαλυμμένον ὄρφνῃ.

### book 3.80.1

Ὣς γάρ μοι τὸ πάροιθε φίλη διεπέφραδε μήτηρ

### book 3.80.2

κείνου ὑπαὶ βελέεσσιν ὀιζυρῶς ἀπολέσθαι

### book 3.80.3

Σκαιῇς ἀμφὶ πύλῃσι· τὸ δ’ οὐκ ἀνεμώλιον ἦεν.»

### book 3.80.4

Ἦ καὶ λυγρὸν ὀιστὸν ἀμειλίκτοισι χέρεσσιν

### book 3.80.5

ἕλκεος ἐξείρυσσεν ἀναλθέος· ἐκ δέ οἱ αἷμα

### book 3.85.1

ἔσσυτο τειρομένοιο, πότμος δέ οἱ ἦτορ ἐδάμνα.

### book 3.85.2

Ἀσχαλόων δ’ ἔρριψε βέλος· τὸ δ’ ἄρ’ αἶψα κιοῦσαι

### book 3.85.3

Πνοιαὶ ἀνηρείψαντο, δόσαν δέ μιν Ἀπόλλωνι

### book 3.85.4

ἐς Διὸς οἰχομένῳ ζάθεον πέδον· οὐ γὰρ ἐῴκει

### book 3.85.5

ἄμβροτον ἰὸν ὀλέσθαι ἀπ’ ἀθανάτοιο μολόντα.

### book 3.90.1

Δεξάμενος δ’ ὅ γε κραιπνὸς ἀφίκετο μακρὸν Ὄλυμπον

### book 3.90.2

ἄλλων ἀθανάτων ἐς ὁμήγυριν, ἧχι μάλιστα

### book 3.90.3

πανσυδίῃ ἀγέροντο μάχην ἐσορώμενοι ἀνδρῶν·

### book 3.90.4

οἳ μὲν γὰρ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι,

### book 3.90.5

οἳ δ’ ἄρα καὶ Δαναοῖς, δι〈ὰ δ’〉 ἄνδιχα μητιόωντες

### book 3.95.1

δέρκοντο κτείνοντας ἀνὰ μόθον ὀλλυμένους τε.

### book 3.95.2

Τὸν δ’ ὁπότ’ εἰσενόησε Διὸς πινυτὴ παράκοιτις,

### book 3.95.3

αὐτίκα μιν νείκεσσεν ἀνιηροῖς ἐπέεσσι·

### book 3.95.4

«Φοῖβε, τί ἢ τόδ’ ἔρεξας ἀτάσθαλον ἤματι τῷδε,

### book 3

λησάμενος κείνοιο, τὸν ἀθάνατοι γάμον αὐτοὶ

### book 3.1

ἀντιθέῳ Πηλῆι συνήρσαμεν; Εὖ δ’ ἐνὶ μέσσοις

### book 3.2

δαινυμένοις ἤειδες, ὅπως Θέτιν ἀργυρόπεζαν

### book 3.3

Πηλεὺς ἤγετ’ ἄκοιτιν ἁλὸς μέγα λαῖτμα λιποῦσαν·

### book 3.4

καί σευ φορμίζοντος ἐπήιεν ἀθρόα φῦλα

### book 3.5

θῆρές τ’ οἰωνοί τε βαθυσκόπελοί τε κολῶναι

### book 3.105.1

καὶ ποταμοὶ καὶ πᾶσα βαθύσκιος ἤιεν ὕλη.

### book 3.105.2

Ἀλλὰ τά γ’ ἐξελάθου καὶ ἀμείλιχον ἔργον ἔρεξας

### book 3.105.3

κτείνας ἀνέρα δῖον ὃν ἀθανάτοισι σὺν ἄλλοις

### book 3.105.4

νέκταρ ἀποσπένδων ἠρήσαο παῖδα γενέσθαι

### book 3.105.5

ἐκ Θέτιδος Πηλῆι. Τεῆς δ’ ἐπελήσαο ἀρῆς

### book 3.110.1

ἦρα φέρων λαοῖσι κραταιοῦ Λαομέδοντος

### book 3.110.2

ᾧ πάρα βουκολέεσκε〈σ〉· ὃ δ’ ἀθάνατόν περ ἐόντα

### book 3.110.3

θνητὸς ἐὼν ἀκάχιζε· σὺ δ’ ἀφρονέων ἐνὶ θυμῷ

### book 3.110.4

ἦρα φέρεις Τρώεσσι λελασμένος ὅσς’ ἐμόγησας.

### book 3.110.5

Σχέτλιε, οὔ νύ τι οἶδας ἐνὶ φρεσὶ λευγαλέῃσιν

### book 3.115.1

οὔθ’ ὅ τις ἀργαλέος καὶ ἐπάξιος ἄλγεα πάσχειν,

### book 3.115.2

οὔθ’ ὅ τις ἀθανάτοισι τετιμένος· ἦ γὰρ Ἀχιλλεὺς

### book 3.115.3

ἤπιος ἄμμι τέτυκτο καὶ ἐξ ἡμέων γένος ἦεν.

### book 3.115.4

Ἀλλ’ οὐ μὰν Τρώεσσιν ἐλαφρότερον πόνον οἴω

### book 3.115.5

ἔσσεσθ’ Αἰακίδαο δεδουπότος, οὕνεκ’ ἄρ’ αὐτοῦ

### book 3.120.1

υἱὸς ἀπὸ Σκύροιο θοῶς ἐς ἀπηνέα δῆριν

### book 3.120.2

Ἀργείοις ἐπαρωγὸς ἐλεύσεται εἴκελος ἀλκὴν

### book 3.120.3

πατρὶ ἑῷ, πολέσιν δὲ κακὸν δηίοισι πελάσσει.

### book 3.120.4

Ἦ νυ σοὶ οὐ Τρώων ἐπιμέμβλεται, ἀλλ’ Ἀχιλῆι

### book 3.120.5

ἀμφ’ ἀρετῆς 〈ἐ〉μέγηρας, ἐπεὶ πέλε φέρτατος ἀνδρῶν.

### book 3.125

Νήπιε, πῶς ἔτι σοῖσιν ἐν ὄμμασι Νηρηίνην

### book 3.1

ὄψει ἐν ἀθανάτοισι Διὸς ποτὶ δώματ’ ἰοῦσαν,

### book 3.2

ἥ σε πάρος κύδαινε καὶ ὡς φίλον ἔδρακεν υἷα;»

### book 3.3

Ἦ μέγα νεικείουσα πολυσθενέος Διὸς υἷα

### book 3.4

Ἥρη ἀκηχεμένη. Ὃ δ’ ἄρ’ οὐκ ἀπαμείβετο μύθῳ·

### book 3.130.1

ἅζετο γὰρ παράκοιτιν ἑοῦ πατρὸς ἀκαμάτοιο,

### book 3.130.2

οὐδέ οἱ ὀφθαλμοῖσι καταντίον εἰσοράασθαι

### book 3.130.3

ἔσθενεν, ἀλλ’ ἀπάνευθε θεῶν ἄλληκτον ἐόντων

### book 3.130.4

ἧστο κατωπιόων. Ἄμοτον δέ οἱ ἐσκύζοντο

### book 3.130.5

ἀθάνατοι κατ’ Ὄλυμπον ὅσοι Δαναοῖσιν ἄμυνον·

### book 3.135.1

ὅσσοι δ’ αὖ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι,

### book 3.135.2

κεῖνοί μιν κύδαινον ἐνὶ φρεσὶ καγχαλόωντες

### book 3.135.3

κρύβδ’ Ἥρης· πάντες γὰρ ἐναντίον Οὐρανίωνες

### book 3.135.4

ἅζοντ’ ἀσχαλόωσαν. Ὃ δ’ οὔ πω λήθετο θυμοῦ

### book 3.135.5

Πηλείδης· ἔτι γάρ οἱ ἀμαιμακέτοις ἐνὶ γυίοις

### book 3.140.1

ἔζεεν αἷμα κελαινὸν ἐελδομένοιο μάχεσθαι.

### book 3.140.2

Οὐδ’ ἄρά οἱ Τρώων τις ἐτόλμα〈εν〉 ἐγγὺς ἱκέσθαι

### book 3.140.3

βλημένου, ἀλλ’ ἀπάνευθεν ἀφέστασαν, εὖτε λέοντος

### book 3.140.4

ἀγρόται ἐν ξυλόχοισι τεθηπότες, ὅν τε βάλῃσι

### book 3.140.5

θηρητήρ, ὃ δ’ ἄρ’ οὔ τι πεπαρμένος ἦτορ ἄκοντι

### book 3.145.1

λήθεται ἠνορέης, ἀλλὰ στρέφετ’ ἄγριον ὄμμα

### book 3.145.2

σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς·

### book 3.145.3

ὣς ἄρα Πηλείδαο χόλος καὶ λοίγιον ἕλκος

### book 3.145.4

θυμὸν ἄδην ὀρόθυνε. Θεοῦ δέ μιν ἰὸς ἐδάμνα·

### book 3.145.5

ἀλλὰ καὶ ὧς ἀνόρουσε καὶ ἔνθορε δυσμενέεσσι

### book 3.1

πάλλων ὄβριμον ἔγχος. Ἕλεν δ’ Ὀρυθάονα δῖον,

### book 3.2

Ἕκτορος ἐσθλὸν ἑταῖρον, ὑπὸ κροτάφοιο τυχήσας·

### book 3.3

οὐ γάρ οἱ κόρυς ἔσχε μακρὸν δόρυ καὶ μεμαῶτος,

### book 3.1

ἀλλὰ δι’ αὐτῆς αἶψα καὶ ὀστέου ἔνδον ἵκανεν

### book 3.2

ἶνας 〈ἐσ〉 ἐγκεφάλοιο, κέ〈δ〉ασσε δέ οἱ θαλερὸν κῆρ.

### book 3.155.1

Ἱππόνοον δ’ ἐδάμασσεν ὑπ’ ὀφρύος ἔγχος ἐρείσας

### book 3.155.2

ἐς θέμεθλ’ ὀφθαλμοῖο· χαμαὶ δέ οἱ ἔκπεσε γλήνη

### book 3.155.3

ἐκ βλεφάρων, ψυχὴ δὲ κατ’ Ἄιδος ἐξεποτήθη.

### book 3.155.4

Ἀλκιθόου δ’ ἄρ’ ἔπειτα διὰ γναθμοῖο περήσας

### book 3.155.5

γλῶσσαν ὅλην ἀπέκερσεν· ὃ δ’ ἐς πέδον ἤριπε γαίης

### book 3.160.1

ἐκπνείων, αἰχμὴ δὲ δι’ οὔατος ἐξεφαάνθη.

### book 3.160.2

Καὶ τοὺς μὲν κατέπεφνε καταντίον ἀίσσοντας

### book 3.160.3

δῖος ἀνήρ, πολλῶν δὲ καὶ ἄλλων θυμὸν ἔλυσε

### book 3.160.4

φευγόντων· ἔτι γάρ οἱ ἐνὶ φρεσὶν ἔζεεν αἷμα.

### book 3.160.5

Ἀλλ’ ὅτε οἱ ψύχοντο μέλη καὶ ἀπήιε θυμός,

### book 3.165.1

ἔστη ἐρεισάμενος μελίῃ ἔπι· τοὶ δ’ ἐπέτοντο

### book 3.165.2

πανσυδίῃ τρομέοντες, ὃ δέ σφισι τοῖον ὁμόκλα·

### book 3.165.3

«Ἆ δειλοὶ Τρῶες καὶ Δάρδανοι, οὐδὲ θανόντος

### book 3.165.4

ἔγχος ἐμὸν φεύξεσθε ἀμείλιχον, ἀλλ’ ἅμα πάντες

### book 3.165.5

τίσετε αἰνὸν ὄλεθρον Ἐριννύσιν ἡμετέρῃσιν.»

### book 3.170.1

Ὣς φάτο· τοὶ δ’ ἀίοντες ὑπέτρεσαν, εὖτ’ ἐν ὄρεσσι

### book 3.170.2

φθόγγον ἐριβρύχμοιο νεβροὶ τρομέωσι λέοντος

### book 3.170.3

δείλαιοι μέγα θῆρα πεφυζότες· ὣς ἄρα λαοὶ

### book 3.170.4

Τρώων ἱπποπόλων ἠδ’ ἀλλοδαπῶν ἐπικούρων

### book 3.170.5

ὑστατίην Ἀχιλῆος ὑποτρομέεσκον ὁμοκλὴν

### book 3.175.1

ἐλπόμενοί μιν ἔτ’ ἔμμεν ἀνούτατον. Ὃς δ’ ὑπὸ πότμῳ

### book 3.175.2

θυμὸν τολμήεντα καὶ ὄβριμα γυῖα βαρυνθεὶς

### book 3.175.3

ἤριπεν ἀμφὶ νέκυσσιν ἀλίγκιος οὔρεϊ μακρῷ·

### book 3.175.4

γαῖα δ’ ὑπεπλατάγησε καὶ ἄσπετον ἔβραχε τεύχη

### book 3.175.5

Πηλείδαο πεσόντος ἀμύμονος. Οἳ δ’ ἔτι θυμῷ

### book 3.180.1

δήιον εἰσορόωντες ἀπειρέσιον τρομέεσκον·

### book 3.180.2

ὡς δ’ ὅτε θῆρα δαφοινὸν ὑπ’ αἰζηοῖσι δαμέντα

### book 3.180.3

μῆλα περιτρομέουσι παρὰ σταθμὸν ἀθρήσαντα

### book 3.180.4

βλήμενον, οὐδέ οἱ ἄγχι παρελθέμεναι μεμάασιν,

### book 3.180.5

ἀλλά ἑ ὡς ζώοντα νέκυν περιπεφρίκασιν·

### book 3.185.1

ὣς Τρῶες φοβέοντο καὶ οὐκέτ’ ἐόντ’ Ἀχιλῆα.

### book 3.185.2

Ἀλλὰ καὶ ὧς ἐπέεσσι Πάρις μέγα θαρσύνεσκε

### book 3.185.3

λαόν, ἐπεὶ φρεσὶν ᾗσιν ἐγήθεεν· ἦ γὰρ ἐώλπει

### book 3.185.4

Ἀργείους παύσασθαι ἀμαιμακέτοιο κυδοιμοῦ

### book 3.185.5

Πηλείδαο πεσόντος· ὃ γὰρ Δαναοῖς πέλεν ἀλκή·

### book 3.190.1

«Ὦ φίλοι, εἰ ἐτεόν μοι ἀρήγετε εὐμενέοντες,

### book 3.190.2

σήμερον ἠὲ θάνωμεν ὑπ’ Ἀργείοισι δαμέντες,

### book 3.190.3

ἠὲ σαωθέντες ποτὶ Ἴλιον εἰρύσσωμεν

### book 3.190.4

ἵπποις Ἑκτορέοισι δεδουπότα Πηλείωνα,

### book 3.190.5

οἵ μ’ ἐς δηιοτῆτα κασιγνήτοιο θανόντος

### book 3.195.1

ἀχνύμενοι φορέουσιν ἑὸν ποθέοντες ἄνακτα.

### book 3.195.2

Τοῖς εἴ πως ἐρύσαιμεν Ἀχιλλέα δῃωθέντα,

### book 3.195.3

ἵπποις μὲν μέγα κῦδος ὀρέξομεν ἠδὲ καὶ αὐτῷ

### book 3.195.4

Ἕκτορι, εἴ γέ τίς ἐστι κατ’ Ἄιδος ἀνθρώποισιν

### book 3.195.5

ἢ νόος ἠὲ θέμιστες· ὃ γὰρ κακὰ μήσατο Τρῶας.

### book 3.1

Καί μιν Τρωιάδες μεγάλα φρεσὶ καγχαλόωσαι

### book 3.2

ἀμφιπεριστήσονται ἀνὰ πτόλιν, ἠύτε λυγραὶ

### book 3.3

πορδάλιες τεκέων κεχολωμέναι ἠὲ λέαιναι

### book 3.4

ἀνδρὶ πολυκμήτῳ μογερῆς ἐπιίστορι θήρης·

### book 3.5

ὣς Τρῳαὶ περὶ νεκρὸν ἀποκταμένου Ἀχιλῆος

### book 3.205.1

ἀθρόαι ἀίξουσιν ἀπειρέσιον κοτέουσαι,

### book 3.205.2

αἳ μὲν ὑπὲρ τοκέων κεχολωμέναι, αἳ δὲ καὶ ἀνδρῶν,

### book 3.205.3

αἳ δ’ ἄρ’ ὑπὲρ παίδων, αἳ δὲ γνωτῶν ἐριτίμων.

### book 3.1

Γηθήσει δὲ μάλιστα πατὴρ ἐμὸς ἠδὲ γέροντες

### book 3.2

ὅσσους οὐκ ἐθέλοντας ἐν ἄστεϊ γῆρας ἐρύκει,

### book 3.210.1

τόνδ’ ἡμεῖς εἴ πέρ γε ποτὶ πτόλιν εἰρύσσαντες

### book 3.210.2

θήσομεν οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.»

### book 3.210.3

Ὣς φάτο· τοὶ δὲ νέκυν κρατερόφρονος Αἰακίδαο

### book 3.210.4

ἀμφέβαν ἐσσυμένως, οἵ μιν φοβέοντο πάροιθε,

### book 3.210.5

Γλαῦκός τ’ Αἰνείας τε καὶ ὀβριμόθυμος Ἀγήνωρ

### book 3.215.1

ἄλλοι τ’ οὐλομένοιο δαήμονες ἰωχμοῖο,

### book 3.215.2

εἰρύσσαι μεμαῶτες ἐς Ἰλίου ἱερὸν ἄστυ.

### book 3.215.3

Ἀλλά οἱ οὐκ ἀμέλησε θεοῖς ἐναλίγκιος Αἴας,

### book 3.215.4

ἀλλὰ θοῶς περίβη· πάντας δ’ ὑπὸ δούρατι μακρῷ

### book 3.215.5

ὤθει ἀπὸ νέκυος. Τοὶ δ’ οὐκ ἀπέληγον ὁμοκλῆς,

### book 3.220.1

ἀλλά οἱ ἀμφεμάχοντο περισταδὸν ἀίσσοντες

### book 3.220.2

αἰὲν ἐπασσύτεροι, τανυχειλέες εὖτε μέλισσαι,

### book 3.220.3

αἵ 〈ῥά〉 θ’ ἑὸν περὶ σίμβλον ἀπειρέσιαι ποτέωνται

### book 3.220.4

ἄνδρ’ ἀπαμυνόμεναι, ὃ δ’ ἄρ’ οὐκ ἀλέγων ἐπιούσας

### book 3.220.5

κηροὺς ἐκτάμνῃσι μελίχροας, αἳ δ’ ἀκάχονται

### book 3.225.1

καπνοῦ ὑπὸ ῥιπῆς ἠδ’ ἀνέρος, ἀλλ’ ἄρα καὶ ὧς

### book 3.225.2

ἀντίαι ἀίσσουσιν, ὃ δ’ οὐκ ὄθετ’ οὐδ’ ἄρα βαιόν.

### book 3.225.3

Ὣς Αἴας τῶν οὔ τι μάλ’ ἐσσυμένων ἀλέγιζεν,

### book 3.225.4

ἀλλ’ ἄρα πρῶτον ἐνήραθ’ ὑπὲρ μαζοῖο τυχήσας

### book 3.225.5

Μαιονίδην Ἀγέλαον, ἔπειτα δὲ Θέστορα δῖον·

### book 3.230.1

εἷλε δ’ ἄρ’ Ὠκύθοον καὶ Ἀγέστρατον ἠδ’ Ἀγάνιππον

### book 3.230.2

Ζῶρόν τε Νίσσον τε περικλειτόν τ’ Ἐρύμαντα

### book 3.230.3

ὃς Λυκίηθεν ἵκανεν ὑπὸ μεγαλήτορι Γλαύκῳ·

### book 3.1

ναῖε δ’ ὅ γ’ αἰπεινὸν Μελανίππιον ἱρὸν Ἀθήνης

### book 3.2

ἀντία Μασσικύτοιο Χελιδονίης σχεδὸν ἄκρης,

### book 3.235.1

τὴν μέγ’ ὑποτρομέουσι τεθηπότες εἰν ἁλὶ ναῦται,

### book 3.235.2

εὖτε περιγνάμπτωσι μάλα στυφελὰς περὶ πέτρας.

### book 3.235.3

Τοῦ δ’ ἄρ’ ἀποφθιμένοιο κλυτὸς πάις Ἱππολόχοιο

### book 3.235.4

παχνώθη κατὰ θυμόν, ἐπεί ῥά οἱ ἔσκεν ἑταῖρος·

### book 3.235.5

καί ῥα θοῶς Αἴαντα κατ’ ἀσπίδα πουλυβόειον

### book 3.240.1

οὔτασεν, ἀλλά οἱ οὔ τι διήλασεν ἐς χρόα καλόν·

### book 3.240.2

ῥινοὶ γάρ μιν ἔρυντο βοῶν καὶ ὑπ’ ἀσπίδι θώρηξ

### book 3.240.3

ὅς ῥά οἱ ἀκαμάτοισι περὶ μελέεσσιν ἀρήρει.

### book 3.240.4

Γλαῦκος δ’ οὐκ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ

### book 3.240.5

Αἰακίδην Αἴαντα δαμασσέμεναι μενεαίνων,

### book 3.245.1

καί οἱ ἐπευχόμενος μέγ’ ἀπείλεεν ἄφρονι θυμῷ·

### book 3.245.2

«Αἶαν, ἐπεί νύ σέ φασι μέγ’ ἔξοχον ἔμμεναι ἄλλων

### book 3.245.3

Ἀργείων, σοὶ δ’ αἰὲν ἐπιφρονέουσι μάλιστα

### book 3.245.4

ἄσπετον, ὡς Ἀχιλῆι δαΐφρονι, τῷ σε θανόντι

### book 3.245.5

οἴω συνθανέεσθαι ἐπ’ ἤματι τῷδε καὶ αὐτόν.»

### book 3.1

Ὣς ἔφατ’ ἀκράαντον ἱεὶς ἔπος, οὐδέ τι ᾔδη

### book 3.2

ὅσσον ἀμείνονος ἀνδρὸς ἐναντίον ἔγχος ἐνώμα.

### book 3.3

Τὸν δ’ ὑποδερκόμενος προσέφη μενεδήιος Αἴας·

### book 3.4

«Ἆ δείλ’, οὔ 〈νύ〉 τι οἶδας ὅσον σέο φέρτερος Ἕκτωρ

### book 3.5

ἔπλετ’ ἐνὶ πτολέμοισι; Μένος δ’ ἀλέεινε καὶ ἔγχος

### book 3.255.1

ἡμέτερον· πινυτὸν γὰρ ὁμῶς ἔχε κάρτεϊ θυμόν.

### book 3.255.2

Σοὶ δ’ ἤτοι νόος ἐστὶ ποτὶ ζόφον, ὅς ῥά μοι ἔτλης

### book 3.255.3

ἐς μόθον ἐλθέμεναι μέγ’ ἀμείνονί περ γεγαῶτι·

### book 3.1

οὐ γάρ μευ ξεῖνος πατρώιος εὔχεαι εἶναι,

### book 3.2

οὐδέ με δωτίνῃσι παραιφάμενος πολέμοιο

### book 3.260.1

νόσφιν ἀποστρέψεις ὡς Τυδέος ὄβριμον υἷα·

### book 3.260.2

ἀλλὰ καὶ εἰ κείνοιο φύγες μένος, οὔ ς’ ἔτ’ ἔγωγε

### book 3.260.3

ζωὸν ἀπὸ πτολέμοιο μεθήσομαι ἀπονέεσθαι.

### book 3.260.4

Ἦ ἄλλοισι πέποιθας ἀνὰ κλόνον, οἳ μετὰ σεῖο

### book 3.260.5

μυίαις οὐτιδανῇσιν ἐοικότες ἀίσσουσιν

### book 3.265.1

ἀμφὶ νέκυν Ἀχιλῆος ἀμύμονος; Ἀλλ’ ἄρα καὶ τοῖς

### book 3.265.2

δώσω ἐπεσσυμένοις θάνατον καὶ Κῆρας ἐρεμνάς.»

### book 3.265.3

Ὣς εἰπὼν Τρώεσσιν ἐπεστρωφᾶτο, λέων ὣς

### book 3.265.4

ἐν κυσὶν ἀγρευτῇσι κατ’ ἄγκεα μακρὰ καὶ ὕλην.

### book 3.265.5

Πολλοὺς δ’ αἶψ’ ἐδάμασσε μεμαότας εὖχος ἀρέσθαι

### book 3.270.1

Τρῶας ὁμῶς Λυκίοισι. Περιτρομέοντο δὲ λαοί,

### book 3.270.2

ἰχθύες ὣς ἀνὰ πόντον ἐπερχομένου ἀλεγεινοῦ

### book 3.270.3

κήτεος ἢ δελφῖνος ἁλιτρεφέος μεγάλοιο·

### book 3.270.4

ὣς Τρῶες φοβέοντο βίην Τελαμωνιάδαο

### book 3.270.5

αἰὲν ἐπεσσυμένοιο κατὰ κλόνον. Ἀλλ’ ἄρα καὶ ὧς

### book 3.275.1

μάρναντ’, ἀμφὶ δὲ νεκρὸν Ἀχιλλέος ἄλλοθεν ἄλλοι

### book 3.275.2

μυρίοι ἐν κονίῃσιν, ὅπως σύες ἀμφὶ λέοντα,

### book 3.275.3

κτείνοντ’· οὐλομένη δὲ περὶ σφίσι δῆρις ὀρώρει.

### book 3.275.4

Ἔνθα καὶ Ἱππολόχοιο δαΐφρονα δάμνατο παῖδα

### book 3.275.5

Αἴας ὀβριμόθυμος. Ὃ δ’ ὕπτιος ἀμφ’ Ἀχιλῆα

### book 3.280.1

κάππεσεν, εὖτ’ ἐν ὄρεσσι περὶ στερεὴν δρύα θάμνος·

### book 3.280.2

ὣς ὅ γε δουρὶ δαμεὶς περικάππεσε Πηλείωνι

### book 3.280.3

βλήμενος. Ἀμφὶ δέ οἱ κρατερὸς πάις Ἀγχίσαο

### book 3.280.4

πολλὰ πονησάμενος σὺν ἀρηιφίλοις ἑτάροισιν

### book 3.280.5

εἴρυσεν ἐς Τρῶας καὶ ἐς Ἰλίου ἱερὸν ἄστυ

### book 3.285

δῶκε φέρειν ἑτάροισι μέγ’ ἀχνυμένοις περὶ θυμῷ.

### book 3.1

Αὐτὸς δ’ ἀμφ’ Ἀχιλῆι μαχέσκετο· τὸν δ’ ἄρα δουρὶ

### book 3.2

μυῶνος καθύπερθεν ἀρήιος οὔτασεν Αἴας

### book 3.3

χειρὸς δεξιτερῆς· ὃ δ’ ἄρ’ ἐσσυμένως ἀπόρουσεν

### book 3.4

ἐξ ὀλοοῦ πολέμοιο, κίεν δ’ ἄφαρ ἄστεος εἴσω·

### book 3.290.1

ἀμφὶ δέ οἱ πονέοντο περίφρονες ἰητῆρες,

### book 3.290.2

οἵ ῥά οἱ αἷμα κάθηραν ἀφ’ ἕλκεος ἄλλά τε πάντα

### book 3.290.3

τεῦχον ὅς’ οὐταμένων ὀλοὰς ἀκέονται ἀνίας.

### book 3.290.4

Αἴας δ’ αἰὲν ἐμάρνατ’ ἀλίγκιος ἀστεροπῇσι,

### book 3.290.5

κτείνων ἄλλοθεν ἄλλον, ἐπεὶ μέγα τείρετο θυμῷ

### book 3.295.1

ἀχνύμενος δηναιὸν ἀνεψιοῖο δαμέντος.

### book 3.295.2

Ἄγχι δὲ Λαέρταο δαΐφρονος υἱὸς ἀμύμων

### book 3.295.3

μάρνατο δυσμενέεσσι, φέβοντο δέ μιν μέγα λαοί.

### book 3.295.4

Κτεῖνε δὲ Πείσανδρόν τε θοὸν καὶ Ἀρήιον υἷα

### book 3.295.5

Μαινάλου, ὃς ναίεσκε περικλυτὸν οὖδας Ἀβύδου.

### book 3.1

Τῷ δ’ ἐπὶ δῖον ἔπεφνεν Ἀτύμνιον, ὅν ποτε Νύμφη

### book 3.2

Πηγασὶς ἠύκομος σθεναρῷ τέκεν Ἠμαθίωνι

### book 3.3

Γρηνίκου ποταμοῖο παρὰ ῥόον. Ἀμφὶ δ’ ἄρ’ αὐτῷ

### book 3.4

Πρωτέος υἷα δάιξεν Ὀρέσβιον, ὅς τε μακεδνῆς

### book 3.5

Ἴδης ναιετάεσκεν ὑπὸ πτύχας, οὐδέ ἑ μήτηρ

### book 3.305.1

δέξατο νοστήσαντα περικλειτὴ Πανάκεια,

### book 3.305.2

ἀλλ’ ἐδάμη παλάμῃσιν Ὀδυσσέος, ὅς τε καὶ ἄλλων

### book 3.305.3

πολλῶν θυμὸν ἔλυσεν ὑπ’ ἔγχεϊ μαιμώωντι

### book 3.305.4

κτείνων ὅν κε κίχῃσι περὶ νέκυν. Ἀλλά μιν Ἄλκων

### book 3.305.5

υἱὸς ἀρηιθόοιο Μεγακλέος ἔγχεϊ τύψε

### book 3.310

πὰρ γόνυ δεξιτερόν, περὶ δὲ κνημῖδα φαεινὴν

### book 3.1

ἔβλυσεν αἷμα κελαινόν. Ὃ δ’ ἕλκεος οὐκ ἀλέγιζεν,

### book 3.2

ἀλλ’ ἄφαρ οὐτήσαντι κακὸν γένεθ’, οὕνεκ’ ἄρ’ αὐτὸν

### book 3.3

ἱέμενον πολέμοιο δι’ ἀσπίδος οὔτασε δουρί,

### book 3.4

ὦσε δέ μιν μεγάλῃ τε βίῃ καὶ κάρτεϊ χειρὸς

### book 3.315.1

ὕπτιον ἐς γαῖαν. Κανάχησε δέ οἱ πέρι τεύχη

### book 3.315.2

βλημένου ἐν κονίῃσι, περὶ μελέεσσι δὲ θώρηξ

### book 3.315.3

δεύετο φοινήεντι λύθρῳ. Ὃ δὲ λοίγιον ἔγχος

### book 3.315.4

ἐκ χροὸς ἐξείρυσσε καὶ ἀσπίδος, ἕσπετο δ’ αἰχμῇ

### book 3.315.5

θυμὸς ἀπὸ μελέων, 〈ἔ〉λιπεν δέ μιν ἄμβροτος αἰών.

### book 3.320.1

Τοῦ δ’ ἑτάροις ἐπόρουσε καὶ οὐτάμενός περ Ὀδυσσεύς,

### book 3.320.2

οὐδ’ ἀπέληγε μόθοιο δυσηχέος. Ὣς δὲ καὶ ἄλλοι

### book 3.320.3

πάντες ὁμῶς ἐπιμὶξ Δαναοὶ μέγαν ἀμφ’ Ἀχιλῆα

### book 3.320.4

προφρονέως ἐμάχοντο, πολὺν δ’ ὑπὸ χείρεσι λαὸν

### book 3.320.5

ἐσσυμένως ἐδάιζον ἐυξέστῃς μελίῃσιν.

### book 3.325.1

Εὖτ’ ἄνεμοι θοὰ φύλλα κατὰ χθονὸς ἀμφιχέωνται

### book 3.325.2

λάβρον ἐπιβρίσαντες ἐπ’ ἄλσεα ὑλήεντα

### book 3.325.3

ἀρχομένου λυκάβαντος, ὅτε φθινύθουσιν ὀπῶραι·

### book 3.325.4

ὣς τοὺς ἐγχείῃσι βάλον Δαναοὶ μενεχάρμαι.

### book 3.325.5

Μέμβλετο γὰρ πάντεσσιν Ἀχιλλέος ἀμφὶ θανόντος,

### book 3.330.1

ἐκπάγλως δ’ Αἴαντι δαΐφρονι· τοὔνεκ’ ἄρ’ ἔμπης

### book 3.330.2

Τρῶας ἄδην ἐδάιζε κακῇ ἐναλίγκιος Αἴσῃ.

### book 3.330.3

Τῷ δ’ ἐπὶ τόξ’ ἐτίταινε Πάρις· τὸν δ’ αἶψα νοήσας

### book 3.330.4

κάββαλε χερμαδίῳ κατὰ κρά〈α〉τος· ἐν δ’ ἄρ’ ἔθλασσεν

### book 3.330.5

ἀμφίφαλον κυνέην ὀλοὸς λίθος, ἀμφὶ δέ μιν νὺξ

### book 3.335.1

μάρψεν. Ὃ δ’ ἐν κονίῃσι κατήριπεν, οὐδέ οἱ ἰοὶ

### book 3.335.2

ἤρκεσαν ἱεμένῳ· ἐκέχυντο γὰρ ἄλλυδις ἄλλοι

### book 3.1

ἐν κονίῃ, κενεὴ δὲ παρεκτετάνυστο φαρέτρη·

### book 3.2

τόξον δ’ ἔκφυγε χεῖρε. Φίλοι δέ μιν ἁρπάξαντες

### book 3.3

ἵπποις Ἑκτορέοισι φέρον ποτὶ Τρώιον ἄστυ

### book 3.340.1

βαιὸν ἔτ’ ἐμπνείοντα καὶ ἀργαλέον στενάχοντα·

### book 3.340.2

οὐδὲ μὲν ἔντε’ ἄνακτος ἑκὰς λίπον, ἀλλὰ καὶ αὐτὰ

### book 3.340.3

ἐκ πεδίοιο κόμισσαν ἑῷ βασιλῆι φέροντες.

### book 3.340.4

Τῷ δ’ Αἴας ἐπὶ μακρὸν ἀύτεεν ἀσχαλόων κῆρ·

### book 3.340.5

«Ὦ κύον, ὡς θανάτοιο βαρὺ σθένος ἐξυπάλυξας

### book 3.345.1

σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ

### book 3.345.2

ἤ τινος Ἀργείων ὑπὸ χείρεσιν ἢ ἐμεῦ αὐτοῦ.

### book 3.345.3

Νῦν δ’ ἐμοὶ ἄλλα μέμηλε περὶ φρεσίν, ὡς Ἀχιλῆος

### book 3.345.4

ἐκ φόνου ἀργαλέοιο νέκυν Δαναοῖσι σαώσω.»

### book 3.345.5

Ὣς εἰπὼν δηίοισι κακὰς ἐπὶ Κῆρας ἴαλλεν,

### book 3.1

οἵ ῥ’ ἔτι δηριόωντο νέκυν πέρι Πηλείωνος.

### book 3.2

Οἳ δέ οἱ ὡς ἄθρησαν ὑπὸ σθεναρῇσι χέρεσσι

### book 3.3

πολλοὺς ἐκπνείοντας, ὑπέτρεσαν οὐδ’ ἔτ’ ἔμιμνον,

### book 3.4

οὐτιδανοῖς γύπεσσιν ἐοικότες, οὕς τε φοβήσῃ

### book 3.5

αἰετὸς οἰωνῶν προφερέστατος, εὖτ’ ἐν ὄρεσσι

### book 3.355.1

πώεα δαρδάπτουσι λύκοις ὑποδηῳθέντα·

### book 3.355.2

ὣς τοὺς ἄλλυδις ἄλλον ἀπεσκέδασε θρασὺς Αἴας

### book 3.355.3

χερμαδίοισι θοοῖσι καὶ ἄορι καὶ μένεϊ ᾧ.

### book 3.355.4

Οἳ δὲ μέγα τρομέοντες ἀπὸ πτολέμοιο φέβοντο

### book 3.355.5

πανσυδίῃ, ψήρεσσιν ἐοικότες, οὕς τε δαΐζων

### book 3.360.1

κίρκος ἐπισσεύει, τοὶ δ’ ἰλαδὸν ἄλλος ἐπ’ ἄλλῳ

### book 3.360.2

ταρφέες ἀίσσουσιν ἀλευόμενοι μέγα πῆμα·

### book 3.360.3

ὣς οἵ γ’ ἐκ πολέμοιο ποτὶ Πριάμοιο πόληα

### book 3.360.4

φεῦγον ὀιζυρῶς ἐπιειμένοι ἀκλέα φύζαν,

### book 3

Αἴαντος μεγάλοιο περιτρομέοντες ὁμοκλήν,

### book 3.365.1

ὅς ῥ’ ἕπετ’ ἀνδρομέῳ πεπαλαγμένος αἵματι χεῖρας.

### book 3.365.2

Καί νύ κε δὴ μάλα πάντας ἐπασσυτέρους ἀπόλεσσεν,

### book 3.365.3

εἰ μὴ πεπταμένῃσι πύλῃς ἐσέχυντο πόληα

### book 3.365.4

βαιὸν ἀναπνείοντες, ἐπεὶ φόβος ἦτορ ἵκανε.

### book 3.365.5

Τοὺς δ’ ἔλσας ἀνὰ ἄστυ, νομεὺς ὣς αἰόλα μῆλα,

### book 3.370.1

ἤιεν ἐς πεδίον, χθόνα δ’ οὐ ποσὶ μάρπτεν ἑοῖσιν

### book 3.370.2

ἐμβαίνων τεύχεσσι καὶ αἵματι καὶ κταμένοισι·

### book 3.370.3

κεῖτο γὰρ εὐρὺς ὅμιλος ἀπειρεσίῃ ἐπὶ γαίῃ

### book 3.370.4

ἄχρις ἐφ’ Ἑλλήσποντον ἀπ’ εὐρυχόροιο πόληος

### book 3.370.5

αἰζηῶν κταμένων ὁπόσους λάχε Δαίμονος Αἶσα.

### book 3.375.1

Ὡς δ’ ὅτε λήιον αὖον ὑπ’ ἀμητῆρσι πέσῃσι

### book 3.375.2

πυκνὸν ἐόν, τὰ δὲ πολλὰ κατ’ αὐτόθι δράγματα κεῖται

### book 3.375.3

βριθόμενα σταχύεσσι, γέγηθε δὲ θυμὸς ἐπ’ ἔργῳ

### book 3.375.4

ἀνέρος εἰσορόωντος, ὅ τις κλυτὸν οὖδας ἔχῃσιν·

### book 3.375.5

ὣς οἵ 〈γ’〉 ἀμφοτέρωθε κακῷ δμηθέντες ὀλέθρῳ

### book 3.380.1

κεῖντο πολυκλαύτοιο λελασμένοι ἰωχμοῖο

### book 3.380.2

πρηνέες. Οὐδέ τι Τρῶας Ἀχαιῶν φέρτατοι υἷες

### book 3.380.3

σύλεον ἐν κονίῃσι καὶ αἵματι δῃωθέντας,

### book 3.380.4

πρὶν Πηλήιον υἷα πυρῇ δόμεν, ὅ σφιν ὄνειαρ

### book 3.380.5

ἔπλετ’ ἐνὶ πτολέμοισιν ἑῷ μέγα κάρτεϊ θύων.

### book 3.385.1

Τοὔνεκά μιν βασιλῆες ἀπὸ πτολέμου ἐρύσαντες

### book 3.385.2

ἀμφὶ νέκυν φορέεσκον ἀπείριτον. Εὖτε φέροντες

### book 3.385.3

κάτθεσαν ἐν κλισίῃσι νεῶν προπάροιθε θοάων,

### book 3.385.4

ἀμφὶ δέ μιν μάλα πάντες ἀγειρόμενοι στενάχοντο

### book 3.385.5

ἀχνύμενοι κατὰ θυμόν, —ὃ γὰρ πέλε κάρτος Ἀχαιῶν—,

### book 3.390.1

δὴ τότ’ ἐνὶ κλισίῃσι λελασμένος ἐγχειάων

### book 3.390.2

κεῖτο βαρυγδούποιο παρ’ ᾐόσιν Ἑλλησπόντου·

### book 3.390.3

οἷος ὑπερφίαλος Τιτυὸς πέσεν, ὁππότε Λητὼ

### book 3.390.4

ἐρχομένην Πυθὼ δὲ βιάζετο, καί ἑ χολωθεὶς

### book 3.390.5

ἀκάματόν περ ἐόντα θοῶς ὑπεδάμνατ’ Ἀπόλλων

### book 3.395.1

λαιψηροῖς βελέεσσιν, ὃ δ’ ἀργαλέῳ ἐνὶ λύθρῳ

### book 3.395.2

πουλυπέλεθρος ἔκειτο κατὰ χθονὸς εὐρυπέδοιο

### book 3.395.3

μητρὸς ἑῆς, ἣ δ’ υἷα περιστονάχησε πεσόντα

### book 3.395.4

ἐχθόμενον μακάρεσσι, γέλασσε δὲ πότνια Λητώ·

### book 3.395.5

τοῖος ἄρ’ Αἰακίδης δηίων ἐπικάππεσε γαίῃ,

### book 3

χάρμα φέρων Τρώεσσι, γόον δ’ ἀλίαστον Ἀχαιοῖς.

### book 3.1

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 3.2

λαῶν μυρομένων, περὶ δ’ ἔβρεμε βένθεα πόντου.

### book 3.3

Θυμὸς δ’ αὐτίκα πᾶσι κατεκλάσθη φίλος ἔνδον

### book 3.4

ἐλπομένων κατὰ δῆριν ὑπὸ Τρώεσσιν ὀλέσθαι.

### book 3.5

Μνησάμενοι δ’ ἄρα τοί γε φίλων παρὰ νηυσὶ τοκήων,

### book 3.405.1

τοὺς λίπον ἐν μεγάροισι, νεοδμήτων τε γυναικῶν,

### book 3.405.2

αἵ που ὀδυρόμεναι μίνυθον κενεοῖς λεχέεσσι

### book 3.405.3

νηπιάχοις σὺν παισὶ φίλους ποτιδέγμεναι ἄνδρας,

### book 3.405.4

μᾶλλον ἀνεστενάχοντο· γόου δ’ ἔρος ἔμπεσε θυμῷ

### book 3.405.5

κλαῖόν τ’ αὖτ’ ἀλίαστον ἐπὶ ψαμάθοισι βαθείαις,

### book 3.410.1

πρηνέες ἐκχύμενοι μεγάλῳ παρὰ Πηλείωνι,

### book 3.410.2

χαίτας ἐκ κεφαλῆς προθελύμνους δηιόωντες·

### book 3.410.3

χευάμενοι δ’ ᾔσχυναν ἄδην ψαμάθοισι κάρηνα.

### book 3.410.4

Οἵη δ’ ἐκ πολέμοιο βροτῶν ἐς τεῖχος ἀλέντων

### book 3.410.5

οἰμωγὴ πέλεται, ὅτε δήιοι ἐμμεμαῶτες

### book 3.415.1

καίωσιν μέγα ἄστυ, κατακτείνωσι δὲ λαοὺς

### book 3.415.2

πανσυδίῃ, πάντῃ δὲ διὰ κτῆσιν φορέωνται·

### book 3.415.3

τοίη καὶ παρὰ νηυσὶν Ἀχαιῶν ἔπλετ’ ἀυτή,

### book 3.415.4

οὕνεκ’ ἀοσσητὴρ Δαναῶν, πάις Αἰακίδαο,

### book 3.415.5

κεῖτο μέγας παρὰ νηυσὶ θεοκμήτοισι βελέμνοις,

### book 3.420.1

οἷος Ἄρης, ὅτε μιν δεινὴ θεὸς ὀβριμοπάτρη

### book 3.420.2

Τρώων ἐν πεδίῳ πολυαχθέι κάββαλε πέτρῃ.

### book 3.420.3

Μυρμιδόνες δ’ ἄλληκτον ἀνεστενάχοντ’ Ἀχιλῆα

### book 3.420.4

εἰλόμενοι περὶ νεκρὸν ἀμύμονος οἷο ἄνακτος,

### book 3.420.5

ἠπίου, ὃς πάντεσσιν ἴσος πάρος ἦεν ἑταῖρος·

### book 3.425.1

οὐ γὰρ ὑπερφίαλος πέλεν ἀνδράσιν οὐδ’ ὀλοόφρων,

### book 3.425.2

ἀλλὰ σαοφροσύνῃ καὶ κάρτεϊ πάντ’ ἐκέκαστο.

### book 3.425.3

Αἴας δ’ ἐν πρώτοισι μέγα στενάχων ἐγεγώνει,

### book 3.425.4

πατροκασιγνήτοιο φίλον ποθέων ἅμα παῖδα,

### book 3.425.5

βλήμενον ἐκ θεόφιν· θνητῶν γε μὲν οὔ τινι βλητὸς

### book 3.430.1

ἦεν, ὅσοι ναίουσιν ἐπὶ χθονὸς εὐρυπέδοιο.

### book 3.430.2

Τὸν τότε κῆρ ἀχέων ὀλοφύρετο φαίδιμος Αἴας,

### book 3.430.3

ἄλλοτε μὲν κλισίας Πηληιάδαο δαμέντος

### book 3.430.4

ἐσφοιτῶν, ὁτὲ δ’ αὖτε παρὰ ψαμάθοισι θαλάσσης

### book 3.430.5

ἐκχύμενος μάλα πουλύς, ἔπος δ’ ὀλοφύρατο τοῖον·

### book 3.435.1

«Ὦ Ἀχιλεῦ, μέγα ἕρκος ἐυσθενέων Ἀργείων,

### book 3.435.2

κάτθανες ἐν Τροίῃ Φθίης ἑκὰς εὐρυπέδοιο

### book 3.435.3

ἔκποθεν ἀπροφάτοιο λυγρῷ βεβλημένος ἰῷ,

### book 3.435.4

τόν ῥα ποτὶ κλόνον ἄνδρες ἀνάλκιδες ἰθύνουσιν·

### book 3.435.5

οὐ γάρ τις, πίσυνός γε σάκος μέγα νωμήσασθαι

### book 3.440.1

ἠδὲ περὶ κροτάφοισιν ἐπισταμένως ἐς Ἄρηα

### book 3.440.2

εὖ θέσθαι πήληκα καὶ ἐν παλάμῃ δόρυ πῆλαι

### book 3.1

καὶ χαλκὸν δηίοισι περὶ στέρνοισι δαΐξαι,

### book 3.2

ἰοῖσίν γ’ ἀπάνευθεν ἐπεσσύμενος πολεμίζει·

### book 3.3

εἰ γάρ σευ κατέναντα τότ’ ἤλυθεν ὅς ς’ ἔβαλέν περ,

### book 3.445.1

οὐκ ἂν ἀνουτητί γε τεοῦ φύγεν ἔγχεος ὁρμήν.

### book 3.445.2

Ἀλλὰ Ζεὺς τάχα που τάδε μήδετο πάντα τελέσσαι,

### book 3.445.3

ἡμέων δ’ ἐν καμάτοισιν ἐτώσια ἔργα τίθησιν·

### book 3.445.4

ἤδη γὰρ Τρώεσσι κατ’ Ἀργείων τάχα νίκην

### book 3.445.5

νεύσει, ἐπεὶ τόσσον περ Ἀχαιῶν ἕρκος ἀπηύρα.

### book 3.1

Ὢ πόποι, ὡς ἄρα πάγχυ γέρων ἐν δώμασι Πηλεὺς

### book 3.2

ὀχθήσει μέγα πένθος ἀτερπέι γήραϊ κύρσας.

### book 3.3

Αὐτή κεν φήμη μιν ἀπορραίσει τάχα θυμόν·

### book 3.4

ὧδε δέ οἱ καὶ ἄμεινον ὀιζύος αἶψα λαθέσθαι.

### book 3.5

Εἰ δέ κεν οὐ φθίσει ἑ κακὴ περὶ υἱέος ὄσσα,

### book 3.455.1

ἆ δειλός, χαλεποῖς ἐνὶ πένθεσι γῆρας ἰάψει

### book 3.455.2

αἰὲν ἐπ’ ἐσχαρόφιν βίοτον κατέδων ὀδύνῃσι,

### book 3.455.3

Πηλεύς, ὃς μακάρεσσι φίλος περιώσιον ἦεν·

### book 3.455.4

ἀλλ’ οὐ πάντα τελοῦσι θεοὶ μογεροῖσι βροτοῖσιν.»

### book 3.455.5

Ὣς ὃ μὲν ἀσχαλόων ὀλοφύρετο Πηλείωνα.

### book 3.460.1

Φοῖνιξ δ’ αὖθ’ ὁ γεραιὸς 〈ἀ〉άσπετα κωκύεσκεν

### book 3.460.2

ἀμφιχυθεὶς δέμας ἠὺ θρασύφρονος Αἰακίδαο,

### book 3.460.3

καί ῥ’ ὀλοφυδνὸν ἄυσε μέγ’ ἀχνύμενος πινυτὸν κῆρ·

### book 3.460.4

«Ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δ’ ἄχος αἰὲν ἄφυκτον

### book 3.460.5

κάλλιπες. Ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει

### book 3.465

πρὶν σέο πότμον ἰδέσθαι ἀμείλιχον. Οὐ γὰρ ἔμοιγε

### book 3.1

ἄλλο χερειότερόν 〈πο〉τ’ ἐσήλυθεν ἐς φρένα πῆμα,

### book 3.2

οὐδ’ ὅτε πατρίδ’ ἐμὴν λιπόμην ἀγανούς τε τοκῆας

### book 3.3

φεύγων ἐς Πηλῆα δι’ Ἑλλάδος, ὅς μ’ ὑπέδεκτο

### book 3.4

καί μοι δῶρα πόρεν, Δολόπεσσι δ’ ἔθηκεν ἀνάσσειν,

### book 3.470.1

καὶ σέ γ’ ἐν ἀγκοίνῃσι φορεύμενος ἀμφὶ μέλαθρον

### book 3.470.2

κόλπῳ ἐμῷ κατέθηκε καὶ ἐνδυκέως ἐπέτελλε

### book 3.470.3

νηπίαχον κομέειν, ὡς εἰ φίλον υἷα γεγῶτα·

### book 3.470.4

τῷ πιθόμην· σὺ δ’ ἐμοῖ〈σι〉 περὶ στέρνοισι γεγηθὼς

### book 3.470.5

πολλάκι παππάζεσκες ἔτ’ ἄκριτα χείλεσι βάζων,

### book 3.475.1

καί μευ νηπιέῃσιν ὑπ’ ἐννεσίῃσι δίηνας

### book 3.475.2

στήθεά τ’ ἠδὲ χιτῶνας· ἔχον δέ σε χερσὶν ἐμῇσι

### book 3.475.3

πολλὸν καγχαλόων, ἐπεὶ ἦ νύ μοι ἦτορ ἐώλπει

### book 3.475.4

θρέψειν κηδεμονῆα βίου καὶ γήραος ἄλκαρ.

### book 3.475.5

Καὶ τὰ μὲν ἐλπομένῳ βαιὸν χρόνον ἔπλετο πάντα·

### book 3.480.1

νῦν 〈δὲ〉 δὴ οἴχῃ ἄιστος ὑπὸ ζόφον· ἀμφὶ δ’ ἐμὸν κῆρ

### book 3.480.2

ἄχνυτ’ ὀιζυρῶς, ἐπεὶ ἦ νύ με 〈πέν〉θος ἰάπτει

### book 3.480.3

λευγαλέον· τό 〈νύ〉 μ’ εἴθε καταφθίσειε γοῶντα

### book 3.480.4

πρὶν Πηλῆα πυθέσθαι ἀμύμονα, τόν περ ὀίω

### book 3.480.5

κωκύσειν ἀλίαστον, ὅτ’ ἀμφί ἑ φῆμις ἵκηται.

### book 3.485.1

Οἴκτιστον γὰρ νῶιν ὑπὲρ σέθεν ἔσσεται ἄλγος,

### book 3.485.2

πατρί τε σῷ καὶ ἐμοί, τοί περ μέγα σεῖο θανόντος

### book 3.485.3

ἀχνύμενοι τάχα γαῖαν ὑπὲρ Διὸς ἄσχετον Αἶσαν

### book 3.485.4

δυσόμεθ’ ἐσσυμένως· καί κεν πολὺ λώιον εἴη

### book 3.485.5

ἢ ζώειν ἀπάνευθεν ἀοσσητῆρος ἑοῖο.»

### book 3.490.1

Ἦ ῥ’ ὁ γέρων ἀλίαστον ἐνὶ φρεσὶ πένθος ἀέξων.

### book 3.490.2

Πὰρ δέ οἱ Ἀτρείδης ὀλοφύρετο δάκρυα χεύων·

### book 3.1

ᾤμωξεν δ’ ὀδύνῃσι μέγ’ αἰθόμενος κέαρ ἔνδον·

### book 3.2

«Ὤλεο, Πηλείδη, Δαναῶν μέγα φέρτατε πάντων,

### book 3.3

ὤλεο καὶ στρατὸν εὐρὺν ἀνερκέα θῆκας Ἀχαιῶν·

### book 3.495.1

ῥηίτεροι δ’ ἄρα σεῖο καταφθιμένου πελόμεσθα

### book 3.495.2

δυσμενέσιν. Σὺ δὲ χάρμα πεσὼν μέγα Τρωσὶν ἔθηκας,

### book 3.495.3

οἵ σε πάρος φοβέοντο, λέονθ’ ὣς αἰόλα μῆλα·

### book 3.495.4

νῦν δ’ ἐπὶ νηυσὶ θοῇσι λιλαιόμενοι μαχέονται.

### book 3.495.5

Ζεῦ πάτερ, ἦ ῥά τι καὶ σὺ βροτοὺς ψευδέσσι λόγοισι

### book 3.1

θέλγεις, ὃς κατένευσας ἐμοὶ Πριάμοιο ἄνακτος

### book 3.2

ἄστυ διαπραθέειν, νῦν δ’ οὐ τελέεις ὅς’ ὑπέστης,

### book 3.3

ἀλλὰ λίην ἀπάφησας ἐμὰς φρένας· οὐ γὰρ ὀίω

### book 3.4

εὑρέμεναι πολέμοιο τέκμωρ φθιμένου Ἀχιλῆος.»

### book 3.5

Ὣς ἔφατ’ ἀχνύμενος κέαρ ἔνδοθεν· ἀμφὶ δὲ λαοὶ

### book 3.505.1

κώκυον ἐκ θυμοῖο θρασὺν περὶ Πηλείωνα·

### book 3.505.2

τοῖς δ’ ἄρ’ ἐπεβρόμεον νῆες παρὰ μυρομένοισιν,

### book 3.505.3

ἠχὴ δ’ ἄσπετος ὦρτο δι’ αἰθέρος ἀκαμάτοιο.

### book 3.505.4

Ὡς δ’ ὅτε κύματα μακρὰ βίῃ μεγάλου ἀνέμοιο

### book 3.505.5

ὀρνύμεν’ ἐκ πόντοιο πρὸς ἠιόνας φορέονται

### book 3.510.1

σμερδαλέον, πάντῃ δὲ προσαγνυμένης ἁλὸς αἰεὶ

### book 3.510.2

ἀκταὶ ὁμῶς ῥηγμῖσιν ἀπειρέσιον βοόωσι·

### book 3.510.3

τοῖος ἄρ’ ἀμφὶ νέκυν Δαναῶν στόνος αἰνὸς ὀρώρει

### book 3.510.4

μυρομένων ἄλληκτον ἀταρβέα Πηλείωνα.

### book 3.510.5

Καί σφιν ὀδυρομένοισι τάχ’ ἤλυθε κυανέη νύξ,

### book 3.515.1

εἰ μὴ ἄρ’ Ἀτρείδην προσεφώνεε Νηλέος υἱὸς

### book 3.515.2

Νέστωρ, ὅς ῥά τ’ ἔχεσκεν ἐνὶ φρεσὶ μυρίον ἄλγος

### book 3.515.3

μνησάμενος σφοῦ παιδὸς ἐύφρονος Ἀντιλόχοιο·

### book 3.515.4

«Ἀργείων σκηπτοῦχε, μέγα κρατέων Ἀγάμεμνον,

### book 3.515.5

νῦν μὲν ἀποσχώμεσθα δυσηχέος αἶψα γόοιο

### book 3.520.1

σήμερον· οὐ γὰρ ἔτ’ αὖτις ἐρωήσει τις Ἀχαιοὺς

### book 3.520.2

κλαυθμοῦ ἄδην κορέσασθαι ἐπ’ ἤματα πολλὰ γοῶντας.

### book 3.520.3

Ἀλλ’ ἄγε δὴ βρότον αἰνὸν ἀταρβέος Αἰακίδαο

### book 3.520.4

λούσαντες λεχέεσς’ ἐνιθείομεν· οὐ γὰρ ἔοικεν

### book 3.520.5

αἰσχύνειν ἐπὶ δηρὸν ἀκηδείῃσι θανόντας.»

### book 3.525.1

Καὶ τὰ μὲν ὣς ἐπέτελλε περίφρων Νηλέος υἱός.

### book 3.525.2

Αὐτὰρ ὃ οἷς ἑτάροισιν ἐπισπέρχων ἐκέλευεν

### book 3.525.3

ὕδατος ἐν πυρὶ θέντας ἄφαρ κρυεροῖο λέβητας

### book 3.525.4

θερμῆναι λοῦσαί τε νέκυν περί θ’ εἵματα ἕσσαι

### book 3.525.5

καλά, τά οἱ πόρε παιδὶ φίλῳ ἁλιπόρφυρα μήτηρ

### book 3.530.1

ἐς Τροίην ἀνιόντι. Θοῶς δ’ ἐπίθησαν ἄνακτι·

### book 3.530.2

ἐνδυκέως δ’ ἄρα πάντα πονησάμενοι κατὰ κόσμον

### book 3.530.3

κάτθεσαν ἐν κλισίῃσι δεδουπότα Πηλείωνα.

### book 3.530.4

Τὸν δ’ ἐσιδοῦς’ ἐλέησε περίφρων Τριτογένεια·

### book 3.530.5

στάζε δ’ ἄρ’ ἀμβροσίην κατὰ κρ〈ά〉ατος, ἥν ῥά τέ φασι

### book 3.535.1

δηρὸν ἐρυκακέειν νεαρὸν χρόα κηρὶ δαμέντων·

### book 3.535.2

θῆκε δ’ ἄρ’ ἑρσήεντα καὶ εἴκελον ἀμπνείοντι·

### book 3.535.3

σμερδαλέον δ’ ἄρα τεῦξεν ἐπισκύνιον περὶ νεκρῷ,

### book 3.535.4

οἷόν τ’ ἀμφ’ ἑτάροιο δαϊκταμένου Πατρόκλοιο

### book 3.535.5

χωομένῳ ἐπέκειτο κατὰ βλοσυροῖο προσώπου·

### book 3.540.1

βριθύτερον δ’ ἄρα θῆκε δέμας καὶ ἄρειον ἰδέσθαι.

### book 3.540.2

Ἀργείους δ’ ἕλε θάμβος ὁμιλαδὸν ἀθρήσαντας

### book 3.540.3

Πηλείδην ζώοντι πανείκελον, ὅς ῥ’ ἐπὶ λέκτροις

### book 3.540.4

ἐκχύμενος μάλα πουλὺς ἄδην εὕδοντι ἐῴκει.

### book 3.540.5

Ἀμφὶ δέ μιν μογεραὶ ληίτιδες, ἅς ῥά ποτ’ αὐτὸς

### book 3.545

Λέσβον τε ζαθέην Κιλίκων τ’ αἰπὺ πτολίεθρον

### book 3.1

Θήβην Ἠετίωνος ἑλὼν ληίσσατο κούρας,

### book 3.2

ἱστάμεναι γοάασκον ἀμύσσουσαι χρόα καλόν,

### book 3.3

στήθεά τ’ ἀμφοτέρῃσι πεπληγυῖαι παλάμῃσιν

### book 3.4

ἐκ θυμοῦ στενάχεσκον ἐύφρονα Πηλείωνα·

### book 3.1

τὰς γὰρ δὴ τίεσκε καὶ ἐκ δηίων περ ἐούσας.

### book 3.2

Πασάων δ’ ἔκπαγλον ἀκηχεμένη κέαρ ἔνδον

### book 3.3

Βρισηὶς παράκοιτις ἐυπτολέμου Ἀχιλῆος

### book 3.4

ἀμφὶ νέκυν στρωφᾶτο καὶ ἀμφοτέρῃς παλάμῃσι

### book 3.5

δρυπτομένη χρόα καλὸν ἀύτεεν· ἐκ δ’ ἁπαλοῖο

### book 3.555.1

στήθεος αἱματόεσσαι ἀνὰ σμώδιγγες ἄερθεν

### book 3.555.2

θεινομένης· φαίης κεν ἐπὶ γλάγος αἷμα χέασθαι

### book 3.555.3

φοίνιον. Ἀγλαΐη δὲ καὶ ἀχνυμένης ἀλεγεινῶς

### book 3.555.4

ἱμερόεν μάρμαιρε, χάρις δέ οἱ ἄμπεχεν εἶδος.

### book 3.555.5

Τοῖον δ’ ἔκφατο μῦθον ὀιζυρὸν γοόωσα·

### book 3.560.1

«Ὤ μοι ἐγὼ πάντων περιώσιον αἰνὰ παθοῦσα·

### book 3.560.2

οὐ γάρ μοι τόσσον περ ἐπήλυθεν ἄλλό τι πῆμα,

### book 3.560.3

οὔτε κασιγνήτων οὔτ’ εὐρυχόρου περὶ πάτρης,

### book 3.560.4

ὅσσον σεῖο θανόντος· ἐπεὶ σύ μοι ἱερὸν ἦμαρ

### book 3.560.5

καὶ φάος ἠελίοιο πέλες καὶ μείλιχος αἰὼν

### book 3.565.1

ἐλπωρή τ’ ἀγαθοῖο καὶ ἄσπετον ἄλκαρ ἀνίης

### book 3.565.2

πάσης τ’ ἀγλαΐης πολὺ φέρτερος ἠδὲ τοκήων

### book 3.565.3

ἔπλεο· πάντα γὰρ οἶος ἔης δμωῇ περ ἐούσῃ,

### book 3.565.4

καί ῥά με θῆκας ἄκοιτιν ἑλὼν ἄπο δούλια ἔργα.

### book 3.565.5

Νῦν δέ τις ἐν νήεσσιν Ἀχαιῶν ἄξεται ἄλλος

### book 3.570

Σπάρτην εἰς ἐρίβωλον ἢ ἐς πολυδίψιον Ἄργος·

### book 3.1

καί νύ κεν ἀμφιπολεῦσα κακὰς ὑποτλήσομ’ ἀνίας

### book 3.2

σεῦ ἀπονοσφισθεῖσα δυσάμμορος. Ὡς ὄφελόν με

### book 3.3

γαῖα χυτὴ ἐκάλυψε πάρος σέο πότμον ἰδέσθαι.»

### book 3.4

Ὣς ἣ μὲν δμηθέντ’ ὀλοφύρετο Πηλείωνα

### book 3.575.1

δμωῇς σὺν μογερῇσι καὶ ἀχνυμένοισιν Ἀχαιοῖς

### book 3.575.2

μυρομένη καὶ ἄνακτα καὶ ἀνέρα· τῆς 〈δ’〉 ἀλεγεινὸν

### book 3.575.3

οὔ ποτε τέρσετο δάκρυ, κατείβετο δ’ ἄχρις ἐπ’ οὖδας

### book 3.575.4

ἐκ βλεφάρων, ὡς εἴ τε μέλαν κατὰ πίδακος ὕδωρ

### book 3.575.5

πετραίης, ἧς πουλὺς ὑπὲρ παγετός τε χιών τε

### book 3.580.1

ἐκκέχυται στυφελοῖο κατ’ οὔδεος, ἀμφὶ δὲ πάχνη

### book 3.580.2

τήκεθ’ ὁμῶς Εὔρῳ τε καὶ ἠελίοιο βολῇσι.

### book 3.580.3

Καὶ τότε δή ῥ’ ἐσάκουσαν ὀρινομένοιο γόοιο

### book 3.580.4

θυγατέρες Νηρῆος ὅσαι μέγα βένθος ἔχουσι·

### book 3.580.5

πάσῃσιν δ’ ἀλεγεινὸν ὑπὸ κραδίην πέσεν ἄλγος·

### book 3.585.1

οἰκτρὸν δὲ στονάχησαν, ἐπίαχε δ’ Ἑλλήσποντος.

### book 3.585.2

Ἀμφὶ δὲ κυανέοισι καλυψάμεναι χρόα πέπλοις

### book 3.585.3

ἐσσυμένως οἴμησαν, ὅπῃ στόλος ἐπλετ’ Ἀχαιῶν,

### book 3.585.4

πανσυδίῃ πολιοῖο δι’ οἴδματος, ἀμφὶ δ’ ἄρά σφι

### book 3.585.5

νισομένῃσι θάλασσα διίστατο· ταὶ δ’ ἐφέροντο

### book 3.590.1

κλαγγηδόν, κραιπνῇσιν ἐειδόμεναι γεράνοισιν

### book 3.590.2

ὀσσομένῃς μέγα χεῖμα· περιστενάχοντο δὲ λυγρὸν

### book 3.590.3

κήτεα μυρομένῃσιν. Ἔσαν δ’ ἄφαρ ἧχι νέοντο

### book 3.590.4

παῖδα κασιγνήτης κρατερόφρονα κωκύουσαι

### book 3.590.5

ἐκπάγλως. Μοῦσαι δὲ θοῶς Ἑλικῶνα λιποῦσαι

### book 3.595.1

ἤλυθον ἄλγος ἄλαστον ἐνὶ στέρνοισιν ἔχουσαι,

### book 3.595.2

ἀρνύμεναι τιμὴν ἑλικώπιδι Νηρηίνῃ.

### book 3.595.3

Ζεὺς δὲ μέγ’ Ἀργείοισι καὶ ἄτρομον ἔμβαλε θάρσος,

### book 3.1

ὄφρα μὴ ἐσθλὸν ὅμιλον ὑποδδείσωσι θεάων

### book 3.2

ἀμφαδὸν ἀθρήσαντες ἀνὰ στρατόν. Αἳ δ’ Ἀχιλῆος

### book 3.1

ἀμφὶ νέκυν στενάχοντο καὶ ἀθάνατοί περ ἐοῦσαι

### book 3.2

πᾶσαι ὁμῶς· ἀκταὶ δὲ περίαχον Ἑλλησπόντου,

### book 3.3

δεύετο δὲ χθὼν πᾶσα περὶ νέκυν Αἰακίδαο

### book 3.4

δάκρυσι· καὶ μέγα 〈λαοὶ〉 ἀνέστενον, ἀμφὶ δὲ λαῶν

### book 3.5

μυρομένων δακρύοισι φορύνετο τεύχεα πάντα

### book 3.605.1

καὶ κλισίαι καὶ νῆες, ἐπεὶ μέγα πένθος ὀρώρει.

### book 3.605.2

Μήτηρ δ’ ἀμφιχυθεῖσα κύσε στόμα Πηλείωνος

### book 3.605.3

παιδὸς ἑοῦ καὶ τοῖον ἔπος φάτο δάκρυ χέουσα·

### book 3.605.4

«Γηθείτω ῥοδόπεπλος ἀν’ οὐρανὸν Ἠριγένεια,

### book 3.605.5

γηθείτω φρεσὶν ᾗσι μεθεὶς χόλον Ἀστεροπαίου

### book 3.610.1

Ἀξιὸς εὐ〈ρυ〉ρέεθρος ἰδὲ Πριάμοιο γενέθλη.

### book 3.610.2

Αὐτὰρ ἐγὼ πρὸς Ὄλυμπον ἀφίξομαι, ἀμφὶ δὲ ποσσὶ

### book 3.610.3

κείσομαι ἀθανάτοιο Διὸς μεγάλα στενάχουσα,

### book 3.610.4

οὕνεκά μ’ οὐκ ἐθέλουσαν ὑπ’ ἀνέρι δῶκε δαμῆναι,

### book 3.610.5

ἀνέρι ὃν τάχα γῆρας ἀμείλιχον ἀμφιμέμαρφε

### book 3.615.1

Κῆρές τ’ ἐγγὺς ἔασι τέλος θανάτοιο φέρουσαι.

### book 3.615.2

Ἀλλά μοι οὐ κείνοιο μέλει τόσον ὡς Ἀχιλῆος,

### book 3.615.3

ὅν μοι Ζεὺς κατένευσεν ἐν Αἰακίδαο δόμοισιν

### book 3.615.4

ἴφθιμον θήσειν, ἐπεὶ οὔ τί μοι ἥνδανεν εὐνή,

### book 3.615.5

ἀλλ’ ὁτὲ μὲν ζαὴς ἄνεμος πέλον, ἄλλοτε δ’ ὕδωρ,

### book 3.620

ἄλλοτε δ’ οἰωνῷ ἐναλίγκιος ἢ πυρὸς ὁρμῇ·

### book 3.1

οὐδέ με θνητὸς ἀνὴρ δύνατο λεχέεσσι 〈δαμάσσαι〉

### book 3.2

γινομένην ὅσα γαῖα καὶ οὐρανὸς ἐντὸς ἐέργει,

### book 3.3

μέσφ’ ὅτε μοι κατένευσεν Ὀλύμπιος υἱέα δῖον

### book 3.4

ἔκπαγλον θήσειν καὶ ἀρήιον. Ἀλλὰ τὸ μέν που

### book 3.625.1

ἀτρεκέως ἐτέλεσσεν· ὃ γὰρ πέλε φέρτατος ἀνδρῶν·

### book 3.625.2

ἀλλά μιν ὠκύμορον ποιήσατο καί μ’ ἀπάφησε.

### book 3.625.3

Τοὔνεκ’ ἐς οὐρανὸν εἶμι· Διὸς δ’ ἐς δώματ’ ἰοῦσα

### book 3.625.4

κωκύσω φίλον υἷα, καὶ ὁππόσα πρόσθ’ ἐμόγησα

### book 3.625.5

ἀμφ’ αὐτῷ καὶ παισὶν ἀεικέα τειρομένοισι,

### book 3.630.1

μνήσω ἀκηχεμένη, ἵνα οἱ σὺν θυμὸν ὀρίνω.»

### book 3.630.2

Ὣς ἔφατ’ αἰνὰ γοῶς’ ἁλίη Θέτις· ἣ δέ οἱ αὐτὴ

### book 3.630.3

Καλλιόπη φάτο μῦθον ἀρηρεμένη φρεσὶ θυμόν·

### book 3.630.4

«Ἴσχεο κωκυτοῖο, θεὰ Θέτι, μηδ’ ἀλύουσα

### book 3.630.5

εἵνεκα παιδὸς ἑοῖο θεῶν μεδέοντι καὶ ἀνδρῶν

### book 3.635.1

σκύζεο. Καὶ γὰρ Ζηνὸς ἐριβρεμέταο ἄνακτος

### book 3.635.2

υἷες ὁμῶς ἀπόλοντο κακῇ περὶ Κηρὶ δαμέντες.

### book 3.635.3

Κάτθανε δ’ υἱὸς ἐμεῖο καὶ αὐτῆς ἀθανάτοιο

### book 3.635.4

Ὀρφεύς, οὗ μολπῇσιν ἐφέσπετο πᾶσα μὲν ὕλη,

### book 3.635.5

πᾶσα δ’ ἄρ’ ὀκριόεσσα πέτρη ποταμῶν τε ῥέεθρα

### book 3.640.1

πνοιαί τε λιγέων ἀνέμων ἀμέγαρτον ἀέντων

### book 3.640.2

οἰωνοί τε θοῇσι διεσσύμενοι πτερύγεσσιν·

### book 3.640.3

ἀλλ’ ἔτλην μέγα πένθος, ἐπεὶ θεὸν οὔ τι ἔοικε

### book 3.640.4

πένθεσι λευγαλέοισι καὶ ἄλγεσι θυμὸν ἀχεύειν.

### book 3.640.5

Τῶ σε καὶ ἀχνυμένην μεθέτω γόος υἱέος ἐσθλοῦ·

### book 3.645.1

καὶ γάρ οἱ κλέος αἰὲν ἐπιχθονίοισιν ἀοιδοὶ

### book 3.645.2

καὶ μένος ἀείσουσιν ἐμῇ ἰότητι καὶ ἄλλων

### book 3.1

Πιερίδων. Σὺ δὲ μή τι κελαινῷ πένθεϊ θυμὸν

### book 3.2

δάμνασο θηλυτέρῃσιν ἴσον γοόωσα γυναιξίν.

### book 3.3

Ἦ οὐκ ἀίεις ὅτι πάντας ὅσοι χθονὶ ναιετάουσιν

### book 3.1

ἀνθρώπους ὀλοὴ περιπέπταται ἄσχετος Αἶσα

### book 3.2

οὐδὲ θεῶν ἀλέγουσα, τόσον σθένος ἔλλαχε μούνη;

### book 3.3

Ἣ καὶ νῦν Πριάμοιο πολυχρύσοιο πόληα

### book 3.4

ἐκπέρσει Τρώων τε καὶ Ἀργείων ὀλέσασα

### book 3.5

ἀνέρας, ὅν κ’ ἐθέλῃσι· θεῶν δ’ οὔ τίς μιν ἐρύξει.»

### book 3.655.1

Ὣς φάτο Καλλιόπη πινυτὰ φρεσὶ μητιόωσα.

### book 3.655.2

Ἠέλιος δ’ ἀπόρουσεν ἐς Ὠκεανοῖο ῥέεθρα,

### book 3.655.3

ὦρτο δὲ Νὺξ μεγάλοιο κατ’ ἠέρος ὀρφνήεσσα,

### book 3.655.4

ἥ τε καὶ ἀχνυμένοισι πέλει θνητοῖσιν ὄνειαρ.

### book 3.655.5

Αὐτοῦ δ’ ἐν ψαμάθοισιν Ἀχαιῶν ἔδραθον υἷες

### book 3.660.1

ἰλαδὸν ἀμφὶ νέκυν μεγάλῃ βεβαρηότες ἄτῃ.

### book 3.660.2

Ἀλλ’ οὐχ ὕπνος ἔμαρπτε θοὴν Θέτιν· ἄγχι δὲ παιδὸς

### book 3.660.3

ἧστο σὺν ἀθανάτῃς Νηρηίσιν· ἀμφὶ δὲ Μοῦσαι

### book 3.660.4

ἀχνυμένην ἀνὰ θυμὸν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη

### book 3.660.5

πολλὰ παρηγορέεσκον, ὅπως λελάθοιτο γόοιο.

### book 3.665.1

Ἀλλ’ ὅτε καγχαλόωσα δι’ αἰθέρος ἤλυθεν Ἠὼς

### book 3.665.2

λαμπρότατον 〈τό〉τε πᾶσι φάος Τρώεσσι φέρουσα

### book 3.665.3

καὶ Πριάμῳ, Δαναοὶ δὲ μέγ’ ἀχνύμενοι Ἀχιλῆα

### book 3.665.4

κλαῖον ἐπ’ ἤματα πολλά· περιστενάχοντο δὲ μακραὶ

### book 3.665.5

ἠιόνες πόντοιο, μέγας δ’ ὀλοφύρετο Νηρεὺς

### book 3.670.1

ἦρα φέρων κούρῃ Νηρηίδι, σὺν δέ οἱ ἄλλοι

### book 3.670.2

εἰνάλιοι μύροντο θεοὶ φθιμένου Ἀχιλῆος.

### book 3.670.3

Καὶ τότε δὴ μεγάλοιο νέκυν Πηληιάδαο

### book 3.670.4

Ἀργεῖοι πυρὶ δῶκαν ἀάσπετα νηήσαντες

### book 3.670.5

δοῦρα τά οἱ φορέοντες ἀπ’ οὔρεος Ἰδαίοιο

### book 3.675.1

πάντες ὁμῶς ἐμόγησαν, ἐπεί σφεας ὀτρύνοντες

### book 3.675.2

Ἀτρεῖδαι προέηκαν ἀπείριτον οἰσέμεν ὕλην,

### book 3.675.3

ὄφρα θοῶς καίοιτο νέκυς κταμένου Ἀχιλῆος.

### book 3.675.4

Ἀμφὶ δὲ τεύχεα πολλὰ πυρῇ περινηήσαντο

### book 3.675.5

αἰζηῶν κταμένων, πολλοὺς δ’ ἐφύπερθε βάλοντο

### book 3.680.1

Τρώων δῃώσαντες ὁμῶς περικαλλέας υἷας

### book 3.680.2

ἵππους τε χρεμέθοντας ἐυσθενέας θ’ ἅμα ταύρους,

### book 3.680.3

σὺν δ’ ὄιάς τε σύας τ’ ἔβαλον βρίθοντας ἀλοιφῇ·

### book 3.680.4

φάρεα δ’ ἐκ χηλῶν φέρον ἄσπετα κωκύουσαι

### book 3.680.5

δμω〈ι〉άδες καὶ πάντα πυρῆς καθύπερθε βάλοντο,

### book 3.685.1

χρυσόν τ’ ἤλεκτρόν τ’ ἐπενήνεον. Ἀμφὶ δὲ χαίτας

### book 3.685.2

Μυρμιδόνες κείραντο, νέκυν δ’ ἐκάλυψαν ἄνακτος·

### book 3.685.3

καὶ δ’ αὐτὴ Βρισηὶς ἀκηχεμένη περὶ νεκρῷ

### book 3.685.4

κειραμένη πλοκάμους πύματον πόρε δῶρον ἄνακτι.

### book 3.685.5

Πολλοὺς δ’ ἀμφιφορῆας ἀλείφατος ἀμφεχέοντο,

### book 3.690.1

ἄλλους δ’ ἀμφὶ πυρῇ μέλιτος θέσαν ἠδὲ καὶ οἴνου

### book 3.690.2

ἡδέος οὗ μέθυ λαρὸν ὀδώδει νέκταρι ἶσον·

### book 3.690.3

ἄλλα δὲ πολλὰ βάλοντο θυώδεα θαῦμα βροτοῖσιν

### book 3.690.4

ὅσσα χθὼν φέρει ἐσθλὰ καὶ ὁππόσα δῖα θάλασσα.

### book 3.690.5

Ἀλλ’ ὅτε δὴ περὶ πάγχυ πυρὴν διεκοσμήσαντο,

### book 3.695.1

πεζοὶ ἅμ’ ἱππήεσσι σὺν ἔντεσιν ἐρρώσαντο

### book 3.695.2

ἀμφὶ πυρὴν πολύδακρυν. Ὃ δ’ ἔκποθεν Οὐλύμποιο

### book 3.695.3

Ζεὺς ψεκάδας κατέχευεν ὑπὲρ νέκυν Αἰακίδαο

### book 3.695.4

ἀμβροσίης, δίῃ τε φέρων Νηρηίδι τιμὴν

### book 3.695.5

Ἑρμείην προέηκεν ἐς Αἴολον, ὄφρα καλέσσῃ

### book 3

λαιψηρῶν Ἀνέμων ἱερὸν μένος· ἦ γὰρ ἔμελλε

### book 3.1

καίεσθ’ Αἰακίδαο νέκυς. Τοῦ δ’ αἶψα μολόντος

### book 3.2

Αἴολος οὐκ ἀπίθησε· καλεσσάμενος δ’ ἀλεγεινὸν

### book 3.3

καρπαλίμως Βορέην Ζεφύροιό τε λάβρον ἀήτην

### book 3.4

ἐς Τροίην προέηκε θοῇ θύοντας ἀέλλῃ.

### book 3.705.1

Οἳ δὲ θοῶς οἴμησαν ὑπὲρ πόντοιο φέρεσθαι

### book 3.705.2

ῥιπῇ ἀπειρεσίῃ· περὶ δ’ ἴαχεν ἐσσυμένοισι

### book 3.705.3

πόντος ὁμοῦ καὶ γαῖα, περικλονέοντο δ’ ὕπερθε

### book 3.705.4

πάντα νέφη μεγάλοιο δι’ ἠέρος ἀίσσοντα.

### book 3.705.5

Οἳ δὲ Διὸς βουλῇσι δαϊκταμένου Ἀχιλῆος

### book 3.710.1

αἶψα πυρῇ ἐνόρουσαν ἀολλέες· ὦρτο δ’ ἀυτμὴ

### book 3.710.2

Ἡφαίστου μαλεροῖο, γόος δ’ ἀλίαστος ὀρώρει

### book 3.710.3

Μυρμιδόνων. Ἄνεμοι δὲ καὶ ἐσσύμενοί περ ἀέλλῃ

### book 3.710.4

πᾶν ἦμαρ καὶ νύκτα νέκυν περιποιπνύοντες

### book 3.710.5

καῖον ἐυπνείοντες ὁμῶς· ἀνὰ δ’ ἔγρετο πουλὺς

### book 3.715.1

καπνὸς ἐς ἠέρα δῖαν, ἐπέστενε δ’ ἄσπετος ὕλη

### book 3.715.2

δαμναμένη πυρὶ πᾶσα, μέλαινα δὲ γίνετο τέφρη.

### book 3.715.3

Οἳ δὲ μέγ’ ἐκτελέσαντες ἀτειρέες ἔργον Ἀῆται

### book 3.715.4

εἰς ἑὸν ἄντρον ἕκαστος ὁμοῦ νεφέεσσι φέροντο.

### book 3.715.5

Μυρμιδόνες δ’, ὅτ’ ἄνακτα πελώριον ὕστατον ἄλλων

### book 3.720.1

ἤνυσε πῦρ ἀίδηλον ἀποκταμένων περὶ νεκρῷ

### book 3.720.2

ἵππων τ’ αἰζηῶν τε καὶ ἄλλ’ ὅσα δάκρυ χέοντες

### book 3.720.3

ὄβριμον ἀμφὶ νέκυν κειμήλια θῆκαν Ἀχαιοί,

### book 3.720.4

δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δ’ αὐτοῦ

### book 3.720.5

φαίνετ’ ἀριφραδέως, ἐπεὶ οὐχ ἑτέροισιν ὁμοῖα

### book 3.725.1

ἦν, ἀλλ’ οἷα Γίγαντος ἀτειρέος, οὐδὲ μὲν ἄλλα

### book 3.725.2

σὺν κείνοις ἐμέμικτ’, ἐπεὶ ἦ βόες ἠδὲ καὶ ἵπποι

### book 3.725.3

καὶ παῖδες Τρώων μίγδα κταμένοισι καὶ ἄλλοις

### book 3.1

βαιὸν ἄπωθε κέοντο περὶ νέκυν, ὃς δ’ ἐνὶ μέσσοις

### book 3.2

ῥιπῇ ὑφ’ Ἡφαίστου δεδμημένος οἶος ἔκειτο.

### book 3.730.1

Τοῦ δὲ καὶ ὀστέα πάντα περιστενάχοντες ἑταῖροι

### book 3.730.2

ἄλλεγον ἐς χηλὸν πολυχανδέα τε βριαρήν τε,

### book 3.730.3

ἀργυρέην, χρυσῷ δὲ διαυγέι πᾶς’ ἐκέκαστο.

### book 3.730.4

Καὶ τὰ μὲν ἀμβροσίῃ καὶ ἀλείφασι πάγχυ δίηναν

### book 3.730.5

κοῦραι Νηρῆος μέγ’ Ἀχιλλέα κυδαίνουσαι,

### book 3.735.1

ἐς δὲ βοῶν δημὸν θέσαν ἀθρόα ταρχύσασθαι

### book 3.735.2

σὺν μέλιτι λιαρῷ· μήτηρ δέ οἱ ἀμφιφορῆα

### book 3.735.3

ὤπασε, τόν ῥα πάροιθε Διώνυσος πόρε δῶρον,

### book 3.735.4

Ἡφαίστου κλυτὸν ἔργον ἐύφρονος, ᾧ ἔνι θῆκαν

### book 3.735.5

ὀστέ’ Ἀχιλλῆος μεγαλήτορος. Ἀμφὶ δὲ τύμβον

### book 3.740.1

Ἀργεῖοι καὶ σῆμα πελώριον ἀμφεβάλοντο

### book 3.740.2

ἀκτῇ ἐπ’ ἀκροτάτῃ παρὰ βένθεσιν Ἑλλησπόντου

### book 3.740.3

Μυρμιδόνων βασιλῆα θρασὺν περικωκύοντες.

### book 3.740.4

Οὐδὲ μὲν ἄμβροτοι ἵπποι ἀταρβέος Αἰακίδαο

### book 3.740.5

μίμνον ἀδάκρυτοι παρὰ νήεσιν, ἀλλὰ καὶ αὐτοὶ

### book 3.745.1

μύροντο σφετέροιο δαϊκταμένου βασιλῆος·

### book 3.745.2

οὐδ’ ἔθελον μογεροῖσιν ἔτ’ ἀνδράσιν οὐδὲ μὲν ἵπποις

### book 3.745.3

μίσγεσθ’ Ἀργείων ὀλοὸν περὶ πένθος ἔχοντες,

### book 3.745.4

ἀλλ’ ὑπὲρ Ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα

### book 3.745.5

ἀνθρώπων ἀπάτερθεν ὀιζυρῶν φορέεσθαι,

### book 3.1

ἧχί σφεας τὸ πάροιθεν ἐγείνατο δῖα Ποδάργη

### book 3.2

ἄμφω ἀελλόποδας Ζεφύρῳ κελάδοντι μιγεῖσα.

### book 3.3

Καί νύ κεν αἶψ’ ἐτέλεσσαν ὅσά σφισι μήδετο θυμός,

### book 3.4

εἰ μή σφεας κατέρυξε θεῶν νόος, ὄφρ’ Ἀχιλῆος

### book 3.5

ἔλθοι ἀπὸ Σκύροιο θοὸς πάις, ὅν ῥα καὶ αὐτοὶ

### book 3.755.1

δεχνῦνθ’, ὁππόθ’ ἵκοιτο ποτὶ στρατόν, οὕνεκ’ ἄρά σφι

### book 3.755.2

θέσφατα γεινομένοισι Χάους ἱεροῖο θύγατρες

### book 3.755.3

Μοῖραι ἐπεκλώσαντο καὶ ἀθανάτοις περ ἐοῦσι

### book 3.755.4

πρῶτα Ποσειδάωνι δαμήμεναι, αὐτὰρ ἔπειτα

### book 3.755.5

θαρσαλέῳ Πηλῆι καὶ ἀκαμάτῳ Ἀχιλῆι,

### book 3.760.1

τέτρατον αὖτ’ ἐπὶ τοῖσι Νεοπτολέμῳ μεγαθύμῳ,

### book 3.760.2

τὸν καὶ ἐς Ἠλύσιον πεδίον μετόπισθεν ἔμελλον

### book 3.760.3

Ζηνὸς ὑπ’ ἐννεσίῃσι φέρειν μακάρων ἐπὶ γαῖαν.

### book 3.760.4

Τοὔνεκα καὶ στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ

### book 3.760.5

μίμνον πὰρ νήεσσιν ἑὸν κατὰ θυμὸν ἄνακτα

### book 3.765.1

τὸν μὲν ἀκηχέμενοι, τὸν δ’ αὖ ποθέοντες ἰδέσθαι.

### book 3.765.2

Καὶ τότ’ ἐριγδούποιο λιπὼν ἁλὸς ὄβριμον οἶδμα

### book 3.765.3

ἤλυθεν Ἐννοσίγαιος ἐπ’ ᾐόνας· οὐδέ μιν ἄνδρες

### book 3.765.4

ἔδρακον, ἀλλὰ θεῇσι παρίστατο Νηρηίνῃς·

### book 3.765.5

καί ῥα Θέτιν προσέειπεν ἔτ’ ἀχνυμένην Ἀχιλῆος·

### book 3.770.1

«Ἴσχεο νῦν περὶ παιδὸς ἀπειρέσιον γοόωσα.

### book 3.770.2

Οὐ γὰρ ὅ γε φθιμένοισι μετέσσεται, ἀλλὰ θεοῖσιν,

### book 3.770.3

ὡς ἠὺς Διόνυσος ἰδὲ σθένος Ἡρακλῆος·

### book 3.770.4

οὐ γάρ μιν μόρος αἰνὸς ὑπὸ ζόφον αἰὲν ἐρύξει

### book 3.770.5

οὐδ’ Ἀίδης, ἀλλ’ αἶψα καὶ ἐς Διὸς ἵξεται αὐγάς·

### book 3.775.1

καί οἱ δῶρον ἔγωγε θεουδέα νῆσον ὀπάσσω

### book 3.775.2

Εὔξεινον κατὰ πόντον, ὅπῃ θεὸς ἔσσεται αἰεὶ

### book 3.775.3

σὸς πάις· ἀμφὶ δὲ φῦλα περικτιόνων μέγα λαῶν

### book 3.775.4

κεῖνον κυδαίνοντα θυηπολίῃς ἐρατεινῇς

### book 3.775.5

ἶσον ἐμοὶ τίσουσι. Σὺ δ’ ἴσχεο κωκύουσα

### book 3.780.1

ἐσσυμένως καὶ μή τι χαλέπτεο πένθεϊ θυμόν.»

### book 3.780.2

Ὣς εἰπὼν ἐπὶ πόντον ἀπήιεν εἴκελος αὔρῃ

### book 3.780.3

παρφάμενος μύθοισι Θέτιν· τῆς δ’ ἐν φρεσὶ θυμὸς

### book 3.1

βαιὸν ἀνέπνευσε〈ν〉· τὰ 〈δέ〉 οἱ θεὸς ἐξετέλεσσεν.

### book 3.2

Ἀργεῖοι δὲ γοῶντες ἀπήιον, ἧχι ἑκάστῳ

### book 3.785.1

νῆες ἔσαν, τὰς ἦγον ἀφ’ Ἑλλάδος· αἳ δ’ Ἑλικῶνα

### book 3.785.2

Πιερίδες νίσοντο, καὶ εἰς ἅλα Νηρηῖναι

### book 3

δῦσαν ἀναστενάχουσαι ἐύφρονα Πηλείωνα.

### book 4.1.1

Οὐδὲ μὲν Ἱππολόχοιο δαΐφρονος ὄβριμον υἷα

### book 4.1.2

Τρῶες ἀδάκρυτον δειλοὶ λίπον, ἀλλὰ καὶ αὐτοὶ

### book 4.1.3

Δαρδανίης προπάροιθε πύλης ἐρικυδέα φῶτα

### book 4.1.4

πυρκαϊῆς καθύπερθε βάλον. Τὸν δ’ αὐτὸς Ἀπόλλων

### book 4.5.1

ἐκ πυρὸς αἰθομένοιο μάλ’ ἐσσυμένως ἀναείρας

### book 4.5.2

δῶκε θοοῖς Ἀνέμοισι φέρειν Λυκίης σχεδὸν αἴης·

### book 4.5.3

οἳ δέ μιν αἶψ’ ἀπένεικαν ὑπ’ ἄγκεα Τηλάνδροιο

### book 4.5.4

χῶρον ἐς ἱμερόεντα, πέτρην δ’ ἐφύπερθε βάλοντο

### book 4.5.5

ἄρρηκτον· Νύμφαι δὲ περίβλυσαν ἱερὸν ὕδωρ

### book 4.10.1

ἀενάου ποταμοῖο τὸν εἰσέτι φῦλ’ ἀνθρώπων

### book 4.10.2

Γλαῦκον ἐπικλείουσιν ἐύρροον· ἀλλὰ τὰ μέν που

### book 4.10.3

ἀθάνατοι τεύξαντο γέρας Λυκίων βασιλῆι.

### book 4.10.4

Ἀργεῖοι δ’ ἐρίθυμον ἀνεστενάχοντ’ Ἀχιλῆα

### book 4.10.5

νηυσὶ παρ’ ὠκυπόροισιν· ἔτειρε δὲ πάντας ἀνίη

### book 4.15.1

λευγαλέη καὶ πένθος, ἐπεί ῥά μιν ὡς ἑὸν υἷα

### book 4.15.2

δίζοντ’, οὐδέ τις ἦεν ἀνὰ στρατὸν εὐρὺν ἄδακρυς.

### book 4.15.3

Τρῶες δ’ αὖ〈τ’〉 ἀλίαστον ἐγήθεον εἰσορόωντες

### book 4.15.4

τοὺς μὲν ἀκηχεμένους, τὸν δ’ ἐν πυρὶ δῃωθέντα·

### book 4.15.5

καί τις ἐπευχόμενος τοῖον ποτὶ μῦθον ἔειπε·

### book 4.20

«Νῦν πάντεσσιν ἄελπτον ἀπ’ Οὐλύμποιο Κρονίων

### book 4.1

ἡμῖν ὤπασε χάρμα λιλαιομένοισιν ἰδέσθαι

### book 4.2

ἐν Τροίῃ Ἀχιλῆα δεδουπότα. Ἦ γὰρ ὀίω

### book 4.3

βλημένου ἀμπνεύσειν Τρώων ἐρικυδέα φῦλα

### book 4.4

αἵματος ἐξ ὀλοοῖο καὶ ἀνδροφόνου ὑσμίνης.

### book 4.25.1

Αἰεὶ γάρ οἱ χερσὶν ἐμαίνετο λοίγιον ἔγχος

### book 4.25.2

λύθρῳ ὑπ’ ἀργαλέῳ πεπαλαγμένον· οὐδέ τις ἡμέων

### book 4.25.3

κείνῳ ἐσάντα μολὼν ἔτ’ ἐσέδρακεν ἠριγένειαν.

### book 4.25.4

Νῦν δ’ ὀίω φεύξεσθαι Ἀχαιῶν ὄβριμα τέκνα

### book 4.25.5

νηυσὶν ἐυπρώροισι δαϊκταμένου Ἀχιλῆος.

### book 4.30.1

Ὡς ὄφελον μένος ἦεν ἔθ’ Ἕκτορος, ὄφρ’ ἅμα πάντας

### book 4.30.2

Ἀργείους σφετέρῃσιν ἐνὶ κλισίῃσιν ὄλεσσεν.»

### book 4.30.3

Ὣς ἄρ’ ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς·

### book 4.30.4

ἄλλος δ’ αὖθ’ ἑτέρωθε πύκα φρονέων φάτο μῦθον·

### book 4.30.5

«Φῆσθα σὺ μὲν Δαναῶν ὀλοὸν στρατὸν ἔνδοθι νηῶν

### book 4.35.1

πόντον ἐπ’ ἠερόεντα πεφυζότας αἶψα νέεσθαι·

### book 4.35.2

ἀλλ’ οὐ μὰν δείσουσι λιλαιόμενοι μέγα χάρμης.

### book 4.35.3

Εἰσὶ〈ν〉 γὰρ κρατεροί τε καὶ ὄβριμοι ἀνέρες ἄλλοι,

### book 4.35.4

Τυδείδης Αἴας τε καὶ Ἀτρέος ὄβριμοι υἷες,

### book 4.35.5

τοὺς ἔτ’ ἐγὼ δείδοικα κατακταμένου Ἀχιλῆος·

### book 4.40.1

τοὺς εἴθ’ ἀργυρότοξος ἀναιρήσειεν Ἀπόλλων,

### book 4.40.2

καί κεν ἀνάπνευσις πολέμου καὶ ἀεικέος οἴτου

### book 4.40.3

ἡμῖν εὐχομένοισιν ἐλεύσεται ἤματι κείνῳ.»

### book 4.40.4

Ὣς ἔφατ’. Ἀθάνατοι δὲ κατ’ οὐρανὸν ἐστενάχοντο

### book 4.40.5

ὅσσοι ἔσαν Δαναοῖσιν ἐυσθενέεσσιν ἀρωγοί,

### book 4.45

ἀμφὶ δὲ κρᾶτ’ ἐκάλυψαν ἀπειρεσίοις νεφέεσσι

### book 4.1

θυμὸν ἀκηχέμενοι· ἑτέρω〈θε〉 δὲ γήθεον ἄλλοι

### book 4.2

εὐχόμενοι Τρώεσσι πέρας θυμηδὲς ὀρέξαι.

### book 4.3

Καὶ τότε δὴ Κρονίωνα κλυτὴ προσεφώνεεν Ἥρη·

### book 4.4

«Ζεῦ πάτερ ἀργικέραυνε, τί ἢ Τρώεσσιν ἀρήγεις

### book 4.1

κούρης ἠυκόμοιο λελασμένος, ἥν ῥα πάροιθεν

### book 4.2

ἀντιθέῳ Πηλῆι πόρες θυμήρε’ ἄκοιτιν

### book 4.3

Πηλίου ἐν βήσσῃσι; Γάμον δέ οἱ αὐτὸς ἔτευξας

### book 4.4

ἄμβροτον, οἳ δέ νυ πάντες ἐδαινύμεθ’ ἤματι κείνῳ

### book 4.5

ἀθάνατοι καὶ πολλὰ δόμεν περικαλλέα δῶρα·

### book 4.55.1

ἀλλὰ τά γ’ ἐξελάθου, μέγα δ’ Ἑλλάδι μήσαο πένθος.»

### book 4.55.2

Ὣς ἄρ’ ἔφη· τὴν δ’ οὔ τι προσέννεπεν ἀκάματος Ζεύς.

### book 4.55.3

Ἧστο γὰρ ἀχνύμενος κραδίην καὶ πολλὰ μενοινῶν,

### book 4.55.4

οὕνεκεν ἤμελλον Πριάμου πόλιν ἐξαλαπάξειν

### book 4.55.5

Ἀργεῖοι, τοῖς αἰνὸν ἐμήδετο λοιγὸν ὀπάσσαι

### book 4.60.1

ἐν πολέμῳ στονόεντι καὶ ἐν βαρυηχέι πόντῳ·

### book 4.60.2

καὶ τὰ μὲν ὣς ὥρμαινε τὰ δὴ μετόπισθε τέλεσσεν.

### book 4.60.3

Ἠὼς δ’ Ὠκεανοῖο βαθὺν ῥόον εἰσαφίκανε,

### book 4.60.4

κυανέην δ’ ἄρα γαῖαν ἐπήιεν ἄσπετος ὄρφνη,

### book 4.60.5

ἦμος ἀναπνείουσι βροτοὶ βαιὸν καμάτοιο.

### book 4.65.1

Ἀργεῖοι δ’ ἐπὶ νηυσὶν ἐδόρπεον ἀχνύμενοί περ·

### book 4.65.2

οὐ γὰρ νηδύος ἔστιν ἀπωσέμεναι μεμαυίης

### book 4.65.3

λιμὸν ἀταρτηρήν, ὁπόταν στέρνοισιν ἵκηται·

### book 4.65.4

ἀλλ’ εἶθαρ θοὰ γυῖα βαρύνεται, οὐδέ τι μῆχος

### book 4.65.5

γίνεται, ἢν μή τις κορέσῃ θυμαλγέα νηδύν.

### book 4.70.1

Τοὔνεκα δαῖτ’ ἐπάσαντο καὶ ἀχνύμενοι Ἀχιλῆος·

### book 4.70.2

αἰνὴ γὰρ μάλα πάντας ἐποτρύνεσκεν ἀνάγκη.

### book 4.70.3

Τοῖσι δὲ πασσαμένοισιν ἐπήλυθε νήδυμος ὕπνος,

### book 4.1

λῦσε δ’ ἀπὸ μελέων ὀδύνας, ἐπὶ δὲ σθένος ὦρσεν.

### book 4.2

Ἀλλ’ ὅτε δὴ κεφαλὰς μὲν ἐπ’ ἀντολίην ἔχον ἄρκτοι

### book 4.75.1

δέγμεναι ἠελίοιο θοὸν φάος, ἔγρετο δ’ Ἠώς,

### book 4.75.2

δὴ τότ’ ἀνέγρετο λαὸς ἐυσθενέων Ἀργείων

### book 4.75.3

πορφύρων Τρώεσσι φόνον καὶ κῆρ’ ἀίδηλον.

### book 4.75.4

Κίνυτο δ’ ἠύτε πόντος ἀπείριτος Ἰκαρίοιο

### book 4.75.5

ἠὲ καὶ αὐαλέον βαθὺ λήιον, ὁππόθ’ ἵκηται

### book 4.80.1

ῥιπὴ ἀπειρεσίη νεφεληγερέος Ζεφύροιο·

### book 4.80.2

ὣς ἄρα κίνυτο λαὸς ἐπ’ ᾐόσιν Ἑλλησπόντου.

### book 4.80.3

Καὶ τότε Τυδέος υἱὸς ἐελδομένοισιν ἔειπεν·

### book 4.80.4

«Ὦ φίλοι, εἰ ἐτεόν γε μενεπτόλεμοι πελόμεσθα,

### book 4.80.5

νῦν μᾶλλον στυγεροῖσι μαχώμεθα δυσμενέεσσι,

### book 4.85

μή πως θαρσήσωσιν, Ἀχιλλέος οὐκέτ’ ἐόντος,

### book 4.99a

καὶ Τελαμωνιάδαο μέγα σθένος ἔκτοθι μίμνειν.

### book 4.86.1

Ἀλλ’ ἄγε, σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδὲ καὶ ἵπποις

### book 4.86.2

ἴομεν ἀμφὶ πόληα· πόνος δ’ ἄρα κῦδος ὀρέξει.»

### book 4.86.3

Ὣς ἔφατ’ ἐν Δαναοῖσιν· ἀμείβετο δ’ ὄβριμος Αἴας·

### book 4.86.4

«Τυδείδη, σὺ μὲν ἐσθλὰ καὶ οὐκ ἀνεμώλια βάζεις

### book 4.90.1

ὀτρύνων Τρώεσσιν ἐυπτολέμοισι μάχεσθαι

### book 4.90.2

ἀγχεμάχους Δαναούς, οἵ περ μεμάασι καὶ αὐτοί.

### book 4.90.3

Ἀλλὰ χρὴ ἐν νήεσσι μένειν, ἄχρις ἐξ ἁλὸς ἔλθῃ

### book 4.90.4

δῖα Θέτις· μάλα γάρ 〈οἱ〉 ἐνὶ φρεσὶ μήδεται ἦτορ

### book 4.90.5

υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα·

### book 4.95.1

ὣς χθιζή μοι ἔειπεν, ὅτ’ εἰς ἁλὸς ἤιε βένθος,

### book 4.95.2

νόσφ’ ἄλλων Δαναῶν· καί μιν σχεδὸν ἔλπομαι εἶναι

### book 4.1

ἐσσυμένην. Τρῶες δέ, καὶ εἰ θάνε Πηλέος υἱός,

### book 4.2

οὐ μάλα θαρσήσουσιν ἔτι ζώοντος ἐμεῖο

### book 4.3

καὶ σέθεν ἠδὲ καὶ αὐτοῦ ἀμύμονος Ἀτρείδαο.»

### book 4.1

Ὣς ἄρ’ ἔφη Τελαμῶνος ἐὺς πάις, οὐδέ τι ᾔδη

### book 4.2

ὅττι ῥά οἱ μετ’ ἄεθλα κακὸν μόρον ἔντυε δαίμων

### book 4.3

ἀργαλέον· τὸν δ’ αὖτις ἀμείβετο Τυδέος υἱός·

### book 4.4

«Ὦ φίλος, εἰ ἐτεὸν Θέτις ἔρχεται ἤματι τῷδε

### book 4.5

υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα,

### book 4.105.1

πὰρ νήεσσι μένωμεν ἐρυκανόωντε καὶ ἄλλους.

### book 4.105.2

Καὶ γὰρ δὴ μακάρεσσι θεοῖς πείθεσθαι ἔοικε·

### book 4.105.3

καὶ δ’ ἄλλως Ἀχιλῆι καὶ ἀθανάτων ἀέκητι

### book 4.105.4

αὐτοὶ φραζώμεσθα δόμεν θυμηδέα τιμήν.»

### book 4.105.5

Ὣς φάτο Τυδείδαο δαΐφρονος ὄβριμον ἦτορ.

### book 4.110.1

Καὶ τότ’ ἄρ’ ἐκ πόντοιο κίεν Πηλῆος ἄκοιτις

### book 4.110.2

αὔρῃ ὑπηώῃ ἐναλίγκιος· αἶψα δ’ ἵκανεν

### book 4.110.3

Ἀργείων ἐς ὅμιλον, ὅπῃ μεμαῶτες ἔμιμνον,

### book 4.110.4

οἳ μὲν ἀεθλεύσοντες ἀπειρεσίῳ ἐν ἀγῶνι,

### book 4.110.5

οἳ δὲ φρένας καὶ θυμὸν ἀεθλητῆρσιν ἰῆναι.

### book 4.115.1

Τοῖσι δ’ ἅμ’ ἀγρομένοισι Θέτις κυανοκρήδεμνος

### book 4.115.2

θῆκεν ἄεθλα φέρουσα καὶ ὀτρύνεσκεν Ἀχαιοὺς

### book 4.115.3

αὐτίκ’ ἀεθλεύειν· τοὶ δ’ ἀθανάτῃ πεπίθοντο.

### book 4.115.4

Πρῶτος δ’ ἐν μέσσοισιν ἀνίστατο Νηλέος υἱός,

### book 4.115.5

οὐ μὲν πυγμαχίῃσι λιλαιόμενος πονέεσθαι

### book 4.120.1

οὔτε παλαισμοσύνῃ πολυτειρέι· τοῦ γὰρ ὕπερθε

### book 4.120.2

γυῖα καὶ ἅψεα πάντα λυγρὸν κατεδάμνατο γῆρας.

### book 4.120.3

Ἀλλά οἱ ἐν στέρνοισιν ἔτ’ ἔμπεδος ἔπλετο θυμὸς

### book 4.1

καὶ νόος, οὐδέ τις ἄλλος ἐριδμαίνεσκεν Ἀχαιῶν

### book 4.2

κείνῳ, ὅτ’ εἰν ἀγορῇ ἐπέων πέρι δῆρις ἐτύχθη·

### book 4.125.1

τῷ καὶ Λαέρταο κλυτὸς πάις εἵνεκα μύθων

### book 4.125.2

εἰν ἀγορῇ ὑπόεικε, καὶ ὃς βασιλεύτατος ἦεν

### book 4.125.3

πάντων Ἀργείων, μέγ’ ἐυμμελίης Ἀγαμέμνων.

### book 4.125.4

Τοὔνεκ’ ἐν〈ὶ〉 μέσσοισιν ἐύφρονα Νηρηίνην

### book 4.125.5

ὕμνεεν, ὡς πάσῃσι μετέπρεπεν εἰναλίῃσιν

### book 4.130.1

εἵνεκ’ ἐυφροσύνης καὶ εἴδεος· ἣ δ’ ἀίουσα

### book 4.130.2

τέρπεθ’. Ὃ δ’ ἱμερόεντα γάμον Πηλῆος ἔνισπε,

### book 4.130.3

τόν ῥά οἱ ἀθάνατοι μάκαρες συνετεκτήναντο

### book 4.130.4

Πηλίου ἀμφὶ κάρηνα, καὶ ἄμβροτον ὡς ἐπάσαντο

### book 4.130.5

δαῖτα παρ’ εἰλαπίνῃσιν, ὅτ’ εἴδατα θεῖα φέρουσαι

### book 4.135.1

χερσὶν ὑπ’ ἀμβροσίῃσι θοαὶ παρενήνεον Ὧραι

### book 4.135.2

χρυσείοις κανέοισι, Θέμις δ’ ἄρα καγχαλόωσα

### book 4.135.3

ἀργυρέας ἐτίταινεν ἐπισπέρχουσα τραπέζας,

### book 4.135.4

πῦρ δ’ Ἥφαιστος ἔκαιεν ἀκήρατον, ἀμφὶ δὲ Νύμφαι

### book 4.135.5

ἀμβροσίην ἐκέραιον ἐνὶ χρυσέοισ〈ι〉 κυπέλλοις,

### book 4.140.1

αἳ δ’ ἄρ’ ἐς ὀρχηθμὸν Χάριτες τράπεν ἱμερόεντα,

### book 4.140.2

Μοῦσαι δ’ ἐς μολπήν, ἐπετέρπετο δ’ οὔρεα πάντα

### book 4.140.3

καὶ ποταμοὶ καὶ θῆρες, ἰαίνετο δ’ ἄφθιτος αἰθὴρ

### book 4.140.4

ἄντρά τε Χείρωνος περικαλλέα καὶ θεοὶ αὐτοί.

### book 4.140.5

Καὶ τὰ μὲν ἂρ Νηλῆος ἐὺς πάις Ἀργείοισι

### book 4.145.1

πάντα μάλ’ ἱεμένοις κατελέξατο· τοὶ δ’ ἀίοντες

### book 4.145.2

τέρπονθ’. Ὃς 〈δ’〉 Ἀχιλῆος ἀμύμονος ἄφθιτα ἔργα

### book 4.145.3

μέλπε μέσῳ ἐν ἀγῶνι, πολὺς δ’ ἀμφίαχε λαὸς

### book 4.145.4

ἀσπασίως· ὃ δ’ ἄρ’ ἔνθεν ἑλὼν ἐρικυδέα φῶτα

### book 4

ἐκπάγλως κύδαινεν ἀρηρεμένοις ἐπέεσσι,

### book 4.1

δώδεχ’ ὅπως διέπερσε κατὰ πλόον ἄστεα φωτῶν,

### book 4.2

ἕνδεκα δ’ αὖ κατὰ γαῖαν ἀπείριτον, ὡς 〈δ’〉 ἐδάιξε

### book 4.3

Τήλεφον ἠδὲ βίην ἐρικυδέος Ἠετίωνος

### book 4.4

Θήβης ἐν δαπέδοισι, καὶ ὡς Κύκνον ἔκτανε δουρὶ

### book 4.5

υἷα Ποσειδάωνος ἰδ’ ἀντίθεον Πολύδωρον

### book 4.155.1

καὶ Τρωίλον θηητὸν ἀμύμονά τ’ Ἀστεροπαῖον,

### book 4.155.2

αἵματι δ’ ὡς ἐρύθηνεν ἄδην ποταμοῖο ῥέεθρα

### book 4.155.3

Ξάνθου καὶ νεκύεσσιν ἀπειρεσίοισι κάλυψε

### book 4.155.4

πάντα ῥόον κελάδοντα, Λυκάονος ὁππότε θυμὸν

### book 4.155.5

νοσφίσατ’ ἐκ μελέων ποταμοῦ σχεδὸν ἠχήεντος,

### book 4.160.1

Ἕκτορά θ’ ὡς ἐδάμασσε, καὶ ὡς ἕλε Πενθεσίλειαν

### book 4.160.2

ἠδὲ καὶ υἱ〈έ〉α δῖον ἐυθρόνου Ἠριγενείης.

### book 4.160.3

Καὶ τὰ μὲν Ἀργείοισιν ἐπισταμένοισι καὶ αὐτοῖς

### book 4.160.4

μέλπε, καὶ ὡς ἐτέτυκτο πελώριος, ὥς τέ οἱ οὔ τις

### book 4.160.5

ἔσθενε δηριάασθαι ἐναντίον, οὔτ’ ἐν ἀέθλοις

### book 4.165.1

αἰζηῶν, ὅτε ποσσὶ νέοι περιδηριόωνται,

### book 4.165.2

οὐδὲ μὲν ἱππασίῃ οὐδὲ σταδίῃ ἐνὶ χάρμῃ,

### book 4.165.3

κάλλεΐ θ’ ὡς Δαναοὺς μέγ’ ὑπείρεχεν, ὥς τέ οἱ ἀλκὴ

### book 4.165.4

ἔπλετ’ ἀπειρεσίη, ὁπότ’ Ἄρεος ἔσσυτο δῆρις.

### book 4.165.5

Εὔχετο δ’ ἀθανάτοισι καὶ υἱέα τοῖον ἰδέσθαι

### book 4.170.1

κείνου ἀπὸ Σκύροιο πολυκλύστοιο μολόντα.

### book 4.170.2

Ἀργεῖοι δ’ ἄρα πᾶσιν ἐπευφήμησαν ἔπεσσιν

### book 4.170.3

αὐτή τ’ ἀργυρόπεζα Θέτις, καί οἱ πόρεν ἵππους

### book 4.170.4

ὠκύποδας, τοὺς πρόσθεν ἐυμμελίῃ Ἀχιλῆι

### book 4.170.5

Τήλεφος ὤπασε δῶρον ἐπὶ προχοῇσι Καΐκου,

### book 4.175.1

εὖτέ ἑ μοχθίζοντα κακῷ περὶ ἕλκεϊ θυμὸν

### book 4.175.2

ἠκέσατ’ ἐγχείῃ, τῇ μιν βάλε δηριόωντα

### book 4.1

αὐτὸς ἔσω μηροῖο, διήλασε δ’ ὄβριμον αἰχμήν.

### book 4.2

Καὶ τοὺς μὲν Νέστωρ Νηλήιος οἷς ἑτάροισιν

### book 4.3

ὤπασεν· οἳ δ’ ἐς νῆας ἄγον μέγα κυδαίνοντες

### book 4.180.1

ἀντίθεον βασιλῆα. Θέτις δ’ ἐς μέσσον ἀγῶνα

### book 4.180.2

θῆκεν ἄρ’ ἀμφὶ δρόμοιο βόας δέκα· τῇσι δὲ πάσῃς

### book 4.180.3

καλαὶ πόρτιες ἦσαν ὑπὸ μαζοῖσιν ἰοῦσαι·

### book 4.180.4

τάς ποτε Πηλείδαο θρασὺ σθένος ἀκαμάτοιο

### book 4.180.5

ἤλασεν ἐξ Ἴδης μεγάλῳ περὶ δουρὶ πεποιθώς.

### book 4.185.1

Τῶν πέρι δοιοὶ ἀνέσταν ἐελδόμενοι μέγα νίκης,

### book 4.185.2

Τεῦκρος μὲν πρῶτος Τελαμώνιος ἠδὲ καὶ Αἴας,

### book 4.185.3

Αἴας ὅς τε Λοκροῖσι μετέπρεπεν ἰοβόλοισιν.

### book 4.185.4

Ἀμφὶ δ’ ἄρα ζώσαντο θοῶς περὶ μήδεα χερσὶ

### book 4.185.5

φάρεα, πάντα δ’ ἔνερθεν ἅ περ θέμις ἐκρύψαντο

### book 4.190.1

αἰδόμενοι Πηλῆος ἐυσθενέος παράκοιτιν

### book 4.190.2

ἄλλάς τ’ εἰναλίας Νηρηίδας, ὅσσαι ἅμ’ αὐτῇ

### book 4.190.3

ἤλυθον Ἀργείων κρατεροὺς ἐσιδέσθαι ἀέθλους.

### book 4.190.4

Τοῖσι δὲ σημαίνεσκε δρόμου τέλος ὠκυτάτοιο

### book 4.190.5

Ἀτρείδης ὃς πᾶσι μετ’ Ἀργείοισιν ἄνασσε.

### book 4.195.1

Τοὺς δ’ Ἔρις ὀτρύνεσκεν ἐπήρατος· οἳ δ’ ἀπὸ νύσσης

### book 4.195.2

καρπαλίμως οἴμησαν ἐοικότες ἰρήκεσσι·

### book 4.195.3

τῶν δὲ καὶ ἀμφήριστος ἔην δρόμος· οἳ δ’ ἑκάτερθεν

### book 4.195.4

Ἀργεῖοι λεύσσοντες ἐπίαχον ἄλλυδις ἄλλος.

### book 4.195.5

Ἀλλ’ ὅτε τέρματ’ ἔμελλον ἱκανέμεναι μεμαῶτες,

### book 4.1

δὴ τότε που Τεύκροιο μένος καὶ γυῖα πέδησαν

### book 4.2

ἀθάνατοι· τὸν γάρ ῥα θεὸς βάλεν ἠέ τις ἄτη

### book 4.3

ὄζον ἐς ἀλγινόεντα βαθυρρίζοιο μυρίκης.

### book 4.1

Τῷ δ’ ἄρ’ ἐν〈ι〉χριμφθεὶς χαμάδις πέσε· τοῦ δ’ ἀλεγεινῶς

### book 4.2

ἄκρον ἀνεγνάμφθη λαιοῦ ποδός, αἳ δ’ ὑπανέσταν

### book 4.205.1

οἰδαλέαι ἑκάτερθε περὶ φλέβες. Οἳ δ’ ἰάχησαν

### book 4.205.2

Ἀργεῖοι κατ’ ἀγῶνα. Παρήιξε〈ν〉 δέ μιν Αἴας

### book 4.205.3

γηθόσυνος· λαοὶ δὲ συνέδραμον, οἵ οἱ ἕποντο,

### book 4.205.4

Λοκροί, αἶψα δὲ χάρμα περὶ φρένας ἤλυθε πάντων·

### book 4.205.5

ἐκ δ’ ἔλασαν μετὰ νῆας ἄγειν βόας, ὄφρα νέμωνται.

### book 4.210.1

Τεῦκρον δ’ ἐσσυμένως ἕταροι περιποιπνύοντες

### book 4.210.2

ἦγον ἐπισκάζοντα. Θοῶς δέ οἱ ἰητῆρες

### book 4.210.3

ἐκ ποδὸς αἷμ’ ἀφέλοντο· θέσαν δ’ ἐφύπερθε τομάων

### book 4.210.4

εἴρια συνδεύσαντες ἀλείφασιν, ἀμφὶ δὲ μίτρῃ

### book 4.210.5

δήσαντ’ ἐνδυκέως· ὀλοὰς δ’ ἐκέδασσαν ἀνίας.

### book 4.215.1

Ἄλλοι δ’ αὖθ’ ἑτέρωθε παλαισμοσύνης ὑπερόπλου

### book 4.215.2

καρπαλίμως μνώοντο δύω κρατερόφρονε φῶτε,

### book 4.215.3

Τυδέος ἱπποδάμοιο πάις καὶ ὑπέρβιος Αἴας,

### book 4.215.4

οἵ ῥ’ ἴσαν ἐς μέσσον. Θάμβος δ’ ἔχεν ἀθρήσαντας

### book 4.215.5

Ἀργείους· ἄμφω γὰρ ἔσαν μακάρεσσιν ὁμοῖοι.

### book 4.220.1

Σὺν δ’ ἔβαλον θήρεσσιν ἐοικότες, οἵ τ’ ἐν ὄρεσσιν

### book 4.220.2

ἀμφ’ ἐλάφοιο μάχονται ἐδητύος ἰσχανόωντες,

### book 4.220.3

ἶσον δ’ ἀμφοτέροισι πέλει σθένος, οὐδέ τις αὐτῶν

### book 4.220.4

λείπεται οὐδ’ ἠβαιὸν ἀταρτηρῶν μάλ’ ἐόντων·

### book 4.220.5

ὣς οἵ γ’ ἶσον ἔχον κρατερὸν μένος. Ὀψὲ δ’ ἄρ’ Αἴας

### book 4.225.1

Τυδείδην συνέμαρψεν ὑπὸ στιβαρῇσι χέρεσσιν

### book 4.225.2

ἆξαι ἐπειγόμενος· ὃ δ’ ἄρ’ ἰδρείῃ τε καὶ ἀλκῇ

### book 4.225.3

πλευρὸν ὑποκλίνας Τελαμώνιον ὄβριμον υἷα

### book 4.225.4

ἐσσυμένως ἀνάειρεν ὑπὸ μυῶνος ἐρείσας

### book 4

ὦμον, καὶ ποδὶ μηρὸν ὑποπλήξας ἑτέρωσε

### book 4.230.1

κάββαλεν ὄβριμον ἄνδρα κατὰ χθονός, ἀμφὶ δ’ ἄρ’ αὐτῷ

### book 4.230.2

ἕζετο· τοὶ δ’ ὁμάδησαν. Ὃ δ’ ἀσχαλόων ἐνὶ θυμῷ

### book 4.230.3

Αἴας ὀβριμόθυμος ἀνίστατο δεύτερον αὖτις

### book 4.230.4

ὁρμαίνων ἐς δῆριν ἀμείλιχον· αἶψα δὲ χερσὶ

### book 4.230.5

σμερδαλέῃσι κόνιν κατεχεύατο καὶ μέγα θύων

### book 4.235.1

Τυδείδην ἐς μέσσον ἀύτεεν. Ὃς δέ μιν οὔ τι

### book 4.235.2

ταρβήσας οἴμησε καταντίον· ἀμφὶ δὲ πολλὴ

### book 4.235.3

ποσσὶν ὑπ’ ἀμφοτέρων κόνις ὤρνυτο. Τοὶ δ’ ἑκάτερθε

### book 4.235.4

ταῦροι ὅπως συνόρουσαν ἀταρβέες, οἵ τ’ ἐν ὄρεσσι

### book 4.235.5

θαρσαλέου μένεος πειρώμενοι εἰς ἓν ἵκωνται

### book 4.240.1

ποσσὶ κονιόμενοι, περὶ δὲ βρομέουσι κολῶναι

### book 4.240.2

βρυχμῇ ὑπ’ ἀμφοτέρων, τοὶ δ’ ἄσχετα μαιμώωντες

### book 4.240.3

κράατα συμφορέουσιν ἀτειρέα καὶ μέγα κάρτος

### book 4.240.4

〈δηρ〉ὸν ἐπ’ ἀλλήλοισι πονεύμενοι, ἐκ δὲ μόγοιο

### book 4.240.5

λάβρον ἀνασθμαίνοντες ἀμείλιχα δη〈ρ〉ιόωνται,

### book 4.245.1

πουλὺς δ’ ἐκ στομάτων χαμάδις καταχεύεται ἀφρός·

### book 4.245.2

ὣς οἵ γε στιβαρῇσιν ἄδην πονέοντο χέρεσσιν·

### book 4.245.3

ἀμφοτέρων δ’ ἄρα νῶτα καὶ αὐχένες ἀλκήεντες

### book 4.245.4

χερσὶ περικτυπέοντο τετριγότες, εὖτ’ ἐν ὄρεσσι

### book 4.245.5

δένδρε’ ἐπ’ ἀλλήλοισι βαλόντ’ ἐριθηλέας ὄζους.

### book 4.1

Πολλάκι δ’ Αἴαντος μεγάλου στιβαροὺς ὑπὸ μηροὺς

### book 4.2

κάββαλε Τυδείδης κρατερὰς χέρας, ἀλλά μιν οὔ τι

### book 4.3

ἂψ ὦσαι δύνατο στιβαροῖς ποσὶν ἐμβεβαῶτα·

### book 4.1

τὸν δ’ Αἴας καθύπερθεν ἐπεσσύμενος ποτὶ γαῖαν

### book 4.2

ἐξ ὤμων ἐτίνασσε κατὰ χθονὸς οὖδας ἐρείδων·

### book 4.255.1

ἄλλοτε δ’ ἀλλοίως ὑπὸ χείρεσι δη〈ρ〉ιόωντο.

### book 4.255.2

Λαοὶ δ’ ἔνθα καὶ ἔνθα μέγ’ ἴαχον εἰσορόωντες,

### book 4.255.3

οἳ μὲν Τυδείδην ἐρικυδέα θαρσύνοντες,

### book 4.255.4

οἳ δὲ βίην Αἴαντος. Ὃ δ’ ἄλκιμον ἄνδρα τινάξας

### book 4.255.5

ἐξ ὤμων ἑκάτερθε, βαλὼν δ’ ὑπὸ νηδύα χεῖρας,

### book 4.260.1

ἐσσυμένως ἐφέηκε κατὰ χθονὸς ἠύτε πέτρην

### book 4.260.2

ἀλκῇ ὑπὸ σθεναρῇ· μέγα δ’ ἴαχε Τρώιον οὖδας

### book 4.260.3

Τυδείδαο πεσόντος, ἐπηΰτησε δὲ λαός.

### book 4.260.4

Ἀλλὰ καὶ ὧς ἀνόρουσεν ἐελδόμενος πονέεσθαι

### book 4.260.5

τὸ τρίτον ἀμφ’ Αἴαντα πελώριον· ἀλλ’ ἄρα Νέστωρ

### book 4.265.1

ἔστη ἐν〈ὶ〉 μέσσοισι καὶ ἀμφοτέροισι μετηύδα·

### book 4.265.2

«Ἴσχεσθ’, ἀγλαὰ τέκνα, παλαισμοσύνης ὑπερόπλου·

### book 4.265.3

ἴδμεν γὰρ δὴ πάντες ὅσον προφερέστατοί ἐστε

### book 4.265.4

Ἀργείων μεγάλοιο καταφθιμένου Ἀχιλῆος.»

### book 4.265.5

Ὣς φάτο· τοὶ δ’ ἔσχοντο πονεύμενοι. Ἐκ δὲ μετώπων

### book 4.270.1

χερσὶν ἄδην μόρξαντο κατεσσύμενόν περ ἱδρῶτα·

### book 4.270.2

κύσσαν δ’ ἀλλήλους, φιλότητι δὲ δῆριν ἔθεντο.

### book 4.270.3

Τοῖς δ’ ἄρα ληιάδας πίσυρας πόρε πότνα θεάων,

### book 4.270.4

δῖα Θέτις· τὰς δ’ αὐτοὶ ἐθηήσαντο ἰδόντες

### book 4.270.5

ἥρωες κρατεροὶ καὶ ἀταρβέες, οὕνεκα πασέων

### book 4.275.1

ληιάδων προφέρεσκον ἐυφροσύνῃ τε καὶ ἔργοις

### book 4.275.2

νόσφιν ἐυπλοκάμου Βρισηίδος, ἅς ποτ’ Ἀχιλλεὺς

### book 4.275.3

ληίσατ’ ἐκ Λέσβοιο, νόον δ’ 〈ἐπ〉ετέρπετο τῇσι·

### book 4.275.4

καί ῥ’ ἣ μὲν δόρποιο πέλεν ταμίη καὶ ἐδωδῆς,

### book 4

ἣ δ’ ἄρα δαινυμένοισι παροινοχόει μέθυ λαρόν,

### book 4.280.1

ἄλλη δ’ αὖ μετὰ δόρπον ὕδωρ ἐπέχευε χέρεσσιν,

### book 4.280.2

ἣ δ’ ἑτέρη ἀπὸ δαιτὸς ἀεὶ φορέεσκε τραπέζας.

### book 4.280.3

Τὰς δ’ ἄρα Τυδείδαο μένος καὶ ὑπέρβιος Αἴας

### book 4.280.4

δασσάμενοι προέηκαν ἐυπρώρους ἐπὶ νῆας.

### book 4.280.5

Ἀμφὶ δὲ πυγμαχίης ὦρτο σθένος Ἰδομενῆος,

### book 4.285.1

ὤρνυτ’, ἐπεί οἱ θυμὸς ἴδρις πέλε παντὸς ἀέθλου.

### book 4.285.2

Τῷ δ’ οὔ τις κατέναντα κίεν· μάλα γάρ μιν ἅπαντες

### book 4.285.3

αἰδόμενοι ὑπόειξαν, ἐπεί ῥα γεραίτερος ἦεν.

### book 4.285.4

Τῷ δ’ ἄρ’ ἐνὶ μέσσοισι Θέτις πόρεν ἅρμα καὶ ἵππους

### book 4.285.5

ὠκύποδας τοὺς πρόσθε βίη μεγάλου Πατρόκλοιο

### book 4.290.1

ἤλασεν ἐκ Τρώων Σαρπηδόνα δῖον ὀλέσσας.

### book 4.290.2

Καὶ τοὺς μὲν θεράποντι πόρεν ποτὶ νῆας ἄγεσθαι

### book 4.290.3

Ἰδομενεύς, αὐτὸς δὲ κλυτῷ ἐν ἀγῶνι μένεσκε.

### book 4.290.4

Φοῖνιξ δ’ Ἀργείοισιν ἐυσθενέεσσι μετηύδα·

### book 4.290.5

«Νῦν μὲν ἄρ’ Ἰδομενῆι θεοὶ δόσαν ἐσθλὸν ἄεθλον

### book 4.295.1

αὕτως, οὔ τι καμόντι βίῃ καὶ χερσὶ καὶ ὤμοις,

### book 4.295.2

ἀλλ’ ἄρ’ ἀναιμωτὶ προγενέστερον ἄνδρα τίοντες.

### book 4.295.3

Ἀλλ’, ἄλλοι νέοι ἄνδρες, ἐπεντύνεσθε ἄεθλον

### book 4.295.4

χεῖρας ἐπ’ ἀλλήλοισι δαήμονας ἰθύνοντες

### book 4.295.5

πυγμαχίης, καὶ θυμὸν ἰήνατε Πηλείωνος.»

### book 4.1

Ὣς φάτο· τοὶ δ’ ἀίοντες ἐσέδρακον ἀλλήλοισιν·

### book 4.2

ἦκα δὲ πάντες ἔμιμνον ἀναινόμενοι τὸν ἄεθλον,

### book 4.3

εἰ μή σφεας 〈ἐν〉ένιπεν ἀγαυοῦ Νηλέος υἱός·

### book 4.4

«Ὦ φίλοι, οὔ τι ἔοικε δαήμονας ἄνδρας ἀυτῆς

### book 4.5

πυγμαχίην ἀλέασθαι ἐπήρατον, ἥ τε νέοισι

### book 4.305.1

τερπωλὴ πέλεται, καμάτῳ δ’ ἐπὶ κῦδος ἀγινεῖ.

### book 4.305.2

Ὡς εἴθ’ ἐν γυίοισιν ἐμοῖς ἔτι κάρτος ἔκειτο

### book 4.305.3

οἷον ὅτ’ ἀντίθεον Πελίην κατεθάπτομεν ἡμεῖς,

### book 4.305.4

αὐτὸς ἐγὼ καὶ Ἄκαστος, ἀνεψιοὶ εἰς ἓν ἰόντες,

### book 4.305.5

ὁππότ’ ἄρ’ ἀμφήριστος ἐγὼ Πολυδεύκεϊ δίῳ

### book 4.310.1

πυγμαχίῃ γενόμην, ἔλαβον δέ οἱ ἶσον ἄεθλον·

### book 4.310.2

ἐν δὲ παλαισμοσύνῃ με καὶ ὁ κρατερώτατος ἄλλων

### book 4.310.3

Ἀγκαῖος θάμβησε καὶ ἔτρεσεν, οὐδέ μοι ἔτλη

### book 4.310.4

ἀντίον ἐλθέμεναι νίκης ὕπερ, οὕνεκ’ ἄρ’ αὐτὸν

### book 4.310.5

ἤδη που τὸ πάροιθε παρ’ ἀγχεμάχοισιν Ἐπειοῖς

### book 4.315.1

νίκης’ ἠὺν ἐόντα, πεσὼν δ’ ἐκονίσατο νῶτα

### book 4.315.2

σῆμα πάρα φθιμένου Ἀμαρυγκέος, ἀμφὶ δ’ ἄρ’ αὐτῷ

### book 4.315.3

πολλοὶ θηήσαντο βίην καὶ κάρτος ἐμεῖο·

### book 4.315.4

τῶ νύ μοι οὐκέτι κεῖνος ἐναντίον ἤρατο χεῖρας

### book 4.315.5

καὶ κρατερός περ ἐών, ἔλαβον δ’ ἀκόνιτος ἄεθλον.

### book 4.320.1

Νῦν δέ με γῆρας ἔπεισι καὶ ἄλγεα· τοὔνεκ’ ἄνωγα

### book 4.320.2

ὑμέας, οἷσιν ἔοικεν, ἀέθλια χερσὶν ἀρέσθαι·

### book 4.320.3

κῦδος γὰρ νέῳ ἀνδρὶ φέρειν ἀπ’ ἀγῶνος ἄεθλον.»

### book 4.320.4

Ὣς φαμένοιο γέροντος ἀνίστατο θαρσαλέος φώς.

### book 4.320.5

υἱὸς ὑπερθύμοιο καὶ ἀντιθέου Πανοπῆος,

### book 4.325.1

ὅς τε καὶ ἵππον ἔτευξε κακὸν Πριάμοιο πόληι

### book 4.325.2

ὕστερον· ἀλλ’ οὔ οἵ τις ἐτόλμαεν ἐγγὺς ἱκέσθαι

### book 4.325.3

εἵνεκα πυγμαχίης· πολέμου δ’ οὐ πάγχυ δαήμων

### book 4.325.4

ἔπλετο λευγαλέου, ὁπότ’ Ἄρεος ἔσσυτο δῆρις.

### book 4.325.5

Καί κεν ἀνιδρωτὶ περικαλλέα δῖος Ἐπειὸς

### book 4.330.1

ἤμελλεν τότ’ ἄεθλα φέρειν ποτὶ νῆας Ἀχαιῶν,

### book 4.330.2

εἰ μή οἱ σχεδὸν ἦλθεν ἀγαυοῦ Θησέος υἱός,

### book 4.1

αἰχμητὴς Ἀκάμας, μέγα δ’ ἐν φρεσὶ κάρτος ἄεξεν,

### book 4.2

ἀζαλέους ἱμάντας ἔχων περὶ χερσὶ θοῇσι,

### book 4.3

τούς οἱ ἐπισταμένως Εὐηνορίδης Ἀγέλαος

### book 4.335.1

ἀμφέβαλεν παλάμῃσ〈ιν〉 ἐποτρύνων βασιλῆα.

### book 4.335.2

Ὣς δ’ αὕτως ἕταροι Πανοπηιάδαο ἄνακτος

### book 4.335.3

θαρσύνεσκον Ἐπειόν· ὃ δ’ ἐν μέσσοισι λέων ὣς

### book 4.335.4

εἱστήκει περὶ χερσὶν ἔχων βοὸς ἶφι δαμέντος

### book 4.335.5

ῥινοὺς ἀζαλέας. Μέγα δ’ ἴαχον ἔνθα καὶ ἔνθα

### book 4.340.1

λαοὶ ἐποτρύνοντες ἐυσθενέων μένος ἀνδρῶν

### book 4.340.2

μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας. Οἳ δὲ καὶ αὐτοὶ

### book 4.340.3

ἔσταν μαιμώωντες ἐνὶ ξυνοχῇσιν ἀγῶνος,

### book 4.340.4

ἄμφω χεῖρας ἑὰς πειρώμενοι, εἴ περ ἔασιν

### book 4.340.5

ὡς πρὶν ἐυτρόχαλοι μηδ’ ἐκ πολέμου βαρύθοιεν.

### book 4.345.1

Αἶψα δ’ ἄρ’ ἀλλήλοισι καταντία χεῖρας ἄειραν

### book 4.345.2

ταρφέα παπταίνοντες, ἐπ’ ἀκροτάτοις δὲ πόδεσσι

### book 4.345.3

βαίνοντες κατὰ βαιὸν ἀεὶ γόνυ γουνὸς ἄμειβον

### book 4.345.4

ἀλλήλων ἐπὶ δηρὸν ἀλευόμενοι μέγα κάρτος.

### book 4.345.5

Σὺν δ’ ἔβαλον νεφέλῃσιν ἐοικότες αἰψηρῇσιν,

### book 4.1

αἵ τ’ ἀνέμων ῥιπῇσιν ἐπ’ ἀλλήλῃσι θοροῦσαι

### book 4.2

ἀστεροπὴν προϊᾶσι, μέγας δ’ ὀροθύνεται αἰθὴρ

### book 4.3

θηγομένων νεφέων, βαρὺ δὲ κτυπέουσιν ἄελλαι.

### book 4.4

Ὣς τῶν ἀζαλέῃσι περικτυπέοντο γένεια

### book 4.5

ῥινοῖς· αἷμα δὲ πουλὺ κατέρρεεν· ἐκ δὲ μετώπων

### book 4.355.1

ἱδρὼς αἱματόεις θαλερὰς ἐρύθαινε παρειάς.

### book 4.355.2

Οἳ δ’ ἄμοτον πονέοντο μεμαότες· οὐδ’ ἄρ’ Ἐπειὸς

### book 4.355.3

λῆγεν, ἐπέσσυτο δ’ αἰὲν ἑῷ περὶ κάρτεϊ θύων.

### book 4.355.4

Τὸν δ’ ἄρα Θησέος υἱὸς ἐυφρονέων ἐν ἀέθλῳ

### book 4

πολλάκις ἐς κενεὸν κρατερὰς χέρας ἰθύνασθαι

### book 4.360.1

θῆκε, καὶ ἰδρείῃσι διατμήξας ἑκάτερθε

### book 4.360.2

χεῖρας ἐς ὀφρύα τύψεν ἐπάλμενος, ἄχρις ἱκέσθαι

### book 4.360.3

ὀστέον· ἐκ δέ οἱ αἷμα κατέρρεεν ὀφθαλμοῖο.

### book 4.360.4

Ἀλλὰ καὶ ὧς Ἀκάμαντα βαρείῃ χειρὶ τυχήσας

### book 4.360.5

τύψε κατὰ κροτάφοιο, χαμαὶ δέ οἱ ἤλασε γυῖα.

### book 4.365.1

Αὐτὰρ ὅ γ’ αἶψ’ ἀνόρουσε καὶ ἔνθορε φωτὶ κραταιῷ,

### book 4.365.2

πλῆξε δέ οἱ κεφαλήν· ὃ δ’ ἄρ’ ἔμπαλιν ἀίσσοντος

### book 4.365.3

βαιὸν ὑποκλίνας σκαιῇ χερὶ τύψε μέτωπον,

### book 4.365.4

ἄλλῃ δ’ ἤλασε ῥῖνας ἐπάλμενος· ὃς δὲ καὶ αὐτὸς

### book 4.365.5

μήτι παντοίῃ χέρας ὤρεγε. Τοὺς δ’ ἄρ’ Ἀχαιοὶ

### book 4.370.1

ἀλλήλων ἀπέρυξαν ἐελδομένους πονέεσθαι

### book 4.370.2

νίκης ἀμφ’ ἐρατῆς· τῶν δ’ ἐσσυμένως θεράποντες

### book 4.370.3

ῥινοὺς αἱματόεντας ἄφαρ σθεναρῶν ἀπὸ χειρῶν

### book 4.370.4

λῦσαν· τοὶ δ’ ἄρα τυτθὸν ἀνέπνευσαν καμάτοιο

### book 4.370.5

μορξάμενοι σπόγγοισι πολυτρήτοισι μέτωπα.

### book 4.375.1

Τοὺς δ’ ἕταροί τε φίλοι τε παρηγορέοντες ἄγεσκον

### book 4.375.2

ἄντικρυς ἀλλήλων, ὥς κεν χόλου ἀλγινόεντος

### book 4.375.3

ἐσσυμένως λελάθωνται ἀρεσσάμενοι φιλότητι·

### book 4.375.4

ἀλλ’ οἳ μὲν πεπίθοντο παραιφασίῃσιν ἑταίρων

### book 4.375.5

(ἀνδράσι γὰρ πινυτοῖσι πέλει νόος ἤπιος αἰεί)·

### book 4.380.1

κύσσαν δ’ ἀλλήλους, ἔριδος δ’ ἐπελήθετο θυμὸς

### book 4.380.2

λευγαλέης. Τοῖς δ’ αἶψα Θέτις κυανοκρήδεμνος

### book 4.380.3

ἀργυρέους κρητῆρας ἐελδομένοισιν ὄπασσε

### book 4.380.4

δοιώ, τοὺς Εὔνηος Ἰήσονος ὄβριμος υἱὸς

### book 4.380.5

ὦνον ὑπὲρ κρατεροῖο Λυκάονος ἐγγυάλιξεν

### book 4.385.1

ἀντιθέῳ Ἀχιλῆι περικλύστῳ ἐνὶ Λήμνῳ·

### book 4.385.2

τοὺς Ἥφαιστος ἔτευξεν ἀριπρεπέι Διονύσῳ

### book 4.385.3

δῶρον, ὅτ’ εἰς Οὔλυμπον ἀνήγαγε δῖαν ἄκοιτιν

### book 4.1

Μίνωος κούρην ἐρικυδέα, τήν ποτε Θησεὺς

### book 4.2

κάλλιπεν οὐκ ἐθέλων 〈γε〉 περικλύστῳ ἐνὶ Δίῃ·

### book 4.390.1

τοὺς δ’ ἠὺς Διόνυσος ἑῷ πόρεν υἱέι δῶρον

### book 4.390.2

νέκταρος ἐμπλήσας, ὃ δ’ ἄρ’ ὤπασεν Ὑψιπυλείῃ

### book 4.390.3

πολλοῖς σὺν κτεάτεσσι Θόας, ἣ δ’ υἱέι δίῳ

### book 4.390.4

κάλλιπεν, ὃς δ’ Ἀχιλῆι Λυκάονος εἵνεκα δῶκε.

### book 4.390.5

Τῶν δ’ ἕτερον μὲν ἕλεσκεν ἀγαυοῦ Θησέος υἱός,

### book 4.395.1

ἄλλον δ’ ἠὺς Ἐπειὸς ἑὰς ἐπὶ νῆας ἴαλλε

### book 4.395.2

γηθόσυνος. Τῶν δ’ ἀμφὶ δεδρυμμένα τύμματα πάντα

### book 4.395.3

ἠκέσατ’ ἐνδυκέως Ποδαλείριος, οὕνεκ’ ἄρ’ αὐτὸς

### book 4.395.4

πρῶτα μὲν ἐκμύζησεν, ἔπειτα δὲ χερσὶν ἑῇσι

### book 4.395.5

ῥάψεν ἐπισταμένως, καθύπερθε δὲ φάρμακ’ ἔθηκε

### book 4.1

κεῖνα τά οἱ 〈τὸ〉 πάροιθε πατὴρ ἑὸς ἐγγυάλιξε,

### book 4.2

τοῖσί περ ἐσσυμένως καὶ ἀναλθέα τύμματα φωτῶν

### book 4.3

αὐτῆμαρ μογέοντος ὑπ’ ἐκ κακοῦ ἰαίνονται·

### book 4.4

τῶν δ’ ἄφαρ ἀμφὶ πρόσωπα καὶ εὐκομόωντα κάρηνα

### book 4.5

τύμματ’ ἀπαλθαίνοντο, κατηπιόωντο δ’ ἀνῖαι.

### book 4.405.1

Ἀμφὶ δὲ τοξοσύνης Τεῦκρος καὶ Ὀιλέος υἱὸς

### book 4.405.2

ἕστασαν, οἳ καὶ πρόσθε δρόμου πέρι πειρήσαντο.

### book 4.405.3

Τῶν δ’ ἄρα τηλόσε θῆκεν ἐυμμελίης Ἀγαμέμνων

### book 4.405.4

ἱππόκομον τρυφάλειαν, ἔφη δέ 〈τ〉ε· «Πολλὸν ἀμείνων

### book 4.405.5

ἔσσεται ὃς κέρσειεν ἄπο τρίχας ὀξέι χαλκῷ.»

### book 4.410.1

Αἴας δ’ αὐτίκα πρῶτος ἑὸν προέηκε βέλεμνον,

### book 4.410.2

πλῆξε δ’ ἄρα τρυφάλειαν, ἐπηΰτησε δὲ χαλκὸς

### book 4.410.3

ὀξύτατον. Τεῦκρος δὲ μέγ’ ἐγκονέων ἐνὶ θυμῷ

### book 4.1

δεύτερος ἧκεν ὀιστόν, ἄφαρ δ’ ἀπέκερσεν ἐθείρας

### book 4.2

ὀξὺ βέλος· λαοὶ δὲ μέγ’ ἴαχον ἀθρήσαντες

### book 4.415.1

καί μιν κυδαίνεσκον ἀπείριτον, οὕνεκ’ ἄρ’ αὐτὸν

### book 4.415.2

πληγὴ ἐπαλγύνεσκε θοοῦ ποδός, ἀλλά μιν οὔ τι

### book 4.415.3

βλάψεν ὑπαὶ παλάμῃσι θοὸν βέλος ἰθύνοντα.

### book 4.415.4

Καί οἱ τεύχεα καλὰ πόρε〈ν〉 Πηλῆος ἄκοιτις

### book 4.415.5

ἀντιθέου Τρωίλοιο, τὸν ἠιθέων ὄχ’ ἄριστον

### book 4.420.1

Τροίῃ ἐν ἠγαθέῃ Ἑκάβη τέκεν, οὐδ’ ἀπόνητο

### book 4.420.2

ἀγλαΐης· δὴ γάρ μιν ἀταρτηροῦ Ἀχιλῆος

### book 4.420.3

ἔγχος ὁμοῦ καὶ κάρτος ἀπήμερσαν βιότοιο.

### book 4.420.4

Ὡς δ’ ὁπόθ’ ἑρσήεντα καὶ εὐθαλέοντ’ ἀνὰ κῆπον

### book 4.420.5

ὑδρηλῆς καπέτοιο μάλ’ ἀγχόθι τηλεθάοντα

### book 4.425.1

ἢ στάχυν ἢ μήκωνα, πάρος καρποῖο τυχῆσαι,

### book 4.425.2

κέρσῃ τις δρεπάνῳ νεοθηγέι, μηδ’ ἄρ’ ἐάσῃ

### book 4.425.3

ἐς τέλος ἠὺ μολεῖν μηδ’ ἐς σπόρον ἄλλον ἱκέσθαι,

### book 4.425.4

ἀμήσας κενεόν τε καὶ ἄσπορον ἐσσομένοισι

### book 4.425.5

μέλλονθ’ ἑρσήεντος ὑπ’ εἴαρος ἀλδαίνεσθαι·

### book 4.430.1

ὣς υἱὸν Πριάμοιο θεοῖς ἐναλίγκιον εἶδος

### book 4.430.2

Πηλείδης κατέπεφνεν, ἔτ’ ἄχνοον, εἰσέτι νύμφης

### book 4.430.3

νήιδα, νηπιάχοισιν ὁμῶς ἔτι κουρίζοντα·

### book 4.430.4

ἀλλά μιν ἐς πόλεμον φθισίμβροτον ἤγαγε Μοῖρα

### book 4.430.5

ἥβης ἀρχόμενον πολυγηθέος, ὁππότε φῶτες

### book 4.435.1

θαρσαλέοι τελέθουσιν, ὅτ’ οὐκέτι δεύεται ἦτορ.

### book 4.435.2

Αὐτίκα δ’ αὖτε σόλον περιμήκεά τε βριαρόν τε

### book 4.1

πολλοὶ πειρήσαντο θοῆς ἀπὸ χειρὸς ἰῆλαι.

### book 4.2

Τὸν δ’ οὔ τις βαλέειν δύνατο στιβαρὸν μάλ’ ἐόντα

### book 4.3

Ἀργείων· οἶος δ’ ἔβαλε〈ν〉 μενεδήιος Αἴας

### book 4.440.1

χειρὸς ἀπὸ κρατερῆς, ὡς εἰ δρυὸς ἀγρονόμοιο

### book 4.440.2

ὄζον ἀπαυανθέντα θέρευς εὐθαλπέος ὥρῃ,

### book 4.440.3

ὁππότε λήια πάντα κατὰ χθονὸς αὐαίνηται.

### book 4.440.4

Θάμβησαν δ’ ἄρα πάντες, ὅσον χερὸς ἐξεποτήθη

### book 4.440.5

χαλκὸς ὃν ἀνέρε χερσὶ δύω μογέοντες ἄειραν·

### book 4.445.1

τόν ῥα μὲν Ἀνταίοιο βίη ῥίπτασκε πάροιθε

### book 4.445.2

ῥηιδίως ἀπὸ χειρὸς ἑῆς πειρώμενος ἀλκῆς,

### book 4.445.3

πρὶν κρατερῇσι χέρεσσι δαμήμεναι Ἡρακλῆος·

### book 4.445.4

Ἡρακλέης δέ μιν ἠὺς ἑλὼν σὺν ληίδι πολλῇ

### book 4.445.5

ἀκαμάτης ἔχε χειρὸς ἀέθλιον, ἀλλά μιν ἐσθλῷ

### book 4.1

ὕστερον Αἰακίδῃ δῶρον πόρεν, ὁππότ’ ἄρ’ αὐτῷ

### book 4.2

Ἰλίου εὐπύργοιο συνέπραθε κύδιμον ἄστυ,

### book 4.3

κεῖνος δ’ υἱέι δῶκεν, ὃ δ’ ὠκυπόροις ἐνὶ νηυσὶν

### book 4.4

ἐς Τροίην μιν ἔνεικεν, ἵνα σφετέροιο τοκῆος

### book 4.5

μνωόμενος Τρώεσσιν ἐυσθενέεσσι μάχοιτο

### book 4.455.1

προφρονέως, εἴη δὲ πόνος πειρωμένῳ ἀλκῆς·

### book 4.455.2

τόν ῥ’ Αἴας μάλα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρός.

### book 4.455.3

Καὶ τότε οἱ Νηρηὶς ἀγακλυτὰ τεύχεα δῶκε

### book 4.455.4

Μέμνονος ἀντιθέοιο, τὰ καὶ μέγα θηήσαντο

### book 4.455.5

Ἀργεῖοι· λίην γὰρ ἔσαν περιμήκεα πάντα.

### book 4.460.1

Καὶ τά γε καγχαλόων ὑπεδέξατο κύδιμος ἀνήρ·

### book 4.460.2

οἴῳ γὰρ κείνῳ γε περὶ βριαροῖς μελέεσσιν

### book 4.460.3

ἥρμοσεν ἀπλήτοιο κατὰ χροὸς ἀμφιτεθέντα.

### book 4.1

Αὐτὸν δ’ αὖτ’ ἀνάειρε μέγαν σόλον, ὄφρά οἱ εἴη

### book 4.2

τερπωλὴ μένος ἠὺ λιλαιομένῳ πονέεσθαι.

### book 4.465.1

Οἳ δ’ ἄρα δη〈ρ〉ιόωντες ἐφ’ ἅλματι πολλοὶ ἀνέσταν·

### book 4.465.2

τῶν δ’ ἄρ’ ὑπέρθορε πολλὸν ἐυμμελίης Ἀγαπήνωρ

### book 4.465.3

σήματα· τοὶ δ’ ὁμάδησαν ἐπ’ ἀνέρι μακρὰ θορόντι.

### book 4.465.4

Καί οἱ τεύχεα καλὰ πόρε〈ν〉 μεγάλοιο Κύκνοιο

### book 4.465.5

δῖα Θέτις· τὸν γάρ ῥα φόνῳ ἔπι Πρωτεσιλάου

### book 4.470.1

πολλῶν θυμὸν ἑλόντα κατέκτανε Πηλέος υἱὸς

### book 4.470.2

πρῶτον ἀριστήων, Τρῶας δ’ ἄχος ἀμφεκάλυψεν.

### book 4.470.3

Αἰγανέῃ δ’ ἄρα πολλὸν ὑπέρβαλε δηριόωντας

### book 4.470.4

Εὐρύαλος· λαοὶ δὲ μέγ’ ἴαχον· οὐ γὰρ ἔφαντο

### book 4.470.5

κεῖνον ὑπερβαλέειν οὐδὲ πτερόεντι βελέμνῳ.

### book 4.475.1

Τοὔνεκά οἱ φιάλην πολυχανδέα δῶκε φέρεσθαι

### book 4.475.2

μήτηρ Αἰακίδαο δαΐφρονος, ἥν ποτ’ Ἀχιλλεὺς

### book 4.475.3

ἀργυρέην κτεάτισσε βαλὼν ὑπὸ δουρὶ Μύνητα,

### book 4.475.4

ὁππότε Λυρνησσοῖο διέπραθεν ὄλβιον ἄστυ.

### book 4.475.5

Αἴας δ’ ὀβριμόθυμος ἐελδόμενος πονέεσθαι

### book 4.480.1

χερσὶν ὁμῶς καὶ ποσσὶν ἀνιστάμενος καλέεσκεν

### book 4.480.2

ἐς μέσον ἡρώων τὸν ὑπέρτατον. Οἳ δ’ ὁρόωντες

### book 4.480.3

θάμβεον ὄβριμον ἄνδρα καὶ ἄλκιμον, οὐδέ τις ἔτλη

### book 4.480.4

ἄντα μολεῖν· πάντων γὰρ ὑπέκλασε δεῖμ’ ἀλεγεινὸν

### book 4.480.5

ἠνορέην, φοβέοντο δ’ ἀνὰ φρένα μή τινα χερσὶ

### book 4.485.1

τύψας ἀκαμάτοισιν ὑπὸ πληγῇσι πρόσωπον

### book 4.485.2

συγχέῃ ἐσσυμένως, μέγα δ’ ἀνέρι πῆμα γένηται.

### book 4.485.3

Ὀψὲ δὲ πάντες ἔνευσαν ἐπ’ Εὐρυάλῳ μενεχάρμῃ,

### book 4.485.4

ἴδμονα πυγμαχίης εὖ εἰδότες· ὃς δ’ ἐνὶ μέσσοις

### book 4

τοῖον ἔπος προέηκεν ὑποτρομέων Θρασὺν ἄνδρα·

### book 4.490.1

«Ὦ φίλοι, ἄλλον μέν κεν Ἀχαιῶν, ὅν κ’ ἐθέλητε,

### book 4.490.2

τλήσομαι ἀντιόωντα, μέγαν δ’ Αἴαντα τέθηπα·

### book 4.490.3

πολλὸν γὰρ προβέβηκε· διαρραίσει δέ μοι ἦτορ,

### book 4.490.4

ἤν μιν ἐπιβρίσαντα λάβῃ χόλος· οὐ γὰρ ὀίω

### book 4.490.5

ἀνδρὸς ἀπ’ ἀκαμάτοιο σόος ποτὶ νῆας ἱκέσθαι.»

### book 4.495.1

Ὣς φαμένοιο γέλασσαν· ὃ δ’ ἐν φρεσὶ πάμπαν ἰάνθη

### book 4.495.2

Αἴας ὀβριμόθυμος. Ἄειρε δὲ δοιὰ τάλαντα

### book 4.495.3

ἀργύρου αἰγλήεντος ἅ οἱ Θέτις εἵνεκ’ ἀέθλου

### book 4.495.4

δῶκεν ἄτερ καμάτοιο· φίλου δ’ ἐμνήσατο παιδὸς

### book 4.495.5

Αἴαντ’ εἰσορόωσα, γόος δέ οἱ ἔμπεσε θυμῷ.

### book 4.1

Οἳ δ’ αὖθ’ ἱππασίῃ μεμελημένον ἦτορ ἔχοντες

### book 4.2

ἐσσυμένως ἀνόρουσαν ἐποτρύνοντος ἀέθλου,

### book 4.3

πρῶτος μὲν Μενέλαος ἰδ’ Εὐρύπυλος θρασυχάρμης

### book 4.4

Εὔμηλός τε Θόας τε καὶ ἰσόθεος Πολυποίτης.

### book 4.5

Ἵπποις δ’ ἀμφὶ λέπαδνα βάλον καὶ ὑφ’ ἅρματ’ ἔρυσσαν

### book 4.505.1

πάντες ἐπειγόμενοι πολυγηθέος εἵνεκα νίκης.

### book 4.505.2

Αἶψα δ’ ἄρ’ ἐς κλῆρον ξύνισαν βεβαῶτ’ ἐνὶ δίφροις

### book 4.505.3

χῶρον ἀν’ ἠμαθόεντ’· ἐπὶ νύσσῃ δ’ ἔσταν ἕκαστοι·

### book 4.505.4

καρπαλίμως δ’ εὔληρα λάβον κρατερῇς παλάμῃσιν.

### book 4.505.5

Ἵπποι δ’ ἐγχριμφθέντες ἐν ἅρμασι ποιπνύεσκον,

### book 4.510

ὅππως τις προάλοιτο, πόδας δ’ ὑπεκίνυον αὕτως,

### book 4.1

οὔατα δ’ ὠρθώσαντο καὶ † ἄμπυκα δεύεσαν ἀφρῷ. †

### book 4.2

Οἳ δ’ ἄφαρ ἐγκονέοντες ἐλαφροπόδων μένος ἵππων

### book 4.3

μάστιον· οἳ δὲ θοῇσιν ἐοικότες Ἁρπυίῃσι

### book 4.4

καρπαλίμως ζεύγλῃσι μέγ’ ἔνθορον ἀσχαλόωντες,

### book 4.515.1

ἅρματα δ’ ὦκα φέρεσκον ἀπὸ χθονὸς ἀίσσοντα·

### book 4.515.2

οὐδ’ ἁ〈ρ〉ματροχιὰς ἰδέειν 〈πέλεν〉 οὐδὲ ποδοῖιν

### book 4.515.3

ἐν χθονὶ σήματα, τόσσον ὑπεξέφερον δρόμον ἵπποι.

### book 4.515.4

Πουλὺς δ’ αἰθέρ’ ἵκανε κονίσαλος ἐκ πεδίοιο

### book 4.515.5

καπνῷ ἢ ὀμίχλῃ ἐναλίγκιος, ἥν τ’ ἐν ὄρεσσιν

### book 4.520.1

ἀμφιχέῃ πρώνεσσι Νότου μένος ἢ Ζεφύροιο

### book 4.520.2

χείματος ἐγρομένου, ὁπότ’ οὔρεα δεύεται ὄμβρῳ.

### book 4.520.3

Ἵπποι δ’ Εὐμήλοιο μέγ’ ἔκθορον· οἳ δ’ ἐφέποντο

### book 4.520.4

ἀντιθέοιο Θόαντος· ἐπ’ ἄλλῳ δ’ ἄλλος ἀύτει

### book 4.520.5

ἅρματι· τοὶ δ’ ἐφέροντο δι’ εὐρυχόρου πεδίοιο ...

### book 4.525.1

(desunt 48 versus)

### book 4.525.2

»... Ἤλιδος ἐκ δίης, ἐπεὶ ἦ μέγα ἔργον ἔρεξε

### book 4.525.3

παρφ〈θ〉άμενος θοὸν ἅρμα κακόφρονος Οἰνομάοιο,

### book 4.525.4

ὅς ῥα τότ’ ἠιθέοισιν ἀνηλέα τεῦχεν ὄλεθρον

### book 4.525.5

κούρης ἀμφὶ γάμοιο περίφρονος Ἱπποδαμείης.

### book 4.530.1

Ἀλλ’ οὐ μὰν κεῖνός γε καὶ ἱππασίῃσι μεμηλὼς

### book 4.530.2

ἵππους ὠκύποδας τοίους ἔχεν, ἀλλ’ ἄρα πολλὸν

### book 4.1

ποσσὶν ἀφαυροτέρους· οἳ γάρ τ’ εἴδοντ’ ἀνέμοισιν.»

### book 4.2

Ἦ μέγα κυδαίνων ἵππων μένος ἠδὲ καὶ αὐτὸν

### book 4.3

Ἀτρείδην· ὃ δ’ ἄρ’ ᾗσι περὶ φρεσὶ γήθεε θυμῷ.

### book 4.535.1

Τοὺς δὲ μέγ’ ἀσθμαίνοντας ἄφαρ θεράποντες ἔλυσαν

### book 4.535.2

ζεύγλης· οἳ δὲ καὶ αὐτοὶ ἀελλόποδας λύον ἵππους

### book 4.535.3

πάντες ὅσοις ἐν ἀγῶνι δρόμου πέρι δῆρις ἐτύχθη.

### book 4.535.4

Ἀντίθεον δὲ Θόαντα καὶ Εὐρύπυλον μενεχάρμην

### book 4.535.5

ἠκέσατ’ ἐσσυμένως Ποδαλείριος ἕλκεα πάντα

### book 4.540.1

ὅσσα περιδρύφθησαν ἀπ’ ἐκ δίφροιο πεσόντες.

### book 4.540.2

Ἀτρείδης δ’ ἀλίαστον ἐγήθεεν εἵνεκα νίκης·

### book 4.540.3

καί οἱ ἐυπλόκαμος Θέτις ὤπασε καλὸν ἄλεισον

### book 4.540.4

χρύσεον, ἀντιθέοιο μέγα κτέαρ Ἠετίωνος,

### book 4.540.5

πρὶν Θήβης κλυτὸν ἄστυ διαπραθέειν Ἀχιλῆα.

### book 4.545.1

Ἄλλοι δ’ αὖθ’ ἑτέρωθε μονάμπυκας ἔντυον ἵππους

### book 4.545.2

ἐς δρόμον ἰθύνοντες, ἕλοντο δὲ χερσὶ βοείας

### book 4.545.3

μάστιγας, καὶ πάντες ἀναΐξαντες ἐφ’ ἵππων

### book 4.545.4

ἕζονθ’· οἳ δὲ χαλινὰ γενειάσιν ἀφρίζοντες

### book 4.545.5

δάπτον καὶ ποσὶ γαῖαν ἐπέκτυπον ἐγκονέοντες

### book 4.1

ἐκθορέειν. Τοῖς δ’ αἶψα 〈τάθη〉 δρόμος· οἳ δ’ ἀπὸ νύσσης

### book 4.2

καρπαλίμως οἴμησαν ἐριδμαίνειν μεμαῶτες,

### book 4.3

εἴκελοι ἢ Βορέαο μέγα πνείοντος ἀέλλαις

### book 4.4

ἠὲ Νότου κελάδοντος, ὅτ’ εὐρέα πόντον ὀρίνει

### book 4.5

λαίλαπι καὶ ῥιπῇσι, Θυτήριον εὖτ’ ἀλεγεινὸν

### book 4.555.1

ἀντέλλῃ ναύτῃσι φέρον πολύδακρυν ὀιζύν·

### book 4.555.2

ὣς οἵ γ’ ἐσσεύοντο κόνιν ποσὶ καρπαλίμοισιν

### book 4.1

ἐν πεδίῳ κλονέοντες ἀπείριτον. Οἱ δ’ ἐλατῆρες

### book 4.2

ἵπποις οἷσιν ἕκαστος ἐκέκλετο, τῇ μὲν ἱμάσθλῃ

### book 4.3

ταρφέα πεπληγώς, ἑτέρῃ δ’ ἐν〈ὶ〉 χειρὶ τινάσσων

### book 4.560.1

νωλεμὲς ἀμφὶ γένυσσι μέγα κτυπέοντα χαλινόν.

### book 4.560.2

Ἵπποι δ’ ἐρρώοντο· βοὴ δ’ ἀνὰ λαὸν ὀρώρει

### book 4.560.3

ἄσπετος· οἳ δ’ ἐπέτοντο διὰ πλατέος πεδίοιο.

### book 4.560.4

Καί νύ κεν ἐσσυμένως ἐξ Ἄργεος αἰόλος ἵππος

### book 4.560.5

νίκησεν μάλα πολλὸν ἐφεζομένου Σθενέλοιο,

### book 4.565.1

εἰ μὴ ἄρ’ ἐξήρπαξε δρόμου, πεδίον δ’ ἀφίκανε

### book 4.565.2

πολλάκις· οὐδέ μιν ἐσθλὸς ἐὼν Καπανήιος υἱὸς

### book 4.565.3

κάμψαι ἐπέσθενε χερσίν, ἐπεί ῥ’ ἔτι νῆις ἀέθλων

### book 4.565.4

ἵππος ἔην· γενεῇ δὲ μάλ’ οὐ κακός, ἀλλὰ θοοῖο

### book 4.565.5

θεσπέσιον γένος ἔσκεν Ἀρίονος ὃν τέκεν ἵππων

### book 4.570.1

Ἅρπυια Ζεφύρῳ πολυηχέι φέρτατον ἄλλων

### book 4.570.2

πολλόν, ἐπεὶ ταχέεσσιν ἐριδμαίνεσκε πόδεσσι

### book 4.570.3

πατρὸς ἑοῖο θοῇσι καταιγίσι, καί μιν Ἄδρηστος

### book 4.570.4

ἐκ μακάρων ἔχε δῶρον· ὅθεν γένος ἔπλετο κείνου,

### book 4.570.5

καί μιν Τυδέος υἱὸς ἑῷ πόρε δῶρον ἑταίρῳ

### book 4.575.1

Τροίῃ ἐνὶ ζαθέῃ. Ὃ δέ οἱ μέγα ποσσὶ πεποιθὼς

### book 4.575.2

ὠκὺν ἐόντ’ ἐς ἀγῶνα καὶ εἰς ἔριν ἤγαγεν ἵππων

### book 4.575.3

αὐτὸς ἐνὶ πρώτοισιν ὀιόμενος μέγα κῦδος

### book 4.575.4

ἱππασίης ἀνελέσθαι. Ὃ δ’ οὔ τί οἱ ἦτορ ἴηνεν

### book 4.575.5

ἀμφ’ Ἀχιλῆος ἄεθλα πονεύμενος· ἦ γὰρ ἵκανε

### book 4.580.1

δεύτερος, Ἀτρείδης δὲ παρήλασεν ὠκὺν ἐόντα

### book 4.580.2

ἰδρείῃ. Λαοὶ δ’ Ἀγαμέμνονα κυδαίνεσκον

### book 4.1

ἵππον τε Σθενέλοιο θρασύφρονος ἠδὲ καὶ αὐτόν,

### book 4.2

οὕνεκα δεύτερος ἦλθε, καὶ εἰ μάλα πολλάκι νύσσης

### book 4.3

ἐξέθορεν, μεγάλῳ περὶ κάρτεϊ καὶ ποσὶ θύων.

### book 4.585.1

Καὶ τότ’ ἄρ’ Ἀτρείδῃ Θέτις ὤπασε καγχαλόωντι

### book 4.585.2

ἀργύρεον θώρηκα θεηγενέος Πολυδώρου·

### book 4.585.3

δῶκε δ’ ἄρα Σθενέλῳ βριαρὴν κόρυν Ἀστεροπαίου

### book 4.585.4

χαλκείην καὶ δοῦρε δύω καὶ ἀτειρέα μίτρην.

### book 4.585.5

Ἄλλοις δ’ ἱππήεσσι καὶ ὁππόσοι ἤματι κείνῳ

### book 4.590.1

ἦλθον ἀεθλεύσοντες Ἀχιλλῆος ποτὶ τύμβῳ

### book 4.590.2

δῶρα πόρεν πάντεσσιν. Ἐπὶ σφίσι δ’ ἄχνυτο θυμὸν

### book 4.590.3

υἱὸς Λαέρταο δαΐφρονος, οὕνεκ’ ἄρ’ αὐτὸν

### book 4.590.4

νίκης ἱέμενον κρατερῶν ἀπέρυξεν ἀέθλων

### book 4.590.5

ἕλκος ἀνιηρὸν τό μιν οὔτασεν ὄβριμος Ἄλκων

### book 4.595

ἀμφὶ νέκυν κρατεροῖο πονεύμενον Αἰακίδαο.

### book 5.1.1

Ἀλλ’ ὅτε δὴ πολλοὶ μὲν ἀπηνύσθησαν ἄεθλοι,

### book 5.1.2

δὴ τότ’ Ἀχιλλῆος μεγαλήτορος ἄμβροτα τεύχη

### book 5.1.3

θῆκεν ἐνὶ μέσσοισι θεὰ Θέτις. Ἀμφὶ δὲ πάντῃ

### book 5.1.4

δαίδαλα μαρμαίρεσκεν ὅσα σθένος Ἡφαίστοιο

### book 5.5.1

ἀμφὶ σάκος ποίησε θρασύφρονος Αἰακίδαο.

### book 5.5.2

Πρῶτα μὲν εὖ ἤσκητο θεοκμήτῳ ἐπὶ ἔργῳ

### book 5.5.3

οὐρανὸς ἠδ’ αἰθήρ· γαίῃ δ’ ἅμα κεῖτο θάλασσα.

### book 5.5.4

Ἐν δ’ ἄνεμοι νεφέλαι τε σελήνη τ’ ἠέλιός τε

### book 5.5.5

κεκριμέν’ ἄλλυδις ἄλλα· τέτυκτο δὲ τείρεα πάντα

### book 5.10.1

ὁππόσα δινήεντα κατ’ οὐρανὸν ἀμφιφέρονται.

### book 5.10.2

Τῶν δ’ ἄρ’ ὁμῶς ὑπένερθεν ἀπειρέσιος κέχυτ’ ἀήρ·

### book 5.10.3

ἐν τῷ δ’ ὄρνιθες τανυχειλέες ἀμφεποτῶντο·

### book 5.10.4

φαίης κε ζώοντας ἅμα πνοιῇσι φέρεσθαι.

### book 5.10.5

Τηθὺς δ’ ἀμφετέτυκτο καὶ Ὠκεανοῦ βαθὺ χεῦμα·

### book 5.15.1

τῶν δ’ ἄφαρ ἐξεχέοντο ῥοαὶ ποταμῶν ἀλεγεινῶν

### book 5.15.2

κυκλόθεν ἄλλυδις ἄλλῃ ἑλισσομένων διὰ γαίης.

### book 5.15.3

Ἀμφὶ δ’ ἄρ’ εὖ ἤσκηντο κατ’ οὔρεα μακρὰ λέοντες

### book 5.15.4

σμερδαλέοι καὶ θῶες ἀναιδέες· ἐν δ’ ἀλεγειναὶ

### book 5

ἄρκτοι πορδάλιές τε· σύες δ’ ἅμα τοῖσι πέλοντο

### book 5.20.1

ὄβριμοι ἀλγινόεντας ὑπὸ βλοσυρῇσι γένυσσι

### book 5.20.2

θήγοντες καναχηδὸν ἐυκτυπέοντας ὀδόντας.

### book 5.20.3

Ἐν δ’ ἀγρόται μετόπισθε κυνῶν μένος ἰθύνοντες,

### book 5.20.4

ἄλλοι δ’ αὖ λάεσσι καὶ αἰγανέῃσι θοῇσι

### book 5.20.5

βάλλοντες πονέοντο καταντίον, ὡς ἐτεόν περ.

### book 5.25.1

Ἐν δ’ ἄρα καὶ πόλεμοι φθισήνορες, ἐν δὲ κυδοιμοὶ

### book 5.25.2

ἀργαλέοι ἐνέκειντο. Περικτείνοντο δὲ λαοὶ

### book 5.25.3

μίγδα θοοῖς ἵπποισι· πέδον δ’ ἅπαν αἵματι πολλῷ

### book 5.25.4

δευομένῳ ἤικτο κατ’ ἀσπίδος ἀκαμάτοιο.

### book 5.25.5

Ἐν δὲ Φόβος καὶ Δεῖμος ἔσαν στονόεσσά τ’ Ἐνυώ,

### book 5.30.1

αἵματι λευγαλέῳ πεπαλαγμένοι ἅψεα πάντα·

### book 5.30.2

ἐν δ’ Ἔρις οὐλομένη καὶ Ἐριννύες ὀβριμόθυμοι,

### book 5.30.3

ἣ μὲν ἐποτρύνουσα ποτὶ κλόνον ἄσχετον ἄνδρας

### book 5.30.4

ἐλθέμεν, αἳ δ’ ὀλοοῖο πυρὸς πνείουσαι ἀυτμήν.

### book 5.30.5

Ἀμφὶ δὲ Κῆρες ἔθυνον ἀμείλιχοι, ἐν δ’ ἄρα τῇσι

### book 5.35.1

φοίτα λευγαλέου Θανάτου μένος· ἀμφὶ δ’ ἄρ’ αὐτῷ

### book 5.35.2

Ὑσμῖναι ἐνέκειντο δυσηχέες, ὧν περὶ πάντων

### book 5.35.3

ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἷμα καὶ ἱδρώς.

### book 5.35.4

Ἐν δ’ ἄρα Γοργόνες ἔσκον ἀναιδέες· ἀμφὶ δ’ ἄρά σφι

### book 5.35.5

σμερδαλέοι πεπόνηντο περὶ πλοχμοῖσι δράκοντες

### book 5.40.1

αἰνὸν λιχμώωντες. Ἀπειρέσιον δ’ ἄρα θαῦμα

### book 5.40.2

δαίδαλα κεῖνα πέλοντο μέγ’ ἀνδράσι δεῖμα φέροντα,

### book 5.40.3

οὕνεκ’ ἔσαν ζωοῖσιν ἐοικότα κινυμένοισι.

### book 5.40.4

Καὶ τὰ μὲν ἂρ πολέμοιο τεράατα πάντα τέτυκτο·

### book 5.40.5

εἰρήνης δ’ ἀπάνευθεν ἔσαν περικαλλέα ἔργα.

### book 5.45

Ἀμφὶ δὲ μυρία φῦλα πολυτλήτων ἀνθρώπων

### book 5.1

ἄστεα καλὰ νέμοντο· Δίκη δ’ ἐπεδέρκετο πάντα·

### book 5.2

ἄλλοι δ’ ἄλλ’ ἐπὶ ἔργα χέρας φέρον· ἀμφὶ δ’ ἀλωαὶ

### book 5.3

καρποῖσι βρίθοντο· μέλαινα δὲ γαῖα τεθήλει.

### book 5.4

Αἰπύτατον δ’ ἐτέτυκτο θεοκμήτῳ ἐπὶ ἔργῳ

### book 5.1

καὶ τρηχὺ ζαθέης Ἀρετῆς ὄρος· ἐν δὲ καὶ αὐτὴ

### book 5.2

εἱστήκει φοίνικος ἐπεμβεβαυῖα κατ’ ἄκρης

### book 5.3

ὑψηλὴ ψαύουσα πρὸς οὐρανόν. Ἀμφὶ δὲ πάντῃ

### book 5.4

ἀτραπιτοὶ θαμέεσσι διειργόμεναι σκολόπεσσιν

### book 5.5

ἀνθρώπων ἀπέρυκον ἐὺν πάτον, οὕνεκα πολλοὶ

### book 5.55.1

εἰσοπίσω χάζοντο τεθηπότες αἰπὰ κέλευθα,

### book 5.55.2

παῦροι δ’ ἱερὸν οἶμον ἀνήιον ἱδρώοντες.

### book 5.55.3

Ἐν δ’ ἔσαν ἀμητῆρες ἀνὰ πλατὺν ὄγμον ἰόντες,

### book 5.55.4

σπεύδοντες δρεπάνῃσι νεήκεσι, τῶν δ’ ὑπὸ χερσὶν

### book 5.58a

ἤνυτο λήιον αὖον· ἐφεσπόμενοι δ’ ἔσαν ἄλλοι

### book 5.59

πολλοὶ ἀμαλλοδετῆρες· ἀέξετο δ’ ἐς μέγα ἔργον.

### book 5.60.1

Ἐν δὲ βόες ζεύγλῃσιν ὑπ’ αὐχένας αἰὲν ἔχοντες,

### book 5.60.2

οἳ μὲν ἀπήνας εἷλκον ἐυσταχύεσσιν ἀμάλλαις

### book 5.60.3

βριθομένας, οἳ δ’ αὖτις ἀροτρεύεσκον ἀρούρας,

### book 5.60.4

τῶν δὲ πέδον μετόπισθε μελαίνετο· τοὶ δ’ ἐφέποντο

### book 5.60.5

αἰζηοὶ μετὰ τοῖσι βοοσσόα κέντρα φέροντες

### book 5.65.1

χερσὶν ἀμοιβαδίῃς· ἀνεφαίνετο δ’ ἄσπετον ἔργον.

### book 5.65.2

Ἐν δ’ αὐλοὶ κιθάραι τε παρ’ εἰλαπίνῃσι πέλοντο·

### book 5.1

ἐν δὲ χοροὶ ἵσταντο νέων παρὰ ποσσὶ γυναικῶν·

### book 5.2

αἳ δ’ ἄρ’ ἔσαν ζωῇσιν ἀλίγκια ποιπνύουσαι.

### book 5.3

Ἄγχι δ’ ἄρ’ ὀρχηθμοῦ τε καὶ εὐφροσύνης ἐρατεινῆς

### book 5.70.1

ἀφρὸν ἔτ’ ἀμφὶ κόμῃσιν ἔχους’ ἀνεδύετο πόντου

### book 5.70.2

Κύπρις ἐυστέφανος (τὴν δ’ Ἵμερος ἀμφεποτᾶτο),

### book 5.70.3

μειδιόως’ ἐρατεινὰ σὺν ἠυκόμοις Χαρίτεσσιν.

### book 5.70.4

Ἐν δ’ ἄρ’ ἔσαν Νηρῆος ὑπερθύμοιο θύγατρες

### book 5.70.5

ἐξ ἁλὸς εὐρυπόροιο κασιγνήτην ἀνάγουσαι

### book 5.75.1

ἐς γάμον Αἰακίδαο δαΐφρονος. Ἀμφὶ δὲ πάντες

### book 5.75.2

ἀθάνατοι δαίνυντο μακρὴν ἀνὰ Πηλίου ἄκρην·

### book 5.75.3

ἀμφὶ δ’ ἄρ’ ὑδρηλοί τε καὶ εὐθαλέες λειμῶνες

### book 5.75.4

ἔσκον, ἀπειρεσίοισι κεκασμένοι ἄνθεσι ποίης,

### book 5.75.5

ἄλσεά τε κρῆναί τε διειδέες ὕδατι καλῷ.

### book 5.80.1

Νῆες δὲ στονόεσσαι ὑπὲρ πόντοιο φέροντο,

### book 5.80.2

αἳ μὲν ἄρ’ ἐσσύμεναι ἐπικάρσιαι, αἳ δὲ κατ’ ἰθὺ

### book 5.80.3

νισόμεναι· περὶ δέ σφιν ἀέξετο κῦμ’ ἀλεγεινὸν

### book 5.80.4

ὀρνύμενον. Ναῦται δὲ τεθηπότες ἄλλοθεν ἄλλος

### book 5.80.5

ἐσσυμένας φοβέοντο καταιγίδας, ὡς ἐτεόν περ,

### book 5.85.1

λαίφεα λεύκ’ ἐρύοντες, ἵν’ ἐκ θανάτοιο φύγωσιν·

### book 5.85.2

οἳ δ’ ἕζοντ’ ἐπ’ ἐρετμὰ πονεύμενοι· ἀμφὶ δὲ νηυσὶ

### book 5.85.3

πυκνὸν ἐρεσσομένῃσι μέλας λευκαίνετο πόντος.

### book 5.85.4

Τοῖς δ’ ἐπὶ μειδιόων 〈ἐν〉 κήτεσιν εἰναλίοισιν

### book 5.85.5

ἤσκητ’ Ἐννοσίγαιος· ἀελλόποδες δέ μιν ἵπποι,

### book 5.90.1

ὡς ἐτεόν, σπεύδοντες ὑπὲρ πόντοιο φέρεσκον

### book 5.90.2

χρυσείῃ μάστιγι πεπληγότες· ἀμφὶ δὲ κῦμα

### book 5.1

στόρνυτ’ ἐπεσσυμένων, ὁμαλὴ δ’ ἄρα πρόσθε γαλήνη

### book 5.2

ἔπλετο. Τοὶ δ’ ἑκάτερθεν ἀολλέες ἀμφὶς ἄνακτα

### book 5.3

ἀγρόμενοι δελφῖνες ἀπειρέσιον κεχάροντο

### book 5.95.1

σαίνοντες βασιλῆα· κατ’ ἠερόεν δ’ ἁλὸς οἶδμα

### book 5.95.2

νηχομένοις εἴδοντο καὶ ἀργύρεοί περ ἐόντες.

### book 5.95.3

Ἄλλα δὲ μυρία κεῖτο κατ’ ἀσπίδα τεχνηέντως

### book 5.95.4

χερσὶν ὑπ’ ἀθανάτῃς πυκινόφρονος Ἡφαίστοιο.

### book 5.95.5

Πάντα δ’ ἄρ’ ἐστεφάνωτο βαθὺς ῥόος Ὠκεανοῖο,

### book 5.1

οὕνεκ’ ἔην ἔκτοσθε κατ’ ἄντυγος, ᾗ ἔνι πᾶσα

### book 5.2

ἀσπὶς ἐνεστήρικτο, δέδεντο δὲ δαίδαλα πάντα.

### book 5.3

Τῇ δ’ ἄρα παρκατέκειτο κόρυς μέγα βεβριθυῖα·

### book 5.4

Ζεὺς δέ οἱ ἀμφετέτυκτο μέγ’ ἀσχαλόωντι ἐοικώς,

### book 5.5

οὐρανῷ ἐμβεβαώς· περὶ δ’ ἀθάνατοι πονέοντο

### book 5.105.1

Τιτήνων ἐριδαινομένων Διὶ συμμογέοντες.

### book 5.105.2

Τοὺς δ’ ἤδη κρατερὸν πῦρ ἄμπεχεν· ἐκ δὲ κεραυνοὶ

### book 5.105.3

ἄλληκτοι νιφάδεσσιν ἐοικότες ἐξεχέοντο

### book 5.105.4

οὐρανόθεν· Ζηνὸς γὰρ 〈ἀ〉άσπετον ὤρνυτο κάρτος·

### book 5.105.5

οἳ δ’ ἄρ’ ἔτ’ αἰθομένοισιν ἐοικότες ἀμπνείεσκον.

### book 5.110.1

Ἀμφὶ δὲ θώρηκος γύαλον παρεκέκλιτο πολλὸν

### book 5.110.2

ἄρρηκτον βριαρόν τε, τὸ χάνδανε Πηλείωνα.

### book 5.110.3

Κνημῖδες δ’ ἤσκηντο πελώριαι· ἀμφὶ δ’ ἐλαφραὶ

### book 5.110.4

μούνῳ ἔσαν Ἀχιλῆι μάλα στιβαραί περ ἐοῦσαι.

### book 5.110.5

Ἀγχόθι δ’ ἄσχετον ἆορ ἄδην περιμαρμαίρεσκε

### book 5.115.1

χρυσείῳ τελαμῶνι κεκασμένον ἀργυρέῳ τε

### book 5.115.2

κουλεῷ, ᾧ ἔπι κώπη ἀρηρεμένη ἐλέφαντος

### book 5.115.3

θεσπεσίοις τεύχεσσι μετέπρεπε παμφανόωσα.

### book 5.1

Τοῖς δὲ παρεκ〈τε〉τάνυστο κατὰ χθονὸς ὄβριμον ἔγχος,

### book 5.2

Πηλιὰς ὑψικόμοισιν ἐειδομένη ἐλάτῃσι,

### book 5.120.1

λύθρου ἔτι πνείουσα καὶ αἵματος Ἑκτορέοιο.

### book 5.120.2

Καὶ τότ’ ἐν Ἀργείοισι Θέτις κυανοκρήδεμνος

### book 5.120.3

θεσπέσιον φάτο μῦθον ἀκηχεμένη Ἀχιλῆος·

### book 5.120.4

«Νῦν μὲν δὴ κατ’ ἀγῶνος ἀέθλια πάντα τελέσθη

### book 5.120.5

ὅσς’ ἐπὶ παιδὶ θανόντι μέγ’ ἀχνυμένη κατέθηκα.

### book 5.125.1

Ἀλλ’ ἴτω ὅς τ’ ἐσάωσε νέκυν καὶ ἄριστος Ἀχαιῶν,

### book 5.125.2

καί νύ κέ οἱ θηητὰ καὶ ἄμβροτα τεύχε’ ἕσασθαι

### book 5.125.3

δώσω, ἃ καὶ μακάρεσσι μέγ’ εὔαδεν ἀθανάτοισιν.»

### book 5.125.4

Ὣς φάτο· τοὶ δ’ ἀνόρουσαν ἐριδμαίνοντ’ ἐπέεσσιν

### book 5.125.5

υἱὸς Λαέρταο καὶ ἀντιθέου Τελαμῶνος

### book 5.130.1

Αἴας, ὃς μέγα πάντας ὑπείρεχεν ἐν Δαναοῖσιν,

### book 5.130.2

ἀστὴρ ὣς ἀρίδηλος ἀν’ οὐρανὸν αἰγλήεντα

### book 5.130.3

Ἕσπερος, ὃς μέγα πᾶσι μετ’ ἄστρασι παμφαίνῃσι·

### book 5.130.4

τῷ εἰκὼς τεύχεσσι παρίστατο Πηλείδαο.

### book 5.130.5

Ἤιτεε δ’ Ἰδομενῆα κλυτὸν καὶ Νηλέος υἷα

### book 5.135.1

ἠδ’ ἄρα μητιόωντ’ Ἀγαμέμνονα· τοὺς γὰρ ἐώλπει

### book 5.135.2

ἴδμεναι ἀτρεκέως ἐρικυδέος ἔργα μόθοιο·

### book 5.135.3

ὣς δ’ αὕτως Ὀδυσεὺς κείνοις ἐπὶ πάγχυ πεποίθει·

### book 5.135.4

οἳ γὰρ ἔσαν πινυτοὶ καὶ ἀμύμονες ἐν Δαναοῖσι.

### book 5.135.5

Νέστωρ δ’ Ἰδομενῆι καὶ Ἀτρέος υἱέι δίῳ

### book 5.140.1

ἄμφω ἐελδομένοισιν ἔπος φάτο νόσφιν ἀπ’ ἄλλων·

### book 5.140.2

«Ὦ φίλοι, ἦ μέγα πῆμα καὶ ἄσχετον ἤματι τῷδε

### book 5.140.3

ἡμῖν συμφορέουσιν ἀκηδέες Οὐρανίωνες,

### book 5.140.4

Αἴαντος μεγάλοιο περιφραδέος τ’ Ὀδυσῆος

### book 5

ἐσσυμένων ἐπὶ δῆριν ἀάσχετον ἀργαλέην τε.

### book 5.145.1

Τῶν γάρ θ’ ὁπποτέρῳ δώῃ θεὸς εὖχος ἀρέσθαι

### book 5.145.2

γηθήσει κατὰ θυμόν· ὃ δ’ αὖ μέγα πένθος ἀέξει

### book 5.145.3

πάντας ἀτεμβόμενος Δαναούς, περὶ δ’ ἔξοχα πάντων

### book 5.145.4

ἡμέας· οὐδ’ ἔτι κεῖνος ἐν ἡμῖν ὡς τὸ πάροιθε

### book 5.145.5

στήσεται ἐν πολέμῳ. Μέγα δ’ ἔσσεται ἄλγος Ἀχαιοῖς,

### book 5.1

κείνων ἤν τινα δεινὸς ἕλῃ χόλος, οὕνεκα πάντων

### book 5.2

ἡρώων προφέρουσιν, ὃ μὲν πολέμῳ, ὃ δὲ βουλῇ.

### book 5.3

Ἀλλ’ ἄγ’ ἐμεῖο πίθεσθε, ἐπεί ῥα γεραίτερός εἰμι

### book 5.4

λίην, οὐκ ὀλίγον περ· ἔχω δ’ ἐπὶ γήραϊ πολλῷ

### book 5.5

καὶ νόον, οὕνεκεν ἐσθλὰ καὶ ἄλγεα πολλὰ μόγησα.

### book 5.155.1

Αἰεὶ δ’ ἐν βουλῇσι γέρων πολύιδρις ἀμείνων

### book 5.155.2

ὁπλοτέρου πέλει ἀνδρός, ἐπεὶ μάλα μυρία οἶδε.

### book 5.155.3

Τοὔνεκα Τρωσὶν ἐφῶμεν ἐύφροσι τήνδε δικάσσαι

### book 5.155.4

ἀντιθέῳ τ’ Αἴαντι φιλοπτολέμῳ τ’ Ὀδυσῆι,

### book 5.158a

ὅν τινα δήιοι ἄνδρες ὑποτρομέουσι μάλιστα

### book 5.159

ἠδ’ ὅ τις ἐξεσάωσε νέκυν Πηληιάδαο

### book 5.160.1

ἐξ ὀλοοῦ πολέμοιο· δορύκτητοι γὰρ ἐν ἡμῖν

### book 5.160.2

πολλοὶ Τρῶες ἔασι νεοδμήτῳ ὑπ’ ἀνάγκῃ,

### book 5.160.3

οἵ ῥα δίκην ἰθεῖαν ἐπὶ σφίσι ποιήσονται

### book 5.160.4

οὔ τινι ἦρα φέροντες, ἐπεὶ μάλα πάντας Ἀχαιοὺς

### book 5.160.5

ἶσον ἀπεχθαίρουσι κακῆς μεμνημένοι ἄτης.»

### book 5.165.1

Ὣς φάμενον προσέειπεν ἐυμμελίης Ἀγαμέμνων·

### book 5.165.2

«Ὦ γέρον, ὡς οὔ τις πινυτώτερος ἄλλος ἐν ἡμῖν

### book 5.165.3

σεῖο πέλει Δαναῶν, οὔτ’ ἂρ νέος οὔτε παλαιός,

### book 5.165.4

ὃς φῂς Ἀργείοισιν ἀνηλεγέως χαλεπῆναι

### book 5

ἀνέρα ὅν τινα τῶνδε θεοὶ μετόπισθε βάλωνται

### book 5.170.1

νίκης· οἱ γὰρ ἄριστοι ἐπὶ σφίσι δηριόωνται.

### book 5.170.2

Καὶ δ’ ἐμοὶ ἔνδοθεν ἦτορ ἐνὶ φρεσὶ ταῦτα μενοινᾷ,

### book 5.170.3

ὄφρα δορυκτήτοισι δικασπολίην ὀπάσωμεν·

### book 5.170.4

τοὺς καὶ ἀτεμβόμενός τις ὀλέθρια μήσεται ἔργα

### book 5.170.5

Τρωσὶν ἐυπτολέμοισι, χόλον δ’ οὐκ ἄμμιν ὀπάσσει.»

### book 5.175.1

Ὣς φάτο· τοὶ δ’ ἕνα θυμὸν ἐνὶ στέρνοισιν ἔχοντες

### book 5.175.2

ἀμφαδὸν ἠνήναντο δικασπολίην ἐρατεινήν.

### book 5.175.3

Τῶν δ’ ἄρ’ ἀναινομένων Τρώων ἐρικυδέες υἷες

### book 5.175.4

ἕζοντ’ ἐν μέσσοισι δορύκτητοί περ ἐόντες,

### book 5.175.5

ὄφρα θέμιν καὶ νεῖκος ἀρήιον ἰθύνωσιν.

### book 5.180.1

Αἴας δ’ ἐν μέσσοισι μέγ’ ἀσχαλόων φάτο μῦθον·

### book 5.180.2

«Ὦ Ὀδυσεῦ φρένας αἰνέ, τί τοι νόον ἤπαφε δαίμων

### book 5.180.3

ἶσον ἐμοὶ φρονέειν περὶ κάρτεος ἀκμήτοιο;

### book 5.180.4

Ἦ φῂς αἰνὸν ὅμιλον ἐρυκακέειν Ἀχιλῆος

### book 5.180.5

βλημένου ἐν κονίῃσιν, ὅτ’ ἀμφί ἑ Τρῶες ἔβησαν,

### book 5.185.1

ὁππότ’ ἐγὼ κείνοισι φόνον στονόεντ’ ἐφέηκα

### book 5.185.2

σεῖο καταπτώσσοντος; Ἐπεί νύ σε γείνατο μήτηρ

### book 5.185.3

δείλαιον καὶ ἄναλκιν, ἀφαυρότερόν περ ἐμεῖο,

### book 5.185.4

ὅσσον τίς τε κύων μεγαλοβρύχοιο λέοντος·

### book 5.185.5

οὐ γάρ τοι στέρνοισι πέλει μενεδήιον ἦτορ,

### book 5.190.1

ἀλλὰ σοὶ ἀμφιμέμηλε δόλος καὶ ἀτάσθαλα ἔργα.

### book 5.190.2

Ἠὲ τόδ’ ἐξελάθου, ὅτ’ ἐς Ἰλίου ἱερὸν ἄστυ

### book 5.190.3

ἐλθέμεναι ἀλέεινες ἅμ’ ἀγρομένοισιν Ἀχαιοῖς,

### book 5.190.4

καί σε καταπτώσσοντα καὶ οὐκ ἐθέλοντ’ ἐφέπεσθαι

### book 5

ἤγαγον Ἀτρεῖδαι; Ὡς μὴ ὤφελλες ἱκέσθαι·

### book 5.195.1

σῇς γὰρ ὑπ’ ἐννεσίῃσι κλυτὸν Ποιάντιον υἷα

### book 5.195.2

Λήμνῳ ἐν ἠγαθέῃ λίπομεν μεγάλα στενάχοντα·

### book 5.195.3

οὐκ οἴῳ δ’ ἄρα τῷ γε λυγρὴν ἐπεμήσαο λώβην,

### book 5.195.4

ἀλλὰ καὶ ἀντιθέῳ Παλαμήδεϊ θῆκας ὄλεθρον,

### book 5.195.5

ὃς σέο φέρτερος ἔσκε βίῃ καὶ ἐύφρονι βουλῇ.

### book 5.1

Νῦν δ’ ἤδη καὶ ἐμεῖο καταντίον ἐλθέμεν ἔτλης,

### book 5.2

οὔτ’ εὐεργεσίης μεμνημένος, οὔτέ τι θυμῷ

### book 5.3

ἁζόμενος σέο πολλὸν ὑπέρτερον, ὅς 〈σ’〉 ἐνὶ χάρμῃ

### book 5.4

ἐξεσάωσα πάροιθεν ὑποτρομέοντα κυδοιμὸν

### book 5.5

δυσμενέων, ὅτε ς’ ἄλλοι ἀνὰ μόθον οἰωθέντα

### book 5.205.1

κάλλιπον ἐν δηίων ὁμάδῳ φεύγοντα καὶ αὐτόν.

### book 5.205.2

Ὡς ὄφελον καὶ ἐμεῖο θρασὺ σθένος ἐν δαῒ κείνῃ

### book 5.205.3

αὐτὸς Ζεὺς ἐφόβησεν ἀπ’ αἰθέρος, ὄφρά σε Τρῶες

### book 5.205.4

ἀμφιτόμοις ξιφέεσσι διὰ μελεϊστὶ κέδασσαν

### book 5.205.5

δαῖτα κυσὶ σφετέροισι, καὶ οὐκ ἂν ἐμεῖο μενοίνας

### book 5.210.1

ἐλθέμεναι κατέναντα δολοφροσύνῃσι πεποιθώς.

### book 5.210.2

Σχέτλιε, τίπτε βίῃ πολὺ φέρτατος ἔμμεναι ἄλλων

### book 5.210.3

εὐχόμενος μέσσοισιν ἔχες νέας, οὐδέ τι θυμῷ

### book 5.210.4

ἔτλης ὥς περ ἔγωγε θοὰς ἔκτοσθεν ἐρύσσαι

### book 5.210.5

νῆας; Ἐπεί νύ σε τάρβος ἐπήιεν. Οὐδὲ μὲν αἰνὸν

### book 5.215.1

πῦρ νηῶν ἀπάλαλκες· ἐγὼ δ’ ὑπ’ ἀταρβέι θυμῷ

### book 5.215.2

ἔστην καὶ πυρὸς ἄντα καὶ Ἕκτορος, ὅς μ’ ὑπόεικε

### book 5.215.3

πάσῃ ἐν ὑσμίνῃ· σὺ δέ μιν 〈μέγα〉 δείδιες αἰεί.

### book 5.215.4

Ὡς ὄφελον τόδε νῶιν ἐνὶ πτολέμῳ τις ἄεθλον

### book 5.215.5

θῆκεν, ὅτ’ ἀμφ’ Ἀχιλῆι δεδουπότι δῆρις ὀρώρει,

### book 5.220

ὄφρ’ ἐκ δυσμενέων με καὶ ἀργαλέοιο κυδοιμοῦ

### book 5.1

ἔδρακες ἔντεα καλὰ ποτὶ κλισίας φορέοντα

### book 5.2

αὐτῷ ὁμῶς Ἀχιλῆι δαΐφρονι. Νῦν δ’ ἄρα μύθων

### book 5.3

ἰδρείῃ πίσυνος μεγάλων ἐπιμαίεαι ἔργων.

### book 5.4

Οὐ γάρ τοι σθένος ἐστὶν ἐν ἔντεσιν ἀκαμάτοισι

### book 5.225.1

δύμεναι Αἰακίδαο δαΐφρονος, οὐδὲ μὲν ἔγχος

### book 5.225.2

νωμῆσαι παλάμῃσιν· ἐμοὶ δ’ ἄρα πάντα τέτυκται

### book 5.225.3

ἄρτια, καί μοι ἔοικε φορήμεναι ἀγλαὰ τεύχη

### book 5.225.4

οὔ τι καταισχύνοντι θεοῦ περικαλλέα δῶρα.

### book 5.225.5

Ἀλλὰ τί ἢ μύθοισιν ἐριδμαίνοντε κακοῖσιν

### book 5.230.1

ἕσταμεν ἀμφ’ Ἀχιλῆος ἀμύμονος ἀγλαὰ τεύχη,

### book 5.230.2

ὅς τις φέρτερός ἐστιν ἐνὶ φθισήνορι χάρμῃ;

### book 5.230.3

Ἀλκῆς γὰρ τόδ’ ἄεθλον ἀρήιον, οὐκ ἀλεγεινῶν

### book 5.230.4

θῆκεν ἐνὶ μέσσοις ἐπέων Θέτις ἀργυρόπεζα.

### book 5.230.5

Μύθων δ’ εἰν ἀγορῇ χρειὼ πέλει ἀνθρώποισιν·

### book 5.235.1

οἶδα γὰρ ὡς σέο πολλὸν ἀγαυότερος καὶ ἀρείων

### book 5.235.2

εἰμί· γένος δέ μοί ἐστιν ὅθεν μεγάλῳ Ἀχιλῆι.»

### book 5.235.3

Ὣς φάτο· τὸν δ’ ἀλεγεινὰ παραβλήδην ἐνένιπεν

### book 5.235.4

υἱὸς Λαέρταο πολύτροπα μήδεα νωμῶν·

### book 5.235.5

«Αἶαν ἀμετροεπές, τί νύ μοι τόσα μὰψ ἀγορεύεις;

### book 5.240.1

Οὐτιδανὸν δέ μ’ ἔφησθα καὶ ἀργαλέον καὶ ἄναλκιν

### book 5.240.2

ἔμμεναι, ὃς σέο πολλὸν ὑπέρτερος εὔχομαι εἶναι

### book 5.240.3

μήδεσι καὶ μύθοισιν ἅ τ’ ἀνδράσι κάρτος ἀέξει.

### book 5.240.4

Καὶ γάρ τ’ ἠλίβατον πέτρην ἄρρηκτον ἐοῦσαν

### book 5.240.5

μήτι ὑποτμήγουσιν ἐν οὔρεσι λατόμοι ἄνδρες

### book 5.245.1

ῥηιδίως· μήτι δὲ μέγαν βαρυηχέα πόντον

### book 5.245.2

ναῦται ὑπεκπερόωσιν, ὅτ’ ἄσπετα κυμαίνηται·

### book 5.1

τέχνῃσι〈ν〉 δ’ ἀγρόται κρατεροὺς δαμόωσι λέοντας

### book 5.2

πορδάλιάς τε σύας τε καὶ ἄλλων ἔθνεα θηρῶν·

### book 5.3

ταῦροι δ’ ὀβριμόθυμοι ὑπὸ ζεύγλῃς δαμόωνται

### book 5.1

ἀνθρώπων ἰότητι. Νόῳ δέ τε πάντα τελεῖται·

### book 5.2

αἰεὶ δ’ ἀφραδέος πέλει ἀνέρος ἀμφὶ πόνοισι

### book 5.3

πᾶσι καὶ ἐν βουλῇσιν ἀνὴρ πολύιδρις ἀμείνων.

### book 5.4

Τοὔνεκ’ ἐυφρονέοντα θρασὺς πάις Οἰνείδαο

### book 5.5

λέξατό μ’ ἐκ πάντων ἐπιτάρροθον, ὄφρ’ ἀφίκωμαι

### book 5.255.1

ἐς φύλακας· μέγα δ’ ἔργον ὁμῶς ἐτελέσσαμεν ἄμφω.

### book 5.255.2

Καὶ δ’ αὐτὸν Πηλῆος ἐυσθενέος κλυτὸν υἷα

### book 5.255.3

ἤγαγον Ἀτρείδῃσιν ἐπίρροθον. Ἢν δὲ καὶ ἄλλου

### book 5.255.4

ἥρωος χρειώ τις ἐν Ἀργείοισι πέληται,

### book 5.255.5

οὐδ’ ὅ γε χερσὶ τεῇσιν ἐλεύσεται οὐδὲ μὲν ἄλλων

### book 5.260.1

Ἀργείων βουλῇσιν, ἐγὼ δέ ἑ μοῦνος Ἀχαιῶν

### book 5.260.2

ἄξω μειλιχίοισι παραυδήσας ἐπέεσσι

### book 5.260.3

δῆριν ἐς αἰζηῶν. Μέγα γὰρ κράτος ἀνδράσι μῦθος

### book 5.260.4

γίνετ’ ἐυφροσύνῃ μεμελημένος· ἠνορέη δὲ

### book 5.260.5

ἄπρηκτος τελέθει μέγεθός τ’ εἰς οὐδὲν ἀέξει

### book 5.265.1

ἀνέρος, εἰ μή οἱ πινυτὴ ἐπὶ μῆτις ἕπηται.

### book 5.265.2

Αὐτὰρ ἐμοὶ καὶ κάρτος ὁμῶς καὶ μῆτιν ὄπασσαν

### book 5.265.3

ἀθάνατοι, τεῦξαν δὲ μέγ’ Ἀργείοισιν ὄνειαρ.

### book 5.265.4

Οὐδὲ μὲν ὡς σύ μ’ ἔφησθα πάρος φεύγοντα σάωσας

### book 5.265.5

δηίου ἐξ ἐνοπῆς· οὐ γὰρ φύγον, ἀλλ’ ἅμα πάντας

### book 5.270.1

Τρῶας ἐπεσσυμένους μένον ἔμπεδον· οἳ δ’ ἐπέχυντο

### book 5.270.2

ἀλκῇ μαιμώωντες, ἐγὼ δ’ ὑπὸ κάρτεϊ χειρῶν

### book 5.270.3

πολλῶν θυμὸν ἔλυσα. Σὺ δ’ οὐκ ἄρ’ ἐτήτυμα βάζεις·

### book 5.1

οὐ γὰρ 〈ἔ〉μοιγ’ ἐπάμυνας ἀνὰ μόθον, ἀλλὰ σοὶ αὐτῷ

### book 5.2

ἔστης ἦρα φέρων, μή τίς νύ σε δουρὶ δαμάσσῃ

### book 5.275.1

φεύγοντ’ ἐκ πολέμοιο. Νέας δ’ ἐς μέσσον ἔρυσσα

### book 5.275.2

οὔ τι περιτρομέων δηίων μένος, ἀλλ’ ἵνα μῆχος

### book 5.275.3

αἰὲν ἅμ’ Ἀτρείδῃσιν ὑπὲρ πολέμοιο φέρωμαι.

### book 5.275.4

Καὶ σὺ μὲν ἔκτοσθε στῆσας νέας· αὐτὰρ ἔγωγε

### book 5.275.5

αὐτὸν ἀεικίσσας πληγῇς ὑπὸ λευγαλέῃσιν

### book 5.280.1

ἐς Τρώων πτολίεθρον ἐσήλυθον, ὄφρα πύθωμαι

### book 5.280.2

ὁππόσα μητιόωνται ὑπὲρ πολέμου ἀλεγεινοῦ.

### book 5.280.3

Οὐδὲ μὲν Ἕκτορος ἔγχος ἐδείδιον, ἀλλὰ καὶ αὐτὸς

### book 5.280.4

ἐν πρώτοις ἀνόρουσα μαχέσσασθαι μενεαίνων

### book 5.280.5

κείνῳ, ὅτ’ ἠνορέῃ πίσυνος προκαλέσσατο πάντας.

### book 5.285.1

Νῦν δέ σευ ἀμφ’ Ἀχιλῆι πολὺ πλέονας κτάνον ἄνδρας

### book 5.285.2

δυσμενέων, ἐσάωσα δ’ ὁμῶς τεύχεσσι θανόντα.

### book 5.285.3

Οὐδὲ μὲν ἐγχείη〈ν〉 τρομέω σέθεν, ἀλλά με λυγρὸν

### book 5.285.4

ἕλκος ἔτ’ ἀμφ’ ὀδύνῃς περινίσεται εἵνεκα τευχέων

### book 5.285.5

τῶνδ’ ὑπερουτηθέντα δαϊκταμένου 〈τ’〉 Ἀχιλῆος.

### book 5.290.1

Καὶ δ’ ἐμοὶ ὡς Ἀχιλῆι πέλει Διὸς ἔξοχον αἷμα.»

### book 5.290.2

Ὣς ἄρ’ ἔφη· τὸν δ’ αὖτις ἀμείβετο καρτερὸς Αἴας·

### book 5.290.3

«Ὦ Ὀδυσεῦ δολομῆτα καὶ ἀργαλεώτατε πάντων,

### book 5.290.4

οὔ νύ ς’ ἐκεῖς’ ἐνόησα πονεύμενον οὐδέ τις ἄλλος

### book 5.290.5

Ἀργείων, ὅτε Τρῶες Ἀχιλλέα δῃωθέντα

### book 5.295.1

ἑλκέμεναι μενέαινον. Ἐγὼ δ’ ὑπὸ δουρὶ καὶ ἀλκῇ

### book 5.295.2

τῶν μὲν γούνατ’ ἔλυσα κατὰ μόθον, οὓς δ’ ἐφόβησα

### book 5.1

αἰὲν ἐπεσσύμενος· τοὶ δ’ ἀργαλέως φοβέοντο

### book 5.2

χήνεσιν ἢ γεράνοισιν ἐοικότες, οἷς 〈τ’〉 ἐπορούσῃ

### book 5.3

αἰετὸς ἠιόεν πεδίον κάτα βοσκομένοισιν·

### book 5.1

ὣς Τρῶες πτώσσοντες ἐμὸν δόρυ καὶ θοὸν ἆορ

### book 5.2

Ἴλιον ἐς κατέδυσαν ἀλευάμενοι μέγα πῆμα.

### book 5.3

Σοὶ δὲ καὶ εἰ τότε κάρτος ἐπήλυθεν, οὔ τί μευ ἄγχι

### book 5.4

μάρναο δυσμενέεσσιν, ἑκὰς δέ που ἦσθα καὶ αὐτὸς

### book 5.5

ἀμφ’ ἄλλῃσι φάλαγξι πονεύμενος, οὐ περὶ νεκρῷ

### book 5.305.1

ἀντιθέου Ἀχιλῆος, ὅπου μάλα δῆρις ὀρώρει.»

### book 5.305.2

Ὣς φάτο· τὸν δ’ Ὀδυσῆος ἀμείβετο κερδαλέον κῆρ·

### book 5.305.3

«Αἶαν, ἐγὼν οὐ σεῖο κακώτερος ἔλπομαι εἶναι

### book 5.305.4

οὐ νόον οὐδὲ βίην, εἰ καὶ μάλα φαίδιμός ἐσσι·

### book 5.305.5

ἀλλὰ νόῳ μὲν ἔγωγε πολὺ προφερέστερός εἰμι

### book 5.310.1

σεῖο μετ’ Ἀργείοισι, βίῃ δέ κεν ἀμφήριστος

### book 5.310.2

ἢ καὶ ἀγαυότερος. Τὸ δέ που καὶ Τρῶες ἴσασιν,

### book 5.310.3

οἵ με μέγα τρομέουσι, καὶ ἢν ἀπάτερθεν ἴδωνται·

### book 5.310.4

καὶ δ’ αὐτὸς σάφα οἶδας ἐμὸν μένος, ἠδὲ καὶ ἄλλοι,

### book 5.310.5

ἀμφὶ παλαισμοσύνῃ πολυτειρέι πολλὰ μογήσας,

### book 5.315.1

ὁππότε δὴ περὶ σῆμα δαϊκταμένου Πατρόκλοιο

### book 5.315.2

Πηλείδης ἐρίθυμος ἀγακλυτὰ θῆκεν ἄεθλα.»

### book 5.315.3

Ὣς φάτο Λαέρταο κλυτὸς πάις ἀντιθέοιο.

### book 5.315.4

Καὶ τότε Τρώιοι υἷες ἔριν δικάσαντ’ ἀλεγεινὴν

### book 5.315.5

αἰζηῶν· νίκην δὲ καὶ ἄμβροτα τεύχεα δῶκαν

### book 5.320.1

πάντες ὁμοφρονέοντες ἐυπτολέμῳ Ὀδυσῆι·

### book 5.320.2

τοῦ δ’ ἄμοτον γήθησε νόος, στονάχησε δὲ λαός.

### book 5.320.3

Παχνώθη δ’ Αἴαντος ἐὺ σθένος· αἶψα δ’ ἄρ’ αὐτῷ

### book 5.320.4

ἄτη ἀνιηρὴ περικάππεσε· πᾶν δέ οἱ εἴσω

### book 5

ἔζεσε φοίνιον αἷμα, χολὴ δ’ ὑπερέβλυσεν αἰνή,

### book 5.325.1

ἥπατι δ’ ἐγκατέμικτο· περὶ κραδίη〈ν〉 δ’ ἀλεγεινὸν

### book 5.325.2

ἷξεν ἄχος, καὶ δριμὺ δι’ ἐγκεφάλοιο θεμέθλων

### book 5.325.3

ἐσσύμενον μήνιγγας ἄδην ἀμφήλυθεν ἄλγος,

### book 5.325.4

σὺν δ’ ἔχεεν νόον ἀνδρός. Ἐπὶ χθόνα δ’ ὄμματα πήξας

### book 5.325.5

ἔστη ἀκινήτῳ ἐναλίγκιος. Ἀμφὶ δ’ ἑταῖροι

### book 5.330.1

ἀχνύμενοί μιν ἄγεσκον ἐυπρῴρους ἐπὶ νῆας

### book 5.330.2

πολλὰ παρηγορέοντες· ὃ δ’ ὑστατίην ποσὶν οἶμον

### book 5.330.3

ἤιεν οὐκ ἐθέλων· σχεδόθεν δέ οἱ ἕσπετο Μοῖρα.

### book 5.330.4

Ἀλλ’ ὅτε δὴ μετὰ νῆας ἔβαν καὶ ἀπείρονα πόντον

### book 5.330.5

Ἀργεῖοι δόρποιο μεμαότες ἠδὲ καὶ ὕπνου,

### book 5.335.1

δὴ τότ’ ἔσω μεγάλοιο Θέτις κατεδύσετο πόντου·

### book 5.335.2

σὺν δέ οἱ ἄλλαι ἴσαν Νηρηίδες· ἀμφὶ δ’ ἄρά σφι

### book 5.335.3

νήχετο κήτεα πολλὰ τά τε τρέφει ἁλμυρὸν οἶδμα.

### book 5.335.4

Αἳ δὲ μέγα σκύζοντο Προμηθέι μητιόωντι

### book 5.335.5

μνώμεναι ὡς κείνοιο θεοπροπίῃσι Κρονίων

### book 5.340.1

δῶκε Θέτιν Πηλῆι καὶ οὐκ ἐθέλουσαν ἄγεσθαι.

### book 5.340.2

Κυμοθόη δ’ ἐν τῇσι μέγ’ ἀσχαλόως’ ἀγόρευεν·

### book 5.340.3

«Ὢ πόποι, ὡς ὅ γε λυγρὸς ἐπάξια πήμαθ’ ὑπέτλη

### book 5.340.4

δεσμῷ ἐν ἀρρήκτῳ, ὅτε οἱ μέγας αἰετὸς ἧπαρ

### book 5.340.5

κεῖρεν ἀεξόμενον κατὰ νηδύος ἔνδοθι δύνων.»

### book 5.345.1

Ὣς φάτο Κυμοθόη κυανοπλοκάμοις ἁλίῃσιν.

### book 5.345.2

Ἠέλιος δ’ ἀπόρουσεν, ἐπεσκιόωντο δ’ ἀλωαὶ

### book 5.345.3

νυκτὸς ἐπεσσυμένης, ἐπεκίδνατο δ’ οὐρανὸν ἄστρα.

### book 5.345.4

Ἀργεῖοι δ’ ἐπὶ νηυσὶ τανυπρῴροισιν ἴαυον

### book 5.345.5

ὕπνῳ ὑπ’ ἀμβροσίῳ δεδμημένοι ἠδὲ καὶ οἴνῳ

### book 5.1

ἡδέι τὸν Κρήτηθε παρ’ Ἰδομενῆος ἀγαυοῦ

### book 5.2

ναῦται ὑπὲρ πόντοιο πολυκλύστοιο φέρεσκον.

### book 5.3

Αἴας δ’ Ἀργείοισι χολούμενος οὔτ’ ἄρα δόρπου

### book 5.4

μνήσατ’ ἐνὶ κλισίῃ μελιηδέος, οὔτέ μιν ὕπνος

### book 5.5

ἄμπεχεν· ἀλλ’ ὅ γ’ ἑοῖσιν ἐν ἔντεσι δύσετο θύων,

### book 5.355.1

εἵλετο δὲ ξίφος ὀξὺ καὶ ἄσπετα πορφύρεσκεν,

### book 5.355.2

ἢ ὅ γε νῆας ἐνιπρήσῃ καὶ πάντας ὀλέσσῃ

### book 5.355.3

Ἀργείους, ἦ μοῦνον ὑπὸ ξίφεϊ στονόεντι

### book 5.355.4

δῃώσῃ μελεϊστὶ θοῶς δολόεντ’ Ὀδυσῆα.

### book 5.355.5

Καὶ τὰ μὲν ὣς ὥρμαινε, τὰ δὴ τάχα πάντ’ ἐτέλεσσεν,

### book 5.360.1

εἰ μή οἱ Τριτωνὶς ἀάσχετον ἔμβαλε Λύσσαν·

### book 5.360.2

κήδετο γὰρ φρεσὶν ᾗσι πολυτλήτου Ὀδυσῆος

### book 5.360.3

ἱρῶν μνωομένη τά οἱ ἔμπεδα κεῖνος ἔρεξε·

### book 5.360.4

τοὔνεκα δὴ μεγάλοιο μένος Τελαμωνιάδαο

### book 5.360.5

τρέψεν ἀπ’ Ἀργείων. Ὃ δ’ ἄρ’ ἤιε λαίλαπι ἶσος

### book 5.365.1

σμερδαλέῃ στυγερῇσι καταιγίσι βεβριθυίῃ,

### book 5.365.2

ἥ τε φέρει ναύτῃσι τέρας κρυεροῖο φόβοιο,

### book 5.365.3

Πληιὰς εὖτ’ ἀκάμαντος ἐς Ὠκεανοῖο ῥέεθρα

### book 5.365.4

δύεθ’ ὑποπτώσσουσα περικλυτὸν Ὠρίωνα

### book 5.365.5

ἠέρα συγκλονέουσα, μέμηνε δὲ χείματι πόντος·

### book 5.370.1

τῇ εἰκὼς οἴμησεν ὅπῃ † γε μὲν γυῖα † φέρεσκον.

### book 5.370.2

Πάντῃ δ’ ἀμφιθέεσκεν ἀναιδέι θηρὶ ἐοικώς,

### book 5.370.3

ὅς τε βαθυσκοπέλοιο διέσσυται ἄγκεα βήσσης

### book 5.370.4

ἀφριόων γενύεσσι καὶ ἄλγεα πολλὰ μενοινῶν

### book 5

ἢ κυσὶν ἢ ἀγρότῃς οἵ οἱ τέκνα δῃώσωνται

### book 5.375.1

ἄντρων ἐξερύσαντες, ὃ δ’ ἀμφὶ γένυσσι βεβρυχώς,

### book 5.375.2

εἴ που ἔτ’ ἐν ξυλόχοισιν ἴδοι θυμήρεα τέκνα, —

### book 5.375.3

τῷ δ’ εἴ τις κύρσειε μεμηνότα θυμὸν ἔχοντι,

### book 5.375.4

αὐτοῦ οἱ βιότοιο λυγρὸν περιτέλλεται ἦμαρ·

### book 5.375.5

ὣς ὅ γ’ ἀμείλιχα θῦνε. Μέλαν δέ οἱ ἔζεεν ἦτορ,

### book 5.380.1

εὖτε λέβης ἀλίαστον ἐπ’ ἐσχάρῃ Ἡφαίστοιο

### book 5.380.2

ῥοιβδηδὸν μαίνηται ὑπαὶ πυρὸς αἰθομένοιο,

### book 5.380.3

γάστρην ἀμφὶς ἅπασαν ὅτε ξύλα πολλὰ θέρηται,

### book 5.380.4

ἐννεσίῃς δρηστῆρος ἐπειγομένου ἐνὶ θυμῷ,

### book 5.380.5

εὐτρεφέος σιάλοιο περὶ τρίχας ὥς κεν ἀμέρσῃ·

### book 5.385.1

ὣς τοῦ ὑπὸ στέρνοισι πελώριος ἔζεε θυμός.

### book 5.385.2

Μαίνετο δ’ ἠύτε πόντος ἀπείριτος ἠὲ θύελλα

### book 5.385.3

ἢ πυρὸς ἀκαμάτοιο θοὸν μένος, εὖτ’ ἀλίαστον

### book 5.385.4

μαίνηται κατ’ ὄρεσφι βίη μεγάλου ἀνέμοιο,

### book 5.385.5

πίπτῃ δ’ αἰθομένη πυρὶ πάντοθεν ἄσπετος ὕλη·

### book 5.390.1

ὣς Αἴας ὀδύνῃσι πεπαρμένος ὄβριμον ἦτορ

### book 5.390.2

μαίνετο λευγαλέως. Ἄπλετος δέ οἱ ἔρρεεν ἀφρὸς

### book 5.390.3

ἐκ στόματος, βρυχὴ δὲ περὶ γναθμοῖσιν ὀρώρει,

### book 5.390.4

τεύχεα δ’ ἀμφ’ ὤμοισιν ἐπέβραχε. Τοὶ δ’ ὁρόωντες

### book 5.390.5

πάντες ὁμῶς ἑνὸς ἀνδρὸς ὑποτρομέεσκον ὁμοκλήν.

### book 5.395.1

Καὶ τότ’ ἀπ’ Ὠκεανοῖο κίεν χρυσήνιος Ἠώς.

### book 5.395.2

Ὕπνος δ’ οὐρανὸν εὐρὺν ἀνήιεν εἴκελος αὔρῃ,

### book 5.395.3

Ἥρῃ δὲ ξύμβλητο νέον πρὸς Ὄλυμπον ἰούσῃ

### book 5.395.4

Τηθύος ἐξ ἱερῆς, ὅθι που προτέρῃ μόλεν ἠοῖ·

### book 5

ἣ δέ ἑ κύσσεν ἑλοῦς’, ἐπεὶ ἦ πέλε γαμβρὸς ἀμύμων,

### book 5.1

ἐξ οὗ οἱ Κρονίωνα κατεύνασεν ἐν λεχέεσσιν

### book 5.2

Ἴδης ἀμφὶ κάρηνα χολούμενον Ἀργείοισιν·

### book 5.3

αἶψα δ’ ἄρ’ ἣ μὲν ἔβη Ζηνὸς δόμον, ὃς δ’ ἐπὶ λέκτρα

### book 5.4

Πασιθέης οἴμησεν· ἀνέγρετο δ’ ἔθνεα φωτῶν.

### book 5.5

Αἴας δ’ ἀκαμάτῳ ἐναλίγκιος Ὠρίωνι

### book 5.405.1

φοίτα ἐνὶ στέρνοισιν ἔχων ὀλοόφρονα Λύσσαν.

### book 5.405.2

Ἐν δ’ ἔθορεν μήλοισι, λέων ὣς ὀβριμόθυμος

### book 5.405.3

λιμῷ ὑπ’ ἀργαλέῃ δεδμημένος ἄγριον ἦτορ.

### book 5.405.4

Καὶ τὰ μὲν ἐν κονίῃσιν ἐπασσύτερ’ ἄλλοθεν ἄλλα

### book 5.405.5

κάββαλεν, ἠύτε φύλλα μένος κρατεροῦ Βορέαο

### book 5.410.1

χεύῃ, ὅτ’ ἀνυμένου θέρεος μετὰ χεῖμα τράπηται·

### book 5.410.2

ὣς Αἴας μήλοισι μέγ’ ἀσχαλόων ἐνόρουσεν

### book 5.410.3

ἐλπόμενος Δαναοῖσι κακὰς ἐπὶ Κῆρας ἰάλλειν.

### book 5.410.4

Καὶ τότε δὴ Μενέλαος ἀδελφεῷ ἄγχι παραστὰς

### book 5.410.5

κρύβδ’ ἄλλων Δαναῶν τοῖον ποτὶ μῦθον ἔειπε·

### book 5.415.1

«Σήμερον ἦ τάχα πᾶσιν ὀλέθριον ἔσσεται ἦμαρ

### book 5.415.2

Αἴαντος μεγάλοιο περὶ φρεσὶ μαινομένοιο,

### book 5.415.3

ὃς τάχα νῆας ἐνιπρήσει, κτανέει δὲ καὶ ἡμ〈έ〉ας

### book 5.415.4

πάντας ἐνὶ κλισίῃσι κοτεσσάμενος περὶ τευχέων.

### book 5.415.5

Ὡς ὄφελον μὴ τῶνδε Θέτις περὶ δῆριν ἔθηκε,

### book 5.420.1

μηδ’ ἄρα Λαέρταο πάις μέγ’ ἀμείνονι φωτὶ

### book 5.420.2

ἔτλη δηριάασθαι ἐναντίον ἄφρονι θυμῷ.

### book 5.420.3

Νῦν δὲ μέγ’ ἀασάμε〈σ〉θα, κακὸς δέ τις ἤπαφε δαίμων·

### book 5.420.4

ἕρκος γὰρ πολέμοιο δεδουπότος Αἰακίδαο

### book 5.420.5

μοῦνον ἔτ’ ἦν Αἴαντος ἐὺ σθένος. Ἀλλ’ ἄρα καὶ τὸν

### book 5.425

ἡμέων ἐξελόωσι θεοὶ κακὰ νῶιν ἄγοντες,

### book 5.1

ὥς κεν πάντες ἄιστοι ἀναπλήσωμεν ὄλεθρον.»

### book 5.2

Ὣς φάμενον προσέειπεν ἐυμμελίης Ἀγαμέμνων·

### book 5.3

«Μὴ νῦν, ὦ Μενέλαε, μέγ’ ἀχνύμενος περὶ θυμῷ

### book 5.4

σκύζεο μητιόωντι Κεφαλλήνων βασιλῆι,

### book 5.429a

ἀλλὰ θεοῖς οἳ νῶιν ὀλέθρια μητιόωνται·

### book 5.430.1

οὐ γὰρ ὅ γ’ αἴτιός ἐστιν, ἐπεὶ μάλα πολλάκις ἡμῖν

### book 5.430.2

γίνεται ἐσθλὸν ὄνειαρ, ἄχος δ’ ἄρα δυσμενέεσσιν.»

### book 5.430.3

Ὣς οἳ μὲν Δαναῶν ἀκαχήμενοι ἠγορόωντο.

### book 5.430.4

Μηλονόμοι δ’ ἀπάνευθε παρὰ Ξάνθοιο ῥεέθροις

### book 5.430.5

πτῶσσον ὑπὸ μυρίκῃσιν ἀλευάμενοι βαρὺ πῆμα.

### book 5.435.1

Ὡς δ’ ὅταν αἰετὸν ὠκὺν ὑποπτώσσωσι λαγωοὶ

### book 5.435.2

θάμνοις ἐν λασίοισιν, ὅτ’ ἐγγύθεν ὀξὺ κεκληγὼς

### book 5.435.3

πωτᾶτ’ ἔνθα καὶ ἔνθα τανυσσάμενος πτερύγεσσιν·

### book 5.435.4

ὣς οἵ γ’ ἄλλοθεν ἄλλος ὑπέτρεσαν ὄβριμον ἄνδρα.

### book 5.435.5

Ὀψὲ δ’ ὅ γ’ ἀρνειοῖο κατακταμένου σχεδὸν ἔστη,

### book 5.440.1

καί ῥ’ ὀλοὸν γελάσας τοῖον ποτὶ μῦθον ἔειπε·

### book 5.440.2

«Κεῖσό νυν ἐν κονίῃσι, κυνῶν βόσις ἠδ’ οἰωνῶν·

### book 5.440.3

οὐ γάρ ς’ οὐδ’ Ἀχιλῆος ἐρύσατο κύδιμα τεύχη,

### book 5.440.4

ὧν ἕνεκ’ ἀφραδέως μέγ’ ἀμείνονι δηριάασκες.

### book 5.440.5

Κεῖσο, κύον· σὲ γὰρ οὔ τι γοήσεται ἀμφιπεσοῦσα

### book 5.445.1

κουριδίη μετὰ παιδὸς ἀάσχετον ἀσχαλόωσα,

### book 5.445.2

οὐ τοκέες, τοῖς οὔ τι μετέσσεαι ἐλδομένοισι

### book 5.445.3

γήραος ἐσθλὸν ὄνειαρ, ἐπεί νύ σε τῆλ’ ἀπὸ πάτρης

### book 5.445.4

οἰωνοί τε κύνες τε δεδουπότα δαρδάψουσιν.»

### book 5.445.5

Ὣς ἄρ’ ἔφη δολόεντα μετὰ κταμένοις Ὀδυσῆα

### book 5

κεῖσθαι ὀιόμενος μεμορυγμένον αἵματι πολλῷ.

### book 5.1

Καὶ τότε οἱ Τριτωνὶς ἀπὸ φρενὸς ἠδὲ καὶ ὄσσων

### book 5.2

ἐσκέδασε〈ν〉 Μανίην βλοσυρὴν πνείουσαν ὄλεθρον·

### book 5.3

ἣ δὲ θοῶς ἵκανε ποτὶ Στυγὸς αἰνὰ ῥέεθρα,

### book 5.4

ἧχι θοαὶ ναίουσιν Ἐριννύες αἵ τε βροτοῖσιν

### book 5.455.1

αἰὲν ὑπερφιάλοισι κακὰς ἐφιᾶσιν ἀνίας.

### book 5.455.2

Αἴας δ’, ὡς ἴδε μῆλα κατὰ χθονὸς ἀσπαίροντα,

### book 5.455.3

θάμβεεν ἐν φρεσὶ πάμπαν· ὀίσατο γὰρ δόλον εἶναι

### book 5.455.4

ἐκ μακάρων. Πάντεσσι δ’ ὑπεκλάσθη μελέεσσι

### book 5.455.5

βλήμενος ἄλγεσι θυμὸν ἀρήιον· οὐδ’ ἄρα πρόσσω

### book 5.460.1

ἔσθενεν ἀσχαλόων ἐπιβήμεναι οὔτ’ ἄρ’ ὀπίσσω,

### book 5.460.2

ἀλλ’ ἔστη σκοπιῇ ἐναλίγκιος, ἥ τ’ ἐν ὄρεσσι

### book 5.460.3

πασάων μάλα πολλὸν ὑπερτάτη ἐρρίζωται.

### book 5.460.4

Ἀλλ’ ὅτε οἱ πάλι θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη,

### book 5.460.5

λυγρὸν ἀνεστονάχησεν, ἔπος δ’ ὀλοφύρετο τοῖον·

### book 5.465.1

«Ὤ μοι ἐγώ, τί νυ τόσσον ἀπέχθομαι ἀθανάτοισιν;

### book 5.465.2

Οἵ με φρένας βλάψαντο, κακὴν δ’ ἐπὶ λύσσαν ἔθεντο,

### book 5.465.3

μῆλα κατακτεῖναι τά μοι οὐκ ἔσαν αἴτια θυμοῦ.

### book 5.465.4

Ὡς ὄφελον τίσασθαι Ὀδυσσέος ἀργαλέον κῆρ

### book 5.465.5

χερσὶν ἐμαῖς, ἐπεὶ ἦ με κακῇ περικάββαλεν ἄτῃ

### book 5.470.1

λυγρὸς ἐὼν μάλα πάγχυ. Πάθοι γε μὲν ἄλγεα θυμῷ

### book 5.470.2

ὁππόσα μητιόωνται Ἐριννύες ἀνθρώποισιν

### book 5.470.3

ἀργαλέοις· δοῖεν δὲ καὶ ἄλλοις Ἀργείοισιν

### book 5.470.4

ὑσμίνας ὀλοὰς καὶ πένθεα δακρυόεντα

### book 5.470.5

αὐτῷ τ’ Ἀτρείδῃ Ἀγαμέμνονι· μηδ’ ὅ γ’ ἀπήμων

### book 5.475.1

ἔλθοι ἑὸν ποτὶ δῶμα λιλαιόμενός περ ἱκέσθαι.

### book 5.475.2

Ἀλλὰ τί μοι στυγεροῖσι μετέμμεναι ἐσθλὸν ἐόντα;

### book 5.475.3

Ἐρρέτω Ἀργείων ὀλοὸς στρατός· ἐρρέτω αἰὼν

### book 5.475.4

ἄσχετος. Οὐ γὰρ ἔτ’ ἐσθλὸς ἔχει γέρας, ἀλλὰ χερείων

### book 5.475.5

τιμήεις τε πέλει καὶ φίλτερος· ἦ γὰρ Ὀδυσσεὺς

### book 5.480.1

τίετ’ ἐν Ἀργείοισιν, ἐμεῦ δ’ ἐπὶ πάγχυ λάθοντο

### book 5.480.2

ἔργων 〈θ’〉 ὁππός’ ἔρεξα καὶ ἔτλην εἵνεκα λαῶν.»

### book 5.480.3

Ὣς εἰπὼν πάις ἐσθλὸς ἐυσθενέος Τελαμῶνος

### book 5.480.4

Ἑκτόρεον ξίφος ὦσε δι’ αὐχένος· ἐκ δέ οἱ αἷμα

### book 5.480.5

ἐσσύμενον κελάρυζεν. Ὃ δ’ ἐν κονίῃσι τανύσθη,

### book 5.485.1

Τυφῶν ὣς τὸν Ζηνὸς ἐνεπρήσαντο κεραυνοί·

### book 5.485.2

ἀμφὶ δὲ γαῖα μέλαινα μέγα στονάχησε πεσόντος.

### book 5.485.3

Καὶ τότε δὴ Δαναοὶ κίον ἀθρόοι, ὡς ἐσίδοντο

### book 5.485.4

κείμενον ἐν κονίῃσι· πάρος δέ οἱ οὔ τις ἵκανεν

### book 5.485.5

ἐγγύς, ἐπεὶ μάλα πάντας ἔχεν δέος εἰσορόωντας.

### book 5.490.1

Αἶψα δ’ ἄρα κταμένῳ περικάππεσον· ἀμφὶ δὲ κρᾶτα

### book 5.490.2

πρηνέες ἐκχύμενοι 〈κόνιν〉 ἄσπετον ἀμφεχέοντο,

### book 5.490.3

καί σφιν ὀδυρομένων γόος αἰθέρα δῖον ἵκανεν.

### book 5.490.4

Ὡς δ’ ὅταν εἰροπόκων ὀίων ἄπο νήπια τέκνα

### book 5.490.5

ἀνέρες ἐξελάσωσιν, ἵνα σφίσι δαῖτα κάμωνται,

### book 5.495.1

αἳ δὲ μέγα σκαίρουσι διηνεκέως μεμακυῖαι

### book 5.495.2

μητέρες ἐκ τεκέων σηκοὺς πέρι χηρωθέντας·

### book 5.495.3

ὣς οἵ γ’ ἀμφ’ Αἴαντα μέγα στένον ἤματι κείνῳ

### book 5.495.4

πανσυδίῃ· μέγα δέ σφιν ἐπέβραχε δάσκιος Ἴδη

### book 5.495.5

καὶ πεδίον καὶ νῆες ἀπειρεσίη τε θάλασσα.

### book 5

Τεῦκρος δ’ ἀμφ’ αὐτῷ μάλα μήδετο Κῆρας ἐπισπεῖν

### book 5.1

ἀργαλέας· τὸν δ’ ἄλλοι ἀπὸ ξίφεος μεγάλοιο

### book 5.2

εἶργον. Ὃ δ’ ἀσχαλόων περικάππεσε τεθνειῶτι

### book 5.3

δάκρυα πολλὰ χέων ἀδινώτερα νηπιάχοιο,

### book 5.4

ὅς τε παρ’ ἐσχαρεῶνι τέφρην περιειμένος ὤμοις

### book 5.505.1

κὰκ κεφαλῆς μάλα πάμπαν ὀδύρεται ὀρφανὸν ἦμαρ

### book 5.505.2

μητρὸς ἀποφθιμένης ἥ μιν τρέφε νήιδα πατρός·

### book 5.505.3

ὣς ὅ γε κωκύεσκε κασιγνήτοιο δαμέντος

### book 5.505.4

ἑρπύζων περὶ νεκρόν, ἔπος δ’ ὀλοφύρετο τοῖον·

### book 5.505.5

«Αἶαν καρτερόθυμε, τί 〈δ〉ή νύ τοι ἔβλαβεν ἦτορ

### book 5.510.1

〈σ〉οὶ αὐτῷ στονόεντα φόνον καὶ πῆμα βαλέσθαι;

### book 5.510.2

Ἦ ἵνα Τρώιοι υἷες ὀιζύος ἀμπνεύσωσιν,

### book 5.510.3

Ἀργείους δ’ ὀλέσωσι σέθεν κταμένοιο κιόντες;

### book 5.510.4

Οὐ γὰρ τοῖσδ’ ἔτι θάρσος ὅσον πάρος ὀλλυμένοισιν

### book 5.510.5

ἔσσεται ἐν πολέμῳ· σὺ γὰρ ἔπλεο πήματος ἄλκαρ.

### book 5.515.1

Οὐδ’ ἔτ’ ἐμοὶ νόστοιο τέλος σέο δεῦρο θανόντος

### book 5.515.2

ἁνδάνει, ἀλλὰ καὶ αὐτὸς ὀίομαι ἐνθάδ’ ὀλέσθαι,

### book 5.515.3

ὄφρά με σὺν σοὶ γαῖα φερέσβιος ἀμφικαλύπτῃ·

### book 5.515.4

οὐ γάρ μοι τοκέων τόσσον μέλει, εἴ που ἔτ’ εἰσίν,

### book 5.515.5

εἴ που ἔτ’ ἀμφινέμονται ἔτι ζωοὶ Σαλαμῖνα,

### book 5.520.1

ὅσσον σεῖο θανόντος, ἐπεὶ σύ μοι ἔπλεο κῦδος.»

### book 5.520.2

Ἦ ῥα μέγα στενάχων. Ἐπὶ δ’ ἔστενε δῖα Τέκμησσα,

### book 5.520.3

Αἴαντος παράκοιτις ἀμύμονος, ἥν περ ἐοῦσαν

### book 5.520.4

ληιδ〈ί〉ην σφετέρην ἄλοχον θέτο, καί μιν ἁπάντων

### book 5

τεῦξεν ἄνασσαν ἔμεν 〈ὁπ〉όσων ἀνὰ δῶμα γυναῖκες

### book 5.525.1

ἑδνωταὶ μεδέουσι παρ’ ἀνδράσι κουριδίοισιν·

### book 5.525.2

ἣ δέ οἱ ἀκαμάτοισιν ὑπ’ ἀγκοίνῃσι δαμεῖσα

### book 5.525.3

Εὐρυσάκην τέκεθ’ υἱὸν ἐοικότα πάντα τοκῆι.

### book 5.525.4

Ἀλλ’ ὃ μὲν οὖν ἔτι τυτθὸς ἐνὶ λεχέεσσι λέλειπτο·

### book 5.525.5

ἣ δὲ μέγα στενάχουσα φίλῳ περικάππεσε νεκρῷ

### book 5.530.1

ἐντυπὰς 〈ἐν〉 κονίῃσι καλὸν δέμας αἰσχύνουσα,

### book 5.530.2

καί ῥ’ ὀλοφυδνὸν ἄυσε μέγ’ ἀχνυμένη κέαρ ἔνδον·

### book 5.530.3

«Ὤ μοι ἐγὼ δύστηνος, ἐπεὶ θάνες οὔ τι δαϊχθεὶς

### book 5.530.4

δυσμενέων παλάμῃσι κατὰ μόθον, ἀλλὰ 〈σ〉οὶ αὐτῷ.

### book 5.530.5

Τῶ μοι πένθος ἄλαστον ἐποίχεται· οὐ γὰρ ἐώλπειν

### book 5.535.1

σεῖο καταφθιμένοιο πολύστονον ἦμαρ ἰδέσθαι

### book 5.535.2

ἐν Τροίῃ· τὰ δὲ πάντα κακαὶ διὰ Κῆρες ἔχευαν.

### book 5.535.3

Ὥς μ’ ὄφελον τὸ πάροιθε περὶ τραφερὴ χάνε γαῖα,

### book 5.535.4

πρὶν σέο πότμον ἰδέσθαι ἀμείλιχον· οὐ γὰρ ἔμοιγε

### book 5.535.5

ἄλλο χερειότερόν ποτ’ ἐσήλυθεν ἐς φρένα πῆμα,

### book 5.540.1

οὐδ’ ὅτε με πρώτιστον ἐμῆς ἀπὸ τηλόθι πάτρης

### book 5.540.2

καὶ τοκέων εἴρυσσας ἅμ’ ἄλλαις ληιάδεσσι

### book 5.540.3

πόλλ’ ὀλοφυρομένην, ἐπεὶ ἦ νύ με τὸ πρὶν ἄνασσαν

### book 5.540.4

αἰδοίην περ ἐοῦσαν ἐπήιε δούλιον ἦμαρ.

### book 5.540.5

Ἀλλά μοι οὔτε πάτρης θυμηδέος οὔτε τοκήων

### book 5.545.1

μέμβλεται οἰχομένων, ὁπόσον σέο δῃωθέντος,

### book 5.545.2

οὕνεκά μοι δειλῇ θυμήρεα πάντα μενοίνας,

### book 5.545.3

καί ῥά με θῆκας ἄκοιτιν ὁμόφρονα, καί 〈ῥά μ’〉 ἔφησθα

### book 5.545.4

τεύξειν αὐτίκ’ ἄνασσαν ἐυκτιμένης Σαλαμῖνος

### book 5.545.5

νοστήσας Τροίηθε. Τὰ δ’ οὐ θεὸς ἄμμι τέλεσσεν·

### book 5.1

ἀλλὰ σὺ νῦν μὲν ἄιστος ἀποίχεαι, οὐδέ νυ σοί περ

### book 5.2

μέμβλετ’ ἐμεῦ καὶ παιδός, ὃς οὐ πατρὶ τέρψεται ἦτορ,

### book 5.3

οὐ σέο κοιρανίης ἐπιβήσεται, ἀλλά μιν ἄλλοι

### book 5.4

δμῶα λυγρὸν τεύξουσιν, ἐπεὶ πατρὸς οὐκέτ’ ἐόντος

### book 5.5

νηπίαχοι κομέονται ὑπ’ ἀνδράσιν εὖ μάλα πολλὸν

### book 5.555.1

χειροτέροις· ὀλοῇ γὰρ ἐπ’ ὀρφανίῃ βαρὺς αἰὼν

### book 5.555.2

παισὶ πέλει καὶ πήματ’ ἐπ’ ἄλλοθεν ἄλλα χέονται.

### book 5.555.3

Καὶ δ’ ἐμὲ δειλαίην τάχα δούλιον ἵξεται ἦμαρ

### book 5.555.4

οἰχομένου σέο πρόσθεν, ὅ μοι θεὸς ὣς ἐτέτυξο.»

### book 5.555.5

Ὣς φαμένην προσέειπε φίλα φρονέων Ἀγαμέμνων·

### book 5.560.1

«Ὦ γύναι, οὔ νύ σέ τις δμωὴν ἔτι θήσεται ἄλλος,

### book 5.560.2

Τεύκρου ἔτι ζώοντος ἀμύμονος ἠδ’ ἐμεῦ αὐτοῦ·

### book 5.560.3

ἀλλά σε τίσομεν αἰὲν ἀπειρεσίοις γεράεσσι,

### book 5.560.4

τίσομεν ὥς τε θεήν, καὶ σὸν τέκος, ὡς ἔτ’ ἐόντος

### book 5.560.5

ἀντιθέου Αἴαντος ὃς ἔπλετο κάρτος Ἀχαιῶν.

### book 5.565.1

Αἴθ’ ὄφελον μηδ’ ἄλγος Ἀχαιίδι θήκατο πάσῃ

### book 5.565.2

αὐτὸς ἑῇ ὑπὸ χειρὶ δαμείς· οὐ γάρ μιν ἀπείρων

### book 5.565.3

δυσμενέων σθένε λαὸς ὑπ’ Ἄρεϊ δῃώσασθαι.»

### book 5.565.4

Ὣς ἔφατ’ ἀχνύμενος κέαρ ἔνδοθεν. Ἀμφὶ δὲ λαοὶ

### book 5.565.5

οἰκτρὸν ἀνεστονάχησαν, ἐπίαχε δ’ Ἑλλήσποντος

### book 5.570.1

μυρομένων, ὀλοὴ δὲ περὶ σφίσι πέπτατ’ ἀνίη.

### book 5.570.2

Καὶ δ’ αὐτὸν λάβε πένθος Ὀδυσσέα μητιόωντα

### book 5.570.3

κείνου ἀποκταμένοιο, καὶ ἀχνύμενος κατὰ θυμὸν

### book 5.570.4

τοῖον ἔπος μετέειπεν ἀκηχεμένοισιν Ἀχαιοῖς·

### book 5.570.5

«Ὦ φίλοι, ὡς οὔ πώ τι κακώτερον ἄλλο χόλοιο

### book 5.575.1

γίνεται, ὅς τε βροτοῖσι κακὴν ἐπὶ δῆριν ἀέξει·

### book 5.575.2

ὃς καὶ νῦν Αἴαντα πελώριον ἐξορόθυνεν

### book 5.1

ἀμφ’ ἐμοὶ ἐν φρεσὶν ᾗσι χολούμενον. Ὡς ὄφελόν μοι

### book 5.2

μή ποτε Τρώιοι υἷες Ἀχιλλέος εἵνεκα τευχέων

### book 5.3

νίκην ἀμφεβάλοντ’ ἐρικυδέα, τῆς πέρι θυμὸν

### book 5.580.1

ἀχνύμενος πάις ἐσθλὸς ἐυσθενέος Τελαμῶνος

### book 5.580.2

ὤλετο χερσὶν 〈ἑ〉ῇσι. Χόλου δέ οἱ οὔ τι ἔγωγε

### book 5.580.3

αἴτιος, ἀλλά τις Αἶσα πολύστονος ἥ μιν ἐδάμνα.

### book 5.580.4

Εἰ γάρ μοι κέαρ ἔνδον ἐνὶ στέρνοισιν ἐώλπει

### book 5.580.5

κεῖνον ἀλαστήσειν καθ’ ἑὸν νόον, οὔτ’ ἂν ἔγωγε

### book 5.585.1

ἦλθον ἐριδμαίνων νίκης ὕπερ, οὔτέ τιν’ ἄλλον

### book 5.585.2

ἐν Δαναοῖσιν ἔασα μεμαότα δηριάασθαι·

### book 5.585.3

ἀλλά οἱ αὐτὸς ἔγωγε θεουδέα τεύχε’ ἀείρας

### book 5.585.4

προφρονέως ἂν ὄπασσα καὶ εἴ τί περ ἄλλο μενοίνα.

### book 5.585.5

Νῦν δέ μιν οὔ τι ἔγωγε μέγ’ ἀχνύμενον χαλεπῆναι

### book 5.590.1

ὠισάμην μετόπισθεν, ἐπεί ῥά οἱ οὔτε γυναικὸς

### book 5.590.2

οὔτε περὶ πτόλιος μαχόμην οὔτ’ εὐρέος ὄλβου,

### book 5.590.3

ἀλλά μοι ἀμφ’ ἀρετῆς νεῖκος πέλεν, ἧς πέρι δῆρις

### book 5.590.4

τερπνὴ γίνεται αἰὲν ἐύφροσιν ἀνθρώποισι.

### book 5.590.5

Κεῖνος δ’ ἐσθλὸς ἐὼν στυγερῇ ὑπὸ Δαίμονος Αἴσῃ

### book 5.595.1

ἤλιτεν. Οὐ γὰρ ἔοικε μέγ’ ἀσχαλάαν ἐνὶ θυμῷ·

### book 5.595.2

ἀνδρὸς γὰρ πινυτοῖο καὶ ἄλγεα πόλλ’ ἐπιόντα

### book 5.595.3

τλῆναι ὑπὸ κραδίῃ στερεῇ φρενὶ μηδ’ ἀκάχησθαι.»

### book 5.595.4

Ὣς φάτο Λαέρταο κλυτὸς πάις ἀντιθέοιο.

### book 5.595.5

Ἀλλ’ ὅτε δὴ κορέσαντο γόου καὶ πένθεος αἰνοῦ,

### book 5.1

δὴ τότε Νηλέος υἱὸς ἔτ’ ἀχνυμένοισιν ἔειπεν·

### book 5.2

«Ὦ φίλοι, ὡς ἄρα Κῆρες ἀνηλέα θυμὸν ἔχουσαι

### book 5.3

ἡμῖν αἶψ’ ἐβάλοντο λυγρῷ ἐπὶ πένθεϊ πένθος,

### book 5.1

Αἴαντος φθιμένοιο πολυσθενέος τ’ Ἀχιλῆος

### book 5.2

ἄλλων τ’ Ἀργείων ἠδ’ υἱέος ἡμετέροιο

### book 5.605.1

Ἀντιλόχου. Ἀλλ’ οὔ τι θέμις κταμένους ἐνὶ χάρμῃ

### book 5.605.2

κλαίειν ἤματα πάντα καὶ ἀσχαλάαν ἐνὶ θυμῷ.

### book 5.605.3

Ἀλλὰ γόου λήσασθε ἀεικέος, οὕνεκ’ ἄμεινον

### book 5.605.4

ἔρδειν ὅσσα βροτοῖσιν ἐπὶ φθιμένοισιν ἔοικε,

### book 5.605.5

πυρκαϊὴν καὶ σῆμα, καὶ ὀστέα ταρχύσασθαι.

### book 5.610.1

Νεκρὸς δ’ οὔ τι γόοισιν ἀνέγρεται, οὐδέ τι οἶδε

### book 5.610.2

φράσσασθ’, εὖτέ ἑ Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν.»

### book 5.610.3

Ἦ ῥα παρηγορέων· περὶ δ’ ἀντίθεοι βασιλῆες

### book 5.610.4

ἀθρόοι αἶψ’ ἀγέροντο μέγ’ ἀχνύμενοι κέαρ ἔνδον,

### book 5.610.5

καί ἑ μέγαν περ ἐόντα θοῶς ποτὶ νῆας ἔνεικαν

### book 5.615.1

πολλοὶ ἀείραντες. Κατὰ δὲ σπείροισι κάλυψαν

### book 5.615.2

αἷμ’ ἀποφαιδρύναντες ὅ οἱ βριαροῖς μελέεσσι

### book 5.615.3

τερσόμενον περίκειτο σὺν ἔντεσιν 〈ἐν〉 κονίῃσι.

### book 5.615.4

Καὶ τότ’ ἀπ’ Ἰδαίων ὀρέων φέρον ἄσπετον ὕλην

### book 5.615.5

αἰζηοί. Πάντῃ δὲ νέκυν πέρι δινήσαντο·

### book 5.620.1

πολλὰ δ’ ἄρ’ ἀμφ’ αὐτῷ θῆκαν ξύλα, πολλὰ δὲ μῆλα

### book 5.620.2

φάρεά τ’ εὐποίητα βοῶν τ’ ἐρικυδέα φῦλα

### book 5.620.3

ἠδέ οἱ ὠκυτάτοισιν ἀγαλλομένους ποσὶν ἵππους

### book 5.620.4

χρυσόν τ’ αἰγλήεντα καὶ ἄσπετα τεύχεα φωτῶν

### book 5.620.5

ὅσσα πάρος κταμένων ἀποαίνυτο φαίδιμος ἀνήρ·

### book 5.625

ἤλεκτρόν τ’ ἐπὶ τοῖσι διειδέα, τόν ῥά τέ φασιν

### book 5.1

ἔμμεναι Ἠελίοιο πανομφαίοιο θυγατρῶν

### book 5.2

δάκρυ, τὸ δὴ Φαέθοντος ὑπὲρ κταμένοιο χέαντο

### book 5.3

μυρόμεναι μεγάλοιο παρὰ ῥόον Ἠριδανοῖο,

### book 5.4

καὶ τὸ μὲν Ἠέλιος γέρας ἄφθιτον υἱέι τεύχων

### book 5.630.1

ἤλεκτρον ποίησε μέγα κτέαρ ἀνθρώποισι·

### book 5.630.2

τόν ῥα τότ’ εὐρυπέδοιο πυρῆς καθύπερθε βάλοντο

### book 5.630.3

Ἀργεῖοι κλυτὸν ἄνδρα δεδουπότα κυδαίνοντες

### book 5.630.4

Αἴαντ’· ἀμφὶ δέ οἱ μεγά〈λα〉 στενάχοντες ἔθεντο

### book 5.630.5

τιμήεντ’ ἐλέφαντα καὶ ἄργυρον ἠερόεντα

### book 5.635.1

ἠδὲ καὶ ἀμφιφορῆας ἀλείφατος ἄλλά τε πάντα

### book 5.635.2

ὁππόσα κυδήεντα καὶ ἀγλαὸν ὄλβον ὀφέλλει.

### book 5.635.3

Ἐν δ’ ἔβαλον κρατεροῖο πυρὸς μένος· ἦλθε δὲ πνοιὴ

### book 5.635.4

ἐξ ἁλός, ἣν προέηκε θεὰ Θέτις, ὄφρα θέροιτο

### book 5.635.5

Αἴαντος μεγάλοιο βίη· ὃ δὲ νύκτα καὶ ἠῶ

### book 5.640.1

καίετο πὰρ νήεσσιν ἐπειγομένου ἀνέμοιο.

### book 5.640.2

Οἷός που τὸ πάροιθε Διὸς στονόεντι κεραυνῷ

### book 5.640.3

Ἐγκέλαδος δέδμητο κατ’ ἀκαμάτοιο θαλάσσης

### book 5.640.4

Θρινακίης ὑπένερθεν, ὅλη δ’ ὑπετύφετο νῆσος·

### book 5.640.5

ἢ οἷος ζώοντα μέλη πυρὶ δῶκε θέρεσθαι

### book 5.645.1

Ἡρακλέης Νέσσοιο δολοφροσύνῃσι χαλεφθείς,

### book 5.645.2

ὁππότ’ ἔτλη μέγα ἔργον, ὅλη δ’ ἀμφέστενεν Οἴτη

### book 5.645.3

ζωοῦ καιομένοιο, μίγη δέ οἱ αἰθέρι θυμὸς

### book 5.645.4

ἄνδρα λιπὼν ἀρίδηλον, ἐνεκρίνθη δὲ θεοῖσιν

### book 5.645.5

αὐτός, ἐπεί οἱ σῶμα πολύκμητος χάδε γαῖα·

### book 5.1

τοῖος ἄρ’ ἐν πυρὶ κεῖτο λελασμένος ἰωχμοῖο

### book 5.2

Αἴας σὺν τεύχεσσι. Πολὺς δ’ ἐστείνετο λαὸς

### book 5.1

αἰγιαλοῖς· Τρῶες δὲ γάνυντ’, ἀκάχοντο δ’ Ἀχαιοί.

### book 5.2

Ἀλλ’ ὅτε δὴ δέμας ἠὺ κατήνυσε πῦρ ἀίδηλον,

### book 5.3

δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δ’ αὐτοῦ

### book 5.655.1

χηλῷ ἐνὶ χρυσέῃ θῆκαν· περὶ δέ σφισι γαῖαν

### book 5.655.2

χεῦαν ἀπειρεσίην Ῥοιτηίδος οὐχ ἑκὰς ἀκτῆς.

### book 5.655.3

Αὐτίκα δ’ ἐσκίδναντο πολυσκάρθμους ἐπὶ νῆας

### book 5.655.4

θυμὸν ἀκηχέμενοι· τὸν γὰρ τίον ἶσον Ἀχιλλεῖ.

### book 5.655.5

Νὺξ δ’ ἐπόρουσε μέλαινα μετ’ ἀνέρας ὕπνον ἄγουσα·

### book 5.660.1

οἳ δ’ ἄρα δαῖτ’ ἐπάσαντο καὶ ἠριγένειαν ἔμιμνον,

### book 5.660.2

βαιὸν ἀποβρίξαντες ἀραιοῖσι〈ν〉 βλεφάροισιν·

### book 5.660.3

αἰνῶς γὰρ φοβέοντο κατὰ φρένα μή σφισι Τρῶες

### book 5

νυκτὸς ἐπέλθωσιν Τελαμωνιάδαο θανόντος.

### book 6.1.1

Ἠὼς δ’ Ὠκεανοῖο ῥόον καὶ λέκτρα λιποῦσα

### book 6.1.2

Τιθωνοῦ προσέβη μέγαν οὐρανόν, ἀμφὶ δὲ πάντῃ

### book 6.1.3

κίδνατο παμφανόωσα, γέλασσε δὲ γαῖα καὶ αἰθήρ·

### book 6.1.4

τοὶ δ’ εἰς ἔργα τράποντο βροτοὶ ῥεῖα φθινύθοντες,

### book 6.5.1

ἄλλοι δ’ ἀλλοίοισιν ἐπῴχοντ’. Αὐτὰρ Ἀχαιοὶ

### book 6.5.2

εἰς ἀγορὴν ἐχέοντο καλεσσαμένου Μενελάου·

### book 6.5.3

καί ῥ’ ὅτε δὴ μάλα πάντες ἀνὰ στρατὸν ἠγερέθοντο,

### book 6.5.4

δὴ τότ’ ἐν〈ὶ〉 μέσσοισιν ἀγειρομένοισι μετηύδα·

### book 6.5.5

«Κέκλυτε μῦθον ἐμεῖο, θεηγενέες βασιλῆες,

### book 6.10.1

ὡς ἐρέω· μέγα γάρ μοι ἐνὶ φρεσὶ τείρεται ἦτορ

### book 6.10.2

λαῶν ὀλλυμένων οἵ ῥ’ ἤλυθον εἵνεκ’ ἐμεῖο

### book 6.10.3

δῆριν ἐς ἀργαλέην, τοὺς οὐχ ὑποδέξεται οἶκος,

### book 6.10.4

οὐ τοκέες· πολέας γὰρ ὑπέκλασε Δαίμονος Αἶσα.

### book 6.10.5

Ὡς ὄφελον Θανάτοιο βαρὺ σθένος ἀτλήτοιο

### book 6.15.1

αὐτῷ μοι ἐπόρουσε πρὶν ἐνθάδε λαὸν ἀγεῖραι.

### book 6.15.2

Νῦν δέ μοι ἀλλήκτους ὀδύνας ἐπεθήκατο δαίμων,

### book 6.1

ὄφρ’ ὁρόω κακὰ πολλά· τίς ἂν φρεσὶ γηθήσειεν

### book 6.2

εἰσορόων ἐπὶ δηρὸν ἀμήχανα ἔργα μόθοιο;

### book 6.3

Ἀλλ’ ἄγεθ’, ὅσσοι ἔτ’ εἰμὲν ἐπ’ ὠκυπόροισι νέεσσι,

### book 6.20.1

καρπαλίμως φεύγωμεν ἑὴν ἐπὶ γαῖαν ἕκαστος,

### book 6.20.2

Αἴαντος φθιμένοιο πολυσθενέος τ’ Ἀχιλῆος·

### book 6.20.3

τῶν ἐγὼ οὐκ ὀίω κταμένων ὑπαλύξαι ὄλεθρον

### book 6.20.4

ἡμέας, ἀλλ’ ὑπὸ Τρωσὶ δαμήμεναι ἀργαλέοισιν

### book 6.20.5

εἵνεκ’ ἐμεῦ Ἑλένης τε κυνώπιδος, ἧς νύ μοι οὔ τι

### book 6.25.1

μέμβλεται ὡς ὑμέων, ὁπότε κταμένους ἐσίδωμαι

### book 6.25.2

ἐν πολέμῳ. Κείνη δ’ ἀλαπαδνοτάτῳ σὺν ἀκοίτῃ

### book 6.25.3

ἐρρέτω· ἐκ γάρ οἱ πινυτὰς φρένας εἵλετο δαίμων

### book 6.25.4

ἐκ κραδίης, ὅτ’ ἐμεῖο λίπεν δόμον ἠδὲ καὶ εὐνήν.

### book 6.25.5

Ἀλλὰ τὰ μὲν κείνης Πριάμῳ καὶ Τρωσὶ μελήσει·

### book 6.30.1

ἡμεῖς δ’ αἶψα νεώμεθ’, ἐπεὶ πολὺ λώιόν ἐστιν

### book 6.30.2

ἐκφυγέειν πολέμοιο δυσηχέος ἢ ἀπολέσθαι.»

### book 6.30.3

Ὣς ἔφατ’ Ἀργείων πειρώμενος· ἄλλα δέ οἱ κῆρ

### book 6.30.4

ἐν κραδίῃ πόρφυρε περὶ ζηλήμονι θυμῷ,

### book 6.30.5

Τρῶας ὅπως ὀλέσῃ καὶ τείχεα μακρὰ πόληος

### book 6.35.1

ῥήξῃ ὑπ’ ἐκ θεμέθλων, μάλα δ’ αἵματος ἄσαι Ἄρηα

### book 6.35.2

δίου Ἀλεξάνδροιο μετὰ φθιμένοισι πεσόντος·

### book 6.35.3

οὐ γάρ τι ζήλοιο πέλει στυγερώτερον ἄλλο.

### book 6.35.4

Καὶ τὰ μὲν ὣς ὥρμαινεν, ἑῇ δ’ ἐπιίζανεν ἕδρῃ.

### book 6.35.5

Καὶ τότε Τυδείδης ἐγχέσπαλος ὦρτ’ ἐνὶ μέσσοις,

### book 6.40.1

καί ῥα θοῶς νείκεσσεν ἀρηίφιλον Μενέλαον·

### book 6.40.2

«Ἆ δείλ’ Ἀτρέος υἱέ, τί ἤ νύ σε δεῖμα κιχάνει

### book 6.40.3

ἀργαλέον καὶ τοῖα μετ’ Ἀργείοις ἀγορεύεις,

### book 6.40.4

ὡς πάις ἠὲ γυνὴ τῶν περ σθένος ἔστ’ ἀλαπαδνόν;

### book 6.40.5

Ἀλλὰ σοὶ οὐ πείσονται Ἀχαιῶν φέρτατοι υἷες,

### book 6.45.1

πρὶν Τροίης κρήδεμνα ποτὶ χθόνα πάντα βαλέσθαι·

### book 6.45.2

θάρσος γὰρ μερόπεσσι κλέος μέγα, φύζα δ’ ὄνειδος.

### book 6.45.3

Εἰ δ’ ἄρα τις καὶ τῶνδ’ ἐπιπείσεται ὡς ἐπιτέλλεις,

### book 6.45.4

αὐτίκα οἱ κεφαλὴν τεμέω ἰόεντι σιδήρῳ,

### book 6.45.5

ῥίψω δ’ οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.

### book 6.1

Ἀλλ’ ἄγεθ’, οἷσι μέμηλεν ὀρινέμεναι μένε’ ἀνδρῶν,

### book 6.2

λαοὺς αὐτίκα πάντας ὀτρυνάντων κατὰ νῆας

### book 6.3

δούρατα θηγέμεναι παρά τ’ ἀσπίδας ἄλλά τε πάντα

### book 6.4

εὖ θέσθαι, καὶ δεῖπνον ἐφοπλίσσασθαι ἅπαντας

### book 6.5

—ἀνέρας ἠδ’ ἵππους—, οἵ τ’ ἐς πόλεμον μεμάασιν·

### book 6.55.1

ἐν πεδίῳ δ’ ὤκιστα διακρινέει μένος Ἄρης.»

### book 6.55.2

Ὣς φάτο Τυδείδης· κατὰ δ’ ἕζετο ἧχι πάρος περ.

### book 6.55.3

Τοῖσι δὲ Θέστορος υἱὸς ἔπος ποτὶ τοῖον ἔειπεν,

### book 6.55.4

ἀνστὰς ἐν μέσσοισιν, ὅπῃ θέμις ἔστ’ ἀγορεύειν·

### book 6.55.5

«Κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων·

### book 6.60.1

ἴστε γὰρ ὡς σάφα οἶδα θεοπροπίας ἀγορεύειν.

### book 6.60.2

Ἤδη μὲν καὶ πρόσθ’ ἐφάμην δεκάτῳ λυκάβαντι

### book 6.60.3

πέρσειν Ἴλιον αἰπύ· τὸ δὴ νῦν ἐκτελέουσιν

### book 6.60.4

ἀθάνατοι, νίκη δὲ πέλει παρὰ ποσσὶν Ἀχαιῶν.

### book 6.60.5

Ἀλλ’ ἄγε, Τυδέος υἷα μενεπτόλεμόν τ’ Ὀδυσῆα

### book 6.65.1

πέμψωμεν Σκῦρον δὲ θοῶς ἐν νηὶ μελαίνῃ,

### book 6.65.2

οἵ ῥα παραιπεπιθόντες Ἀχιλλέος ὄβριμον υἷα

### book 6.65.3

ἄξουσιν· μέγα δ’ ἄμμι φάος πάντεσσι πελάσσει.»

### book 6.65.4

Ὣς φάτο Θέστορος υἱὸς ἐύφρονος· ἀμφὶ δὲ λαοὶ

### book 6.65.5

γηθόσυνοι κελάδησαν, ἐπεί σφισιν ἦτορ ἐώλπει

### book 6.70.1

Κάλχαντος φάτιν ἔμμεν ἐτήτυμον ὡς ἀγόρευε.

### book 6.70.2

Καὶ τότε Λαέρταο πάις μετέειπεν Ἀχαιοῖς·

### book 6.1

«Ὦ φίλοι, οὐκέτ’ ἔοικε μεθ’ ὑμῖν πόλλ’ ἀγορεύειν

### book 6.2

σήμερον· ἐν γὰρ δὴν κάματος πέλει ἐσσυμένοισιν·

### book 6.3

οἶδα γὰρ ὡς λαοῖσι κεκμηκόσιν οὔτ’ ἀγορητὴς

### book 6.75.1

ἁνδάνει οὔτ’ ἄρ’ ἀοιδὸς ὃν ἀθάνατοι φιλέουσι

### book 6.75.2

Πιερίδες· παύρων δ’ ἐπέων ἔρος ἀνθρώποισι.

### book 6.75.3

Νῦν δ’, ὅ περ εὔαδε πᾶσι κατὰ στρατὸν Ἀργείοισι,

### book 6.75.4

Τυδείδαο μάλιστα συνεσπομένου, τελέσαιμεν.

### book 6.75.5

Ἄμφω γάρ κεν ἰόντε φιλοπτολέμου Ἀχιλῆος

### book 6.80.1

ἄξομεν ὄβριμον υἷα παρακλίναντ’ ἐπέεσσιν,

### book 6.80.2

εἰ καί μιν μάλα πολλὰ κινυρομένη κατερύκῃ

### book 6.80.3

μήτηρ ἐν μεγάροισιν, ἀπὸ κρατεροῖο τοκῆος

### book 6.80.4

ἐλπομένη κατὰ θυμὸν ἀρήιον ἔμμεναι υἷα.»

### book 6.80.5

Ὣς φάμενον προσέειπε πύκα φρονέων Μενέλαος·

### book 6.85.1

«Ὦ Ὀδυσεῦ, μέγ’ ὄνειαρ ἐυσθενέων Ἀργείων,

### book 6.85.2

ἤν περ Ἀχιλλῆος μεγαλόφρονος ὄβριμος υἱὸς

### book 6.86a

σῇσι παραιφασίῃσι λιλαιομένοισιν ἀρωγὸς

### book 6.87.1

ἔλθοι ἀπὸ Σκύροιο, πόροι δέ τις Οὐρανιώνων

### book 6.87.2

νίκην εὐχομένοισι καὶ Ἑλλάδα γαῖαν ἵκωμαι,

### book 6.87.3

δώσω οἱ παράκοιτιν ἐμὴν ἐρικυδέα κούρην

### book 6.90.1

Ἑρμιόνην καὶ πολλὰ καὶ ὄλβια δῶρα σὺν αὐτῇ

### book 6.90.2

προφρονέως· οὐ γάρ μιν ὀίομαι οὔτε γυναῖκα

### book 6.90.3

οὔτ’ ἄρα πενθερὸν ἐσθλὸν ὑπερφιάλως ὀνόσασθαι.»

### book 6.90.4

Ὣς ἄρ’ ἔφη· Δαναοὶ δὲ συνευφήμησαν ἔπεσσι.

### book 6.90.5

Καὶ τότε λῦτ’ ἀγορή· τοὶ δ’ ἐσκίδναντ’ ἐπὶ νῆας

### book 6.95.1

ἱέμενοι δείπνοιο τὸ δὴ πέλει ἀνδράσιν ἀλκή.

### book 6.95.2

Καί ῥ’ ὅτε δὴ παύσαντο κορεσσάμενοι μέγ’ ἐδωδῆς,

### book 6.95.3

δὴ τόθ’ ὁμῶς Ὀδυσῆι περίφρονι Τυδέος υἱὸς

### book 6.95.4

νῆα θοὴν εἴρυσσεν ἀπειρεσίης ἁλὸς εἴσω·

### book 6.95.5

καρπαλίμως δ’ ἤια καὶ ἄρμενα πάντα βαλόντες,

### book 6.1

ἐν δὲ καὶ αὐτοὶ ἔβαν, μετὰ δέ σφισιν εἴκοσι φῶτες

### book 6.2

ἴδμονες εἰρεσίης, ὁπότ’ ἀντιόωσιν ἄελλαι

### book 6.3

ἠδ’ ὁπότ’ εὐρέα πόντον ὑποστορέῃσι γαλήνη.

### book 6.4

Καί ῥ’ ὅτε δὴ κληῖσιν ἐπ’ εὐτύκτοισι κάθισσαν,

### book 6.5

τύπτον ἁλὸς μέγα κῦμα· πολὺς δ’ ἀμφέζεεν ἀφρός.

### book 6.105.1

Ὑγραὶ δ’ ἀμφ’ ἐλάτῃσι διεπρήσσοντο κέλευθοι

### book 6.105.2

νηὸς ἐπεσσυμένης· τοὶ δ’ ἱδρώοντες ἔρεσσον.

### book 6.105.3

Ὡς δ’ ὅθ’ ὑπὸ ζεύγλῃσι βόες μέγα κεκμηῶτες

### book 6.105.4

δουρατέην ἐρύσωσι πρόσω μεμαῶτες ἀπήνην

### book 6.105.5

ἄχθεϊ τετριγυῖαν ὑπ’ ἄξονι δινήεντι

### book 6.110.1

τειρόμενοι, πουλὺς δὲ κατ’ αὐχένος ἠδὲ καὶ ὤμων

### book 6.110.2

ἱδρὼς ἀμφοτέροισι κατέσσυται ἄχρις ἐπ’ οὖδας·

### book 6.110.3

ὣς τῆμος μογέεσκον ἐπὶ στιβαρῇς ἐλάτῃσιν

### book 6.110.4

αἰζηοί· μάλα δ’ ὦκα διήνυον εὐρέα πόντον.

### book 6.110.5

Τοὺς δ’ ἄλλοι μὲν Ἀχαιοὶ ἀπεσκοπίαζον ἰόντας·

### book 6.115.1

θῆγον δ’ αἰνὰ βέλεμνα καὶ ἔγχεα τοῖσι μάχοντο.

### book 6.115.2

Τρῶες δ’ ἄστεος ἐντὸς ἀταρβέες ἐντύνοντο

### book 6.115.3

ἐς πόλεμον μεμαῶτες ἰδ’ εὐχόμενοι μακάρεσσι

### book 6.115.4

λωφῆσαί τε φόνοιο καὶ ἀμπνεῦσαι καμάτοιο.

### book 6.115.5

Τοῖσι δ’ ἐελδομένοισι θεοὶ μέγα πήματος ἄλκαρ

### book 6.120.1

ἤγαγον Εὐρύπυλον κρατεροῦ γένος Ἡρακλῆος·

### book 6.120.2

καί οἱ λαοὶ ἕποντο δαήμονες ἰωχμοῖο

### book 6.120.3

πολλοί, ὅσοι δολιχοῖο παρὰ προχοῇσι Καΐκου

### book 6.120.4

ναίεσκον, κρατερῇσι πεποιθότες ἐγχείῃσιν.

### book 6.120.5

Ἀμφὶ δέ οἱ κεχάροντο μέγα φρεσὶ Τρώιοι υἷες·

### book 6.125.1

ὡς δ’ ὁπόθ’ ἕρκεος ἐντὸς ἐεργμένοι ἀθρήσωσιν

### book 6.125.2

ἥμεροι ἀνέρα χῆνες ὅ τίς σφισιν εἴδατα βάλλοι,

### book 6.126a

ἀμφὶ δέ μιν στομάτεσσι περισταδὸν ἰύζοντες

### book 6.127.1

σαίνουσιν, τοῦ δ’ ἦτορ ἰαίνεται εἰσορόωντος·

### book 6.127.2

ὣς ἄρα Τρώιοι υἷες ἐγήθεον, εὖτ’ ἐσίδοντο

### book 6.127.3

ὄβριμον Εὐρύπυλον, τοῦ δ’ ἐν φρεσὶ θαρσαλέον κῆρ

### book 6.130.1

τέρπετ’ ἀγειρομένοισιν· ἀπὸ προθύρων δὲ γυναῖκες

### book 6.130.2

θάμβεον ἀνέρα δῖον· ὃ δ’ ἔξοχος ἕσπετο λαῶν,

### book 6.130.3

ἠύτε τις θώεσσι λέων ἐν ὄρεσσι μετελθών.

### book 6.130.4

Τὸν δὲ Πάρις δείδεκτο, τίεν δέ μιν Ἕκτορι ἶσον·

### book 6.130.5

τοῦ γὰρ ἀνεψιὸς ἔσκεν ἰῆς τ’ ἐτέτυκτο γενέθλης·

### book 6.135.1

τὸν γὰρ δὴ τέκε δῖα κασιγνήτη Πριάμοιο

### book 6.135.2

Ἀστυόχη κρατερῇσιν ὑπ’ ἀγκοίνῃσι μιγεῖσα

### book 6.135.3

Τηλέφου, ὅν ῥα καὶ αὐτὸν ἀταρβέι Ἡρακλῆι

### book 6.135.4

λάθρῃ ἑοῖο τοκῆος ἐυπλόκαμος τέκεν Αὔγη,

### book 6.135.5

καί μιν τυτθὸν ἐόντα καὶ ἰσχανόωντα γάλακτος

### book 6.140.1

θρέψε θοή ποτε κεμμάς, ἑῷ δ’ ἴσα φίλατο νεβρῷ

### book 6.140.2

μαζὸν ὑποσχομένη βουλῇ Διός· οὐ γὰρ ἐῴκει

### book 6.140.3

ἔκγονον Ἡρακλῆος ὀιζυρῶς ἀπολέσθαι.

### book 6.140.4

Τοῦ δ’ ἄρα κύδιμον υἷα Πάρις μάλα πρόφρονι θυμῷ

### book 6

ἦγεν ἑὸν ποτὶ δῶμα δι’ εὐρυχόροιο πόληος

### book 6.145.1

σῆμα παρ’ Ἀσσαράκοιο καὶ Ἕκτορος αἰπὰ μέλαθρα

### book 6.145.2

νηόν τε ζάθεον Τριτωνίδος, ἔνθά οἱ ἄγχι

### book 6.145.3

δώματ’ ἔσαν καὶ βωμὸς ἀκήρατος Ἑρκείοιο.

### book 6.145.4

Καί μιν ἀδελφειῶν πηῶν θ’ ὑπὲρ ἠδὲ τοκήων

### book 6.145.5

εἴρετο προφρονέως· ὃ δέ οἱ μάλα πάντ’ ἀγόρευεν·

### book 6.1

ἄμφω δ’ ὣς ὀάριζον ἅμ’ ἀλλήλοισι κιόντες.

### book 6.2

Ἦλθον 〈δ’〉 ἐς μέγα δῶμα καὶ ὄλβιον· ἔνθ〈α δ’〉 ἄρ’ ἧστο

### book 6.3

ἀντιθέη Ἑλένη Χαρίτων ἐπιειμένη εἶδος·

### book 6.4

καί ῥά μιν ἀμφίπολοι πίσυρες περιποιπνύεσκον,

### book 6.5

ἄλλαι δ’ αὖτ’ ἀπάνευθεν ἔσαν κλειτοῦ θαλάμοιο

### book 6.155.1

ἔργα τιτυσκόμεναι ὁπόσα δμωῇσιν ἔοικεν.

### book 6.155.2

Εὐρύπυλον δ’ Ἑλένη μέγ’ ἐθάμβεεν εἰσορόωσα,

### book 6.155.3

κεῖνος δ’ αὖθ’ Ἑλένην· μετὰ δ’ ἀλλήλους ἐπέεσσιν

### book 6.155.4

ἄμφω δεικανόωντο δόμῳ ἐνὶ κηώεντι.

### book 6.155.5

Δμῶες δ’ αὖτε θρόνους δοιὼ θέσαν ἐγγὺς ἀνάσσης·

### book 6.160.1

αἶψα δ’ Ἀλέξανδρος κατ’ ἄρ’ ἕζετο, πὰρ δ’ ἄρα τῷ γε

### book 6.160.2

Εὐρύπυλος. Λαοὶ δὲ πρὸ ἄστεος αὖλιν ἔθεντο,

### book 6.160.3

ἧχι φυλακτῆρες Τρώων ἔσαν ὀβριμόθυμοι·

### book 6.160.4

αἶψα δὲ τεύχεα θῆκαν ἐπὶ χθόνα, πὰρ δὲ καὶ ἵππους

### book 6.160.5

στῆσαν ἔτι πνείοντας ὀιζυροῖο μόγοιο·

### book 6.165.1

ἐν δὲ φάτνῃσι βάλοντο τά τ’ ὠκέες ἵπποι ἔδουσι.

### book 6.165.2

Καὶ τότε νὺξ ἐπόρουσε, μελαίνετο δ’ αἶα καὶ αἰθήρ.

### book 6.165.3

Οἳ δ’ ἄρα δαῖτ’ ἐπάσαντο πρὸ τείχεος αἰπεινοῖο

### book 6.1

Κήτειοι Τρῶές τε· πολὺς δ’ ἐνὶ μῦθος ὀρώρει

### book 6.2

δαινυμένων. Πάντῃ δὲ πυρὸς μένος αἰθαλόεντος

### book 6.170.1

δαίετο πὰρ κλισίῃσιν· ἐπίαχε δ’ ἠπύτα σῦριγξ

### book 6.170.2

αὐλοί τε λιγυροῖσιν ἀρηρέμενοι καλάμοισιν,

### book 6.170.3

ἀμφὶ δὲ φορμίγγων ἰαχὴ πέλεν ἱμερόεσσα.

### book 6.170.4

Ἀργεῖοι δ’ ἀπάνευθεν ἐθάμβεον εἰσορόωντες

### book 6.170.5

αὐλῶν φορμίγγων τ’ ἰαχὴν αὐτῶν τε καὶ ἵππων

### book 6.175.1

σύριγγός θ’ ἣ δαιτὶ μεταπρέπει ἠδὲ νομεῦσι.

### book 6.175.2

Τοὔνεκ’ ἄρ’ ᾗσιν ἕκαστος ἐνὶ κλισίῃσι κέλευσε

### book 6.175.3

νῆας ἀμοιβαίῃσι φυλασσέμεν ἄχρις ἐς ἠῶ,

### book 6.175.4

μή σφεας Τρῶες ἀγαυοὶ ἐνιπρήσωσι κιόντες,

### book 6.175.5

οἵ ῥα τότ’ αἰπεινοῖο πρὸ τείχεος εἰλαπίναζον.

### book 6.180.1

Ὣς δ’ αὕτως κατὰ δώματ’ Ἀλεξάνδροιο δαΐφρων

### book 6.180.2

δαίνυτο Τηλεφίδης μετ’ ἀ〈γα〉κλειτῶν βασιλήων.

### book 6.180.3

Πολλὰ δ’ ἄρα Πρίαμός τε καὶ ἄλλοι Τρώιοι υἷες

### book 6.180.4

ἑξείης εὔχοντο μιγήμεναι Ἀργείοισιν

### book 6.180.5

αἴσῃ ἐν ἀργαλέῃ· ὃ δ’ ὑπέσχετο πάντα τελέσσειν.

### book 6.185.1

Αὐτὰρ ἐπεὶ δόρπησαν, ἔβαν ποτὶ δώμαθ’ ἕκαστος·

### book 6.185.2

Εὐρύπυλος δ’ αὐτοῦ κατελέξατο βαιὸν ἄπωθεν

### book 6.185.3

ἐς τέγος εὐποίητον ὅπῃ πάρος αὐτὸς ἴαυεν

### book 6.185.4

ἠὺς Ἀλέξανδρος μετ’ ἀγακλειτῆς ἀλόχοιο·

### book 6.185.5

κεῖνο γὰρ ἔκπαγλόν τε καὶ ἔξοχον ἔπλετο πάντων·

### book 6.190.1

ἔνθ’ ὅ γε λέξατ’ ἰών· τοὶ δ’ ἄλλοσε κοῖτον ἕλοντο

### book 6.190.2

μέχρις ἐς Ἠριγένειαν ἐύθρονον. Αὐτὰρ ἅμ’ ἠοῖ

### book 6.190.3

Τηλεφίδης ἀνόρουσε καὶ ἐς στρατὸν εὐρὺν ἵκανε

### book 6.190.4

σύν τ’ ἄλλοις βασιλεῦσιν ὅσοι κατὰ Ἴλιον ἦσαν.

### book 6.190.5

Λαοὶ δ’ αὐτίκα δῦσαν ἐν ἔντεσι μαιμώωντες,

### book 6.195.1

πάντες ἐνὶ πρώτοισι λιλαιόμενοι πονέεσθαι.

### book 6.195.2

Ὣς δὲ καὶ Εὐρύπυλος μεγάλοις περικάτθετο γυίοις

### book 6.195.3

τεύχεα μαρμαρέῃσιν ἐειδόμενα στεροπῇσι·

### book 6.195.4

καί οἱ δαίδαλα πολλὰ κατ’ ἀσπίδα δῖαν ἔκειτο,

### book 6.195.5

ὁππόσα πρόσθεν ἔρεξε θρασὺ σθένος Ἡρακλῆος.

### book 6.1

Ἐν μὲν ἔσαν βλοσυρῇσι γενειάσι λιχμώωντες

### book 6.2

δοιὼ κινυμένοισιν ἐοικότες οἶμα δρακόντων

### book 6.3

σμερδαλέον μεμαῶτες· ὃ δέ σφεας ἄλλοθεν ἄλλον

### book 6.4

νηπίαχός περ ἐὼν ὑπεδάμνατο· καί οἱ ἀταρβὴς

### book 6.5

ἔσκε νόος καὶ θυμός, ἐπεὶ Διὶ κάρτος ἐῴκει

### book 6.205.1

ἐξ ἀρχῆς. Οὐ γάρ τι θεῶν γένος Οὐρανιώνων

### book 6.205.2

ἄπρηκτον τελέθει καὶ ἀμήχανον, ἀλλά οἱ ἀλκὴ

### book 6.205.3

ἕσπετ’ ἀπειρεσίη καὶ νηδύος ἔνδον ἐόντι. —

### book 6.205.4

Ἐν δὲ Νεμειαίοιο βίη 〈ἐ〉τέτυκτο λέοντος

### book 6.205.5

ὀβρίμου Ἡρακλῆος ὑπὸ στιβαρῇσι χέρεσσι

### book 6.210.1

τειρόμενος κρατερῶς· βλοσυρῇς δέ οἱ ἀμφὶ γένυσσιν

### book 6.210.2

αἱματόεις ἀφρὸς ἔσκεν· ἀποπνείοντι δ’ ἐῴκει. —

### book 6.210.3

Ἄγχι δέ οἱ πεπόνητο δέμας πολυδειράδος ὕδρης

### book 6.210.4

αἰνὸν λιχμώωσα· καρήατα δ’ ἀλγινόεντα

### book 6.210.5

ἄλλα μέν οἱ δέδμητο κατὰ χθονός, ἄλλα δ’ ἄεξεν

### book 6.215.1

ἐξ ὀλίγων μάλα πολλά. Πόνος δ’ ἔχεν Ἡρακλῆα

### book 6.215.2

θαρσαλέον τ’ Ἰόλαον, ἐπεὶ κρατερὰ φρονέοντε

### book 6.215.3

ἄμφω, ὃ μὲν τέμνεσκε καρήατα μαιμώωντα

### book 6.215.4

ἅρπῃ ὑπ’ ἀγκυλόδοντι θοῶς, ὃ δὲ καῖε σιδήρῳ

### book 6.215.5

αἰθομένῳ· κρατερὴ δὲ κατήνυτο θηρὸς ὁμοκλή. —

### book 6.220

Ἑξείης δ’ ἐτέτυκτο βίη συὸς ἀκαμάτοιο

### book 6.1

ἀφριόων γενύεσσι· φέρεν δέ μιν, ὡς ἐτεόν περ,

### book 6.2

ζωὸν ἐς Εὐρυσθῆα μέγα σθένος Ἀλκείδαο. —

### book 6.3

Κεμμὰς δ’ εὖ ἤσκητο θοὴ πόδας, ἥ τ’ ἀλεγεινῶν

### book 6.4

ἀμφιπερικτιόνων μέγ’ ἐσίνετο πᾶσαν ἀλωήν·

### book 6.225.1

καὶ τὴν μὲν χρυσ〈έ〉οιο κεράατος ὄβριμος ἥρως

### book 6.225.2

ἄμπεχεν οὐλομένοιο πυρὸς πνείουσαν ἀυτμήν. —

### book 6.225.3

Ἀμφὶ δ’ ἄρα στυγεραὶ Στυμφηλίδες, αἳ μὲν ὀιστοῖς

### book 6.225.4

βλήμεναι ἐν κονίῃσιν ἀπέπνεον, αἳ δ’ ἔτι φύζης

### book 6.225.5

μνωόμεναι πολιοῖο δι’ ἠέρος ἐσσεύοντο·

### book 6.230.1

τῇσι δ’ ἐφ’ Ἡρακλέης κεχολώμενος ἄλλον ἐπ’ ἄλλῳ

### book 6.230.2

ἰὸν ἐπιπροΐαλλε μάλα σπεύδοντι ἐοικώς. —

### book 6.230.3

Ἐν δὲ καὶ Αὐγείαο μέγας σταθμὸς ἀντιθέοιο

### book 6.230.4

τεχνήεις ἤσκητο κατ’ ἀκαμάτοιο βοείης·

### book 6.230.5

τῷ δ’ ἄρα θεσπεσίοιο βαθὺν ῥόον Ἀλφειοῖο

### book 6.235.1

ὄβριμος Ἡρακλέης ἐπαγίνεεν· ἀμφὶ δὲ Νύμφαι

### book 6.235.2

θάμβεον ἄσπετον ἔργον. —Ἀπόπροθι δ’ ἔπλετο ταῦρος

### book 6.235.3

πύρπνοος, ὅν ῥα καὶ αὐτὸν ἀμαιμάκετόν περ ἐόντα

### book 6.235.4

γνάμπτε βίῃ κρατεροῖο κεράατος· οἳ δέ οἱ ἄμφω

### book 6.235.5

ἀκάματοι μυῶνες ἐρειδομένοιο τέταντο·

### book 6.240.1

καί ῥ’ ὃ μὲν ὡς μυκηθμὸν ἱεὶς πέλεν. —Ἄγχι δ’ ἄρ’ αὐτοῦ

### book 6.240.2

ἀμφὶ σάκος πεπόνητο θεῶν ἐπιειμένη εἶδος

### book 6.240.3

Ἱππολύτη· καὶ τὴν μὲν ὑπὸ κρατερῇσι χέρεσσι

### book 6.240.4

δαιδαλέου ζωστῆρος ἀμερσέμεναι μενεαίνων

### book 6

εἷλκε κόμης ἵπποιο κατ’ ὠκέος· αἳ δ’ ἀπάτερθεν

### book 6.245.1

ἄλλαι ὑποτρομέεσκον Ἀμαζόνες. —Ἀμφὶ δὲ λυγραὶ

### book 6.245.2

Θρηικίην ἀνὰ γαῖαν ἔσαν Διομήδεος ἵπποι

### book 6.245.3

ἀνδροβόροι· καὶ τὰς μὲν ὑπὸ στυγερῇσι φάτνῃσιν

### book 6.245.4

αὐτῷ σὺν βασιλῆι κακὰ φρονέοντι δάιξεν. —

### book 6.245.5

Ἐν δὲ καὶ ἀκαμάτοιο δέμας πέλε Γηρυονῆος

### book 6.1

τεθναότος παρὰ βουσί· κάρη δέ οἱ ἐν κονίῃσιν

### book 6.2

αἱματόεντα κέχυντο βίῃ ῥοπάλοιο δαμέντα.

### book 6.3

Πρόσθε δέ οἱ δέδμητο κύων ὀλοώτατος ἄλλων

### book 6.4

Ὄρθρος, ἀνιηρῷ ἐναλίγκιος ὄβριμον ἀλκὴν

### book 6.5

Κερβέρῳ ὅς ῥά οἱ ἔσκεν ἀδελφεός· ἀμφὶ δ’ ἔκειτο

### book 6.255.1

βουκόλος Εὐρυτίων μεμορυγμένος αἵματι πολλῷ. —

### book 6.255.2

Ἀμφὶ δὲ χρύσεα μῆλα τετεύχατο μαρμαίροντα

### book 6.255.3

Ἑσπερίδων ἀνὰ πρέμνον ἀκήρατον· ἀμφὶ δ’ ἄρ’ αὐτῷ

### book 6.255.4

σμερδαλέος δέδμητο δράκων· ταὶ δ’ ἄλλοθεν ἄλλαι

### book 6.255.5

πτώσσουσαι θρασὺν υἷα Διὸς μεγάλοιο φέβοντο. —

### book 6.260.1

Ἐν δ’ ἄρ’ ἔην μέγα δεῖμα καὶ ἀθανάτοισιν ἰδέσθαι

### book 6.260.2

Κέρβερος ὅν ῥ’ ἀκάμαντι Τυφωέι γείνατ’ Ἔχιδνα

### book 6.260.3

ἄντρῳ ὑπ’ ὀκρυόεντι, μελαίνης ἀγχόθι Νυκτὸς

### book 6.262a

ἀργαλέης. Ὃ δ’ ἄρ’ ἦεν ἀεικέλιόν τι πέλωρον,

### book 6.263.1

ἀμφ’ ὀλοῇσι πύλῃσι πολυκλαύτου Ἀίδαο

### book 6.263.2

εἴργων νεκρὸν ὅμιλον ὑπ’ ἠερόεντι βερέθρῳ·

### book 6.265.1

ῥεῖα δέ μιν Διὸς υἱὸς ὑπὸ πληγῇσι δαμάσσας

### book 6.265.2

ἦγε καρηβαρέοντα παρὰ Στυγὸς αἰπὰ ῥέεθρα,

### book 6.265.3

ἕλκων οὐκ ἐθέλοντα βίῃ πρὸς ἀήθεα χῶρον

### book 6.265.4

θαρσαλέως. —Ἐτέτυκτο δ’ ἀπόπροθεν ἄγκεα μακρὰ

### book 6

Καυκάσου· ἀμφὶ δὲ δεσμὰ Προμηθέος ἄλλυδις ἄλλα

### book 6.270.1

αὐτῇς σὺν πέτρῃσιν ἀναρρήξας ἀραρυίῃς

### book 6.270.2

λῦε μέγαν Τιτῆνα· λυγρὸς δέ οἱ ἀγχόθι κεῖτο

### book 6.270.3

αἰετὸς ἀλγινόεντι δέμας βεβλημένος ἰῷ. —

### book 6.270.4

Κενταύρων δ’ ἐτέτυκτο πολυσθενέων μέγα κάρτος

### book 6.270.5

ἀμφὶ Φόλοιο μέλαθρον· ἔρις δ’ ὀρόθυνε καὶ οἶνος

### book 6.275.1

ἀντίον Ἡρακλῆι τεράατα κεῖνα μάχεσθαι.

### book 6.275.2

Καί ῥ’ οἳ μὲν πεύκῃσι πέρι δμηθέντες ἔκειντο,

### book 6.275.3

τὰς ἔχον ἐν χείρεσσι μάχης ἄκος· οἳ δ’ ἔτι μακρῇς

### book 6.275.4

δηριόωντ’ ἐλάτῃσι μεμαότες, οὐδ’ ἀπέληγον

### book 6.275.5

ὑσμίνης. Πάντων δὲ καρήατα δεύετο λύθρῳ

### book 6.280.1

θεινομένων ἀνὰ δῆριν ἀμείλιχον, ὡς ἐτεόν περ·

### book 6.280.2

οἴνῳ δ’ αἷμα μέμικτο, συνηλοίηντο δὲ πάντα

### book 6.280.3

εἴδατα καὶ κρητῆρες ἐύξεστοί τε τράπεζαι. —

### book 6.280.4

Νέσσον δ’ αὖθ’ ἑτέρωθε παρὰ ῥόον Εὐηνοῖο

### book 6.280.5

κείνης ἐκπροφυγόντα μάχης ὑπεδάμνατ’ ὀιστῷ

### book 6.285.1

ἀμφ’ ἐρατῆς ἀλόχοιο χολούμενος. —Ἐν δ’ ἐτέτυκτο

### book 6.285.2

ὀβρίμου Ἀνταίοιο μέγα σθένος, ὅν ῥα καὶ αὐτὸν

### book 6.285.3

ἀμφὶ παλαισμοσύνης ἄμοτον περιδηριόωντα

### book 6.285.4

ὑψοῦ ἀ〈ει〉ράμενος κρατερῇς συνέαξε χέρεσσι. —

### book 6.285.5

Κεῖτο δ’ ἐπὶ προχοῇσιν ἐυρρόου Ἑλλησπόντου

### book 6.290.1

ἀργαλέον μέγα κῆτος ἀμειλίκτοισιν ὀιστοῖς

### book 6.290.2

βλήμενον· Ἡσιόνης δὲ κακοὺς ἀπελύετο δεσμούς. —

### book 6.290.3

Ἄλλα δ’ ἄρ’ Ἀλκείδαο θρασύφρονος ἄσπετα ἔργα

### book 6.290.4

ἄμπεχεν Εὐρυπύλοιο διοτρεφέος σάκος εὐρύ.

### book 6.290.5

Φαίνετο δ’ ἶσος Ἄρηι μετὰ στίχας ἀίσσοντι·

### book 6.295.1

Τρῶες δ’ ἀμφιέποντες ἐγήθεον, εὖτ’ ἐσίδοντο

### book 6.295.2

τεύχεά τ’ ἠδὲ καὶ ἄνδρα θεῶν ἐπιειμένον εἶδος.

### book 6.295.3

Τὸν δὲ Πάρις προσέειπεν ἐποτρύνων ποτὶ δῆριν·

### book 6.295.4

«Χαίρω σεῖο κιόντος, ἐπεί νύ μοι ἦτορ ἔολπεν

### book 6.295.5

Ἀργείους μάλα πάντας ὀιζυρῶς ἀπολέσθαι

### book 6.1

αὐταῖς σὺν νήεσσιν, ἐπεὶ βροτὸν οὔ ποτε τοῖον

### book 6.2

ἔδρακον ἐν Τρώεσσιν ἐυπτολέμοισί τ’ Ἀχαιοῖς.

### book 6.3

Ἀλλὰ σύ, πρὸς μεγάλοιο καὶ ὀβρίμου Ἡρακλῆος

### book 6.4

τῷ μέγεθός τε βίην τε καὶ ἀγλαὸν εἶδος ἔοικας,

### book 6.5

κείνου μνωόμενος φρονέων τ’ ἀντάξια ἔργα

### book 6.305.1

θαρσαλέως Τρώεσσι δαϊζομένοις ἐπάμυνον,

### book 6.305.2

ἤν πως ἀμπνεύσωμεν· ἐπεὶ σέ γε μοῦνον ὀίω

### book 6.305.3

ἄστεος ὀλλυμένοιο κακὰς ἀπὸ Κῆρας ἀλέξαι.»

### book 6.305.4

Ἦ μέγ’ ἐποτρύνων· ὃ δέ μιν προσεφώνεε μύθῳ·

### book 6.305.5

«Πριαμίδη μεγάθυμε, δέμας μακάρεσσιν ἐοικώς,

### book 6.310.1

ταῦτα μὲν ἀθανάτων ἐνὶ γούνασιν ἐστήρικται,

### book 6.310.2

ὅς κε θάνῃ κατὰ δῆριν ὑπέρβιον ἠὲ σαωθῇ.

### book 6.310.3

Ἡμεῖς δ’, ὥς περ ἔοικε καὶ ὡς σθένος ἐστὶ μάχεσθαι,

### book 6.310.4

στησόμεθα πρὸ πόληος· ἔπειτα δὲ καὶ τόδ’ ὀμοῦμαι

### book 6.310.5

μὴ πρὶν ὑποστρέψειν πρίν γ’ ἢ κτάμεν ἢ ἀπολέσθαι.»

### book 6.315.1

Ὣς φάτο θαρσαλέως· Τρῶες δ’ ἐπὶ μακρὰ χάροντο.

### book 6.315.2

Καὶ τότ’ Ἀλέξανδρόν τε καὶ Αἰνείαν ἐρίθυμον

### book 6.315.3

Πουλυδάμαντά τ’ ἐυμμελίην καὶ Πάμμονα δῖον

### book 6.315.4

Δηίφοβόν τ’ ἐπὶ τοῖσι καὶ Αἴθικον ὃς περὶ πάντων

### book 6.315.5

Παφλαγόνων ἐκέκαστο μάχῃ ἔνι τλῆναι ὅμιλον,

### book 6.320.1

τοὺς ἅμα λέξατο πάντας ἐπισταμένους πονέεσθαι,

### book 6.320.2

ὅππως δυσμενέεσσιν ἐνὶ πρώτοισι μάχωνται

### book 6.1

ἐν πολέμῳ. Μάλα δ’ ὦκα κίον προπάροιθεν ὁμίλου,

### book 6.2

προφρονέως δ’ οἴμησαν ἀπ’ ἄστεος. Ἀμφὶ δὲ λαοὶ

### book 6.3

πολλοὶ ἕπονθ’, ὡς εἴ τε μελισσάων κλυτὰ φῦλα

### book 6.325.1

ἡγεμόνεσσιν ἑοῖσι διηρεφέος σίμβλοιο

### book 6.325.2

ἐκχύμεναι καναχηδόν, ὅτ’ εἴαρος ἦμαρ ἵκηται·

### book 6.325.3

ὣς ἄρα τοῖσιν ἕποντο βροτοὶ ποτὶ δῆριν ἰοῦσι.

### book 6.325.4

Τῶν δ’ ἄρα νισομένων πολὺς αἰθέρα δοῦπος ὀρώρει

### book 6.325.5

αὐτῶν ἠδ’ ἵππων, περὶ δ’ ἔβρεμεν ἄσπετα τεύχη.

### book 6.330.1

Ὡς δ’ ὁπόταν μεγάλοιο βίη ἀνέμοιο θοροῦσα

### book 6.330.2

κινήσῃ προθέλυμνον ἁλὸς βυθὸν ἀτρυγέτοιο,

### book 6.330.3

κύματα δ’ ὦκα κελαινὰ πρὸς ἠ〈ι〉όνας βοόωντα

### book 6.330.4

φῦκος ἀποπτύωσιν ἐρευγομένοιο κλύδωνος,

### book 6.330.5

ἠχὴ δ’ ἀτρυγέτοισι παρ’ αἰγιαλοῖσιν ὄρωρεν·

### book 6.335.1

ὣς τῶν ἐσσυμένων μέγ’ ὑπέβραχε γαῖα πελώρη.

### book 6.335.2

Ἀργεῖοι δ’ ἀπάνευθε πρὸ τείχεος ἐξεχέοντο

### book 6.335.3

ἀμφ’ Ἀγαμέμνονα δῖον· ἀυτὴ δ’ ἔπλετο λαῶν

### book 6.335.4

ἀλλήλοις ἐπικεκλομένων ὀλοοῦ πολέμοιο

### book 6.335.5

ἀντιάαν καὶ μή τι καταπτώσσοντας ἐνιπὴν

### book 6.340.1

μίμνειν πὰρ νήεσσιν ἐπειγομένων μαχέεσθαι.

### book 6.340.2

Τρωσὶ δ’ ἄρ’ ἐσσυμένοισι συνήντεον, εὖτε βόεσσι

### book 6.340.3

πόρτιες ἐκ ξυλόχοιο ποτὶ σταθμὸν ἐρχομένῃσιν

### book 6.340.4

ἐκ νομοῦ εἰαρινοῖο κατ’ οὔρεος, ὁππότ’ ἄρουραι

### book 6.340.5

πυκνὸν τηλεθάουσι, βρύει δ’ ἅλις ἄνθεσι γαῖα,

### book 6.345.1

πλήθει δ’ αὖτε κύπελλα βοῶν γλάγος ἠδὲ καὶ οἰῶν,

### book 6.345.2

μυκηθμὸς δέ τε πουλὺς ὀρίνεται ἔνθα καὶ ἔνθα

### book 6.1

μισγομένων, γάνυται δὲ μετὰ σφίσι βουκόλος ἀνήρ·

### book 6.2

ὣς τῶν ἀλλήλοισι μετεσσυμένων ὀρυμαγδὸς

### book 6.3

ὠρώρει· δεινὸν γὰρ ἀύτεον ἀμφοτέρωθε.

### book 6.1

Σὺν δὲ μάχην ἐτάνυσσαν ἀπείριτον· ἐν δὲ Κυδοιμὸς

### book 6.2

στρωφᾶτ’ ἐν μέσσοισι μετ’ ἀργαλέοιο Φόνοιο.

### book 6.3

Σὺν δ’ ἔπεσον ῥινοί τε καὶ ἔγχεα καὶ τρυφάλειαι

### book 6.4

πλησίον· ἀμφὶ δὲ χαλκὸς ἴσον πυρὶ μαρμαίρεσκε.

### book 6.5

Φρῖξε δ’ ἄρ’ ἐγχείῃσι μάχη· περὶ δ’ αἵματι πάντῃ

### book 6.355.1

δεύετο γαῖα μέλαινα δαϊζομένων ἡρώων

### book 6.355.2

ἵππων τ’ ὠκυπόδων οἵ θ’ ἅρμασιν ἀμφεκέχυντο,

### book 6.355.3

οἳ μὲν ἔτ’ ἀσπαίροντες ὑπ’ ἔγχεσιν, οἳ δ’ ἐφύπερθε

### book 6.355.4

πίπτοντες· στυγερὴ δὲ δι’ ἠέρος ἔσσυτ’ ἀυτή.

### book 6.355.5

Ἐν γὰρ δὴ χάλκειος Ἔρις πέσεν ἀμφοτέροισι·

### book 6.360.1

καί ῥ’ οἳ μὲν λάεσσιν ἀταρτηρῶς ἐμάχοντο,

### book 6.360.2

οἳ δ’ αὖτ’ αἰγανέῃσι νεήκεσιν ἠδὲ βέλεσσιν,

### book 6.360.3

ἄλλοι δ’ ἀξίνῃσι καὶ ἀμφιτόμοις πελέκεσσι

### book 6.360.4

καὶ κρατεροῖς ξιφέεσσι καὶ ἀγχεμάχοις δοράτεσσιν·

### book 6.360.5

ἄλλος δ’ ἄλλο χέρεσσι μάχης ἀλκτήριον εἶχε.

### book 6.365.1

Πρῶτοι δ’ Ἀργεῖοι Τρώων ὤσαντο φάλαγγας

### book 6.365.2

βαιὸν ἀπὸ σφείων· τοὶ δ’ ἔμπαλιν ὁρμήσαντες

### book 6.365.3

αἵματι δεῦον Ἄρηα μετ’ Ἀργείοισι θορόντες.

### book 6.365.4

Εὐρύπυλος δ’ ἐν τοῖσι μελαίνῃ λαίλαπι ἶσος

### book 6.365.5

λαὸν ἐπῴχετο πάντα καὶ Ἀργείους ἐνάριζε

### book 6.370.1

θαρσαλέως· μάλα γάρ οἱ 〈ἀ〉άσπετον ὤπασε κάρτος

### book 6.370.2

Ζεὺς ἐπίηρα φέρων ἐρικυδέι Ἡρακλῆι.

### book 6.370.3

Ἔνθ’ ὅ γε καὶ Νιρῆα θεοῖς ἐναλίγκιον ἄνδρα

### book 6.370.4

μαρνάμενον Τρώεσσι βάλεν περιμήκεϊ δουρὶ

### book 6.370.5

βαιὸν ὑπὲρ πρότμησιν. Ὃ δ’ ἐς πέδον ἤριπε γαίης·

### book 6.375.1

ἐκ δέ οἱ αἷμ’ ἐχύθη, δεύοντο δέ οἱ κλυτὰ τεύχη,

### book 6.375.2

δεύετο δ’ ἀγλαὸν εἶδος ἅμ’ εὐθαλέεσσι κόμῃσι.

### book 6.375.3

Κεῖτο δ’ ἄρ’ ἐν κονίῃσι καὶ αἵματι καὶ κταμένοισιν,

### book 6.375.4

ἔρνος ὅπως ἐριθηλὲς ἐλαίης εὐκεάτοιο

### book 6.375.5

ἥν τε βίη ποταμοῖο κατὰ ῥόον ἠχήεντα

### book 6.380.1

σύν τ’ ὄχθῃς ἐλάσῃσι βόθρον διὰ πάντα κεδάσσας

### book 6.380.2

ῥιζόθεν, ἣ δ’ ἄρα κεῖται ὑπ’ ἄνθεσι βεβριθυῖα·

### book 6.380.3

ὣς τῆμος Νιρῆος ἐπὶ χθονὸς ἄσπετον οὖδας

### book 6.380.4

ἐξεχύθη δέμας ἠὺ καὶ ἀγλαΐη ἐρατεινή.

### book 6.380.5

Τῷ δ’ 〈ἄρ’〉 ἐπ’ Εὐρύπυλος μεγάλ’ εὔχετο δῃωθέντι·

### book 6.385.1

«Κεῖσό νυν ἐν κονίῃσιν, ἐπεί νύ τοι εἶδος ἀγητὸν

### book 6.385.2

οὔ τι λιλαιομένῳ περ ἐπήρκεσεν, ἀλλά ς’ ἔγωγε

### book 6.385.3

νοσφισάμην βιότοιο λιλαιόμενόν περ ἀλύξαι.

### book 6.385.4

Σχέτλιε, οὐδ’ ἐνόησας ἀμείνονος ἀντίον ἐλθών·

### book 6.385.5

οὐ γὰρ κάρτεϊ κάλλος ἀνὰ κλόνον ἰσοφαρίζει.»

### book 6.390.1

Ὣς εἰπὼν κταμένοιο περικλυτὰ τεύχε’ ἑλέσθαι

### book 6.390.2

μήδετ’ ἐπεσσύμενος. Τοῦ δ’ ἀντίον ἦλθε Μαχάων

### book 6.390.3

χωόμενος Νιρῆος ὅ οἱ σχεδὸν αἶσαν ἀνέτλη·

### book 6.390.4

δουρὶ δέ μιν στονόεντι κατ’ εὐρέος ἤλασεν ὤμου

### book 6.390.5

δεξιτεροῦ, σύτο δ’ αἷμα πολυσθενέος περ ἐόντος.

### book 6.395.1

Ἀλλ’ οὐδ’ ὧς ἀπόρουσεν ἀταρτηροῖο κυδοιμοῦ·

### book 6.395.2

ἀλλ’, ὥς τίς τε λέων ἢ ἄγριος οὔρεσι κάπρος

### book 6.395.3

μαίνετ’ ἐνὶ μέσσοισιν, ἕως κ’ ἐπιόντα δαμάσσῃ

### book 6.1

ὅς ῥά μιν οὔτασε πρῶτος ὑποφθάμενος δι’ ὁμίλου,

### book 6.2

τὰ φρονέων ἐπόρουσε Μαχάονι, καί ῥά μιν ὦκα

### book 6.1

οὔτασεν ἐγχείῃ περιμήκεΐ τε στιβαρῇ τε

### book 6.2

δεξιτερὸν κατὰ γλουτόν. Ὃ δ’ οὐκ ἀνεχάζετ’ ὀπίσσω

### book 6.3

οὐδ’ ἐπιόντ’ ἀλέεινε, καὶ αἵματος ἐσσυμένοιο·

### book 6.4

ἀλλ’ ἄρα καρπαλίμως περιμήκεα λᾶαν ἀείρας

### book 6.5

κάββαλε κὰκ κεφαλῆς μεγαθύμου Τηλεφίδαο·

### book 6.405.1

τοῦ δὲ κόρυς στονόεντα φόνον καὶ πῆμ’ ἀπάλαλκεν

### book 6.405.2

ἐσσυμένως. Ὃ δ’ ἔπειτα κραταιῷ χώσατο φωτὶ

### book 6.405.3

ἥρως Εὐρύπυλος, μέγα δ’ ἀσχαλόων ἐνὶ θυμῷ

### book 6.405.4

ὠκὺ διὰ στέρνοιο Μαχάονος ἤλασεν ἔγχος·

### book 6.405.5

αἰχμὴ δ’ αἱματόεσσα μετάφρενον ἄχρις ἵκανεν.

### book 6.410.1

Ἤριπε δ’ ὡς ὅτε ταῦρος ὑπὸ γναθμοῖσι λέοντος·

### book 6.410.2

ἀμφὶ δέ οἱ μελέεσσι μέγ’ ἔβραχεν αἰόλα τεύχη.

### book 6.410.3

Εὐρύπυλος δέ οἱ αἶψα πολύστονον εἴρυσεν αἰχμὴν

### book 6.410.4

ἐκ χροὸς οὐταμένοιο καὶ εὐχόμενος μέγ’ ἀύτει·

### book 6.410.5

«Ἆ δείλ’, οὔ νύ τοι ἦτορ ἀρηρέμενον φρεσὶ πάμπαν

### book 6.415.1

ἔπλεθ’, ὃς οὐτιδανός περ ἐὼν μέγ’ ἀμείνονι φωτὶ

### book 6.415.2

ἄντα κίες· τῶ καὶ σὲ κακὴ λάχε Δαίμονος Αἶσα.

### book 6.415.3

Ἀλλὰ σοὶ ἔσσετ’ ὄνειαρ, ὅτ’ οἰωνοὶ δατέωνται

### book 6.415.4

σάρκα τεὴν κταμένοιο κατὰ μόθον· ἠέ τι ἔλπῃ

### book 6.415.5

νοστήσειν καὶ ἐμεῖο μένος καὶ χεῖρας ἀλύξειν;

### book 6.420.1

Ἐσσὶ μὲν ἰητήρ, μάλα δ’ ἤπια φάρμακα οἶδας,

### book 6.420.2

τοῖς πίσυνος τάχ’ ἔολπας ὑπεκφυγέειν κακὸν ἦμαρ·

### book 6.420.3

ἀλλ’ οὐ μὰν οὐδ’ αὐτὸς ἀπ’ ἠερόεντος Ὀλύμπου

### book 6.1

σεῖο πατὴρ τεὸν ἦτορ ἔτ’ ἐκ θανάτοιο σαώσει,

### book 6.2

οὐδ’ εἴ τοι νέκταρ τε καὶ ἀμβροσίην καταχεύῃ.»

### book 6.425.1

Ὣς φάτο· τὸν δ’ ὅ γε βαιὸν ἀναπνείων προσέειπεν·

### book 6.425.2

«Εὐρύπυλ’, οὐδ’ ἄρα σοί γε πολὺν χρόνον αἴσιμόν ἐστι

### book 6.425.3

ζώειν, ἀλλὰ σοὶ ἄγχι παρίσταται οὐλομένη Κὴρ

### book 6.425.4

Τρώιον ἂμ πεδίον, τό〈θι〉 περ νῦν αἴσυλα ῥέζεις.»

### book 6.425.5

Ὣς φάμενον λίπε θυμός, ἔβη δ’ ἄφαρ Ἄιδος εἴσω.

### book 6.430.1

Τὸν δὲ καὶ οὐκέτ’ ἐόντα προσηύδα κύδιμος ἀνήρ·

### book 6.430.2

«Νῦν μὲν δὴ σύ 〈γε〉 κεῖσο κατὰ χθονός· αὐτὰρ ἔγωγε

### book 6.430.3

ὕστερον οὐκ ἀλέγω, εἰ καὶ παρὰ ποσσὶν ὄλεθρος

### book 6.430.4

σήμερον ἡμετέροισι πέλει λυγρός. Οὔ τι γὰρ ἄνδρες

### book 6.430.5

ζώομεν ἤματα πάντα· πότμος δ’ ἐπὶ πᾶσι τέτυκται.»

### book 6.435.1

Ὣς εἰπὼν οὔταζε νέκυν. Μέγα δ’ ἴαχε Τεῦκρος,

### book 6.435.2

ὡς ἴδεν ἐν κονίῃσι Μαχάονα· τοῦ γὰρ ἄπωθεν

### book 6.435.3

εἱστήκει μάλα πάγχυ πονεύμενος· ἐν γὰρ ἔκειτο

### book 6.435.4

δῆρις ἐνὶ μέσσοισιν, ἐπ’ ἄλλῳ δ’ ἄλλος ὀρώρει.

### book 6.435.5

Ἀλλ’ οὐδ’ ὧς ἀμέλησε δεδουπότος ἀνδρὸς ἀγαυοῦ

### book 6.440.1

Νιρῆός 〈θ’〉 ὃς κεῖτο παρ’ αὐτόθι, τόν ῥ’ ἐνόησεν

### book 6.440.2

ὕστερον ἀντιθέοιο Μαχάονος ἐν κονίῃσιν.

### book 6.440.3

Αἶψα δ’ ὅ γ’ Ἀργείοισιν ἐκέκλετο μακρὰ βοήσας·

### book 6.440.4

«Ἔσσυσθ’, Ἀργεῖοι, μηδ’ εἴκετ〈ε〉 ἐσσυμένοισι

### book 6.440.5

δυσμενέσι〈ν〉· νῶιν γὰρ 〈ἀ〉άσπετον ἔσσετ’ ὄνειδος,

### book 6.445.1

αἴ κε Μαχάονα δῖον ἅμ’ ἀντιθέῳ Νιρῆι

### book 6.445.2

Τρῶες ἐρυσσάμενοι προτὶ Ἴλιον ἀπονέωνται.

### book 6.1

Ἀλλ’ ἄγε, δυσμενέεσσι μαχώμεθα πρόφρονι θυμῷ,

### book 6.2

ὄφρα δαϊκταμένους εἰρύσσομεν ἠὲ καὶ αὐτοὶ

### book 6.3

κείνοις ἀμφιθάνωμεν, ἐπεὶ θέμις ἀνδράσιν αὕτη,

### book 6.1

οἷσιν ἀμυνέμεναι μηδ’ ἄλλοις κύρμα γενέσθαι·

### book 6.2

οὐ γὰρ ἀνιδρωτί γε μέγ’ ἀνδράσι κῦδος ἀέξει.»

### book 6.3

Ὣς ἄρ’ ἔφη· Δαναοῖσι δ’ ἄχος γένετ’. Ἀμφὶ δ’ ἄρ’ αὐτοῖς

### book 6.4

πολλοὶ γαῖαν ἔρευθον ὑπ’ Ἄρεϊ δῃωθέντες

### book 6.5

μαρναμένων ἑκάτερθεν· ἴση δ’ ἐπὶ δῆρις ὀρώρει.

### book 6.455.1

Ὀψὲ δ’ ἀδελφειοῖο φόνον στονόεντα νόησε

### book 6.455.2

βλημένου ἐν κονίῃ Ποδαλείριος, οὕνεκα νηυσὶν

### book 6.455.3

ἧστο παρ’ ὠκυπόροισι τετυμμένα δούρασι φωτῶν

### book 6.455.4

ἕλκε’ ἀκειόμενος. Περὶ δ’ ἔντεα δύσετο πάντα

### book 6.455.5

θυμὸν ἀδελφειοῖο χολούμενος· ἐν δέ οἱ ἀλκὴ

### book 6.460.1

σμερδαλέη στέρνοισιν ἀέξετο μαιμώωντι

### book 6.460.2

ἐς πόλεμον στονόεντα, μέλαν δέ οἱ ἔζεεν αἷμα

### book 6.460.3

λάβρον ὑπὸ κραδίῃ. Τάχα δ’ ἔνθορε δυσμενέεσσι

### book 6.460.4

χερσὶ θοῇσιν ἄκοντα τανυγλώχινα τινάσσων.

### book 6.460.5

Εἷλε δ’ ἄρ’ ἐσσυμένως Ἀγαμήστορος υἱέα δῖον

### book 6.465.1

Κλεῖτον, ὃν ἠύκομος Νύμφη τέκεν ἀμφὶ ῥεέθροις

### book 6.465.2

Παρθενίου, ὅς τ’ εἶσι διὰ χθονὸς ἠύτ’ ἔλαιον

### book 6.465.3

πόντον ἐς Εὔξεινον προχέων καλλίρροον ὕδωρ.

### book 6.465.4

Ἄλλον δ’ ἀμφὶ κασιγνήτῳ κτάνε δήιον ἄνδρα

### book 6.465.5

Λάσσον, ὃν ἀντίθεον Προνόη τέκεν ἀμφὶ ῥεέθροις

### book 6.470

Νυμφαίου ποταμοῖο μάλα σχεδὸν εὐρέος ἄντρου,

### book 6.1

ἄντρου θηητοῖο, τὸ δὴ φάτις ἔμμεναι αὐτῶν

### book 6.2

ἱρὸν Νυμφάων ὁπόσαι περὶ μακρὰ νέμονται

### book 6.3

οὔρεα Παφλαγόνων καὶ ὅσαι περὶ βοτρυόεσσαν

### book 6.4

ναίους’ Ἡράκλειαν· ἔοικε δὲ κεῖνο θεοῖσιν

### book 6.475.1

ἄντρον, ἐπεί ῥα τέτυκται ἀπειρέσιον μὲν ἰδέσθαι,

### book 6.475.2

λαΐνεον, ψυχρὸν δὲ διὰ σπέος ἔρχεται ὕδωρ

### book 6.475.3

κρυστάλλῳ ἀτάλαντον, ἐνὶ μυχάτοισι δὲ πάντῃ

### book 6.475.4

λαΐνεοι κρητῆρες ἐπὶ στυφελῇσι πέτρῃσιν

### book 6.475.5

αἰζηῶν ὡς χερσὶ τετυγμένοι ἰνδάλλονται·

### book 6.480.1

ἀμφ’ αὐτοῖσι δὲ Πᾶνες ὁμῶς Νύμφαι τ’ ἐρατειναὶ

### book 6.480.2

ἱστοί τ’ ἠλακάται τε καὶ ἄλλ’ ὅσα τεχνήεντα

### book 6.480.3

ἔργα πέλει θνητοῖσι, τὰ καὶ περὶ θαῦμα βροτοῖσιν

### book 6.480.4

εἴδεται ἐρχομένοισιν ἔσω ἱεροῖο μυχοῖο·

### book 6.480.5

τῷ ἔνι δοιαὶ ἔνεισι καταιβασίαι ἄνοδοί τε,

### book 6.485.1

ἣ μὲν πρὸς Βορέαο τετραμμένη ἠχήεντος

### book 6.485.2

πνοιάς, ἣ δὲ Νότοιο καταντίον ὑγρὸν ἀέντος,

### book 6.485.3

τῇ θνητοὶ νίσονται ὑπὸ σπέος εὐρὺ θεάων·

### book 6.485.4

ἡ δ’ ἑτέρη μακάρων πέλεται ὁδός, οὐδέ μιν ἄνδρες

### book 6.485.5

ῥηιδίως πατέουσιν, ἐπεὶ χάος εὐρὺ τέτυκται

### book 6.490.1

μέχρις ἐπ’ Ἀιδονῆος ὑπερθύμοιο βέρεθρον·

### book 6.490.2

ἀλλὰ τὰ μὲν μακάρεσσι πέλει θέμις εἰσοράασθαι.

### book 6.490.3

Ἀμφὶ Μαχάονα δ’ αὐτὸν ἰδ’ Ἀγλαΐης κλυτὸν υἷα

### book 6.490.4

μαρναμένων ἑκάτερθεν ἀπέφθιτο πουλὺς ὅμιλος.

### book 6.490.5

Ὀψὲ δὲ δὴ Δαναοί σφεας εἴρυσαν ἀθλήσαντες

### book 6.495.1

πολλά περ· αἶψα δὲ νῆας ἐπὶ σφετέρας ἐκόμισσαν

### book 6.495.2

παῦροι, ἐπεὶ πλεόνεσσι κακὴ περιπέπτατ’ ὀιζὺς

### book 6.1

ἀργαλέου πολέμοιο· πόνῳ δ’ ἐνέμιμνον ἀνάγκῃ.

### book 6.2

Ἀλλ’ ὅτε δὴ μάλα πολλοὶ ἐνεπλήσαντο κελαινὰς

### book 6.3

Κῆρας ἀν’ αἱματόεντα καὶ ἀλγινόεντα κυδοιμόν,

### book 6.1

δὴ τότ’ 〈ἄρ’〉 Ἀργείων πολέες φύγον ἔνδοθι νηῶν,

### book 6.2

ὅσσους Εὐρύπυλος μέγ’ ἐπῴχετο πῆμα κυλίνδων.

### book 6.3

Παῦροι δ’ ἀμφ’ Αἴαντα καὶ Ἀτρέος υἷε κραταιὼ

### book 6.4

μίμνον ἐν ὑσμίνῃ. Καὶ δὴ τάχα πάντες ὄλοντο

### book 6.5

δυσμενέων παλάμῃσι περιστρεφθέντες ὁμίλῳ,

### book 6.505.1

εἰ μὴ Ὀιλέος υἱὸς ἐύφρονα Πουλυδάμαντα

### book 6.505.2

ἔγχεϊ τύψε παρ’ ὦμον ἀριστερὸν ἀγχόθι μαζοῦ,

### book 6.505.3

ἐκ δέ οἱ αἷμ’ ἐχύθη, ὃ δ’ ἐχάσσατο τυτθὸν ὀπίσσω·

### book 6.505.4

Δηίφοβον δ’ οὔτησε περικλειτὸς Μενέλαος

### book 6.505.5

δεξιτερὸν παρὰ μαζόν, ὃ δ’ ἔκφυγε ποσσὶ θοοῖσιν·

### book 6.510.1

ἂν δ’ Ἀγαμέμνων δῖος ἐνήρατο πουλὺν ὅμιλον

### book 6.510.2

πληθύος ἐξ ὀλοῆς, μετὰ δ’ Αἴθικον ᾤχετο δῖον

### book 6.510.3

θύων ἐγχείῃσιν, ὃ δ’ εἰς ἑτάρους ἀλέεινε.

### book 6.510.4

Τοὺς δ’ ὁπότ’ Εὐρύπυλος λαοσσόος εἰσενόησε

### book 6.510.5

χαζομένους ἅμα πάντας ἀπὸ στυγεροῖο κυδοιμοῦ,

### book 6.515.1

αὐτίκα κάλλιπε λαὸν ὅσον κατὰ νῆας ἔλασσε,

### book 6.515.2

καί ῥα θοῶς οἴμησεν ἐπ’ Ἀτρέος υἷε κραταιὼ

### book 6.515.3

παῖδά τε καρτερόθυμον Ὀιλέος, ὃς περὶ μὲν θεῖν

### book 6.515.4

ἔσκε θοός, περὶ δ’ αὖτε μάχῃ ἔνι φέρτατος ἦεν·

### book 6.515.5

τοῖς ἔπι κραιπνὸς ὄρουσεν ἔχων περιμήκετον ἔγχος.

### book 6.520.1

Σὺν δέ οἱ ἦλθε Πάρις τε καὶ Αἰνείας ἐρίθυμος,

### book 6.520.2

ὅς ῥα θοῶς Αἴαντα βάλεν περιμήκεϊ πέτρῃ

### book 6.520.3

κὰκ κόρυθα κρατερήν· ὃ δ’ ἄρ’ ἐν κονίῃσι τανυσθεὶς

### book 6.1

ψυχὴν οὔ τι κάπυσσεν, ἐπεί νύ οἱ αἴσιμον ἦμαρ

### book 6.2

ἐν νόστῳ ἐτέτυκτο Καφηρίσιν ἀμφὶ πέτρῃσι·

### book 6.525.1

καί ῥά μιν ἁρπάξαντες ἀρηίφιλοι θεράποντες

### book 6.525.2

βαιὸν ἔτ’ ἐμπνείοντα φέρον ποτὶ νῆας Ἀχαιῶν.

### book 6.525.3

Καὶ τότ’ ἄρ’ οἰώθησαν ἀγακλειτοὶ βασιλῆες

### book 6.525.4

Ἀτρεῖδαι· περὶ δέ σφιν ὀλέθριος ἵσταθ’ ὅμιλος

### book 6.525.5

βαλλόντων ἑκάτερθεν ὅ τι σθένε χερσὶν ἑλέσθαι·

### book 6.530.1

οἳ μὲν γὰρ στονόεντα βέλη χέον, οἳ δέ νυ λᾶας,

### book 6.530.2

ἄλλοι δ’ αἰγανέας. Τοὶ δ’ ἐν μέσσοισιν ἐόντες

### book 6.530.3

στρωφῶντ’, εὖτε σύες μέσῳ ἕρκεϊ ἠὲ λέοντες

### book 6.530.4

ἤματι τῷ ὅτ’ ἄνακτες ἀολλίσσως’ ἀνθρώπους,

### book 6.530.5

ἀργαλέως δ’ εἰλῶσι κακὸν τεύχοντες ὄλεθρον

### book 6.535.1

θηρσὶν ὑπὸ κρατεροῖς, οἳ δ’ ἕρκεος ἐντὸς ἐόντες

### book 6.535.2

δμῶας δαρδάπτουσιν, ὅ τίς σφισιν ἐγγὺς ἵκηται·

### book 6.535.3

ὣς οἵ γ’ ἐν μέσσοισιν ἐπεσσυμένους ἐδάιζον.

### book 6.535.4

Ἀλλ’ οὐδ’ ὧς μένος εἶχον ἐελδόμενοί περ ἀλύξαι,

### book 6.535.5

εἰ μὴ Τεῦκρος ἵκανε καὶ Ἰδομενεὺς ἐρίθυμος

### book 6.540.1

Μηριόνης τε Θόας τε καὶ ἰσόθεος Θρασυμήδης,

### book 6.540.2

οἵ ῥα πάρος φοβέοντο θρασὺ σθένος Εὐρυπύλοιο,

### book 6.540.3

καί κε φύγον κατὰ νῆας ἀλευάμενοι βαρὺ πῆμα,

### book 6.540.4

εἰ μὴ ἄρ’ Ἀτρείδῃσι περιδδείσαντες ἵκοντο

### book 6.540.5

ἄντην Εὐρυπύλοιο· μάχη δ’ ἀίδηλος ἐτύχθη.

### book 6.545.1

Ἔνθα τότ’ Αἰνείαο κατ’ ἀσπίδος ἔγχος ἔρεισε

### book 6.545.2

Τεῦκρος ἐυμμελίης· τοῦ δ’ οὐ χρόα καλὸν ἴαψεν·

### book 6.545.3

ἤρκεσε γάρ οἱ πῆμα σάκος μέγα τετραβόειον·

### book 6.545.4

ἀλλὰ καὶ ὧς δείσας ἀνεχάσσατο τυτθὸν ὀπίσσω.

### book 6.545.5

Μηριόνης δ’ ἐπόρουσεν ἀμύμονι Λαοφόωντι

### book 6

Παιονίδῃ τὸν ἐγείνατ’ ἐυπλόκαμος Κλεομήδη

### book 6.1

Ἀξιοῦ ἀμφὶ ῥέεθρα, κίεν δ’ ὅ γε Ἴλιον ἱρὴν

### book 6.2

Τρωσὶν ἀρηξέμεναι μετ’ ἀμύμονος Ἀστεροπαίου·

### book 6.3

τὸν δ’ ὅ γε Μηριόνης νύξ’ ἔγχεϊ ὀκριόεντι

### book 6.4

αἰδοίων ἐφύπερθε· θοῶς δέ οἱ εἴρυσεν αἰχμὴ

### book 6.555.1

ἔγκατα· τοῦ δ’ ὤκιστα ποτὶ ζόφον ἔσσυτο θυμός.

### book 6.555.2

Αἴαντος δ’ ἄρ’ ἑταῖρος Ὀιλιάδαο δαΐφρων

### book 6.555.3

Ἀλκιμέδ〈ων〉 ἐς ὅμιλον ἐυσθενέων βάλε Τρώων·

### book 6.555.4

ἧκε δ’ ἐπευξάμενος δηίων ἐς φύλοπιν αἰνὴν

### book 6.555.5

σφενδόνῃ ἀλγινόεντα λίθον· διὰ δ’ ἔτρεσαν ἄνδρες

### book 6.560.1

ῥοῖζον ὁμῶς καὶ λᾶα περιδδείσαντες ἰόντα.

### book 6.560.2

Τὸν δ’ ὀλοὴ φέρε Μοῖρα ποτὶ θρασὺν ἡνιοχῆα

### book 6.560.3

Πάμμονος Ἱππασίδην, τὸν ἄρ’ ἡνία χερσὶν ἔχοντα

### book 6.560.4

πλῆξε κατὰ κροτάφοιο, θοῶς δέ μιν ἔκβαλε δίφρου

### book 6.560.5

πρόσθεν ἑοῖο τροχοῖο· θοὸν δέ οἱ ἅρμα πεσόντος

### book 6.565.1

λυγρὸν ἐπισσώτροισι δέμας διελίσσετ’ ὀπίσσω

### book 6.565.2

ἵππων ἱεμένων· θάνατος δέ μιν αἰνὸς ἐδάμνα

### book 6.565.3

ἐσσυμένως μάστιγα καὶ ἡνία νόσφι λιπόντα.

### book 6.565.4

Πάμμονι δ’ ἔμπεσε πένθος· ἄφαρ δέ 〈ἑ〉 θῆκεν ἀνάγκη

### book 6.565.5

ἄμφω καὶ βασιλῆα καὶ ἡνιοχεῖν θοὸν ἅρμα·

### book 6.570.1

καί νύ κεν αὐτοῦ κῆρα καὶ ὕστατον ἦμαρ ἀνέτλη,

### book 6.570.2

εἰ μή οἱ Τρώων τις ἀνὰ κλόνον αἱματόεντα

### book 6.570.3

ἡνία δέξατο χερσὶ καὶ ἐξεσάωσεν ἄνακτα

### book 6.570.4

ἤδη τειρόμενον δηίων ὀλοῇσι χέρεσσιν.

### book 6.570.5

Ἀντίθεον δ’ Ἀκάμαντα καταντίον ἀίσσοντα

### book 6.575.1

Νέστορος ὄβριμος υἱὸς ὑπὲρ γόνυ δούρατι τύψεν,

### book 6.575.2

ἕλκεϊ δ’ οὐλομένῳ στυγερὰς ὑπεδύσετ’ ἀνίας·

### book 6.575.3

χάσσατο δ’ ἐκ πολέμοιο, λίπεν δ’ ἑτάροισι κυδοιμὸν

### book 6.1

δακρυόεντ’· οὐ γάρ οἱ ἔτι πτολέμοιο μεμήλει.

### book 6.2

Καὶ τότε δὴ θεράπων ἐρικυδέος Εὐρυπύλοιο

### book 6.580.1

τύψε Θόαντος ἑταῖρον ἐχέφρονα Δηιοπίτην

### book 6.580.2

ὤμου τυτθὸν ἔνερθε· περὶ κραδίην δέ οἱ ἔγχος

### book 6.580.3

ἷξεν ἀνιηρόν· σὺν δ’ αἵματι κήκιεν ἱδρὼς

### book 6.580.4

ψυχρὸς ἀπὸ μελέων. Καί μιν στρεφθέντα φέρεσθαι

### book 6.580.5

εἰσοπίσω κατέμαρψε μέγα σθένος Εὐρυπύλοιο,

### book 6.585.1

κόψε δέ οἱ θοὰ νεῦρα· πόδες δ’ ἀέκοντες ἔμιμνον

### book 6.585.2

αὐτοῦ, ὅπῃ μιν τύψε· λίπεν δέ μιν ἄμβροτος αἰών.

### book 6.585.3

Ἐσσυμένως δὲ Θόας νύξε〈ν〉 Πάριν ὀξέι δουρὶ

### book 6.585.4

δεξιτερὸν κατὰ μηρόν· ὃ δ’ ᾤχετο τυτθὸν ὀπίσσω

### book 6.585.5

οἰσόμενος θοὰ τόξα τά οἱ μετόπισθε λέλειπτο.

### book 6.590.1

Ἰδομενεὺς δ’ ἄρα λᾶαν, ὅσον σθένε, χερσὶν ἀείρας

### book 6.590.2

κάββαλεν Εὐρυπύλοιο βραχίονα· τοῦ δὲ χαμᾶζε

### book 6.590.3

κάππεσε λοίγιον ἔγχος· ἄφαρ δ’ ἀνεχάσσατ’ ὀπίσσω

### book 6.590.4

οἰσέμεν ἐγχείην· τὴν γάρ 〈τ’〉 ἔχεν ἔκβαλε χειρός.

### book 6.590.5

Ἀτρεῖδαι δ’ ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο·

### book 6.595.1

τῷ δὲ θοῶς θεράποντες ἔβαν σχεδόν, οἵ οἱ ἔνεικαν

### book 6.595.2

ἀαγὲς δόρυ μακρὸν ὃ πολλῶν γούνατ’ ἔλυσε.

### book 6.595.3

Δεξάμενος δ’ ὅ γε λαὸν ἐπῴχετο κάρτεϊ θύων,

### book 6.595.4

κτείνων ὅν κε κίχῃσι, πολὺν δ’ ὑπεδάμναθ’ ὅμιλον.

### book 6.595.5

Ἔνθ’ οὔτ’ Ἀτρεῖδαι μένον ἔμπεδον οὔτέ τις ἄλλος

### book 6.1

ἀγχεμάχων Δαναῶν· μάλα γὰρ δέος ἔλλαβε πάντας

### book 6.2

ἀργαλέον· πᾶσι〈ν〉 γὰρ ἐπέσσυτο πῆμα κορύσσων

### book 6.1

Εὐρύπυλος, μετόπισθε δ’ ἐπισπόμενος κεράιζε·

### book 6.2

κέκλετο δ’ αὖ Τρώεσσι καὶ ἱπποδάμοις ἑτάροισιν·

### book 6.3

«Ὦ φίλοι, εἰ δ’ ἄγε θυμὸν ἕνα στέρνοισι βαλόντες

### book 6.605.1

τεύξωμεν Δαναοῖσι φόνον καὶ κῆρ’ ἀίδηλον,

### book 6.605.2

οἳ δὴ νῦν μήλοισιν ἐοικότες ἀπονέονται

### book 6.605.3

νῆας ἐπὶ σφετέρας· ἀλλὰ μνησώμεθα πάντες

### book 6.605.4

ὑσμίνης ὀλοῆς ἧς παιδόθεν ἴδμονές εἰμεν.»

### book 6.605.5

Ὣς φάτο· τοὶ δ’ ἐπόρουσαν ἀολλέες Ἀργείοισιν·

### book 6.610.1

οἳ δὲ μέγα τρομέοντες ἀπ’ ἀργαλέοιο κυδοιμοῦ

### book 6.610.2

φεῦγον· τοὶ δ’ ἐφέποντο κύνες ὣς ἀργιόδοντες

### book 6.610.3

κεμμάσιν ἀγροτέρῃσι κατ’ ἄγκεα μακρὰ καὶ ὕλην.

### book 6.610.4

Πολλοὺς δ’ ἐν κονίῃσι βάλον μάλα περ μεμαῶτας

### book 6.610.5

ἐκφυγέειν ὀλοοῖο φόνου στονόεσσαν ὁμοκλήν.

### book 6.615.1

Εὐρύπυλος μὲν ἔπεφνεν ἀμύμονα Βουκολίωνα

### book 6.615.2

Νῖσόν τε Χρομίον τε καὶ Ἄντιφον· οἳ δὲ Μυκήνην

### book 6.615.3

ᾤκεον εὐκτέανον, τοὶ δ’ ἐν Λακεδαίμονι ναῖον·

### book 6.615.4

τοὺς ἄρ’ ὅ γ’ ἐξενάριξεν ἀριγνώτους περ ἐόντας.

### book 6.615.5

Ἐκ δ’ ἄρα πληθύος εἷλεν 〈ἀ〉άσπετα φῦλ’ ἀνθρώπων

### book 6.620.1

ὅσσά μοι οὐ σθένος ἐστὶ λιλαιομένῳ περ ἀεῖσαι,

### book 6.620.2

οὐδ’ εἴ μοι στέρνοισι σιδήρεον ἦτορ ἐνείη.

### book 6.620.3

Αἰνείας δὲ Φέρητα καὶ Ἀντίμαχον κατέπεφνεν,

### book 6.620.4

ἀμφοτέρους Κρήτηθεν ἅμ’ Ἰδομενῆι κιόντας.

### book 6.620.5

Αὐτὰρ Ἀγήνωρ δῖος ἀμύμονα Μῶλον ἔπεφνεν,

### book 6.625.1

ὅς ῥ〈ά τ’〉 ἀπ’ Ἄργεος ἦλθεν ὑπὸ Σθενέλῳ βασιλῆι·

### book 6.625.2

τὸν βάλεν αἰγανέῃ νεοθηγέι πολλὸν ὀπίσσω

### book 6.625.3

φεύγοντ’ ἐκ πολέμοιο τυχὼν ὑπὸ νείατα κνήμης

### book 6.1

δεξιτερῆς· αἰχμὴ δὲ διὰ πλατὺ νεῦρον ἔκερσεν

### book 6.2

ἄντικρυ〈σ〉 ἱεμένη, παρὰ δ’ ἔθρισεν ὀστέα φωτὸς

### book 6.630.1

ἀργαλέως· ὀδύνῃ δ’ ἐμίγη μόρος, ἔφθιτο δ’ ἀνήρ.

### book 6.630.2

Ἂν δὲ Πάρις Μόσυνόν τ’ ἔβαλεν καὶ ἀγήνορα Φόρκυν,

### book 6.630.3

ἄμφω ἀδελφειούς, οἵ τ’ ἐκ Σαλαμῖνος ἵκοντο

### book 6.630.4

Αἴαντος νήεσσι καὶ οὐκέτι νόστον ἕλοντο.

### book 6.630.5

Τοῖσι δ’ ἐπὶ Κλεόλαον ἐὺν θεράποντα Μέγητος

### book 6.635.1

εἷλε βαλὼν κατὰ μαζὸν ἀριστερόν· ἀμφὶ δέ μιν νὺξ

### book 6.635.2

μάρψε κακὴ καὶ θυμὸς ἀπέπτατο· τοῦ δὲ δαμέντος

### book 6.635.3

ἔνδον ὑπὸ στέρνοισιν ἔτι κραδίη ἀλεγεινὴ

### book 6.635.4

ταρφέα παλλομένη πτερόεν πελέμιξε βέλεμνον.

### book 6.635.5

Ἄλλον δ’ ἰὸν ἀφῆκεν ἐπὶ θρασὺν Ἠετίωνα

### book 6.640.1

ἐσσυμένως· τοῦ δ’ αἶψα διὰ γναθμοῖο πέρησε

### book 6.640.2

χαλκός· ὃ δὲ στονάχησε· μίγη δέ οἱ αἵματι δάκρυ.

### book 6.640.3

Ἄλλος δ’ ἄλλον ἔπεφνε· πολὺς δ’ ἐστείνετο χῶρος

### book 6.640.4

Ἀργείων ἰληδὸν ἐπ’ ἀλλήλοισι πεσόντων.

### book 6.640.5

Καί νύ κε 〈δὴ〉 τότε Τρῶες ἐνέπρησαν πυρὶ νῆας,

### book 6.645.1

εἰ μὴ νὺξ ἐπόρουσε βαθείην ἠέρ’ ἄγουσα.

### book 6.645.2

Χάσσατο δ’ Εὐρύπυλος, σὺν δ’ ἄλλοι Τρώιοι υἷες

### book 6.645.3

νηῶν βαιὸν ἄπωθε ποτὶ προχοὰς Σιμόεντος,

### book 6.645.4

ἧχί περ αὖλιν ἔθεντο γεγηθότες. Οἳ δ’ ἐνὶ νηυσὶν

### book 6.645.5

Ἀργεῖοι γοάασκον ἐπὶ ψαμάθοισι πεσόντες,

### book 6

πολλὰ μάλ’ ἀχνύμενοι κταμένων ὕπερ, οὕνεκ’ ἄρ’ αὐτῶν

### book 6

πολλοὺς ἐν κονίῃσι μέλας ἐκιχήσατο πότμος.

### book 7.1.1

Ἦμος δ’ οὐρανὸς ἄστρα κατέκρυφεν, ἔγρετο δ’ Ἠὼς

### book 7.1.2

λαμπρὸν παμφανόωσα, κνέφας δ’ ἀνεχάσσατο νυκτός,

### book 7.1.3

δὴ τότ’ ἀρήιοι υἷες ἐυσθενέων Ἀργείων,

### book 7.1.4

οἳ μὲν ἔβαν προπάροιθε νεῶν κρατερὴν ἐπὶ δῆριν

### book 7.5.1

ἀντίον Εὐρυπύλοιο μεμαότες, οἳ δ’ ἀπάτερθεν

### book 7.5.2

αὐτοῦ πὰρ νήεσσι Μαχάονα ταρχύσαντο

### book 7.5.3

Νιρέα θ’ ὃς μακάρεσσιν ἀειγενέεσσιν ἐῴκει

### book 7.5.4

κάλλεΐ τ’ ἀγλαΐῃ τε, βίῃ δ’ οὐκ ἄλκιμος ἦεν·

### book 7.5.5

οὐ γὰρ ἅμ’ ἀνθρώποισι θεοὶ τελέουσιν ἅπαντα,

### book 7.10.1

ἀλλ’ ἐσθλῷ κακὸν ἄγχι παρίσταται ἔκ τινος αἴσης·

### book 7.10.2

ὣς Νιρῆι ἄνακτι παρ’ ἀγλαΐῃ ἐρατεινῇ

### book 7.10.3

κεῖτ’ ἀλαπαδνοσύνη. Δαναοὶ δέ οἱ οὐκ ἀμέλησαν,

### book 7.10.4

ἀλλά ἑ ταρχύσαντο καὶ ὠδύραντ’ ἐπὶ τύμβῳ,

### book 7.10.5

ὅσσα Μαχάονα δῖον ὃν ἀθανάτοις μακάρεσσιν

### book 7.15

ἶσον ἀεὶ τίεσκον, ἐπεὶ κλυτὰ μήδεα ᾔδη.

### book 7.1

Ἀλλ’ ὅτ’ ἄρ’ ἀμφοτέροις τυκτὸν περὶ σῆμ’ ἐβάλοντο,

### book 7.2

δὴ τότ’ ἄρ’ ἐν πεδίῳ ἔτι μαίνετο λοίγιος Ἄρης·

### book 7.3

ὦρτο δ’ ἄρ’ ἀμφοτέρωθε μέγας κόναβος καὶ ἀυτή,

### book 7.4

ῥηγνυμένων λάεσσι καὶ ἐγχείῃσι βοειῶν.

### book 7.20.1

Καί ῥ’ οἳ μὲν πονέοντο πολυκμήτῳ ὑπ’ Ἄρηι·

### book 7.20.2

νωλεμέως δ’ ἄρ’ ἄπαστος ἐδητύος ἐν κονίῃσι

### book 7.20.3

κεῖτο μέγα στενάχων Ποδαλείριος. Οὐδ’ ὅ γε σῆμα

### book 7.20.4

λεῖπε κασιγνήτοιο· νόος δέ οἱ ὁρμαίνεσκε

### book 7.20.5

χερσὶν ὑπὸ σφετέρῃσιν ἀνηλεγέως ἀπολέσθαι·

### book 7.25.1

καί ῥ’ ὁτὲ μὲν βάλε χεῖρας ἐπὶ ξίφος, ἄλλοτε δ’ αὖτε

### book 7.25.2

δίζετο φάρμακον αἰνόν. Ἑοὶ δέ μιν εἶργον ἑταῖροι

### book 7.25.3

πολλὰ παρηγορέοντες· ὃ δ’ οὐκ ἀπέληγεν ἀνίης,

### book 7.25.4

καί νύ κε θυμὸν ἑῇσιν ὑπαὶ παλάμῃσιν ὄλεσσεν

### book 7.25.5

ἐσθλοῦ ἀδελφειοῖο νεοκμήτῳ ἐπὶ τύμβῳ,

### book 7.30.1

εἰ μὴ Νηλέος υἱὸς ἐπέκλυεν. Οὐδ’ ἀμέλησεν

### book 7.30.2

αἰνῶς τειρομένοιο· κίχεν δέ μιν ἄλλοτε μέν που

### book 7.30.3

ἐκχύμενον περὶ σῆμα πολύστονον, ἄλλοτε δ’ αὖτε

### book 7.30.4

ἀμφὶ κάρη χεύοντα κόνιν καὶ στήθεα χερσὶ

### book 7.30.5

θεινόμενον κρατερῇσι καὶ οὔνομα κικλήσκοντα

### book 7.35.1

οἷο κασιγνήτοιο· περιστενάχοντο δ’ ἄνακτα

### book 7.35.2

δμῶες σύν 〈θ’〉 ἑτάροισι, κακὴ δ’ ἔχε πάντας ὀιζύς.

### book 7.35.3

Καί ῥ’ ὅ γε μειλιχίοισι μέγ’ ἀχνύμενον προσέειπεν·

### book 7.35.4

«Ἴσχεο λευγαλέοιο πόνου καὶ πένθεος αἰνοῦ,

### book 7.35.5

ὦ τέκος· οὐ γὰρ ἔοικε περίφρονα φῶτα γεγῶτα

### book 7.40.1

μύρεσθ’ οἷα γυναῖκα παρ’ οὐκέτ’ ἐόντι πεσόντα.

### book 7.40.2

Οὐ γὰρ ἀναστήσεις μιν ἔτ’ ἐς φάος, οὕνεκ’ ἄιστος

### book 7.1

ψυχή οἱ πεπότηται ἐς ἠέρα, σῶμα δ’ ἄνευθε

### book 7.2

πῦρ ὀλοὸν κατέδαψε καὶ ὀστέα δέξατο γαῖα·

### book 7.3

αὕτως δ’, ὡς ἀνέθηλε, καὶ ἔφθιτο. Τέτλαθι δ’ ἄλγος

### book 7.45.1

ἄσπετον, ὥς περ ἔγωγε Μαχάονος οὔ τι χερείω

### book 7.45.2

παῖδ’ ὀλέσας δηίοισιν ὑπ’ ἀνδράσιν, εὖ μὲν ἄκοντι,

### book 7.45.3

εὖ δὲ σαοφροσύνῃ〈σι〉 κεκασμένον· οὐδέ τις ἄλλος

### book 7.45.4

αἰζηῶν φιλέεσκεν ἑὸν πατέρ’ ὡς ἐμὲ κεῖνος,

### book 7.45.5

κάτθανε δ’ εἵνεκ’ ἐμεῖο σαωσέμεναι μενεαίνων

### book 7.1

ὃν πατέρ’. Ἀλλά οἱ εἶθαρ ἀποκταμένοιο πάσασθαι

### book 7.2

σῖτον ἔτλην καὶ ζωὸς ἔτ’ ἠριγένειαν ἰδέσθαι,

### book 7.3

εὖ εἰδὼς ὅτι πάντες ὁμὴν Ἀίδαο κέλευθον

### book 7.4

νισόμεθ’ ἄνθρωποι, πᾶσίν τ’ ἐπὶ τέρματα κεῖται

### book 7.5

λυγρὰ μόρου στονόεντος· ἔοικε δὲ θνητὸν ἐόντα

### book 7.55.1

πάντα φέρειν ὁπός’ ἐσθλὰ διδοῖ θεὸς ἠδ’ ἀλεγεινά.»

### book 7.55.2

Ὣς φάθ’. Ὃ δ’ ἀχνύμενός μιν ἀμείβετο· τοῦ δ’ ἀλεγεινὸν

### book 7.55.3

ἔρρεεν εἰσέτι δάκρυ καὶ ἀγλαὰ δεῦε γένεια·

### book 7.55.4

«Ὦ πάτερ, ἄσχετον ἄλγος ἐμὸν καταδάμναται ἦτορ

### book 7.55.5

ἀμφὶ κασιγνήτοιο περίφρονος, ὅς μ’ ἀτίταλλεν,

### book 7.60.1

οἰχομένοιο τοκῆος ἐς οὐρανόν, ὡς ἑὸν υἷα

### book 7.60.2

σφῇσιν ἐν ἀγκοίνῃσι καὶ ἰητήρια νούσων

### book 7.60.3

ἐκ θυμοῖο δίδαξε· μιῇ δ’ ἐνὶ δαιτὶ καὶ εὐνῇ

### book 7.60.4

τερπόμεθα ξυνοῖσιν ἰαινόμενοι κτεάτεσσι.

### book 7.60.5

Τῶ μοι πένθος ἄλαστον ἐποίχεται· οὐδ’ ἔτι κείνου

### book 7.65

τεθναότος φάος ἐσθλὸν ἐέλδομαι εἰσοράασθαι.»

### book 7.1

Ὣς φάτο· τὸν δ’ ὁ γεραιὸς ἀκηχέμενον προσέειπε·

### book 7.2

«Πᾶσι μὲν ἀνθρώποισιν ἴσον κακὸν ὤπασε δαίμων

### book 7.3

ὀρφανίη〈ν〉· πάντας δὲ καὶ ἡμέας αἶα καλύψει,

### book 7.4

οὐ μὲν ἄρ’ ἐκτελέσαντας ὁμὴν βιότοιο κέλευθον,

### book 7.70.1

οὐδ’ 〈οἵ〉ην τις ἕκαστος ἐέλδεται, οὕνεχ’ ὕπερθεν

### book 7.70.2

ἐσθλά τε καὶ τὰ χέρεια θεῶν ἐν γούνασι κεῖται,

### book 7.70.3

Μοίρῃς εἰς ἓν ἅπαντα μεμιγμένα. Καὶ τὰ μὲν οὔ τις

### book 7.70.4

δέρκεται ἀθανάτων, ἀλλ’ ἀπροτίοπτα τέτυκται

### book 7.70.5

ἀχλύι θεσπεσίῃ κεκαλυμμένα· τοῖς 〈δ’〉 ἐπὶ χεῖρας

### book 7.75.1

οἴη Μοῖρα τίθησι καὶ οὐχ ὁρόως’ ἀπ’ Ὀλύμπου

### book 7.75.2

ἐς γαῖαν προΐησι· τὰ δ’ ἄλλυδις ἄλλα φέρονται

### book 7.75.3

πνοιῇ〈σ〉 ὣς ἀνέμοιο· καὶ ἀνέρι πολλάκις ἐσθλῷ

### book 7.75.4

ἀμφεχύθη μέγα πῆμα, λυγρῷ δ’ ἐπικάππεσεν ὄλβος

### book 7.75.5

οὔ τι ἑκών. Ἀλαὸς δὲ πέλει βίος ἀνθρώποισι·

### book 7.80.1

τοὔνεκ’ ἄρ’ ἀσφαλέως οὐ νίσεται, ἀλλὰ πόδεσσι

### book 7.80.2

πυκνὰ ποτιπταίει· τρέπεται δέ οἱ αἰόλον εἶδος

### book 7.80.3

ἄλλοτε μὲν ποτὶ πῆμα πολύστονον, ἄλλοτε δ’ αὖτε

### book 7.80.4

εἰς ἀγαθόν. Μερόπων δὲ πανόλβιος οὔ τις ἐτύχθη

### book 7.80.5

ἐς τέλος ἐξ ἀρχῆς· ἑτέρῳ δ’ ἕτερ’ ἀντιόωσι.

### book 7.85.1

Παῦρον δὲ ζώοντας ἐν ἄλγεσιν οὔ τι ἔοικε

### book 7.85.2

ζωέμεν· ἔλπεο δ’ αἰὲν ἀρείονα μηδ’ ἐπὶ λυγρῷ

### book 7.85.3

θυμὸν ἔχειν. Καὶ γάρ ῥα πέλει φάτις ἀνθρώποισιν

### book 7.85.4

ἐσθλῶν μὲν νίσεσθαι ἐς οὐρανὸν ἄφθιτον αἰεὶ

### book 7.85.5

ψυχάς, ἀργαλέων δὲ ποτὶ ζόφον. Ἔπλετο δ’ ἄμφω

### book 7.90.1

σεῖο κασιγνήτῳ, καὶ μείλιχος ἔσκε βροτοῖσι

### book 7.90.2

καὶ πάις ἀθανάτοιο· θεῶν δ’ ἐς φῦλον ὀίω

### book 7.90.3

κεῖνον ἀνελθέμεναι σφετέρου πατρὸς ἐννεσίῃσιν.»

### book 7.90.4

Ὣς εἰπών μιν ἔγειρεν ἀπὸ χθονὸς οὐκ ἐθέλοντα

### book 7.90.5

παρφάμενος μύθοισιν· ἄγεν δ’ ἀπὸ σήματος αἰνοῦ

### book 7.95.1

ἐντροπαλιζόμενον καὶ ἔτ’ ἀργαλέα στενάχοντα.

### book 7.95.2

Ἐς δ’ ἄρα νῆας ἵκοντο· πόνον δ’ ἔχον ἄλλοι Ἀχαιοὶ

### book 7.95.3

ἀργαλέον καὶ Τρῶες ὀρινομένου πολέμοιο.

### book 7.95.4

Εὐρύπυλος δ’ ἀτάλαντος ἀτειρέα θυμὸν Ἄρηι

### book 7.95.5

χερσὶν ὑπ’ ἀκαμάτοισι καὶ ἔγχεϊ μαιμώωντι

### book 7.1

δάμνατο δήια φῦλα. Νεκρῶν δ’ ἐστείνετο γαῖα

### book 7.2

κτεινομένων ἑκάτερθεν· ὃ δ’ ἐν νεκύεσσι βεβηκὼς

### book 7.3

μάρνατο θαρσαλέως πεπαλαγμένος αἵματι χεῖρας

### book 7.4

καὶ πόδας. Οὐδ’ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ·

### book 7.5

ἀλλ’ ὅ γε Πηνέλεων κρατερόφρονα δουρὶ δάμασσεν

### book 7.105.1

ἀντιόωντ’ ἀνὰ δῆριν ἀμείλιχον, ἀμφὶ δὲ πολλοὺς

### book 7.105.2

ἔκτανεν· οὐδ’ ὅ γε χεῖρας ἀπέτρεπε δηιοτῆτος,

### book 7.105.3

ἀλλ’ ἕπετ’ Ἀργείοισι χολούμενος, εὖτε πάροιθεν

### book 7.105.4

ὄβριμος Ἡρακλέης Φολόης ἀνὰ μακρὰ κάρηνα

### book 7.105.5

Κενταύροις ἐπόρουσεν ἑῷ μέγα κάρτεϊ θύων,

### book 7.110.1

τοὺς ἅμα πάντας ἔπεφνε καὶ ὠκυτάτους περ ἐόντας

### book 7.110.2

καὶ κρατεροὺ〈σ〉 ὀλοοῦ τε δαήμονας ἰωχμοῖο·

### book 7.110.3

ὣς ὅ γ’ ἐπασσύτερον Δαναῶν στρατὸν αἰχμητάων

### book 7.110.4

δάμνατ’ ἐπεσσύμενος· τοὶ δ’ ἰλαδὸν ἄλλοθεν ἄλλος

### book 7.110.5

ἀθρόοι ἐν κονίῃσι δεδουπότες ἐξεχέοντο.

### book 7.115.1

Ὡς δ’ ὅτ’ ἐπιβρίσαντος ἀπειρεσίου ποταμοῖο

### book 7.115.2

ὄχθαι ἀποτμήγονται ἐπὶ ψαμαθώδεϊ χώρῳ

### book 7.115.3

μυρίαι ἀμφοτέρωθεν, ὃ δ’ εἰς ἁλὸς ἔσσυται οἶδμα

### book 7.1

παφλάζων ἀλεγεινὸν ἀνὰ ῥόον, ἀμφὶ δὲ πάντῃ

### book 7.2

κρημνοὶ ἐπικτυπέουσι, βρέμει δ’ ἄρα μακρὰ ῥέεθρα

### book 7.120.1

αἰὲν ἐρειπομένων, εἴκει δέ οἱ ἕρκεα πάντα·

### book 7.120.2

ὣς ἄρα κύδιμοι υἷες ἐυπτολέμων Ἀργείων

### book 7.120.3

πολλοὶ ὑπ’ Εὐρυπύλοιο κατήριπον ἐν κονίῃσι,

### book 7.120.4

τοὺς κίχεν αἱματόεντα κατὰ μόθον· οἳ δ’ ὑπάλυξαν

### book 7.120.5

ὅσσους ἐξεσάωσε ποδῶν μένος. Ἀλλ’ ἄρα καὶ ὧς

### book 7.125.1

Πηνέλεων ἐρύσαντο δυσηχέος ἐξ ὁμάδοιο

### book 7.125.2

νῆας ἐπὶ σφετέρας, καί περ ποσὶ καρπαλίμοισι

### book 7.125.3

κῆρας ἀλευόμενοι στυγερὰς καὶ ἀνηλέα πότμον.

### book 7.125.4

Πανσυδίῃ δ’ ἔντοσθε νεῶν φύγον· οὐδέ τι θυμῷ

### book 7.125.5

ἔσθενον Εὐρυπύλοιο καταντία δηριάασθαι,

### book 7.130.1

οὕνεκ’ ἄρά σφισι φύζαν ὀιζυρὴν ἐφέηκεν

### book 7.130.2

Ἡρακλέης υἱωνὸν ἀτειρέα πάμπαν ἀέξων.

### book 7.130.3

Οἳ δ’ ἄρα τείχεος ἐντὸς ὑποπτώσσοντες ἔμιμνον,

### book 7.130.4

αἶγες ὅπως ὑπὸ πρῶνα φοβεύμεναι αἰνὸν ἀήτην

### book 7.130.5

ὅς τε φέρει νιφετόν τε πολὺν κρυερήν τε χάλαζαν

### book 7.135.1

ψυχρὸς ἐπαΐσσων, ταὶ δ’ ἐς νομὸν ἐσσύμεναί περ

### book 7.135.2

ῥιπῆς οὔ τι κατιθὺς ὑπερκύπτουσι κολώνας,

### book 7.135.3

ἀλλ’ ἄρα χεῖμα μένουσιν ὑπὸ σκέπας ἠδὲ φάραγγας

### book 7.135.4

ἀγρόμεναι, θάμνοισι δ’ ὑπὸ σκιεροῖσι νέμονται

### book 7.135.5

ἰλαδόν, ὄφρ’ ἀνέμοιο κακαὶ λήξωσιν ἄελλαι·

### book 7.140.1

ὣς Δαναοὶ πύργοισιν ὑπὸ σφετέροισιν ἔμιμνον

### book 7.140.2

Τηλέφου ὄβριμον υἷα μετεσσύμενον τρομέοντες.

### book 7.140.3

Αὐτὰρ ὃ νῆας ἔμελλε θοὰς καὶ λαὸν ὀλέσσειν

### book 7.142a

χερσὶν ὑπὸ κρατερῇσιν ἐπὶ χθόνα τεῖχος ἐρύσσας,

### book 7.143

εἰ μὴ Τριτογένεια θράσος βάλεν Ἀργείοισιν

### book 7

ὀψέ περ. Οἳ δ’ ἄλληκτον ἀφ’ ἕρκεος αἰπεινοῖο

### book 7.145.1

δυσμενέας βάλλοντες ἀνιηροῖς βελέεσσι

### book 7.145.2

κτεῖνον ἐπασσυτέρους· δεύοντο δὲ τείχεα λύθρῳ

### book 7.145.3

λευγαλέῳ· στοναχὴ δὲ δαϊκταμένων πέλε φωτῶν.

### book 7.145.4

Αὕτως δ’ αὖ νύκτας τε καὶ ἤματα δηριόωντο

### book 7.145.5

Κήτειοι Τρῶές τε καὶ Ἀργεῖοι μενεχάρμαι,

### book 7.1

ἄλλοτε μὲν προπάροιθε νεῶν, ὁτὲ δ’ ἀμφὶ μακεδνὸν

### book 7.2

τεῖχος, ἐπεὶ πέλε μῶλος 〈ἀ〉άσχετος. Ἀλλ’ ἄρα καὶ ὧς

### book 7.3

ἤματα δοιὰ φόνοιο καὶ ἀργαλέης ὑσμίνης

### book 7.4

παύσανθ’, οὕνεχ’ ἵκανεν ἐς Εὐρύπυλον βασιλῆα

### book 7.5

ἀγγελίη Δαναῶν, ὥς κεν πολέμοιο μεθέντες

### book 7.155.1

πυρκαϊῇ δώωσι δαϊκταμένους ἐνὶ χάρμῃ.

### book 7.155.2

Αὐτὰρ ὅ γ’ αἶψ’ ἐπίθησε· καὶ ἀργαλέοιο κυδοιμοῦ

### book 7.155.3

παυσάμενοι ἑκάτερθε νεκροὺς περιταρχύσαντο

### book 7.155.4

ἐν κονίῃ ἐριπόντας. Ἀχαιοὶ δ’ ἔξοχα πάντων

### book 7.155.5

Πηνέλεων μύροντο, βάλον δ’ ἐπὶ σῆμα θανόντι

### book 7.160.1

εὐρὺ μάλ’ ὑψηλόν τε καὶ ἐσσομένοις ἀρίδηλον·

### book 7.160.2

πληθὺν δ’ αὖτ’ ἀπάνευθε δαϊκταμένων ἡρώων

### book 7.160.3

θάψαν ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμόν,

### book 7.160.4

πυρκαϊὴν ἅμα πᾶσι μίαν περινηήσαντες

### book 7.160.5

καὶ τάφον. Ὣς δὲ καὶ αὐτοὶ ἀπόπροθι Τρώιοι υἷες

### book 7.165.1

τάρχυσαν κταμένους. Ὀλοὴ δ’ Ἔρις οὐκ ἀπέληγεν,

### book 7.165.2

ἀλλ’ ἔτ’ ἐποτρύνεσκε θρασὺ σθένος Εὐρυπύλοιο

### book 7.165.3

ἀντιάαν δηίοισιν· ὃ δ’ οὔ πω χάζετο νηῶν,

### book 7.165.4

ἀλλ’ ἔμενεν Δαναοῖσι κακὴν ἐπὶ δῆριν ἀέξων.

### book 7.165.5

Τοὶ δ’ ἐς 〈Σ〉κῦρον ἵκοντο μελαίνῃ νηὶ θέοντες.

### book 7.170

Εὗρον δ’ υἷ’ Ἀχιλῆος ἑοῦ προπάροιθε δόμοιο,

### book 7.1

ἄλλοτε μὲν βελέεσσι καὶ ἐγχείῃσιν ἱέντα,

### book 7.2

ἄλλοτε δ’ αὖθ’ ἵπποισι πονεύμενον ὠκυπόδεσσι.

### book 7.3

Γήθησαν 〈δ’〉 ἐσιδόντες ἀταρτηροῦ πολέμοιο

### book 7.4

ἔργα μετοιχόμενον, καί περ μέγα τειρόμενον κῆρ

### book 7.175.1

ἀμφὶ πατρὸς κταμένοιο· τὸ γὰρ προπάροιθε πέπυστο.

### book 7.175.2

Αἶψα δέ οἱ κίον ἄντα τεθηπότες, οὕνεχ’ ὁρῶντο

### book 7.175.3

θαρσαλέῳ Ἀχιλῆι δέμας περικαλλὲς ὁμοῖον.

### book 7.175.4

Τοὺς δ’ ἄρ’ ὑποφθάμενος τοῖον ποτὶ μῦθον ἔειπεν·

### book 7.175.5

«Ὦ ξεῖνοι, μέγα χαίρετ’ ἐμὸν ποτὶ δῶμα κιόντες·

### book 7.180.1

εἴπατε δ’ ὁππόθεν ἐστὲ καὶ οἵ τινες ἠδ’ ὅ τι χρειὼ

### book 7.180.2

ἤλθετ’ ἔχοντες ἐμεῖο δι’ οἴδματος ἀτρυγέτοιο.»

### book 7.180.3

Ὣς ἔφατ’ εἰρόμενος· ὃ δ’ ἀμείβετο δῖος Ὀδυσσεύς·

### book 7.180.4

«Ἡμεῖς τοι φίλοι εἰμὲν ἐυπτολέμου Ἀχιλῆος,

### book 7.180.5

τῷ νύ σέ φασι τεκέσθαι ἐύφρονα Δηιδάμειαν·

### book 7.185.1

καὶ δ’ αὐτοὶ τεὸν εἶδος ἐίσκομεν ἀνέρι κείνῳ

### book 7.185.2

πάμπαν ὃς ἀθανάτοισι πολυσθενέεσσιν ἐῴκει.

### book 7.185.3

Εἰμὶ δ’ ἐγὼν Ἰθάκηθεν, ὃ δ’ Ἄργεος ἱπποβότοιο,

### book 7.185.4

εἴ ποτε Τυδείδαο δαΐφρονος οὔνομ’ ἄκουσας

### book 7.185.5

ἢ καὶ Ὀδυσσῆος πυκιμήδεος, ὅς νύ τοι ἄγχι

### book 7.190.1

αὐτὸς ἐγὼν ἕστηκα θεοπροπίης ἕνεκ’ ἐλθών.

### book 7.190.2

Ἀλλ’ ἐλέαιρε τάχιστα καὶ Ἀργείοις ἐπάμυνον

### book 7.190.3

ἐλθὼν ἐς Τροίην· ὣς γὰρ τέλος ἔσσετ’ Ἄρηι,

### book 7.190.4

καί τοι δῶρ’ ὀπάσουσιν ἀάσπετα δῖοι Ἀχαιοί.

### book 7.190.5

Τεύχεα δ’ αὐτὸς ἔγω〈γε〉 τεοῦ πατρὸς ἀντιθέοιο

### book 7.195.1

δώσω, ἅ περ φορέων μέγα τέρψεαι. Οὐ γὰρ ἔοικε

### book 7.195.2

θνητῶν τεύχεσι κεῖνα, θεοῦ δέ που Ἄρεος ὅπλοις

### book 7.195.3

ἶσα πέλει· πουλὺς δὲ περὶ σφίσι πάμπαν ἄρηρε

### book 7.1

χρυσὸς δαιδαλέοισι κεκασμένος, οἷσι καὶ αὐτὸς

### book 7.2

Ἥφαιστος μέγα θυμὸν ἐν ἀθανάτοισιν ἰάνθη

### book 7.1

τεύχων ἄμβροτα κεῖνα, τὰ σοὶ μέγα θαῦμ〈α〉 ἰδόντι

### book 7.2

ἔσσεται, οὕνεκα γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα

### book 7.3

ἀμφὶ σάκος πεπόνηται ἀπειρεσίῳ τ’ ἐνὶ κύκλῳ

### book 7.4

ζῷα πέριξ ἤσκηται ἐοικότα κινυμένοισι,

### book 7.5

θαῦμα καὶ ἀθανάτοισι· βροτῶν δ’ οὔ πώ ποτε τοῖα

### book 7.205.1

οὔτέ τις ἔδρακε πρόσθεν ἐν ἀνδράσιν οὔτ’ ἐφόρησεν,

### book 7.205.2

εἰ μὴ σός γε πατὴρ τὸν ἴσον Διὶ τῖον Ἀχαιοὶ

### book 7.205.3

πάντες, ἐγὼ δὲ μάλιστα φίλα φρονέων ἀγάπαζον·

### book 7.205.4

καί οἱ ἀποκταμένοιο νέκυν ποτὶ νῆας ἔνεικα

### book 7.205.5

πολλοῖς δυσμενέεσσιν ἀνηλέα πότμον ὀπάσσας·

### book 7.210.1

τοὔνεκά μοι κείνοιο περικλυτὰ τεύχεα δῶκε

### book 7.210.2

δῖα Θέτις· τὰ δ’ ἄρ’ αὖτις ἐελδόμενός περ ἔγωγε

### book 7.210.3

δώσω προφρονέως, ὁπότ’ Ἴλιον εἰσαφίκηαι.

### book 7.210.4

Καί νύ σε καὶ Μενέλαος, ἐπὴν Πριάμοιο πόληα

### book 7.210.5

πέρσαντες νήεσσιν ἐς Ἑλλάδα νοστήσωμεν,

### book 7.215.1

αὐτίκα γαμβρὸν ἑὸν ποιήσεται, ἤν κ’ ἐθέλῃσθα,

### book 7.215.2

ἀμφ’ εὐεργεσίης· δώσει δέ τοι ἄσπετ’ ἄγεσθαι

### book 7.215.3

κτήματά τε χρυσόν τε μετ’ ἠυκόμοιο θυγατρός,

### book 7.215.4

ὅσς’ ἐπέοικεν ἕπεσθαι ἐυκτεάνῳ βασιλείῃ.»

### book 7.215.5

Ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·

### book 7.220.1

«Εἰ μὲν δὴ καλέουσι θεοπροπίῃσιν Ἀχαιοί,

### book 7.220.2

αὔριον αἶψα νεώμεθ’ ἐπ’ εὐρέα βένθεα πόντου,

### book 7.220.3

ἤν τι φάος Δαναοῖσι λιλαιομένοισι γένωμαι.

### book 7.1

Νῦν δ’ ἴομεν ποτὶ δώματ’ ἐύξεινόν τε τράπεζαν,

### book 7.2

οἵην περ ξείνοισι θέμις παρατεκτήνασθαι.

### book 7.225.1

Ἀμφὶ δ’ ἐμοῖο γάμοιο θεοῖς μετόπισθε μελήσει.»

### book 7.225.2

Ὣς εἰπὼν ἡγεῖθ’· οἳ δ’ ἑσπόμενοι μέγ’ ἔχαιρον.

### book 7.225.3

Καί ῥ’ ὅτε δὴ μέγα δῶμα κίον 〈καὶ〉 κάλλιμον αὐλήν,

### book 7.225.4

εὗρον Δηιδάμειαν ἀκηχεμένην ἐνὶ θυμῷ

### book 7.225.5

τηκομένην θ’, ὡς εἴ τε χιὼν κατατήκετ’ ὄρεσφιν

### book 7.230.1

Εὔρου ὑπὸ λιγέος καὶ ἀτειρέος ἠελίοιο·

### book 7.230.2

ὣς ἥ γε φθινύθεσκε δεδουπότος ἀνδρὸς ἀγαυοῦ.

### book 7.230.3

Καί μιν ἔτ’ ἀχνυμένην 〈περ〉 ἀγακλειτοὶ βασιλῆες

### book 7.230.4

ἠσπάζοντ’ ἐπέεσσι· πάις δέ οἱ ἐγγύθεν ἐλθὼν

### book 7.230.5

μυθεῖτ’ ἀτρεκέως γενεὴν καὶ οὔνομ’ ἑκάστου,

### book 7.235.1

χρειὼ δ’ ἥν τιν’ ἵκανον ἀπέκρυφε μέχρις ἐς ἠῶ,

### book 7.235.2

ὄφρα μὴ ἀχνυμένην μιν ἕλῃ πολύδακρυς ἀνίη

### book 7.235.3

καί μιν ἀπεσσύμενον μάλα λισσομένη κατερύκῃ.

### book 7.235.4

Αἶψα δὲ δαῖτ’ ἐπάσαντο καὶ ὕπνῳ θυμὸν ἴηναν

### book 7.235.5

πάντες ὅσοι Σκύροιο πέδον περιναιετάεσκον

### book 7.240.1

εἰναλίης, τὴν μακρὰ περιβρομέουσι θαλάσσης

### book 7.240.2

κύματα ῥηγνυμένοιο πρὸς ᾐόνας Αἰγαίοιο.

### book 7.240.3

Ἀλλ’ οὐ Δηιδάμειαν ἐπήρατος ὕπνος ἔμαρπτεν

### book 7.240.4

οὔνομα κερδαλέου μιμνησκομένην Ὀδυσῆος

### book 7.240.5

ἠδὲ καὶ ἀντιθέου Διομήδεος, οἵ ῥά μιν ἄμφω

### book 7.245

εὖνιν ποιήσαντο φιλοπτολέμου Ἀχιλῆος

### book 7.1

παρφάμενοι κείνοιο θρασὺν νόον, ὄφρ’ ἀφίκηται

### book 7.2

δήιον εἰς ἐνοπήν· τῷ δ’ ἄτροπος ἤντετο Μοῖρα

### book 7.3

ἥ οἱ ὑπέκλασε νόστον, ἀπειρέσιον δ’ ἄρα πένθος

### book 7.4

πατρὶ πόρεν Πηλῆι καὶ αὐτῇ Δηιδαμείῃ.

### book 7.1

Τοὔνεκά μιν κατὰ θυμὸν ἀάσπετον ἄμπεχε δεῖμα

### book 7.2

παιδὸς ἀπεσσυμένοιο ποτὶ πτολέμοιο κυδοιμόν,

### book 7.3

μή οἱ λευγαλέῳ ἐπὶ πένθεϊ πένθος ἵκηται.

### book 7.4

Ἠὼς δ’ εἰσανέβη μέγαν οὐρανόν. Οἳ δ’ ἀπὸ λέκτρων

### book 7.5

καρπαλίμως ὤρνυντο· νόησε δὲ Δηιδάμεια,

### book 7.255.1

αἶψα δέ οἱ στέρνοισι περὶ πλατέεσσι χυθεῖσα

### book 7.255.2

ἀργαλέως γοάασκεν ἐς αἰθέρα μακρὰ βοῶσα·

### book 7.255.3

ἠύτε βοῦς ἐν ὄρεσσιν ἀπειρέσιον μεμακυῖα

### book 7.255.4

πόρτιν ἑὴν δίζηται ἐν ἄγκεσιν, ἀμφὶ δὲ μακρὰ

### book 7.255.5

οὔρεος αἰπεινοῖο περιβρομέουσι κολῶναι·

### book 7.260.1

ὣς ἄρα μυρομένης ἀμφίαχεν αἰπὺ μέλαθρον

### book 7.260.2

πάντοθεν ἐκ μυχάτων, μέγα δ’ ἀσχαλόως’ ἀγόρευε·

### book 7.260.3

«Τέκνον, πῇ δὴ νῦν σοὶ ἐὺς νόος ἐκπεπότηται,

### book 7.260.4

Ἴλιον ἐς πολύδακρυ μετὰ ξείνοισιν ἕπεσθαι,

### book 7.260.5

ἧχι πολεῖς ὀλέκονται ὑπ’ ἀργαλέης ὑσμίνης,

### book 7.265.1

καί περ ἐπιστάμενοι πόλεμον καὶ ἀεικέα χάρμην;

### book 7.265.2

Νῦν δὲ σὺ μὲν νέος ἐσσὶ καὶ οὔ πω δήια ἔργα

### book 7.265.3

οἶδας ἅ τ’ ἀνθρώποισιν ἀλάλκουσιν κακὸν ἦμαρ.

### book 7.265.4

Ἀλλὰ σὺ μέν μευ ἄκουσον, ἑοῖς δ’ ἐνὶ μίμνε δόμοισι,

### book 7.265.5

μὴ δή μοι Τροίηθε κακὴ φάτις οὔαθ’ ἵκηται

### book 7.270.1

σεῖο καταφθιμένοιο κατὰ μόθον. Οὐ γὰρ ὀίω

### book 7.270.2

ἐλθέμεναί ς’ ἔτι δεῦρο μετάτροπον ἐξ ὁμάδοιο·

### book 7.270.3

οὐδὲ γὰρ οὐδὲ πατὴρ τεὸς ἔκφυγε κῆρ’ ἀίδηλον,

### book 7.1

ἀλλ’ ἐδάμη κατὰ δῆριν, ὅ περ καὶ σεῖο καὶ ἄλλων

### book 7.2

ἡρώων προφέρεσκε, θεὰ δέ οἱ ἔπλετο μήτηρ,

### book 7.275.1

τῶνδε δολοφροσύνῃ καὶ μήδεσιν, οἳ σὲ καὶ αὐτὸν

### book 7.275.2

δῆριν ἐπὶ στονόεσσαν ἐποτρύνουσι νέεσθαι.

### book 7.275.3

Τοὔνεκ’ ἐγὼ δείδοικα περὶ κραδίῃ τρομέουσα,

### book 7.275.4

μή μοι καὶ σέο, τέκνον, ἀποφθιμένοιο πέληται

### book 7.275.5

εὖνιν καλλειφθεῖσαν ἀεικέα πήματα πάσχειν·

### book 7.280.1

οὐ γάρ πώ τι γυναικὶ κακώτερον ἄλγος ἔπεισιν

### book 7.280.2

ἢ ὅτε παῖδες ὄλωνται ἀποφθιμένοιο καὶ ἀνδρός,

### book 7.280.3

χηρωθῇ δὲ μέλαθρον ὑπ’ ἀργαλέου θανάτοιο·

### book 7.280.4

αὐτίκα γὰρ περὶ φῶτες ἀποτμήγουσιν ἀρούρας,

### book 7.280.5

κείρουσιν δέ τε πάντα καὶ οὐκ ἀλέγουσι θέμιστας,

### book 7.285.1

οὕνεκεν οὔ τι τέτυκται ὀιζυρώτερον ἄλλο

### book 7.285.2

χήρης ἐν μεγάροισιν ἀκιδνότερόν τε γυναικός.»

### book 7.285.3

Φῆ μέγα κωκύουσα· πάις δέ μιν ἀντίον ηὔδα·

### book 7.285.4

«Θάρσει, μῆτερ ἐμεῖο, κακὴν δ’ ἀποπέμπεο φήμην·

### book 7.285.5

οὐ γὰρ ὑπὲρ Κῆράς τις ὑπ’ Ἄρεϊ δάμναται ἀνήρ·

### book 7.290.1

εἰ δέ μοι αἴσιμόν ἐστι δα〈μ〉ήμεναι εἵνεκ’ Ἀχαιῶν,

### book 7.290.2

τεθναίην ῥέξας τι καὶ ἄξιον Αἰακίδῃσιν.»

### book 7.290.3

Ὣς φάτο· τῷ δ’ ἄγχιστα κίεν γεραρὸς Λυκομήδης

### book 7.290.4

καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν·

### book 7.290.5

«Ὦ τέκος ὀβριμόθυμον ἑῷ πατρὶ κάρτος ἐοικώς,

### book 7.295.1

οἶδ’ ὅτι καρτερός ἐσσι καὶ ὄβριμος· ἀλλ’ ἄρα καὶ ὧς

### book 7.295.2

καὶ πόλεμον δείδοικα πικρὸν καὶ κῦμα θαλάσσης

### book 7.295.3

λευγαλέον· ναῦται γὰρ ἀεὶ σχεδόν εἰσιν ὀλέθρου.

### book 7.295.4

Ἀλλὰ σὺ δείδιε, τέκνον, ἐπὴν πλόον εἰσαφίκηαι

### book 7

ὕστερον ἢ Τροίηθεν ἢ ἄλλοθεν, οἷά τε πολλὰ

### book 7.299

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 7.1

τῆμος, ὅτ’ Αἰγοκερῆι συνέρχεται ἠερόεντι

### book 7.2

Ἠέλιος μετόπισθε βαλὼν ῥυτῆρα βελέμνων

### book 7.3

Τοξευτήν, ὅτε χεῖμα λυγρὸν κλονέουσιν ἄελλαι,

### book 7.4

ἢ ὁπότ’ Ὠκεανοῖο κατὰ πλατὺ χεῦμα φέρονται

### book 7.5

ἄστρα κατερχομένοιο ποτὶ κνέφας Ὠρίωνος·

### book 7.305.1

δείδιε δ’ ἐν φρεσὶ σῇσιν ἰσημερίην ἀλεγεινὴν

### book 7.305.2

ᾗ ἔνι συμφορέονται ἀν’ εὐρέα βένθεα πόντου

### book 7.305.3

ἔκποθεν ἀίσσουσαι ὑπὲρ μέγα λαῖτμα θύελλαι,

### book 7.305.4

ἢ ὅτε Πληιάδων πέλεται δύσις, ἥν ῥα καὶ αὐτὴν

### book 7.305.5

δείδιθι μαιμώωσαν ἔσω ἁλὸς ἠδὲ καὶ ἄλλα

### book 7.310.1

ἄστρα τά που μογεροῖσι πέλει δέος ἀνθρώποισι

### book 7.310.2

δυόμεν’ ἢ ἀνιόντα κατὰ πλατὺ χεῦμα θαλάσσης.»

### book 7.310.3

Ὣς εἰπὼν κύσε παῖδα καὶ οὐκ ἀνέεργε κελεύθου

### book 7.310.4

ἱμείροντα μόθοιο δυσηχέος. Ὃς δ’ ἐρατεινὸν

### book 7.310.5

μειδιόων ἐπὶ νῆα θοῶς ὥρμαινε νέεσθαι·

### book 7.315.1

ἀλλά μιν εἰσέτι μητρὸς ἐνὶ μεγάροισιν ἔρυκε

### book 7.315.2

δακρυόεις ὀαρισμὸς ἐπισπεύδοντα πόδεσσιν.

### book 7.315.3

Ὡς δ’ ὅτε τις θοὸν ἵππον ἐπὶ δρόμον ἰσχανόωντα

### book 7.315.4

εἴργει ἐφεζόμενος, ὃ δ’ ἐρυκανόωντα χαλινὸν

### book 7.315.5

δάπτει ἐπιχρεμέθων, στέρνον δέ οἱ ἀφριόωντος

### book 7.320.1

δεύεται, οὐδ’ ἵστανται ἐελδόμενοι πόδες οἴμης,

### book 7.320.2

πουλὺς δ’ ἀμφ’ ἕνα χῶρον ἐλαφροτάτοις ὑπὸ ποσσὶ

### book 7.1

ταρφέα κινυμένοιο πέλει κτύπος, ἀμφὶ δὲ χαῖται

### book 7.2

ῥώοντ’ ἐσσυμένοιο, κάρη δ’ εἰς ὕψος ἀείρει

### book 7.3

φυσιόων μάλα πολλά, νόος δ’ ἐπιτέρπετ’ ἄνακτος·

### book 7.325.1

ὣς ἄρα κύδιμον υἷα μενεπτολέμου Ἀχιλῆος

### book 7.325.2

μήτηρ μὲν κατέρυκε, πόδες δέ οἱ ἐγκονέεσκον·

### book 7.325.3

ἣ δὲ καὶ ἀχνυμένη περ ἑῷ ἐπαγάλλετο παιδί.

### book 7.325.4

Ὃς δέ μιν ἀμφικύσας μάλα μυρία κάλλιπε μούνην

### book 7.325.5

μυρομένην ἀλεγεινὰ φίλου κατὰ δώματα πατρός.

### book 7.330.1

Οἵη δ’ ἀμφὶ μέλαθρα μέγ’ ἀσχαλόωσα χελιδὼν

### book 7.330.2

μύρεται αἰόλα τέκνα τά που μάλα τετριγῶτα

### book 7.330.3

αἰνὸς ὄφις κατέδαψε καὶ ἤκαχε μητέρα κεδνήν,

### book 7.330.4

ἣ δ’ ὁτὲ μὲν χήρη περιπέπταται ἀμφὶ καλιήν,

### book 7.330.5

ἄλλοτε δ’ εὐτύκτοισι περὶ προθύροισι ποτᾶται

### book 7.335.1

αἰνὰ κινυρομένη τεκέων ὕπερ· ὣς ἄρα κεδνὴ

### book 7.335.2

μύρετο Δηιδάμεια, καὶ υἱέος ἄλλοτε μέν που

### book 7.335.3

εὐνὴν ἀμφιχυθεῖσα μέγ’ ἴαχεν, ἄλλοτε δ’ αὖτε

### book 7.335.4

κλαῖεν ἐπὶ φλιῇσι. Φίλῳ δ’ ἐγκάτθετο κόλπῳ,

### book 7.335.5

εἴ τί οἱ ἐν μεγάροισι τετυγμένον ἦεν ἄθυρμα

### book 7.340.1

ᾧ ἔπι τυτθὸς ἐὼν ἀταλὰς φρένας ἰαίνεσκεν·

### book 7.340.2

ἀμφὶ δέ οἱ καὶ ἄκοντα λελειμμένον εἴ που ἴδοιτο,

### book 7.340.3

ταρφέα μιν φιλέεσκε, καὶ εἴ τί περ ἄλλο γοῶσα

### book 7.340.4

ἔδρακε παιδὸς ἑοῖο δαΐφρονος. Οὐδ’ ὅ γε μητρὸς

### book 7.340.5

ἄσπετ’ ὀδυρομένης ἔτ’ ἐπέκλυεν, ἀλλ’ ἀπάτερθε

### book 7.345.1

βαῖνε θοὴν ἐπὶ νῆα· φέρον δέ μιν ὠκέα γυῖα

### book 7.345.2

ἀστέρι παμφανόωντι πανείκελον. Ἀμφὶ δ’ ἄρ’ αὐτῷ

### book 7.345.3

ἕσπεθ’ ὁμῶς Ὀδυσῆι δαΐφρονι Τυδέος υἱός,

### book 7.1

ἄλλοι δ’ εἴκοσι φῶτες ἀρηρέμενοι φρεσὶ θυμόν,

### book 7.2

τοὺς ἔχε κεδνοτάτους ἐνὶ δώμασι Δηιδάμεια

### book 7.1

καί σφεας ᾧ πόρε παιδὶ θοοὺς ἔμεναι θεράποντας·

### book 7.2

οἳ τότ’ Ἀχιλλέος υἷα θρασὺν περιποιπνύεσκον

### book 7.3

ἐσσύμενον ποτὶ νῆα δι’ ἄστεος· ὃς δ’ ἐνὶ μέσσοις

### book 7.4

ἤιε καγχαλόων. Κεχάροντο δὲ Νηρηῖναι

### book 7.5

ἀμφὶ Θέτιν, καὶ δ’ αὐτὸς ἐγήθεε Κυανοχαίτης

### book 7.355.1

εἰσορόων Ἀχιλῆος ἀμύμονος ὄβριμον υἷα.

### book 7.355.2

Ὃς δ’ ἤδη πολέμοιο λιλαίετο δακρυόεντος,

### book 7.355.3

καί περ ἐὼν ἔτι παιδνός, ἔτ’ ἄχνοος· ἀλλά μιν ἀλκὴ

### book 7.355.4

καὶ μένος ὀτρύνεσκον. Ἑῆς δ’ ἐξέσσυτο πάτρης,

### book 7.355.5

οἷος Ἄρης, ὅτε μῶλον ἐσέρχεται αἱματόεντα

### book 7.360.1

χωόμενος δηίοισι, μέμηνε δέ οἱ μέγα θυμός,

### book 7.360.2

καί οἱ ἐπισκύνιον βλοσυρὸν πέλει, ἀμφὶ δ’ ἄρ’ αὐτῷ

### book 7.360.3

ὄμματα μαρμαίρουσιν ἴσον πυρί, τοῦ δὲ παρειαὶ

### book 7.360.4

κάλλος ὁμοῦ κρυόεντι φόβῳ καταειμέναι αἰεὶ

### book 7.360.5

φαίνοντ’ ἐσσυμένου, τρομέουσι δὲ καὶ θεοὶ αὐτοί·

### book 7.365.1

τοῖος ἔην Ἀχιλῆος ἐὺς πάις. Οἳ δ’ ἀνὰ ἄστυ

### book 7.365.2

εὔχοντ’ ἀθανάτοισι σαωσέμεν ἐσθλὸν ἄνακτα

### book 7.365.3

ἀργαλέου παλίνορσον ἀπ’ Ἄρεος· οἳ δ’ ἐσάκουσαν

### book 7.365.4

εὐχομένων. Ὃ δὲ πάντας ὑπείρεχεν οἵ οἱ ἕποντο.

### book 7.365.5

Ἐλθόντες δ’ ἐπὶ θῖνα βαρυγδούποιο θαλάσσης

### book 7.370.1

εὗρον ἔπειτ’ ἐλατῆρας ἐυξόου ἔνδοθι νηὸς

### book 7.370.2

ἱστία τ’ ἐντύνοντας ἐπειγομένους τ’ ἀνὰ νῆα.

### book 7.370.3

Αἶψα δ’ ἀν’ αὐτοὶ ἔβαν· 〈τ〉οὶ δ’ ἔκτοθι πείσματ’ ἔλυσαν

### book 7.1

εὐνάς θ’ αἳ νήεσσι μέγα σθένος αἰὲν ἕπονται.

### book 7.2

Τοῖσι δ’ ἄρ’ εὐπλοΐην πόσις ὤπασεν Ἀμφιτρίτης

### book 7.375.1

προφρονέως· μάλα γάρ οἱ ἐνὶ φρεσὶ μέμβλετ’ Ἀχαιῶν

### book 7.375.2

τειρομένων ὑπὸ Τρωσὶ καὶ Εὐρυπύλῳ μεγαθύμῳ.

### book 7.375.3

Οἳ δ’ Ἀχιλήιον υἷα παρεζόμενοι ἑκάτερθε

### book 7.375.4

τέρπεσκον μύθοισιν ἑοῦ πατρὸς ἔργ’ ἐνέποντες,

### book 7.375.5

ὅσσά τ’ ἀνὰ πλόον εὐρὺν ἐμήσατο καὶ ποτὶ γαίῃ

### book 7.380.1

Τηλέφου ἀγχεμάχοιο, καὶ ὁππόσα Τρῶας ἔρεξεν

### book 7.380.2

ἀμφὶ πόλιν Πριάμοιο φέρων κλέος Ἀτρείδῃσι·

### book 7.380.3

τοῦ δ’ ἰαίνετο θυμὸς ἐελδομένοιο καὶ αὐτοῦ

### book 7.380.4

πατρὸς ἀταρβήτοιο μένος καὶ κῦδος ἀρέσθαι.

### book 7.380.5

Ἣ δέ που ἐν θαλάμοισιν ἀκηχεμένη περὶ παιδὶ

### book 7.385.1

ἐσθλὴ Δηιδάμεια πολύστονα δάκρυα χεῦε,

### book 7.385.2

καί οἱ ἐνὶ φρεσὶ θυμὸς ὑπ’ ἀργαλέῃσιν ἀνίῃς

### book 7.385.3

τήκεθ’, ὅπως ἀλαπαδνὸς ἐπ’ ἀνθρακιῇσι μόλυβδος

### book 7.385.4

ἠὲ τρύφος κηροῖο· γόος δέ μιν οὔ ποτ’ ἔλειπε

### book 7.385.5

δερκομένην ἐπὶ πόντον ἀπείριτον, οὕνεκα μήτηρ

### book 7.390.1

ἄχνυθ’ ἑῷ περὶ παιδί, καὶ ἢν ἐπὶ δαῖτ’ ἀφίκηται.

### book 7.390.2

Καί ῥά οἱ ἱστία νηὸς ἀπόπροθι πολλὸν ἰούσης

### book 7.390.3

ἤδη ἀπεκρύπτοντο καὶ ἠέρι φαίνεθ’ ὁμοῖα·

### book 7.390.4

ἀλλ’ ἣ μὲν στενάχιζε πανημερίη γοόωσα.

### book 7.390.5

Νηῦς δ’ ἔθεεν κατὰ πόντον ἐπισπομένου ἀνέμοιο

### book 7.395.1

τυτθὸν ἐπιψαύουσα πολυρρο〈θί〉οιο θαλάσσης·

### book 7.395.2

πορφύρεον δ’ ἑκάτερθε περὶ τρόπιν ἔβραχε κῦμα·

### book 7.395.3

αἶψα δὲ δὴ μέγα λαῖτμα διήνυε ποντοποροῦσα.

### book 7.395.4

Ἀμφὶ δέ οἱ πέσε νυκτὸς ἐπὶ κνέφας· ἣ δ’ ὑπ’ ἀήτῃ

### book 7

πλῶε κυβερνήτῃ τε διαπρήσσουσα θαλάσσης

### book 7.1

βένθεα. Θεσπεσίη δὲ πρὸς οὐρανὸν ἤλυθεν Ἠώς·

### book 7.2

τοῖσι δ’ ἄρ’ Ἰδαίων ὀρέων φαίνοντο κολῶναι

### book 7.3

Χρῦσά τε καὶ Σμίνθειον ἕδος καὶ Σιγιὰς ἄκρη

### book 7.4

τύμβος τ’ Αἰακίδαο δαΐφρονος· ἀλλά μιν οὔ τι

### book 7.5

υἱὸς Λαέρταο πύκα φρονέων ἐνὶ θυμῷ

### book 7.405.1

δεῖξε Νεοπτολέμῳ, ἵνα οἱ μὴ πένθος ἀέξῃ

### book 7.405.2

θυμὸς ἐνὶ στήθεσσι. Παρημείβοντο δὲ νήσους

### book 7.405.3

αἶψα Καλυδναίας· Τένεδος δ’ ἀπελείπετ’ ὀπίσσω·

### book 7.405.4

φαίνετο δ’ αὖτ’ Ἐλεοῦντος ἕδος, τόθι Πρωτεσιλάου

### book 7.405.5

σῆμα πέλει πτελέῃσ〈ι〉 κατάσκιον αἰπεινῇσιν,

### book 7.410.1

αἵ ῥ’ ὁπότ’ ἀθρήσωσιν ἀνερχόμεναι δαπέδοιο

### book 7.410.2

Ἴλιον, αὐτίκα τῇσι θοῶς αὐα〈ί〉νεται ἄκρα.

### book 7.410.3

Νῆα δ’ ἐρεσσομένην ἄνεμος φέρεν ἀγχόθι Τροίης·

### book 7.410.4

ἵκετο δ’ ἧχι καὶ ἄλλαι ἔσαν παρὰ θίνεσι νῆες

### book 7.410.5

Ἀργείων, οἳ τῆμος ὀιζυρῶς πονέοντο

### book 7.415.1

μαρνάμενοι περὶ τεῖχος ὅ περ πάρος αὐτοὶ ἔδειμαν

### book 7.415.2

νηῶν ἔμμεναι ἕρκος ἐυσθενέων θ’ ἅμα λαῶν

### book 7.415.3

ἐν πολέμῳ. Τὸ δ’ ἄρ’ ἤδη ὑπ’ Εὐρυπύλοιο χέρεσσι

### book 7.415.4

μέλλεν ἀμαλδύνεσθαι ἐρειπόμενον ποτὶ γαίῃ,

### book 7.415.5

εἰ μὴ ἄρ’ αἶψ’ ἐνόησε κραταιοῦ Τυδέος υἱὸς

### book 7.420.1

βαλλόμεν’ ἕρκεα μακρά. Θοῆς δ’ ἄφαρ ἔκθορε νηὸς

### book 7.420.2

θαρσαλέως τ’ ἐβόησεν ὅσον χάδε οἱ κέαρ ἔνδον·

### book 7.420.3

«Ὦ φίλοι, ἦ μέγα πῆμα κυλίνδεται Ἀργείοισι

### book 7.420.4

σήμερον· ἀλλ’ ἄγε θᾶσσον ἐς αἰόλα τεύχεα δύντες

### book 7.420.5

ἴομεν ἐς πολέμοιο πολυκμήτοιο κυδοιμόν.

### book 7.425.1

Ἤδη γὰρ πύργοισιν ἐφ’ ἡμετέροισι μάχονται

### book 7.425.2

Τρῶες ἐυπτόλεμοι, τοὶ δὴ τάχα τείχεα μακρὰ

### book 7.425.3

ῥηξάμενοι πυρὶ νῆας ἐνιπρήσουσι μάλ’ αἰνῶς·

### book 7.425.4

νῶιν δ’ οὐκέτι νόστος ἐελδομένοις ἀνὰ θυμὸν

### book 7.425.5

ἔσσεται· ἀλλὰ καὶ αὐτοὶ ὑπὲρ μόρον αἶψα δαμέντες

### book 7.430.1

κεισόμεθ’ ἐν Τροίῃ τεκέων ἑκὰς ἠδὲ γυναικῶν.»

### book 7.430.2

Ὣς φάτο· τοὶ δ’ ὤκιστα θοῆς ἐκ νηὸς ὄρουσαν

### book 7.430.3

πανσυδίῃ· πάντας γὰρ ἕλε〈ν〉 τρόμος εἰσαΐοντας

### book 7.430.4

νόσφι Νεοπτολέμοιο θρασύφρονος, οὕνεκ’ ἐῴκει

### book 7.430.5

πατρὶ ἑῷ μέγα κάρτος· ἔρως δέ οἱ ἔμπεσε χάρμης.

### book 7.435.1

Καρπαλίμως δ’ ἵκοντο ποτὶ κλισίην Ὀδυσῆος

### book 7.435.2

(ἣ γὰρ ἔην ἄγχιστα νεὸς κυανοπρῴροιο)·

### book 7.435.3

πολλὰ γὰρ ἐξημοιβὰ παρ’ αὐτόθι τεύχεα κεῖτο

### book 7.435.4

ἠμὲν Ὀδυσσῆος πυκιμήδεος ἠδὲ καὶ ἄλλων

### book 7.435.5

ἀντιθέων ἑτάρων, ὁπόσα κταμένων ἀφέλοντο.

### book 7.440.1

Ἔνθ’ ἐσθλὸς μὲν ἔδυ καλὰ τεύχεα, τοὶ δὲ χέρεια

### book 7.440.2

δῦσαν ὅσοις ἀλαπαδνὸν ὑπὸ κραδίῃ πέλεν ἦτορ.

### book 7.440.3

Αὐτὰρ Ὀδυσσεὺς δύσεθ’ 〈ἅ〉 οἱ Ἰθάκηθεν ἕποντο·

### book 7.440.4

δῶκε δὲ Τυδείδῃ Διομήδεϊ κάλλιμα τεύχη

### book 7.440.5

κεῖνα τὰ δὴ Σώκοιο βίην εἴρυσσε πάροιθεν.

### book 7.445.1

Υἱὸς δ’ αὖτ’ Ἀχιλῆος ἐδύσετο τεύχεα πατρός,

### book 7.445.2

καί οἱ φαίνετο πάμπαν ἀλίγκιος· ἀμφὶ δ’ ἐλαφρὰ

### book 7.445.3

Ἡφαίστου παλάμῃσι περὶ μελέεσσιν ἀρήρει,

### book 7.445.4

καί περ ἐόνθ’ ἑτέροισι πελώρια· τῷ δ’ ἅμα πάντα

### book 7.445.5

φαίνετο τεύχεα κοῦφα· κάρη δέ οἱ οὔ τι βάρυνε

### book 7

πήληξ . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 7

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 7.450a

〈Πηλιάσ〉, ἀλλά ἑ χερσὶ καὶ ἠλίβατόν περ ἐοῦσαν

### book 7.451.1

ῥηιδίως ἀνάειρεν ἔθ’ αἵματος ἰσχανόωσαν.

### book 7.451.2

Ἀργείων δέ μιν ὅσσοι ἐσέδρακον, οὔ τι δύναντο

### book 7.451.3

καί περ ἐελδόμενοι σχεδὸν ἐλθέμεν, οὕνεκ’ ἄρ’ αὐτοὺς

### book 7.451.4

πᾶν περὶ τεῖχος ἔτειρε βαρὺς πολέμοιο κυδοιμός.

### book 7.455.1

Ὡς δ’ ὅτ’ ἀν’ εὐρέα πόντον ἐρημαίῃ περὶ νήσῳ

### book 7.455.2

ἀνθρώπων ἀπάτερθεν ἐεργμένοι ἀσχαλόωσιν

### book 7.455.3

ἀνέρες οὕς τ’ ἀνέμοιο καταιγίδες ἀντιόωσαι

### book 7.455.4

εἴργουσι〈ν〉 μάλα πολλὸν ἐπὶ χρόνον, οἳ δ’ ἀλεγεινοὶ

### book 7.455.5

νηὶ περιτρωχῶσι, καταφθινύθει δ’ ἄρα πάντα

### book 7.460.1

ἤια, τειρομένοισι δ’ ἐπέπνευσεν λιγὺς οὖρος·

### book 7.460.2

ὣς ἄρ’ Ἀχαιῶν ἔθνος ἀκηχέμενον τὸ πάροιθεν

### book 7.460.3

ἀμφὶ Νεοπτολέμοιο βίῃ κεχάροντο μολόντι

### book 7.460.4

ἐλπόμενοι στονόεντος ἀναπνεύσειν καμάτοιο.

### book 7.460.5

Ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέος εὖτε λέοντος,

### book 7.465.1

ὅς τε κατ’ οὔρεα μακρὰ μέγ’ ἀσχαλόων ἐνὶ θυμῷ

### book 7.465.2

ἔσσυται ἀγρευτῇσιν ἐναντίον, οἵ τέ οἱ ἤδη

### book 7.465.3

ἄντρῳ ἐπεμβαίνωσιν ἐρύσσασθαι μεμαῶτες

### book 7.465.4

σκύμνους οἰωθέντας ἑῶν ἀπὸ τῆλε τοκήων

### book 7.465.5

βήσσῃ ἐνὶ σκιερῇ, ὃ δ’ ἄρ’ ὑψόθεν ἔκ τινος ἄκρης

### book 7.470.1

ἀθρήσας ὀλοοῖσιν ἐπέσσυται ἀγρευτῇσι

### book 7.470.2

σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς·

### book 7.470.3

ὣς ἄρα φαίδιμος υἱὸς ἀταρβέος Αἰακίδαο

### book 7.470.4

θυμὸν ἐπὶ Τρώεσσιν ἐυπτολέμοισιν ὄρινεν.

### book 7.470.5

Οἴμησε〈ν〉 δ’ ἄρα πρῶτος ὅπῃ μάλα δῆρις ὀρώρει

### book 7.475.1

ἂμ πεδίον· τῇ † γάρ σφιν ἐπέπλετο † τεῖχος Ἀχαιῶν

### book 7.475.2

ῥηίτερον δηίοισι κατὰ κλόνον ἐσσυμένοισιν,

### book 7.475.3

οὕνεκ’ ἀκιδνοτέρῃσιν ἐπάλξεσιν ἠρήρειστο·

### book 7.475.4

σὺν δέ οἱ ἄλλοι ἔβαν μέγα μαιμώωντες Ἄρηι.

### book 7.475.5

Εὗρον δ’ Εὐρύπυλον κρατερόφρονα, τῷ δ’ ἅμ’ ἑταίρους

### book 7.480.1

πύργῳ ἐπεμβεβαῶτας, ὀιομένους περὶ θυμῷ

### book 7.480.2

ῥήξειν τείχεα μακρὰ καὶ Ἀργείους ἀπολέσσειν

### book 7.480.3

πανσυδίῃ. Τοῖς δ’ οὔ τι θεοὶ τελέεσκον ἐέλδωρ·

### book 7.480.4

ἀλλά σφεας Ὀδυσεύς τε καὶ ὁ σθεναρὸς Διομήδης

### book 7.480.5

ἰσόθεός τε Νεοπτόλεμος δῖός τε Λεοντεὺς

### book 7.485.1

αἶψ’ ἀπὸ τείχεος ὦσαν ἀπειρεσίοις βελέεσσιν.

### book 7.485.2

Ὡς δ’ ὅτ’ ἀπὸ σταθμοῖο κύνες μογεροί τε νομῆες

### book 7.485.3

κάρτεϊ καὶ φωνῇ κρατεροὺς σεύουσι λέοντας

### book 7.485.4

πάντοθεν ἐσσύμενοι, τοὶ δ’ ὄμμασι γλαυκιόωντες

### book 7.485.5

στρωφῶντ’ ἔνθα καὶ ἔνθα λιλαιόμενοι μέγα θυμῷ

### book 7.490.1

πόρτιας ἠδὲ βόας μετὰ γαμφηλῇσι λαφύξαι,

### book 7.490.2

ἀλλὰ καὶ ὧς εἴκουσι κυνῶν ὑπὸ καρτεροθύμων

### book 7.490.3

σευόμενοι, μάλα γάρ σφιν ἐπαΐσσουσι νομῆες·

### book 7.492.1

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 7.492.2

βαιόν, ὅσον τις ἵησι χερὸς περιμήκεα λᾶαν.

### book 7.492.3

Οὐ γὰρ Τρῶας ἔα νηῶν ἀπὸ νόσφι φέβεσθαι

### book 7.495.1

Εὐρύπυλος, δηίων δὲ μάλα σχεδὸν ὀτρύνεσκε

### book 7.495.2

μίμνειν, εἰς ὅ κε νῆας ἕλῃ καὶ πάντας ὀλέσσῃ

### book 7.495.3

Ἀργείους· Ζεὺς γάρ οἱ ἀπειρέσιον βάλε κάρτος.

### book 7.495.4

Αὐτίκα δ’ ὀκριόεσσαν ἑλὼν καὶ ἀτειρέα πέτρην

### book 7

ἧκεν ἐπεσσύμενος κατὰ τείχεος ἠλιβάτοιο·

### book 7.1

σμερδαλέον δ’ ἄρα πάντα περιπλατάγησε θέμεθλα

### book 7.2

ἕρκεος αἰπεινοῖο· δέος δ’ ἕλε πάντας Ἀχαιούς,

### book 7.3

τείχεος ὡς ἤδη συνοχωκότος ἐν κονίῃσιν.

### book 7.4

Ἀλλ’ οὐδ’ ὧς ἀπόρουσαν ἀταρτηροῖο κυδοιμοῦ,

### book 7.5

ἀλλ’ ἔμενον θώεσσιν ἐοικότες ἠὲ λύκοισι,

### book 7.505.1

μήλων ληιστῆρσιν ἀναιδέσιν, οὕς τ’ ἐν ὄρεσσιν

### book 7.505.2

ἄντρων ἐξελάσωσιν ὁμῶς κυσὶν ἀγροιῶται

### book 7.505.3

ἱέμενοι σκύμνοισι φόνον στονόεντα βαλέσθαι

### book 7.505.4

ἐσσυμένως, τοὶ δ’ οὔ τι βιαζόμενοι βελέεσσι

### book 7.505.5

χάζοντ’, ἀλλὰ μένοντες ἀμύνουσι〈ν〉 τεκέεσσιν·

### book 7.510.1

ὣς οἳ ἀμυνόμενοι νηῶν ὕπερ ἠδὲ καὶ αὐτῶν

### book 7.510.2

μίμνον ἐν ὑσμίνῃ. Τοῖς δ’ Εὐρύπυλος θρασυχάρμης

### book 7.510.3

ἠπείλει μέγα πᾶσι νεῶν 〈προ〉πάροιθε θοάων·

### book 7.510.4

«Ἆ δειλοὶ καὶ ἄναλκιν ἐνὶ φρεσὶ θυμὸν ἔχοντες,

### book 7.510.5

οὐκ ἂν δὴ βελέεσσι νεῶν ἄπο ταρβήσαντα

### book 7.515.1

ἠλάσατ’, εἰ μὴ τεῖχος ἐμὴν ἀπέρυκεν ὁμοκλήν.

### book 7.515.2

Νῦν δέ μοι, εὖτε λέοντι κύνες πτώσσοντες ἐν ὕλῃ,

### book 7.515.3

μάρνασθ’ ἔνδον ἐόντες ἀλευόμενοι φόνον αἰπύν·

### book 7.515.4

ἢν δέ ποτ’ ἐκ νηῶν ἐς Τρώιον οὖδας ἵκησθε,

### book 7.515.5

ὡς τὸ πάρος μεμαῶτες ἐπὶ μόθον, οὔ νύ τις ὑμέας

### book 7.520.1

ῥύσεται ἐκ θανάτοιο δυσηχέος, ἀλλ’ ἅμα πάντες

### book 7.520.2

κείσεσθ’ ἐν κονίῃσιν ἐμεῦ ὕπο δῃωθέντες.»

### book 7.520.3

Ὣς ἔφατ’ ἀκράαντον ἱεὶς ἔπος· οὐδέ τι ᾔδη

### book 7.520.4

ὅττι ῥά οἱ μέγα πῆμα κυλίνδετο βαιὸν ἄπωθε

### book 7.520.5

χερσὶ Νεοπτολέμοιο θρασύφρονος ὅς μιν ἔμελλε

### book 7.525.1

δάμνασθ’ οὐ μετὰ δηρὸν ὑπ’ ἔγχεϊ μαιμώωντι.

### book 7.525.2

Οὐδὲ μὲν οὐδὲ τότ’ ἔσκεν ἄτερ κρατεροῖο πόνοιο,

### book 7.525.3

ἀλλ’ ἄ〈ρα〉 Τρῶας ἔναιρεν ἀφ’ ἕρκεος· οἳ δ’ ἐφέβοντο

### book 7.525.4

βαλλόμενοι καθύπερθε, περικλονέοντο δ’ ἀνάγκῃ

### book 7.525.5

Εὐρυπύλῳ· πάντας γὰρ ἀνιηρὸν δέος ᾕρει.

### book 7.530.1

Ὡς δ’ ὅτε νηπίαχοι περὶ γούνασι πατρὸς ἑοῖο

### book 7.530.2

πτώσσουσι〈ν〉 βροντὴν μεγάλου Διὸς ἀμφὶ νέφεσσι

### book 7.530.3

ῥηγνυμένην, ὅτε δεινὸν ἐπιστεναχίζεται ἀήρ·

### book 7.530.4

ὣς ἄρα Τρώιοι υἷες ἐν ἀνδράσι Κητείοισιν

### book 7.530.5

ἀμφὶ μέγαν βασιλῆα Νεοπτόλεμον φοβέοντο

### book 7.535.1

πᾶν ὅ τι χερσὶν ἕηκεν· ἐς ἰθὺ γὰρ ἔπτατο πῆμα,

### book 7.535.2

δυσμενέων κεφαλῇσι φέρον πολύδακρυν Ἄρηα.

### book 7.535.3

Οἳ δ’ ἄρ’ ἀμηχανίῃ βεβολημένοι ἔνδοθεν ἦτορ

### book 7.535.4

Τρῶες ἔφαντ’ Ἀχιλῆα πελώριον εἰσοράασθαι

### book 7.535.5

αὐτὸν ὁμῶς τεύχεσσι· καὶ ἀμφασίην ἀλεγεινὴν

### book 7.540.1

κεῦθον ὑπὸ κραδίῃ, ἵνα μὴ δέος αἰνὸν ἵκηται

### book 7.540.2

ἐς φρένα Κητείων μηδ’ Εὐρυπύλοιο ἄνακτος.

### book 7.540.3

Αὐτοῦ δ’ ἄλλοθεν ἄλλος ἀπειρέσιον τρομέοντες

### book 7.540.4

μεσσηγὺς κακότητος ἔσαν κρυεροῦ τε φόβοιο·

### book 7.540.5

αἰδὼς γὰρ κατέρυκεν ὁμῶς καὶ δεῖμ’ ἀλεγεινόν.

### book 7.545.1

Ὡς δ’ ὅτε παιπαλόεσσαν ὁδὸν κατὰ ποσσὶν ἰόντες

### book 7.545.2

ἀνέρες ἀθρήσωσιν ἀπ’ οὔρεος ἀίσσοντα

### book 7.545.3

χείμαρρον, καναχὴ δὲ περιβρομέει περὶ πέτρῃ,

### book 7.545.4

οὐδέ τι οἳ μεμάασιν ἀνὰ ῥόον ἠχήεντα

### book 7.545.5

βήμεναι ἐγκονέοντες, ἐπεὶ παρὰ ποσσὶν ὄλεθρον

### book 7.1

δερκόμενοι τρομέουσι, καὶ οὐκ ἀλέγουσι κελεύθου·

### book 7.2

ὣς ἄρα Τρῶες ἔμιμνον ἀλευόμενοί περ ἀυτὴν

### book 7.3

τεῖχος ὑπ’ Ἀργείων. Τοὺς δ’ Εὐρύπυλος θεοειδὴς

### book 7.4

αἰὲν ἐποτρύνεσκε ποτὶ κλόνον· ἦ γὰρ ἐώλπει

### book 7.5

πολλοὺς δηιόωντα πελώριον ἐν δαῒ φῶτα

### book 7.555.1

χεῖρα καμεῖν καὶ κάρτος· ὃ δ’ οὐκ ἀπέληγε μόθοιο.

### book 7.555.2

Τῶν δ’ ἄρ’ Ἀθηναίη κρατερὸν πόνον εἰσορόωσα

### book 7.555.3

κάλλιπεν Οὐλύμποιο θυώδεος αἰπὰ μέλαθρα·

### book 7.555.4

βῆ δ’ ἄρ’ ὑπὲρ κεφαλὰς ὀρέων οὐδ’ ἴχνεσι γαίης

### book 7.555.5

ψαῦε μέγ’ ἐγκονέουσα· φέρεν δέ μιν ἱερὸς ἀὴρ

### book 7.560.1

εἰδομένην νεφέεσσιν, ἐλαφροτέρην δ’ ἀνέμοιο.

### book 7.560.2

Τροίην δ’ αἶψ’ ἀφίκανε, πόδας δ’ ἐπέθηκε κολώνῃ

### book 7.560.3

Σιγέου ἠνεμόεντος· ἐδέρκετο δ’ ἔνθεν ἀυτὴν

### book 7.560.4

ἀγχεμάχων ἀνδρῶν· κύδαινε δὲ πολλὸν Ἀχαιούς.

### book 7.560.5

Υἱὸς δ’ αὖτ’ Ἀχιλῆος ἔχεν πολὺ φέρτατον ἄλλων

### book 7.565.1

θάρσος ὁμοῦ καὶ κάρτος ἅ τ’ ἀνδράσιν εἰς ἓν ἰόντα

### book 7.565.2

τεύχουσι〈ν〉 μέγα κῦδος· ὃ δ’ ἀμφοτέροισι κέκαστο,

### book 7.565.3

οὕνεκ’ ἔην Διὸς αἷμα, φίλῳ δ’ ἤικτο τοκῆι·

### book 7.565.4

τῶ καὶ ἄτρεστος ἐὼν πολέας κτάνεν ἀγχόθι πύργων.

### book 7.565.5

Ὡς δ’ ἁλιεὺς κατὰ πόντον ἀνὴρ λελιημένος ἄγρης

### book 7.570.1

τεύχων ἰχθύσι πῆμα φέρει μένος Ἡφαίστοιο

### book 7.570.2

νηὸς ἑῆς ἔντοσθε, διεγρομένῃ δ’ ὑπ’ ἀυτμῇ

### book 7.570.3

μαρμαίρει περὶ νῆα πυρὸς σέλας, οἳ δὲ κελαινῆς

### book 7.570.4

ἐξ ἁλὸς ἀίσσουσι μεμαότες ὕστατον αἴγλην

### book 7.570.5

εἰσιδέειν, τοὺς γάρ ῥα τανυγλώχινι τριαίνῃ

### book 7.575.1

κτείνει ἐπεσσυμένους, γάνυται δέ οἱ ἦτορ ἐπ’ ἄγρῃ·

### book 7.575.2

ὣς ἄρα κύδιμος υἱὸς ἐυπτολέμου Ἀχιλῆος

### book 7.575.3

λαΐνεον περὶ τεῖχος ἐδάμνατο δήια φῦλα

### book 7.575.4

ἀντί’ ἐπεσσυμένων. Πονέοντο δὲ πάντες Ἀχαιοὶ

### book 7.575.5

ἄλλοι ὁμῶς ἄλλῃσιν ἐπάλξεσιν· ἔβραχε δ’ εὐρὺς

### book 7.580.1

αἰγιαλὸς καὶ νῆες, ἐπεστενάχοντο δὲ μακρὰ

### book 7.580.2

τείχεα βαλλομένων. Κάματος δ’ ὑπεδάμνατο λαοὺς

### book 7.580.3

ἄσπετος ἀμφοτέρωθε (λύοντο δὲ γυῖα καὶ ἀλκὴ

### book 7.580.4

αἰζηῶν), ἀλλ’ οὔ τι μενεπτολέμου Ἀχιλῆος

### book 7.580.5

ἄμπεχεν υἱέα δῖον, ἐπεί ῥά οἱ ὄβριμον ἦτορ

### book 7.585.1

πάμπαν ἔην ἄτρυτον· ἀνιηρὸν δέ οἱ οὔ τι

### book 7.585.2

ἥψατο μαρναμένοιο 〈δέοσ〉 . . . . . . . . . . . . . . . . .

### book 7.586.1

. . . . . . . . . . . . . . . . μένος δ’ ἀκάμαντι ἐοικὼς

### book 7.586.2

ἀενάῳ ποταμῷ, τὸν ἀπειρεσίη πυρὸς ὁρμὴ

### book 7.586.3

οὔ ποτ’ ἰοῦσα φόβησε, καὶ εἰ μέγα μαίνετ’ ἀήτης

### book 7.586.4

Ἡφαίστου κλονέων ἱερὸν μένος (ἢν γὰρ ἵκηται

### book 7.590.1

ἐγγὺς ἐπὶ προχοῇσι, μαραίνεται οὐδέ οἱ ἀλκὴ

### book 7.590.2

ἅψασθ’ ἀργαλέη σθένει ὕδατος ἀκαμάτοιο)·

### book 7.590.3

ὣς ἄρα Πηλείδαο δαΐφρονος υἱέος ἐσθλοῦ

### book 7.590.4

οὔτε μόγος στονόεις οὔτ’ ἂρ δέος ἥψατο γούνων

### book 7.590.5

αἰὲν ἐρειδομένοιο καὶ ὀτρύνοντος ἑταίρους.

### book 7.595.1

Οὐ〈δὲ〉 μὲν οὐδὲ βέλος κείνου χρόα καλὸν ἵκανε

### book 7.595.2

πολλῶν βαλλομένων, ἀλλ’ ὡς νιφάδες περὶ πέτρῃ

### book 7.595.3

πολλάκις ἠίχθησαν ἐτώσια· πάντα γὰρ εὐρὺ

### book 7.595.4

εἶργε σάκος βριαρή τε κόρυς, κλυτὰ δῶρα θεοῖο·

### book 7

τοῖς ἐπικαγχαλόων κρατερὸς πάις Αἰακίδαο

### book 7.1

φοίτα μακρὰ βοῶν περὶ τείχεϊ, πολλὰ κελεύων

### book 7.2

ἐς μόθον Ἀργείοισιν ἀταρβέα [θύνε] . . . . . .

### book 7.601

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 7.601.1

. . . . . . . . . . . . . . . . . . . . . . . , οὕνεκα πάντων

### book 7.601.2

πολλὸν ἔην ὄχ’ ἄριστος, ἔχεν δ’ ἔτι θυμὸν ὁμοκλῆς

### book 7.601.3

λευγαλέης ἀκόρητον, ἑοῦ δ’ ἄρα μήδετο πατρὸς

### book 7.601.4

τίσασθ’ ἀλγινόεντα φόνον. Κεχάροντο δ’ ἄνακτι

### book 7.605.1

Μυρμιδόνες· στυγερὴ δὲ πέλεν περὶ τεῖχος ἀυτή.

### book 7.605.2

Ἔνθα δύω κτάνε παῖδε πολυχρύσοιο Μέγητος

### book 7.605.3

ὃς γένος ἔσκε Δύμαντος, ἔχεν δ’ ἐρικυδέας υἷας

### book 7.605.4

εἰδότας εὖ μὲν ἄκοντα βαλεῖν, εὖ δ’ ἵππον ἐλάσσαι

### book 7.605.5

ἐν πολέμῳ καὶ μακρὸν ἐπισταμένως δόρυ πῆλαι,

### book 7.610.1

τοὺς τέκε οἱ Περίβοια μιῇ ὠδῖνι παρ’ ὄχθας

### book 7.610.2

Σαγγαρίου, Κελτόν τε καὶ Εὔβιον· οὐδ’ ἀπόναντο

### book 7.610.3

ὄλβου ἀπειρεσίοιο πολὺν χρόνον, οὕνεκα Μοῖραι

### book 7.610.4

παῦρον ἐπὶ σφίσι πάγχυ τέλος βιότοιο βάλοντο.

### book 7.610.5

Ἄμφω δ’ ὡς ἴδον ἦμαρ ὁμῶς, καὶ κάτθανον ἄμφω

### book 7.615.1

χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὃς μὲν ἄκοντι

### book 7.615.2

βλήμενος ἐς κραδίην, ὃ δὲ χερμαδίῳ ἀλεγεινῷ

### book 7.615.3

κὰκ κεφαλῆς· βριαρὴ δὲ περιθραυσθεῖσα καρήνῳ

### book 7.615.4

ἐθλάσθη τρυφάλεια καὶ ἐγκέφαλον συνέχευεν.

### book 7.615.5

Ἀμφὶ δ’ ἄρά σφισι φῦλα περικτείνοντο καὶ ἄλλων

### book 7.620

μυρία δυσμενέων. Μέγα δ’ Ἄρεος ἔργον ὀρώρει,

### book 7.1

μέσφ’ ὅτε δὴ βουλυτὸς ἐπήλυθεν, ἤνυτο δ’ ἠὼς

### book 7.2

ἀμβροσίη, καὶ λαὸς ἀταρβέος Εὐρυπύλοιο

### book 7.3

χάσσατο τυτθὸν ἄπωθε νεῶν. Οἳ δ’ ἀγχόθι πύργων

### book 7.4

βαιὸν ἀνέπνευσαν, καὶ δ’ αὐτοὶ Τρώιοι υἷες

### book 7.625.1

ἀμπαύοντο μόγοιο δυσαλγέος, οὕνεκ’ ἐτύχθη

### book 7.625.2

φύλοπις ἀργαλέη περὶ τείχεϊ καί νύ χ’ ἅπαντες

### book 7.625.3

Ἀργεῖοι τότε νηυσὶν ἐπὶ σφετέρῃσιν ὄλοντο,

### book 7.625.4

εἰ μὴ Ἀχιλλῆος κρατερὸς πάις ἤματι κείνῳ

### book 7.625.5

δυσμενέων ἀπάλαλκε πολὺν στρατὸν ἠδὲ καὶ αὐτὸν

### book 7.630.1

Εὐρύπυλον. Τῷ δ’ αἶψα γέρων σχεδὸν ἤλυθε Φοῖνιξ,

### book 7.630.2

καί μιν ἰδὼν θάμβησεν ἐοικότα Πηλείωνι·

### book 7.630.3

ἀμφὶ δέ οἱ μέγα χάρμα καὶ ἄσπετον ἄλγος ἵκανεν,

### book 7.630.4

ἄλγος μὲν μνησθέντι ποδώκεος ἀμφ’ Ἀχιλῆος,

### book 7.630.5

χάρμα δ’ ἄρ’, οὕνεκά οἱ κρατερὸν παῖδ’ εἰσενόησε.

### book 7.635.1

Κλαῖε δ’ ὅ γ’ ἀσπασίως, ἐπεὶ οὔ ποτε φῦλ’ ἀνθρώπων

### book 7.635.2

νόσφι γόου ζώουσι, καὶ εἴ ποτε χάρμα φέρωνται.

### book 7.635.3

Ἀμφεχύθη δέ οἱ, εὖτε πατὴρ περὶ παιδὶ χυθείη,

### book 7.635.4

ὅς τε θεῶν ἰότητι πολὺν χρόνον ἄλγε’ ἀνατλὰς

### book 7.635.5

ἔλθοι ἑὸν ποτὶ δῶμα φίλῳ μέγα χάρμα τοκῆι·

### book 7.640.1

ὣς ὃ Νεοπτολέμοιο κάρη καὶ στήθεα κύσσεν

### book 7.640.2

ἀμφιχυθείς, καὶ τοῖον ἀγασσάμενος φάτο μῦθον·

### book 7.640.3

«Χαῖρέ μοι, ὦ τέκος ἐσθλὸν Ἀχιλλέος ὅν ποτ’ ἔγωγε

### book 7.640.4

τυτθὸν ἐόντ’ ἀτίταλλον ἐν ἀγκοίνῃσιν ἐμῇσι

### book 7.640.5

προφρονέως. Ὃ δ’ ἄρ’ ὦκα θεῶν ἐρικυδέι βουλῇ

### book 7.645.1

ἔρνος ὅπως ἐριθηλὲς ἀέξετο, καί οἱ ἔγωγε

### book 7.645.2

γήθεον εἰσορόων ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.

### book 7.645.3

Ἔσκε δέ μοι μέγ’ ὄνειαρ· ἴσον δέ ἑ παιδὶ τίεσκον

### book 7.1

τηλυγέτῳ, ὃ δ’ ἄρ’ ἶσον ἑῷ πατρὶ τῖεν ἐμὸν κῆρ·

### book 7.2

κείνου μὲν γὰρ ἔγωγε πατήρ, ὃ δ’ ἄρ’ υἱὸς ἔμοιγε

### book 7.1

ἔσκεν, ὅπως φήσασκεν ἰδών· «Ἑνὸς αἵματός εἰμεν

### book 7.2

εἵνεχ’ ὁμοφροσύνης». Ἀρετῇ δ’ ὅ γε φέρτερος ἦεν

### book 7.3

πολλόν, ἐπεὶ μακάρεσσι δέμας καὶ κάρτος ἐῴκει·

### book 7.4

τῷ σύ γε πάμπαν ἔοικας, ἐγὼ δ’ ἄρ〈α〉 κεῖνον ὀίω

### book 7.5

ζωὸν ἔτ’ Ἀργείοισι μετέμμεναι· οὗ μ’ ἄχος ὀξὺ

### book 7.655.1

ἀμπέχει ἤματα πάντα, λυγρῷ δ’ ἐπὶ γήραϊ θυμὸν

### book 7.655.2

τείρομαι. Ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει

### book 7.655.3

κείνου ἔτι ζώοντος· ὃ καὶ πέλει ἀνέρι κῦδος

### book 7.655.4

κηδεμονῆος ἑοῦ ὑπὸ χείρεσι ταρχυθῆναι.

### book 7.655.5

Ἀλλά, τέκος, κείνου μὲν ἐγὼ〈ν〉 οὐ λήσομαι ἦτορ

### book 7.660.1

ἀχνύμενος, σὺ δὲ μή τι χαλέπτεο πένθεϊ θυμόν.

### book 7.660.2

Ἀλλ’ ἄγε, Μυρμιδόνεσσι καὶ ἱπποδάμοισιν Ἀχαιοῖς

### book 7.660.3

τειρομένοις ἐπάμυνε μέγ’ ἀμφ’ ἀγαθοῖο τοκῆος

### book 7.660.4

χωόμενος δηίοισι· κλέος δέ τοι ἔσσεται ἐσθλὸν

### book 7.660.5

Εὐρύπυλον δαμάσαντι μάχης ἀκόρητον ἐόντα·

### book 7.665.1

τοῦ γὰρ ὑπέρτερός ἐσσι καὶ ἔσσεαι, ὅσσον ἀρείων

### book 7.665.2

σεῖο πατὴρ κείνοιο πέλεν μογεροῖο τοκῆος.»

### book 7.665.3

Ὣς φάμενον προσέειπε πάις ξανθοῦ Ἀχιλῆος·

### book 7.665.4

«Ὦ γέρον, ἡμετέρην ἀρετὴν ἀνὰ δηιοτῆτα

### book 7.665.5

Αἶσα διακρινέει κρατερὴ καὶ ὑπέρβιος Ἄρης.»

### book 7.670.1

Ὣς εἰπὼν αὐτῆμαρ ἐέλδετο τείχεος ἐκτὸς

### book 7.670.2

σεύεσθ’ ἐν τεύχεσσιν ἑοῦ πατρός· ἀλλά μιν ἔσχε

### book 7.670.3

Νὺξ ἥ τ’ ἀνθρώποισι λύσιν καμάτοιο φέρουσα

### book 7.670.4

ἔσσυτ’ ἀπ’ Ὠκεανοῖο καλυψαμένη δέμας ὄρφνῃ.

### book 7.670.5

Ἀργείων δέ μιν υἷες ἴσον κρατερῷ Ἀχιλῆι

### book 7.675.1

κύδαινον παρὰ νηυσὶ γεγηθότες, οὕνεκ’ ἄρ’ αὐτοὺς

### book 7.675.2

θαρσαλέους κατέτευξεν ἐὼν ἐπὶ δῆριν ἑτοῖμος.

### book 7.675.3

Τοὔνεκά μιν τίεσκον ἀγακλειτοῖς γεράεσσιν

### book 7.675.4

ἄσπετα δῶρα διδόντες ἅ τ’ ἀνέρι πλοῦτον ὀφέλλει·

### book 7.675.5

οἳ μὲν γὰρ χρυσόν τε καὶ ἄργυρον, οἳ δὲ γυναῖκας

### book 7.680.1

δμωίδας, οἳ δ’ ἄρα χαλκὸν ἀάσπετον, οἳ δὲ σίδηρον,

### book 7.680.2

ἄλλοι δ’ οἶνον ἐρυθρὸν ἐν ἀμφιφορεῦσιν ὄπασσαν

### book 7.680.3

ἵππους τ’ ὠκύποδας καὶ ἀρήια τεύχεα φωτῶν

### book 7.680.4

φάρεά τ’ εὐποίητα γυναικῶν κάλλιμα ἔργα·

### book 7.680.5

τοῖς ἔπι θυμὸν ἴα〈ι〉νε Νεοπτολέμοιο φίλον κῆρ.

### book 7.685.1

Καί ῥ’ οἳ μὲν δόρποιο ποτὶ κλισίῃσι μέλοντο

### book 7.685.2

υἱὸν Ἀχιλλῆος θεοειδέα κυδαίνοντες

### book 7.685.3

ἶσον ἐπουρανίοισιν ἀτειρέσι· τῷ δ’ Ἀγαμέμνων

### book 7.685.4

πόλλ’ ἐπικαγχαλόων τοῖον ποτὶ μῦθον ἔειπεν·

### book 7.685.5

«Ἀτρεκέως πάις ἐσσὶ θρασύφρονος Αἰακίδαο,

### book 7.690.1

ὦ τέκος, οὕνεκά οἱ κρατερὸν μένος ἠδὲ καὶ εἶδος

### book 7.690.2

καὶ μέγεθος καὶ θάρσος ἰδὲ φρένας ἔνδον ἔοικας.

### book 7.690.3

Τῶ σοὶ ἐγὼ μέγα θυμὸν ἰαίνομαι· ἦ γὰρ ἔολπα

### book 7.690.4

σῇσιν ὑπαὶ παλάμῃσι καὶ ἔγχεϊ δήια φῦλα

### book 7.690.5

καὶ Πριάμοιο πόληα περικλειτὴν ἐναρίξαι,

### book 7.695.1

οὕνεκα πατρὶ ἔοικας. Ἐγὼ δ’ ἄρα κεῖνον ὀίω

### book 7.695.2

εἰσοράαν παρὰ νηυσίν, ὅτε Τρώεσσιν ὁμόκλα

### book 7.695.3

χωόμενος Πατρόκλοιο δεδουπότος· ἀλλ’ ὃ μὲν ἤδη

### book 7.695.4

ἐστὶ σὺν ἀθανάτοισι· σὲ δ’ ἐκ μακάρων προέηκε

### book 7.695.5

σήμερον Ἀργείοισιν ἀπολλυμένοις ἐπαμῦναι.»

### book 7.1

Ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·

### book 7.2

«Εἴθέ 〈μιν〉, ὦ Ἀγάμεμνον, ἔτι ζώοντα κίχανον,

### book 7.1

ὄφρα καὶ αὐτὸς ἄθρησεν ἑὸν θυμήρεα παῖδα

### book 7.2

οὔ τι καταισχύνοντα βίην πατρός, ὥς περ ὀίω

### book 7.3

ἔσσεσθ’, ἤν με σόωσιν ἀκηδέες Οὐρανίωνες.»

### book 7.705.1

Ὣς ἄρ’ ἔφη πινυτῇσιν ἀρηρέμενος φρεσὶ θυμόν·

### book 7.705.2

λαοὶ δ’ ἀμφιέποντες ἐθάμβεον ἀνέρα δῖον.

### book 7.705.3

Ἀλλ’ ὅτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο,

### book 7.705.4

δὴ τότ’ ἄρ’ Αἰακίδαο θρασύφρονος ὄβριμος υἱὸς

### book 7.705.5

ἀνστὰς ἐκ δόρποιο ποτὶ κλισίας ἀφίκανε

### book 7.710.1

πατρὸς ἑοῦ. Τὰ δὲ πολλὰ δαϊκταμένων ἡρώων

### book 7.710.2

ἔντεά οἱ παρέκεινθ’· αἳ δ’ ἀμφί μιν ἄλλοθεν ἄλλαι

### book 7.710.3

χῆραι ληιάδες κλισίην ἐπιπορσύνεσκον,

### book 7.710.4

ὡς ζώοντος ἄνακτος. Ὃ δ’ ὡς ἴδεν ἔντεα Τρώων

### book 7.710.5

καὶ δμωάς, στονάχησεν· ἔρος δέ μιν εἷλε τοκῆος.

### book 7.715.1

Ὡς δ’ ὅτ’ ἀνὰ δρυμὰ πυκνὰ καὶ ἄγκεα ῥωπήεντα

### book 7.715.2

σμερδαλέοιο λέοντος ὑπ’ ἀγρευτῇσι δαμέντος

### book 7.715.3

σκύμνος ἐς ἄντρον ἵκηται ἐύσκιον, ἀμφὶ δὲ πάντῃ

### book 7.715.4

ταρφέα παπταίνει κενεὸν σπέος, ἀθρόα δ’ αὐτοῦ

### book 7.715.5

ὀστέα δερκόμενος κταμένων πάρος οὐκ ὀλίγων περ

### book 7.720.1

ἵππων ἠδὲ βοῶν μεγάλ’ ἄχνυται ἀμφὶ τοκῆος·

### book 7.720.2

ὣς ἄρα θαρσαλέοιο πάις τότε Πηλείδαο

### book 7.720.3

θυμὸν ἐπαχνώθη. Δμωαὶ δέ μιν ἀμφαγάσαντο·

### book 7.720.4

καὶ δ’ αὐτὴ Βρισηίς, ὅτ’ ἔδρακεν υἷ’ Ἀχιλῆος,

### book 7.720.5

ἄλλοτε μὲν θυμῷ μέγ’ ἐγήθεεν, ἄλλοτε δ’ αὖτε

### book 7.725.1

ἄχνυτ’ Ἀχιλλῆος μεμνημένη· ἐν δέ οἱ ἦτορ

### book 7.725.2

ἀμφασίῃ βεβόλητο κατὰ φρένας, ὡς ἐτεόν περ

### book 7.1

αὐτοῦ ἔτι ζώοντος ἀταρβέος Αἰακίδαο.

### book 7.2

Τρῶες δ’ αὖτ’ ἀπάνευθε γεγηθότες ὄβριμον ἄνδρα

### book 7.3

Εὐρύπυλον κύδαινον ἐνὶ κλισίῃσι καὶ αὐτοί,

### book 7.730.1

ὁππόσον Ἕκτορα δῖον, ὅτ’ Ἀργείους ἐδάιζε

### book 7.730.2

ῥυόμενος πτολίεθρον ἑὸν καὶ κτῆσιν ἅπασαν.

### book 7.730.3

Ἀλλ’ ὅτε δὴ μερόπεσσιν ἐπὶ γλυκὺς ἤλυθεν ὕπνος,

### book 7.730.4

δὴ τότε Τρώιοι υἷες ἰδ’ Ἀργεῖοι μενεχάρμαι

### book 7

νόσφι φυλακτήρων εὗδον βεβαρηότες ὕπνῳ.

### book 8.1.1

Ἦμος δ’ ἠελίοιο φάος περικίδναται αἶαν

### book 8.1.2

ἐκ περάτων ἀνιόντος, ὅθι σπέος Ἠριγενείης,

### book 8.1.3

δὴ τότε που Τρῶες καὶ Ἀχαιῶν ὄβριμοι υἷες

### book 8.1.4

θωρήσσονθ’ ἑκάτερθεν ἐπειγόμενοι ποτὶ δῆριν.

### book 8.5.1

Τοὺς μὲν 〈γὰρ〉 πάις ἐσθλὸς Ἀχιλλέος ὀτρύνεσκεν

### book 8.5.2

ἀντιάαν Τρώεσσιν ἀταρβέα θυμὸν ἔχοντας,

### book 8.5.3

τοὺς δ’ ἄρα Τηλεφίδαο μέγα σθένος· ἦ γὰρ ἐώλπει

### book 8.5.4

τεῖχος μὲν χαμάδις βαλέειν νῆάς τ’ ἀμαθύνειν

### book 8.5.5

ἐν πυρὶ λευγαλέῳ, λαοὺς δ’ ὑπὸ χερσὶ δαΐξαι·

### book 8.10.1

ἀλλά οἱ ἐλπωρὴ μὲν ἔην ἐναλίγκιος αὔρῃ

### book 8.10.2

μαψιδίῃ· Κῆρες δὲ μάλα σχεδὸν ἑστηυῖαι

### book 8.10.3

πολλὸν καγχαλάασκον ἐτώσια μητιόωντι.

### book 8.10.4

Καὶ τότε Μυρμιδόνεσσιν Ἀχιλλέος ἄτρομος υἱὸς

### book 8.10.5

θαρσαλέον φάτο μῦθον ἐποτρύνων πονέεσθαι·

### book 8.15.1

«Κέκλυτέ μευ, θεράποντες, ἀρήιον ἐν φρεσὶ θυμὸν

### book 8.15.2

θέντες, ἵν’ Ἀργείοισιν ἄκος πολέμου ἀλεγεινοῦ,

### book 8.15.3

δυσμενέεσσι δὲ πῆμα γενώμεθα· μηδέ τις ἡμέων

### book 8.15.4

ταρβείτω· κρατερὴ γὰρ ἄδην ἐκ θάρσεος ἀλκὴ

### book 8.15.5

γίνεται ἀνθρώποισι, δέος δὲ βίην ἀμαθύνει

### book 8.20.1

καὶ νόον. Ἀλλ’ ἄγε πάντες ἐς Ἄρεα καρτύνασθε,

### book 8.20.2

ὄφρα μὴ ἀμπνεύσῃ Τρώων στρατός, ἀλλ’ Ἀχιλῆα

### book 8.20.3

φαίη ἔτι ζώοντα μετέμμεναι Ἀργείοισιν.»

### book 8.20.4

Ὣς εἰπὼν ὤμοισι πατρώια δύσετο τεύχη

### book 8.20.5

πάντοθε μαρμαίροντα· Θέτις δ’ ἠγάλλετο θυμῷ

### book 8.25.1

ἐξ ἁλὸς εἰσορόωσα μέγα σθένος υἱωνοῖο.

### book 8.25.2

Καί ῥα θοῶς οἴμησε πρὸ τείχεος αἰπεινοῖο

### book 8.25.3

ἐμβεβαὼς ἵπποισιν ἑοῦ πατρὸς ἀθανάτοισιν.

### book 8.25.4

Οἷος δ’ ἐκ περάτων ἀν〈α〉φαίνεται Ὠκεανοῖο

### book 8.25.5

Ἠέλιος θηητὸν ἐπὶ χθόνα πῦρ ἀμαρύσσων,

### book 8.30.1

πῦρ, ὅτε οἱ πώλοισι καὶ ἅρμασι συμφέρετ’ ἀστὴρ

### book 8.30.2

Σείριος ὅς τε βροτοῖσι φέρει πολυκηδέα νοῦσον·

### book 8.30.3

τοῖος ἐπὶ Τρώων στρατὸν ἤιεν ὄβριμος ἥρως,

### book 8.30.4

υἱὸς Ἀχιλλῆος. Φόρεον δέ μιν ἄμβροτοι ἵπποι

### book 8.30.5

τούς οἱ ἐελδομένῳ νηῶν ἄπο λαὸν ἐλάσσαι

### book 8.35.1

ὤπασεν Αὐτομέδων· ὃς γάρ σφεας ἡνιόχευεν.

### book 8.35.2

Ἵπποι δ’ αὖτ’ ἐχάρησαν ἑὸν φορέοντες ἄνακτα

### book 8.35.3

εἴκελον Αἰακίδῃ· τῶ〈ν〉 δ’ ἄφθιτον ἦτορ ἐώλπει

### book 8.35.4

ἔμμεναι ἀνέρα κεῖνον Ἀχιλλέος οὔ τι χερείω.

### book 8.35.5

Ὣς δὲ καὶ Ἀργεῖοι μέγα καγχαλόωντες ἄγερθεν

### book 8.40.1

ἀμφὶ Νεοπτολέμοιο βίην ἄμοτον μεμαῶτες,

### book 8.40.2

λευγαλέοις σφήκεσσιν ἐοικότες, οὕς τε κλονήσῃ

### book 8.41.1

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 8.41.2

χηραμοῦ ἐκποτέονται ἐελδόμενοι χρόα θεῖναι

### book 8.41.3

ἀνδρόμεον, πάντες δὲ περὶ † σθένος † ὁρμαίνοντες

### book 8

τεύχουσι〈ν〉 μέγα πῆμα παρεσσυμένοισι βροτοῖσιν·

### book 8.45.1

ὣς οἵ γ’ ἐκ νηῶν καὶ τείχεος ἐξεχέοντο

### book 8.45.2

μαιμώωντες Ἄρηι. Πολὺς δ’ ἐστείνετο χῶρος·

### book 8.45.3

πᾶν πεδίον δ’ ἀπάνευθεν ἐλάμπετο τεύχεσι φωτῶν,

### book 8.45.4

ἠελίου καθύπερθεν ὑπ’ ἠέρι μαρμαίροντος.

### book 8.45.5

Οἷον δὲ νέφος εἶσι δι’ ἠέρος ἀπλήτοιο

### book 8.1

πνοιῇσι〈ν〉 μεγάλῃσιν ἐλαυνόμενον Βορέαο,

### book 8.2

ἦμος δὴ νιφετός τε πέλει καὶ χείματος ὥρη

### book 8.3

ἀργαλέη, πάντῃ δὲ περιστέφει οὐρανὸν ὄρφνη·

### book 8.4

ὣς τῶν πλήθετο γαῖα συνερχομένων ἑκάτερθε

### book 8.5

νηῶν βαιὸν ἄπωθε· κόνις δ’ εἰς οὐρανὸν εὐρὺν

### book 8.55.1

πέπτατ’ ἀειρομένη. Κανάχιζε δὲ τεύχεα φωτῶν,

### book 8.55.2

σὺν δὲ καὶ ἅρματα πολλά· διεσσύμενοι δ’ ἐπὶ μῶλον

### book 8.55.3

ἵπποι ὑπεχρεμέτιζον. Ἑὴ δ’ ἐκέλευεν ἕκαστον

### book 8.55.4

ἀλκὴ ἀνιηρὴν ἐς φύλοπιν ὀτρύνουσα.

### book 8.55.5

Ὡς δ’ ὅτε κύματα μακρὰ δύω κλονέουσιν ἀῆται

### book 8.60.1

σμερδαλέον βρομέοντες ἀνὰ πλατὺ χεῦμα θαλάσσης

### book 8.60.2

ἔκποθεν ἀλλήλοισι περιρρηγνύντες ἀέλλας,

### book 8.60.3

ὁππότε χεῖμ’ ἀλεγεινὸν ἀν’ εὐρέα βένθεα πόντου

### book 8.60.4

μαίνετ’, ἀμαιμακέτη δὲ περιστένει Ἀμφιτρίτη

### book 8.60.5

κύμασι λευγαλέοισι, τὰ δ’ ἄλλοθεν ἄλλα φέρονται

### book 8.65.1

οὔρεσιν ἠλιβάτοισιν ἐοικότα, τῶν δ’ ἀλεγεινὴ

### book 8.65.2

ὀρνυμένων ἑκάτερθε πέλει κατὰ πόντον ἰωή·

### book 8.1

ὣς οἵ γ’ ἀμφοτέρωθεν ἐς Ἄρεα συμφορέοντο

### book 8.2

σμερδαλέον μεμαῶτες· Ἔρις δ’ ὀρόθυνε καὶ αὐτή.

### book 8.3

Σὺν δ’ ἔβαλον βροντῇσιν ἐοικότες ἢ στεροπῇσιν

### book 8.70.1

αἵ τε μέγα κτυπέουσι δι’ ἠέρος, ὁππότ’ ἀῆται

### book 8.70.2

λάβροι ἐριδμαίνωσι, καὶ ὁππότε λάβρον ἀέντες

### book 8.70.3

σὺν νέφεα ῥήξωσι Διὸς μέγα χωομένοιο

### book 8.70.4

ἀνδράσιν οἵ τ’ ἐρίτιμον ὑπὲρ Θέμιν ἔργα κάμωνται·

### book 8.70.5

ὣς οἵ γ’ ἀλλήλοισιν ἐπέχραον· ἔγχεϊ δ’ ἔγχος

### book 8.75.1

συμφέρετ’, ἀσπίδι δ’ ἀσπίς, ἐπ’ ἀνέρα δ’ ἤιεν ἀνήρ.

### book 8.75.2

Πρῶτος δ’ ὄβριμος υἱὸς ἐυπτολέμου Ἀχιλῆος

### book 8.75.3

δάμνατ’ ἐὺν Μελανῆα καὶ ἀγλαὸν Ἀλκιδάμαντα,

### book 8.75.4

υἷας Ἀλεξινόμοιο δαΐφρονος ὅς τ’ ἐνὶ κοίλῃ

### book 8.75.5

Καύνῳ ναιετάεσκε διειδέος ἀγχόθι λίμνης

### book 8.80.1

Ἴμβρῳ ὑπὸ νιφόεντι παραὶ ποσὶ Ταρβήλοιο.

### book 8.80.2

Κτεῖνε δὲ Κασσάνδροιο θοὸν ποσὶ παῖδα Μύνητα

### book 8.80.3

ὃν τέκε δῖα Κρέουσα παρὰ προχοῇς ποταμοῖο

### book 8.80.4

Λίνδου ἐυρρείταο, μενεπτολέμων ὅθι Καρῶν

### book 8.80.5

πείρατα καὶ Λυκίης ἐρικυδέος ἄκρα πέλονται.

### book 8.85.1

Εἷλε δ’ ἄρ’ αἰχμητῆρα Μόρυν Φρυγίηθε μολόντα·

### book 8.85.2

τῷ δ’ ἄρ’ ὁμῶς Πόλυβόν τε καὶ Ἱππομέδοντα κατέκτα,

### book 8.85.3

τὸν μὲν ὑπὸ κραδίην, τὸν δ’ ἐ〈σ〉 κληῖδα τυχήσας.

### book 8.85.4

Δάμνατ〈ο δ’〉 ἄλλοθεν ἄλλον· ἐπέστενε δ’ αἶα νέκυσσι

### book 8

Τρώων. Οἳ δ’ ὑπόεικον ἐοικότες αὐαλέοισι

### book 8.90.1

θάμνοις οὕς 〈τ’〉 ὀλοοῖο πυρὸς καταδάμνατ’ ἀυτμὴ

### book 8.90.2

ῥηιδίως, ἐπιόντος ὀπωρινοῦ Βορέαο·

### book 8.90.3

ὣς τοῦ ἐπεσσυμένοιο κατηρείποντο φάλαγγες.

### book 8.90.4

Αἰνείας δ’ ἐδάμασσεν Ἀριστόλοχον μενεχάρμην

### book 8.90.5

πλήξας χερμαδίῳ κατὰ κρά〈α〉τος· ἐν δ’ ἄρ’ ἔθλασσεν

### book 8.95.1

ὀστέα σὺν πήληκι· λίπεν δ’ ἄφαρ ὀστέα θυμός.

### book 8.95.2

Τυδείδης δ’ Εὔμαιον ἕλε〈ν〉 θοὸν ὅς ποτ’ ἔναιε

### book 8.95.3

Δάρδανον αἰπήεσσαν, ἵν’ Ἀγχίσαο πέλονται

### book 8.95.4

εὐναί, ὅπου Κυθέρειαν ἐν ἀγκοίνῃσι δάμασσεν.

### book 8.95.5

Ἂν δ’ Ἀγαμέμνων κτεῖνεν Ἐύστρατον, οὐδ’ ὅ γε Θρῄκην

### book 8.1

ἵκετ’ ἀπὸ πτολέμοιο, φίλης δ’ ἑκὰς ἔφθιτο πάτρης.

### book 8.2

Μηριόνης δ’ ἐδάμασσε Χλέμον Πεισήνορος υἷα,

### book 8.3

ἀντιθέου Γλαύκοιο φίλον 〈καὶ〉 πιστὸν ἑταῖρον,

### book 8.4

ὅς ῥά τε ναιετάεσκε παρὰ προχοῇς Λιμύροιο

### book 8.5

καί ῥά μιν ὡς βασιλῆα περικτίονες τίον ἄνδρες,

### book 8.105.1

Γλαύκου ἀποκταμένοιο καὶ οὐκέτι κοιρανέοντος,

### book 8.105.2

πάντες ὅσοι Φοίνικος ἕδος περὶ πάγχυ νέμοντο

### book 8.105.3

αἰπύ τε Μασσικύτοιο ῥίον βωμόν τε Χιμαίρης.

### book 8.105.4

Ἄλλος δ’ ἄλλον ἔπεφνε κατὰ μόθον· ἐν δ’ ἄρα τοῖσιν

### book 8.105.5

Εὐρύπυλος πολέεσσι κακὰς ἐπὶ Κῆρας ἴαλλε

### book 8.110.1

δυσμενέσιν. Πρῶτον δὲ μενεπτόλεμον κατέπεφνεν

### book 8.110.2

Εὔρυτον, αὐτὰρ ἔπειτα Μενοίτιον αἰολομίτρην,

### book 8.110.3

ἀντιθέους ἑτάρους Ἐλεφήνορος· ἀμφὶ δ’ ἄρά σφιν

### book 8.110.4

Ἅρπαλον ὅς ῥ’ Ὀδυσῆος ἐύφρονος ἔσκεν ἑταῖρος.

### book 8

Ἀλλ’ ὃ μὲν οὖν ἀπάτερθεν ἔχεν πόνον οὐδ’ ἐπαμύνειν

### book 8.115.1

ἔσθενεν ᾧ θεράποντι δεδουπότι· τοῦ δ’ ἄρ’ ἑταῖρος

### book 8.115.2

Ἄντιφος ὀβριμόθυμος ἀποκταμένοιο χολώθη

### book 8.115.3

καὶ βάλεν Εὐρυπύλοιο καταντίον· ἀλλά μιν οὔ τι

### book 8.115.4

οὔτασεν, οὕνεκά οἱ κρατερὸν δόρυ τυτθὸν ἄπωθεν

### book 8.115.5

ἔμπεσε Με〈ι〉λανίωνι δαΐφρονι τόν ποτε μήτηρ

### book 8.120.1

γείνατο πὰρ προχοῇσιν ἐυρρείταο Καΐκου,

### book 8.120.2

Κλείτη καλλιπάρηος ὑποδμηθεῖς’ Ἐρυλάῳ.

### book 8.120.3

Εὐρύπυλος δ’ ἑτάροιο χολωσάμενος κταμένοιο

### book 8.120.4

Ἀντίφῳ αἶψ’ ἐπόρουσεν· ὃ δ’ ἔκφυγε ποσσὶ θοοῖσιν

### book 8.120.5

ἐς πληθὺν ἑτάρων· κρατερὸν δέ μιν οὔ τι δάμασσεν

### book 8.125.1

ἔγχος Τηλεφίδαο δαΐφρονος, οὕνεκ’ ἔμελλεν

### book 8.125.2

ἀργαλέως ὀλέ〈ε〉σθαι ὑπ’ ἀνδροφόνοιο Κύκλωπος

### book 8.125.3

ὕστερον· ὣς γάρ που στυγερῇ ἐπιήνδανε Μοίρῃ.

### book 8.125.4

Εὐρύπυλος δ’ ἑτέρωθεν ἐπῴχετο· τοῦ δ’ ὑπὸ δουρὶ

### book 8.125.5

αἰὲν ἐπεσσυμένοιο κατήριπε πουλὺς ὅμιλος.

### book 8.130.1

Ἠύτε δένδρεα μακρὰ βίῃ δμηθέντα σιδήρου

### book 8.130.2

οὔρεσιν ἐν λασίοισιν ἀναπλήσωσι φάραγγας

### book 8.130.3

κεκλιμέν’ ἄλλοθεν ἄλλα κατὰ χθονός· ὣς ἄρ’ Ἀχαιοὶ

### book 8.130.4

δάμναντ’ Εὐρυπύλοιο δαΐφρονος ἐγχείῃσι,

### book 8.130.5

μέσφ’ ὅτε οἱ κίεν ἄντα μέγα φρονέων ἐνὶ θυμῷ

### book 8.135.1

υἱὸς Ἀχιλλῆος· τὼ δ’ ἄμφω δούρατα μακρὰ

### book 8.135.2

ἐν παλάμῃσι τίνασσον ἐπὶ σφίσι μαιμώωντες.

### book 8.135.3

Εὐρύπυλος δέ 〈ἑ〉 πρῶτος ἀνειρόμενος προσέειπε·

### book 8.135.4

«Τίς πόθεν εἰλήλουθας ἐναντίον ἄμμι μάχεσθαι;

### book 8.135.5

Ἦ σε πρὸς Ἄιδα Κῆρες ἀμείλικτοι φορέουσιν·

### book 8.140.1

οὐ γάρ τίς μ’ ὑπάλυξεν ἐν ἀργαλέῃ ὑσμίνῃ,

### book 8.140.2

ἀλλά μοι ὅσσοι ἔναντα λιλαιόμενοι μαχέσασθαι

### book 8.140.3

δεῦρο κίον, πάντεσσι φόνον στονόεντ’ ἐφέηκα

### book 8.140.4

ἀργαλέως, πάντων δὲ παρὰ Ξάνθοιο ῥέεθρα

### book 8.140.5

ὀστέα τε σάρκας τε κύνες διὰ πάντ’ ἐδάσαντο.

### book 8.145.1

Ἀλλά μοι εἰπέ, τίς ἐσσι, τίνος δ’ ἐπαγάλλεαι ἵπποις;»

### book 8.145.2

Ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·

### book 8.145.3

«Τίπτε μ’ ἐπισπεύδοντα ποτὶ κλόνον αἱματόεντα

### book 8.145.4

ἐχθρὸς ἐὼν ὡς εἴ τε φίλα φρονέων ἐρεείνεις

### book 8.145.5

εἰπέμεναι γενεήν, ἥν περ μάλα πολλοὶ ἴσασιν;

### book 8.1

Υἱὸς Ἀχιλλῆος κρατερόφρονος, ὅς τε τοκῆα

### book 8.2

σεῖο πάροιθ’ ἐφόβησε βαλὼν περιμήκεϊ δουρί·

### book 8.3

καί νύ κέ μιν θανάτοιο κακαὶ περὶ Κῆρες ἔμαρψαν,

### book 8.4

εἰ μή οἱ στονόεντα θοῶς ἰήσατ’ ὄλεθρον.

### book 8.5

Ἵπποι δ’ οἳ φορέουσιν ἐμοῦ πατρὸς ἀντιθέοιο,

### book 8.155.1

οὓς τέκεθ’ Ἅρπυια Ζεφύρῳ πάρος εὐνηθεῖσα,

### book 8.155.2

οἵ τε καὶ ἀτρύγετον πέλαγος διὰ ποσσὶ θέουσιν

### book 8.155.3

ἀκρονύχως ψαύοντες, ἴσον δ’ ἀνέμοισι φέρονται.

### book 8.155.4

Νῦν δ’ ἐπεὶ οὖν γενεὴν ἐδάης ἵππων τε καὶ αὐτοῦ,

### book 8.155.5

καὶ δόρατος πείρησαι ἀτειρέος ἡμετέροιο

### book 8.160.1

γνώμεναι ἀντιβίην· γενεὴ δέ οἱ ἐν κορυφῇσι

### book 8.160.2

Πηλίου αἰπεινοῖο, τομὴν ὅθι λεῖπε καὶ εὐνήν.»

### book 8.160.3

Ἦ ῥα καὶ ἐξ ἵππων χαμάδις θόρε κύδιμος ἀνὴρ

### book 8.160.4

πάλλων ἐγχείην περιμήκετον. Ὃς δ’ ἑτέρωθε

### book 8.160.5

χερσὶν ὑπὸ κρατερῇσιν ἀπειρεσίην λάβε πέτρην

### book 8.165.1

καί ῥα Νεοπτολέμοιο κατ’ ἀσπίδος ἧκε φέρεσθαι

### book 8.165.2

χρυσείης· τὸν δ’ οὔ τι προσεσσύμενον στυφέλιξεν·

### book 8.165.3

ἀλλ’ ἅτε πρὼν εἱστήκει ἀπείριτος οὔρεϊ μακρῷ,

### book 8.165.4

τόν ῥα διιπετέων ποταμῶν μένος οὐδ’ ἅμα πάντων

### book 8

ἂψ ὦσαι δύναται, ὃ γὰρ ἔμπεδον ἐρρίζωται·

### book 8.170.1

ὣς μένεν ἄτρομος αἰὲν Ἀχιλλέος ὄβριμος υἱός.

### book 8.170.2

Ἀλλ’ οὐδ’ ὧς τάρβησε θρασὺ σθένος Εὐρυπύλοιο

### book 8.170.3

ἄσχετον υἷ’ Ἀχιλῆος, ἐπεί ῥά μιν ὀτρύνεσκε

### book 8.170.4

θάρσος ἑὸν καὶ Κῆρες. Ὑπὸ κραδίῃσι δὲ θυμὸς

### book 8.170.5

ἔζεεν ἀμφοτέροισι· περὶ σφίσι δ’ αἰόλα τεύχη

### book 8.175.1

ἔβραχεν. Οἳ δ’ ἅτε θῆρες ἐπῄεσαν ἀλλήλοισι

### book 8.175.2

σμερδαλέοι, τοῖσίν τε κατ’ οὔρεα δῆρις ἀέξει,

### book 8.175.3

ὁππότε λευγαλέῃ λιμῷ βεβολημένοι ἦτορ

### book 8.175.4

ἢ βοὸς ἢ ἐλάφοιο περὶ κταμένου πονέωνται

### book 8.175.5

ἄμφω παιφάσσοντες, ἐπικτυπέουσι δὲ βῆσσαι

### book 8.180.1

μαρναμένων· ὣς οἵ γε συνῄεσαν ἀλλήλοισι

### book 8.180.2

δῆριν συμφορέοντες ἀμείλιχον. Ἀμφὶ δὲ μακραὶ

### book 8.180.3

λαῶν ἀμφοτέρωθεν ἄδην πονέοντο φάλαγγες

### book 8.180.4

ἐς μόθον, ἀργαλέη δὲ περὶ σφίσι δῆρις ὀρώρει.

### book 8.180.5

Οἳ δ’ ἀνέμων ῥιπῇσιν ἐοικότες αἰψηρῇσι

### book 8.185.1

σύν ῥ’ ἔβαλον μελίῃσι μεμαότες αἷμα κεδάσσαι

### book 8.185.2

ἀλλήλων. Τοὺς δ’ αἰὲν ἐποτρύνεσκεν Ἐνυὼ

### book 8.185.3

ἐγγύθεν ἱσταμένη· τοὶ δ’ οὐκ ἀπέληγον ὁμοκλῆς,

### book 8.185.4

ἀλλά σφεας ἐδάιζον ἐς ἀσπίδας, ἄλλοτε δ’ αὖτε

### book 8.185.5

οὔταζον κνημῖδας ἰδ’ ὑψιλόφους τρυφαλείας·

### book 8.190.1

καί τις καὶ χροὸς ἥψατ’, ἐπεὶ πόνος αἰνὸς ἔπειγε

### book 8.190.2

θαρσαλέους ἥρωας. Ἔρις δ’ ἐπετέρπετο θυμῷ

### book 8.190.3

κείνους εἰσορόωσα. Πολὺς δ’ ἐξέρρεεν ἱδρὼς

### book 8.190.4

ἀμφοτέρων· οἳ δ’ αἰὲν ἐκαρτύνοντο μένοντες·

### book 8.190.5

ἄμφω γὰρ μακάρων ἔσαν αἵματος. Οἳ δ’ ἀπ’ Ὀλύμπου

### book 8.194

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 8.195

οἳ μὲν γὰρ κύδαινον Ἀχιλλέος ὄβριμον υἷα,

### book 8.1

οἳ δ’ αὖτ’ Εὐρύπυλον θεοειδέα. Τοὶ δ’ ἑκάτερθε

### book 8.2

μάρναντ’ ἀκμήτοισιν ἐειδόμενοι σκοπέλοισιν

### book 8.3

ἠλιβάτων ὀρέων· μέγα δ’ ἔβραχον ἀμφοτέρωθε

### book 8.4

θεινόμεναι μελίῃσι τότ’ ἀσπίδες. Ὀψὲ δὲ μακρὴ

### book 8.1

Πηλιὰς Εὐρυπύλοιο διήλυθεν ἀνθερεῶνος

### book 8.2

πολλὰ πονησαμένη· τοῦ δ’ ἔκχυτο φοίνιον αἷμα

### book 8.3

ἐσσυμένως· ψυχὴ δὲ δι’ ἕλκεος ἐξεποτήθη

### book 8.4

ἐκ μελέων, ὀλοὴ δὲ κατ’ ὀφθαλμῶν πέσεν ὄρφνη.

### book 8.5

Ἤριπε δ’ ἐν τεύχεσσι κατὰ χθονός, ἠύτε βλωθρὴ

### book 8.205.1

ἢ πίτυς ἢ ἐλάτη κρυεροῦ Βορέαο βίηφιν

### book 8.205.2

ἐκ ῥιζῶν ἐριποῦσα· τόσην ἐπικάππεσε γαῖαν

### book 8.205.3

Εὐρυπύλοιο δέμας, μέγα δ’ ἔβραχε Τρώιον οὖδας

### book 8.205.4

καὶ πεδίον· χλοερὴ δὲ θοῶς κατεχεύατο νεκρῷ

### book 8.205.5

ἀχροίη καὶ καλὸν ἀπημάλδυνεν ἔρευθος.

### book 8.210.1

Τῷ δ’ ἐπικαγχαλόων μεγάλ’ εὔχετο καρτερὸς ἥρως·

### book 8.210.2

«Εὐρύπυλ’, ἦ που ἔφης Δαναῶν νέας ἠδὲ καὶ αὐτοὺς

### book 8.210.3

δῃώσειν καὶ πάντας ὀιζυρῶς ἀπολέσσειν

### book 8.210.4

ἡμέας· ἀλλὰ σοὶ οὔ τι θεοὶ τελέεσκον ἐέλδωρ,

### book 8.210.5

ἀλλ’ ὑπ’ ἐμοί ς’ ἐδάμασσε καὶ ἀκάματόν περ ἐόντα

### book 8.215.1

πατρὸς ἐμοῖο μέγ’ ἔγχος, ὅ περ βροτὸς οὔ τις ἄλυξεν

### book 8.215.2

ἡμῖν ἄντα μολών, οὐδ’ εἰ παγχάλκεος ἦεν.»

### book 8.215.3

Ἦ ῥα καὶ ἐκ νέκυος περιμήκετον εἴρυσεν αἰχμὴν

### book 8.215.4

ἐσσυμένως· Τρῶες δὲ μέγ’ ἔτρεσαν εἰσορόωντες

### book 8.215.5

ἀνέρα καρτερόθυμον. Ὃ δ’ αὐτίκα τεύχε’ ἀπούρας

### book 8.220.1

δῶκε θοοῖς ἑτάροισι φέρειν ποτὶ νῆας Ἀχαιῶν·

### book 8.220.2

αὐτὸς δ’ ἐς θοὸν ἅρμα θορὼν καὶ ἀτειρέας ἵππους

### book 8.1

ἤιεν, οἷός τ’ εἶσι δι’ αἰθέρος ἀπλήτοιο

### book 8.2

ἐκ Διὸς ἀκαμάτοιο σὺν ἀστεροπῇσι κεραυνός,

### book 8.3

ὅν τε περιτρομέουσι καὶ ἀθάνατοι κατιόντα

### book 8.225.1

νόσφι Διὸς μεγάλοιο, ὃ δ’ ἐσσύμενος ποτὶ γαῖαν

### book 8.225.2

δένδρεά τε ῥήγνυσι καὶ οὔρεα παιπαλόεντα·

### book 8.225.3

ὣς ὃ θοῶς Τρώεσσιν ἐπέσσυτο πῆμα κορύσσων·

### book 8.225.4

δάμνατο δ’ ἄλλοθεν ἄλλον ὅσους κίχον ἄμβροτοι ἵπποι.

### book 8.225.5

Πλήθετο δὲ χθονὸς οὖδας, ἄδην δ’ ἐρυθαίνετο λύθρῳ·

### book 8.230.1

ὡς δ’ ὅτε μυρία φύλλα κατ’ οὔρεος ἐν βήσσῃσι

### book 8.230.2

ταρφέα πεπτηῶτα χύδην κατὰ γαῖαν ἐρέψῃ·

### book 8.230.3

ὣς Τρώων τότε λαὸς ἀάσπετος ἐν χθονὶ κεῖτο

### book 8.230.4

χερσὶ Νεοπτολέμοιο καὶ Ἀργείων ἐριθύμων·

### book 8.230.5

ὧν ἄπλετον μετὰ χερσὶν ὑπέρρεεν αἷμα κελαινὸν

### book 8.235.1

αὐτῶν ἠδ’ ἵππων· μάλα δ’ ἄντυγες ἀμφ’ ὀχέεσσι

### book 8.235.2

κινύμεναι δεύοντο περὶ στροφάλιγξιν ἑῇσι.

### book 8.235.3

Καί νύ κε Τρώιοι υἷες ἔσω πυλέων ἀφίκοντο,

### book 8.235.4

πόρτιες εὖτε λέοντα φοβεύμεναι ἢ σύες ὄμβρον,

### book 8.235.5

εἰ μὴ Ἄρης ἀλεγεινὸς ἀρηγέμεναι μενεαίνων

### book 8.240.1

Τρωσὶ φιλοπτολέμοισι κατήλυθεν Οὐλύμποιο

### book 8.240.2

κρύβδ’ ἄλλων μακάρων. Φόρεον δέ μιν ἐς μόθον ἵπποι

### book 8.240.3

Αἴθων καὶ Φλογίος, Κόναβος δ’ ἐπὶ τοῖσι Φόβος τε,

### book 8.240.4

τοὺς Βορέῃ κελάδοντι τέκε〈ν〉 βλοσυρῶπις Ἐριννὺς

### book 8.240.5

πῦρ ὀλοὸν πνείοντας· ὑπέστενε δ’ αἰόλος αἰθὴρ

### book 8.245.1

ἐσσυμένων ποτὶ δῆριν. Ὃ δ’ ὀτραλέως ἀφίκανεν

### book 8.245.2

ἐς Τροίην· ὑπὸ δ’ αἶα μέγ’ ἔκτυπε θεσπεσίοισιν

### book 8.245.3

ἵππων ἀμφὶ πόδεσσι· μολὼν δ’ ἄγχιστα κυδοιμοῦ

### book 8.245.4

πῆλε δόρυ βριαρόν, μέγα δ’ ἴαχε Τρωσὶ κελεύων

### book 8

ἀντιάαν δηίοισι κατὰ κλόνον. Οἳ δ’ ἀίοντες

### book 8.1

θεσπεσίην ὄπα πάντες ἐθάμβεον· οὐ γὰρ ἴδοντο

### book 8.2

ἄμβροτον ἀθανάτοιο θεοῦ δέμας οὐδὲ μὲν ἵππους·

### book 8.3

ἠέρι 〈γὰρ〉 κεκάλυπτο. Νόησε δὲ θέσκελον αὐδὴν

### book 8.4

ἔκποθεν ἀίσσουσαν ἄδην εἰς οὔατα Τρώων

### book 8.5

ἀντιθέου Ἑλένοιο κλυτὸς νόος· ἐν δ’ ἄρα θυμῷ

### book 8.255.1

γήθησε〈ν〉 καὶ λαὸν ἀπεσσύμενον μέγ’ ἀύτει·

### book 8.255.2

«Ἆ δειλοί, τί φέβεσθε φιλοπτολέμου Ἀχιλῆος

### book 8.255.3

υἱέα θαρσαλέον; Θνητός νύ τίς ἐστι καὶ αὐτός,

### book 8.255.4

οὐδέ οἱ ἶσον Ἄρηι πέλει σθένος ὃς μέγ’ ἀρήγει

### book 8.255.5

ἧμιν ἐελδομένοισι· βοᾷ δ’ ὅ γε μακρὰ κελεύων

### book 8.260.1

μάρνασθ’ Ἀργείοισι κατὰ κλόνον. Ἀλλ’ ἄγε θυμῷ

### book 8.260.2

τλῆτε, φίλοι, καὶ θάρσος ἐνὶ στήθεσσι βάλεσθε·

### book 8.260.3

οὐ γὰρ ἀμείνονα Τρωσὶν ὀίομαι ἄλλον ἱκέσθαι

### book 8.260.4

ἀλκτῆρα πτολέμοιο· τί γὰρ ποτὶ δῆριν Ἄρηος

### book 8.260.5

λώιον, εὖτε βροτοῖσι κορυσσομένοις ἐπαμύνῃ,

### book 8.265.1

ὡς νῦν ἧμιν ἵκανεν ἐπίρροθος; Ἀλλὰ καὶ αὐτοὶ

### book 8.265.2

μνήσασθε πτολέμοιο, δέος δ’ ἀπὸ νόσφι βάλεσθε.»

### book 8.265.3

Ὣς φάτο· τοὶ δ’ ἵσταντο καταντίον Ἀργείοισιν·

### book 8.265.4

ἠύτ’ ἐνὶ ξυλόχοισι κύνες κατέναντα λύκοιο

### book 8.265.5

φεύγοντες τὸ πάροιθε βίην στρέψωσι μάχεσθαι,

### book 8.270.1

ταρφέα μηλονόμοιο παροτρύνοντος ἔπεσσιν·

### book 8.270.2

ὣς ἄρα Τρώιοι υἷες ἀνὰ μόθον αἰνὸν Ἄρηος

### book 8.270.3

δείματος ἐκτὸς ἔσαν, κατὰ δ’ ἀντίον ἀνέρος ἀνὴρ

### book 8.270.4

μάρνατο θαρσαλέως· περὶ δ’ ἔκτυπεν ἔντεα φωτῶν

### book 8.270.5

θεινόμενα ξιφέεσσι καὶ ἔγχεσι καὶ βελέεσσιν·

### book 8.275.1

αἰχμαὶ δ’ ἐς χρόα δῦνον· ἐδεύετο δ’ αἵματι πολλῷ

### book 8.275.2

δεινὸς Ἄρης· ὀλέκοντο δ’ ἀνὰ μόθον ἄλλος ἐπ’ ἄλλῳ

### book 8.275.3

μαρναμένων ἑκάτερθε. Μάχη δ’ ἔχεν ἶσα τάλαντα·

### book 8.275.4

ὡς δ’ ὁπότ’ αἰζηοὶ μεγάλης ἀνὰ γουνὸν ἀλωῆς

### book 8.275.5

ὄρχατον ἀμπελόεντα διατμήξωσι σιδήρῳ

### book 8.280.1

σπερχόμενοι, τῶν δ’ ἶσον ἀέξεται εἰς ἔριν ἔργον,

### book 8.280.2

ὁππότ’ ἴσοι τελέθουσιν ὁμηλικίῃ τε βίῃ τε·

### book 8.280.3

ὣς τῶν ἀμφοτέρωθε μάχης ἀλεγεινὰ τάλαντα

### book 8.280.4

ἶσα πέλεν· Τρῶες γὰρ ὑπέρβιον ἐνθέμενοι κῆρ

### book 8.280.5

μίμνον ἀταρβήτοιο πεποιθότες Ἄρεος ἀλκῇ,

### book 8.285.1

Ἀργεῖοι δ’ ἄρα παιδὶ μενεπτολέμου Ἀχιλῆος.

### book 8.285.2

Κτεῖνον δ’ ἀλλήλους· ὀλοὴ δ’ ἀνὰ μέσσον Ἐνυὼ

### book 8.285.3

στρωφᾶτ’ ἀλγινόεντι λύθρῳ πεπαλαγμένη ὤμους

### book 8.285.4

καὶ χέρας, ἐκ δέ οἱ αἰνὸς ἀπὸ μελέων ῥέεν ἱδρώς·

### book 8.285.5

οὐδ’ ἑτέροισιν ἄμυνεν, ἴσῃ δ’ ἐπετέρπετο χάρμῃ

### book 8.290.1

ἁζομένη φρεσὶν ᾗσι Θέτιν καὶ δῖον Ἄρηα.

### book 8.290.2

Ἔνθα Νεοπτόλεμος τηλεκλειτὸν Περιμήδεα

### book 8.290.3

δάμναθ’, ὃς οἰκί’ ἔναιε παρὰ Σμινθήιον ἄλσος.

### book 8.290.4

Τῷ δ’ ἐπὶ Κέστρον ἔπεφνε μενεπτόλεμόν τε Φάληρον

### book 8.290.5

καὶ κρατερὸν Περίλαον ἐυμμελίην τε Μενάλκην

### book 8.295.1

ὃν τέκετ’ Ἰφιάνασσα παρὰ ζάθεον πόδα Κίλλης

### book 8.295.2

τεχνήεντι Μέδοντι δαήμονι τεκτοσυνάων·

### book 8.295.3

ἀλλ’ ὃ μὲν οἴκοι ἔμιμνε φίλῃ ἐν πατρίδι γαίῃ·

### book 8.295.4

παιδὸς δ’ οὐκ ἀπόνητο· δόμον δέ οἱ ἔργα τε πάντα

### book 8.295.5

χηρωσταὶ μετόπισθεν ἀποφθιμένοιο δάσαντο.

### book 8.1

Δηίφοβος δὲ Λύκωνα μενεπτόλεμον κατέπεφνε

### book 8.2

τυτθὸν ὑπὲρ βουβῶνα τυχών· περὶ δ’ ἔγχεϊ μακρῷ

### book 8.1

ἔγκατα πάντ’ ἐχύθησαν, ὅλη δ’ ἐξέσσυτο νηδύς.

### book 8.2

Αἰνείας δὲ Δύμαντα κατέκτανεν ὅς 〈ῥα〉 πάροιθεν

### book 8.3

Αὐλίδα ναιετάεσκε, συνέσπετο δ’ Ἀρκεσιλάῳ

### book 8.305.1

ἐς Τροίην· ἀλλ’ οὔ τι φίλην πάλιν ἔδρακε γαῖαν.

### book 8.305.2

Εὐρύαλος δ’ ἐδάμασσε, βαλὼν ἀλεγεινὸν ἄκοντα,

### book 8.305.3

Ἀστραῖον· τοῦ δ’ αἶψα διὰ στέρνοιο ποτήθη

### book 8.305.4

αἰχμὴ ἀνιηρή, στομάχου δ’ ἀπέκερσε κελεύθους

### book 8.305.5

ἀνέρι κῆρα φέρουσα· μίγη δέ οἱ εἴδατα λύθρῳ.

### book 8.310.1

Τοῦ δ’ ἄρα βαιὸν ἄπωθεν ἕλεν μεγάθυμος Ἀγήνωρ

### book 8.310.2

Ἱππομένην Τεύκροιο δαΐφρονος ἐσθλὸν ἑταῖρον

### book 8.310.3

τύψας ἐς κληῖδα θοῶς· σὺν δ’ αἵματι θυμὸς

### book 8.310.4

ἔκθορεν ἐκ μελέων, ὀλοὴ δέ οἱ ἀμφεχύθη νύξ.

### book 8.310.5

Τεύκρῳ δ’ ἔμπεσε πένθος ἀποκταμένου ἑτάροιο,

### book 8.315.1

καὶ βάλεν ὠκὺν ὀιστὸν Ἀγήνορος ἄντα τανύσσας·

### book 8.315.2

ἀλλά οἱ οὔ τι τύχησεν ἀλευαμένου μάλα τυτθόν.

### book 8.315.3

Ἔμπεσε δ’ ἐγγὺς ἐόντι δαΐφρονι Δηι〈ο〉φόντῃ

### book 8.315.4

λαιὸν 〈ἐσ〉 ὀφθαλμόν, διὰ δ’ οὔατος ἐξεπέρησε

### book 8.315.5

δεξιτεροῦ, γλήνην δὲ διέτμαγεν, οὕνεκα Μοῖραι

### book 8.320.1

ἀργαλέον βέλος ὦσαν ὅπῃ θέλον· ὃς δ’ ἔτι ποσσὶν

### book 8.320.2

ὀρθὸς ἀνασκαίρεσκε. Βαλὼν δ’ ὅ γε δεύτερον ἰὸν

### book 8.320.3

λαιμῷ ἐπερροίβδησε· διέθρισε δ’ αὐχένος ἶνας

### book 8.320.4

ἄντικρυς ἀίξας· τὸν δ’ ἀργαλέη κίχε Μοῖρα.

### book 8.320.5

Ἄλλος δ’ ἄλλῳ τεῦχε φόνον· κεχάροντο δὲ Κῆρες

### book 8.325

καὶ Μόρος, ἀλγινόεσσα δ’ Ἔρις μέγα μαιμώωσα

### book 8.1

ἤυσε〈ν〉 μάλα μακρόν, Ἄρης δέ οἱ ἀντεβόησε

### book 8.2

σμερδαλέον, Τρώεσσι δ’ ἐνέπνευσεν μέγα θάρσος,

### book 8.3

Ἀργείοισι δὲ φύζαν, ἄφαρ δ’ ἐλέλιξε φάλαγγας.

### book 8.4

Ἀλλ’ οὐχ υἷα φόβησεν Ἀχιλλέος· ἀλλ’ ὅ γε μίμνων

### book 8.330.1

μάρνατο θαρσαλέως, ἐπὶ δ’ ἔκτανεν ἄλλον ἐπ’ ἄλλῳ.

### book 8.330.2

Ὡς δ’ ὅτε τις μυίῃσι περὶ γλάγος ἐρχομένῃσι

### book 8.330.3

χεῖρα περιρρίψῃ κοῦρος νέος, αἳ δ’ ὑπὸ πληγῇ

### book 8.330.4

τυτθῇ δαμνάμεναι σχεδὸν ἄγγεος ἄλλοθεν ἄλλαι

### book 8.330.5

θυμὸν ἀποπνείουσι, πάις δ’ ἐπιτέρπεται ἔργῳ·

### book 8.335.1

ὣς ἄρα φαίδιμος υἱὸς ἀμειλίκτου Ἀχιλῆος

### book 8.335.2

γήθεεν ἀμφὶ νέκυσσι. Καὶ οὐκ ἀλέγιζεν Ἄρηος

### book 8.335.3

Τρωσὶν ἀμύνοντος, † ἐτίνυτο † δ’ ἄλλοθεν ἄλλον

### book 8.335.4

λαοῦ ἐπαΐσσοντος, ὅπως ἀνέμοιο θυέλλας

### book 8.335.5

μίμνει ἐπεσσυμένας ὄρεος μεγάλοιο κολώνη·

### book 8.340.1

ὣς ἄρα μίμνεν ἄτρεστος. Ἄρης δέ οἱ ἐμμεμαῶτι

### book 8.340.2

χώετο καί οἱ ἔμελλεν ἐναντία δηριάασθαι

### book 8.340.3

αὐτὸς ἀπορρίψας ἱερὸν νέφος, εἰ μὴ Ἀθήνη

### book 8.340.4

ἔκποθεν Οὐλύμποιο θόρεν ποτὶ δάσκιον Ἴδην.

### book 8.340.5

Ἔτρεμε δὲ χθὼν δῖα καὶ ἠχήεντα ῥέεθρα

### book 8.345.1

Ξάνθου, τόσσον ἔσεισε· δέος δ’ ἀμφέκλασε θυμὸν

### book 8.345.2

Νυμφάων, φοβέοντο δ’ ὑπὲρ Πριάμοιο πόληος.

### book 8.345.3

Τεύχεσι δ’ ἀμβροσίοισι πέρι στεροπαὶ ποτέοντο,

### book 8.345.4

σμερδαλέοι δὲ δράκοντες ἀπ’ ἀσπίδος ἀκαμάτοιο

### book 8.345.5

πῦρ ἄμοτον πνείεσκον· ἄνω δ’ ἔψαυε νέφεσσι

### book 8

θεσπεσίη τρυφάλεια. Θοῷ δ’ ἤμελλεν Ἄρηι

### book 8.1

μάρνασθ’ ἐσσυμένως, εἰ μὴ Διὸς ἠὺ νόημα

### book 8.2

ἀμφοτέρους ἐφόβησεν ἀπ’ αἰθέρος αἰπεινοῖο

### book 8.3

βροντήσας ἀλεγεινόν. Ἄρης δ’ ἀπεχάζετο χάρμης·

### book 8.4

δὴ γάρ οἱ μεγάλοιο Διὸς διεφαίνετο θυμός·

### book 8.355.1

ἵκετο δ’ ἐς Θρῄκην δυσχείμερον, οὐδ’ ἔτι Τρώων

### book 8.355.2

μέμβλετό οἱ κατὰ θυμὸν ὑπέρβιον· οὐδὲ μὲν ἐσθλὴ

### book 8.355.3

Παλλὰς 〈ἔτ’〉 ἐν 〈πεδίῳ〉 Τρώων μένεν, ἀλλὰ καὶ αὐτὴ

### book 8.355.4

ἷξεν Ἀθηνάων ἱερὸν πέδον. Οἳ δ’ ἔτι χάρμης

### book 8.355.5

μνώοντ’ οὐλομένης· δεύοντο δὲ Τρώιοι υἷες

### book 8.360.1

ἀλκῆς· Ἀργεῖοι δὲ μέγ’ ἱέμενοι πολέμοιο

### book 8.360.2

χαζομένοισιν ἕποντο κατ’ ἴχνιον, ἠύτ’ ἀῆται

### book 8.360.3

νήεσιν ἐσσυμένῃς ὑπὸ λαίφεσιν εἰς ἁλὸς οἶδμα

### book 8.360.4

ὄβριμον, ἢ θάμνοισι πυρὸς μένος, ἢ κεμάδεσσιν

### book 8.360.5

ὀτρηροὶ κατ’ ὄρεσφι κύνες λελιημένοι ἄγρης·

### book 8.365.1

ὣς Δαναοὶ δηίοισιν ἐπήιον, οὕνεκ’ ἄρ’ αὐτοὺς

### book 8.365.2

υἱὸς Ἀχιλλῆος μεγάλῳ δορὶ θαρσύνεσκε

### book 8.365.3

κτείνων ὅν κε κίχῃσι κατὰ κλόνον· οἳ δ’ ὑπὸ φύζῃ

### book 8.365.4

χασσάμενοι κατέδυσαν ἐς ὑψίπυλον πτολίεθρον.

### book 8.365.5

Ἀργεῖοι δ’ ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο

### book 8.370.1

ἔλσαντες Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων,

### book 8.370.2

ἄρνας ὅπως σταθμοῖσιν ἐν οἰοπόλοισι νομῆες.

### book 8.370.3

Ὡς δ’ ὁπότ’ ἀμπνείωσι βόες μέγα κεκμηῶτες

### book 8.370.4

ἄχθος ἀνειρύσσαντες ἄνω ποτὶ δύσβατον ἄκρην

### book 8.370.5

πυκνὸν ἀνασθμαίνοντες ὑπὸ ζυγόν· ὣς ἄρ’ Ἀχαιοὶ

### book 8.375.1

ἄμπνεον ἐν τεύχεσσι κεκμηκότες. Ἀμφὶ δὲ πύργους

### book 8.375.2

μάρνασθαι μεμαῶτες ἐκυκλώσαντο πόληα.

### book 8.375.3

Οἳ δ’ 〈ἄφ〉αρ ᾗσι πύλῃσιν ἐπειρύσσαντες ὀχῆας

### book 8.375.4

ἐν τείχεσσιν ἔμιμνον ἐπεσσυμένων μένος ἀνδρῶν·

### book 8.375.5

ὡς δ’ ὅτε μηλοβοτῆρες ἐνὶ σταθμοῖσι μένωσι

### book 8.380.1

λαίλαπα κυανέην, ὅτε χείματος ἦμαρ ἵκηται

### book 8.380.2

λάβρον ὁμοῦ στεροπῇσι καὶ ὕδατι καὶ νεφέεσσι

### book 8.380.3

ταρφέσιν, οἳ δὲ μάλ’ οὔ τι λιλαιόμενοί περ ἱκέσθαι

### book 8.380.4

ἐς νομὸν ἀίσσουσιν, ἄχρις μέγα λωφήσειε

### book 8.380.5

χεῖμα καὶ εὐρύποροι ποταμοὶ μεγάλα βρομέοντες·

### book 8.385.1

ὣς οἵ γ’ ἐν τείχεσσι μένον τρομέοντες ὁμοκλὴν

### book 8.385.2

δυσμενέων. Λαοὶ δὲ θοῶς ἐπέχυντο πόληι·

### book 8.385.3

ὡς δ’ ὁπότε ψῆρες τανυ〈σί〉πτεροι ἠὲ κολοιοὶ

### book 8.385.4

καρπῷ ἐλαϊνέῳ θαμέες περὶ πάγχυ πέσωσι

### book 8.385.5

βρώμης ἱέμενοι θυμηδέος, οὐδ’ ἄρα τούς γε

### book 8.390.1

αἰζηοὶ βοόωντες ἀποτρωπῶσι φέβεσθαι

### book 8.390.2

πρὶν φαγέειν, λιμὸς γὰρ ἀναιδέα θυμὸν ἀέξει·

### book 8.390.3

ὣς Δαναοὶ Πριάμοιο τότ’ ἀμφεχέοντο πόληι

### book 8.390.4

ὄβριμοι· ἐν δὲ πύλῃσι πέσον μεμαῶτες ἐρύσσαι

### book 8.390.5

ἔργον ἀπειρέσιον κρατερόφρονος Ἐννοσιγαίου.

### book 8.395.1

Τρῶες δ’ οὐ λήθοντο μάχης μάλα περ δεδιῶτες,

### book 8.395.2

ἀλλὰ καὶ ὧς πύργοισιν ἐφεσταότες πονέοντο

### book 8.395.3

νωλεμέως· 〈ἰ〉οὶ δὲ πολυκμήτων ἀπὸ χειρῶν

### book 8.395.4

θρῷσκον ὁμῶς λάεσσι καὶ αἰγανέῃσι θοῇσι

### book 8.395.5

δυσμενέων ἐς ὅμιλον, ἐπεί σφισι τλήμονα Φοῖβος

### book 8.1

ἧκε βίην· 〈μάλα〉 γάρ οἱ ἀμύνειν ἤθελε θυμὸς

### book 8.2

Τρωσὶν ἐυπτολέμοισι καὶ Ἕκτορος οἰχομένοιο.

### book 8.3

Ἔνθ’ ἄρα Μηριόνης στυγερὸν προέηκε βέλεμνον

### book 8.4

καὶ βάλε Φυλοδάμαντα φίλον κρατεροῖο Πολίτου

### book 8.5

τυτθὸν ὑπὸ γναθμοῖο· πάγη δ’ ὑπὸ λαιμὸν ὀιστός·

### book 8.405.1

κάππεσε δ’ αἰγυπιῷ ἐναλίγκιος ὅν τ’ ἀπὸ πέτρης

### book 8.405.2

ἰῷ ἐυγλώχινι βαλὼν αἰζηὸς ὀλέσσῃ·

### book 8.405.3

ὣς ὃ θοῶς πύργοιο κατήριπεν αἰπεινοῖο,

### book 8.405.4

γυῖα δέ οἱ λίπε θυμός· ἐπέβραχε δ’ ἔντεα νεκρῷ.

### book 8.405.5

Τῷ δ’ ἐπικαγχαλόων υἱὸς κρατεροῖο Μόλοιο

### book 8.410.1

ἄλλον ἀφῆκεν ὀιστὸν ἐελδόμενος μέγα θυμῷ

### book 8.410.2

υἷα βαλεῖν Πριάμοιο πολυτλήτοιο Πολίτην·

### book 8.410.3

ἀλλ’ ὃ μὲν αἶψ’ ἀλέεινε παρακλίνας ἑτέρωσε

### book 8.410.4

ὃν δέμας οὐδέ οἱ ἰὸς ἐπὶ χρόα καλὸν ἴαψεν.

### book 8.410.5

Ὡς δ’ ὅθ’ ἁλὸς κατὰ πόντον ἐπειγομένης νεὸς οὔρῳ

### book 8.415.1

ναύτης παιπαλόεσσαν ἰδὼν ἐπὶ χεύματι πέτρην

### book 8.415.2

νῆα παρατρέψῃ λελιημένος ἐξυπαλύξαι

### book 8.415.3

χειρὶ παρακλίνας οἰήιον, ἧχί ἑ θυμὸς

### book 8.415.4

ὀτρύνει, τυτθὴ δὲ βίη μέγα πῆμ’ ἀπερύκει·

### book 8.415.5

ὣς ἄρ’ ὅ γε προϊδὼν ὀλοὸν βέλος ἔκφυγε πότμον.

### book 8.420.1

Οἳ δ’ αἰεὶ μάρναντο· λύθρῳ δ’ ἐρυθαίνετο τείχη

### book 8.420.2

πύργοι θ’ ὑψηλοὶ καὶ ἐπάλξιες, ἧχί τε Τρῶες

### book 8.420.3

ἰοῖσι κτείνοντο πολυσθενέων ὑπ’ Ἀχαιῶν.

### book 8.420.4

Οὐδὲ μὲν οἵ γ’ ἀπάνευθε πόνων ἔσαν, ἀλλ’ ἄρα καὶ τῶν

### book 8.420.5

πολλοὶ γαῖαν ἔρευθον. Ὀρώρει δ’ αἰπὺς ὄλεθρος

### book 8.425.1

βαλλομένων ἑκάτερθε· λυγρὴ δ’ ἐπετέρπετ’ Ἐνυὼ

### book 8.425.2

Δῆριν ἐπικλονέουσα κασιγνήτην Πολέμοιο.

### book 8.425.3

Καί νύ κε δὴ ῥήξαντο πύλας καὶ τείχεα Τροίης

### book 8.425.4

Ἀργεῖοι, μάλα γάρ σφιν 〈ἀ〉άσπετον ἔπλετο κάρτος,

### book 8.425.5

εἰ μὴ ἄρ’ αἶψα βόησεν ἀγακλειτὸς Γανυμήδης

### book 8.430.1

οὐρανοῦ ἐκ κατιδών· μάλα γὰρ περιδείδιε πάτρης·

### book 8.430.2

«Ζεῦ πάτερ, εἰ ἐτεόν γε τεῆς ἔξειμι γενέθλης,

### book 8.430.3

σῇσι δ’ ὑπ’ ἐννεσίῃσι λιπὼν ἐρικυδέα Τροίην

### book 8.430.4

εἰμὶ μετ’ ἀθανάτοισι, πέλει δέ μοι ἄμβροτος αἰών,

### book 8.430.5

τῶ μευ νῦν ἐσάκουσον ἀκηχεμένου μέγα θυμῷ·

### book 8.435.1

οὐ γὰρ τλήσομαι ἄστυ καταιθόμενον προσιδέσθαι

### book 8.435.2

οὐδ’ ἄρ’ ἀπολλυμένην γενεὴν ἐν δηιοτῆτι

### book 8.435.3

λευγαλέῃ, τῆς οὔ τι χερειότερον πέλει ἄλγος.

### book 8.435.4

Σοὶ δὲ καὶ εἰ μέμονε〈ν〉 κραδίη τάδε μηχανάασθαι,

### book 8.435.5

ἔρξον ἐμεῦ ἀπὸ νόσφι〈ν〉· ἐλαφρότερον δέ μοι ἄλγος

### book 8.440.1

ἔσσεται, ἢν μὴ ἔγωγε μετ’ ὄμμασιν οἷσιν ἴδωμαι·

### book 8.440.2

κεῖνο γὰρ οἴκτιστον καὶ κύντατον, ὁππότε πάτρην

### book 8.440.3

δυσμενέων παλάμῃσιν ἐρειπομένην τις ἴδηται.»

### book 8.440.4

Ἦ ῥα μέγα στενάχων Γανυμήδεος ἀγλαὸν ἦτορ.

### book 8.440.5

Καὶ τότ’ ἄρα Ζεὺς αὐτὸς ἀπειρεσίοις νεφέεσσι

### book 8.445.1

νωλεμέως ἐκάλυψε κλυτὴν Πριάμοιο πόληα.

### book 8.445.2

Ἠχλύνθη δὲ μάχη φθισίμβροτος οὐδέ τις αὐτῶν

### book 8.445.3

ἐξιδέειν ἐπὶ τεῖχος ἔτ’ ἔσθενεν, ἧχι τέτυκτο·

### book 8.445.4

ταρφέσι γὰρ νεφέεσσι διηνεκέως κεκάλυπτο.

### book 8.445.5

Ἀμφὶ δ’ ἄρα βρονταί τε καὶ ἀστεροπαὶ κτυπέοντο

### book 8

οὐρανόθεν· Δαναοὶ δὲ Διὸς κτύπον εἰσαΐοντες

### book 8.1

θάμβεον· ἐν δ’ ἄρα τοῖσι μέγ’ ἴαχε Νηλέος υἱός·

### book 8.2

«Ὦ νύ μοι Ἀργείων σημάντορες, οὐκέτι νῶιν

### book 8.3

ἔσσεται ἔμπεδα γυῖα Διὸς μέγα θαρσαλέοισι

### book 8.4

Τρωσὶν ἀμύνοντος· μάλα γὰρ μέγα πῆμα κυλίνδει

### book 8.455.1

ἡμῖν, Ἀλλ’ ἄγε θᾶσσον ἑὰς ἐπὶ νῆας ἰόντες

### book 8.455.2

παυσώμεσθα πόνοιο καὶ ἀργαλέοιο κυδοιμοῦ,

### book 8.455.3

μὴ δὴ πάντας ἐνιπρήσῃ μάλα περ μενεαίνων.

### book 8.455.4

Τοῖσι μὲν 〈ἂρ〉 τεράεσσι πιθώμεθα· τῷ γὰρ ἔοικε

### book 8.455.5

πάντας 〈ἀεὶ〉 πεπιθέσθαι, ἐπεὶ μάλα φέρτατός ἐστιν

### book 8.460.1

ἰφθίμων τε θεῶν ὀλιγοσθενέων τ’ ἀνθρώπων.

### book 8.460.2

Καὶ γὰρ Τιτήνεσσιν ὑπερφιάλοισι χολωθεὶς

### book 8.460.3

οὐρανόθεν κατέχευε πυρὸς μένος· ἣ δ’ ὑπένερθε

### book 8.460.4

καίετο πάντοθε γαῖα, καὶ Ὠκεανοῦ πλατὺ χεῦμα

### book 8.460.5

ἔζεεν ἐκ βυσσοῖο καὶ ἐς πέρατ’ ἄχρις ἱκέσθαι·

### book 8.465.1

καὶ ποταμῶν τέρσοντο ῥοαὶ μάλα μακρὰ ῥεόντων·

### book 8.465.2

δάμνατο δ’ ὁππόσα φῦλα φερέσβιος ἔτρεφε γαῖα

### book 8.465.3

ἠδ’ ὅσα πόντος ἔφερβεν ἀπείριτος ἠδ’ ὁπός’ ὕδωρ

### book 8.465.4

ἀενάων ποταμῶν· ἐπὶ δέ σφισιν ἄσπετος αἰθὴρ

### book 8.465.5

τέφρῃ ὑπεκρύφθη καὶ λιγνύι· τείρετο δὲ χθών.

### book 8.470.1

Τοὔνεκ’ ἐγὼ δείδοικα Διὸς μένος ἤματι τῷδε.

### book 8.470.2

Ἀλλ’ ἴομεν ποτὶ νῆας, ἐπεὶ Τρώεσσιν ἀρήγει

### book 8.470.3

σήμερον· αὐτὰρ ἔπειτα καὶ ἡμῖν κῦδος ὀρέξει·

### book 8.470.4

ἄλλοτε γάρ τε φίλη πέλει ἠώς, ἄλλοτε δ’ ἐχθρή.

### book 8.470.5

Καὶ δ’ οὐ 〈δή〉 πω μοῖρα διαπραθέειν κλυτὸν ἄστυ,

### book 8.475.1

εἰ ἐτεὸν Κάλχαντος ἐτήτυμος ἔπλετο μῦθος,

### book 8.475.2

τόν ῥα πάρος κατέλεξεν ὁμηγυρέεσσιν Ἀχαιοῖς

### book 8.1

δῃῶσαι Πριάμοιο πόλιν δεκάτῳ ἐνιαυτῷ.»

### book 8.2

Ὣς φάτο· τοὶ δ’ ἀπάνευθε περικλυτὸν ἄστυ λιπόντες

### book 8.3

χάσσαντ’ ἐκ πολέμοιο Διὸς τρομέοντες ὁμοκλήν·

### book 8.480.1

ἀνέρι γὰρ πεπίθοντο παλαιῶν ἵστορι μύθων.

### book 8.480.2

Ἀλλ’ οὐδ’ ὧς ἀμέλησαν ἀποκταμένων ἐνὶ χάρμῃ,

### book 8.480.3

ἀλλά σφεας τάρχυσαν ἀπὸ πτολέμου ἐρύσαντες·

### book 8.480.4

οὐ γὰρ δὴ κείνους νέφος ἄμπεχεν, ἀλλὰ πόληα

### book 8.480.5

ὑψηλὴν καὶ τεῖχος ἀνέμβατον ᾧ πέρι πολλοὶ

### book 8.485.1

Τρώων υἷες Ἄρηι καὶ Ἀργείων ἐδάμησαν.

### book 8.485.2

Ἐλθόντες δ’ ἐπὶ νῆας ἀρήια τεύχεα θέντο,

### book 8.485.3

καί ῥα κόνιν καὶ ἱδρῶ〈τα〉 λύθρον τ’ ἀπεφαιδρύναντο

### book 8.485.4

κύμασιν ἐμβεβαῶτες ἐυρρόου Ἑλλησπόντου.

### book 8.485.5

Ἠέλιος δ’ ἀκάμαντας ὑπὸ ζόφον ἤλασεν ἵππους,

### book 8.490.1

νὺξ δ’ ἐχύθη περὶ γαῖαν, ἀπέτραπε δ’ ἀνέρας ἔργων.

### book 8.490.2

Ἀργεῖοι δ’ Ἀχιλῆος ἐυπτολέμου θρασὺν υἷα

### book 8.490.3

ἶσα τοκῆι τίεσκον· ὃ δ’ ἐν κλισίῃσιν ἀνάκτων

### book 8.490.4

δαίνυτο καγχαλόων· κάματος δέ μιν οὔ τι βάρυνεν,

### book 8.490.5

οὕνεκά οἱ στονόεντα Θέτις μελεδήματα γυίων

### book 8.495.1

ἐξέλετ’, ἀκμήτῳ δ’ ἐναλίγκιον εἰσοράασθαι

### book 8.495.2

τεῦξεν. Ὃ δ’ ἐκ δόρποιο κορεσσάμενος κρατερὸν κῆρ

### book 8.495.3

ἐς κλισίην ἀφίκανεν ἑοῦ πατρός, ἔνθά οἱ ὕπνος

### book 8.495.4

ἀμφεχύθη. Δαναοὶ δὲ νεῶν προπάροιθεν ἴαυον

### book 8.495.5

αἰὲν ἀμειβόμενοι φυλακάς· φοβέοντο γὰρ αἰνῶς

### book 8.1

Τρώων μή ποτε λαὸς ἢ ἀγχεμάχων ἐπικούρων

### book 8.2

νῆας ἐνιπρήσῃ, νόστου δ’ ἀπὸ πάντας ἀμέρσῃ.

### book 8.3

Ὣς δ’ αὕτως Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων

### book 8.4

ἀμφὶ πύλας καὶ τεῖχος ἀμοιβαδὸν ὑπνώεσκον

### book 8

Ἀργείων στονόεσσαν ὑποτρομέοντες ὁμοκλήν.

### book 9.1.1

Ἦμος δ’ ἤνυτο νυκτὸς ἀπὸ κνέφας, ἔγρετο δ’ Ἠὼς

### book 9.1.2

ἐκ περάτων, μάρμαιρε δ’ ἀπείριτον ἄσπετος αἰθήρ,

### book 9.1.3

δὴ τότ’ ἀρήιοι υἷες ἐυσθενέων Ἀργείων

### book 9.1.4

ἂμ πεδίον πάπταινον, ἴδοντο δ〈ὲ〉 Ἰλίου ἄκρην

### book 9.5.1

ἀννέφελον, χθιζὸν δὲ τέρας μέγα θαυμάζεσκον.

### book 9.5.2

Τρῶες δ’ οὐκέτ’ ἔφαντο πρὸ τείχεος αἰπεινοῖο

### book 9.5.3

στήμεναι ἐν πολέμῳ· μάλα γὰρ δέος ἔλλαβε πάντας

### book 9.7a

ζώειν ἐλπομένους ἐρικυδέα Πηλείωνα.

### book 9.8.1

Ἀντήνωρ δ’ ἐν τοῖσι θεῶν ἠρήσατ’ ἄνακτι·

### book 9.8.2

«Ζεῦ Ἴδης μεδέων ἠδ’ οὐρανοῦ αἰγλήεντος,

### book 9.10.1

κλῦθί μευ εὐχομένοιο, καὶ ὄβριμον ἄνδρα πόληος

### book 9.10.2

τρέψον ἀφ’ ἡμετέρης ὀλοὰ φρεσὶ μητιόωντα,

### book 9.10.3

εἴ θ’ ὅ γ’ Ἀχιλλεύς ἐστι καὶ οὐ κίε δῶμ’ Ἀίδαο,

### book 9.10.4

εἴ τέ τις ἄλλος Ἀχαιὸς ἀλίγκιος ἀνέρι κείνῳ·

### book 9.10.5

λαοὶ γὰρ κατὰ ἄστυ θεηγενέος Πριάμοιο

### book 9.15.1

πολλοὶ ἀποφθινύθουσι, κακοῦ δ’ οὐ γίνετ’ ἐρωή,

### book 9.15.2

ἀλλὰ φόνος τε καὶ οἶτος ἐπὶ πλέον αἰὲν ἀέξει.

### book 9.15.3

Ζεῦ πάτερ, οὐδέ νυ σοί τι δαϊζομένων ὑπ’ Ἀχαιοῖς

### book 9.15.4

μέμβλεται, ἀλλ’ ἄρα καὶ σὺ λελασμένος υἷος ἑοῖο

### book 9.15.5

Δαρδάνου ἀντιθέοιο μέγ’ Ἀργείοισιν ἀρήγεις.

### book 9.20.1

Ἀλλὰ σοὶ εἰ τόδε θυμὸς ἐνὶ κραδίῃ μενεαίνει,

### book 9.20.2

Τρῶας ὑπ’ Ἀργείοισιν ὀιζυρῶς ἀπολέσσαι,

### book 9.20.3

ἔρξον ἄφαρ, μηδ’ ἄμμι πολὺν χρόνον ἄλγεα τεῦχε.»

### book 9.20.4

Ἦ ῥα μέγ’ εὐχόμενος· τοῦ δ’ ἔκλυεν οὐρανόθι Ζεύς·

### book 9.20.5

καί ῥ’ ὃ μὲν αἶψ’ ἐτέλεσσεν, ὃ δ’ οὐκ ἤμελλε τελέσσειν.

### book 9.25.1

Δὴ γάρ οἱ κατένευσεν ὅπως ἀπὸ πολλοὶ ὄλωνται

### book 9.25.2

Τρῶες ὁμῶς τεκέεσσι, δαΐφρονα δ’ υἷ’ Ἀχιλῆος

### book 9.25.3

τρεψέμεν οὐ κατένευσεν ἀπ’ εὐρυχόροιο πόληος,

### book 9.25.4

ἀλλά ἑ μᾶλλον ἔγειρεν, ἐπεί νύ ἑ θυμὸς ἀνώγει

### book 9.25.5

ἦρα φέρειν καὶ κῦδος ἐύφρονι Νηρηίνῃ.

### book 9.30.1

Καὶ τὰ μὲν ὣς ὥρμαινε θεῶν μέγα φέρτατος ἄλλων.

### book 9.30.2

Μεσσηγὺς δὲ πόληος ἰδ’ εὐρέος Ἑλλησπόντου

### book 9.30.3

Ἀργεῖοι καὶ Τρῶες ἀποκταμένους ἐνὶ χάρμῃ

### book 9.30.4

καῖον ὁμῶς ἵπποισι· μάχη δ’ ἐπέπαυτο φόνοιο,

### book 9.30.5

οὕνεκα δὴ Πριάμοιο βίη κήρυκα Μενοίτην

### book 9.35.1

εἰς Ἀγαμέμνονα πέμψε καὶ ἄλλους πάντας Ἀχαιοὺς

### book 9.35.2

λισσόμενος νέκυας πυρὶ καιέμεν, οἳ δ’ ἐπίθοντο

### book 9.35.3

αἰδόμενοι κταμένους· οὐ γάρ σφισι μῆνις ὀπηδεῖ.

### book 9.35.4

Ἦμος δὲ φθιμένοισι πυρὰς ἐκάμοντο θαμειάς,

### book 9.35.5

δὴ τότ’ 〈ἄρ’〉 Ἀργεῖοι μὲν ἐπὶ κλισίας ἀφίκοντο,

### book 9.40.1

Τρῶες δ’ ἐς Πριάμοιο πολυχρύσοιο μέλαθρα,

### book 9.40.2

ἀχνύμενοι μάλα πολλὰ δεδουπότος Εὐρυπύλοιο.

### book 9.40.3

Τὸν γὰρ δὴ τίεσκον ἴσον Πριάμοιο τέκεσσι·

### book 9.40.4

τοὔνεκά μιν τάρχυσαν ἀποκταμένων ἑκὰς ἄλλων

### book 9

Δαρδανίης προπάροιθε πύλης, ὅθι μακρὰ ῥέεθρα

### book 9.44

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 9.45.1

δινήεις προΐησιν ἀεξόμενος Διὸς ὄμβρῳ.

### book 9.45.2

Υἱὸς δ’ αὖτ’ Ἀχιλῆος ἀταρβέος ἵκετο πατρὸς

### book 9.45.3

τύμβον ἐπ’ εὐρώεντα· κύσε〈ν〉 δ’ ὅ γε δάκρυα χεύων

### book 9.45.4

στήλην εὐποίητον ἀποφθιμένοιο τοκῆος,

### book 9.45.5

καί ῥα περιστενάχων τοῖον ποτὶ μῦθον ἔειπε·

### book 9.1

«Χαῖρε, πάτερ, καὶ ἔνερθε κατὰ χθονός· οὐ γὰρ ἔγωγε

### book 9.2

λήσομαι οἰχομένοιο σέθεν ποτὶ δῶμ’ Ἀίδαο.

### book 9.3

Ὡς εἴθε ζωόν σε μετ’ Ἀργείοισι κίχανον·

### book 9.4

τῶ κε τάχ’ ἀλλήλοισι φρένα〈σ〉 τερφθέντ’ ἐνὶ θυμῷ

### book 9.5

Ἰλίου ἐξ ἱερῆς ληισσάμεθ’ ἄσπετον ὄλβον.

### book 9.55.1

Νῦν δ’ οὔτ’ ἂρ σύ γ’ ἐσεῖδες ἑὸν τέκος, οὔτέ ς’ ἔγωγε

### book 9.55.2

εἶδον ζωὸν ἐόντα λιλαιόμενός περ ἰδέσθαι.

### book 9.55.3

Ἀλλὰ καὶ ὧς σέο νόσφι καὶ ἐν φθιμένοισιν ἐόντος

### book 9.55.4

σὸν δόρυ καὶ τεὸν υἷα μέγ’ ἐν δαῒ πεφρίκασι

### book 9.55.5

δυσμενέες, Δαναοὶ δὲ γεγηθότες εἰσορόωσι

### book 9.60.1

σοὶ δέμας ἠδὲ φυὴν ἐναλίγκιον ἠδὲ καὶ ἔργα.»

### book 9.60.2

Ὣς εἰπὼν ἀπὸ θερμὸν ὀμόρξατο δάκρυ παρειῶν·

### book 9.60.3

βῆ δὲ θοῶς ἐπὶ νῆας ὑπερθύμοιο τοκῆος,

### book 9.60.4

οὐκ οἶος· ἅμα γάρ οἱ ἴσαν δυοκαίδεκα φῶτες

### book 9.60.5

Μυρμιδόνων, Φοῖνιξ δ’ ὁ γέρων μετὰ τοῖσιν ὀπήδει

### book 9.65.1

λυγρὸν ἀναστενάχων ἐρικυδέος ἀμφ’ Ἀχιλῆος.

### book 9.65.2

Νὺξ δ’ ἐπὶ γαῖαν ἵκανεν, ἐπέσσυτο δ’ οὐρανὸν ἄστρα·

### book 9.65.3

οἳ δ’ ἄρα δορπήσαντες ἕλονθ’ ὕπνον. Ἔγρετο δ’ Ἠώς·

### book 9.65.4

Ἀργεῖοι δ’ ἄρα δῦσαν ἐν ἔντεσι· τῆλε δ’ ἀπ’ αὐτῶν

### book 9.65.5

αἴγλη μαρμαίρεσκεν ἐς αἰθέρα μέχρις ἰοῦσα.

### book 9.70.1

Καί ῥα θοῶς ἔκτοσθε πυλάων ἐσσεύοντο

### book 9.70.2

πανσυδίῃ νιφάδεσσιν ἐοικότες, αἵ τε φέρονται

### book 9.70.3

ταρφέες ἐκ νεφέων κρυερῇ ὑπὸ χείματος ὥρῃ·

### book 9.70.4

ὣς οἵ γ’ ἐξεχέοντο πρὸ τείχεος· ὦρτο δ’ ἀυτὴ

### book 9.70.5

σμερδαλέη, μέγα δ’ αἶα περιστεναχίζετ’ ἰόντων.

### book 9.75.1

Τρῶες δ’ εὖτ’ ἐπύθοντο βοὴν καὶ λαὸν ἴδοντο,

### book 9.75.2

θάμβησαν, πᾶσι〈ν〉 δὲ κατεκλάσθη κέαρ ἔνδον

### book 9.75.3

πότμον ὀιομένων· περὶ γὰρ νέφος ὣς ἐφαάνθη

### book 9.75.4

λαὸς δυσμενέων, κανάχιζε δὲ τεύχεα φωτῶν

### book 9.75.5

κινυμένων, ἄμοτον δὲ κονίσαλος ὦρτο ποδοῖιν.

### book 9.80.1

Καὶ τότ’ ἄρ’ ἠὲ θεῶν τις ὑπὸ φρένας ἔμβαλε θάρσος

### book 9.80.2

Δηιφόβῳ καὶ θῆκε μάλ’ ἄτρομον, ἠὲ καὶ αὐτὸν

### book 9.80.3

θυμὸς ἐποτρύνεσκε ποτὶ κλόνον, ὄφρ’ ἀπὸ πάτρης

### book 9.80.4

δυσμενέων ἀλεγεινὸν ὑπ’ ἔγχεϊ λαὸν ἐλάσσῃ·

### book 9.80.5

θαρσαλέον δ’ ἄρα μῦθον ἐνὶ Τρώεσσιν ἔειπεν·

### book 9.85.1

«Ὦ φίλοι, εἰ δ’ ἄγε θυμὸν ἀρήιον ἐν φρεσὶ θέσθε,

### book 9.85.2

μνησάμενοι στονόεντος ὅσα πτολέμοιο τελευτὴ

### book 9.85.3

ἄλγε’ ἐπ’ ἀνθρώποισι δορυκτήτοισι τίθησιν.

### book 9.85.4

Οὐ γὰρ Ἀλεξάνδροιο πέλει περὶ μοῦνον ἄεθλος

### book 9.85.5

οὐδ’ Ἑλένης, ἀλλ’ ἔστι περὶ πτόλιός τε καὶ αὐτῶν

### book 9.90.1

ἠδ’ ἀλόχων τεκέων τε φίλων γεραρῶν τε τοκήων

### book 9.90.2

πάσης τ’ ἀγλαΐης καὶ κτήσιος ἠδ’ ἐρατεινῆς

### book 9.90.3

γαίης, ἥ με δαμέντα κατὰ κλόνον ἀμφικαλύψαι

### book 9.90.4

μᾶλλον ἢ ἀθρήσαιμι φίλην ὑπὸ δούρασι πάτρην

### book 9.90.5

δυσμενέων· οὐ γάρ τι κακώτερον ἔλπομαι ἄλλο

### book 9.95.1

πῆμα μετ’ ἀνθρώποισιν ὀιζυροῖσι τετύχθαι.

### book 9.95.2

Τοὔνεκ’ ἀπωσάμενοι στυγερὸν δέος ἀμφ’ ἐμὲ πάντες

### book 9.95.3

καρτύνασθ’ ἐπὶ δῆριν ἀμείλιχον· οὐ γὰρ Ἀχιλλεὺς

### book 9.95.4

ζωὸς ἔθ’ ἡμῖν ἄντα μαχήσεται, οὕνεκ’ ἄρ’ αὐτὸν

### book 9.95.5

πῦρ ὀλοὸν κατέδαψε· πέλει δέ τις ἄλλος Ἀχαιῶν

### book 9.1

ὃς νῦν λαὸν ἄγειρεν. Ἔοικε δὲ μήτ’ Ἀχιλῆα

### book 9.2

μήτέ τιν’ ἄλλον Ἀχαιὸν ὑποτρομέειν περὶ πάτρης

### book 9.3

μαρναμένους. Τῶ μή τι φεβώμεθα μῶλον Ἄρηος,

### book 9.4

εἰ καὶ πολλὰ πάροιθεν ἀνέτλημεν μογέοντες·

### book 9.5

ἢ οὔ πω τόδε οἴδατ’ ἀνὰ φρένας ὡς ἀλεγεινοῖς

### book 9.105.1

ἀνδράσιν ἐκ καμάτοιο πέλει θαλίη τε καὶ ὄλβος,

### book 9.105.2

ἐκ δ’ ἄρα λευγαλέων ἀνέμων καὶ χείματος αἰνοῦ

### book 9.105.3

Ζεὺς ἐπάγει μερόπεσσι δι’ ἠέρος εὔδιον ἦμαρ,

### book 9.105.4

ἔκ τ’ ὀλοῆς νούσοιο πέλει σθένος, ἔκ τε μόθοιο

### book 9.105.5

εἰρήνη; Τὰ δὲ πάντα χρόνῳ μεταμείβεται ἔργα.»

### book 9.110.1

Ὣς φάτο· τοὶ δ’ ἐς Ἄρηα μεμαότες ἐντύναντο

### book 9.110.2

ἐσσυμένως· καναχὴ δὲ κατὰ πτόλιν ἔπλετο πάντῃ

### book 9.110.3

μῶλον ἐς ἀλγινόεντα κορυσσομένων αἰζηῶν.

### book 9.110.4

Ἔνθ’ ἄρα τῷ μὲν ἄκοιτις ὑποτρομέουσα κυδοιμὸν

### book 9.110.5

ἔντε’ ἐποιχομένη παρενήνεε δάκρυ χέουσα·

### book 9.115.1

τῷ δ’ ἄρα νήπιοι υἷες ἐπειγόμενοι περὶ πατρὶ

### book 9.115.2

τεύχεα πάντα φέρεσκον· ὃ δέ σφισιν ἄλλοτε μέν που

### book 9.115.3

ἄχνυτ’ ὀδυρομένοις, ὁτὲ δ’ ἔμπαλι μειδιάασκε

### book 9.115.4

παισὶν ἀγαλλόμενος· κραδίη δέ οἱ ἐν δαῒ μᾶλλον

### book 9.115.5

ὥρμαινεν πονέεσθαι ὑπὲρ τεκέων τε καὶ αὐτοῦ.

### book 9.120.1

Ἄλλῳ δ’ αὖτε γεραιὸς ἐπισταμένῃς παλάμῃσιν

### book 9.120.2

ἀμφετίθει μελέ〈ε〉σσι κακῆς ἀλκτήρια χάρμης

### book 9.120.3

πολλὰ παρηγορέων φίλον υἱ〈έ〉α μηδενὶ εἴκειν

### book 9.120.4

ἐν πολέμῳ, καὶ στέρνα τετυμμένα δείκνυε παιδὶ

### book 9.120.5

ταρφέα σήματ’ ἔχοντα παλαιῆς δηιοτῆτος.

### book 9.125.1

Ἀλλ’ ὅτε δὴ μάλα πάντες ἐν ἔντεσι θωρήχθησαν,

### book 9.125.2

ἄστεος ἐξεχέοντο μέγ’ ἱέμενοι πολέμοιο

### book 9.125.3

λευγαλέου. Ταχέεσσι δ’ ἐφ’ ἱππήεσσιν ὄρουσαν

### book 9.125.4

ἱππῆες, πεζοῖσι δ’ ἐπέχραον ἔθνεα πεζῶν,

### book 9.125.5

ἅρμασι δ’ ἅρμαθ’ ἵκοντο καταντίον· ἔβραχε δὲ χθὼν

### book 9.130.1

ἐς μόθον ἐσσυμένων, ἐπαΰτεε δ’ οἷσιν ἕκαστος

### book 9.130.2

κεκλόμενος. Τοὶ δ’ αἶψα συνήιον· ἀμφὶ δ’ ἄρά σφι

### book 9.130.3

τεύχε’ ἐπεσμαράγησε· μί〈γ〉η δ’ ἑκάτερθεν ἀυτὴ

### book 9.130.4

λευγαλέη. Τὰ δὲ πολλὰ θοῶς ποτέοντο βέλεμνα

### book 9.130.5

βαλλόμεν’ ἀμφοτέρωθεν· ὑπ’ ἔγχε〈σ〉ι δ’ ἀσπίδες ἀνδρῶν

### book 9.135.1

θεινόμεναι κτυπέεσκον 〈ἀ〉άσπετον, αἳ δ’ ὑπ’ ἀκόντων

### book 9.135.2

καὶ ξιφέων· πολέες δὲ καὶ ἀξίνῃσι θοῇσιν

### book 9.135.3

ἀνέρες οὐτάζοντο· φορύνετο δ’ ἔντεα φωτῶν

### book 9.135.4

αἵματι. Τρωιάδες δ’ ἀπὸ τείχεος ἐσκοπίαζον

### book 9.135.5

αἰζηῶν στονόεντα μόθον, πάσῃσι δὲ γυῖα

### book 9.140.1

ἔτρεμεν εὐχομένῃσιν ὑπὲρ τεκέων τε καὶ ἀνδρῶν

### book 9.140.2

ἠδὲ κασιγνήτων· πολιοὶ δ’ ἅμα τῇσι γέροντες

### book 9.140.3

ἕζοντ’ εἰσορόωντες, ἔχον δ’ ὑπὸ χείλεσι θυμὸν

### book 9.140.4

παίδων ἀμφὶ φίλων. Ἑλένη δ’ ἐνὶ δώμασι μίμνεν

### book 9.140.5

οἴη 〈ἅμ’〉 ἀμφιπόλοισιν· ἔρυκε γὰρ ἄσπετος αἰδώς.

### book 9.145.1

Οἳ δ’ ἄμοτον πονέοντο πρὸ τείχεος· ἀμφὶ δὲ Κῆρες

### book 9.145.2

γήθεον, οὐλομένη δ’ ἐπαΰτεεν ἀμφοτέροισι

### book 9.1

μακρὸν Ἔρις βοόωσα. Κόνις δ’ ἐρυθαίνετο λύθρῳ

### book 9.2

κτεινομένων· ὀλέκοντο δ’ ἀνὰ κλόνον ἄλλοθεν ἄλλος.

### book 9.3

Ἔνθ’ ἄρα Δηίφοβος κρατερὸν κτάνεν ἡνιοχῆα

### book 9.1

〈– ⏑ ⏑〉 Ἱππασίδην, ὃ δ’ ἀφ’ ἅρματος αἰψηροῖο

### book 9.2

ἤριπεν ἀμφὶ νέκυσσιν. Ἄχος δέ οἱ ἔσχεν ἄνακτα·

### book 9.3

δείδιε γὰρ μὴ δή μιν ἐφ’ ἡνία χεῖρας ἔχοντα

### book 9.4

υἱὸς ἐὺς Πριάμοιο κατακτείνῃσι καὶ αὐτόν·

### book 9.5

ἀλλά οἱ οὐκ ἀμέλησε Μελάνθιος· ἀλλ’ ἐπὶ δίφρον

### book 9.155.1

ἆλτο θοῶς, ἵπποισι δ’ ἐκέκλετο μακρὰ τινάσσων

### book 9.155.2

εὔληρ’, οὐδ’ ἔχε μάστιν, ἔλαυνε δὲ δούρατι θείνων.

### book 9.155.3

Καὶ τοὺς μὲν Πριάμοιο πάις λίπεν, ἵκετο δ’ ἄλλων

### book 9.155.4

ἐς πληθύν. Πολέεσσι δ’ ὀλέθριον ὤπασεν ἦμαρ

### book 9.155.5

ἐσσυμένως· ὀλοῇ γὰρ ἀλίγκιος αἰὲν ἀέλλῃ

### book 9.160.1

θαρσαλέως δηίοισιν ἐπῴχετο· τοῦ δ’ ὑπὸ χερσὶ

### book 9.160.2

μυρίοι ἐκτείνοντο, πέδον δ’ ἐστείνετο νεκρῶν.

### book 9.160.3

Ὡς δ’ ὅτ’ ἀν’ οὔρεα μακρὰ θορὼν εἰς ἄγκεα βήσσης

### book 9.160.4

δρυτόμος ἐγκονέων νεοθηλέα δάμναται ὕλην,

### book 9.160.5

ἄνθρακας ὄφρα κάμῃσι κατακρύψας ὑπὸ γαῖαν

### book 9.165.1

σὺν πυρὶ δούρατα πολλά, τὰ δ’ ἄλλοθεν ἄλλα πεσόντα

### book 9.165.2

πρῶνας ὕπερθε κάλυψαν, ἀνὴρ δ’ ἐπιτέρπεται ἔργῳ·

### book 9.165.3

ὣς ἄρα Δηιφόβοιο θοῇς ὑπὸ χερσὶν Ἀχαιοὶ

### book 9.165.4

ἰλαδὸν ὀλλύμενοι περικάππεσον ἀλλήλοισι.

### book 9.165.5

Καί ῥ’ οἳ μὲν Τρώεσσιν ὁμίλεον, οἳ δ’ ἐφέβοντο

### book 9.170.1

εὐρὺν ἐπὶ Ξάνθοιο ῥόον· τοὺς δ’ ὕδατος εἴσω

### book 9.170.2

Δηίφοβος συνέλασσε καὶ οὐκ ἀπέληγε φόνοιο.

### book 9.170.3

Ὡς δ’ ὁπότ’ ἰχθυόεντος ἐπ’ ᾐόσιν Ἑλλησπόντου

### book 9.1

δίκτυον ἐξερύωσι πολύκμητοι ἁλιῆες

### book 9.2

κολπωθὲν ποτὶ γαῖαν, ἔσω δ’ ἁλὸς εἰσέτ’ ἐόντος

### book 9.175.1

ἐνθόρῃ αἰζηὸς γναμπτὸν δόρυ χερσὶ μεμαρπὼς

### book 9.175.2

αἰνὸν ἐπὶ ξιφίῃσι φέρων μόρον, ἄλλοθε δ’ ἄλλον

### book 9.175.3

δάμναται ὅν κε κίχῃσι, φόνῳ δ’ ἐρυθαίνεται ὕδωρ·

### book 9.175.4

ὣς τοῦ ὑπαὶ παλάμῃσι περὶ Ξάνθοιο ῥέεθρα

### book 9.175.5

αἵματι φοινίχθησαν, ἐνεστείνοντο δὲ νεκροί.

### book 9.180.1

Οὐδὲ μὲν οὐδ’ ἄρα Τρῶες ἀναιμωτὶ πονέοντο,

### book 9.180.2

ἀλλά σφεας ἐδάιζεν Ἀχιλλέος ὄβριμος υἱὸς

### book 9.180.3

ἀμφ’ ἄλλῃσι φάλαγξι· Θέτις δέ που εἰσορόωσα

### book 9.180.4

τέρπετ’ ἐφ’ υἱωνῷ, ὅσον ἄχνυτο Πηλείωνι.

### book 9.180.5

Τοῦ γὰρ ὑπὸ μελίῃ πουλὺς στρατὸς ἐν κονίῃσι

### book 9.185.1

πῖπτεν ὁμῶς ἵπποισιν· ὃ δ’ ἑσπόμενος κεράιζεν.

### book 9.185.2

Ἔνθ’ Ἀμίδην ἐδάιξε περικλυτόν, ὅς ῥά οἱ ἵππῳ

### book 9.185.3

ἑζόμενος συνέκυρσε καὶ οὐκ ἀπόνητ’ ἐρατεινῆς

### book 9.185.4

ἱππασίης· δὴ γάρ μιν ὑπ’ ἔγχεϊ τύψε φαεινῷ

### book 9.185.5

ἐς νηδύν, αἰχμὴ δὲ ποτὶ ῥάχιν ἐξεπέρησεν·

### book 9.190.1

ἔγκατα δ’ ἐξεχύθησαν, ἕλεν δέ μιν οὐλομένη Κὴρ

### book 9.190.2

ἐσσυμένως ἵπποιο θοοῦ παρὰ ποσσὶ πεσόντα.

### book 9.190.3

Εἷλε δ’ ἄρ’ Ἀσκάνιόν τε καὶ Οἴνοπα, τὸν μὲν ἐλάσσας

### book 9.190.4

δουρὶ κατὰ στομάχοιο παρὰ στόμα, τὸν δ’ ὑπὸ λαιμόν,

### book 9.190.5

καίριος ἔνθα μάλιστα πέλει μόρος ἀνθρώποισιν.

### book 9.195.1

Ἄλλους δ’ ἔκτανε πάντας ὅσους κίχε· τίς κεν ἐκείνους

### book 9.195.2

ἀνδρῶν μυθήσαιτο, κατὰ κλόνον ὅσσοι ὄλοντο

### book 9.195.3

χερσὶ Νεοπτολέμοιο; Κάμεν δέ οἱ οὔ ποτε γυῖα.

### book 9.1

Ὡς δ’ ὁπότ’ αἰζηῶν τις ἀγρῷ ἐνὶ τηλεθάοντι

### book 9.2

πᾶν ἦμαρ κρατερῇσι πονησάμενος παλάμῃσιν

### book 9.1

ἐς γαῖαν κατέχευεν ἀπείρονα καρπὸν ἐλαίης

### book 9.2

ῥάβδῳ ἐπισπέρχων, ἐκάλυψε δὲ χῶρον ὕπερθεν·

### book 9.3

ὣς τοῦ ὑπαὶ παλάμῃσι κατήριπε πουλὺς ὅμιλος.

### book 9.4

Τυδείδης δ’ ἑτέρωθεν ἐυμμελίης τ’ Ἀγαμέμνων

### book 9.5

ἄλλοί τ’ ἐν Δαναοῖσιν ἀριστῆες πονέοντο

### book 9.205.1

προφρονέως ἀνὰ δῆριν ἀμείλιχον. Οὐδὲ μὲν ἐσθλοῖς

### book 9.205.2

Τρώων ἡγεμόνεσσι δέος πέλεν, ἀλλὰ καὶ αὐτοὶ

### book 9.205.3

ἐκ θυμοῖο μάχοντο καὶ ἀνέρας αἰὲν ἔρυκον

### book 9.205.4

χαζομένους· πολέες δὲ καὶ οὐκ ἀλέγοντες ἀνάκτων

### book 9.205.5

ἐκ πολέμοιο φέβοντο μένος τρομέοντες Ἀχαιῶν.

### book 9.210.1

Ὀψὲ δ’ ἄρ’ 〈εἰσ〉ενόησε περὶ προχοῇσι Σκαμάνδρου

### book 9.210.2

ὀλλυμένους Δαναοὺς κρατερὸς πάις Αἰακίδαο

### book 9.210.3

αἰὲν ἐπασσυτέρους· λίπε δ’ οὓς πάρος αὐτὸς ἔναιρε

### book 9.210.4

φεύγοντας ποτὶ ἄστυ, καὶ Αὐτομέδοντι κέλευε

### book 9.210.5

κεῖς’ ἐλάαν, ὅθι πουλὺς ἐδάμνατο λαὸς Ἀχαιῶν.

### book 9.215.1

Αὐτὰρ ὅ γ’ αἶψ’ ἐπίθησε καὶ ἀθανάτων μένος ἵππων

### book 9.215.2

σεύεσκεν μάστιγι ποτὶ κλόνον· οἳ δ’ ἐπέτοντο

### book 9.215.3

ῥίμφα διὰ κταμένων κρατερὸν φορέοντες ἄνακτα.

### book 9.215.4

Οἷος δ’ ἐς πόλεμον φθισίμβροτον ἔρχεται Ἄρης

### book 9.215.5

ἐμβεβαὼς ἵπποισι, περιτρομέει δ’ ἄρα γαῖα

### book 9.220.1

ἐσσυμένου, καὶ θεῖα περὶ στέρνοισι θεοῖο

### book 9.220.2

τεύχε’ ἐπιβρομέουσιν ἴσον πυρὶ μαρμαίροντα·

### book 9.220.3

τοῖος Ἀχιλλῆος κρατερὸς πάις ἤιεν ἄντην

### book 9.220.4

ἐσθλοῦ Δηιφόβοιο· κόνις δ’ ἐπαείρετο πολλὴ

### book 9.220.5

ἵππων ἀμφὶ πόδεσσιν. Ἰδὼν δέ μιν ἄλκιμος ἀνὴρ

### book 9.225.1

Αὐτομέδων ἐνόησεν ὅ τις πέλεν· αἶψα δ’ ἄνακτι

### book 9.225.2

τοῖον ἔπος κατέλεξε περικλυτὸν ἄνδρα πιφα〈ύ〉σκων·

### book 9.225.3

«Ὦ ἄνα, Δηιφόβοιο πέλει στρατὸς ἠδὲ καὶ αὐτός,

### book 9.227.1

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 9.227.2

σεῖο πάροιθε τοκῆος ὑπέτρεσε· νῦν δέ οἱ ἐσθλὸν

### book 9.227.3

ἢ θεὸς ἢ δαίμων τις ὑπὸ κραδίην βάλε θάρσος.»

### book 9.230.1

Ὣς ἄρ’ ἔφη· ὃ δ’ ἄρ’ οὔ τι προσέννεπεν, ἀλλ’ ἔτι μᾶλλον

### book 9.230.2

ἵππους ὀτρύνεσκεν ἐλαυνέμεν, ὄφρα τάχιστα

### book 9.230.3

ὀλλυμένοις Δαναοῖσιν ἀεικέα πότμον ἀλάλκοι.

### book 9.230.4

Ἀλλ’ ὅτε δή ῥ’ ἀφίκοντο μάλα σχεδὸν ἀλλήλοισι,

### book 9.230.5

δὴ τότε Δηίφοβος μάλα περ χατέων πολέμοιο

### book 9.235.1

ἔστη, ὅπως πῦρ αἰνόν, ὅθ’ ὕδατος ἐγγὺς ἵκηται·

### book 9.235.2

θάμβεε δ’ εἰσορόων κρατερόφρονος Αἰακίδαο

### book 9.235.3

ἵππους ἠδὲ καὶ υἷα πελώριον, οὔ τι τοκῆος

### book 9.235.4

μείονα· τοῦ δ’ ἄρα θυμὸς ὑπὸ φρεσὶν ὁρμαίνεσκεν

### book 9.235.5

ἄλλοτε μὲν φεύγειν, ὁτὲ δ’ ἀνέρος ἄντα μάχεσθαι.

### book 9.240.1

Ὡς δ’ ὅτε σῦς ἐν ὄρεσσι νεηγενέων ἀπὸ τέκνων

### book 9.240.2

θῶας ἀποσσεύῃσι, λέων δ’ ἑτέρωθε φανείη

### book 9.240.3

ἔκποθεν ἐσσύμενος, τοῦ δ’ ἵσταται ἄσπετος ὁρμὴ

### book 9.240.4

οὔτε πρόσω μεμαῶτος ἔτ’ ἐλθέμεν οὔτ’ ἄρ’ ὀπίσσω,

### book 9.240.5

θήγει δ’ ἀφριόωντας ὑπὸ γναθμοῖσιν ὀδόντας·

### book 9.245.1

ὣς υἱὸς Πριάμοιο σὺν ἅρμασι μίμνε καὶ ἵπποις

### book 9.245.2

πορφύρων φρεσὶ πολλὰ καὶ ἀμφαφόων δόρυ χερσί.

### book 9.245.3

Τὸν δ’ υἱὸς προσέειπεν ἀμειλίκτου Ἀχιλῆος·

### book 9.245.4

«Πριαμίδη, τί νυ τόσσον ἐπ’ Ἀργείοισι μέμηνας

### book 9.245.5

χειροτέροις, οἳ σεῖο περιτρομέοντες ὁμοκλὴν

### book 9

φεῦγον ἐπεσσυμένοιο, σὺ δ’ ἔλπεο πολλὸν ἄριστος

### book 9.1

ἔμμεναι; Ἀλλὰ σοὶ εἴ περ ὑπὸ κραδίῃ μένος ἐστίν,

### book 9.2

ἡμετέρης πείρησαι ἀνὰ κλόνον ἀσχέτου αἰχμῆς.»

### book 9.3

Ὣς εἰπὼν οἴμησε, λέων ὣς ἄντ’ ἐλάφοιο,

### book 9.4

ἐμβεβαὼς ἵπποισι καὶ ἅρμασι πατρὸς ἑοῖο.

### book 9.255.1

Καί νύ κέ μιν τάχα δουρὶ σὺν ἡνιόχῳ κατέπεφνεν,

### book 9.255.2

εἰ μή οἱ μέλαν αἶψα νέφος κατέχευεν Ἀπόλλων

### book 9.255.3

ἔκποθεν Οὐλύμποιο καὶ ἐξ ὀλοοῖο μόθοιο

### book 9.255.4

ἥρπασε καί μιν ἔθηκε 〈κατὰ〉 πτόλιν, ἧχι καὶ ἄλλοι

### book 9.255.5

Τρῶες ἴσαν φεύγοντες. Ὃ δ’ ἐς κενεὴν δόρυ τύψας

### book 9.260.1

ἠέρα Πηλείδαο πάις ποτὶ μῦθον ἔειπεν·

### book 9.260.2

«Ὦ κύον, ἐξήλυξας ἐμὸν μένος· οὐδὲ σοὶ ἀλκὴ

### book 9.260.3

ἱεμένῳ περ ἄλαλκε, θεῶν δέ τις ὅς ς’ ἐκάλυψε

### book 9.260.4

νύκτα βαλὼν καθύπερθε καὶ ἐκ κακότητος ἔρυσσεν.»

### book 9.260.5

Ὣς ἄρ’ ἔφη· δνοφερὸν δὲ νέφος καθύπερθε Κρονίων

### book 9.265.1

εὖτ’ ὀμίχλην διέχευε· λύθη δ’ εἰς ἠέρα μακρήν.

### book 9.265.2

Αὐτίκα δ’ ἐξεφάνη πεδίον καὶ πᾶσα περὶ χθών·

### book 9.265.3

Τρῶας δ’ εἰσενόησεν ἀπόπροθι πολλὸν ἐόντας

### book 9.265.4

Σκαιῇς ἀμφὶ πύλῃσιν· ἔβη δ’ ἄρα πατρὶ ἐοικὼς

### book 9.265.5

ἀντία δυσμενέων οἵ μιν φοβέοντο κιόντα.

### book 9.270.1

Ἠύτε κῦμ’ ἀλεγεινὸν ἐπεσσύμενον τρομέουσι

### book 9.270.2

ναῦται, ὅ τ’ ἐξ ἀνέμοιο διεγρόμενον φορέηται

### book 9.270.3

εὐρὺ μάλ’ ὑψηλόν τε, μέμηνε δὲ λαίλαπι πόντος·

### book 9.270.4

ὣς τοῦ ἐπερχομένοιο κακὸν δέος ἄμπεχε Τρῶας.

### book 9.270.5

Τοῖον δ’ ἔκφατο μῦθον ἐποτρύνων ἑτάροισι·

### book 9.275.1

«Κλῦτε, φίλοι, καὶ θάρσος ἐνὶ στήθεσσι βάλεσθε

### book 9.275.2

ἄτρομον, οἷον ἔοικε φορήμεναι ἀνέρας ἐσθλοὺς

### book 9.1

νίκην ἱεμένους ἐρικυδέα χερσὶν ἀρέσθαι

### book 9.2

καὶ κλέος ἐκ πολέμοιο δυσηχέος. Ἀλλ’ ἄγε θυμὸν

### book 9.3

παρθέμενοι πονεώμεθ’ ὑπὲρ μένος, εἰς ὅ κε Τροίης

### book 9.280.1

πέρσωμεν κλυτὸν ἄστυ καὶ ἐκτελέσωμεν ἐέλδωρ·

### book 9.280.2

αἰδὼς γὰρ μάλα πολλὸν ἐπὶ χρόνον ἔνθα μένοντας

### book 9.280.3

ἔμμεναι ἀπρήκτους καὶ ἀνάλκιδας, οἷα γυναῖκας·

### book 9.280.4

τεθναίην γὰρ μᾶλλον ἢ ἀπτόλεμος καλεοίμην.»

### book 9.280.5

Ὣς φάτο· τοὶ δ’ ἔτι μᾶλλον ἐς Ἄρεος ἔργον ὄρουσαν

### book 9.285.1

θαρσαλέως, Τρώεσσι δ’ ἐπέδραμον· οἳ δὲ καὶ αὐτοὶ

### book 9.285.2

προφρονέως μάρναντο περὶ πτόλιν, ἄλλοτε δ’ αὖτε

### book 9.285.3

ἔντοσθε〈ν〉 πυλέων ἀπὸ τείχεος· οὐδ’ ἀπέληγε

### book 9.285.4

δεινὸς Ἄρης, Τρώων μὲν ἐελδομένων ἀπερύξαι

### book 9.285.5

δυσμενέων στρατὸν αἰνόν, ἐυσθενέων δ’ Ἀργείων

### book 9.290.1

ἄστυ διαπραθέειν· ὀλοὴ δ’ ἔχε πάντας ὀιζύς.

### book 9.290.2

Καὶ τότε δὴ Τρώεσσιν ἀρηγέμεναι μενεαίνων

### book 9.290.3

ἔκθορεν Οὐλύμποιο καλυψάμενος νεφέεσσι

### book 9.290.4

Λητοΐδης· τὸν δ’ αἶψα θοαὶ φορέεσκον ἄελλαι

### book 9.290.5

τεύχεσι χρυσείοισι κεκασμένον· ἀμφὶ δὲ μακραὶ

### book 9.295.1

μάρμαιρον κατιόντος ἴσον στεροπῇσι κέλευθοι,

### book 9.295.2

ἀμφὶ δέ οἱ γωρυτὸς ἐπέκτυπεν. Ἔβραχε δ’ αἰθὴρ

### book 9.295.3

θεσπέσιον καὶ γαῖα μέγ’ ἴαχεν, εὖτ’ ἀκάμαντας

### book 9.295.4

θῆκε παρὰ Ξάνθοιο ῥόον πόδας. Ἐκ δ’ ἐβόησε

### book 9.295.5

σμερδαλέον, Τρωσὶν δὲ θράσος βάλε, δεῖμα δ’ Ἀχαιοῖς

### book 9.1

μίμνειν αἱματόεντα κατὰ κλόνον. Οὐδ’ Ἐνοσίχθων

### book 9.2

ὄβριμος ἠγνοίησε, μένος δ’ ἐνέπνευσεν Ἀχαιοῖς

### book 9.3

ἤδη τειρομένοισι. Μάχη δ’ ἀίδηλος ἐτύχθη

### book 9.4

ἀθανάτων βουλῇσιν· ὄλοντο δὲ μυρία φῦλα

### book 9.5

αἰζηῶν ἑκάτερθε. Κοτεσσάμενος δ’ ἄρ’ Ἀπόλλων

### book 9.305.1

Ἀργείοις ὥρμαινε βαλεῖν θρασὺν υἷ’ Ἀχιλῆος

### book 9.305.2

αὐτοῦ, ὅπου καὶ πρόσθεν Ἀχιλλέα· τοῦ δ’ ἄρα θυμὸν

### book 9.305.3

οἰωνοὶ κατέρυκον ἀριστερὰ κεκλήγοντες

### book 9.305.4

ἄλλά τε σήματα πολλά· χόλος δέ οἱ οὐκέτ’ ἔμελλε

### book 9.305.5

πείθεσθαι τεράεσσι. Τὸ δ’ οὐ λάθε Κυανοχαίτην

### book 9.310.1

ἠέρι θεσπεσίῃ κεκαλυμμένον, ἀμφὶ δὲ ποσσὶ

### book 9.310.2

νισομένοιο ἄνακτος ἐρεμνὴ κίνυτο γαῖα·

### book 9.310.3

τοῖον δ’ ἔκφατο μῦθον ἐελδόμενός μιν ἐρύξαι·

### book 9.310.4

«Ἴσχε, τέκος, καὶ μή τι πελώριον υἷ’ Ἀχιλῆος

### book 9.310.5

κτείνῃς· οὐδὲ γὰρ αὐτὸς Ὀλύμπιος ὀλλυμένοιο

### book 9.315.1

γηθήσει· μέγα δ’ ἄλγος ἐμοὶ καὶ πᾶσι θεοῖσιν

### book 9.315.2

ἔσσεται εἰναλίοισιν, ὅπως πάρος ἀμφ’ Ἀχιλῆος.

### book 9.315.3

Ἀλλ’ ἀναχάζεο δῖον ἐς αἰθέρα, μή με χολώσῃς,

### book 9.315.4

αἶψα δ’ ἀναρρήξας μεγάλης χθονὸς εὐρὺ βέρεθρον

### book 9.315.5

αὐτὴν Ἴλιον εἶθαρ ἑοῖς ἅμα τείχεσι πᾶσαν

### book 9.320.1

θήσω ὑπὸ ζόφον εὐρύν· ἄχος δέ τοι ἔσσεται αὐτῷ.»

### book 9.320.2

Ὣς φάθ’ ὃ δ’ ἁζόμενος μέγ’ ἀδελφεὸν οἷο τοκῆος

### book 9.320.3

δείσας τ’ ἀμφὶ πόληος ἐυσθενέων θ’ ἅμα λαῶν

### book 9.320.4

χάσσατ’ ἐς οὐρανὸν εὐρύν, ὃ δ’ εἰς ἅλα. Τοὶ δ’ ἐμάχοντο

### book 9.320.5

ἀλλήλους ὀλέκοντες, Ἔρις δ’ ἐπετέρπετο χάρμῃ,

### book 9.325.1

μέσφ’ ὅτε δὴ Κάλχαντος ὑπ’ ἐννεσίῃσιν Ἀχαιοὶ

### book 9.325.2

ἐς νῆας χάσσαντο καὶ ἐξελάθοντο μόθοιο·

### book 9.325.3

οὐ γὰρ δὴ πέπρωτο δαμήμεναι Ἰλίου ἄστυ,

### book 9.325.4

πρίν γε Φιλοκτήταο βίην ἐς ὅμιλον Ἀχαιῶν

### book 9.325.5

ἐλθέμεναι πολέμοιο δαήμονα δακρυόεντος·

### book 9.330

καὶ τὸ μὲν ἠγαθέοισιν ἐπεφράσατ’ οἰωνοῖσιν

### book 9.1

ἠὲ καὶ ἐν σπλάγχνοισιν ἐσέδρακεν· οὐ γὰρ ἄιδρις

### book 9.2

μαντοσύνης ἐτέτυκτο, θεὸς δ’ ὣς ᾔδεε πάντα.

### book 9.3

Τῷ πίσυνοι στονόεντος ἀποσχόμενοι πολέμοιο

### book 9.4

Ἀτρεῖδαι προέηκαν ἐυκτιμένην ποτὶ Λῆμνον

### book 9.335.1

Τυδέος ὄβριμον υἷα μενεπτόλεμόν τ’ Ὀδυσῆα

### book 9.335.2

νηὶ θοῇ. 〈Τ〉οὶ δ’ αἶψα ποτὶ πτόλιν Ἡφαίστοιο

### book 9.335.3

ἤλυθον Αἰγαίοιο διὰ πλατὺ χεῦμα θαλάσσης,

### book 9.335.4

Λῆμνον ἐς ἀμπελόεσσαν, ὅπῃ πάρος αἰνὸν ὄλεθρον

### book 9.335.5

ἀνδράσι κουριδίοισιν ἐμητίσαντο γυναῖκες

### book 9.340.1

ἔκπαγλον κοτέουσαι, ἐπεί σφεας οὔ τι τίεσκον,

### book 9.340.2

ἀλλὰ δμωιάδεσσι παρευνάζοντο γυναιξὶ

### book 9.340.3

Θρηικίῃς τὰς δουρὶ καὶ ἠνορέῃ κτεάτισσαν

### book 9.340.4

πέρθοντες τότε γαῖαν ἀρηιφίλων Θρηίκων·

### book 9.340.5

αἳ δὲ μέγα ζήλοιο περὶ κραδίῃσι πεσόντος

### book 9.345.1

θυμὸν ἀνοιδήσαντο, φίλους δ’ ἀνὰ δώματ’ ἀκοίτας

### book 9.345.2

κτεῖνον ἀνηλεγέως ὑπὸ χείρεσιν, οὐδ’ ἐλέησαν

### book 9.345.3

κουριδίους περ ἐόντας· ἐπεί ῥ’ ἀπαναίνεται ἦτορ

### book 9.345.4

ἀνέρος ἠδὲ γυναικός, ὅτε ζηλήμονι νούσῳ

### book 9.345.5

ἀμφιπέσῃ· κρατεραὶ γὰρ ἐποτρύνουσιν ἀνῖαι.

### book 9.1

Ἀλλ’ αἳ μὲν σφετέροισιν ἐπ’ ἀνδράσι πῆμ’ ἐβάλοντο

### book 9.2

νυκτὶ μιῇ καὶ πᾶσαν ἐχηρώσαντο πόληα

### book 9.3

παρθέμεναι φρεσὶ θυμὸν ἀταρβέα καὶ μέγα κάρτος.

### book 9.4

Οἳ δ’ ὅτε δὴ Λήμνοιο 〈πέδον〉 κίον ἠδὲ καὶ ἄντρον

### book 9

λαΐνεον τόθι κεῖτο πάις Ποίαντος ἀγαυοῦ,

### book 9.355.1

δὴ τότ’ ἄρά σφισι θάμβος ἐπήλυθεν, εὖτ’ ἐσίδοντο

### book 9.355.2

ἀνέρα λευγαλέῃσιν ἐπιστενάχοντ’ ὀδύνῃσι

### book 9.355.3

κεκλιμένον στυφελοῖο κατ’ οὔδεος. Ἀμφὶ δ’ ἄρ’ αὐτῷ

### book 9.355.4

οἰωνῶν πτερὰ πολλὰ περὶ λεχέεσσι κέχυντο·

### book 9.355.5

ἄλλα δέ οἱ συνέραπτο περὶ χροΐ, χείματος ἄλκαρ

### book 9.360.1

λευγαλέου· δὴ γάρ μιν † ἐπὴν ἕλε † λιμὸς ἀτερπής,

### book 9.360.2

βάλλων ἄσχετον ἰόν, ὅπῃ νόος ἰθύνεσκε,

### book 9.361.1

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 9.361.2

καὶ τὰ μὲν ἂρ κατέδαπτε, τὰ δ’ ἕλκεος οὐλομένοιο

### book 9.361.3

ἀμφετίθει καθύπερθε μελαίνης ἄλκαρ ἀνίης.

### book 9.361.4

Αὐαλέαι δέ οἱ ἀμφὶ κόμαι περὶ κρατὶ κέχυντο

### book 9.365.1

θηρὸς ὅπως ὀλοοῖο τὸν ἀργαλέης δόλος ἄγρης

### book 9.365.2

μάρψῃ νυκτὸς ἰόντα θοοῦ ποδός, ὃς δ’ ὑπ’ ἀνάγκης

### book 9.365.3

τειρόμενος ποδὸς ἄκρον ἀταρτηροῖσιν ὀδοῦσι

### book 9.365.4

κόψας εἰς ἑὸν ἄντρον ἀποίχεται, ἀμφὶ δέ οἱ κῆρ

### book 9.365.5

τείρει ὁμοῦ λιμός τε καὶ ἀργαλέαι μελεδῶναι·

### book 9.370.1

ὣς τὸν ὑπὸ σπέος εὐρὺ κακὴ περιδάμνατ’ ἀνίη·

### book 9.370.2

καί οἱ πᾶν μεμάραντο δέμας, περὶ δ’ ὀστέα μοῦνον

### book 9.370.3

ῥινὸς ἔην, ὀλοὴ δὲ παρηίδας ἄμπεχ’ ἀυτμὴ

### book 9.370.4

λευγαλέη ῥυπόωντος· ἀνιηρὸν δέ μιν ἄλγος

### book 9.370.5

δάμνατο· κοῖλαι δ’ ἔσκον ὑπ’ ὀφρύσιν ἀνδρὸς ὀπωπαὶ

### book 9.375.1

αἰνῶς τειρομένοιο· γόος δέ μιν οὔ ποτ’ ἔλειπεν,

### book 9.375.2

οὕνεκά οἱ μέλαν ἕλκος ἐς ὀστέον ἄχρις ἱκέσθαι

### book 9.376.1

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 9.376.2

πυθόμενον καθύπερθε, λυγραὶ δ’ ὑπέρεπτον ἀνῖαι.

### book 9.376.3

Ὡς δ’ ὅτ’ ἐπὶ προβολῇσι πολυκλύστοιο θαλάσσης

### book 9.376.4

πέτρην παιπαλόεσσαν ἀπειρεσίης ἁλὸς ἅλμη

### book 9.380.1

δάμναθ’ ὑποτμήγουσα μάλα στερεήν περ ἐοῦσαν,

### book 9.380.2

τῆς δ’ ἄρα θεινομένης ἀνέμῳ καὶ κύματι λάβρῳ

### book 9.380.3

χηραμὰ κοιλαίνονται ὑποβρωθέντα θαλάσσῃ·

### book 9.380.4

ὣς τοῦ ὑπίχνιον ἕλκος ἀέξετο πυθομένοιο

### book 9.380.5

ἰοῦ ἄπο, στυφελοῖσι τόν οἱ ἐνομόρξατ’ ὀδοῦσι

### book 9.385.1

λυγρὸς ὕδρος, τόν φασιν ἀναλθέα τε στυγερόν τε

### book 9.385.2

ἔμμεναι, ὁππότε μιν τέρσῃ περὶ χέρσον ἰόντα

### book 9.385.3

ἠελίοιο μένος· τῶ καὶ μέγα φέρτατον ἄνδρα

### book 9.385.4

τεῖρε δυσαλθήτοισιν ὑποδμηθέντ’ ὀδύνῃσιν.

### book 9.385.5

Ἐκ δέ οἱ ἕλκεος αἰὲν ἐπὶ χθόνα λειβομένοιο

### book 9.390.1

ἰχῶρος πεπάλακτο πέδον πολυχανδέος ἄντρου,

### book 9.390.2

θαῦμα μέγ’ ἀνθρώποισι καὶ ὕστερον ἐσσομένοισι.

### book 9.390.3

Καί οἱ πὰρ κλισίην φαρέτρη παρεκέκλιτο μακρὴ

### book 9.390.4

ἰῶν πεπληθυῖα· πέλοντο δ’ ἄρ’ οἳ μὲν ἐς ἄγρην,

### book 9.390.5

οἳ δ’ ἐς δυσμενέας, τοὺς ἄμπεχε λοίγιον ὕδρου

### book 9.395.1

φάρμακον αἰνομόροιο· πάροιθε δέ οἱ μέγα τόξον

### book 9.395.2

κεῖτο πέλας, γναμπτοῖσιν ἀρηρέμενον κεράεσσι

### book 9.395.3

χερσὶν ὑπ’ ἀκαμάτοισι τετυγμένον Ἡρακλῆος.

### book 9.1

Τοὺς δ’ ὁπότ’ εἰσενόησε ποτὶ σπέος εὐρὺ κιόντας,

### book 9.2

ἐσσυμένως ὥρμηνεν ἐπ’ ἀμφοτέροισι τανύσσαι

### book 9.1

ἀλγινόεντα βέλεμνα χόλου μεμνημένος αἰνοῦ,

### book 9.2

οὕνεκά μιν τὸ πάροιθε μέγα στενάχοντα λίποντο

### book 9.3

μοῦνον ἐρημαίοισιν ἐπ’ αἰγιαλοῖσι θαλάσσης.

### book 9.4

Καί νύ κεν αἶψ’ ἐτέλεσσεν ἅ οἱ θρασὺς ἤθελε θυμός,

### book 9.5

εἰ μή οἱ στονόεντα χόλον διέχευεν Ἀθήνη

### book 9.405.1

ἀνέρας εἰσορόωντος ὁμήθεας. Οἳ δέ οἱ ἄγχι

### book 9.405.2

ἤλυθον ἀχνυμένοισιν ἐοικότε, καί ῥά μιν ἄμφω

### book 9.405.3

ἄντρου ἔσω κοίλοιο παρεζόμενοι ἑκάτερθεν

### book 9.405.4

ἕλκεος ἀμφ’ ὀλοοῖο καὶ ἀργαλέων ὀδυνάων

### book 9.405.5

εἴροντ’· αὐτὰρ ὃ τοῖσιν ἑὰς διεπέφραδ’ ἀνίας.

### book 9.410.1

Οἳ δέ ἑ θαρσύνεσκον, ἔφαντο δέ οἱ λυγρὸν ἕλκος

### book 9.410.2

ἐξ ὀλοοῖο μόγοιο καὶ ἄλγεος ἰήσασθαι,

### book 9.410.3

ἢν στρατὸν εἰσαφίκηται Ἀχαι〈ι〉κόν, ὅν ῥα καὶ αὐτὸν

### book 9.410.4

φάντο μέγ’ ἀσχαλάαν παρὰ νήεσιν ἠδὲ καὶ αὐτοὺς

### book 9.410.5

Ἀτρείδας ἅμα τοῖσι· κακῶν δέ οἱ οὔ τιν’ Ἀχαιῶν

### book 9.415.1

αἴτιον ἔμμεν ἔφαντο κατὰ στρατόν, ἀλλ’ ἀλεγεινὰς

### book 9.415.2

Μοίρας, ὧν ἑκὰς οὔ τις ἀνὴρ ἐπινίσεται αἶαν,

### book 9.415.3

ἀλλ’ αἰεὶ μογεροῖσιν ἐπ’ ἀνδράσιν ἀπροτίοπτοι

### book 9.415.4

στρωφῶντ’ ἤματα πάντα, βροτῶν μένος ἄλλοτε μέν που

### book 9.415.5

βλάπτουσαι κατὰ θυμὸν ἀμείλιχον, ἄλλοτε δ’ αὖτε

### book 9.420.1

ἔκποθε κυδαίνουσαι, ἐπεὶ μάλα πάντα βροτοῖσι

### book 9.420.2

κεῖναι καὶ στονόεντα καὶ ἤπια μηχανόωνται,

### book 9.1

αὐταὶ ὅπως ἐθέλουσιν. Ὃ δ’ εἰσαΐων Ὀδυσῆος

### book 9.2

ἠδὲ καὶ ἀντιθέου Διομήδεος αὐτίκα θυμὸν

### book 9.3

ῥηιδίως κατέπαυσεν ἀνιηροῖο χόλοιο,

### book 9.425.1

ἔκπαγλον τὸ πάροιθε χολούμενος, ὅσς’ ἐπεπόνθει.

### book 9.425.2

Οἳ δέ μιν αἶψ’ ἐπὶ νῆα καὶ ἠιόνας βαρυδούπους

### book 9.425.3

καγχαλόωντες ἔνεικαν ὁμῶς σφετέροισι βελέμνοις.

### book 9.425.4

Καί ῥά οἱ ἀμφεμάσαντο δέμας καὶ ἀμείλιχον ἕλκος

### book 9.425.5

σπόγγῳ ἐυτρήτῳ, κατὰ δ’ ἔκλυσαν ὕδατι πολλῷ·

### book 9.430.1

ἀμπνύσθη δ’ ἄρα τυτθόν. Ἄφαρ δέ οἱ ἐγκονέοντες

### book 9.430.2

δόρπον ἐὺν τεύξαντο μεμαότι, σὺν δὲ καὶ αὐτοὶ

### book 9.430.3

δαίνυντ’ ἔνδοθι νηός· ἐπήλυθε δ’ ἀμβροσίη νύξ,

### book 9.430.4

τοῖσι δ’ ἐφ’ ὕπνος ὄρουσε. Μένον δ’ ἄχρις ἠριγενείης

### book 9.430.5

ἀμφιάλου Λήμνοιο παρ’ ᾐόσιν· αὐτὰρ ἅμ’ ἠοῖ

### book 9.435.1

πείσμαθ’ ὁ〈μ〉ῶς εὐνῇσιν ἐυγνάμπτοισιν ἄειραν

### book 9.435.2

ἔκτοθεν ἐγκονέοντες. Ἐπιπροέηκε δ’ Ἀθήνη

### book 9.435.3

ἐξόπιθεν πνείοντα τανυπρῴρου νεὸς οὖρον·

### book 9.435.4

ἱστία δ’ αἶψ’ ἐτάνυσσαν ὑπ’ ἀμφοτέροισι πόδεσσι,

### book 9.435.5

νῆα κατιθύνοντες ἐύζυγον. Ἣ δ’ ὑπ’ ἰωῇ

### book 9.440.1

ἔσσυτ’ ἐπὶ πλατὺ χεῦμα· μέλαν δ’ ἀμφέστενε κῦμα

### book 9.440.2

ῥηγνύμενον, πολιὸς δὲ περίζεε πάντοθεν ἀφρός·

### book 9.440.3

ἀμφὶ δέ οἱ δελφῖνες ἀολλέες ἐσσεύοντο

### book 9.440.4

ὦκα διαπρήσσοντες ἁλὸς πολιοῖο κέλευθα.

### book 9.440.5

Οἳ δ’ 〈ἄφ〉αρ Ἑλλήσποντον ἐπ’ ἰχθυόεντ’ ἀφίκοντο,

### book 9.445.1

ἧχι καὶ ἄλλαι νῆες ἔσαν. Κεχάροντο δ’ Ἀχαιοί,

### book 9.445.2

ὡς ἴδον οὓς ποθέεσκον ἀνὰ στρατόν. Οἳ δ’ ἄρα νηὸς

### book 9.1

ἀσπασίως ἀπέβησαν· ἔχεν δ’ ἄρα χεῖρας ἀραιὰς

### book 9.2

Ποίαντος θρασὺς υἱὸς ἐπ’ ἀνέρας, οἵ ῥά μιν ἄμφω

### book 9.3

λυγρὸν ἐπισκάζοντα ποτὶ χθόνα δῖαν ἄγεσκον

### book 9.1

ἀμφοτέρω〈ν〉 κρατερῇσιν ἐπικλι〈ν〉θέντα χέρεσσιν,

### book 9.2

ἠύτ’ ἐνὶ ξυλόχοισιν ἐς ἥμισυ μέχρι κοπεῖσαν

### book 9.3

φηγὸν ὑφ’ ὑλοτόμοιο βίης, ἢ πίονα πεύκην

### book 9.4

τυτθὸν ἔθ’ ἑστηυῖαν, ὅσον λίπε δρυτόμος ἀνὴρ

### book 9.5

πρέμνου ὑποτμήγων λιπαρὸν δάος, ὄφρα πέληται

### book 9.455.1

πίσσα πυρὶ δμηθεῖσα κατ’ οὔρεα, τὴν δ’ ἀλεγεινῶς

### book 9.455.2

ἀχθομένην ἄνεμός 〈τε〉 καὶ ἀδρανίη ποτικλίνει

### book 9.456a

ἔρνεσιν εὐθαλέεσσι, φέρουσι δέ μιν βαρέουσαν·

### book 9.457.1

ὣς ἄρ’ ὑπ’ ἀτλήτῳ βεβαρημένον ἄλγεϊ φῶτα

### book 9.457.2

θαρσαλέοι ἥρωες ἐπικλι〈ν〉θέντα φέρεσκον

### book 9.457.3

Ἀργείων ἐς ὅμιλον ἀρήιον. Οἳ δ’ ἐσιδόντες

### book 9.460.1

ᾤκτειραν μάλα πάντες ἑκηβόλον ἀνέρα λυγρῷ

### book 9.460.2

ἕλκεϊ τειρόμενον. Τὸν δὲ στερεὸν καὶ ἄνουσον

### book 9.460.3

ὠκύτερον ποίησε νοήματος αἰψηροῖο

### book 9.460.4

ἶσος ἐπουρανίοις Ποδαλείριος, εὖ μὲν ὕπερθε

### book 9.460.5

πάσσων φάρμακα πολλὰ καθ’ ἕλκεος, εὖ δὲ κικλήσκων

### book 9.465.1

οὔνομα πατρὸς ἑοῖο· θοῶς δ’ ἰάχησαν Ἀχαιοὶ

### book 9.465.2

πάντες κυδαίνοντες ὁμῶς Ἀσκληπιοῦ υἷα.

### book 9.465.3

Καί μιν φαιδρύναντο καὶ ἀμφὶς ἔχρισαν ἐλαίῳ

### book 9.465.4

προφρονέως. Ὀλοὴ δὲ κατηφείη καὶ ὀιζὺς

### book 9

ἀθανάτων ἰότητι κατέφθιτο· 〈τ〉οὶ δ’ ἀνὰ θυμὸν

### book 9.470.1

τέρποντ’ εἰσορόωντες· ὃ δ’ ἄμπνυεν ἐκ κακότητος·

### book 9.470.2

ἀχροίῃ γὰρ ἔρευθος ἐπήλυθεν, ἀργαλέῃ δὲ

### book 9.470.3

ἀδρανίῃ μέγα κάρτος· ἀέξετο δ’ ἅψεα πάντα.

### book 9.470.4

Ὡς δ’ ὁπότ’ ἀλδαίνηται ἔπι σταχύεσσιν ἄρουρα,

### book 9.470.5

ἥν τε πάρος φθινύθουσαν ἐπέκλυσε χείματος αἰνοῦ

### book 9.475.1

ὄμβρος ἐπιβρίσας, ἣ δ’ ἀλθομένη ἀνέμοισι

### book 9.475.2

μειδιάᾳ τεθαλυῖα πολυκμήτῳ ἐν ἀλωῇ·

### book 9.475.3

ὣς ἄρα τειρομένοιο Φιλοκτήταο πάροιθε

### book 9.475.4

πᾶν δέμας αἶψ’ ἀνέθηλεν· † ἐυτρόχῳ δ’ ἐνὶ κοίλῃ †

### book 9.475.5

κάλλιπε κήδεα πάντα τά οἱ περιδάμνατο θυμόν.

### book 9.480.1

Ἀργεῖοι δ’ ὁρόωντες ἅτ’ ἐκ θανάτου ἀνιόντα

### book 9.480.2

ἀνέρα θαυμάζεσκον· ἔφαντο γὰρ ἔμμεναι ἔργον

### book 9.480.3

ἀθανάτων· τὸ δ’ ἄρ’ ἦεν ἐτήτυμον ὡς ἐνόησαν·

### book 9.480.4

καὶ γάρ οἱ μέγεθός τε καὶ ἀγλαΐην κατέχευεν

### book 9.480.5

ἐσθλὴ Τριτογένεια, φάνεν δέ ἑ οἷος ἔην περ

### book 9.485.1

τὸ πρὶν ἐν Ἀργείοισι πάρος κακότητι δαμῆναι.

### book 9.485.2

Καὶ τότ’ ἄρ’ ἐς κλισίην Ἀγαμέμνονος ἀφνειοῖο

### book 9.485.3

πάντες ὁμῶς οἱ ἄριστοι ἄγον Ποιάντιον υἷα,

### book 9.485.4

καί μιν κυδαίνοντες ἐπ’ εἰλαπίνῃσι γέραιρον.

### book 9.485.5

Ἀλλ’ ὅτε δὴ κορέσαντο ποτοῦ καὶ ἐδητύος ἐσθλῆς,

### book 9.490.1

δὴ τότε μιν προσέειπεν ἐυμμελίης Ἀγαμέμνων·

### book 9.490.2

«Ὦ φίλ’, ἐπειδή πέρ σε θεῶν ἰότητι πάροιθε

### book 9.490.3

Λήμνῳ ἐν ἀμφιάλῳ λίπομεν βλαφθέντε νόημα,

### book 9.1

μὴ δ’ ἡμῖν χόλον αἰνὸν ἐνὶ φρεσὶ σῇσι βαλέσθαι·

### book 9.2

οὐ γὰρ ἄνευ μακάρων τάδ’ ἐρέξαμεν, ἀλλά που αὐτοὶ

### book 9.495.1

ἤθελον ἀθάνατοι νῶιν κακὰ πολλὰ βαλέσθαι

### book 9.495.2

σεῦ ἀπὸ νόσφιν ἐόντος, ἐπεὶ περίοιδας ὀιστοῖς

### book 9.495.3

δυσμενέας δάμνασθαι, ὅτ’ ἀντία σεῖο μάχωνται.

### book 9.495.4

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 9.495.5

πᾶσαν ἀν’ ἤπειρον πέλαγός τ’ ἀνὰ μακρὸν ἄιστοι

### book 9.1

Μοιράων ἰότητι πολυσχιδέες τε πέλονται

### book 9.2

πυκναί τε σκολιαί τε, τετραμμέναι ἄλλυδις ἄλλη·

### book 9.3

τῶν δὲ δι’ αἰζηοὶ φορέονθ’ ὑπὸ Δαίμονος Αἴσῃ

### book 9.4

εἰδόμενοι φύλλοισιν ὑπὸ πνοιῇς ἀνέμοιο

### book 9.5

σευομένοις· ἀγαθὸς δὲ κακῇ ἐνέκυρσε κελεύθῳ

### book 9.505.1

πολλάκις, οὐκ ἐσθλὸς δ’ ἀγαθῇ· τὰς δ’ οὔτ’ ἀλέασθαι

### book 9.505.2

οὔτ’ ἄρ’ ἑκών τις ἑλέσθαι ἐπιχθόνιος δύνατ’ ἀνήρ·

### book 9.505.3

χρὴ δὲ σαόφρονα φῶτα, καὶ ἢν φορέηθ’ ὑπ’ ἀέλλαις

### book 9.505.4

οἴμην ἀργαλέην, στερεῇ φρενὶ τλῆναι ὀιζύν.

### book 9.505.5

Ἀλλ’ ἐπεὶ ἀασάμεσθα καὶ ἠλίτομεν τόδε ἔργον,

### book 9.510.1

ἐξαῦτις δώροισιν ἀρεσσόμεθ’ ἀπλήτοισι,

### book 9.510.2

Τρώων ἤν ποθ’ ἕλωμεν ἐυκτίμενον πτολίεθρον.

### book 9.510.3

Νῦν δὲ 〈λάβ’〉 ἑπτὰ γυναῖκας ἐείκοσί τ’ ὠκέας ἵππους

### book 9.510.4

ἀθλοφόρους τρίποδάς τε δυώδεκα, τοῖς ἐπὶ θυμὸν

### book 9.510.5

τέρψεις ἤματα πάντα· καὶ ἐν κλισίῃσιν ἐμῇσιν

### book 9.515.1

αἰεί τοι παρὰ δαιτὶ γέρας βασιλήιον ἔσται.»

### book 9.515.2

Ὣς εἰπὼν ἥρωι πόρεν περικαλλέα δῶρα·

### book 9.1

τὸν δ’ ἄρα Ποίαντος προσέφη κρατερόφρονος υἱός·

### book 9.2

«Ὦ φίλος, οὐ σοὶ ἐγὼν ἔτι χώομαι, οὐδὲ μὲν ἄλλῳ

### book 9.3

Ἀργείων, εἰ 〈καί〉 τις ἔτ’ ἤλιτεν εἵνεκ’ ἐμεῖο·

### book 9.520.1

οἶδα γὰρ ὡς 〈σ〉τρεπτὸς νόος ἀνδράσι γίνεται ἐσθλοῖς,

### book 9.520.2

οὐδ’ αἰεὶ χαλεπὸν θέμις ἔμμεναι οὐδ’ ἀσύφηλον,

### book 9.520.3

ἀλλ’ ὁτὲ μὲν σμερδνὸν τελέθειν, ὁτὲ δ’ ἤπιον εἶναι.

### book 9.520.4

Νῦν δ’ ἴομεν ποτὶ κοῖτον, ἐπεὶ χατέοντι μάχεσθαι

### book 9.520.5

βέλτερον ὑπνώειν ἢ ἐπὶ πλέον εἰλαπινάζειν.»

### book 9.525.1

Ὣς εἰπὼν ἀπόρουσε καὶ ἐς κλισίην ἀφίκανε

### book 9.525.2

σφῶν ἑτάρων· οἳ δ’ αἶψα φιλοπτολέμῳ βασιλῆι

### book 9.525.3

εὐνὴν ἐντύνοντο μέγα φρεσὶ καγχαλόωντες·

### book 9.525.4

αὐτὰρ ὅ γ’ ἀσπασίως κατελέξατο μέχρις ἐς ἠῶ.

### book 9.525.5

Νὺξ δ’ ἀνεχάσσατο δῖα, φάος δ’ ἐρύθηνε κολώνας

### book 9.530.1

ἠελίου· καὶ πάντα βροτοὶ περιποίπνυον ἔργα.

### book 9.530.2

Ἀργεῖοι δ’ ὀλοοῖο μέγ’ ἱέμενοι πολέμοιο,

### book 9.530.3

οἳ μὲν δούρατα θῆγον ἐύξοα, τοὶ δὲ βέλεμνα,

### book 9.530.4

ἄλλοι δ’ αἰγανέας· ἅμα δ’ ἠοῖ δαῖτα πένοντο

### book 9.530.5

αὐτοῖς ἠδ’ ἵπποισι, πάσαντο δὲ πάντες ἐδωδήν.

### book 9.535.1

Τοῖσι 〈δὲ〉 δὴ Ποίαντος ἀμύμονος ὄβριμος υἱὸς

### book 9.535.2

τοῖον ἔπος μετέειπεν ἐποτρύνων πονέεσθαι·

### book 9.535.3

«Εἰ δ’ ἄγε 〈δὴ〉 πολέμοιο μεδώμεθα· μηδέ τις ἡμέων

### book 9.535.4

μιμνέτω ἐν νήεσσι, πάρος κλυτὰ τείχεα λῦσαι

### book 9.535.5

Τροίης εὐπύργοιο καταπρῆσαί τε πόληα.»

### book 9.540.1

Ὣς φάτο· τοῖσι δὲ θυμὸς ὑπὸ κραδίῃ μέγ’ ἰάνθη.

### book 9.540.2

Δῦσαν δ’ ἐν τεύχεσσι καὶ ἀσπίσιν· ἐκ δ’ ἄρα νηῶν

### book 9.1

πανσυδίῃ μελίῃσι κεκασμένοι ἐσσεύοντο

### book 9.2

καὶ βοέοις σακέεσσι καὶ ἀμφιφάλοις κορύθεσσιν.

### book 9.3

Ἄλλος δ’ ἄλλον ἔρειδε κατὰ στίχας, οὐδέ κε φαίης

### book 9.545

κείνων ἐσσυμένων ἑκὰς ἔμμεναι ἄλλον ἀπ’ ἄλλου·

### book 9

ὣς ἄρ’ ἴσαν θαμινοὶ καὶ ἀρηρότες ἀλλήλοισιν.

### book 10.1.1

Τρῶες δ’ αὖτ’ ἔκτοσθεν ἔσαν Πριάμοιο πόληος

### book 10.1.2

πάντες σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδὲ καὶ ἵπποις

### book 10.1.3

ὠκυτάτοις· καῖον γὰρ ἀποκταμένους ἐνὶ χάρμῃ,

### book 10.1.4

δειδιότες μὴ λαὸς ἐπιβρίσειεν Ἀχαιῶν.

### book 10.5.1

Τοὺς δ’ ὡς οὖν ἐσίδοντο ποτὶ πτόλιν ἀίσσοντας,

### book 10.5.2

ἐσσυμένως κταμένοισι χυτὸν περὶ σῆμ’ ἐβάλοντο

### book 10.5.3

σπερχόμενοι· δεινὸν γὰρ ὑποτρομέεσκον ἰδόντες.

### book 10.5.4

Τοῖσ〈ι〉 δ’ ἄρ’ ἀχνυμένοισιν ὑπὸ φρεσὶ μῦθον ἔειπε

### book 10.5.5

Πουλυδάμας, ὃ γὰρ ἔσκε λίην πινυτὸς καὶ ἐχέφρων·

### book 10.10.1

«Ὦ φίλοι, οὐκέτ’ ἀνεκτὸς ἐφ’ ἡμῖν μαίνεται Ἄρης.

### book 10.10.2

Ἀλλ’ ἄγε δὴ φραζώμεθ’ ὅπως πολέμοιό τι μῆχος

### book 10.10.3

εὕρωμεν· Δαναοὶ γὰρ ἐπικρατέουσι μένοντες.

### book 10.10.4

Νῦν δ’ ἄγε δὴ πύργοισιν ἐυδμήτοις ἐπιβάντες

### book 10.10.5

μίμνωμεν νύκτας τε καὶ ἤματα δηριόωντες,

### book 10.15.1

εἰς ὅ κε δὴ Δαναοὶ Σπάρτην ἐρίβωλον ἵκωνται

### book 10.15.2

ἢ αὐτοῦ παρὰ τεῖχος ἀκηδήσωσι μένοντες

### book 10.15.3

ἀκλεὲς ἑζόμενοι· ἐπεὶ οὐ σθένος ἔσσεται αὐτοῖς

### book 10.15.4

ῥῆξαι τείχεα μακρά, καὶ εἰ μάλα πολλὰ κάμωσιν·

### book 10

οὐ γὰρ ἀβληχρὰ θεοῖσ〈ι〉 τετεύχαται ἄφθιτα ἔργα.

### book 10.20.1

Οὐδέ τί που βρώμης ἐπιδευόμεθ’ οὐδὲ ποτῆτος·

### book 10.20.2

πολλὰ γὰρ ἐν Πριάμοιο πολυχρύσοιο μελάθροις

### book 10.20.3

ἔμπεδον εἴδατα κεῖται, ἅ περ πολέεσσι καὶ ἄλλοις

### book 10.20.4

πολλὸν ἐπὶ χρόνον ἔσσετ’ ἀγειρομένοισιν ἐδωδὴ

### book 10.20.5

ἐς κόρον, εἰ καὶ ἔτ’ ἄλλος ἐελδομένοισιν ἵκηται

### book 10.25.1

τρὶς τόσος ἐνθάδε λαὸς ἀρηγέμεναι μενεαίνων.»

### book 10.25.2

Ὣς φάτο· τὸν δ’ ἐνένιπε θρασὺς πάις Ἀγχίσαο·

### book 10.25.3

«Πουλυδάμα, πῶς γάρ σε σαόφρονά φασι τετύχθαι,

### book 10.25.4

ὃς κέλεαι ποτὶ δηρὸν ἀνὰ πτόλιν ἄλγεα πάσχειν;

### book 10.25.5

Οὐ γὰρ ἀκηδήσουσι πολὺν χρόνον ἐνθάδ’ Ἀχαιοί,

### book 10.30.1

ἀλλ’ ἔτ’ ἐπιβρίσουσιν ἀλευομένους ἐσιδόντες·

### book 10.30.2

νῶιν δ’ ἔσσεται ἄλγος ἀποφθιμένων ἐνὶ πάτρῃ,

### book 10.30.3

ἤν πως ἐνθάδε πουλὺν ἔτι χρόνον ἀμφιμάχωνται.

### book 10.30.4

Οὐ γάρ τις Θήβηθε μελίφρονα σῖτον ὀπάσσει

### book 10.30.5

ἧμιν, ἐπὴν εἰρχθῶμεν ἀνὰ πτόλιν, οὐδέ τις οἴσει

### book 10.35.1

οἶνον Μαιονίηθεν· ἀνιηρῇ δ’ ὑπὸ λιμῷ

### book 10.35.2

φθισόμεθ’ ἀργαλέως, εἰ καὶ μάλα τεῖχος ἀμύνῃ.

### book 10.35.3

Ἀλλ’ εἰ μὲν θάνατόν τε κακὸν καὶ Κῆρας ἀλύξαι

### book 10.35.4

〈μ〉ηδ’ ἄρ’ ὀιζυρῶς θανέειν πολυαχ〈θ〉έι πότμῳ

### book 10.35.5

μέλλομεν, ἐν τ〈εύχ〉εσσι σὺν ἡμετέροις τεκέεσσι

### book 10.40

καὶ γεραροῖς πατέρεσσι μαχώμεθα· καί ῥά ποθι Ζεὺς

### book 10.1

χραισμήσει· κείνου γὰρ ἀφ’ αἵματός εἰμεν ἀγαυοῦ.

### book 10.2

Εἰ δέ οἱ † ἂρ κἀκείνῳ † ἀπεχθόμενοι θανέωμεν,

### book 10.3

εὐκλειῶς τάχ’ ὀλέσθαι ἀμυνομένους περὶ πάτρης

### book 10.4

βέλτερον ἠὲ μένοντας ὀιζυρῶς ἀπολέσθαι.»

### book 10.45.1

Ὣς φάτο· τοὶ δ’ ἄρα πάντες ἐπίαχον εἰσαΐοντες.

### book 10.45.2

Αἶψα δὲ δὴ κορύθεσσι καὶ ἀσπίσι καὶ δοράτεσσι

### book 10.45.3

φράχθεν ἐπ’ ἀλλήλοις. Ἐπὶ δ’ ἀκαμάτου Διὸς ὄσσε

### book 10.45.4

δέρκετ’ ἀπ’ Οὐλύμποιο κορυσσομένους ἐς Ἄρηα

### book 10.45.5

Τρῶας ἐπ’ Ἀργείοισιν· ἔγειρε δὲ θυμὸν ἑκάστου,

### book 10.1

ὄφρα μάχην ἀλίαστον ἐπ’ ἀμφοτέροισι τανύσσῃ

### book 10.2

λαοῖς· ἦ γὰρ ἔμελλεν Ἀλέξανδρος θανέεσθαι

### book 10.3

χερσὶ Φιλοκτήταο πονεύμενος ἀμφ’ ἀλόχοιο.

### book 10.4

Τοὺς δ’ ἄγεν εἰς ἕνα χῶρον Ἔρις μεδέουσα κυδοιμοῦ

### book 10.5

οὔ τινι φαινομένη· περὶ γὰρ νέφος ἄμπεχεν ὤμους

### book 10.55.1

αἱματόεν· φοίτα δὲ μέγαν κλονέουσα κυδοιμὸν

### book 10.55.2

ἄλλοτε μὲν Τρώων ἐς ὁμήγυριν, ἄλλοτ’ Ἀχαιῶν·

### book 10.55.3

τὴν δὲ Φόβος καὶ Δεῖμος ἀταρβέες ἀμφεπένοντο

### book 10.55.4

πατροκασιγνήτην κρατερόφρονα κυδαίνοντες.

### book 10.55.5

Ἣ δὲ μέγ’ ἐξ ὀλίγοιο κορύσσετο μαιμώωσα·

### book 10.60.1

τεύχεα δ’ ἐξ ἀδάμαντος ἔχε〈ν〉 πεπαλαγμένα λύθρῳ·

### book 10.60.2

πάλλε δὲ λοίγιον ἔγχος ἐς ἠέρα· τῆς δ’ ὑπὸ ποσσὶ

### book 10.60.3

κίνυτο γαῖα μέλαινα· πυρὸς δ’ ἄμπνυεν ἀυτ〈μ〉ὴν

### book 10.60.4

σμερδαλέου· μέγα δ’ αἰὲν ἀύτεεν ὀτρύνουσα

### book 10

αἰζηούς. Οἳ δ’ αἶψα συνήιον ἀρτύνοντες

### book 10.65.1

ὑσμίνην· δεινὴ γὰρ ἄγεν θεὸς ἐς μέγα ἔργον.

### book 10.65.2

Τῶν δ’ ὥς τ’ ἢ ἀνέμων ἰαχὴ πέλε λάβρον ἀέντων

### book 10.65.3

εἴαρος ἀρχομένου, ὅτε δένδρεα μακρὰ καὶ ὕλη

### book 10.65.4

φύλλα φύει, ἢ ὡς 〈ὅ〉τ’ ἐν ἀζαλέῃς ξυλόχοισι

### book 10.65.5

πῦρ βρέμει αἰθόμενον, ἢ ὡς μέγα πόντος ἀπείρων

### book 10.70.1

μαίνεται ἐξ ἀνέμοιο δυσηχέος, ἀμφὶ δὲ ῥοῖβδος

### book 10.70.2

γίνετ’ ἀπειρέσιος, τρομέει δ’ ὑπὸ γούνατα ναυτῶν·

### book 10.70.3

ὣς τῶν ἐσσυμένων μέγ’ ὑπέβραχε γαῖα πελώρη·

### book 10.70.4

ἐν δέ σφιν πέσε δῆρις, ἐπ’ ἄλλῳ δ’ ἄλλος ὄρουσε.

### book 10.70.5

Πρῶτος δ’ Αἰνείας Δαναῶν ἕλεν Ἁρπαλίωνα

### book 10.75.1

υἱὸν Ἀριζήλοιο, τὸν Ἀμφινόμη τέκε μήτηρ

### book 10.75.2

γῇ ἐν〈ὶ〉 Βοιωτῶν, ὃ δ’ ἅμα Προθοήνορι δίῳ

### book 10.75.3

ἐς Τροίην ἵκανεν ἀμυνέμεν Ἀργείοισι·

### book 10.75.4

τόν ῥα τότ’ Αἰνείας ἁπαλὴν ὑπὸ νηδύα τύψας

### book 10.75.5

νοσφίσατ’ ἐκ θυμοῖο καὶ ἡδέος ἐκ βιότοιο.

### book 10.80.1

Τῷ δ’ ἐπὶ Θερσάνδροιο δαΐφρονος υἷα δάμασσεν

### book 10.80.2

Ὕλλον ἐυγλώχινι βαλὼν κατὰ λαιμὸν ἄκοντι,

### book 10.80.3

ὃν τέκε δῖ’ Ἀρέθουσα παρ’ ὕδασι Ληθαίοιο

### book 10.80.4

Κρήτῃ ἐν ἀμφιάλῳ· μέγα δ’ ἤκαχεν Ἰδομενῆα.

### book 10.80.5

Αὐτὰρ Πηλείδαο πάις δυοκαίδεκα φῶτας

### book 10.85

Τρώων αὐτίκ’ ὄλεσσεν ὑπ’ ἔγχεϊ πατρὸς ἑοῖο·

### book 10.1

Κέβρον μὲν πρώτιστα καὶ Ἅρμονα Πασίθεόν τε

### book 10.2

Ἰσμηνόν τε καὶ Ἰμβράσιον Σχεδίον τε Φλέγυν τε

### book 10.3

Μνήσαιόν τ’ ἐπὶ τοῖσι καὶ Ἔννομον Ἀμφίνομόν τε

### book 10.4

καὶ Φάλιν ἠδὲ Γα〈λ〉ηνόν, ὃς οἰκία ναιετάεσκε

### book 10.90.1

Γαργάρῳ αἰπεινῇ, μετὰ δ’ ἔπρεπε μαρναμένοισι

### book 10.90.2

Τρωσὶν ἐρισθενέεσσι, κίεν δ’ ἅμ’ ἀπεί〈ρ〉ονι λαῷ

### book 10.90.3

ἐς Τροίην (μάλα γάρ οἱ ὑπέσχετο πολλὰ καὶ ἐσθλὰ

### book 10.90.4

Δαρδανίδης Πρίαμος δώσειν περικαλλέα δῶρα),

### book 10.90.5

νήπιος· οὐδ’ ἄρ’ ἐφράσσαθ’ ἑὸν μόρον· ἦ γὰρ ἔμελλεν

### book 10.95.1

ἐσσυμένως ὀλέεσθαι ὑπ’ ἀργαλέου πολέμοιο,

### book 10.95.2

πρὶν δόμου ἐκ Πριάμοιο περικλυτὰ δῶρα φέρεσθαι.

### book 10.95.3

Καὶ τότε Μοῖρ’ ἀίδηλος ἐπέχραεν Ἀργείοισιν

### book 10.95.4

Εὐρυμένην, ἕταρον κρατερόφρονος Αἰνείαο·

### book 10.95.5

ὦρσε δέ οἱ μέγα θάρσος ὑπὸ φρένας, ὄφρα δαμάσσας

### book 10.1

πολλοὺς αἴσιμον ἦμαρ ἀναπλήσῃ ὑπ’ ὀλέθρῳ.

### book 10.2

Δάμνατο δ’ ἄλλοθεν ἄλλον ἀνηλέι Κηρὶ ἐοικώς·

### book 10.3

οἳ δέ μιν αἶψ’ ὑπόεικον ἐφ’ ὑστατίῃ βιότοιο

### book 10.4

αἰνὸν μαιμώωντα καὶ οὐκ ἀλέγοντα μόροιο.

### book 10.5

Καί νύ κεν ἔργον ἔρεξεν ἀπείριτον ἐν δαῒ κεῖνος,

### book 10.105

εἰ μή οἱ χεῖρές τ’ ἔκαμον καὶ δούρατος αἰχμὴ

### book 10.1

πολλὸν ἀνεγνάμφθη· ξίφ〈ε〉ος δέ οἱ οὐκέτι κώπη

### book 10.2

ἔσθενεν· ἀλλά μιν Αἶσα διέκλασε· 〈τὸν δ’〉 ὑπ’ ἄκοντι

### book 10.3

τύψε κατὰ στομάχοιο Μέγης· ἀνὰ δ’ ἔβλυσεν αἷμα

### book 10.4

ἐκ στόματος· τῷ δ’ αἶψα σὺν ἄλγεϊ Μοῖρα παρέστη.

### book 10.110.1

Τοῦ δ’ ἄρ’ ἀποκταμένοιο δύω θεράποντες Ἐπειοῦ

### book 10.110.2

Δηιλέων τε καὶ Ἀμφίων ἀπὸ τεύχε’ ἑλέσθαι

### book 10.110.3

ὥρμαινον· 〈τοὺσ〉 δ’ αὖτε θρασὺ σθένος Αἰνείαο

### book 10.110.4

δάμνατο μαιμώωντας ὀιζυρῶς περὶ νεκρῷ.

### book 10.110.5

Ὡς δ’ ὅτ’ 〈ἐν〉 οἰνοπέδῳ τις ἐπαΐσσοντας ὀπώρῃ

### book 10.115.1

σφῆκας τερσομένῃσι παρὰ σταφυλῇσι δαμάσσῃ,

### book 10.115.2

οἳ δ’ ἄρ’ ἀποπνείουσι πάρος γεύσασθαι ὀπώρης·

### book 10.115.3

ὣς τοὺς αἶψ’ ἐδάμασσε πρὶν ἔντεα ληίσσασθαι.

### book 10.115.4

Τυδείδης δὲ Μένωνα καὶ Ἀμφίνοον κατέπεφνεν

### book 10.115.5

ἄμφω ἀμύμονε φῶτε. Πάρις δ’ ἕλε Δημολέοντα

### book 10.120.1

Ἱππασίδην, ὃς πρόσθε Λακωνίδα γαῖαν ἔναιε

### book 10.120.2

πὰρ προχοῇς ποταμοῖο βαθυρρόου Εὐρώταο,

### book 10.120.3

ἤλυθε δ’ ἐς Τροίην ὑπ’ ἀρηιθόῳ Μενελάῳ·

### book 10.120.4

καί ἑ Πάρις κατέπεφνε τυχὼν ὑπὸ μαζὸν ὀιστῷ

### book 10.120.5

δεξιόν, ἐκ δέ οἱ ἦτορ ἀπὸ μελέων ἐκέδασσε.

### book 10.125.1

Τεῦκρος δὲ Ζέλυν εἷλε περικλυτὸν υἷα Μέδοντος,

### book 10.125.2

ὅς ῥά τε ναιετάεσκεν ὑπὸ Φρυγίην πολύμηλον

### book 10.125.3

ἄντρον ὑπὸ ζάθεον καλλιπλοκάμων Νυμφάων,

### book 10.125.4

ἧχί ποτ’ Ἐνδυμίωνα παρυπνώοντα βόεσσιν

### book 10.125.5

ὑψόθεν ἀθρήσασα κατήλυθε δῖα Σελήνη

### book 10.130

οὐρανόθεν· δριμὺς γὰρ ἄγεν πόθος ἠιθέοιο

### book 10.1

ἀθανάτην περ ἐοῦσαν ἀκήρατον, ἧς ἔτι νῦν περ

### book 10.2

εὐνῆς σῆμα τέτυκται ὑπὸ δρυσίν. Ἀμφὶ δ’ ἄρ’ αὐτῇ

### book 10.3

ἐκκέχυτ’ ἐν ξυλόχοισι βοῶν γλάγος, οἱ δέ νυ φῶτες

### book 10.4

θηεῦντ’ εἰσέτι κεῖνο· τὸ γὰρ μάλα τηλόθε φαίης

### book 10.135.1

ἔμμεναι εἰσορόων πολιὸν γάλα, κεῖνο δ’ ἵησι

### book 10.135.2

λευκὸν ὕδωρ, καί, βαιὸν ἀπόπροθεν ὁππόθ’ ἵκηται,

### book 10.135.3

πήγνυται ἀμφὶ ῥέεθρα, πέλει δ’ ἄρα λάινον οὖδας.

### book 10.135.4

Ἀλκαίῳ δ’ ἐπόρουσε Μέγης Φυλήιος υἱός·

### book 10.135.5

καί 〈ῥά〉 μιν ἀσπαίρουσαν ὑπὸ κραδίην ἐπέρησεν

### book 10.140.1

ἐγχείῃ· τοῦ δ’ ὦκα λύθη πολυήρατος αἰών·

### book 10.140.2

οὐδέ μιν ἐκ πολέμοιο πολυκλαύτοιο μολόντα

### book 10.140.3

καί περ ἐελδόμενοι μογεροὶ δέξαντο τοκῆες,

### book 10.140.4

Φυλλὶς ἐύζωνος καὶ Μάργασος, οἵ ῥ’ ἐνέμοντο

### book 10.140.5

Ἁρπάσου ἀμφὶ ῥέεθρα διειδέος, ὅς τ’ ἀλεγεινῷ

### book 10.145.1

Μαιάνδρῳ κελάδοντα ῥόον καὶ ἀπείριτον οἶδμα

### book 10.145.2

συμφέρετ’ ἤματα πάντα λάβρῳ περὶ χεύματι θύων.

### book 10.145.3

Γλαύκου δ’ ἐσθλὸν ἑταῖρον ἐυμμελίην Σκυλακῆα

### book 10.145.4

υἱὸς Ὀιλῆος σχεδὸν οὔτασεν ἀντιόωντα

### book 10.145.5

βαιὸν ὑπὲρ σάκεος· διὰ δὲ πλατὺν ἤλασεν ὦμον

### book 10.1

αἰχμῇ ἀνιηρῇ, περὶ δ’ ἔβλυσεν αἷμα βοείῃ.

### book 10.2

Ἀλλά μιν οὔ τι δάμασσεν, ἐπεί ῥά ἑ μόρσιμον ἦμαρ

### book 10.3

δέχνυτο νοστήσαντα φίλης παρὰ τείχεσι πάτρης·

### book 10.4

εὖτε γὰρ Ἴλιον αἰπὺ θοοὶ διέπερσαν Ἀχαιοί,

### book 10.5

δὴ τότ’ ἄρ’ ἐκ πολέμοιο φυγὼν Λυκίην ἀφίκανεν

### book 10.155

οἶος ἄνευ〈θ’〉 ἑτάρων· τὸν 〈δ’〉 ἄστεος ἄγχι γυναῖκες

### book 10.1

ἀγρόμεναι τεκέων σφετέρων ὕπερ ἠδὲ καὶ ἀνδρῶν

### book 10.2

εἴρονθ’· ὃς δ’ ἄρα τῇσι μόρον κατέλεξεν ἁπάντων·

### book 10.3

αἳ δ’ ἄρα χερμαδίοισι περισταδὸν ἀνέρα κεῖνον

### book 10.4

δάμναντ’ οὐδ’ ἀπόνητο μολὼν ἐς πατρίδα νόστου,

### book 10.160.1

ἀλλά ἑ λᾶες ὕπερθε μέγα στενάχοντα κάλυψαν·

### book 10.160.2

καί ῥά οἱ ἐκ βελέων ὀλοὸς περὶ τύμβος ἐτύχθη

### book 10.160.3

πὰρ τέμενος καὶ σῆμα κραταιοῦ Βελλεροφόντου

### book 10.160.4

Τ〈λ〉ῷ ἐνὶ κυδαλίμῃ Τιτηνίδος ἀγχόθι πέτρης·

### book 10.160.5

ἀλλ’ ὃ μὲν αἴσιμον ἦμαρ ἀναπλήσας ὑπ’ ὀλέθρῳ

### book 10.165.1

ὕστερον ἐννεσίῃσιν ἀγαυοῦ Λητοΐδαο

### book 10.165.2

τίεται ὥς τε θεός, φθινύθει δέ οἱ οὔ ποτε τιμή.

### book 10.165.3

Ποίαντος δ’ ἐπὶ τοῖσι πάις κτάνε Δηιονῆα

### book 10.165.4

ἠδ’ Ἀντήνορος υἱὸν ἐυμμελίην Ἀκάμαντα.

### book 10.165.5

Ἄλλων δ’ αἰζηῶν ὑπεδάμνατο πουλὺν ὅμιλον·

### book 10.170.1

θῦνε γὰρ ἐν δηίοισιν ἀτειρέι ἶσος Ἄρηι

### book 10.170.2

ἢ ποταμῷ κελάδοντι, ὃς ἕρκεα μακρὰ δαΐζει

### book 10.170.3

πλημμύρων, ὅτε λάβρον ὀρινόμενος περὶ πέτραις

### book 10.170.4

ἐξ ὀρέων ἀλεγεινὰ μεμιγμένος ἔρχεται ὄμβρῳ,

### book 10.170.5

ἀέναός περ ἐὼν καὶ ἀγάρροος, οὐδέ νυ τόν γε

### book 10.175.1

εἴργουσι〈ν〉 προβλῆτες ἀάσπετα παφλάζοντα·

### book 10.175.2

ὣς οὔ τις Ποίαντος ἀγακλειτοῦ θρασὺν υἷα

### book 10.175.3

ἔσθενεν ὀφθαλμοῖσιν ἰδὼν καὶ ἄπωθε πελάσσαι·

### book 10.175.4

ἐν γάρ οἱ στέρνοισι μένος περιώσιον ἦεν,

### book 10.175.5

τεύχεσι δ’ ἀμφεκέκαστο δαΐφρονος Ἡρακλῆος

### book 10.180.1

δαιδαλέοις. Περὶ γάρ οἱ ἐν〈ὶ〉 ζωστῆρι φαεινῷ

### book 10.180.2

ἄρκτοι ἔσαν βλοσυραὶ καὶ ἀναιδέες· ἀμφὶ δὲ θῶες

### book 10.1

σμερδαλέοι καὶ λυγρὸν ὑπ’ ὀφρύσι μειδιόωσαι

### book 10.2

πορδάλιες· τῶν δ’ ἄγχι λύκοι ἔσαν ὀβριμόθυμοι

### book 10.3

καὶ σύες ἀργιόδοντες ἐυσθενέες τε λέοντες,

### book 10.185.1

ἐκπάγλως ζωοῖσιν ἐοικότες· ἀμφὶ δὲ πάντῃ

### book 10.185.2

ὑσμῖναι ἐνέκειντο μετ’ ἀργαλέοιο Φόνοιο·

### book 10.185.3

δαίδαλα μέν οἱ τόσσα περὶ ζωστῆρα τέτυκτο.

### book 10.185.4

Ἄλλα δέ οἱ γωρυτὸς ἀπείριτος ἀμφεκέκαστο·

### book 10.185.5

ἐν μὲν ἔην Διὸς υἱὸς ἀελλοπόδης Ἑρμείης

### book 10.190.1

Ἰνάχου ἀμφὶ ῥέεθρα κατακτείνων μέγαν Ἄργον,

### book 10.190.2

Ἄργον ὃς ὀφθαλμοῖσιν ἀμοιβαδὸν ὑπνώεσκεν·

### book 10.190.3

ἐν δὲ βίη Φαέθοντος ἀνὰ ῥόον Ἠριδανοῖο

### book 10.190.4

βλήμενος ἐκ δίφροιο· καταιθομένης δ’ ἄρα γαίης,

### book 10.190.5

ὡς ἐτεόν, πεπότητο μέλας ἐνὶ ἠέρι καπνός·

### book 10.195.1

Περσεὺς δ’ ἀντίθεος βλοσυρὴν ἐδάιζε Μέδουσαν,

### book 10.195.2

ἄστρων ἧχι λοετρὰ πέλει καὶ τέρματα γαίης

### book 10.195.3

πηγαί τ’ Ὠκεανοῖο βαθυρρόου, ἔνθ’ ἀκάμαντι

### book 10.195.4

Ἠελίῳ δύνοντι συνέρχεται ἑσπερίη Νύξ·

### book 10.195.5

ἐν δὲ καὶ ἀκαμάτοιο μέγας πάις Ἰαπετοῖο

### book 10.1

Καυκάσου ἠλιβάτοιο παρῃώρητο κολώνῃ

### book 10.2

δεσμῷ ἐν ἀρρήκτῳ· κεῖρε〈ν〉 δέ οἱ αἰετὸς ἧπαρ

### book 10.3

αἰὲν ἀεξόμενον· ὃ δ’ ἄρα στενάχοντι ἐῴκει.

### book 10.4

Καὶ τὰ μὲν ἂρ τεύξαντο κλυταὶ χέρες Ἡφαίστοιο

### book 10.5

ὀβρίμῳ Ἡρακλῆι· ὃ δ’ ὤπασε παιδὶ φορῆναι

### book 10.205.1

Ποίαντος, μάλα γάρ οἱ ὁμωρόφιος φίλος ἦεν.

### book 10.205.2

Αὐτὰρ ὃ κυδιόων ἐν τεύχεσι δάμνατο λαούς.

### book 10.205.3

Ὀψὲ δέ οἱ ἐπόρουσε Πάρις, στονόεντας ὀιστοὺς

### book 10.205.4

νωμῶν ἐν χείρεσσι μετὰ γναμπτοῖο βιοῖο

### book 10

θαρσαλέως· τῷ γάρ ῥα συνήιεν ὕστατον ἦμαρ.

### book 10.210.1

Ἧκε δ’ ἀπὸ νευρῆφι θοὸν βέλος· ἣ δ’ ἰάχησεν

### book 10.210.2

ἰοῦ ἀπεσσυμένοιο. Ὃ δ’ οὐχ ἅλιον φύγε χειρῶν·

### book 10.210.3

καί ῥ’ αὐτοῦ μὲν ἅμαρτεν ἀλευαμένου μάλα τυτθόν,

### book 10.210.4

ἀλλ’ ἔβαλε〈ν〉 Κλεόδωρον ἀγακλειτόν περ ἐόντα

### book 10.210.5

βαιὸν ὑπὲρ μαζοῖο, διήλασε δ’ ἄχρις ἐς ὦμον.

### book 10.215.1

Οὐ γὰρ ἔχεν σάκος εὐρύ, τό οἱ λυγρὸν ἔσχεν ὄλεθρον·

### book 10.215.2

ἀλλ’ ὅ γε γυμνὸς ἐὼν ἀνεχάζετο· τοῦ γὰρ ἀπ’ ὤμων

### book 10.215.3

Πουλυδάμας ἀπάραξε σάκος τελαμῶνα δαΐξας

### book 10.215.4

βουπλῆγι στιβαρῷ· ὃ δ’ ἐχάσσατο μαρνάμενός περ

### book 10.215.5

αἰχμῇ ἀνιηρῇ· στονόεις δέ οἱ ἔμπεσεν ἰὸς

### book 10.220.1

ἄλλοθεν ἀίξας· ὣς γάρ νύ που ἤθελε δαίμων

### book 10.220.2

θήσειν αἰνὸν ὄλεθρον ἐύφρονος υἱέι Λέρνου

### book 10.220.3

ὃν τέκετ’ Ἀμφιάλη Ῥοδίων ἐν πίονι γαίῃ.

### book 10.220.4

Τὸν δ’ ὡς οὖν ἐδάμασσε Πάρις στονόεντι βελέμνῳ,

### book 10.220.5

δὴ τότε δὴ Ποίαντος ἀμύμονος ὄβριμος υἱὸς

### book 10.225.1

ἐμμεμαὼς θοὰ τόξα τιταίνετο καὶ μέγ’ ἀύτει·

### book 10.225.2

«Ὦ κύον, ὡς σοὶ ἔγωγε φόνον καὶ κῆρ’ ἀίδηλον

### book 10.225.3

δώσω, ἐπεί νύ μοι ἄντα λιλαίεαι ἰσοφαρίζειν·

### book 10.225.4

καί κεν ἀναπνεύσουσιν ὅσοι σέθεν εἵνεκα λυγρῷ

### book 10.225.5

τείροντ’ ἐν πολέμῳ· τάχα γὰρ λύσις ἔσσετ’ ὀλέθρου

### book 10.230.1

ἐνθάδε σεῖο θανόντος, ἐπεί σφισι πῆμα τέτυξαι.»

### book 10.230.2

Ὣς εἰπὼν νευρὴν 〈μὲν〉 ἐύστροφον ἀγχόθι μαζοῦ

### book 10.230.3

εἴρυσε, κυκλώθη δὲ κέρας, καὶ ἀμείλιχος ἰὸς

### book 10.230.4

ἰθύνθη, τόξον δὲ 〈λυγρὴ〉 ὑπερέσχεν ἀκωκὴ

### book 10

τυτθὸν ὑπ’ αἰζηοῖο βίῃ· μέγα δ’ ἔβραχε νευρὴ

### book 10.235.1

ἰοῦ ἀπεσσυμένοιο δυσηχέος. Οὐδ’ ἀφάμαρτε

### book 10.235.2

δῖος ἀνήρ· τοῦ δ’ οὔ τι λύθη κέαρ, ἀλλ’ ἔτι θυμῷ

### book 10.235.3

ἔσθενεν· οὐ γάρ οἱ τότε καίριος ἔμπεσεν ἰός,

### book 10.235.4

ἀλλὰ παρέθρισε χειρὸς ἐπιγράβδην χρόα καλόν.

### book 10.235.5

Ἐξαῦτις δ’ ὅ γε τόξα τιτύσκετο· τὸν δὲ παραφθὰς

### book 10.240.1

ἰῷ ἐυγλώχινι βάλε〈ν〉 βουβῶνος ὕπερθε

### book 10.240.2

Ποίαντος φίλος υἱός. Ὃ δ’ οὐκ〈έτ’〉 ἔμιμνε μάχεσθαι,

### book 10.240.3

ἀλλὰ θοῶς ἀπόρουσε, κύων ὥς, εὖτε λέοντα

### book 10.240.4

ταρβήσας χάσσηται ἐπεσσύμενος τὸ πάροιθεν·

### book 10.240.5

ὣς ὅ γε λευγαλέῃσι πεπαρμένος ἦτορ ἀνίῃς

### book 10.245.1

χάζετ’ ἀπὸ πτολέμοιο. Συνεκλονέοντο δὲ λαοὶ

### book 10.245.2

ἀλλήλους ὀλέκοντες· ἐν αἵματι δ’ ἔπλετο δῆρις

### book 10.245.3

κτεινομένων ἑκάτερθε· νεκροὶ δ’ ἐπέκειντο νέκυσσι

### book 10.245.4

πανσυδίῃ ψεκάδεσσιν ἐοικότες ἠὲ χαλάζῃ

### book 10.245.5

ἢ χιόνος νιφάδεσσιν, ὅτ’ οὔρεα μακρὰ καὶ ὕλην

### book 10.1

Ζηνὸς ὑπ’ ἐννεσίῃ〈σ〉 Ζέφυρος καὶ χεῖμα παλύνῃ·

### book 10.2

ὣς οἵ 〈γ’〉 ἀμφοτέρωθεν ἀνηλέι Κηρὶ δαμέντες

### book 10.3

ἀθρόοι ἀλλήλοισι δεδουπότες ἀμφεχέοντο.

### book 10.4

Αἰνὰ δ’ ἀνεστενάχιζε Πάρις· περὶ δ’ ἕλκεϊ θυμὸν

### book 10.5

τείρετο· τὸν δ’ ἀλύοντα τάχ’ ἄμφεπον ἰητῆρες.

### book 10.255.1

Τρῶες δ’ εἰς ἑὸν ἄστυ κίον· Δαναοὶ δ’ ἐπὶ νῆας

### book 10.255.2

κυανέας ἀφίκοντο θοῶς· τοὺ〈σ〉 γάρ ῥα κυδοιμοῦ

### book 10.255.3

νὺξ ἀπέπαυσε μέλαινα, μόγον δ’ ἐξείλετο γυίων

### book 10.1

ὕπνον ἐπὶ βλεφάροισι πόνων ἀλκτῆρα χέασα.

### book 10.2

Ἀλλ’ οὐχ ὕπνος ἔμαρπτε θοὸν Πάριν ἄχρις ἐς ἠῶ·

### book 10.260.1

οὐ γάρ οἵ τις ἄλαλκε λιλαιομένων περ ἀμύνειν

### book 10.260.2

παντοίοις ἀκέεσσιν, ἐπεί ῥά οἱ αἴσιμον ἦεν

### book 10.260.3

Οἰνώνης ὑπὸ χερσὶ μόρον καὶ Κῆρας ἀλύξαι,

### book 10.260.4

ἢν ἐθέλῃ. Ὃ δ’ ἄρ’ αἶψα θεοπροπίῃσι πιθήσας

### book 10.260.5

ἤιεν οὐκ ἐθέλων· ὀλοὴ δέ μιν ἦγεν ἀνάγκη

### book 10.265.1

κουριδίης εἰς ὦπα. Λυγροὶ δέ οἱ ἀντιόωντες

### book 10.265.2

κὰκ κορυφῆς ὄρνιθες ἀύτεον, οἳ δ’ ἀνὰ χεῖρα

### book 10.265.3

σκαιὴν ἀίσσοντες· ὃ δέ σφεας ἄλλοτε μέν που

### book 10.265.4

δείδιεν εἰσορόων, ὁτὲ δ’ ἀκράαντα πέτεσθαι

### book 10.265.5

εἴδετο· τοὶ δέ οἱ αἰνὸν ὑπ’ ἄλγεσι φαῖνον ὄλεθρον.

### book 10.270.1

Ἷξε δ’ ἐς Οἰνώνην ἐρικυδέα· τὸν δ’ ἐσιδοῦσαι

### book 10.270.2

ἀμφίπολοι θάμβησαν ἀολλέες ἠδὲ καὶ αὐτὴ

### book 10.270.3

Οἰνώνη. Ὃ δ’ ἄρ’ αἶψα πέσε〈ν〉 παρὰ ποσσὶ γυναικὸς

### book 10.272.1

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 10.272.2

ἀμφὶ μέλαιν’ ἐφύπερθε καὶ ἔνδοθι μέχρις ἱκέσθαι

### book 10.272.3

μυελὸν ἐς λιπόωντα δι’ ὀστέου, οὕνεκα νη〈δ〉ὺν

### book 10.275.1

φάρμακον αἰνὸν ἔπυθε κατ’ οὐτάμενον χρόα φωτός.

### book 10.275.2

Τείρετο δὲ στυγερῇ βεβ〈ο〉λημένος ἦτορ ἀνίῃ·

### book 10.275.3

ὡς δ’ ὅτε τις νούσῳ 〈τε〉 καὶ ἀργαλέῃ μέγα δίψῃ

### book 10.275.4

αἰθόμενος κραδίην ἀδινὸν κέαρ αὐαίνηται,

### book 10.275.5

ὅν τε περιζείουσα χολὴ φλέγει, ἀμφὶ δὲ νωθὴς

### book 10.280.1

ψυχή οἱ πεπότητ’ ἐπὶ χείλεσιν αὐαλέοισιν

### book 10.280.2

ἀμφότερον βιότου τε καὶ ὕδατος ἱμείρουσα·

### book 10.280.3

ὣς τοῦ ὑπὸ στέρνοισι καταίθετο θυμὸς ἀνίῃ·

### book 10.1

καί ῥ’ ὀλιγοδρανέων τοῖον ποτὶ μῦθον ἔειπεν·

### book 10.2

«Ὦ γύναι αἰδοίη, μὴ δή νύ με τειρόμενόν περ

### book 10.285.1

ἐχθήρῃς, ἐπεὶ ἄρ σε πάρος λίπον ἐν μεγάροισι

### book 10.285.2

χήρην οὐκ ἐθέλων περ· ἄγον δέ με Κῆρες ἄφυκτοι

### book 10.285.3

εἰς Ἑλένην, ἧς εἴθε πάρος λεχέεσσι μιγῆναι

### book 10.285.4

σῇσιν ἐν ἀγκοίνῃσι θανὼν ἀπὸ θυμὸν ὄλεσσα.

### book 10.285.5

Ἀλλ’ ἄγε, πρός τε θεῶν οἵ τ’ οὐρανὸν ἀμφινέμονται,

### book 10.290.1

πρός τε τεῶν λεχέων καὶ κουριδίης φιλότητος,

### book 10.290.2

ἤπιον ἔνθεο θυμόν, ἄχος δ’ ἀλεγεινὸν ἄλαλκε

### book 10.290.3

φάρμακ’ ἀλεξήσοντα καθ’ ἕλκεος οὐλομένοιο

### book 10.290.4

θεῖσα τά μοι μεμόρηται ἀπωσέμεν ἄλγεα θυμοῦ,

### book 10.290.5

ἢν ἐθέλῃς· σῇσι〈ν〉 γὰρ ἐπὶ φρεσίν, εἴ τε σαῶσαι

### book 10.295.1

μήδεαι ἐκ θανάτοιο δυσηχέος, εἴ τε καὶ οὐκί.

### book 10.295.2

Ἀλλ’ ἐλέαιρε τάχιστα καὶ ὠκυμόρων σθένος ἰῶν

### book 10.295.3

ἐξάκες’, 〈ἕ〉ως μοι ἔτ’ ἀμφὶ μένος καὶ γυῖα τέθηλε·

### book 10.295.4

μηδέ τί με ζήλοιο λυγροῦ μεμνημένη ἔμπης

### book 10.295.5

καλλείψῃς θανέεσθαι ἀμειλίκτῳ ὑπὸ πότμῳ

### book 10.1

πὰρ ποσὶ σοῖσι πεσόντα. Λιτῇς δ’ ἀποθύμια ῥέξεις

### book 10.2

αἵ ῥα καὶ αὐταὶ Ζηνὸς ἐριγδούποιο θύγατρες

### book 10.3

εἰσὶ καὶ ἀνθρώποισιν ὑπερφιάλοις κοτέουσαι

### book 10.4

ἐξόπιθε στονόεσσαν ἐπιθύνουσιν Ἐριννὺν

### book 10.5

καὶ χόλον. Ἀλλὰ σύ, πότνα, κακὰς ἀπὸ Κῆρας ἔρυκε

### book 10.305.1

ἐσσυμένως, εἰ καί τι παρήλιτον ἀφραδίῃσιν.»

### book 10.305.2

Ὣς ἄρ’ ἔφη· τῆς δ’ οὔ τι φρένας παρέπεισε κελαινάς,

### book 10.305.3

ἀλλά ἑ κερτομέουσα μέγ’ ἀχνύμενον προσέειπε·

### book 10.305.4

«Τίπτε μοι εἰλήλουθας ἐναντίον, ἥν ῥα πάροιθε

### book 10

κάλλιπες ἐν μεγάροισιν ἀάσπετα κωκύουσαν

### book 10.310.1

εἵνεκα Τυνδαρίδος πολυκηδέος, ᾗ παριαύων

### book 10.310.2

τέρπεο καγχαλόων, ἐπεὶ ἦ πολὺ φερτέρη ἐστὶ

### book 10.310.3

τῆς σέο κουριδίης (τὴν γὰρ φάτις ἔμμεν ἀγήρω);

### book 10.310.4

Κείνην ἐσσύμενος γουνάζεο, μηδέ νύ μοί περ

### book 10.310.5

δακρυόεις ἐλεεινὰ καὶ ἀλγινόεντα παραύδα.

### book 10.315.1

Αἲ γάρ μοι μέγα θηρὸς ὑπὸ κραδίῃ μένος εἴη

### book 10.315.2

δαρδάψαι σέο σάρκας, ἔπειτα δέ θ’ αἷμα λαφύξαι,

### book 10.315.3

οἷά με πήματ’ ἔοργας ἀτασθαλίῃσι πιθήσας.

### book 10.315.4

Σχέτλιε, ποῦ νύ τοί ἐστιν ἐυστέφανος Κυθέρεια;

### book 10.315.5

Πῇ δὲ πέλει γαμβροῖο λελασμένος ἀκάματος Ζεύς;

### book 10.320.1

Τοὺς ἔχ’ ἀοσσητῆρας· ἐμῶν δ’ ἀπὸ τῆλε μελάθρων

### book 10.320.2

χάζεο, καὶ μακάρεσσι καὶ ἀνδράσι πῆμ’ ἀλεγεινόν·

### book 10.320.3

σεῖο γὰρ εἵνεκ’, ἀλιτρέ, καὶ ἀθανάτους ἕλε πένθος,

### book 10.320.4

τοὺς μὲν ἐφ’ υἱωνοῖς, τοὺς δ’ υἱάσιν ὀλλυμένοισιν.

### book 10.320.5

Ἀλλά μοι ἔρρε δόμοιο καὶ εἰς Ἑλένην ἀφίκανε,

### book 10.325.1

ἧς σε χρεὼ νυκτός τε καὶ ἤματος ἀσχαλόωντα

### book 10.325.2

τρύζειν πὰρ λεχέεσσι πεπαρμένον ἄλγεϊ λυγρῷ,

### book 10.325.3

εἰς ὅ κέ ς’ ἰήνειεν ἀνιηρῶν ὀδυνάων.»

### book 10.325.4

Ὣς φαμένη γοόωντα φίλων ἀπέπεμπε μελάθρων,

### book 10.325.5

νηπίη· οὐδ’ ἄρ’ ἐφράσσαθ’ ἑὸν μόρον· ἦ γὰρ ἔμελλον

### book 10.330.1

κείνου ἀποφθιμένοιο καὶ αὐτῇ Κῆρες ἕπεσθαι

### book 10.330.2

ἐσσυμένως· ὣς γάρ οἱ ἐπέκλωσε〈ν〉 Διὸς Αἶσα.

### book 10.330.3

Τὸν δ’ ἄρ’ ἐπεσσύμενον λασίης ὑπὲρ ἄκριας Ἴδης

### book 10.332a

οἶμον ἐς ἐσχατίην, ὅθι μιν μόρος αἰνὸς ἄγεσκε,

### book 10.333.1

λυγρὸν ἐπισκάζοντα καὶ ἀχνύμενον μέγα θυμῷ

### book 10.333.2

Ἥρη τ’ εἰσενόησε καὶ ἄμβροτον ἦτορ ἰάνθη,

### book 10.335

ἑζομένη κατ’ Ὄλυμπον, ὅπῃ Διὸς ἔπλετ’ ἀλωή·

### book 10.1

καί ῥά οἱ ἀμφίπολοι πίσυρες σχεδὸν ἑδριόωντο

### book 10.2

τάς ποτ’ ἄρ’ Ἠελίῳ χαροπὴ δμηθεῖσα Σελήνη

### book 10.3

γείνατ’ 〈ἀν’〉 οὐρανὸν εὐρὺν ἀτειρέας, οὐδὲν ὁμοίας

### book 10.4

ἀλλήλαις· μορφῇ δὲ διέκριθεν ἄλλη ἀπ’ ἄλλης.

### book 10.339

. . . . . . . . . . . . (desunt tres versus) . . . . . . . . . . . .

### book 10.340.1

ἡ δ’ ἑτέρη χειμῶνι καὶ Αἰγοκερῆι μέμηλε·

### book 10.340.2

τέτρασι γὰρ μοίρῃσι βροτῶν διαμείβεται αἰὼν

### book 10.340.3

ἃς κεῖναι ἐφέπουσιν ἀμοιβαδόν· ἀλλὰ τὰ μέν που

### book 10.340.4

αὐτῷ Ζηνὶ μέλοιτο κατ’ οὐρανόν. Αἳ δ’ ὀάριζον

### book 10.340.5

ὁππόσα λοίγιος Αἶσα περὶ φρεσὶν οὐλομένῃσι

### book 10.345.1

μήδετο, Τυνδαρίδος στυγερὸν γάμον ἐντύνουσα

### book 10.345.2

Δηιφόβῳ, καὶ μῆνιν ἀνιηρὴν Ἑλένοιο

### book 10.345.3

καὶ χόλον ἀμφὶ γυναικός, ὅπως τέ μιν υἷες Ἀχαιῶν

### book 10.345.4

ἤμελλον μάρψαντες ἐν ὑψηλοῖσιν ὄρεσσι

### book 10.345.5

χωόμενον Τρώεσσι θοὰς ἐπὶ νῆας ἄγεσθαι,

### book 10.1

ὥς τέ οἱ ἐννεσίῃσι κραταιοῦ Τυδέος υἱὸς

### book 10.2

ἑσπομένου Ὀδυσῆος ὑπὲρ μέγα τεῖχος ὀρούσας

### book 10.3

Ἀλκαθόῳ στονόεντα φέρειν ἤμελλεν ὄλεθρον

### book 10.4

ἁρπάξας ἐθέλουσαν ἐύφρονα Τριτογένειαν

### book 10.5

ἥ τ’ ἔρυμα πτόλιός τε καὶ αὐτῶν ἔπλετο Τρώων·

### book 10.355.1

οὐδὲ γὰρ οὐδὲ θεῶν τις ἀπειρέσιον χαλεπήνας

### book 10.355.2

ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο

### book 10.355.3

ἀθανάτης ἔμπροσθεν ἀκηδέος ἐμβεβαυίης·

### book 10.355.4

οὐδέ οἱ ἄμβροτον εἶδος ἐτεκτήναντο σιδήρῳ

### book 10.355.5

ἀνέρες, ἀλλά μιν αὐτὸς ἀπ’ Οὐλύμποιο Κρονίων

### book 10.360.1

κάββαλεν ἐς Πριάμοιο πολυχρύσοιο πόληα.

### book 10.360.2

Καὶ τὰ μὲν ὣς ὀάριζε Διὸς δάμαρ ἀμφιπόλοισιν

### book 10.360.3

ἄλλά τε πόλλ’ ἐπὶ τοῖσι· Πάριν δ’ ἄρα θυμὸς ἐν Ἴδῃ

### book 10.360.4

κάλλιπεν, οὐδ’ Ἑλένη μιν ἐσέδρακε νοστήσαντα.

### book 10.360.5

Ἀμφὶ δέ μιν Νύμφαι μέγ’ ἐκώκυον, οὕνεκ’ ἄρ’ αὐτοῦ

### book 10.365.1

εἰσέτι που μέμνηντο κατὰ φρένας ὅσσα πάροιθεν

### book 10.365.2

ἐξέτι νηπιάχοιο συναγρομένῃς ὀάριζε·

### book 10.365.3

σὺν δέ σφι〈ν〉 μύροντο βοῶν θοοὶ ἀγροιῶται

### book 10.365.4

ἀχνύμενοι κατὰ θυμόν· ἐπεστενάχοντο δὲ βῆσσαι.

### book 10.365.5

Καὶ τότε δὴ Πριάμοιο πολυτλήτοιο γυναικὶ

### book 10.370.1

δεινὸν Ἀλεξάνδροιο μόρον φάτο βουκόλος ἀνήρ.

### book 10.370.2

Τῆς δ’ ἄφαρ, ὡς ἐσάκουσε, τρόμῳ περιπάλλετο θυμός,

### book 10.370.3

γυῖα δ’ ὑπεκλάσθησαν· ἔπος δ’ ὀλοφύρατο τοῖον·

### book 10.370.4

«Ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δ’ ἐπὶ πένθε〈σ〉ι πένθος

### book 10.370.5

κάλλιπες αἰὲν ἄφυκτον, ἐπεὶ πολὺ φέρτατος ἄλλων

### book 10.375.1

παίδων ἔσκες ἐμεῖο μεθ’ Ἕκτορα. Τῶ νύ σε λυγρὴ

### book 10.375.2

κλαύσομαι, εἰς ὅ κέ μοι κραδίῃ 〈ἔνι〉 πάλλεται ἦτορ.

### book 10.375.3

Οὐ γὰρ ἄνευ μακάρων τάδε πάσχομεν, ἀλλά τις Αἶσα

### book 10.375.4

μήδετο λοίγια ἔργα· τὰ μὴ ὤφελλ’ ἐνόησα,

### book 10.375.5

ἀλλ’ ἔθανον προπάροιθεν ἐν εἰρήνῃ τε καὶ ὄλβῳ,

### book 10.380.1

ἐλπομένη καὶ ἔτ’ ἄλλα κακώτερα θηήσασθαι,

### book 10.380.2

παῖδας μὲν κταμένους, κεραϊζομένην δὲ πόληα

### book 10.380.3

καὶ πυρὶ δαιομένην Δαναῶν ὑπὸ καρτεροθύμων,

### book 10.380.4

σύν τε νυοὺς θύγατράς τε μετὰ Τρῳῇσι καὶ ἄλλαις

### book 10.380.5

ἑλκομένας ἅμα παισὶ δορυκτήτῳ ὑπ’ ἀνάγκῃ.»

### book 10.385

Ὣς φάτο κωκύουσα. Πόσις δέ οἱ οὔ τι πέπυστο·

### book 10

ἀλλ’ ὃ παρ’ Ἕκτορος ἧστο τάφῳ ἐπὶ δάκρυα χεύων·

### book 10.386a

τὸν γὰρ δὴ τεκέων περὶ πάντων τῖε μάλιστα,

### book 10.387.1

οὕνεκ’ ἄριστος ἔην καὶ ἐρύετο δούρατι πάτρην·

### book 10.387.2

τοῦ πέρι πευκαλίμας ἀχέων φρένας οὔ τι πέπυστο.

### book 10.387.3

Ἀλλ’ Ἑλένη μάλα πολλὰ διηνεκέως γοόωσα,

### book 10.390.1

ἄλλα μὲν ἐν Τρώεσσιν ἀύτεεν, ἄλλα δέ οἱ κῆρ

### book 10.390.2

ἐν κραδίῃ μενέαινε· φίλον δ’ ἀνὰ θυμὸν ἔειπεν·

### book 10.390.3

«Ἆνερ, ἐμοὶ καὶ Τρωσὶ καὶ αὐτῷ 〈σ〉οὶ μέγα πῆμα,

### book 10.390.4

ὤλεο λευγαλέως· ἐμὲ δ’ ἐν στυγερῇ κακότητι

### book 10.390.5

κάλλιπες ἐλπομένην ὀλοώτερα πήματ’ ἰδέσθαι.

### book 10.395.1

Ὡς ὄφελόν μ’ Ἅρπυιαι ἀνηρείψαντο πάροιθεν,

### book 10.395.2

ὁππότε σοί 〈γ’〉 ἑπόμην ὀλοῇ ὑπὸ Δαίμονος Αἴσῃ.

### book 10.395.3

Νῦν δ’ ἄρα καὶ σοὶ πῆμα θεοὶ δόσαν ἠδ’ ἐμοὶ αὐτῇ

### book 10.395.4

αἰνομόρῳ· πάντες δέ μ’ ἀάσπετον ἐρρίγασι,

### book 10.395.5

πάντες δ’ ἐχθαίρουσιν ἐμὸν κέαρ, οὐδέ πῃ οἶδα

### book 10.1

ἐκφυγέειν· εἰ γάρ κε φύγω Δαναῶν ἐς ὅμιλον,

### book 10.2

αὐτίκ’ ἀεικίσσουσιν ἐμὸν δέμας· εἰ δέ κε μίμνω,

### book 10.3

Τρῳαὶ καὶ Τρῶές με περισταδὸν ἄλλοθεν ἄλλαι

### book 10.4

αἶψα διαρραίσουσι· νέκυν δ’ οὐ γαῖα καλύψει,

### book 10.5

ἀλλὰ κύνες δάψουσι καὶ οἰωνῶν θοὰ φῦλα.

### book 10.405

Ὡς ὄφελόν μ’ ἐδαμάσσαντο . . . . . . . . . . . . . . . . .

### book 10.405.1

. . . . . . . . . . . . . . . . . . , πάρος τάδε πήματ’ ἰδέσθαι.»

### book 10.405.2

Ὣς ἔφατ’ οὔ τι γοῶσα πόσιν τόσον ὁππόσον αἰνῆς

### book 10.405.3

μύρετ’ ἀλιτροσύνης μεμνημένη. Ἀμφὶ δὲ Τρῳαὶ

### book 10.1

ὡς κεῖνον στενάχοντο, μετὰ φρεσὶ δ’ ἄλλα μενοίνων,

### book 10.2

αἳ μὲν ὑπὲρ τοκέων μεμνημέναι, αἳ δὲ καὶ ἀνδρῶν,

### book 10.410.1

αἳ δ’ ἄρ’ ὑπὲρ παίδων, αἳ δὲ γνωτῶν ἐριτίμων.

### book 10.410.2

Οἴη δ’ ἐκ θυμοῖο δαΐζετο κυδαλίμοιο

### book 10.410.3

Οἰνώνη· ἀλλ’ οὔ τι μετὰ Τρῳῇσιν ἐοῦσα

### book 10.410.4

κώκυεν, ἀλλ’ ἀπάνευθεν ἐνὶ σφετέροισι μελάθροις

### book 10.410.5

κεῖτο βαρὺ στενάχουσα παλαιοῦ λέκτρον ἀκοίτεω.

### book 10.415.1

Οἵη δ’ ἐν ξυλόχοισι περιτρέφεται κρύσταλλος

### book 10.415.2

αἰπυτάτων ὀρέων, ἥ τ’ ἄγκεα πολλὰ παλύνει

### book 10.415.3

χευαμένη Ζεφύροιο καταιγίσιν, ἀμφὶ δὲ μακραὶ

### book 10.415.4

ἄκριες ὑδρηλῇσι κατειβόμεναι λιβάδεσσι

### book 10.415.5

δεύονθ’, ἣ δὲ νάπῃσιν ἀπειρεσίη περ ἐοῦσα

### book 10.420.1

πίδακος ἐσσυμένης κρυερὸν περιτήκεται ὕδωρ·

### book 10.420.2

ὣς ἥ γ’ ἀσχαλόωσα μέγα στυγερῇ ὑπ’ ἀνίῃ

### book 10.420.3

τήκετ’ ἀκηχεμένη πόσιος περὶ κουριδίοιο.

### book 10.420.4

Αἰνὰ δ’ ἀναστενάχουσα φίλον προσελέξατο θυμόν·

### book 10.420.5

«Ὤ μοι ἀτασθαλίης, ὤ μοι στυγεροῦ βιότοιο,

### book 10.425.1

ἣ πόσιν ἀμφαγάπησα δυσάμμορος ᾧ σὺν ἐώλπειν

### book 10.425.2

γήραϊ τειρομένη περ ἐπὶ κλυτὸν οὐδὸν ἱκέσθαι

### book 10.425.3

αἰὲν ὁμοφρονέουσα· θεοὶ δ’ ἑτέρως ἐβάλοντο.

### book 10.425.4

Ὥς μ’ ὄφελόν ποτε Κῆρες ἀνηρείψαντο μέλαιναι,

### book 10.425.5

ὁππότε νόσφιν ἔμελλον Ἀλεξάνδροιο πέλεσθαι.

### book 10.430.1

Ἀλλὰ καὶ εἰ ζωός μ’ ἔλιπεν, μέγα τλήσομαι ἔργον

### book 10.430.2

ἀμφ’ αὐτῷ θανέειν, ἐπεὶ οὔ τί μοι εὔαδεν ἠώς.»

### book 10.430.3

Ὣς φαμένης ἐλεεινὰ κατὰ βλεφάρων ἐχέοντο

### book 10.1

δάκρυα, κουριδίοιο 〈δ’〉 ἀναπλήσαντος ὄλεθρον

### book 10.2

μνωομένη, ἅτε κηρὸς ὑπαὶ πυρί, τήκετο λάθρῃ

### book 10.435.1

(ἅζετο γὰρ πατέρα σφὸν ἰδ’ ἀμφιπόλους εὐπέπλους),

### book 10.435.2

μέχρις ἐπὶ χθόνα δῖαν ἀπ’ εὐρέος Ὠκεανοῖο

### book 10.435.3

νὺξ ἐχύθη, μερόπεσσι λύσιν καμάτοιο φέρουσα.

### book 10.435.4

Καὶ τότ’ ἄρ’ ὑπνώοντος ἐνὶ μεγάροισι τοκῆος

### book 10.435.5

καὶ δμώων, πυλεῶνας ἀναρρήξασα μελάθρων

### book 10.440.1

ἔκθορεν ἠύτ’ ἄελλα· φέρον δέ μιν ὠκέα γυῖα.

### book 10.440.2

Ὡς δ’ ὅτ’ ἀν’ οὔρεα πόρτιν ἐρασσαμένην μέγα ταύρου

### book 10.440.3

θυμὸς ἐποτρύνει ποσὶ καρπαλίμοισι φέρεσθαι

### book 10.440.4

ἐσσυμένως, ἣ δ’ οὔ τι λιλαιομένη φιλότητος

### book 10.440.5

ταρβεῖ βουκόλον ἄνδρα, φέρει δέ μιν ἄσχετος ὁρμή,

### book 10.445.1

εἴ που ἐνὶ ξυλόχοισιν ὁμήθεα ταῦρον ἴδοιτο·

### book 10.445.2

ὣς ἣ ῥίμφα θέουσα διήνυε μακρὰ κέλευθα

### book 10.445.3

διζομένη τάχα ποσσὶ πυρῆς ἐπιβήμεναι αἰνῆς.

### book 10.445.4

Οὐδέ τί οἱ κάμε γούνατ’, ἐλαφρότεροι δ’ ἐφέροντο

### book 10.445.5

ἐσσυμένης πόδες αἰέν· ἔπειγε γὰρ οὐλομένη Κὴρ

### book 10.1

καὶ Κύπρις. Οὐδέ τι θῆρας ἐδείδιε λαχνήεντας

### book 10.2

ἀντομένη ὑπὸ νύκτα, πάρος μέγα πεφρικυῖα.

### book 10.3

Πᾶσα δέ οἱ λασίων ὀρέων ἐστείβετο πέτρη

### book 10.4

καὶ κρημνοί, πᾶσαι δὲ διεπρήσσοντο χαράδραι.

### book 10.5

Τὴν δέ που εἰσορόωσα τόθ’ ὑψόθε δῖα Σελήνη

### book 10.455.1

μνησαμένη κατὰ θυμὸν ἀμύμονος Ἐνδυμίωνος

### book 10.455.2

πολλὰ μάλ’ ἐσσυμένην ὀλοφύρετο καί οἱ ὕπερθε

### book 10.455.3

λαμπρὸν παμφανόωσα μακρὰς ἀνέφαινε κελεύθους.

### book 10.1

Ἵκετο δ’ ἐμμεμαυῖα δι’ οὔρεος, ἧχι καὶ ἄλλαι

### book 10.2

Νύμφαι Ἀλεξάνδροιο νέκυν περικωκύεσκον.

### book 10.460.1

Τὸν δ’ ἔτι που κρατερὸν πῦρ ἄμπεχεν, οὕνεκ’ ἄρ’ αὐτῷ

### book 10.460.2

μηλονόμοι ξυνιόντες ἀπ’ οὔρεος ἄλλοθεν ἄλλοι

### book 10.460.3

ὕλην θεσπεσίην παρενήνεον, ἦρα φέροντες

### book 10.460.4

ὑστατίην καὶ πένθος ὁμῶς ἑτάρῳ καὶ ἄνακτι,

### book 10.460.5

κλαίοντες μάλα πολλὰ περισταδόν. Ἣ δέ μιν οὔ τι,

### book 10.465.1

ἀμφαδὸν ὡς ἄθρησε, γοήσατο τειρομένη περ,

### book 10.465.2

ἀλλὰ καλυψαμένη πέρι φάρεϊ καλὰ πρόσωπα

### book 10.465.3

αἶψα πυρῇ ἐνέπαλτο. Γόον δ’ ἄρα πουλὺν ὄρινε·

### book 10.465.4

καίετο δ’ ἀμφὶ πόσει· Νύμφαι δέ μιν ἄλλοθεν ἄλλαι

### book 10.465.5

θάμβεον, εὖτ’ ἐσίδοντο μετ’ ἀνέρι πεπτηυῖαν·

### book 10.470.1

καί τις ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν·

### book 10.470.2

«Ἀτρεκέως Πάρις ἦεν ἀτάσθαλος, ὃς μάλα κεδνὴν

### book 10.470.3

κάλλιπε κουριδίην καὶ ἀνήγαγε μάργον ἄκοιτιν,

### book 10.470.4

οἷ αὐτῷ καὶ Τρωσὶ καὶ ἄστεϊ λοίγιον ἄλγος,

### book 10.470.5

νήπιος· οὐδ’ ἀλόχοιο περίφρονος ἅζετο θυμὸν

### book 10.475.1

τειρομένης, ἥ πέρ μιν ὑπὲρ φάος ἠελίοιο

### book 10.475.2

καί περ ἀπεχθαίροντα καὶ οὐ φιλέοντα τίεσκεν.»

### book 10.475.3

Ὣς ἄρ’ ἔφη Νύμφη τις ἀνὰ φρένας· οἳ δ’ ἐνὶ μέσσῃ

### book 10.475.4

πυρκαϊῇ καίοντο λελασμένοι ἠριγενείης.

### book 10.475.5

Ἀμφὶ δὲ βουκόλοι ἄνδρες ἐθάμβεον, εὖτε πάροιθεν

### book 10.480.1

Ἀργεῖοι θάμβησαν ἀολλέες ἀθρήσαντες

### book 10.480.2

Εὐάδνην Καπανῆος ἐπεκχυμένην μελέεσσιν

### book 10.480.3

ἀμφὶ πόσιν δμηθέντα Διὸς στονόεντι κεραυνῷ.

### book 10.1

Ἀλλ’ ὅτε δ’ ἀμφοτέρους ὀλοὴ πυρὸς ἤνυσε ῥιπὴ

### book 10.2

Οἰνώνην τε Πάριν τε, μιῇ δ’ ὑποκάββαλε τέφρῃ,

### book 10.485.1

δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν, ὀστέα δ’ αὐτῶν

### book 10.485.2

χρυσέῳ ἐν κρητῆρι θέσαν. Περὶ δέ σφισι σῆμα

### book 10.485.3

ἐσσυμένως τεύξαντο, θέσαν δ’ ἄρα δοιὼ ὕπερθε

### book 10.485.4

στήλας αἵ περ ἔασι τετραμμέναι ἄλλυδις ἄλλη,

### book 10

ζῆλον ἐπ’ ἀλλήλοισιν ἔτι στονόεντα φέρουσαι.

### book 11.1.1

Τρῳαὶ δὲ στενάχοντο κατὰ πτόλιν οὐδ’ ἐδύναντο

### book 11.1.2

ἐλθέμεναι ποτὶ τύμβον, ἐπεὶ μάλα τηλόθ’ ἔκειτο

### book 11.1.3

ἄστεος αἰπεινοῖο· νέοι δ’ ἔκτοσθε πόληος

### book 11.1.4

νωλεμέως πονέοντο, μάχη δ’ οὐ λῆγε φόνοιο,

### book 11.5.1

καί περ Ἀλεξάνδροιο δεδουπότος, οὕνεκ’ Ἀχαιοὶ

### book 11.5.2

Τρωσὶν ἐπεσσεύοντο ποτὶ πτόλιν, οἳ δὲ καὶ αὐτοὶ

### book 11.5.3

τείχεος ἤιον ἐκτός· ἐπεί σφεας ἦγεν ἀνάγκη.

### book 11.5.4

Ἐν γὰρ δὴ μέσσοισιν Ἔρις στονόεσσά τ’ Ἐνυὼ

### book 11.5.5

στρωφῶντ’, ἀργαλέῃσιν Ἐριννύσιν εἴκελαι ἄντην,

### book 11.10.1

ἄμφω ἀπὸ στομάτων ὀλοὸν πνείουσαι ὄλεθρον·

### book 11.10.2

ἀμφ’ αὐτοῖσι δὲ Κῆρες ἀναιδέα θυμὸν ἔχουσαι

### book 11.10.3

ἀργαλέως μαίνοντο. Φόβος δ’ ἑτέρωθε καὶ Ἄρης

### book 11.10.4

λαοὺς ὀτρύνεσκον· ἐφέσπετο δέ σφισι Δεῖμος

### book 11.10.5

φοινήεντι λύθρῳ πεπαλαγμένος, ὄφρά ἑ φῶτες

### book 11.15.1

οἳ μὲν καρτύνωνται ὁρώμενοι, οἳ δὲ φέβωνται.

### book 11.15.2

Πάντῃ δ’ αἰγανέαι τε καὶ ἔγχεα καὶ βέλε’ ἀνδρῶν

### book 11.15.3

ἄλλυδις ἄλλα χέοντο κακοῦ μεμαῶτα φόνοιο·

### book 11.15.4

ἀμφὶ δ’ ἄρά σφισι δοῦπος ἐρειδομένοισιν ὀρώρει,

### book 11.15.5

μαρναμένων ἑκάτερθε κατὰ φθισήνορα χάρμην.

### book 11.20.1

Ἔνθ’ ἄρα Λαοδάμαντα Νεοπτόλεμος κατέπεφνεν,

### book 11.20.2

ὃς τράφη ἐν Λυκίῃ Ξάνθου 〈παρὰ〉 καλὰ ῥέεθρα,

### book 11.20.3

ὅν ποτ’ ἐριγδούποιο Διὸς δάμαρ ἀνθρώποισι

### book 11.20.4

Λητὼ δῖ’ ἀνέφηνεν ἀναρρήξασα χέρεσσι

### book 11.20.5

τρηχὺ πέδον Λυκίης ἐρικυδέος, ὁππόθ’ ἑοῖο

### book 11.25.1

δάμναθ’ ὑπ’ ὠδίνεσσι πολυτλήτοισιν ἀνίη

### book 11.25.2

θεσπεσίου τοκετοῖο, ὅσην ὠδῖνες ἔγειρον.

### book 11.25.3

Τῷ δ’ ἐπὶ Νῖρον ὄλεσσε βαλὼν ἀνὰ δηιοτῆτα

### book 11.25.4

δουρὶ διὰ γναθμοῖο, πέρησε δ’ ἀνὰ στόμα χαλκὸς

### book 11.25.5

γλῶσσαν ἔτ’ αὐδήεσσαν· ὃ δ’ ἔγχεος ἄσχετον αἰχμὴν

### book 11.30.1

ἄμπεχε βεβρυχώς, περὶ δ’ ἔρρεεν αἷμα γένυσσι

### book 11.30.2

φθεγγομένου· καὶ τὸν μὲν ὑπὸ κρατερῆς χερὸς ἀλκῇ

### book 11.30.3

ἐγχείη στονόεσσα ποτὶ χθονὸς οὖδας ἔρεισε

### book 11.30.4

δευόμενον θυμοῖο. Βάλεν δ’ Εὐήνορα δῖον

### book 11.30.5

τυτθὸν ὑπὲρ λαπάρην, διὰ δ’ ἤλασεν ἐς μέσον ἧπαρ

### book 11.35.1

αἰχμήν· τῷ δ’ ἀλεγεινὸς ἄφαρ συνέκυρσεν ὄλεθρος.

### book 11.35.2

Εἷλε δ’ ἄρ’ Ἰφιτίωνα καὶ Ἱππομέδοντα δάμασσε

### book 11.35.3

Μαινάλου ὄβριμον υἷα τὸν Ὠκυρόη τέκε Νύμφη

### book 11.35.4

Σαγγαρίου ποταμοῖο παρὰ ῥόον· οὐδέ νυ τόν γε

### book 11.35.5

δέξατο νοστήσαντα· κακαὶ δέ 〈ἑ〉 Κῆρες ἄμερσαν

### book 11.40.1

παιδὸς ἀνιηραί, μέγα δ’ υἱέος ἔλλαβε πένθος.

### book 11.40.2

Αἰνείας δὲ Βρέμοντα καὶ Ἀνδρόμαχον κατέπεφνεν,

### book 11.40.3

ὃς τράφη ἐν Κνωσσῷ, ὃ δ’ ἄρα ζαθέῃ ἐνὶ Λύκτῳ·

### book 11.40.4

ἄμφω δ’ εἰς ἕνα χῶρον ἀπ’ ὠκυπόδων πέσον ἵππων·

### book 11

καί ῥ’ ὃ μὲν ἀσπαίρεσκε πεπαρμένος ἔγχεϊ μακρῷ

### book 11.45.1

λαιμόν, ὃ δ’ ἀλγινόεντος ἀνὰ κροτάφοιο θέμεθλα

### book 11.45.2

χερμαδίῳ στονόεντι μάλα κρατερῆς ἀπὸ χειρὸς

### book 11.45.3

βλήμενος ἐκπνείεσκε, μέλας δέ μιν ἄμπεχε πότμος.

### book 11.45.4

Ἵπποι δ’ ἐπτοίηντο καὶ ἡνιόχων ἀπάνευθε

### book 11.45.5

φεύγοντες πολλοῖσιν ἐνεπλάζοντο νέκυσσι·

### book 11.1

καὶ τοὺς μὲν θεράποντες ἀμύμονος Αἰνείαο

### book 11.2

μάρψαντες κεχάροντο φίλῃ περὶ ληίδι θυμόν.

### book 11.3

Ἂν δὲ Φιλοκτήτης ὀλοῷ βάλε Πύρασον ἰῷ

### book 11.4

φεύγοντ’ ἐκ πολέμοιο· διέθρισε δ’ ἀγκύλα νεῦρα

### book 11.5

γούνατος ἐξόπιθεν, κατὰ δ’ ἔκλασεν ἀνέρος ὁρμήν.

### book 11.55.1

Καὶ τὸν μὲν Δαναῶν τις ὅτ’ ἔδρακε γυιωθέντα,

### book 11.55.2

ἐσσυμένως 〈ἀπ〉άμερσε καρήατος ἄορι τύψας

### book 11.55.3

ἀλγινόεντα τένοντα· 〈κ〉όλον δ’ ὑπεδέξατο γαῖα

### book 11.55.4

σῶμα· κάρη δ’ ἀπάτερθε κυλινδομένη πεφόρητο

### book 11.55.5

ἱεμένου φωνῆς· ταχέως δ’ ἅμ’ ἀπέπτατο θυμός.

### book 11.60.1

Πουλυδάμας δὲ Κλέωνα καὶ Εὐρύμαχον βάλε δουρί,

### book 11.60.2

οἳ Σύμηθεν ἵκανον ὑπὸ Νιρῆι ἄνακτι,

### book 11.60.3

ἄμφω ἐπιστάμενοι δόλον ἰχθύσι μητίσασθαι

### book 11.60.4

αἰνὸν ὑπ’ ἀγκίστροιο, βαλεῖν δέ τε εἰς ἅλα δῖαν

### book 11.60.5

δίκτυα καὶ παλάμῃσι περιφραδέως ἀπὸ νηὸς

### book 11.65.1

ἰθὺ καὶ αἶψα τρίαιναν ἐπ’ ἰχθύσι νωμήσασθαι·

### book 11.65.2

ἀλλ’ οὔ σφιν τότε πῆμα θαλάσσια ἤρκεσαν ἔργα.

### book 11.1

Εὐρύπυλος δὲ μενεπτόλεμος βάλε φαίδιμον Ἕλλον

### book 11.2

τόν ῥα παρὰ λίμνῃ Γυγαίῃ γείνατο μήτηρ

### book 11.3

Κλειτὼ καλλιπάρηος· ὃ δ’ ἐν κονίῃσι τανύσθη

### book 11.70

πρηνής· τοῦ δ’ ἀπάτερθεν ὁμῶς δόρυ κάππεσε μακρόν.

### book 11.70.1

(desunt plures versus)

### book 11.70.2

ὤμου ἀπὸ βριαροῖο κεκομμένη ἄορι λυγρῷ

### book 11.70.3

χεὶρ ἔτι μαιμώωσα ποτὶ κλόνον ἔγχος ἀεῖραι

### book 11.70.4

μαψιδίως· οὐ γάρ μιν ἀνὴρ εἰς ἔργον ἐνώμα,

### book 11.70.5

ἀλλ’ αὕτως ἤσπαιρεν, ἅτε βλοσυροῖο δράκοντος

### book 11.75.1

οὐρὴ ἀποτμηθεῖς’ ἀναπάλλεται οὐδέ οἱ ἀλκὴ

### book 11.75.2

ἕσπεται ἐς πόνον αἰπύν, ἵνα χραύσαντα δαΐξῃ·

### book 11.75.3

ὣς ἄρα δεξιτερὴ κρατερόφρονος ἀνδρὸς ἐς αἰχμὴν

### book 11.75.4

ὥρμαινεν πονέεσθαι· ἀτὰρ μένος οὐκέτ’ ὀπήδει.

### book 11.75.5

Αὐτὰρ Ὀδυσσεὺς Αἶνον ἐνήρατο καὶ Πολύιδον

### book 11.80.1

ἄμφω Κητείους, τὸν μὲν δορί, τὸν δ’ ἀλεγεινῷ

### book 11.80.2

ἄορι δῃώσας. Σθένελος δ’ ἕλε δῖον Ἄβαντα

### book 11.80.3

αἰγανέην προϊείς· ἣ δ’ ἀσφαράγοιο διὰ πρὸ

### book 11.80.4

ἐσσυμένη ἀλεγεινὸν ἐς ἰνίον ἦλθε τένοντος·

### book 11.80.5

λῦσε δ’ ἄρ’ ἀνέρος ἦτορ, ὑπέκλασε δ’ ἅψεα πάντα.

### book 11.85.1

Τυδείδης δ’ ἕλε Λαόδοκον, Μέλιον δ’ Ἀγαμέμνων,

### book 11.85.2

Δηίφοβος δὲ Δρύαντα καὶ Ἄλκιμον. Αὐτὰρ Ἀγήνωρ

### book 11.85.3

Ἵππασον ἐξενάριξεν ἀγακλειτόν περ ἐόντα

### book 11.85.4

ὅς ῥ’ ἀπὸ Πηνειοῦ ποταμοῦ κίεν· οὐδ’ ἐρατεινὰ

### book 11

θρέπτα τοκεῦσιν ἔδωκεν, ἐπεί ῥά μιν ἔκλασε δαίμων.

### book 11.90.1

Ἂν δὲ Θόας ἐδάμασσε Λάμον καὶ ἀγήνορα Λύγκον,

### book 11.90.2

Μηριόνης δὲ Λύκωνα, καὶ Ἀρχέλοχον Μενέλαος,

### book 11.90.3

ὅς ῥά τε Κωρυκίην ὑπὸ δειράδα ναιετάεσκε

### book 11.90.4

πέτρην θ’ Ἡφαίστοιο περίφρονος ἥ τε βροτοῖσι

### book 11.90.5

θαῦμα πέλει· δὴ γάρ οἱ ἐναίθεται ἀκάματον πῦρ

### book 11.95.1

ἄσβεστον νυκτός τε καὶ ἤματος· ἀμφὶ δ’ ἄρ’ αὐτῷ

### book 11.95.2

φοίνικες θαλέουσι, φέρουσι δ’ ἀπείρονα καρπόν,

### book 11.95.3

ῥίζης καιομένης ἅμα λάεσιν· ἀλλὰ τὸ μέν που

### book 11.95.4

ἀθάνατοι τεύξαντο καὶ ἐσσομένοισιν ἰδέσθαι.

### book 11.95.5

Τεῦκρος δ’ Ἱππομέδοντος ἀμύμονος υἷα Μενοίτην

### book 11.1

ἐσσυμένως ὥρμαινε βαλεῖν ἐπιόντα βελέμνῳ·

### book 11.2

καί ῥα νόῳ καὶ χερσὶ καὶ ὄμμασιν ἰθύνεσκεν

### book 11.3

ἰὸν ἀπὸ γναμπτοῖο κεράατος. Ὃς 〈δ’〉 ἀλεγεινὸς

### book 11.4

ἆλτο θοῆς ἀπὸ χειρὸς ἐς ἀνέρα· τῷ δ’ ὑπὸ νευρὴ

### book 11.5

εἰσέτι που κανάχιζεν· ὃ δ’ ἀντίον ἀσπαίρεσκε

### book 11.105.1

βλήμενος, οὕνεκα Κῆρες ὁμῶς φορέοντο βελέμνῳ

### book 11.105.2

καίριον ἐς κραδίην, ὅθι περ νόος ἕζετ〈αι〉 ἀνδρῶν

### book 11.105.3

καὶ μένος, ὀτραλέαι δὲ ποτὶ μόρον εἰσὶ κέλευθοι.

### book 11.105.4

Εὐρύαλος δ’ ἄρα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρὸς

### book 11.105.5

λᾶα μέγαν, Τρώων δὲ θοὰς ἐλέλιξε φάλαγγας.

### book 11.110.1

Ὡς δ’ ὅτε τις γεράνοισι τανυφθόγγοισι χολωθεὶς

### book 11.110.2

οὖρος ἀνὴρ πεδίοιο μέγ’ ἀσχαλόων ἐπ’ ἀρούρῃ

### book 11.110.3

δινήσας περὶ κρατὶ θοῶς καλὰ νεῦρα βόεια

### book 11.110.4

λᾶα βάλῃ κατέναντα, διασκεδάσῃ δ’ ὑπὸ ῥοίζῳ

### book 11

ἠέρι πεπταμένας δολιχὰς στίχας, αἳ δὲ φέβονται,

### book 11.115.1

ἄλλη δ’ εἰς ἑτέρην εἰλεύμεναι ἀίσσουσι

### book 11.115.2

κλαγγηδόν, μάλα πάγχυ πάρος κατὰ κόσμον ἰοῦσαι·

### book 11.115.3

ὣς ἄρα δυσμενέες φοβερὸν βέλος ἀμφεφόβηθεν

### book 11.115.4

ὀβρίμου Εὐρυάλοιο· τὸ δ’ οὐχ ἅλιον φέρε δαίμων,

### book 11.115.5

ἀλλ’ ἄρα σὺν πήληκι κάρη κρατεροῖο Μέλητος

### book 11.120.1

θλάσσε περὶ πληγῇσι· μόρος δ’ ἐκίχανεν ἀρητός.

### book 11.120.2

Ἄλλος δ’ ἄλλον ἔπεφνε, περιστεναχίζετο δ’ αἶα.

### book 11.120.3

Ὡς δ’ ὅτ’ ἐπιβρίσαντος ἀπειρεσίου ἀνέμοιο

### book 11.120.4

λάβρον ὑπὸ ῥιπῆς βαρυηχέος ἄλλυδις ἄλλα

### book 11.120.5

δένδρεα μακρὰ πέσῃσιν ὑπ’ ἐκ ῥιζῶν ἐριπόντα

### book 11.125.1

ἄλσεος εὐρυπέδοιο, βρέμει δέ τε πᾶσα περὶ χθών·

### book 11.125.2

ὣς οἵ γ’ ἐν κονίῃσι πέσον, κανάχησε δὲ τεύχη

### book 11.125.3

ἄσπετον, ἀμφὶ δὲ γαῖα μέγ’ ἔβραχεν. Οἳ δὲ κυδοιμοῦ

### book 11.125.4

ἀργαλέου μνώοντο, μετὰ σφίσι πῆμα τιθέντες.

### book 11.125.5

Καὶ τότ’ ἄρ’ Αἰνείαο μόλε σχεδὸν ἠὺς Ἀπόλλων

### book 11.130.1

ἠδ’ Ἀντηνορίδαο δαΐφρονος Εὐρυμάχοιο·

### book 11.130.2

οἳ γὰρ δὴ μάρναντο πολυσθενέεσσιν Ἀχαιοῖς

### book 11.130.3

ἄγχι μάλ’ ἑσταότες κατὰ φύλοπιν, εὖθ’ ὑπ’ ἀπήνῃ

### book 11.130.4

δοιοὶ ὁμηλικίη κρατεροὶ βόες, οὐδ’ ἀπέληγον

### book 11.130.5

ὑσμίνης. Τοῖς δ’ αἶψα θεὸς ποτὶ μῦθον ἔειπε,

### book 11.135

μάντι ἐειδόμενος Πολυμήστορι τόν ποτε μήτηρ

### book 11.1

γείνατ’ ἐπὶ Ξάνθοιο ῥοῇς θεράπονθ’ Ἑκάτοιο·

### book 11.2

«Εὐρύμαχ’ Αἰνεία τε, θεῶν γένος, οὔ τι ἔοικεν

### book 11.3

ὑμέας Ἀργείοισιν ὑπεικέμεν· οὐδὲ γὰρ αὐτὸς

### book 11.4

ὔμμιν ὑπαντιάσας κεχαρήσεται ὄβριμος Ἄρης,

### book 11.140.1

ἢν ἐθέλητε μάχεσθαι ἀνὰ κλόνον, οὕνεκα Μοῖραι

### book 11.140.2

μακρὸν ἐπ’ ἀμφοτέροισι βίου τέλος ἐκλώσαντο.»

### book 11.140.3

Ὣς εἰπὼν ἀνέμοισι μίγη καὶ ἄιστος ἐτύχθη·

### book 11.140.4

οἳ δὲ νόῳ φράσσαντο θεοῦ μένος. Αἶψα δ’ ἄρ’ αὐτοῖς

### book 11.140.5

θάρσος ἀπειρέσιον κατεχεύατο, μαίνετο δέ σφι

### book 11.145.1

θυμὸς ἐνὶ στήθεσσι· καὶ ἔνθορον Ἀργείοισιν,

### book 11.145.2

ἀργαλέοις σφήκεσσιν ἐοικότες οἵ τ’ ἀλεγεινὸν

### book 11.145.3

ἐκ θυμοῦ κοτέοντες ἐπιβρίσωσι μελίσσαις,

### book 11.145.4

εὖτε περὶ σταφυλῇς αὐαινομένῃς ἐν ὀπώρῃ

### book 11.145.5

ἐρχομένας ἐσίδωσιν ἢ ἐκ σίμβλοιο θορούσας·

### book 11.1

ὣς ἄρα Τρώιοι υἷες ἐυπτολέμοισιν Ἀχαιοῖς

### book 11.2

ἔνθορον ἐσσυμένως. Κεχάροντο δὲ Κῆρες ἐρεμναὶ

### book 11.3

μαρναμένων, ἐγέλασσε δ’ Ἄρης, ἰάχησε δ’ Ἐνυὼ

### book 11.4

σμερδαλέον· μέγα δέ σφιν ἐπέβραχεν αἰόλα τεύχη.

### book 11.5

Οἳ δ’ ἄρα δυσμενέων ἀπερείσια φῦλα δάιζον

### book 11.155.1

χερσὶν ἀμαιμακέτῃσι· κατηρείποντο δὲ λαοὶ

### book 11.155.2

αὕτως, ἠύτ’ ἄμαλλα θέρευς δυσθαλπέος ὥρῃ,

### book 11.155.3

ἥν ῥά τ’ ἐπισπέρχωσι θοοὶ χέρας ἀμητῆρες

### book 11.155.4

δασσάμενοι κατ’ ἄρουραν ἀπείρονα μακρὰ πέλεθρα·

### book 11.155.5

ὣς ἄρα τῶν ὑπὸ χερσὶ κατηρείποντο φάλαγγες

### book 11.160

μυρίαι· ἀμφὶ δὲ γαῖα νεκρῶν περιπεπληθυῖα

### book 11.1

αἵματι πλημμύρεσκεν· Ἔρις δ’ ἄρ’ ἰαίνετο θυμῷ

### book 11.2

ὀλλυμένων. Οἳ δ’ οὔ τι κακοῦ παύοντο μόθοιο,

### book 11.3

ἀλλ’ ἅτε μῆλα λέοντες ἀπηνέες . . . . . . . . . . . . . . . . . . .

### book 11.163.1

. . . . . . . . . . . . . . . . . . . . . . . . . οἳ δ’ ἄρα φύζης

### book 11.163.2

λευγαλέης μνώοντο καὶ ἐξ ὀλοοῦ πολέμοιο

### book 11.165.1

φεῦγον, ὅσοις ἀδάικτον ἔτι σθένος ἐν ποσὶ κεῖτο.

### book 11.165.2

Υἱὸς δ’ Ἀγχίσαο δαΐφρονος αἰὲν ὀπήδει

### book 11.165.3

δυσμενέων μετόπισθεν ὑπ’ ἔγχεϊ νῶτα δαΐζων,

### book 11.165.4

Εὐρύμαχος δ’ ἑτέρωθεν· ἰαίνετο δ’ ἄμβροτον ἦτορ

### book 11.165.5

ὑψόθεν εἰσορόωντος Ἰηίου Ἀπόλλωνος.

### book 11.170.1

Ὡς δ’ ὅτε τις σιάλοισιν ἀνὴρ ἐς λήιον αὖον

### book 11.170.2

ἐρχομένοις, πρὶν ἄμαλλαν ὑπ’ ἀμητῆρσι δαμῆναι,

### book 11.170.3

ἀντί’ ἐπισσεύῃ κρατεροὺς κύνας, οἳ δ’ ὁρόωντες

### book 11.170.4

ἐσσυμένους τρομέουσι, καὶ οὐκέτι μέμβλεται αὐτοῖς

### book 11.170.5

εἴδατος, ἀλλὰ τρέπονται ἀνιηρὴν ἐπὶ φύζαν

### book 11.175.1

πανσυδίῃ, τοὺς δ’ αἶψα κύνες κατὰ ποσσὶ κιχόντες

### book 11.175.2

ἐξόπιθεν δάπτουσιν ἀμείλιχα, τοὶ δὲ φέβονται

### book 11.175.3

μακρὸν ἀνιύζοντες, ἄναξ δ’ ἐπιτέρπετ’ ἀρούρης·

### book 11.175.4

ὣς ἄρ’ ἰαίνετο Φοῖβος, ὅτ’ ἔδρακεν ἐκ πολέμοιο

### book 11.175.5

φεύγοντ’ Ἀργείων πουλὺν στρατόν. Οὐ γὰρ ἔτ’ αὐτοῖς

### book 11.180.1

ἔργ’ ἀνδρῶν μεμέληντο· πόδας δ’ εὔχοντο θεοῖσιν

### book 11.180.2

ὦκα φέρειν· μούνοις γὰρ ἔτ’ ἐν ποσὶν ἔπλετο νόστου

### book 11.180.3

ἐλπωρή· πάντας γὰρ ἐπήιεν ἔγχεϊ θύων

### book 11.180.4

Εὐρύμαχός τε καὶ Αἰνείας, σὺν δέ σφιν ἑταῖροι.

### book 11

Ἔνθά τις Ἀργείων, ἢ κάρτεϊ πάγχυ πεποιθώς,

### book 11.185.1

ἢ Μοίρης ἰότητι λιλαιομένης μιν ὀλέσσαι,

### book 11.185.2

φεύγοντ’ ἐκ πολέμοιο δυσηχέος ἵππον ἔρυκε

### book 11.185.3

γνάμψαι ἐπειγόμενος ποτὶ φύλοπιν, ὄφρα μάχηται

### book 11.185.4

ἀντία δυσμενέων. Τὸν δ’ ὀβριμόθυμος Ἀγήνωρ

### book 11.185.5

παρφθάμενος μυῶνα κατ’ ἀλγινόεντα δάιξεν

### book 11.190.1

ἀμφιτόμῳ βουπλῆγι· βίῃ δ’ ὑπόειξε σιδήρου

### book 11.190.2

ὀστέον οὐταμένοιο βραχίονος· ἀμφὶ δὲ νεῦρα

### book 11.190.3

ῥηιδίως ἤμησε· φλέβες δ’ ὑπερέβλυσαν αἷμα.

### book 11.190.4

Ἀμφεχύθη δ’ ἵπποιο κατ’ αὐχένος, αἶψα δ’ ἄρ’ αὐτὸς

### book 11.190.5

κάππεσεν ἀμφὶ νέκυσ〈σι〉· λίπε〈ν〉 δ’ ἄρα χεῖρα κραταιὴν

### book 11.195.1

στερρὸν ἔτ’ ἐμπεφυυῖαν ἐυγνάμπτοιο χαλινοῦ,

### book 11.195.2

οἷον ὅτε ζώοντος ἔην· μέγα δ’ ἔπλετο θαῦμα,

### book 11.195.3

οὕνεκα δὴ ῥυτῆρος ἀπεκρέμαθ’ αἱματόεσσα,

### book 11.195.4

Ἄρεος ἐννεσίῃσι φόβον δηίοισι φέρουσα·

### book 11.195.5

φαίης κεν χατέουσαν ἔθ’ ἱππασίης πονέεσθαι·

### book 11.1

σῆμα δέ μιν φέρεν ἵππος ἀποκταμένοιο ἄνακτος.

### book 11.2

Αἰνείας δ’ ἐδάμασσε βαλὼν ὑπὲρ ἰξύα δουρὶ

### book 11.3

Αἰθαλίδην· αἰχμὴ δὲ παρ’ ὀμφαλὸν ἐξεπέρησεν

### book 11.4

ἔγκατ’ ἐφελκομένη· ὃ δ’ ἄρ’ ἐν κονίῃσι τανύσθη

### book 11.5

συμμάρψας χείρεσσιν ὁμῶς χολάδεσσιν ἀκωκὴν

### book 11.205.1

δεινὰ μάλα στενάχων, γαίῃ δ’ ἐνέρεισεν ὀδόντας

### book 11.205.2

βεβρυχώς· ψυχὴ δὲ καὶ ἄλγεα κάλλιπον ἄνδρα.

### book 11.205.3

Ἀργεῖοι δὲ βόεσσιν ἐοικότες ἐπτοίηντο

### book 11.1

οὕς τ’ ἄμοτον μεμαῶτας ὑπὸ ζεύγλῃ καὶ ἀρότρῳ

### book 11.2

τύψῃ ὑπὸ λαπάρην ταναοῖς ὑπὸ χείλεσιν οἶστρος

### book 11.210.1

αἵματος ἱέμενος, τοὶ δ’ ἄσπετον ἀσχαλόωσιν

### book 11.210.2

ἔργου ἑκὰς φεύγοντες, ἐπὶ σφίσι δ’ ἄχνυται ἀνήρ,

### book 11.210.3

ἀμφότερον ποθέων τε πόνον τρομέων τ’ ἐπὶ βουσὶ

### book 11.210.4

μὴ δή που κατόπισθεν ἐπαΐσσοντος ἀρότρου

### book 11.210.5

κέρσῃ νεῦρα σίδηρος ἀμείλιχος ἐν ποσὶ κύρσας·

### book 11.215.1

ὣς Δαναοὶ φοβέοντο, περὶ σφίσι δ’ ἄχνυτο θυμὸν

### book 11.215.2

υἱὸς Ἀχιλλῆος· μέγα δ’ ἴαχε λαὸν ἐέργων·

### book 11.215.3

«Ἆ δειλοί, τί φέβεσθε, ἐοικότες οὐτιδανοῖσι

### book 11.215.4

ψήρεσιν οὕς τ’ ἐφόβησε μολὼν κατεναντία κίρκος;

### book 11.215.5

Ἀλλ’ ἄγε θέσθ’ ἕνα θυμόν, ἐπεὶ πολὺ λώιόν ἐστι

### book 11.220.1

τεθνάμεν ἐν πολέμῳ ἢ ἀνάλκιδα φύζαν ἑλέσθαι.»

### book 11.220.2

Ὣς φάτο· τοὶ δ’ ἐπίθοντο θρασὺν νόον ἐν φρεσὶ θέντες

### book 11.220.3

ἐσσυμένως. Ὃ δὲ Τρωσὶ μέγα φρονέων ἐνόρουσε

### book 11.220.4

πάλλων ἐν χείρεσσι θοὸν δόρυ· τῷ δ’ ἄρα λαοὶ

### book 11.220.5

Μυρμιδόνων ἐφέποντο βίην ἀτάλαντον ἀέλλῃ

### book 11.225.1

ἐν στέρνοισιν ἔχοντες· ἀνέπνευσαν δὲ κυδοιμοῦ

### book 11.225.2

Ἀργεῖοι. Ὃ δ’ ἄρ’ αἶψα φίλῳ πατρὶ θυμὸν ἐοικὼς

### book 11.225.3

ἄλλῳ ἐπ’ ἄλλον ἔπεφνε κατὰ μόθον· οἳ δ’ ἀπιόντες

### book 11.225.4

χάζοντ’, ἠύτε κύμα〈θ’ ἅ〉 τ’ ἐκ Βορέαο θυέλλης

### book 11.225.5

πόλλ’ ἐπιπαφλάζοντα κυλίνδεται αἰγιαλοῖσιν

### book 11.230.1

ὀρνύμεν’ ἐκ πόντοιο, τὰ δ’ ἔκποθεν ἄλλος ἀήτης

### book 11.230.2

ἀντίος ἀίξας μεγάλῃ περὶ λαίλαπι θύων

### book 11.1

ὦσεν ἀπ’ ἠιόνων Βορέου ἔτι βαιὸν ἀέντος·

### book 11.2

ὣς Τρῶας Δαναοῖσιν ἐποιχομένους τὸ πάροιθεν

### book 11.3

υἱὸς Ἀχιλλῆος θεοειδέος ὦσεν ὀπίσσω

### book 11.235.1

τυτθόν, ἐπεὶ μένος ἠὺ θρασύφρονος Αἰνείαο

### book 11.235.2

φευγέμεν οὐκ εἴασκε, μένειν δ’ ἀνὰ φύλοπιν αἰνὴν

### book 11.235.3

θαρσαλέως. Ἑκάτερθε δ’ ἴσην ἐτάνυσσεν Ἐνυὼ

### book 11.235.4

ὑσμίνην. Ἀλλ’ οὔ τι καταντίον Αἰνείαο

### book 11.235.5

υἱὸς Ἀχιλλῆος πῆλεν δόρυ πατρὸς ἑοῖο·

### book 11.240.1

ἀλλ’ ἄλλῃ τρέπε θυμόν, ἐπεὶ Θέτις ἀγλαόπεπλος

### book 11.240.2

ἁζομένη Κυθέρειαν ἀπέτραπεν υἱωνοῖο

### book 11.240.3

θυμὸν καὶ μέγα κάρτος ἐπ’ ἄλλων ἔθνεα λαῶν.

### book 11.242a

Ἔνθ’ ὃ μὲν ἂρ Τρώων πολέας κτάνεν, ὃς δ’ ἄρ’ Ἀχαιῶν

### book 11.243.1

δάμνατο μυρία φῦλα. Δαϊκταμένων δ’ ἐνὶ χάρμῃ

### book 11.243.2

οἰωνοὶ κεχάροντο μεμαότες ἔγκατα φωτῶν

### book 11.245.1

δαρδάψαι καὶ σάρκας· ἐπεστενάχοντο δὲ Νύμφαι

### book 11.245.2

καλλιρόου Σιμόεντος ἰδὲ Ξάνθοιο θύγατρες.

### book 11.245.3

Καί ῥ’ οἳ μὲν πονέοντο· κόνιν δ’ ἀκάμαντες ἀῆται

### book 11.245.4

ὦρσαν ἀπειρεσίην· ἤχλυσε δὲ πᾶσαν ὕπερθεν

### book 11.245.5

ἠέρα θεσπεσίην, ὥς τ’ ἀπροτίοπτος ὀμίχλη,

### book 11.1

οὐδ’ ἄρα φαίνετο γαῖα, βροτῶν δ’ ἀμάθυνεν ὀπωπάς.

### book 11.2

Ἀλλὰ καὶ ὧς μάρναντο· καὶ ἐς χέρας ὅν τιν’ ἕλοντο

### book 11.3

κτεῖνον ἀνηλεγέως, εἰ καὶ μάλα φίλτατος ἦεν·

### book 11.4

οὐ γὰρ ἔην φράσσασθαι ἀνὰ κλόνον οὔτ’ ἐπιόντα

### book 11.5

δήιον οὔτ’ ἄρ’ ἑταῖρον· ἀμηχανίη δ’ ἔχε λαούς.

### book 11.255.1

Καί νύ κε μίγδ’ ἐγένοντο καὶ ἀργαλέως ἀπόλοντο

### book 11.255.2

πάντες ὁμῶς ὀλοοῖσι περὶ ξιφέεσσι πεσόντες

### book 11.255.3

ἀλλήλων, εἰ μή σφιν ἀπ’ Οὐλύμποιο Κρονίων

### book 11.255.4

ἤρκεσε τειρομένοισι, κόνιν δ’ ἀπάτερθεν ἔλασσεν

### book 11

ὑσμίνης, ὀλοὰς δὲ κατεπρήυνεν ἀέλλας.

### book 11.260.1

Οἳ δ’ ἔτι δηριόωντο· πόνος δ’ ἄρα τοῖσιν ἐτύχθη

### book 11.260.2

πολλὸν ἐλαφρότερος· δέρκοντο γὰρ εἴ τε δαΐξαι

### book 11.260.3

χρειὼ δήιον ἄνδρα κατὰ κλόνον, εἴ τ’ ἀλέασθαι.

### book 11.260.4

Καί ῥ’ ὁτὲ μὲν Δαναοὶ Τρώων ἀνέεργον ὅμιλον,

### book 11.260.5

ἄλλοτε δ’ αὖ Τρῶες Δαναῶν στίχας. Ἔπλετο δ’ αἰνὴ

### book 11.265.1

ὑσμίνη· νιφάδεσσι δ’ ἐοικότα πῖπτε βέλεμνα

### book 11.265.2

ἀμφοτέρωθεν ἰόντα. Δέος δ’ ἔχε μηλοβοτῆρας

### book 11.265.3

ἔκποθεν Ἰδαίων ὀρέων ὁρόωντας ἀυτήν·

### book 11.265.4

καί τις ἐς αἰθέρα χεῖρας ἐπουρανίοισιν ἀείρων

### book 11.265.5

εὔχετο δυσμενέας μὲν ὑπ’ Ἄρεϊ πάντας ὀλέσθαι,

### book 11.270.1

Τρῶας δὲ στονόεντος ἀναπνεῦσαι πολέμοιο

### book 11.270.2

ἦμάρ τ’ εἰσιδέειν ποτ’ ἐλεύθερον. Ἀλλά οἱ οὔ τι

### book 11.270.3

ἔκλυον· Αἶσα γὰρ ἄλλα πολύστονος ὁρμαίνεσκεν·

### book 11.270.4

ἅζετο δ’ οὔτε Ζῆνα πελώριον οὔτέ τιν’ ἄλλον

### book 11.270.5

ἀθανάτων· οὐ γάρ τι μετατρέπεται νόος αἰνὸς

### book 11.275.1

κείνης, ὅν τινα πότμον ἐπ’ ἀνδράσι γεινομένοισιν,

### book 11.275.2

ἀνδράσιν ἢ πολίεσσιν, ἐπικλώσηται ἀφύκτῳ

### book 11.275.3

νήματι· τῇ δ’ ὑπὸ πάντα τὰ μὲν φθινύθει, τὰ δ’ ἀέξει.

### book 11.275.4

Τῆς δ’ ἄρ’ ὑπ’ ἐννεσίῃσι πόνος καὶ δῆρις ὀρώρει

### book 11.275.5

ἱππομάχοις Τρώεσσι καὶ ἀγχεμάχοισιν Ἀχαιοῖς.

### book 11.280.1

Τεῦχον δ’ ἀλλήλοισι φόνον καὶ ἀνηλέα πότμον

### book 11.280.2

νωλεμέως· οὐ γάρ τιν’ ἔχεν δέος, ἀλλ’ ἐμάχοντο

### book 11.280.3

προφρονέως· θάρσος γὰρ ἐφέλκεται ἄνδρας ἐς αἰχμήν.

### book 11.1

Ἀλλ’ ὅτε δὴ πολλοὶ μὲν ἀπέφθιθον ἐν κονίῃσι,

### book 11.2

δὴ τότ’ 〈ἄρ’〉 Ἀργείοισιν ὑπέρτερον ὤρνυτο θάρσος

### book 11.285.1

Παλλάδος ἐννεσίῃσι δαΐφρονος ἥ ῥα μολοῦσα

### book 11.285.2

ὑσμίνης ἄγχιστα μέγ’ Ἀργείοισιν ἄμυνεν

### book 11.285.3

ἐκπέρσαι μεμαυῖα κλυτὴν Πριάμοιο πόληα.

### book 11.289

Καὶ τότ’ ἄρ’ Αἰνείαν ἐρικυδέα δῖ’ Ἀφροδίτη,

### book 11.288

ἥ ῥα μέγα στενάχιζεν Ἀλεξάνδροιο δαμέντος,

### book 11.290.1

αὐτὴ ἀπὸ πτολέμοιο καὶ οὐλομένης ὑσμίνης

### book 11.290.2

ἥρπασεν ἐσσυμένως, περὶ δ’ ἠέρα χεύατο πουλύν·

### book 11.290.3

οὐ γὰρ ἔτ’ αἴσιμον ἦεν ἀνὰ μόθον ἀνέρι κείνῳ

### book 11.290.4

μάρνασθ’ Ἀργείοισι πρὸ τείχεος αἰπεινοῖο.

### book 11.290.5

Τῶ καὶ ἄδην ἀλέεινε περίφρονα Τριτογένειαν

### book 11.295.1

ἐκ θυμοῦ Δαναοῖσιν ἀρηγέμεναι μεμαυῖαν,

### book 11.295.2

μὴ καὶ ὑπὲρ Κῆράς μιν ἕλῃ θεός· οὐδὲ γὰρ αὐτοῦ

### book 11.295.3

φείσατο πρόσθεν Ἄρηος ὅ περ πολὺ φέρτερος ἦεν.

### book 11.295.4

Τρῶες δ’ οὐκέτ’ ἔμιμνον ἀνὰ στόμα δηιοτῆτος,

### book 11.295.5

ἀλλ’ ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες·

### book 11.1

ἐν γάρ σφιν θήρεσσιν ἐοικότες ὠμοβόροισιν

### book 11.2

ἔνθορον Ἀργεῖοι μέγα μαιμώωντες Ἄρηι.

### book 11.3

Τῶν δ’ ἄρα δαμναμένων ποταμοὶ πλήθοντο νέκυσσι

### book 11.4

καὶ πεδίον· πολλοὶ γὰρ ἄδην πέσον ἐν κονίῃσιν

### book 11.5

ἀνέρες ἠδ’ ἵπποι· μάλα δ’ ἅρματα πολλὰ κέχυντο

### book 11.305.1

βαλλομένων. Πάντῃ δ’ ἀπερείσιον ἔρρεεν αἷμα

### book 11.305.2

ὑετὸς ὥς· ὀλοὴ γὰρ ἐπήιεν Αἶσα κυδοιμόν.

### book 11.305.3

Καί ῥ’ οἳ μὲν ξιφέεσσι πεπαρμένοι ἢ μελίῃσι

### book 11.305.4

κεῖντο, παρ’ αἰγιαλοῖσιν ἀλίγκιον ἐκχυμένοισι

### book 11.305.5

δούρασιν, εὖτ’ ἐπὶ θινὶ βαρυγδούποιο θαλάσσης

### book 11.310.1

ἀνέρες ἄσπετα δεσμὰ πολυκμήτων ἀπὸ γόμφων

### book 11.310.2

λυσάμενοι σκεδάσωσι διὰ ξύλα μακρὰ καὶ ὕλην

### book 11.310.3

ἠλιβάτου σχεδίης, πάντῃ δ’ ἀναπλήθεται εὐρὺς

### book 11.310.4

αἰγιαλός, τοῖσι〈ν〉 δὲ μέλαν ποτικλύζεται οἶδμα·

### book 11.310.5

ὣς οἵ γ’ ἐν κονίῃσι καὶ αἵματι δηῳθέντες

### book 11.315.1

κεῖντο πολυκλαύτοιο λελασμένοι ἰωχμοῖο.

### book 11.315.2

Παῦροι δὲ προφυγόντες ἀνηλέα δηιοτῆτα

### book 11.315.3

δῦσαν ἀνὰ πτολίεθρον ἀλευάμενοι βαρὺ πῆμα.

### book 11.315.4

Τῶν δ’ ἄλοχοι καὶ παῖδες ἀπὸ χροὸς αἱματόεντος

### book 11.315.5

τεύχεα πάντ’ ἐδέχοντο κακῷ πεφορυγμένα λύθρῳ·

### book 11.320.1

πᾶσι δὲ θερμὰ λοετρὰ τετεύχατο· πᾶν δ’ ἀνὰ ἄστυ

### book 11.320.2

ἔσσυντ’ ἰητῆρες 〈ἐσ〉 οὐταμένων αἰζηῶν

### book 11.320.3

οἰκία ποιπνύοντες, ἵν’ οὐταμένους ἀκέσωνται·

### book 11.320.4

τοὺς δ’ ἄλοχοι καὶ τέκνα περιστενάχοντο μολόντας

### book 11.320.5

ἐκ πολέμου· πολλοὺς δὲ καὶ οὐ παρεόντας ἀύτευν.

### book 11.325.1

Καί ῥ’ οἳ μὲν στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ

### book 11.325.2

κεῖντο βαρὺ στενάχοντες ἐπ’ ἄλγεσιν οὐδ’ ἐπὶ δόρπον

### book 11.325.3

ἐκ καμάτοιο τρέποντο· θοοὶ δ’ ἐπαΰτεον ἵπποι

### book 11.325.4

φορβῇ ἐπιχρεμέθοντες ἄδην. Ἑτέρωθε δ’ Ἀχαιοὶ

### book 11.325.5

πὰρ κλισίῃς νήεσσί θ’ ὁμοίια Τρωσὶ πένοντο.

### book 11.330.1

Ἦμος δ’ Ὠκεανοῖο ῥοὰς ὑπερήλασεν Ἠὼς

### book 11.330.2

ἵππους μαρμαίροντας, ἀνέγρετο δ’ ἔθνεα φωτῶν,

### book 11.330.3

δὴ τότ’ ἀρήιοι υἷες ἐυσθενέων Ἀργείων

### book 11.330.4

οἳ μὲν ἔβαν Πριάμοιο ποτὶ πτόλιν αἰπήεσσαν,

### book 11.330.5

οἳ δ’ ἄρ’ ἐνὶ κλισίῃσιν ἅμ’ ἀνδράσιν οὐταμένοισι

### book 11.335

μίμνον, μή ποτε λαὸς ἐπιβρίσας ἀλεγεινὸς

### book 11.1

νῆας ἕλῃ Τρώεσσι φέρων χάριν. Οἳ δ’ ἀπὸ πύργων

### book 11.2

μάρναντ’ Ἀργείοισι· μόθος δ’ ἀλεγεινὸς ὀρώρει.

### book 11.3

Σκαιῆς μὲν προπάροιθε πύλης Καπανήιος υἱὸς

### book 11.4

μάρναθ’ ἅμ’ ἀντιθέῳ Διομήδεϊ. Τοὺς δ’ ἄρ’ ὕπερθε

### book 11.340.1

Δηίφοβός τε μενεπτόλεμος κρατερός τε Πολίτης

### book 11.340.2

σύν 〈τ’〉 ἄλλοις ἑτάροισιν ἐρητύεσκον ὀιστοῖς

### book 11.340.3

ἠδ’ ἄρα χερμαδίοισι· περικτυπέοντο δὲ φωτῶν

### book 11.340.4

βαλλόμεναι κόρυθές τε καὶ ἀσπίδες αἵ τ’ ἀλεγεινὸν

### book 11.340.5

αἰζηῶν ῥύοντο μόρον καὶ ἀμείλιχον αἶσαν.

### book 11.345.1

Ἀμφὶ 〈δὲ〉 Δαρδανίῃσιν ἐριδμαίνεσκε πύλῃσιν

### book 11.345.2

υἱὸς Ἀχιλλῆος· πονέοντο δέ οἱ πέρι πάντες

### book 11.345.3

Μυρμιδόνες κρατεροῖο δαήμονες ἰωχμοῖο.

### book 11.345.4

Τοὺς δ’ ἀπὸ τείχεος εἶργον ἀπειρεσίοις βελέεσσι

### book 11.345.5

θαρσαλέως Ἕλενός τε καὶ ὀβριμόθυμος Ἀγήνωρ,

### book 11.1

Τρῶας ἐποτρύνοντες ἀνὰ μόθον· οἳ δὲ καὶ αὐτοὶ

### book 11.2

προφρονέως μάρναντο φίλης περὶ τείχεσι πάτρης.

### book 11.3

Ἐς πεδίον δὲ πύλῃσι καὶ ὠκυπόρους ἐπὶ νῆας

### book 11.4

νισομένῃς Ὀδυσεύς τε καὶ Εὐρύπυλος πονέοντο

### book 11.5

νωλεμέως· τοὺς δ’ ἠὺς ἀφ’ ἕρκεος ὑψηλοῖο

### book 11.355.1

Αἰνείας λάεσσι μέγα φρονέων ἀπέρυκε.

### book 11.355.2

Πρὸς δὲ ῥόον Σιμόεντος ἔχεν πόνον ἀλγινόεντα

### book 11.355.3

Τεῦκρος ἐυμμελίης. Ἄλλῃ δ’ ἔχεν ἄλλος ὀιζύν.

### book 11.355.4

Καὶ τότ’ ἄρ’ ἀμφ’ Ὀδυσῆα δαΐφρονα κύδιμοι ἄνδρες

### book 11.355.5

κείνου τεχνήεντι νόῳ ποτὶ μῶλον Ἄρηος

### book 11.360.1

ἀσπίδας ἐντύναντο, βάλον δ’ ἐφύπερθε καρήνων

### book 11.360.2

θέντες ἐπ’ ἀλλήλῃσι· μιῇ δ’ ἅπαν ἥρμοσαν ὁρμῇ.

### book 11.360.3

Φαίης κεν μεγάροιο κατηρεφὲς ἔμμεναι ἕρκος

### book 11.360.4

πυκνὸν ὃ οὔτ’ ἀνέμοιο διέρχεται ὑγρὸν ἀέντος

### book 11.360.5

ῥιπὴ ἀπειρεσίη οὔτ’ ἐκ Διὸς ἄσπετος ὄμβρος·

### book 11.365.1

τοῖαι 〈ἄρ’〉 Ἀργείων πεπυκασμέναι ἀμφὶ βοείαις

### book 11.365.2

καρτύναντο φάλαγγες· ἔχον δ’ ἕνα θυμὸν ἐς ἀλκὴν

### book 11.365.3

εἰς ἓν ἀρηρέμενοι. Καθύπερθε δὲ Τρώιοι υἷες

### book 11.365.4

βάλλον χερμαδίοισι· τὰ δ’ ὡς στυφελῆς ἀπὸ πέτρης

### book 11.365.5

γαῖαν ἐπὶ τραφερὴν ἐκυλίνδετο· πολλὰ δὲ δοῦρα

### book 11.370.1

καὶ βέλεα στονόεντα καὶ ἀλγινόεντες ἄκοντες

### book 11.370.2

πήγνυντ’ ἐν σακέεσσι, τὰ δ’ ἐν χθονί, πολλὰ δ’ ἄπωθε

### book 11.370.3

μαψιδίως φορέοντο παραγναμφθέντα βελέμνοις

### book 11.370.4

πάντοθε βαλλομένων. Οἳ δὲ κτύπον οὔ τι φέβοντο

### book 11.370.5

ἄσπετον οὐδ’ ὑπόεικον, ἅτε ψεκάδων ἀίοντες

### book 11.375.1

δοῦπον· ἔσω δ’ ὑπὸ τεῖχος ὁμῶς ἴσαν οὐδέ τις αὐτῶν

### book 11.375.2

νόσφιν ἀφειστήκει· συναρηρέμενοι δ’ ἐφέποντο,

### book 11.375.3

ὡς νέφος ἠερόεν τό ῥά που περὶ χείματι μέσσῳ

### book 11.375.4

αἰθέρος ἐξ ὑπάτοιο μακρὸν διέτεινε Κρονίων.

### book 11.375.5

Πουλὺς δ’ ἀμφὶ φάλαγγι βρόμος καναχή θ’ ὑπὸ ποσσὶ

### book 11.380.1

νισομένων ἐτέτυκτο· κόνιν δ’ ἀπάτερθεν ἀῆται

### book 11.380.2

ὀρνυμένην μάλα τυτθὸν ὑπὲρ δαπέδοιο φέρεσκον

### book 11.1

αἰζηῶν μετόπισθε· περίαχε δ’ ἄκριτος αὐδή,

### book 11.2

οἷον ὑπὸ σμήνεσσι περιβρομέουσι μέλισσαι·

### book 11.3

ἆσθμα δ’ ἀνήιε πουλὺ χύδην, περίχευε δ’ ἀυτμὴ〈ν〉

### book 11.385.1

λαοῦ ἀποπνείοντος. Ἀπειρέσιον δ’ ἄρα θυμῷ

### book 11.385.2

Ἀτρεῖδαι κεχάροντο περὶ σφίσι κυδιόωντες,

### book 11.385.3

δερκόμενοι πολέμοιο δυσηχέος ἄτρομον ἕρκος.

### book 11.385.4

Ὥρμηναν δὲ πύλῃσι θεηγενέος Πριάμοιο

### book 11.385.5

ἀθρόοι ἐγχριμφθέντες ὑπ’ ἀμφιτόμοις πελέκεσσι

### book 11.390.1

ῥῆξαι τείχεα μακρά, πύλας δ’ εἰς οὖδας ἐρεῖσαι

### book 11.390.2

θαιρῶν ἐξερύσαντες. Ἔχεν δ’ ἄρα μῆτις ἀγαυὴ

### book 11.390.3

ἐλπωρήν· ἀλλ’ οὔ σφιν ἐπήρκεσαν οὔτε βόειαι

### book 11.390.4

οὔτε θοοὶ βουπλῆγες, ἐπεὶ μένος Αἰνείαο

### book 11.390.5

ὄβριμον ἀμφοτέρῃσιν ἀρηρότα χείρεσι λᾶαν

### book 11.395.1

ἐμμεμαὼς ἐφέηκε, δάμασσε δὲ τλήμονι πότμῳ

### book 11.395.2

ἀνέρας οὓς κατέμαρψεν ὑπ’ ἀσπίσιν, εὖτ’ ἐν ὄρεσσι

### book 11.395.3

φερβομένας ὑπὸ πρῶνα βίη κρημνοῖο ῥαγέντος

### book 11.395.4

αἶγας, ὑποτρομέουσι δ’ ὅσαι σχεδὸν ἀμφινέμονται·

### book 11.395.5

ὣς Δαναοὶ θάμβησαν. Ὃ δ’ εἰσέτι λᾶας ὕπερθε

### book 11.1

βάλλεν ἐπασσυτέρους, κλονέοντο δὲ πάγχυ φάλαγγες.

### book 11.2

Ὡς δ’ ὅτ’ ἐν οὔρεσι πρῶνας Ὀλύμπιος οὐρανόθεν Ζεὺς

### book 11.3

ἀμφὶ μιῇ κορυφῇ συναρηρότας ἄλλυδις ἄλλον

### book 11.4

ῥήξῃ ὑπὸ βροντῇσι καὶ αἰθαλόεντι κεραυνῷ,

### book 11.5

ἀμφὶ δὲ μηλονόμοι τε καὶ ἄλλ’ ὅσα . . . . . . . . .

### book 11.404

. . . . . . . . . . . . . . . . πάντα φέβονται·

### book 11.405.1

ὣς ἄρ’ Ἀχαιῶν υἷες ὑπέτρεσαν, οὕνεκ’ ἄρ’ αὐτῶν

### book 11.405.2

Αἰνείας συνέχευε θοῶς ἔρυμα πτολέμοιο

### book 11.405.3

ἀσπίσιν ἀκαμάτοισι τετυγμένον, οὕνεκ’ ἄρ’ αὐτῷ

### book 11.405.4

θάρσος ἀπειρέσιον θεὸς ὤπασεν. Οὐδέ τις αὐτῶν

### book 11.405.5

ἔσθενέ οἱ κατὰ δῆριν ἐναντίον ὄσσε βαλέσθαι,

### book 11.410.1

οὕνεκά οἱ μάρμαιρε περὶ βριαροῖς μελέεσσι

### book 11.410.2

τεύχεα θεσπεσίῃσιν ἐειδόμενα στεροπῇσιν·

### book 11.410.3

εἱστήκει δέ οἱ ἄγχι δέμας κεκαλυμμένος ὄρφνῃ

### book 11.410.4

δεινὸς Ἄρης καὶ πάντα κατιθύνεσκε βέλεμνα

### book 11.410.5

καὶ μόρον καὶ δέος αἰνὸν ἐπ’ Ἀργείοισι φέροντα.

### book 11.415.1

Μάρνατο δ’ ὡς ὁπότ’ αὐτὸς Ὀλύμπιος οὐρανόθεν Ζεὺς

### book 11.415.2

ἀσχαλόων ἐδάιζεν ὑπέρβια φῦλα Γιγάντων

### book 11.415.3

σμερδαλέων, καὶ γαῖαν ἀπειρεσίην ἐτίνασσε

### book 11.415.4

Τηθύν τ’ Ὠκεανόν τε καὶ οὐρανόν, ἀμφὶ δὲ πάντῃ

### book 11.415.5

γυῖ’ ἐλελίζετ’ Ἄτλαντος ὑπ’ ἀκαμάτου Διὸς ὁρμῆς·

### book 11.420.1

ὣς ἄρ’ ὑπ’ Αἰνείαο κατηρείποντο φάλαγγες

### book 11.420.2

Ἀργείων ἀνὰ δῆριν· ὃ γὰρ περὶ τείχεα πάντα

### book 11.420.3

ἔσσυτο δυσμενέεσσι χολούμενος, ἐκ δ’ ἄρα χειρῶν

### book 11.420.4

πᾶν ὅ τί οἱ παρέκυρσεν ἐπειγομένῳ ποτὶ μῶλον

### book 11.420.5

βάλλεν, ἐπεὶ μάλα πολλὰ κακῆς ἀλκτήρια χάρμης

### book 11.425.1

κεῖτο μενεπτολέμων ἐπὶ τείχεσι Δαρδανιώνων·

### book 11.425.2

τοῖσί περ Αἰνείας μεγάλῳ περὶ κάρτεϊ θύων

### book 11.425.3

δυσμενέων ἀπέρυκε πολὺν στρατόν, ἀμφὶ δ’ ἄρ’ αὐτῷ

### book 11.1

Τρῶες ἐκαρτύναντο. Κακὴ δ’ ἔχε πάντας ὀιζὺς

### book 11.2

ἀμφὶ πόλιν· πολλοὶ δὲ κατέκταθεν ἠμὲν Ἀχαιῶν

### book 11.430.1

ἠδὲ καὶ ἐκ Τρώων· μέγα δ’ ἴαχον ἀμφοτέρωθεν,

### book 11.430.2

Αἰνείας μὲν Τρωσὶ φιλοπτολέμοισι κελεύων

### book 11.430.3

μάρνασθ’ ἀμφὶ πόληος ἑῆς ἀλόχων τε καὶ αὐτῶν

### book 11.430.4

προφρονέως· υἱὸς δὲ μενεπτολέμου Ἀχιλῆος

### book 11.430.5

Ἀργείους ἐκέλευε παρὰ κλυτὰ τείχεα Τροίης

### book 11.435.1

μίμνειν, ἄχρι πόληα πυρὶ πρήσαντες ἕλωσι.

### book 11.435.2

Τοὺς δ’ ἄμφω στονόεσσα καὶ ἄσπετος ἄμπεχ’ ἀυτὴ

### book 11.435.3

μαρναμένους πρόπαν ἦμαρ ἀνὰ κλόνον· οὐδέ τις ἦεν

### book 11.435.4

ἄμπνευσις πολέμοιο λιλαιομένων ἀνὰ θυμὸν

### book 11.435.5

τῶν μὲν ἑλεῖν πτολίεθρον ὑπ’ Ἄρεϊ, τῶν δὲ σαῶσαι.

### book 11.440.1

Αἴας δ’ αὖτ’ ἀπάτερθε θρασύφρονος Αἰνείαο

### book 11.440.2

μαρνάμενος Τρώεσσι κακὰς ἐπὶ Κῆρας ἴαλλε

### book 11.440.3

σφῇσιν ἑκηβολίῃσιν, ἐπεί ῥά οἱ ἄλλοτε μέν που

### book 11.440.4

ἰθὺ βέλος πεπότητο δι’ ἠέρος, ἄλλοτε δ’ αὖτε

### book 11.440.5

ἀλγινόεντες ἄκοντες. Ἐπ’ ἄλλῳ δ’ ἄλλον ἔπεφνεν·

### book 11.445.1

οἳ δὲ περιπτώσσοντες ἀμύμονος ἀνέρος ἀλκὴν

### book 11.445.2

ἐς μόθον οὐκέτ’ ἔμιμνον, ἔλειπε δὲ τείχεα λαός.

### book 11.445.3

Καὶ τότε οἱ θεράπων πολὺ φέρτατος ἐν δαῒ Λοκρῶν,

### book 11.445.4

Ἀλκιμέδων ἐρίθυμος, ἑῷ πίσυνος βασιλῆι

### book 11.445.5

κάρτεΐ τε σφετέρῳ καὶ θαρσαλέῃ νεότητι,

### book 11.1

ἐμμεμαὼς πολέμοιο θοοῖς ἐπεβήσετο ποσσὶ

### book 11.2

κλίμακος, ὄφρα κέλευθον ἐπὶ πτόλιν ἀνδράσι θείη

### book 11.3

λευγαλέην. Σφετέρου 〈δὲ〉 καρήατος ἔμμεναι ἄλκαρ

### book 11.1

ἀσπίδα θεὶς καθύπερθεν ἀνήιε λυγρὰ κέλευθα

### book 11.2

ἄτρομον ἐνθέμενος κραδίῃ νόον· ἐν δ’ ἄρα χειρὶ

### book 11.455.1

ἄλλοτε μὲν δόρυ πάλλεν ἀμείλιχον, ἄλλοτε δ’ αὖτε

### book 11.455.2

εἷρπεν ἄνω· τὸν δ’ αἶψα διηερίη φέρεν οἶμος.

### book 11.455.3

Καί νύ κε δὴ Τρώεσσιν ἄχος γένετ’, εἰ μὴ ἄρ’ αὐτῷ

### book 11.455.4

ἤδη ὑπερκύπτοντι καὶ εἰσορόωντι πόληα

### book 11.455.5

ὑστάτιον καὶ πρῶτον ἀφ’ ἕρκεος ὑψηλοῖο

### book 11.460.1

Αἰνείας ἐπόρουσεν, ἐπεί ῥά μιν οὐ λάθεν ὁρμὴ

### book 11.460.2

οὐδ’ ἀπάτερθεν ἐόντα. Βάλεν δέ μιν εὐρέι πέτρῳ

### book 11.460.3

κὰκ κεφαλῆς, μεγάλη δὲ βίη κρατερόφρονος ἀνδρὸς

### book 11.460.4

κλίμακά οἱ συνέαξεν. Ὃ δ’ ὑψόθεν ἠύτ’ ὀιστὸς

### book 11.460.5

ἔσσυτ’ ἀπὸ νευρῆς· ὀλοὸς δέ οἱ ἕσπετο πότμος

### book 11.465.1

ἀμφελελιξαμένῳ· στονόεις δέ οἱ ἠέρι θυμὸς

### book 11.465.2

αἶψα μίγη, πρὶν γαῖαν ἐπὶ στυφελὴν ἀφικέσθαι.

### book 11.465.3

Ἤριπε δ’ ἐν θώρηκι κατὰ χθονός, οὕνεκ’ ἄρ’ αὐτοῦ

### book 11.465.4

νόσφιν ἀπεπλάγχθη βριαρὸν δόρυ καὶ σάκος εὐρὺ

### book 11.465.5

καὶ κρατερὴ τρυφάλεια. Περιστονάχησε δὲ Λοκρῶν

### book 11.470.1

λαός, ὅτ’ ἔδρακον ἄνδρα κακῇ δεδμημένον ἄτῃ·

### book 11.470.2

δὴ γάρ οἱ λασίοιο καρήατος ἄλλυδις ἄλλῃ

### book 11.470.3

ἐγκέφαλος πεπάλακτο· συνηλοίηντο δὲ πάντα

### book 11.470.4

ὀστέα καὶ θοὰ γυῖα λυγρῷ πεπαλαγμένα λύθρῳ.

### book 11.470.5

Καὶ τότε δὴ Ποίαντος ἐὺς πάις ἀντιθέοιο,

### book 11.475.1

ὡς ἴδεν Αἰνείαν περὶ τείχεα μαιμώωντα

### book 11.475.2

θηρὶ βίην ἀτάλαντον, ἄφαρ προέηκεν ὀιστὸν

### book 11.475.3

ἰθύνων ἐς φῶτα περικλυτόν. Οὐδ’ ἀφάμαρτεν

### book 11.475.4

ἀνέρος, ἀλλά οἱ οὔ τι δι’ ἀσπίδος ἀκαμάτοιο

### book 11.475.5

ἐς χρόα καλὸν ἵκαν〈εν〉 (ἀπέτραπε γὰρ Κυθέρεια

### book 11.480.1

καὶ σάκος), ἀλλ’ ἄρα τυτθὸν ἐπέχραε δέρμα βοείης.

### book 11.480.2

Οὐδ’ ἄρα μαψιδίως χαμάδις πέσεν, ἀλλὰ Μίμαντα

### book 11.480.3

μεσσηγὺς σάκεός τε καὶ ἱπποκόμου τρυφαλείης

### book 11.480.4

τύψεν· ὃ δ’ ἐ〈κ〉 πύργοιο κατήριπεν, εὖτ’ ἀπὸ πέτρης

### book 11.480.5

ἄγριον αἶγα βάλῃσιν ἀνὴρ στονόεντι βελέμνῳ·

### book 11.485.1

ὣς ὃ πεσὼν τετάνυστο, λίπε〈ν〉 δέ μιν ἱερὸς αἰών.

### book 11.485.2

Αἰνείας δ’ ἑτάροιο χολωσάμενος βάλε πέτρην

### book 11.485.3

καί ῥα Φιλοκτήταο κατέκτανεν ἐσθλὸν ἑταῖρον

### book 11.485.4

Τοξαίχμην· θλάσσεν δὲ κάρη, συνέαξε δὲ πάντα

### book 11.485.5

ὀστέα σὺν πήληκι· λύθη δέ οἱ ἀγλαὸν ἦτορ.

### book 11.490.1

Τῷ δ’ ἐπὶ μακρὸν ἄυσε πάις Ποίαντος ἀγαυοῦ·

### book 11.490.2

«Αἰνεία, σύ γ’ ἔολπας ἐνὶ φρεσὶ σῇσιν ἄριστος

### book 11.490.3

ἔμμεναι ἐκ πύργοιο πονεύμενος, ἔνθα γυναῖκες

### book 11.490.4

δυσμενέσιν μάρνανται ἀνάλκιδες; Εἰ δέ τίς ἐσσι,

### book 11.490.5

ἔρχεο τείχεος ἐκτὸς ἐν ἔντεσιν, ὄφρα δαείης

### book 11.495.1

Ποίαντος θρασὺν υἷα καὶ ἔγχεσι καὶ βελέεσσιν.»

### book 11.495.2

Ὣς ἄρ’ ἔφη· τὸν δ’ οὔ τι θρασὺς πάις Ἀγχίσαο

### book 11.495.3

καί περ ἐελδόμενος προσεφώνεεν, οὕνεκ’ ὀρώρει

### book 11.495.4

δῆρις ὀιζυρὴ περὶ τείχεα μακρὰ καὶ ἄστυ

### book 11.495.5

νωλεμέως· οὐ γάρ τι κακοῦ παύοντο μόθοιο

### book 11

οὐδέ σφιν μάλα δηρὸν ὑπ’ Ἄρεϊ τειρομένοισιν

### book 11

ἔσκε λύσις καμάτοιο· πόνος δ’ ἄπρηκτος ὀρώρει.

### book 12.1.1

Ἀλλ’ ὅτε δὴ μάλα πολλὰ κάμον περὶ τείχεα Τροίης

### book 12.1.2

αἰχμηταὶ Δαναοί, πολέμου δ’ οὐ γίνετο τέκμωρ,

### book 12.1.3

δὴ τότ’ ἀριστήων ἄγυριν ποιήσατο Κάλχας,

### book 12.1.4

εὖ εἰδὼς ἀνὰ θυμὸν ὑπ’ ἐννεσίῃς Ἑκάτοιο

### book 12.5.1

πτήσιας οἰωνῶν ἠδ’ ἀστέρας ἄλλά τε πάντα

### book 12.5.2

σήμαθ’ ὅς’ ἀνθρώποισι θεῶν ἰότητι πέλονται·

### book 12.5.3

καί σφιν ἀγειρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπε·

### book 12.5.4

«Μηκέτι πὰρ τείχεσσιν ἐφεζόμενοι πονέεσθε,

### book 12.5.5

ἀλλ’ ἄλλην τινὰ μῆτιν ἐνὶ φρεσὶ μητιάασθε

### book 12.10.1

ἢ δόλον ὃς νήεσσι καὶ ἡμῖν ἔσσετ’ ὄνειαρ.

### book 12.10.2

Ἦ γὰρ ἔγωγε χθιζὸν ἐσέδρακον ἐνθάδε σῆμα.

### book 12.10.3

Ἴρηξ σεῦε πέλειαν· ἐπειγομένη δ’ ἄρα κείνη

### book 12.10.4

χηραμὸν ἐς πέτρης κατεδύσετο· τῇ δὲ χολωθεὶς

### book 12.10.5

ἀργαλέως μάλα πολλὸν ἐπὶ χρόνον ἀγχόθι μίμνε

### book 12.15.1

χηραμοῦ· ἣ δ’ ἀλέεινεν· ὃ δ’ ἐνθέμενος δόλον αἰνὸν

### book 12.15.2

θάμνῳ ὑπεκρύφθη· ἣ δ’ ἔκθορεν ἀφραδίῃσιν

### book 12.1

ἔμμεναι ἐλπομένη μιν ἀπόπροθεν· ὃς δ’ ἐπα〈ε〉ρθεὶς

### book 12.2

δειλαίῃ τρήρωνι φόνον στονόεντ’ ἐφέηκε.

### book 12.3

Τῶ νῦν μή τι βίῃ πειρώμεθα Τρώιον ἄστυ

### book 12.20.1

περσέμεν, ἀλλ’ εἴ πού τι δόλος καὶ μῆτις ἀνύσσῃ.»

### book 12.20.2

Ὣς ἄρ’ ἔφη· τῶν δ’ οὔ τις ἔχε〈ν〉 φρεσὶ τεκμήρασθαι

### book 12.20.3

ἄλκαρ ὀιζυροῖο μόθου· δίζοντο δὲ μῆχος

### book 12.20.4

εὑρέμεναι· μοῦνος δὲ σαοφροσύνῃσι νόησεν

### book 12.20.5

υἱὸς Λαέρταο καὶ ἀντίον ἔκφατο μῦθον·

### book 12.25.1

«Ὦ φίλ’, ἐπουρανίοισι τετιμένε πάγχυ θεοῖσιν,

### book 12.25.2

εἰ ἐτεὸν πέπρωται ἐυπτολέμοισιν Ἀχαιοῖς

### book 12.25.3

ἐκπέρσαι Πριάμοιο δολοφροσύνῃσι πόληα,

### book 12.25.4

ἵππον τεκτήναντες ἀριστέες ἐς λόχον ἄνδρες

### book 12.25.5

βησόμεθ’ ἀσπασίως· λαοὶ δ’ ἀπὸ νόσφι νέεσθαι

### book 12.30.1

ἐς Τένεδον σὺν νηυσίν, ἐνιπρῆσαι δ’ ἄρα πάντες

### book 12.30.2

ἃς κλισίας, ἵνα Τρῶες ἀπ’ ἄστεος ἀθρήσαντες

### book 12.30.3

ἐς πεδίον προχέωνται ἀταρβέες. Ἀλλά τις ἀνὴρ

### book 12.30.4

θαρσαλέος, τόν τ’ οὔ τις ἐπίσταται ἐν Τρώεσσι,

### book 12.30.5

μιμνέτω ἔκτοθ〈εν〉 ἵππου ἀρήιον ἐνθέμενος κῆρ,

### book 12.35.1

ὅς τις ὑποκρίναιτο βίην ὑπέροπλον Ἀχαιῶν

### book 12.35.2

ῥέξαι ὑπὲρ νόστοιο λιλαιομένων ὑπαλύξαι,

### book 12.35.3

ἵππῳ ὑποπτήξας εὐεργέι τόν ῥ’ ἐκάμοντο

### book 12.35.4

Παλλάδι χωομένῃ Τρώων ὑπὲρ αἰχμητάων·

### book 12.35.5

καὶ τὰ μὲν ὣς ἐπὶ δηρὸν ἀνειρομένοισι πιφαύσκειν,

### book 12.40.1

εἰς ὅ κέ οἱ πεπίθωνται ἀταρτηροί περ ἐόντες,

### book 12.40.2

ἐς δὲ πόλιν μιν ἄγωσι θοῶς ἐλεεινὸν ἐόντα,

### book 12.40.3

ὄφρ’ ἡμῖν ἀλεγεινὸν ἐς Ἄρεα σῆμα πένηται,

### book 12.40.4

τοῖς μὲν ἄρ’ αἰθαλόεντα θοῶς ἀνὰ πυρσὸν ἀείρας,

### book 12.40.5

τοὺς δ’ ἄρ’ ἐποτρύνας ἐκβήμεναι εὐρέος ἵππου,

### book 12.45.1

ὁππότε Τρώιοι υἷες ἀκηδέες ὑπνώωσιν.»

### book 12.45.2

Ὣς φάτο· τὸν δ’ ἄρα πάντες ἐπῄνεον· ἔξοχα δ’ ἄλλων

### book 12.45.3

Κάλχας μιν θαύμαζεν, ὅπως ὑπεθήκατ’ Ἀχαιοῖς

### book 12.45.4

μῆτιν καὶ δόλον ἐσθλὸν ὃς Ἀργείοισιν ἔμελλε

### book 12.45.5

νίκης ἔμμεναι ἄλκαρ, ἀτὰρ μέγα Τρώεσι πῆμα·

### book 12.1

τοὔνεκ’ ἀριστήεσσιν ἐυπτολέμοισι μετηύδα·

### book 12.2

«Μηκέτι νῦν δόλον ἄλλον ἐνὶ φρεσὶ μητιάασθε,

### book 12.3

ὦ φίλοι, ἀλλὰ πίθεσθε ἐυπτολέμῳ Ὀδυσῆι.

### book 12.4

Οὐ γάρ οἱ ἔσσετ’ ἄπρηκτον ἐυφρονέοντι νόημα·

### book 12.5

ἤδη γὰρ Δαναοῖσι θεοὶ τελέουσιν ἐέλδωρ,

### book 12.55.1

σήματα δ’ οὐκ ἀτέλεστ’ ἀναφαίνεται ἄλλοθεν ἄλλα·

### book 12.55.2

Ζηνὸς μὲν γὰρ ὕπερ〈θε〉 μέγα κτυπέουσι δι’ αἴθρης

### book 12.55.3

βρονταὶ ὁμῶς στεροπῇσι, παραΐσσουσι δὲ λαοὺς

### book 12.55.4

δεξιοὶ ὄρνιθες ταναῇ ὀπὶ κεκλήγοντες.

### book 12.55.5

Ἀλλ’ ἄγε μηκέτι πολλὸν ἐπὶ χρόνον ἀμφὶ πόληα

### book 12.60.1

μίμνωμεν· Τρωσὶν γὰρ ἐνέπνευσεν μέγ’ ἀνάγκη

### book 12.60.2

θάρσος, ὅ περ πρὸς Ἄρηα καὶ οὐτιδανόν περ ἐγείρει·

### book 12.1

κάρτιστοι δὲ τότ’ ἄνδρες ἐπὶ μόθον, ὁππότε θυμὸν

### book 12.2

παρθέμενοι στονόεντος ἀφειδήσωσιν ὀλέθρου,

### book 12.3

ὡς νῦν Τρώιοι υἷες ἀταρβέες ἀμφιμάχονται

### book 12.65.1

ἄστυ περὶ σφέτερον, μέγα δέ σφι〈σι〉 μαίνεται ἦτορ.»

### book 12.65.2

Ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·

### book 12.65.3

«Ὦ Κάλχαν, δηίοισι καταντίον ἄλκιμοι ἄνδρες

### book 12.65.4

μάρνανται· τοὶ δ’ ἐντὸς ἀλευάμενοι ἀπὸ πύργων

### book 12.65.5

οὐτιδανοὶ πονέονται, ὅσων φρένα δεῖμα χαλέπτει.

### book 12.70.1

Τῶ νῦν μήτε δόλον φραζώμεθα, μήτέ τι μῆχος

### book 12.70.2

ἄλλο· πόνῳ γὰρ ἔοικεν ἀριστέας ἔμμεναι ἄνδρας

### book 12.70.3

καὶ δορί· θαρσαλέοι γὰρ ἀμείνονες ἐν δαῒ φῶτες.»

### book 12.70.4

Ὣς φάμενον προσέειπε μένος Λαερτιάδαο·

### book 12.70.5

«Ὦ τέκος ὀβριμόθυμον ἀταρβέος Αἰακίδαο,

### book 12.75.1

ταῦτα μέν, ὡς ἐπέοικεν ἀμύμονι φωτὶ καὶ ἐσθλῇ,

### book 12.75.2

θαρσαλέως μάλα πάντα διίκεο χερσὶ πεποιθώς·

### book 12.75.3

ἀλλ’ οὔτ’ ἀκαμάτοιο τεοῦ πατρὸς ἄτρομος ἀλκὴ

### book 12.75.4

ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο

### book 12.75.5

οὔθ’ ἡμεῖς μάλα πολλὰ πονεύμενοι. Ἀλλ’ ἄγε θᾶσσον

### book 12.80.1

Κάλχαντος βουλῇσι θοὰς ἐπὶ νῆας ἰόντες

### book 12.80.2

ἵππον τεκταίνωμεν ὑπαὶ παλάμῃσιν Ἐπειοῦ

### book 12.80.3

ὅς ῥά τε πολλὸν ἄριστος ἐν Ἀργείοισι τέτυκται

### book 12.80.4

εἵνεκα τεκτοσύνης, δέδαεν δέ μιν ἔργον Ἀθήνη.»

### book 12.80.5

Ὣς φάτο· τῷ δ’ ἄρα πάντες ἀριστῆες πεπίθοντο

### book 12.85.1

νόσφι Νεοπτολέμοιο δαΐφρονος, οὐδὲ μὲν ἐσθλὸν

### book 12.85.2

πεῖθε Φιλοκτήταο νόον κρατερὰ φρονέοντος·

### book 12.85.3

ὑσμίνης γὰρ ἔτ’ ἔσκον ὀιζυρῆς ἀκόρητοι.

### book 12.1

Ὥρμαινον δὲ μάχεσθαι ἀνὰ κλόνον· ἀμφὶ δὲ λαοὺς

### book 12.2

σφωιτέρους ἐκέλευον ἀπειρέσιον περὶ τεῖχος

### book 12.90.1

πάντα φέρειν ὅσα δῆριν ἐνὶ πτολέμοισιν ὀφέλλει,

### book 12.90.2

ἐλπόμενοι πτολίεθρον ἐύκτιτον ἐξαλαπάξαι·

### book 12.90.3

ἄμφω γὰρ βουλῇσι θεῶν ἐς δῆριν ἵκοντο.

### book 12.90.4

Καί νύ κεν αἶψ’ ἐτέλεσσαν ὅσά σφισιν ἤθελε θυμός,

### book 12.90.5

εἰ μὴ Ζεὺς νεμέσησεν ἀπ’ αἰθέρος, ἀμφὶ δὲ γαῖαν

### book 12.95.1

Ἀργείων ἐλέλιξεν ὑπαὶ ποσί, σὺν δ’ ἐτίναξεν

### book 12.95.2

ἠέρα πᾶσαν ὕπερθε, βάλεν δ’ ἀκάμαντα κεραυνὸν

### book 12.95.3

ἡρώων προπάροιθεν· ὑπεσμαράγησε δὲ πᾶσα

### book 12.95.4

Δαρδανίη. Τῶν δ’ αἶψα μετετράπετ’ ἠὺ νόημα

### book 12.95.5

ἐς φόβον, ἐκ δ’ ἐλάθοντο βίης καὶ κάρτεος ἐσθλοῦ·

### book 12.1

καί ῥα κλυτῷ Κάλχαντι καὶ οὐκ ἐθέλοντε πίθοντο.

### book 12.2

Ἐς δ’ ἄρα νῆας ἵκοντο σὺν Ἀργείοισι καὶ ἄλλοις

### book 12.3

μάντιν ἀγασσάμενοι τὸν ἄρ’ ἐκ Διὸς ἔμμεν ἔφαντο,

### book 12.4

ἢ Διὸς ἢ Φοίβοιο· πίθοντο δέ οἱ μάλα πάντα.

### book 12.5

Ἦμος δ’ αἰγλήεντα περιστέφει οὐρανὸν ἄστρα

### book 12.105.1

πάντοθε μαρμαίροντα, πόνου δ’ ἐπιλήθεται ἀνήρ,

### book 12.105.2

δὴ τότ’ Ἀθηναίη μακάρων ἕδος αἰπὺ λιποῦσα

### book 12.105.3

ἤλυθε παρθενικῇ ἀταλάφρονι πάντ’ εἰκυῖα

### book 12.105.4

ἐς νῆας καὶ λαόν· ἀρηιφίλου δ’ ἄρ’ Ἐπειοῦ

### book 12.105.5

ἔστη ὑπὲρ κεφαλῆς ἐν ὀνείρα〈τ〉ι καί μιν ἀνώγει

### book 12.110

τεῦξαι δούριον ἵππον· ἔφη δέ οἱ ἐγκονέοντι

### book 12.1

αὐτὴ συγκαμέειν, αὐτὴ δ’ ἄφαρ ἔνδοθι βῆναι,

### book 12.2

ἔργον ἐς ὀτρύνουσα. Θεῆς δ’ ὅ γε μῦθον ἀκούσας

### book 12.3

καγχαλόων ἀνὰ θυμὸν ἀκηδέος ἔκθορεν ὕπνου·

### book 12.4

ἔγνω δ’ ἀθάνατον θεὸν ἄμβροτον· οὐδέ οἱ ἦτορ

### book 12.115.1

ἄλλο παρ’ ἐξ ὥρμαινε, νόον δ’ ἔχεν αἰὲν ἐπ’ ἔργῳ

### book 12.115.2

θεσπεσίῳ· πινυτὴ δὲ περὶ φρένας ἤιε τέχνη.

### book 12.115.3

Ἠὼς δ’ ὁππόθ’ ἵκανεν ἀπωσαμένη κνέφας ἠὺ

### book 12.115.4

εἰς Ἔρεβος, χαροπὴ δὲ δι’ ἠέρος ἤιεν αἴγλη,

### book 12.115.5

δὴ τότε θεῖον ὄνειρον ἐν Ἀργείοισιν Ἐπειός,

### book 12.120.1

ὡς ἴδεν, ὡς ἤκουσεν, ἐελδομένοισιν ἔειπεν·

### book 12.120.2

οἳ δέ οἱ εἰσαΐοντες ἀπειρέσιον κεχάροντο.

### book 12.120.3

Καὶ τότ’ ἄρ’ Ἀτρέος υἷες 〈ἐσ〉 ἄγκεα τηλεθάοντα

### book 12.120.4

Ἴδης ὑψικόμοιο θοοὺς προέηκαν ἱκέσθαι

### book 12.120.5

ἀνέρας. Οἳ δ’ ἐλάτῃσιν ἐπιβρίσαντες 〈ἀν’〉 ὕλην

### book 12.125.1

τάμνον δένδρεα μακρά· περικτυπέοντο δὲ βῆσσαι

### book 12.125.2

θεινομένων· δολιχαὶ δὲ κατ’ οὔρεα μακρὰ κολῶναι

### book 12.125.3

δεύοντ’ ἐκ ξυλόχοιο· νάπη δ’ ἀνεφαίνετο πᾶσα

### book 12.125.4

θήρεσιν οὐκέτι τόσσον ἐπήρατος ὡς τὸ πάροιθε·

### book 12.125.5

πρέμνα δ’ ἀπαυαίνοντο βίην ποθέοντ’ ἀνέμοιο.

### book 12.130.1

Καὶ τὰ μὲν ἂρ πελέκεσσι διατμήγοντες Ἀχαιοὶ

### book 12.130.2

ἐσσυμένως φορέεσκον ἐπ’ ᾐόνας Ἑλλησπόντου

### book 12.130.3

οὔρεος ἐκ λασίοιο· μόγησε 〈δὲ〉 θυμὸς ἐπ’ ἔργῳ

### book 12.130.4

αἰζηῶν τε καὶ ἡμιόνων. Πονέοντο δὲ λαοὶ

### book 12.130.5

〈– ⏑ ⏑〉 ἄλλοθεν ἄλλος ὑποδρήσσοντες Ἐπειῷ·

### book 12.135.1

οἳ μὲν γὰρ τέμνεσκον ὑπ’ ὀκριόεντι σιδήρῳ

### book 12.135.2

δούρατα καὶ σανίδας διεμέτρεον· οἳ δ’ ἄρ’ ἀπ’ ὄζους

### book 12.135.3

λείαινον πελέκεσσιν ἔτ’ ἀπρίστων ἀπὸ φιτρῶν·

### book 12.135.4

ἄλλος δ’ ἄλλό τι ῥέζε πονεύμενος. Αὐτὰρ Ἐπειὸς

### book 12.135.5

ἵππου δουρατέοιο πόδας κάμεν, αὐτὰρ ἔπειτα

### book 12.140.1

νηδύα, τῇ δ’ ἐφύπερθε συνήρμοσε νῶτα καὶ ἰξὺν

### book 12.140.2

ἐξόπιθεν, δειρὴν δὲ πάρος, καθύπερθε δὲ χαίτην

### book 12.140.3

αὐχένος ὑψηλοῖο καθήρμοσεν, ὡς ἐτεόν περ

### book 12.140.4

κινυμένην, λάσιον δὲ κάρη καὶ ἐύτριχον οὐρήν,

### book 12.140.5

οὔατα δ’ ὀφθαλμούς τε διειδέας ἄλλά τε πάντα

### book 12.145.1

οἷς ἐπικίνυται ἵππος. Ἀέξετο δ’ ἱερὸν ἔργον

### book 12.145.2

ὡς ἐτεὸν ζώοντος, ἐπεὶ θεὸς ἀνέρι τέχνην

### book 12.145.3

δῶκ’ ἐρατήν. Τετέλεστο δ’ ἐνὶ τρισὶν ἤμασι πάντα

### book 12.145.4

Παλλάδος ἐννεσίῃσι· πολὺς δ’ ἐπεγήθεε λαὸς

### book 12.145.5

Ἀργείων, θαύμαζε δ’ ὅπως ἐπὶ δούρατι θυμὸς

### book 12.1

καὶ τάχος ἐκπεπότητο ποδῶν, χρεμέθοντι δ’ ἐῴκει.

### book 12.2

Καὶ τότε δῖος Ἐπειὸς ὑπὲρ μεγακήτεος ἵππου

### book 12.3

εὔχετ’ ἐπ’ ἀκαμάτῳ Τριτωνίδι χεῖρας ὀρέξας·

### book 12.4

«Κλῦθι, θεὰ μεγάθυμε, σάου δ’ ἐμὲ καὶ τεὸν ἵππον.»

### book 12.5

Ὣς φάτο· τοῦ δ’ ἐσάκουσε θεὰ πολύμητις Ἀθήνη,

### book 12.155.1

καί ῥά οἱ ἔργον ἔτευξεν ἐπιχθονίοισιν ἀγητὸν

### book 12.155.2

πᾶσιν ὅσοι μιν ἴδοντο καὶ οἳ μετόπισθε πύθοντο.

### book 12.155.3

Ἀλλ’ ὅτε δὴ Δαναοὶ μὲν ἐγήθεον ἔργον Ἐπειοῦ

### book 12.155.4

δερκόμενοι, Τρῶες δὲ πεφυζότες ἔνδοθι πύργων

### book 12.155.5

μίμνον ἀλευάμενοι θάνατον καὶ ἀνηλέα κῆρα,

### book 12.160

δὴ τότ’ ἐπ’ Ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα

### book 12.1

Ζηνὸς ὑπερθύμοιο θεῶν ἀπάτερθε μολόντος

### book 12.2

ἔμπεσεν ἀθανάτοισιν ἔρις· δίχα δέ σφισι θυμὸς

### book 12.3

ἔπλετ’ ὀρινομένων. Ἀνέμων δ’ ἐπιβάντες ἀέλλαις

### book 12.4

οὐρανόθεν φορέοντο ποτὶ χθόνα· τοῖσι δ’ ὑπ’ αἰθὴρ

### book 12.165.1

ἔβραχεν. Οἳ δὲ μολόντες ἐπὶ Ξάνθοιο ῥέεθρα

### book 12.165.2

ἀλλήλων ἵσταντο καταντίον, οἳ μὲν Ἀχαιῶν,

### book 12.165.3

οἳ δ’ ἄρ’ ὑπὲρ Τρώων· πολέμου δ’ ἔρος ἔμπεσε θυμῷ.

### book 12.165.4

Τοῖσι δ’ ὁμῶς ἀγέροντο καὶ οἳ λάχον εὐρέα πόντον.

### book 12.165.5

Καί ῥ’ οἳ μὲν δολόεντα κοτεσσάμενοι μενέαινον

### book 12.170.1

ἵππον ἀμαλδῦναι σὺν νήεσιν, οἳ δ’ ἐρατεινὴν

### book 12.170.2

Ἴλιον· Αἶσα δ’ ἔρυκε πολύτροπος, ἐς δὲ κυδοιμὸν

### book 12.170.3

τρέψε νόον μακάρεσσιν. Ἄρης δ’ ἐξῆρχε μόθοιο,

### book 12.170.4

ἆλτο δ’ Ἀθηναίης κατεναντίον· ὣς δὲ καὶ ἄλλοι

### book 12.170.5

σύμπεσον ἀλλήλοισι. Περὶ σφίσι δ’ ἄμβροτα τεύχη

### book 12.175.1

χρύσεα κινυμένοισι μέγ’ ἴαχεν· ἀμφὶ δὲ πόντος

### book 12.175.2

εὐρὺς ὑπεσμαράγησε· κελαινὴ δ’ ἔτρεμε γαῖα

### book 12.175.3

ἀθανάτων ὑπὸ ποσσί. Μακρὸν δ’ ἅμα πάντες ἄυσαν·

### book 12.175.4

σμερδαλέη δ’ ἐνοπὴ μέχρις οὐρανὸν εὐρὺν ἵκανε,

### book 12.175.5

μέχρις ἐπ’ Ἀιδονῆος ὑπερθύμοιο βέρεθρον·

### book 12.180.1

Τιτῆνες δ’ ὑπένερθε μέγ’ ἔτρεσαν. Ἀμφὶ δὲ μακρὴ

### book 12.180.2

Ἴδη ὑπέστενε πᾶσα καὶ ἠχήεντα ῥέεθρα

### book 12.180.3

ἀενάων ποταμῶν, δολιχαὶ δ’ ἅμα τοῖσι χαράδραι

### book 12.180.4

νῆές τ’ Ἀργείων Πριάμοιό τε κύδιμον ἄστυ·

### book 12.180.5

ἀλλ’ οὐκ ἀνθρώποισι πέλεν δέος, οὐδ’ ἐνόησαν

### book 12.185.1

αὐτῶν ἐννεσίῃσι θεῶν ἔριν. Οἳ δὲ κολώνας

### book 12.185.2

χερσὶν ἀπορρήξαντες ἀπ’ οὔρεος Ἰδαίοιο

### book 12.1

βάλλον ἐπ’ ἀλλήλους· αἳ δὲ ψαμάθοισιν ὁμοῖαι

### book 12.2

ῥεῖα διεσκίδναντο θεῶν περὶ ἄσχετα γυῖα

### book 12.3

ῥηγνύμενα〈ι〉 διὰ τυτθά. Διὸς δ’ ἐπὶ πείρασι γαίης

### book 12.190.1

οὐ λάθον ἠὺ νόημα· λιπὼν δ’ ἄφαρ Ὠκεανοῖο

### book 12.190.2

χεύματ’ ἐς οὐρανὸν εὐρὺν ἀνήιε· τὸν δὲ φέρεσκον

### book 12.190.3

Εὖρος καὶ Βορέης, Ζέφυρος δ’ ἐπὶ τοῖσι Νότος τε,

### book 12.190.4

τοὺς ὑπὸ θεσπέσιον ζυγὸν αἰόλος ἤγαγεν Ἶρις

### book 12.190.5

ἅρματος αἰὲν ἐόντος ὅ οἱ κάμεν ἄμβροτος Αἰὼν

### book 12.195.1

χερσὶν ὑπ’ ἀκαμάτοισιν ἀτειρέος ἐξ ἀδάμαντος.

### book 12.195.2

Ἵκετο δ’ Οὐλύμποιο ῥίον μέγα· σὺν δ’ ἐτίναξεν

### book 12.195.3

ἠέρα πᾶσαν ὕπερθε χολούμενος· ἄλλοθε δ’ ἄλλαι

### book 12.195.4

βρονταὶ ὁμῶς στεροπῇσι μέγ’ ἔκτυπον· ἐκ δὲ κεραυνοὶ

### book 12.195.5

ταρφέες ἐξεχέοντο ποτὶ χθόνα· καίετο δ’ ἀὴρ

### book 12.1

ἄσπετον. Ἀθανάτοισι δ’ ὑπὸ φρένας ἔμπεσε δεῖμα·

### book 12.2

πάντων δ’ ἔτρεμε γυῖα καὶ ἀθανάτων περ ἐόντων.

### book 12.3

Τῶν δὲ περιδδείσασα κλυτὴ Θέμις εὖτε νόημα

### book 12.4

ἆλτο διὰ νεφέων, τάχα δέ σφεας εἰσαφίκανεν·

### book 12.5

οἴη γὰρ στονόεντος ἀπόπροθι μίμνε μόθοιο·

### book 12.205.1

τοῖον δ’ ἔκφατο μῦθον ἐρυκανόωσα μάχεσθαι·

### book 12.205.2

«Ἴσχεσθ’ ἰωχμοῖο δυσηχέος· οὐ γὰρ ἔοικε

### book 12.205.3

Ζηνὸς χωομένοιο μινυνθαδίων ἕνεκ’ ἀνδρῶν

### book 12.205.4

μάρνασθ’ αἰὲν ἐόντας, ἐπεὶ τάχα πάντες ἄιστοι

### book 12.205.5

ἔσσεσθ’· ἦ γὰρ ὕπερθεν ἐφ’ ὑμέας οὔρεα πάντα

### book 12.210

εἰς ἓν ἀναρρήξας οὔθ’ υἱῶν οὔτε θυγατρῶν

### book 12.1

φείσεται, ἀλλ’ ἄρα πάντας ὁμῶς 〈καθ〉ύπερθε καλύψει

### book 12.2

γαίῃ ἀπειρεσίῃ· οὐδ’ ἔσσεται ὔμμιν ἄλυξις

### book 12.3

ἐς φάος· ἀργαλέος δὲ περὶ ζόφος αἰὲν ἐρύξει.»

### book 12.4

Ὣς φάτο· τοὶ δ’ ἐπίθοντο Διὸς τρομέοντες ὁμοκλήν·

### book 12.215.1

ὑσμίνης δ’ ἔσχοντο, χόλον δ’ ἀπὸ νόσφι βάλοντο

### book 12.215.2

ἀργαλέον, φιλότητα δ’ ὁμήθεα ποιήσαντο.

### book 12.215.3

Καί ῥ’ οἳ μὲν νίσοντο πρὸς οὐρανόν, οἳ δ’ ἁλὸς εἴσω,

### book 12.215.4

οἳ δ’ ἀνὰ γαῖαν ἔμιμνον. Ἐυπτολέμοισι δ’ Ἀχαιοῖς

### book 12.215.5

υἱὸς Λαέρταο πύκα φρονέων φάτο μῦθον·

### book 12.220.1

«Ὦ νύ μοι Ἀργείων σημάντορες ὀβριμόθυμοι,

### book 12.220.2

νῦν μοι ἐελδομένῳ τεκμήρατε, οἵ τινές ἐστε

### book 12.220.3

ἐκπάγλως κρατεροὶ καὶ ἀμύμονες· ἦ γὰρ ἱκάνει

### book 12.220.4

ἔργον ἀναγκαίης. Ἀλλὰ μνησώμεθ’ Ἄρηος,

### book 12.220.5

ἐς δ’ ἵππον βαίνωμεν ἐύξοον, ὄφρά κε τέκμωρ

### book 12.225.1

εὕρωμεν πολέμοιο δυσηχέος· ὣς γὰρ ἄμεινον

### book 12.225.2

ἔσσεται, ἤν κε δόλῳ καὶ μήδεσιν ἀργαλέοισιν

### book 12.225.3

ἄστυ μέγ’ ἐκπέρσωμεν οὗ εἵνεκα δεῦρο μολόντες

### book 12.225.4

πάσχομεν ἄλγεα πολλὰ φίλης ἀπὸ τηλόθι γαίης.

### book 12.225.5

Ἀλλ’ ἄγε δὴ μένος ἠὺ καὶ ἄλκιμον ἐν φρεσὶ θέσθε·

### book 12.230.1

καὶ γάρ τις κατὰ δῆριν ἀνιηρῇ ὑπ’ ἀνάγκῃ

### book 12.230.2

θαρσήσας ἀνὰ θυμὸν ἀμείνονα φῶτα κατέκτα

### book 12.230.3

χειρότερος γεγαώς· μάλα γὰρ μέγα θυμὸν ἀέξει

### book 12.230.4

θάρσος, ὅ πέρ τε πέλει πολὺ λώιον ἀνθρώποισιν.

### book 12.230.5

Ἀλλ’ ἄγ’ ἀριστῆες μὲν ἐὺν λόχον ἐντύνασθε·

### book 12.235.1

οἱ δ’ ἄλλοι Τενέδοιο πρὸς ἱερὸν ἄστυ μολόντες

### book 12.235.2

μίμνετε, εἰς ὅ κεν ἄμμε ποτὶ πτόλιν εἰρύσσωσι

### book 12.235.3

δήιοι ἐλπόμενοι Τριτωνίδι δῶρον ἄγεσθαι.

### book 12.235.4

Αἰζηῶν δέ τις ἐσθλός, ὃν οὐ σάφα Τρῶες ἴσασι,

### book 12.235.5

μιμνέτω ἄγχ’ ἵπποιο σιδήρεον ἐνθέμενος κῆρ·

### book 12.240.1

καί οἱ πάντα μέλοιτο μάλ’ ἔμπεδον ὁππός’ ἔγωγε

### book 12.240.2

πρόσθ’ ἐφάμην· καὶ μή τι περὶ φρεσὶν ἄλλο νοήσῃ,

### book 12.240.3

ὄφρα μὴ ἀμφαδὰ Τρωσὶν Ἀχαιῶν ἔργα πέληται.»

### book 12.240.4

Ὣς φάτο· τὸν δὲ Σίνων ἀπαμείβετο κύδιμος ἀνὴρ

### book 12.240.5

ἄλλων δειδιότων· μάλα γὰρ μέγα ἔργον ἔμελλεν

### book 12.245.1

ἐκτελέειν· τῶ καί μιν ἐυφρονέοντ’ ἀνὰ θυμὸν

### book 12.245.2

εὐρὺς ἀγάσσατο λαός· ὃ δ’ ἐν μέσσοισιν ἔειπεν·

### book 12.245.3

«Ὦ Ὀδυσεῦ καὶ πάντες Ἀχαιῶν φέρτατοι υἷες,

### book 12.245.4

ἔργον μὲν τόδ’ ἔγωγε λιλαιομένοισι τελέσσω,

### book 12.245.5

εἴ τέ μ’ ἀεικίζωσι καὶ εἰ πυρὶ μητιόωνται

### book 12.1

βάλλειν ζωὸν ἐόντα· τὸ γάρ νύ μοι εὔαδε θυμῷ,

### book 12.2

ἢ θανέειν δηίοισιν ὑπ’ ἀνδράσιν ἢ ὑπαλύξαι

### book 12.3

Ἀργείοις μέγα κῦδος ἐελδομένοισι φέροντα.»

### book 12.4

Ὣς φάτο θαρσαλέως· μέγα δ’ Ἀργεῖοι κεχάροντο,

### book 12.5

καί τις ἔφη· «Ὡς τῷδε θεὸς μέγα θάρσος ἔδωκε

### book 12.255.1

σήμερον· οὐ γὰρ πρόσθεν ἔην θρασύς· ἀλλά ἑ δαίμων

### book 12.255.2

ὀτρύνει πάντεσσι κακὸν Τρώεσσι γενέσθαι

### book 12.255.3

ἢ νῶιν· νῦν γὰρ 〈καὶ〉 ὀίομαι ἐσσυμένως περ

### book 12.255.4

ἀργαλέου πολέμοιο τέκμωρ εὔδηλον ἔσεσθαι.»

### book 12.255.5

Ὣς ἄρ’ ἔφη κατὰ λαὸν ἀρηιφίλων τις Ἀχαιῶν.

### book 12.260

Νέστωρ δ’ αὖθ’ ἑτέρωθεν ἐποτρύνων μετέειπε·

### book 12.1

«Νῦν χρειώ, φίλα τέκνα, βίης καὶ θάρσεος ἐσθλοῦ·

### book 12.2

νῦν γὰρ τέρμα πόνοιο θεοὶ καὶ ἀμύμονα νίκην

### book 12.3

ἧμιν ἐελδομένοισι φίλας ἐς χεῖρας ἄγουσιν.

### book 12.4

Ἀλλ’ ἄγε θαρσαλέως πολυχανδέος ἔνδοθεν ἵππου

### book 12.265.1

βαίνετ’, ἐπεὶ μερόπεσσι κλέος μέγα θάρσος ὀπάζει.

### book 12.265.2

Ὡς ὄφελον μέγα κάρτος ἐμοῖς ἔτι γούνασι κεῖτο,

### book 12.265.3

οἷον ὅτ’ Αἴσονος υἱὸς ἔσω νεὸς ὠκυπόροιο

### book 12.265.4

Ἀργῴης καλέεσκεν ἀριστέας, ὁππότ’ ἔγωγε

### book 12.265.5

πρῶτος ἀριστήων καταβήμεναι ὁρμαίνεσκον,

### book 12.270.1

εἰ μὴ ἄρ’ ἀντίθεος Πελίης ἀέκοντά μ’ ἔρυκε.

### book 12.270.2

Νῦν δέ με γῆρας ἔπεισι πολύστονον· ἀλλ’ ἄρα καὶ ὧς,

### book 12.270.3

ὡς νέον ἡβώων, καταβήσομαι ἔνδοθεν ἵππου

### book 12.270.4

θαρσαλέως· κάρτος δὲ θεὸς καὶ κῦδος ὀπάσσει.»

### book 12.270.5

Ὣς φάμενον προσέειπε πάις ξανθοῦ Ἀχιλῆος·

### book 12.275.1

«Ὦ Νέστορ, σὺ μέν ἐσσι νόῳ προφερέστατος ἀνδρῶν

### book 12.275.2

πάντων· ἀλλά σε γῆρας ἀμείλιχον ἀμφιμέμαρφεν

### book 12.275.3

οὐδέ τοι ἔμπεδός ἐστι βίη χατέοντι πόνοιο.

### book 12.275.4

Τῶ σε χρὴ Τενέδοιο πρὸς ᾐόνας ἀπονέεσθαι·

### book 12.275.5

ἐς δὲ λόχον νέοι ἄνδρες ἔθ’ ὑσμίνης ἀκόρητοι

### book 12.280.1

βησόμεθ’, ὡς σύ, γεραιέ, λιλαιομένοις ἐπιτέλλεις.»

### book 12.280.2

Ὣς φάτο· τῷ δ’ ἄγχιστα κιὼν Νηλήιος υἱὸς

### book 12.280.3

ἀμφοτέρας οἱ ἔκυσσε χέρας κεφαλήν τ’ ἐφύπερθεν,

### book 12.280.4

οὕνεχ’ ὑπέσχετο πρῶτος ἐς εὐρέα δύμεναι ἵππον

### book 12.280.5

αὐτός, ὃ δ’ αὖτε κέλευε γεραίτερον ἔκτοθι μίμνειν

### book 12.285.1

ἄλλοις σὺν Δαναοῖσιν· ἐέλδετο γὰρ πονέεσθαι.

### book 12.285.2

Καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν·

### book 12.285.3

«Ἐσσὶ πατρὸς κείνοιο βίῃ καὶ ἐύφρονι μύθῳ

### book 12.285.4

ἀντιθέου Ἀχιλῆος· ἔολπα δὲ σῇσι χέρεσσιν

### book 12.285.5

Ἀργείους Πριάμοιο διαπραθέειν κλυτὸν ἄστυ.

### book 12.290.1

Ὀψὲ δ’ ἄρ’ ἐκ καμάτοιο μέγα κλέος ἔσσεται ἡμῖν

### book 12.290.2

πολλὰ πονησαμένοισι κατὰ κλόνον ἄλγεα λυγρά.

### book 12.290.3

Ἄλγεα μὲν παρὰ ποσσὶ θεοὶ θέσαν ἀνθρώποισιν,

### book 12.290.4

ἐσθλὰ δὲ πολλὸν ἄπωθε· πόνον δ’ ἐς μέσσον ἔλασσαν·

### book 12.290.5

τοὔνεκα ῥηιδίη μὲν ἐς ἀργαλέην κακότητα

### book 12.295.1

αἰζηοῖσι κέλευθος, ἀνιηρὴ δ’ ἐπὶ κῦδος,

### book 12.295.2

μέσφ’ ὅτε τις στονόεντα πόνον διὰ ποσσὶ περήσῃ.»

### book 12.295.3

Ὣς φάτο· τὸν δ’ Ἀχιλῆος ἀμείβετο κύδιμος υἱός·

### book 12.295.4

«Ὦ γέρον, ὡς σύ γ’ ἔολπας ἐνὶ φρεσί, τοῦτο πέλοιτο

### book 12.295.5

ἡμῖν εὐχομένοισιν, ἐπεὶ πολὺ λώιον οὕτω〈σ〉.

### book 12.1

Εἰ δ’ ἑτέρως ἐθέλουσι θεοί, καὶ τοῦτο τετύχθω·

### book 12.2

βουλοίμην δ’ ὑπ’ Ἄρηι ἐυκλειῶς ἀπολέσθαι

### book 12.3

ἠὲ φυγὼν Τροίηθεν ὀνείδεα πολλὰ φέρεσθαι.»

### book 12.4

Ὣς εἰπὼν ὤμοισι κατ’ ἄμβροτα θήκατο τεύχη

### book 12.5

πατρὸς ἑοῦ· τοὶ δ’ αἶψα καὶ αὐτοὶ θωρήχθησαν

### book 12.305.1

ἡρώων οἱ ἄριστοι ὅσοις θρασὺς ἔπλετο θυμός.

### book 12.305.2

Τούς μοι νῦν καθ’ ἕκαστον ἀνειρομένῳ σάφα, Μοῦσαι,

### book 12.305.3

ἔσπεθ’ ὅσοι κατέβησαν ἔσω πολυχανδέος ἵππου·

### book 12.305.4

ὑμεῖς γὰρ πᾶσάν μοι ἐνὶ φρεσὶ θήκατ’ ἀοιδήν,

### book 12.305.5

πρίν μοι 〈ἔτ’〉 ἀμφὶ παρειὰ κατασκίδνασθαι ἴουλον,

### book 12.310.1

Σμύρνης ἐν δαπέδοισι περικλυτὰ μῆλα νέμοντι

### book 12.310.2

τρὶς τόσον Ἕρμου ἄπωθεν ὅσον βοόωντος ἀκοῦσαι,

### book 12.1

Ἀρτέμιδος περὶ νηὸν Ἐλευθερίῳ ἐνὶ κήπῳ,

### book 12.2

οὔρεϊ οὔτε λίην χθαμαλῷ οὔθ’ ὑψόθι πολλῷ.

### book 12.3

Πρῶτος μὲν κατέβαινεν ἐς ἵππον κητώεντα

### book 12.315.1

υἱὸς Ἀχιλλῆος, σὺν δ’ ὁ κρατερὸς Μενέλαος

### book 12.315.2

ἠδ’ Ὀδυσεὺς Σθένελός τε καὶ ἀντίθεος Διομήδης·

### book 12.315.3

βῆ δὲ Φιλοκτήτης τε καὶ Ἄντικλος ἠδὲ Μενεσθεύς,

### book 12.315.4

σὺν δὲ Θόας ἐρίθυμος ἰδὲ ξανθὸς Πολυποίτης,

### book 12.315.5

Αἴας τ’ Εὐρύπυλός τε καὶ ἰσόθεος Θρασυμήδης,

### book 12.320.1

Μηριόνης τε καὶ Ἰδομενεὺς ἀριδεικέτω ἄμφω·

### book 12.320.2

σὺν δ’ ἄρ’ ἐυμμελίης Ποδαλείριος Εὐρύμαχός τε

### book 12.320.3

Τεῦκρός τ’ ἀντίθεος καὶ Ἰάλμενος ὀβριμόθυμος,

### book 12.320.4

Θάλπιος Ἀμφίμαχός τε μενεπτόλεμός τε Λεοντεύς·

### book 12.320.5

σὺν δ’ Εὔμηλος ἔβη θεοείκελος Εὐρύαλός τε

### book 12.325.1

Δημοφόων τε καὶ Ἀμφίλοχος κρατερός τ’ Ἀγαπήνωρ,

### book 12.325.2

σὺν δ’ Ἀκάμας τε Μέγης τε κραταιοῦ Φυλέος υἱός·

### book 12.325.3

ἄλλοι δ’ αὖ κατέβαινον ὅσοι ἔσαν ἔξοχ’ ἄριστοι,

### book 12.325.4

ὅσσους χάνδανεν ἵππος ἐύξοος ἐντὸς ἐέργειν.

### book 12.325.5

Ἐν δέ σφιν πύματος κατεβήσετο δῖος Ἐπειὸς

### book 12.330.1

ὅς ῥα καὶ ἵππον ἔτευξεν· ἐπίστατο δ’ ᾧ ἐνὶ θυμῷ

### book 12.330.2

ἠμὲν ἀνωΐξαι κείνου πτύχας ἠδ’ ἐπερεῖσαι·

### book 12.330.3

τοὔνεκα δὴ πάντων βῆ δεύτατος. Εἴρυσε δ’ εἴσω

### book 12.330.4

κλίμακας ᾗς ἀνέβησαν· ὃ δ’ αὖ μάλα πάντ’ ἐπερείσας

### book 12.330.5

αὐτοῦ πὰρ κληῖδι καθέζετο· τοὶ δὲ σιωπῇ

### book 12.335.1

πάντες ἔσαν μεσσηγὺς ὁμῶς νίκης καὶ ὀλέθρου.

### book 12.335.2

Οἳ δ’ ἄλλοι νήεσσιν ἐπέπλεον εὐρέα πόντον

### book 12.335.3

ἃς κλισίας πρήσαντες, ὅπῃ πάρος αὐτοὶ ἴαυον.

### book 12.335.4

Τοῖσι δὲ κοιρανέοντε δύω κρατερόφρονε φῶτε

### book 12.335.5

σήμαινον, Νέστωρ τε καὶ αἰχμητὴς Ἀγαμέμνων·

### book 12.340.1

τοὺς δὲ καὶ ἐλδομένους καταβήμεναι ἔνδοθεν ἵππου

### book 12.340.2

Ἀργεῖοι κατέρυξαν, ἵν’ ἐν νήεσσι μένοντες

### book 12.340.3

ἄλλοις σημαίνωσιν, ἐπεὶ πολὺ λώιον ἄνδρες

### book 12.340.4

ἔργῳ ἐποίχονται, ὁπότ’ εἰσορόωσιν ἄνακτες·

### book 12.340.5

τοὔνεκ’ ἄρ’ ἔκτοθι μίμνον ἀριστῆές περ ἐόντες.

### book 12.345.1

Οἳ δὲ θοῶς ἀφίκοντο πρὸς ἠιόνας Τενέδοιο·

### book 12.345.2

εὐνὰς δ’ ἔνθ’ ἔβαλον κατὰ βένθεος· ἐκ δ’ ἔβαν αὐτοὶ

### book 12.345.3

νηῶν ἐσσυμένως· ἀπὸ δ’ ἔκτοθι πείσματ’ ἔδησαν

### book 12.345.4

ἠιόνων· αὐτοὶ δὲ παρ’ αὐτόθι μίμνον ἕκηλοι

### book 12.345.5

δέγμενοι, ὁππότε πυρσὸς ἐελδομένοισι φανείη.

### book 12.1

Οἳ δ’ ἄρ’ ἐν ἵππῳ ἔσαν δηίων σχεδόν, ἄλλοτε μέν που

### book 12.2

φθεῖσθαι ὀιόμενοι, ὁτὲ δ’ ἱερὸν ἄστυ δαΐξαι·

### book 12.3

καὶ τὰ μὲν ἐλπομένοισιν ἐπήλυθεν Ἠριγένεια.

### book 12.4

Τρῶες δ’ εἰσενόησαν ἐπ’ ᾐόσιν Ἑλλησπόντου

### book 12.5

καπνὸν ἔτ’ ἀίσσοντα δι’ ἠέρος· οὐδ’ ἄρα νῆας

### book 12.355.1

δέρκονθ’ αἵ σφιν ἔνεικαν ἀφ’ Ἑλλάδος αἰνὸν ὄλεθρον.

### book 12.355.2

Γηθόσυνοι δ’ ἄρα πάντες ἐπέδραμον αἰγιαλοῖσι

### book 12.355.3

τεύχε’ ἐφεσσάμενοι· ἔτι γὰρ δέος ἄμπεχε θυμόν.

### book 12.355.4

Ἵππον δ’ εἰσενόησαν ἐύξοον, ἀμφὶ δ’ ἄρ’ αὐτῷ

### book 12.355.5

θάμβεον ἑσταότες· μάλα γὰρ μέγα ἔργον ἐτύχθη.

### book 12.360.1

Ἀγχόθι δ’ αὖτε Σίνωνα δυσάμμορον εἰσενόησαν,

### book 12.360.2

καί μιν ἀνειρόμενοι Δαναῶν ὕπερ ἄλλοθεν ἄλλος

### book 12.360.3

μέσσον ἐκυκλώσαντο περισταδόν· ἀμφὶ δὲ μύθοις

### book 12.360.4

μειλιχίοις εἴροντο πάρος, μετέπειτα δ’ ὁμοκλῇ

### book 12.360.5

σμερδαλέῃ, καὶ πολλὰ δολόφρονα φῶτα δάιζον

### book 12.365.1

πολλὸν ἐπὶ χρόνον αἰέν. Ὃ δ’ ἔμπεδον ἠύτε πέτρη

### book 12.365.2

μίμνεν ἀτειρέα γυῖ’ ἐπιειμένος. Ὀψὲ δ’ ἄρ’ αὐτοῦ

### book 12.365.3

οὔαθ’ ὁμῶς καὶ ῥῖνας ἀπὸ μελέων ἐτάμοντο

### book 12.365.4

πάμπαν ἀεικίζοντες, ὅπως νημερτέα εἴπῃ,

### book 12.365.5

ὅππῃ ἔβαν Δαναοί, σὺν νήεσιν ἠὲ καὶ ἵππος

### book 12.370.1

ἔνδον ἐρητύεσκεν. Ὃ δ’ ἐνθέμενος φρεσὶ κάρτος

### book 12.370.2

λώβης οὐκ ἀλέγιζεν ἀεικέος, ἀλλ’ ἐνὶ θυμῷ

### book 12.370.3

ἔτλη καὶ πληγῇσι καὶ ἐν πυρὶ τειρόμενός περ

### book 12.370.4

ἀργαλέως· Ἥρη γὰρ ἐνέπνευσε〈ν〉 μέγα κάρτος.

### book 12.370.5

Τοῖα δ’ ἄρ’ ἐν μέσσοισι δολοφρονέων ἀγόρευεν·

### book 12.375.1

«Ἀργεῖοι μὲν νηυσὶν ὑπὲρ πόντοιο φέβονται

### book 12.375.2

μακρῷ ἀκηδήσαντες ἐπὶ πτολέμῳ καὶ ἀνίῃ.

### book 12.375.3

Κάλχαντος δ’ ἰότητι δαΐφρονι Τριτογενείῃ

### book 12.375.4

ἵππον ἐτεκτήναντο, θεῆς χόλον ὄφρ’ ἀλέωνται

### book 12.375.5

πάγχυ κοτεσσαμένης Τρώων ὕπερ. Ἀμφὶ δὲ νόστου

### book 12.380.1

ἐννεσίῃ〈σ〉 Ὀδυσῆος ἐμοὶ μενέαινον ὄλεθρον,

### book 12.380.2

ὄφρά με δῃώσωσι δυσηχέος ἄγχι θαλάσσης

### book 12.380.3

δαίμοσιν εἰναλίοις. Ἐμὲ δ’ οὐ λάθον, ἀλλ’ ἀλεγεινὰς

### book 12.380.4

σπονδάς τ’ οὐλοχύτας τε μάλ’ ἐσσυμένως ὑπαλύξας

### book 12.380.5

ἀθανάτων βουλῇσι παραὶ ποσὶ κάππεσον ἵππου·

### book 12.385

οἳ δὲ καὶ οὐκ ἐθέλοντες ἀναγκαίῃ μ’ ἐλίποντο,

### book 12.1

ἁζόμενοι μεγάλοιο Διὸς κρατερόφρονα κούρην.»

### book 12.2

Ὣς φάτο κερδοσύνῃσι καὶ οὐ κάμεν ἄλγεσι θυμόν·

### book 12.3

ἀνδρὸς γὰρ κρατεροῖο κακὴν ὑποτλῆναι ἀνάγκην.

### book 12.4

Τῷ δ’ οἳ μὲν πεπίθοντο κατὰ στρατόν, οἳ δ’ ἄρ’ ἔφαντο

### book 12.390.1

ἔμμεναι ἠπεροπῆα πολύτροπον, οἷς ἄρα βουλὴ

### book 12.390.2

ἥνδανε Λαοκόωντος· ὃ γὰρ πεπνυμένα βάζων

### book 12.390.3

φῆ δόλον ἔμμεναι αἰνὸν ὑπ’ ἐννεσίῃσιν Ἀχαιῶν,

### book 12.390.4

πάντας δ’ ὀτρύνεσκε θοῶς ἐμπρησέμεν ἵππον,

### book 12.390.5

ἵππον δουράτεον καὶ γνώ〈με〉ναι εἴ τι κέκευθε.

### book 12.395.1

Καί νύ κέ οἱ πεπίθοντο καὶ ἐξήλυξαν ὄλεθρον,

### book 12.395.2

εἰ μὴ Τριτογένεια κοτεσσαμένη περὶ θυμῷ

### book 12.395.3

αὐτῷ καὶ Τρώεσσι καὶ ἄστεϊ γαῖαν ἔνερθε

### book 12.395.4

θεσπεσίην ἐλέλιξεν ὑπαὶ ποσὶ Λαοκόωντος.

### book 12.395.5

Τῷ δ’ ἄφαρ ἔμπεσε δεῖμα, τρόμος δ’ ἀμφέκλασε γυῖα

### book 12.1

ἀνδρὸς ὑπερθύμοιο· μέλαινα δέ οἱ περὶ κρατὶ

### book 12.2

νὺξ ἐχύθη· στυγερὸν δὲ κατὰ βλεφάρων πέσεν ἄλγος,

### book 12.3

σὺν δ’ ἔχεεν λασίῃσιν ὑπ’ ὀφρύσιν ὄμματα φωτός·

### book 12.4

γλῆναι δ’ ἀργαλέῃσι πεπαρμέναι ἀμφ’ ὀδύνῃσι

### book 12.5

ῥιζόθεν ἐκλονέοντο· περιστρωφῶντο δ’ ὀπωπαὶ

### book 12.405.1

τειρόμεναι ὑπένερθεν· ἄχος δ’ ἀλεγεινὸν ἵκανεν

### book 12.405.2

ἄχρι καὶ ἐς μήνιγγας ἰδ’ ἐγκεφάλοιο θέμεθλα.

### book 12.405.3

Τοῦ δ’ ὁτὲ μὲν φαίνοντο μεμιγμένοι αἵματι πολλῷ

### book 12.405.4

ὀφθαλμοί, ὁτὲ δ’ αὖτε δυσαλθέα γλαυκιόωντες·

### book 12.405.5

πολλάκι δ’ ἔρρεον, οἷον ὅτε στυφελῆς ἀπὸ πέτρης

### book 12.410.1

εἴβεται ἐξ ὀρέων νιφετῷ πεπαλαγμένον ὕδωρ.

### book 12.410.2

Μαινομένῳ δ’ ἤικτο καὶ ἔδρακε διπλόα πάντα

### book 12.410.3

αἰνὰ μάλα στενάχων. Καὶ ἔτι Τρώεσσι κέλευεν

### book 12.1

οὐδ’ ἀλέγιζε μόγοιο· φάος δέ οἱ ἐσθλὸν ἄμερσε

### book 12.2

δῖα θεή· λευκαὶ δ’ 〈ἄρ’〉 ὑπὸ βλέφαρ’ ἔσταν ὀπωπαὶ

### book 12.415.1

αἵματος ἐξ ὀλοοῖο. Περιστενάχιζε δὲ λαὸς

### book 12.415.2

οἰκτείρων φίλον ἄνδρα καὶ ἀθανάτην Ἀγελείην

### book 12.415.3

ἐρριγὼς μὴ δή τι παρήλιτον ἀφραδίῃσι.

### book 12.415.4

Καί σφιν ἐς αἰνὸν ὄλεθρον ἀνεγνάμφθη νόος ἔνδον,

### book 12.415.5

οὕνεκα λωβήσαντο δέμας μογεροῖο Σίνωνος,

### book 12.420.1

ἐλπόμενοι κατὰ θυμὸν ἐτήτυμα πάντ’ ἀγορεύ〈σ〉ειν·

### book 12.420.2

τοὔνεκα προφρονέως μιν ἄγον ποτὶ Τρώιον ἄστυ

### book 12.420.3

ὀψέ περ οἰκτείραντες. Ἀγειρόμενοι δ’ ἄρα πάντες

### book 12.420.4

σειρὴν ἀμφεβάλοντο θοῶς περιμήκεϊ ἵππῳ

### book 12.420.5

δησάμενοι καθύπερθεν, ἐπεί ῥά οἱ ἐσθλὸς Ἐπειὸς

### book 12.425.1

ποσσὶν ὑπὸ βριαροῖσιν ἐύτροχα δούρατ’ ἔθηκεν,

### book 12.425.2

ὄφρά κεν αἰζηοῖσιν ἐπὶ πτολίεθρον ἕπηται

### book 12.425.3

ἑλκόμενος Τρώων ὑπὸ χείρεσιν. Οἳ δ’ ἅμα πάντες

### book 12.425.4

εἷλκον ἐπιβρίσαντες ἀολλέες, ἠύτε νῆα

### book 12.425.5

ἕλκωσι〈ν〉 μογέοντες ἔσω ἁλὸς ἠχηέσσης

### book 12.430.1

αἰζηοί, στιβαραὶ δὲ περιστενάχουσι φάλαγγες

### book 12.430.2

τριβόμεναι, δεινὸν δὲ τρόπις περιτετριγυῖα

### book 12.430.3

ἀμφὶς ὀλισθαίνουσα κατέρχεται εἰς ἁλὸς οἶδμα·

### book 12.430.4

ὣς οἵ γε σφίσι πῆμα ποτὶ πτόλιν ἔργον Ἐπειοῦ

### book 12.430.5

πνασυδίῃ μογέοντες ἀνείρυον. Ἀμφὶ δ’ ἄρ’ αὐτῷ

### book 12.435.1

πολλὸν ἄδην στεφέων ἐριθηλέα κόσμον ἔθεντο·

### book 12.435.2

αὐτοὶ δ’ ἐστέψαντο κάρη· μέγα δ’ ἤπυε λαὸς

### book 12.1

ἀλλήλοις ἐπικεκλομένων. Ἐγέλασσε δ’ Ἐνυὼ

### book 12.2

δερκομένη πολέμοιο κακὸν τέλος· ὑψόθι δ’ Ἥρη

### book 12.3

τέρπετ’, Ἀθηναίη δ’ ἐπεγήθεεν. Οἳ δὲ μολόντες

### book 12.440.1

ἄστυ ποτὶ σφέτερον μεγάλης κρήδεμνα πόληος

### book 12.440.2

λυσάμενοι λυγρὸν ἵππον ἐσήγαγον· αἳ δ’ ὀλόλυξαν

### book 12.440.3

Τρωιάδες, πᾶσαι δὲ περισταδὸν εἰσορόωσαι

### book 12.440.4

θάμβεον ὄβριμον ἔργον ὃ δή σφισιν ἔκρυφε πῆμα.

### book 12.440.5

Λαοκόων δ’ ἔτ’ ἔμιμνεν ἐποτρύνων ἑτάροισιν

### book 12.445.1

ἵππον ἀμαλδῦναι μαλερῷ πυρί· τοὶ δέ οἱ οὔ τι

### book 12.445.2

πείθοντ’, ἀθανάτων γὰρ ὑποτρομέεσκον ὁμοκλήν.

### book 12.445.3

Τῷ δ’ ἐπὶ κύντερον ἄλλο θεὰ μεγάθυμος Ἀθήνη

### book 12.445.4

δυστήνοις τεκέεσσιν ἐμήδετο Λαοκόωντος.

### book 12.445.5

Δὴ γάρ που πέλεν ἄντρον ὑπὸ στυφελώδεϊ πέτρῃ

### book 12.1

ἠερόεν, θνητοῖσιν ἀνέμβατον, ᾧ ἔνι θῆρες

### book 12.2

σμερδαλέοι ναίεσκον ἔτ’ οὐλομένοιο γενέθλης

### book 12.3

Τυφῶνος, νήσοιο κατὰ πτύχας ἥν τε Καλύδνην

### book 12.4

λαοὶ ἐπικλείουσιν, ἔσω ἁλὸς ἀντία Τροίης.

### book 12.5

Ἔνθεν ἀναστήσασα βίην καλέεσκε δρακόντων

### book 12.455.1

ἐς Τροίην· οἳ δ’ αἶψα θεῆς ὕπο κινηθέντες

### book 12.455.2

νῆσον ὅλην ἐτίναξαν· ἐπεσμαράγησε δὲ πόντος

### book 12.455.3

νισομένων καὶ κῦμα διίστατο· τοὶ δ’ ἐφέροντο

### book 12.455.4

αἰνὸν λιχμώωντες· ἔφριξε δὲ κήτεα πόντου.

### book 12.455.5

Ἀμφὶ δ’ ἄρα στενάχοντο μέγα Ξάνθοιο θύγατρες

### book 12.460

Νύμφαι καὶ Σιμόεντος, ἀπ’ Οὐλύμποιο δὲ Κύπρις

### book 12.1

ἄχνυτο. Τοὶ δ’ ἄφαρ ἷξαν ὅπῃ θεὸς ὀτρύνεσκε,

### book 12.2

θήγοντες βλοσυρῇσι γενειάσι λοιγὸν ὀδόντων

### book 12.3

δυστήνοις ἐπὶ παισί. Κακὴ δ’ ἐπενίσετο φύζα

### book 12.4

Τρῶας, ὅτ’ εἰσενόησαν ἀνὰ πτόλιν αἰνὰ πέλωρα·

### book 12.465.1

οὐδέ τις αἰζηῶν, οὐδ’ εἰ μένος ἄτρομος ἦεν,

### book 12.465.2

μεῖναι ἔτλη· πάντας γὰρ ἀμείλιχον ἄμπεχε δεῖμα

### book 12.465.3

θῆρας ἀλευομένους, ὀδύνη δ’ ἔχεν. Ἔνθα γυναῖκες

### book 12.465.4

οἴμωζον καί πού τις ἑῶν ἐπελήσατο τέκνων

### book 12.465.5

αὐτὴ ἀλευομένη στυγερὸν μόρον. Ἀμφὶ δὲ Τροίη

### book 12.470.1

ἔστεν’ ἐπεσσυμένων. Πολλοὶ δ’ ἄφαρ εἰς ἓν ἰόντες

### book 12.470.2

γυῖα περιδρύφθησαν· ἐνεστείνοντο δ’ ἀγυιαῖς

### book 12.470.3

ἀμφιπεριπτώσσοντες. Ἔλειπτο δὲ μοῦνος ἄπωθε

### book 12.470.4

Λαοκόων ἅμα παισί· πέδησε γὰρ οὐλομένη Κὴρ

### book 12.470.5

καὶ θεός. Οἳ δέ οἱ υἷας ὑποτρομέοντας ὄλεθρον

### book 12.475.1

ἀμφοτέρους ὀλοῇσιν ἀνηρείψαντο γένυσσι

### book 12.475.2

πατρὶ φίλῳ ὀρέγοντας ἑὰς χέρας· οὐδ’ ὅ γ’ ἀμύνειν

### book 12.475.3

ἔσθενεν· ἀμφὶ δὲ Τρῶες ἀπόπροθεν εἰσορόωντες

### book 12.475.4

κλαῖον ὑπὸ κραδίῃσι τεθηπότες. Οἳ δ’ ἄρ’ Ἀθήνης

### book 12.475.5

προφρονέως τελέσαντες ἀπεχθέα Τρωσὶν ἐφετμὴν

### book 12.480.1

ἄμφω ἀιστώθησαν ὑπὸ χθόνα· τῶν δ’ ἔτι σῆμα

### book 12.480.2

φαίνεθ’, ὅπου κατέδυσαν ἐς ἱερὸν Ἀπόλλωνος

### book 12.480.3

Περγάμῳ ἐν ζαθέῃ. Προπάροιθε δὲ Τρώιοι υἷες

### book 12.480.4

παίδων Λαοκόωντος ἀμείλιχα δῃωθέντων

### book 12.480.5

τεῦξαν ἅμ’ ἀγρόμενοι κενεὸν τάφον ᾧ ἔπι δάκρυ

### book 12.485.1

χεῦε πατὴρ ἀλαοῖσιν ὑπ’ ὄμμασιν· ἀμφὶ δὲ μήτηρ

### book 12.485.2

πολλὰ κινυρομένη κενεῷ ἐπαΰτεε τύμβῳ

### book 12.1

ἐλπομένη τι καὶ ἄλλο κακώτερον· ἔστενε δ’ ἄτην

### book 12.2

ἀνέρος ἀφραδίῃ, μακάρων δ’ ὑπεδείδιε μῆνιν.

### book 12.3

Ὡς δ’ ὅτ’ ἐρημαίην περιμύρεται ἀμφὶ καλιὴν

### book 12.490.1

πολλὰ μάλ’ ἀχνυμένη κατὰ δάσκιον ἄγκος ἀηδών,

### book 12.490.2

ἧς ἔτι νήπια τέκνα, πάρος κελαδεινὸν ἀείδειν,

### book 12.490.3

δάμναθ’ ὑπὸ γναθμοῖσι μένος βλοσυροῖο δράκοντος,

### book 12.490.4

μητέρι δ’ ἄλγεα θῆκε, καὶ ἄσπετον ἀσχαλόωσα

### book 12.490.5

μύρεται ἀμφὶ δόμον κενεὸν μάλα κεκληγυῖα·

### book 12.495.1

ὣς ἥ γε στενάχιζε λυγρὸν τεκέων ἐπ’ ὀλέθρῳ

### book 12.495.2

μυρομένη κενεῷ περὶ σήματι· σὺν δέ οἱ ἄλλο

### book 12.495.3

πῆμα μάλ’ ἀργαλέον πόσιος πέλεν ἀμφ’ ἀλαοῖο.

### book 12.495.4

Καί ῥ’ ἣ μὲν φίλα τέκνα καὶ ἀνέρα κωκύεσκε,

### book 12.495.5

τοὺς μὲν ἀποφθιμένους, τὸν δ’ ἄμμορον ἠελίοιο·

### book 12.1

Τρῶες δ’ ἀθανάτοισιν ἐπεντύνοντο θυηλὰς

### book 12.2

λείβοντες μέθυ λαρόν, ἐπεί σφισιν ἦτορ ἐώλπει

### book 12.3

λευγαλέου πολέμοιο βαρὺ σθένος ἐξυπαλύξειν.

### book 12.4

Ἱερὰ δ’ οὐ καίοντο, πυρὸς δ’ ἐσβέννυτ’ ἀυτμή,

### book 12.5

ὄμβρου ὅπως καθύπερθε δυσηχέος ἐσσυμένοιο·

### book 12.505.1

καπνὸς δ’ αἱματόεις ἀνεκήκιε· μῆρα δὲ πάντα

### book 12.505.2

πῖπτε χαμαὶ τρομέοντα· κατηρείποντο δὲ βωμοί·

### book 12.505.3

σπονδαὶ δ’ αἷμα γένοντο· θεῶν δ’ ἐξέρρεε δάκρυ,

### book 12.505.4

καὶ νηοὶ δεύοντο λύθρῳ· στοναχαὶ δ’ ἐφέροντο

### book 12.505.5

ἔκποθεν ἀπροφάτοιο· περισσείοντο δὲ μακρὰ

### book 12.510

τείχεα καὶ πύργοι μεγάλ’ ἔκτυπον, † ὡς ἐτεόν περ †·

### book 12.1

αὐτόματοι δ’ ἄρ’ ὀχῆες ἀνωίγνυντο πυλάων

### book 12.2

αἰνὸν κεκλήγοντες, ἐπεστενάχοντο δὲ λυγρὸν

### book 12.3

ἐννύχιοι ὄρνιθες ἐρημαῖον βοόωντες·

### book 12.4

ἄστρα δὲ πάντ’ ἐφύπερθε θεοδμήτοιο πόληος

### book 12.515.1

ἀχλὺς ἀμφεκάλυψε καὶ ἀννεφέλου περ ἐόντος

### book 12.515.2

οὐρανοῦ αἰγλήεντος· ἀπαυαίνοντο δὲ δάφναι

### book 12.515.3

πὰρ νηῷ Φοίβοιο πάρος θαλεραί περ ἐοῦσαι·

### book 12.515.4

ἐν δὲ λύκοι καὶ θῶες ἀναιδέες ὠρύσαντο

### book 12.515.5

ἔντοσθεν πυλέων. Μάλα μυρία δ’ ἄλλ’ ἐφαάνθη

### book 12.520.1

σήματα Δαρδανίδῃσι καὶ ἄστεϊ πῆμα φέροντα·

### book 12.520.2

ἀλλ’ οὐ δεῖμ’ ἀλεγεινὸν ἐπὶ Τρώων φρένας ἷξε

### book 12.520.3

δερκομένων ἀλεγεινὰ τεράατα πάντα κατ’ ἄστυ·

### book 12.520.4

Κῆρες γὰρ πάντων νόον ἔκβαλον, ὄφρ’ ἐπὶ δαιτὶ

### book 12.520.5

πότμον ἀναπλήσωσιν ὑπ’ Ἀργείοισι δαμέντες.

### book 12.525.1

Οἴη δ’ ἔμπεδον ἦτορ ἔχεν πινυτόν τε νόημα

### book 12.525.2

Κασσάνδρη, τῆς οὔ ποτ’ ἔπος γένετ’ ἀκράαντον,

### book 12.525.3

ἀλλ’ ἄρ’ ἐτήτυμον ἔσκεν, ἀκούετο δ’ ἔκ τινος αἴσης

### book 12.525.4

ὡς ἀνεμώλιον αἰέν, ἵν’ ἄλγεα Τρωσὶ γένηται·

### book 12.525.5

ἥ ῥ’ ὅτε σήματα λυγρὰ κατὰ πτόλιν εἰσενόησεν

### book 12.530.1

εἰς ἓν ἅμ’ ἀίσσοντα, μέγ’ ἴαχεν, εὖτε λέαινα

### book 12.530.2

ἥν ῥά τ’ ἐνὶ ξυλόχοισιν ἀνὴρ λελιημένος ἄγρης

### book 12.530.3

οὐτάσῃ ἠὲ βάλῃ, τῆς δ’ ἐν φρεσὶ μαίνεται ἦτορ

### book 12.532.1

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 12.532.2

πάντῃ ἀν’ οὔρεα μακρά, πέλει δέ οἱ ἄσχετος ἀλκή·

### book 12.532.3

ὣς ἄρα μαιμώωσα θεοπρόπον ἔνδοθεν ἦτορ

### book 12.535.1

ἤλυθεν ἐκ μεγάροιο· κόμαι δέ οἱ ἀμφεκέχυντο

### book 12.535.2

ὤμοις ἀργυφέοισι μετάφρενον ἄχρις ἰοῦσαι·

### book 12.535.3

ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέα· τῆς δ’ ὑπὸ δειρή,

### book 12.535.4

ἐξ ἀνέμων ἅτε πρέμνον, ἄδην ἐλελίζετο πάντῃ.

### book 12.535.5

Καί ῥα μέγα στονάχησε καὶ ἴαχε παρθένος ἐσθλή·

### book 12.540.1

«Ἆ δειλοί, νῦν βῆμεν ὑπὸ ζόφον· ἀμφὶ γὰρ ἡμῖν

### book 12.540.2

ἔμπλειον πυρὸς ἄστυ καὶ αἵματος ἠδὲ καὶ οἴτου

### book 12.540.3

λευγαλέου· πάντῃ δὲ τεράατα δακρυόεντα

### book 12.540.4

ἀθάνατοι φαίνουσι, καὶ ἐν ποσὶ κείμεθ’ Ὀλέθρου.

### book 12.540.5

Σχέτλιοι, οὐδέ τι ἴστε κακὸν μόρον, ἀλλ’ ἄρα πάντες

### book 12.545.1

χαίρετε ἀφραδέοντες. Ὃ γὰρ μέγα πῆμα κέκευθεν·

### book 12.545.2

ἀλλά μοι οὐ πείσεσθ’, οὐδ’ εἰ μάλα πόλλ’ ἀγορεύσω,

### book 12.545.3

οὕνεκ’ Ἐριννύες ἄμμι γάμου κεχολωμέναι αἰνοῦ

### book 12.545.4

ἀμφ’ Ἑλένης καὶ Κῆρες ἀμείλιχοι ἀίσσουσι

### book 12.545.5

πάντῃ ἀνὰ πτολίεθρον· ἐπ’ εἰλαπίνῃ δ’ ἀλεγεινῇ

### book 12.1

δαίνυσθ’ ὕστατα δόρπα κακῷ πεφορυγμένα λύθρῳ

### book 12.2

ἤδη ἐπιψαύοντες ὁμὴν ὁδὸν εἰδώλοισι.»

### book 12.551.1

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 12.551.2

Καί τις κερτομέων ὀλοφώιον ἔκφατο μῦθον·

### book 12.551.3

«Ὦ κούρη Πριάμοιο, τί ἤ νύ σε μάργος ἀνώγει

### book 12.551.4

γλῶσσα κακοφραδίη τ’ ἀνεμώλια πάντ’ ἀγορεύειν;

### book 12.555.1

Οὐδέ σε παρθενικὴ καὶ ἀκήρατος ἀμπέχει αἰδώς,

### book 12.555.2

ἀλλά σε λύσς’ ὀλοὴ περιδέδρομε· τῶ νύ σε πάντες

### book 12.555.3

αἰὲν ἀτιμάζουσι βροτοὶ πολύμυθον ἐοῦσαν.

### book 12.555.4

Ἔρρε καὶ Ἀργείοισι κακὴν προτιόσσεο φήμην

### book 12.555.5

ἠδ’ αὐτῇ· τάχα γάρ σε καὶ ἀργαλεώτερον ἄλγος

### book 12.560.1

μίμνει Λαοκόωντος ἀναιδέος· οὐ γὰρ ἔοικεν

### book 12.560.2

ἀθανάτων φίλα δῶρα δαϊζέμεν ἀφραδέοντα.»

### book 12.560.3

Ὣς ἄρ’ ἔφη Τρώων τις ἀνὰ πτόλιν· ὣς δὲ καὶ ἄλλοι

### book 12.560.4

κούρην μωμήσαντο καὶ οὐ φάσαν ἄρτια βάζειν,

### book 12.560.5

οὕνεκ’ ἄ〈ρά〉 σφι〈σι〉 πῆμα καὶ ἀργαλέον μένος Αἴσης

### book 12.565.1

ἄγχι παρειστήκει. Τοὶ δ’ οὐ νοέοντες ὄλεθρον

### book 12.565.2

κείνην κερτομέοντες ἀπέτρεπον εὐρέος ἵππου.

### book 12.565.3

Ἦ γάρ οἱ μενέαινε διὰ ξύλα πάντα κεδάσσαι

### book 12.565.4

ἠὲ καταπρῆσαι μαλερῷ πυρί· τοὔνεκα πεύκης

### book 12.565.5

αἰθομένης ἔτι δαλὸν ἀπ’ ἐσχαρεῶνος ἑλοῦσα

### book 12.570.1

ἔσσυτο μαιμώως’, ἑτέρῃ δ’ ἐνὶ χειρὶ φέρεσκεν

### book 12.570.2

ἀμφίτυπον βουπλῆγα. Λυγροῦ δ’ ἐπεμαίετο ἵππου,

### book 12.570.3

ὄφρα λόχον στονόεντα καὶ ἀμφαδὸν ἀθρήσωσι

### book 12.570.4

Τρῶες· τοὶ δέ οἱ αἶψα χερῶν ἀπὸ νόσφι βαλόντες

### book 12.570.5

πῦρ ὀλοόν τε σίδηρον ἀκηδέες ἐντύνοντο

### book 12.575.1

δαῖτα λυγρήν· μάλα γὰρ τάχ’ ἐπήιεν ὑστατίη νύξ.

### book 12.575.2

Ἀργεῖοι δ’ ἔντοσθεν ἐγήθεον εἰσαΐοντες

### book 12.575.3

δαινυμένων ὅμαδον κατὰ Ἴλιον οὐδ’ ἀλεγόντων

### book 12.575.4

Κασσάνδρης, τήν ῥ’ αὐτοὶ ἐθάμβεον, ὡς ἐτέτυκτο

### book 12.575.5

ἀτρεκέως εἰδυῖα νόον καὶ μῆτιν Ἀχαιῶν.

### book 12.580.1

Ἣ δ’, ἅτε πόρδαλις ἔσσυτ’ ἐν οὔρεσιν ἀσχαλόωσα

### book 12.580.2

ἥν τ’ ἀπὸ μεσσαύλοιο κύνες μογεροί τε νομῆες

### book 12.580.3

σεύοντ’ ἐσσυμένως, ἣ δ’ ἄγριον ἦτορ ἔχουσα

### book 12.580.4

ἐντροπαλιζομένη ἀναχάζεται ἀχνυμένη κῆρ·

### book 12.580.5

ὣς ἥ γ’ εὐρέος ἵππου ἀπέσσυτο τειρομένη περ

### book 12.585

Τρώων ἀμφὶ φόνῳ· μάλα γὰρ μέγα δέχνυτο πῆμα.

### book 13.1.1

Οἳ δ’ ἄρ’ ἀνὰ πτολίεθρον ἐδόρπεον· ἐν δ’ ἄρα τοῖσιν

### book 13.1.2

αὐλοὶ ὁμῶς σύριγξι μέγ’ ἤπυον· ἀμφὶ δὲ πάντῃ

### book 13.1.3

μολπὴ ἐπ’ ὀρχηθμοῖσι καὶ ἄκριτος ἔσκεν ἀυτὴ

### book 13.1.4

δαινυμένων, οἵ〈η〉 τε πέλει παρὰ δαιτὶ καὶ οἴνῳ.

### book 13.5.1

Ὧδε δέ τις χείρεσσι λαβὼν ἔμπλειον ἄλεισον

### book 13.5.2

πῖνεν ἀκηδέστως· βαρύθοντο δέ οἱ φρένες ἔνδον,

### book 13.5.3

ἀμφὶ δ’ ἄρ’ ὀφθαλμοὶ στρεφεδίνεον· ἄλλο δ’ ἐπ’ ἄλλῳ

### book 13.5.4

ἐκ στόματος προΐεσκεν ἔπος κεκολουμένα βάζων·

### book 13.5.5

καί ῥά οἱ ἐν μεγάροις κειμήλια καὶ δόμος αὐτὸς

### book 13.10.1

φαίνετο κινυμένοισιν ἐοικότα· πάντα δ’ ἐώλπει

### book 13.10.2

ἀμφιπεριστρωφᾶσθαι ἀνὰ πτόλιν· ὄσσε δ’ 〈ἄρ’〉 ἀχλὺς

### book 13.10.3

ἄμπεχεν· ἀκρήτῳ γὰρ ἀμαλδύνονται ὀπωπαὶ

### book 13.10.4

καὶ νόος αἰζηῶν, ὁπότ’ ἐς φρένα χανδὸν ἵκηται·

### book 13.10.5

καί ῥα καρηβαρέων τοῖον ποτὶ μῦθον ἔειπεν·

### book 13.15

«Ἦ ῥ’ ἅλιον Δαναοὶ στρατὸν ἐνθάδε πουλὺν ἄγειραν,

### book 13.1

σχέτλιοι, οὐδ’ ἐτέλεσσαν ὅσα φρεσὶ μηχανόωντο,

### book 13.2

ἀλλ’ αὕτως ἀπόρουσαν ἀπ’ ἄστεος ἡμετέροιο

### book 13.3

νηπιάχοις παίδεσσιν ἐοικότες ἠὲ γυναιξίν.»

### book 13.4

Ὣς ἄρ’ ἔφη Τρώων τις ἐεργόμενος φρένα οἴνῳ,

### book 13.20.1

νήπιος· οὐδ’ ἄρ’ ἐφράσσατ’ ἐπὶ προθύροισιν Ὄλεθρον.

### book 13.20.2

Εὖτε γὰρ ὕπνος ἔρυκεν ἀνὰ πτόλιν ἄλλοθεν ἄλλον

### book 13.20.3

οἴνῳ ἐνιπλήθοντας ἀπειρεσίῳ καὶ ἐδωδῇ,

### book 13.20.4

δὴ τότ’ ἄρ’ αἰθαλόεντα Σίνων ἀνὰ πυρσὸν ἄειρε

### book 13.20.5

δεικνὺς Ἀργείοισι πυρὸς σέλας. Ἀμφὶ δέ οἱ κῆρ

### book 13.25.1

ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή μιν ἴδωνται

### book 13.25.2

Τρῶες ἐυσθενέες, τάχα δ’ ἀμφαδὰ πάντα γένηται·

### book 13.25.3

ἀλλ’ οἳ μὲν λεχέεσσι πανύστατον ὕπνον ἴαυον

### book 13.25.4

πολλῷ ὑπ’ ἀκρήτῳ βεβαρηότες, οἳ δ’ ἐσιδόντες

### book 13.25.5

ἐκ Τενέδου νήεσσιν ἐπὶ πλόον ἐντύνοντο.

### book 13.30.1

Αὐτὸς δ’ ἄγχ’ ἵπποιο Σίνων κίεν· ἦκα δ’ ἄυσεν,

### book 13.30.2

ἦκα μάλ’, ὡς μή πού τις ἐνὶ Τρώεσσι πύθηται,

### book 13.30.3

ἀλλ’ οἶοι Δαναῶν ἡγήτορες ὧν ἀπὸ νόσφιν

### book 13.30.4

ὕπνος ἄδην πεπότητο λιλαιομένων πονέεσθαι·

### book 13.30.5

οἵ ῥά οἱ ἔνδον ἐόντες ἐπέκλυον, ἐς δ’ Ὀδυσῆα

### book 13.35.1

πάντες ἐπ’ οὔατ’ ἔνευσαν. Ὃ δέ σφεας ὀτρύνεσκεν

### book 13.35.2

ἦκα καὶ ἀτρεμέως ἐκβήμεναι· οἳ δ’ ἐπίθοντο

### book 13.35.3

ἐς μόθον ὀτρύνοντι καὶ ἐξ ἵπποιο χαμᾶζε

### book 13.35.4

ὥρμαινον πονέεσθαι. Ὃ δ’ ἰδρείῃσιν ἔρυκε

### book 13.35.5

πάντας ἐπεσσυμένους· αὐτὸς δ’ ἄρα χερσὶ θοῇσιν

### book 13.40

ἵππου δουρατέοιο 〈μάλ’〉 ἀτρέμας ἔνθα καὶ ἔνθα

### book 13.1

πλευρὰ διεξώιξεν ἐυμμελίω ὑπ’ Ἐπειοῦ·

### book 13.2

βαιὸν δ’ ἐξανέδυ σ〈αν〉ίδων ὕπερ, ἀμφὶ δὲ πάντῃ

### book 13.3

Τρῶας παπταίνεσκεν, ἐγρηγορότ’ εἴ που ἴδοιτο.

### book 13.4

Ὡς δ’ ὅταν ἀργαλέῃ λιμῷ βεβολημένος ἦτορ

### book 13.45.1

ἐξ ὀρέων ἔλθῃσι λύκος χατέων μάλ’ ἐδωδῆς

### book 13.45.2

ποίμνης πρὸς σταθμὸν εὐρύν, ἀλευόμενος δ’ ἄρα φῶτας

### book 13.45.3

καὶ κύνας, οἵ ῥά τε μῆλα φυλασσέμεναι μεμάασι,

### book 13.45.4

βαίνει ποσσὶν ἕκηλος ὑπὲρ ποιμνήιον ἕρκος·

### book 13.45.5

ὣς Ὀδυσεὺς ἵπποιο κατήιεν. Ἀμφὶ δ’ ἄρ’ αὐτῷ

### book 13.1

ὄβριμοι ἄλλοι ἕποντο Πανελλήνων βασιλῆες

### book 13.2

νισόμενοι κλίμαξι κατὰ στίχας, ἅς περ Ἐπειὸς

### book 13.3

τεῦξεν ἀριστήεσσιν ἐυσθενέεσσι κέλευθα

### book 13.4

ἵππον ἐς ἐρχομένοισι καὶ ἐξ ἵπποιο κιοῦσιν·

### book 13.5

οἵ ῥα τότ’ ἀμφ’ αὐτῇσι κατήιον ἄλλοθεν ἄλλοι,

### book 13.55.1

θαρσαλέοι〈σ〉 σφήκεσσιν ἐοικότες οὕς τε κλονήσῃ

### book 13.55.2

δρυτόμος, οἳ δ’ ἄρα πάντες ὀρινόμενοι περὶ θυμῷ

### book 13.55.3

ὄζου ὑπεκπροχέονται, ὅτε κτύπον εἰσαΐουσιν·

### book 13.55.4

ὣς οἵ γ’ ἐξ ἵπποιο μεμαότες ἐξεχέοντο

### book 13.55.5

ἐς Τρώων πτολίεθρον ἐύκτιτον· ἐν δ’ ἄρα τοῖσι

### book 13.60.1

πάλλετ’ ἐνὶ στέρνοισι κέαρ. Τάχα δ’ οἳ μὲν ἔναιρον

### book 13.60.2

δυσμενέας . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 13.61

(desunt plures versus)

### book 13.61.1

. . . . . Τοὶ δ’ 〈ἄρ’〉 ἔρεσσον ἔσω ἁλός· αἳ δ’ ἐφέροντο

### book 13.61.2

νῆες ὑπὲρ μέγα χεῦμα· Θέτις δ’ ἴθυνε κέλευθα

### book 13.1

οὖρον ἐπιπροϊεῖσα· νόος δ’ ἰαίνετ’ Ἀχαιῶν.

### book 13.2

Καρπαλίμως δ’ ἐλθόντες ἐπ’ ᾐόνας Ἑλλησπόντου,

### book 13.65.1

ἔνθ’ αὖτις στήσαντο νέας, σὺν δ’ ἄρμενα πάντα

### book 13.65.2

εἷλον ἐπισταμένως ὅσα νήεσιν αἰὲν ἕπονται.

### book 13.65.3

Αὐτοὶ δ’ αἶψ’ ἐκβάντες ἐς Ἴλιον ἐσσεύοντο

### book 13.65.4

ἄβρομοι, ἠύτε μῆλα ποτὶ σταθμὸν ἀίσσοντα

### book 13.65.5

ἐκ νομοῦ ὑλήεντος ὀπωρινὴν ὑπὸ νύκτα·

### book 13.70.1

ὣς οἵ γ’ αὐίαχοι Τρώων ποτὶ ἄστυ νέοντο

### book 13.70.2

πάντες ἀριστήεσσιν ἀρηγέμεναι μεμαῶτες.

### book 13.70.3

Οἳ δ’ ὥς τ’ ἀργαλέῃ λιμῷ . . . . . . . . . . . . . . . . . . .

### book 13.72.1

. . . . . . . . . . . . . . . . . . . . . . . . . . περιπαιφάσσοντες

### book 13.72.2

σταθμῷ ἐπιβρίσωσι κατ’ οὔρεα μακρὰ καὶ ὕλην,

### book 13.72.3

εὕδοντος μογεροῦ σημάντορος, ἄλλα δ’ ἐπ’ ἄλλοις

### book 13.75

δάμνανθ’ ἕρκεος ἐντὸς ὑπὸ κνέφας, ἀμφὶ δὲ πάντῃ

### book 13.75.1

(desunt plures versus)

### book 13.75.2

αἵματι καὶ νεκύεσσιν· ὀρώρει δ’ αἰνὸς ὄλεθρος

### book 13.75.3

καί περ ἔτι πλεόνων Δαναῶν ἔκτοσθεν ἐόντων.

### book 13.75.4

Ἀλλ’ ὅτε δὴ μάλα πάντες ἔβαν ποτὶ τείχεα Τροίης,

### book 13.75.5

δὴ τότε μαιμώωντες ἀνηλεγέως ἐσέχυντο

### book 13.80.1

ἐς Πριάμοιο πόληα μένος πνείοντες Ἄρηος.

### book 13.80.2

Πᾶν δ’ εὗρον πτολίεθρον ἐνίπλειον πολέμοιο

### book 13.80.3

καὶ νεκύων, πάντῃ δὲ πυρὶ στονόεντα μέλαθρα

### book 13.80.4

καιόμεν’ ἀργαλέως· μέγα δὲ φρεσὶν ἰαίνοντο.

### book 13.80.5

Ἐν δὲ καὶ αὐτοὶ Τρωσὶ κακὰ φρονέοντες ὄρουσαν·

### book 13.85.1

μαίνετο δ’ ἐν μέσσοισιν Ἄρης στονόεσσά τ’ Ἐνυώ.

### book 13.85.2

Πάντῃ δ’ αἷμα κελαινὸν ὑπέρρεε, δεύετο δὲ χθὼν

### book 13.85.3

Τρώων ὀλλυμένων ἠδ’ ἀλλοδαπῶν ἐπικούρων·

### book 13.85.4

τῶν οἳ μὲν θανάτῳ δεδμημένοι ὀκρυόεντι

### book 13.85.5

κεῖντο κατὰ πτολίεθρον ἐν αἵματι, 〈τ〉οὶ δ’ ἐφύπερθε

### book 13.90.1

πῖπτον ἀποπνείοντες ἑὸν μένος· οἳ δ’ ἄρα χερσὶ

### book 13.90.2

δράγδην ἔγκατ’ ἔχοντες ὀιζυρῶς ἀλάληντο

### book 13.90.3

ἀμφὶ δόμους, ἄλλοι δὲ ποδῶν ἑκάτερθε κοπέντων

### book 13.90.4

ἀμφὶ νεκροὺς εἵρπυζον ἀάσπετα κωκύοντες·

### book 13.90.5

πολλῶν δ’ ἐν κονίῃσι μαχέσσασθαι μεμαώτων

### book 13.95.1

χεῖρες ἀπηράχθησαν ὁμῶς κεφαλῇσι καὶ αὐταῖς,

### book 13.95.2

φευγόντων δ’ ἑτέρων μελίαι διὰ νῶτα πέρησαν

### book 13.95.3

ἄντικρυς ἐς μαζούς, 〈τ〉ῶν δ’ ἰξύας ἄχρις ἱκέσθαι

### book 13.95.4

αἰδοίων ἐφύπερθε διαμπερές, ἧχι μάλιστα

### book 13.95.5

Ἄρεος ἀκαμάτοιο πέλει πολυώδυνος αἰχμή.

### book 13.1

Πάντῃ δ’ ἀμφὶ πόληα κυνῶν ἀλεγεινὸς ὀρώρει

### book 13.2

ὠρυθμός, στοναχὴ δὲ δαϊκταμένων αἰζηῶν

### book 13.3

ἔπλετο λευγαλέη· περὶ δ’ ἴαχε πάντα μέλαθρα

### book 13.4

ἄσπετον. Οἰμωγὴ δὲ πέλε στονόεσσα γυναικῶν

### book 13.5

εἰδομένων γεράνοισιν, ὅτ’ αἰετὸν ἀθρήσωσιν

### book 13.105.1

ὑψόθεν ἀίσσοντα δι’ αἰθέρος, οὐδ’ ἄρα τῇσι

### book 13.105.2

θαρσαλέον στέρνοισι πέλει μένος, ἀλλ’ ἄ〈ρα〉 μοῦνον

### book 13.105.3

μακρὸν ἀνατρίζουσι φοβεύμεναι ἱερὸν ὄρνιν·

### book 13.105.4

ὣς ἄρα Τρωιάδες μέγ’ ἐκώκυον ἄλλοθεν ἄλλαι,

### book 13.105.5

αἳ μὲν ἀνεγρόμεναι λεχέων ἄπο, ταὶ δ’ ἐπὶ γαῖαν

### book 13.110.1

θρῴσκουσαι· τῇς 〈δ’〉 οὔ τι μίτρης ἔτι μέμβλετο λυγρῇς,

### book 13.110.2

ἀλλ’ αὕτως ἀλάληντο περὶ μελέεσσι χιτῶνα

### book 13.110.3

μοῦνον ἐφεσσάμεναι· ταὶ δ’ οὐ φθάσαν οὔτε καλύπτρην

### book 13.110.4

οὔτε βαθὺν μελέεσσιν ἑλεῖν πέπλον, ἀλλ’ ἐπιόντας

### book 13.110.5

δυσμενέας τρομέουσαι ἀμηχανίῃ πεπέδηντο

### book 13.115.1

παλλόμεναι κραδίην, μοῦνον δ’ ἄρα χερσὶ θοῇσιν

### book 13.115.2

αἰδῶ ἀπεκρύψαντο δυσάμμοροι· αἳ δ’ ἀλεγεινῶς

### book 13.115.3

ἐκ κεφαλῆς τίλλοντο κόμην καὶ στήθεα χερσὶ

### book 13.115.4

θεινόμεναι γοάασκον ἄδην· ἕτεραι δὲ κυδοιμὸν

### book 13.115.5

δυσμενέων ἔτλησαν ἐναντίον, ἐκ δ’ ἐλάθοντο

### book 13.120.1

δείματος ὀλλυμένοισιν ἀρηγέμεναι μεμαυῖαι

### book 13.120.2

ἀνδράσιν ἢ τεκέεσσιν, ἐπεὶ μέγα θάρσος ἀνάγκη

### book 13.120.3

ὤπασεν. Οἰμωγὴ δ’ ἀταλάφρονας ἔκβαλεν ὕπνου

### book 13.120.4

νηπιάχους τῶν οὔ πω ἐπίστατο κήδεα θυμός.

### book 13.120.5

Ἄλλοι δ’ ἀμφ’ ἄλλοισιν ἀπέπνεον· οἳ δ’ ἐκέχυντο

### book 13.125.1

πότμον ὁμῶς ὁρόωντες ὀνείρασιν· ἀμφὶ δὲ λυγραὶ

### book 13.125.2

Κῆρες ὀιζυρῶς ἐπεγήθεον ὀλλυμένοισιν.

### book 13.125.3

Οἳ δ’ ὥς τ’ ἀφνειοῖο σύες κατὰ δώματ’ ἄνακτος

### book 13.125.4

εἰλαπίνην λαοῖσιν ἀπείριτον ἐντύνοντος

### book 13.125.5

μυρίοι ἐκτείνοντο, λυγρῷ δ’ ἀνεμίσγετο λύθρῳ

### book 13.130.1

οἶνος ἔτ’ ἐν κρητῆρσι λελειμμένος. Οὐδέ τις ἦεν

### book 13.130.2

ὅς κεν ἄνευθε φόνοιο φέρε στονόεντα σίδηρον,

### book 13.130.3

οὐδ’ εἴ τις μάλ’ ἄναλκις ἔην. Ὀλέκοντο δὲ Τρῶες·

### book 13.130.4

ὡς δ’ ὑπὸ θώεσι μῆλα δαΐζεται ἠὲ λύκοισι,

### book 13.130.5

καύματος ἐσσυμένοιο δυσαέος ἤματι μέσσῳ

### book 13.135

ποιμένος οὐ παρεόντος, ὅτε σκιερῷ ἐνὶ χώρῳ

### book 13.1

ἰλαδὸν ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα

### book 13.2

μίμνωσι〈ν〉, κείνοιο γλάγος ποτὶ δῶμα φέροντος,

### book 13.137.1

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 13.137.2

νηδύα πλησάμενοι πολυχανδέα, πάντ’ ἐπιόντες

### book 13.137.3

αἷμα μέλαν πίνουσιν, ἅπαν δ’ ὀλέκουσι μένοντες

### book 13.140.1

πῶυ, κακὴν δ’ ἄρα δαῖτα λυγρῷ τεύχουσι νομῆι·

### book 13.140.2

ὣς Δαναοὶ Πριάμοιο κατὰ πτόλιν ἄλλον ἐπ’ ἄλλῳ

### book 13.140.3

κτεῖνον ἐπεσσύμενοι πυμάτην ἀνὰ δηιοτῆτα·

### book 13.140.4

οὐδ’ ἄρ’ ἔην Τρώων τις ἀνούτατος, ἀλλ’ ἄρα πάντων

### book 13.140.5

γναμπτὰ μέλη πεπάλακτο μελαινόμεν’ αἵματι πολλῷ.

### book 13.145.1

Οὐδὲ μὲν Ἀργείοισιν ἀνούτητος πέλε δῆρις.

### book 13.145.2

Ἀλλ’ οἳ μὲν δεπάεσσι τετυμμένοι, οἳ δὲ τραπέζαις,

### book 13.145.3

οἳ δ’ ἔτι καιομένοισιν ὑπ’ ἐσχαρεῶσι τυπέντες

### book 13.145.4

δαλοῖς, οἳ δ’ ὀβελοῖσι πεπαρμένοι ἐκπνείεσκον

### book 13.145.5

οἷς ἔτι που καὶ σπλάγχνα συῶν περὶ θερμὰ λέλειπτο

### book 13.1

Ἡφαίστου μαλεροῖο περιζείοντος ἀυτμῇ.

### book 13.2

Ἄλλοι δ’ αὖ πελέκεσσι καὶ ἀξίνῃσι θοῇσιν

### book 13.3

ἤσπαιρον δμηθέντες ἐν αἵματι· τῶν δ’ ἀπὸ χειρῶν

### book 13.4

δάκτυλοι ἐτμήθησαν, ἐπὶ ξίφος εὖτ’ ἐβάλοντο

### book 13.5

χεῖρας ἐελδόμενοι στυγερὰς ἀπὸ Κῆρας ἀμύνειν.

### book 13.155.1

Καί πού τις βρεχμόν τε καὶ ἐγκέφαλον συνέχευε

### book 13.155.2

λᾶα βαλὼν ἑτέροιο κατὰ μόθον. Οἳ δ’ ἅτε θῆρες

### book 13.155.3

οὐτάμενοι σταθμοῖς ἔνι ποιμένος ἀγραύλοιο

### book 13.155.4

ἀργαλέως μαίνοντο διεγρομένοιο χόλοιο

### book 13

νύχθ’ ὑπὸ λευγαλέην· μέγα δ’ ἰσχανόωντες Ἄρηος

### book 13.160.1

ἀμφὶ δόμους Πριάμοιο κυδοίμεον ἄλλοθεν ἄλλον

### book 13.160.2

σεύοντες. Πολλοὶ δὲ καὶ ἐγχείῃσι δάμησαν

### book 13.160.3

Ἀργείων· Τρῶες γὰρ ὅσοι φθάσαν ἐν μεγάροι〈σ〉ιν

### book 13.160.4

ἢ ξίφος ἢ δόρυ μακρὸν ἑῇς ἀνὰ χερσὶν ἀεῖραι,

### book 13.160.5

δυσμενέας δάμναντο καὶ ὧς βεβαρηότες οἴνῳ.

### book 13.165.1

Αἴγλη δ’ ἄσπετος ὦρτο δι’ ἄστεος, οὕνεκ’ Ἀχαιῶν

### book 13.165.2

πολλοὶ ἔχον χείρεσσι πυρὸς σέλας, ὄφρ’ ἀνὰ δῆριν

### book 13.165.3

δυσμενέας τε φίλους τε μάλ’ ἀτρεκέως ὁρόωσι.

### book 13.165.4

Καὶ τότε Τυδέος υἱὸς ἀνὰ μόθον ἀντιόωντα

### book 13.165.5

αἰχμητῆρα Κόροιβον, 〈ἀγαυοῦ〉 Μυγδόνος υἷα,

### book 13.170.1

ἐγχείῃ κοίλοιο διὰ στομάχοιο πέρησεν,

### book 13.170.2

ἧχι θοαὶ πόσιός τε καὶ εἴδατός εἰσι κέλευθοι.

### book 13.170.3

Καὶ τὸν μὲν περὶ δουρὶ μέλας 〈ἐ〉κιχήσατο πότμος·

### book 13.170.4

κάππεσε δ’ ἐς μέλαν αἷμα καὶ ἄλλων ἔθνεα νεκρῶν,

### book 13.170.5

νήπιος· οὐδ’ ἀπόνητο γάμων ὧν εἵνεχ’ ἵκανε

### book 13.175

χθιζὸς ἐπὶ Πριάμοιο 〈πόλιν〉 . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 13.175.1

. . . . . . . . . . . . . . . . . . . . . . . . . καὶ ὑπέσχετ’ Ἀχαιοὺς

### book 13.175.2

Ἰλίου ἂψ ὦσαι· τῷ δ’ οὐ θεὸς ἐξετέλεσσεν

### book 13.175.3

ἐλπωρήν· Κῆρες γὰρ ἐπιπροέηκαν ὄλεθρον.

### book 13.175.4

Σὺν δέ οἱ Εὐρυδάμαντα κατέκτανεν ἀντιόωντα,

### book 13.175.5

γαμβρὸν ἐυμμελίην Ἀντήνορος ὅς ῥα μάλιστα

### book 13.180

θυμὸν ἐνὶ Τρώεσσι σαοφροσύνῃσι κέκαστο.

### book 13.1

Ἔνθα καὶ Ἰλιονῆι συνήντετο δημογέροντι,

### book 13.2

καί οἱ ἔπι ξίφος αἰνὸν ἐρύσσατο· τοῦ δ’ ἄρα πάγχυ

### book 13.3

γηραλέου κλάσθησαν ἄδην ὑπὸ σώματι γυῖα·

### book 13.4

καί ῥα περιτρομέων, ἅμα χείρεσιν ἀμφοτέρῃσι,

### book 13.185.1

τῇ μὲν ἄορ συνέδραξε θοόν, τῇ δ’ ἥψατο γούνων

### book 13.185.2

ἀνδροφόνου ἥρωος. Ὃ δ’ ἐς μόθον ἐσσύμενός περ,

### book 13.185.3

ἢ χόλου ἀμβολίῃ ἢ καὶ θεοῦ ὀτρύνοντος,

### book 13.185.4

βαιὸν ἀπέσχε γέροντος ἑὸν ξίφος, ὄφρά τι εἴπῃ

### book 13.185.5

λισσόμενος θοὸν ἄνδρα καὶ ὄβριμον. Ὃς δ’ ἀλεγεινὸν

### book 13.190.1

ἴαχεν ἐσσυμένως· στυγερὸν δέ μιν ἄμπεχε δεῖμα·

### book 13.190.2

«Γουνοῦμαί ς’, ὅ τίς ἐσσι πολυσθενέων Ἀργείων,

### book 13.190.3

αἴδεσαι ἀμφὶ γερόντος . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 13.192.1

. . . . . . . . . . . . . . . . . . . . . . τεὰς χέρας ἀργαλέου τε

### book 13.192.2

λῆγε χόλου· καὶ γάρ ῥα μακρὸν πέλει ἀνέρι κῦδος

### book 13.192.3

ἄνδρα νέον κτείναντι καὶ ὄβριμον· ἢν δὲ γέροντα

### book 13.195.1

κτείνῃς, οὔ νύ τοι αἶνος ἐφέψεται εἵνεκεν ἀλκῆς.

### book 13.195.2

Τοὔνεκ’ ἐμεῦ ἀπὸ νόσφιν ἐς αἰζηοὺς τρέπε χεῖρας

### book 13.195.3

ἐλπόμενός ποτε γῆρας ὁμοίιον εἰσαφικέσθαι.»

### book 13.195.4

Ὣς φάμενον προσέειπε κραταιοῦ Τυδέος υἱός·

### book 13.195.5

«Ὦ γέρον, ἔλπομ’ ἔγωγ’ ἐσθλὸν ποτὶ γῆρας ἱκέσθαι·

### book 13.1

ἀλλά μοι 〈ἕ〉ως ἔτι κάρτος ἀέξεται, οὔ τιν’ ἐάσω

### book 13.2

ἐχθρὸν ἐμῆς κεφαλῆς, ἀλλ’ Ἄιδι πάντας ἰάψω,

### book 13.1

οὕνεκ’ ἄρ’ ἐσθλὸς ἀνὴρ καὶ δήιον ἄνδρ’ ἀπαμύνει.»

### book 13.2

Ὣς εἰπὼν λαιμοῖο διήλασε λοίγιον ἆορ

### book 13.3

δεινὸς ἀνήρ, ἴθυνε δ’ ὅπῃ θνητοῖς ἐπὶ πότμος

### book 13.205.1

ψυχῆς εἶσι τάχιστα καθ’ αἵματος αἰνὰ κέλευθα.

### book 13.205.2

Καὶ τὸν μὲν μόρος αἰνὸς ὑπέκλασε δῃωθέντα

### book 13.205.3

Τυδείδαο χέρεσσιν· ὃ δ’ εἰσ〈έτι〉 Τρῶας ἐναίρων

### book 13.205.4

ἔσσυτ’ ἀνὰ πτολίεθρον ἑῷ μέγα κάρτεϊ θύων.

### book 13.205.5

Δάμνατο δ’ ἠὺν Ἄβαντα· βάλεν δ’ ὑπὸ δούρατι μακρῷ

### book 13.210.1

υἷα Περιμνήστοιο περικλυτὸν Εὐρυκόωντα.

### book 13.210.2

Αἴας δ’ Ἀμφιμέδοντα, Δαμαστορίδην δ’ Ἀγαμέμνων,

### book 13.210.3

Ἰδομενεὺς δὲ Μίμαντα, Μέγης δ’ ἕλε Δηιοπίτην.

### book 13.210.4

Υἱὸς δ’ αὖτ’ Ἀχιλῆος ἀμαιμακέτῳ ὑπὸ δουρὶ

### book 13.210.5

Πάμμονα δῖον ὄλεσσε, βάλεν δ’ ἐπιόντα Πολίτην,

### book 13.215.1

Τισίφονόν τ’ ἐπὶ τοῖσι κατέκτανε, τοὺς ἅμα πάντας

### book 13.215.2

υἱῆας Πριάμοιο· καὶ ἀντιόωντ’ ἀνὰ δῆριν

### book 13.215.3

δάμνατ’ Ἀγήνορα δῖον. Ἐπ’ ἄλλῳ δ’ ἄλλον ἔπεφνεν

### book 13.215.4

ἡρώων· πάντῃ δὲ μέλας ἀνεφαίνετ’ Ὄλεθρος

### book 13.215.5

ὀλλυμένων· ὃ δὲ πατρὸς ἑοῦ καταειμένος ἀλκὴν

### book 13.220.1

μαιμώων ἐδάιζεν ὅσους κίχεν. Ἔνθα καὶ αὐτῷ

### book 13.220.2

δυσμενέων βασιλῆι κακὰ φρονέων ἐνέκυρσεν

### book 13.220.3

Ἑρκείου ποτὶ βωμόν· ὃ δ’ ὡς ἴδεν υἷ’ Ἀχιλῆος,

### book 13.220.4

ἔγνω ἄφαρ τὸν ἐόντα καὶ οὐ τρέσεν, οὕνεκ’ ἄρ’ αὐτοῦ

### book 13.220.5

θυμὸς ἐέλδετο παισὶν ἐπὶ σφετέροισιν ὀλέσθαι.

### book 13.225

Τοὔνεκά μιν προσέειπε λιλαιόμενος θανέεσθαι·

### book 13.1

«Ὦ τέκος ὀβριμόθυμον ἐυπτολέμου Ἀχιλῆος,

### book 13.2

κτεῖνον μηδ’ ἐλέαιρε δυσάμμορον· οὐ γὰρ ἔγωγε

### book 13.3

τοῖα παθὼν καὶ τόσσα λιλαίομαι εἰσοράασθαι

### book 13.4

ἠελίοιο φάος πανδερκέος, ἀλλά που ἤδη

### book 13.230.1

φθεῖσθαι ὁμῶς τεκέεσσι καὶ ἐκλελαθέσθαι ἀνίης

### book 13.230.2

λευγαλέης ὁμάδου τε δυσηχέος. Ὡς ὄφελόν με

### book 13.230.3

σεῖο πατὴρ κατέπεφνε, πρὶν αἰθομένην ἐσιδέσθαι

### book 13.230.4

Ἴλιον, ὁππότ’ ἄποινα περὶ κταμένοιο φέρεσκον

### book 13.230.5

Ἕκτορος, ὅν 〈περ〉 ἔπεφνε πατὴρ τεός. Ἀλλὰ τὸ μέν που

### book 13.235.1

Κῆρες ἐπεκλώσαντο· σὺ δ’ ἡμετέροιο φόνοιο

### book 13.235.2

ἄασον ὄβριμον ἆορ, ὅπως λελάθωμ’ ὀδυνάων.»

### book 13.235.3

Ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·

### book 13.235.4

«Ὦ γέρον, ἐμμεμαῶτα καὶ ἐσσύμενόν περ ἀνώγεις·

### book 13.235.5

οὐ γάρ ς’ ἐχθρὸν ἐόντα μετὰ ζωοῖσιν ἐάσω·

### book 13.240.1

οὐ γάρ τι ψυχῆς πέλει ἀνδράσι φίλτερον ἄλλο.»

### book 13.240.2

Ὣς εἰπὼν ἀπέκοψε κάρη πολιοῖο γέροντος

### book 13.240.3

ῥηιδίως, ὡς εἴ τις ἀπὸ στάχυν ἀμήσηται

### book 13.240.4

ληίου ἀζαλέοιο θέρευς εὐθαλπέος ὥρῃ.

### book 13.240.5

Ἣ δὲ μέγα μύζουσα κυλίνδετο πολλὸν ἐπ’ αἶαν

### book 13.245.1

νόσφ’ ἄλλων μελέων ὁπόσοις ἐ〈πι〉κίνυτ〈αι〉 ἀνήρ.

### book 13.245.2

Κεῖτο δ’ ἄρ’ ἐς μέλαν αἷμα καὶ εἰς ἑτέρων φόνον ἀνδρῶν

### book 13.246.1

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 13.246.2

ὄλβῳ καὶ γενεῇ καὶ ἀπειρεσίοις τεκέεσσιν.

### book 13.246.3

Οὐ γὰρ δὴν ἐπὶ κῦδος ἀέξεται ἀνθρώποισιν,

### book 13

ἀλλ’ ἄρα που καὶ ὄνειδος ἐπέσσυται ἀπροτίοπτον.

### book 13.1

Καὶ τὸν μὲν πότμος εἷλε· κακῶν δ’ ὅ γε λήσατο πολλῶν.

### book 13.2

Οἳ δ’ ἐπὶ Ἀστυάνακτα βάλον Δαναοὶ ταχύπωλοι

### book 13.3

πύργου ἀφ’ ὑψηλοῖο, φίλον δέ οἱ ἦτορ ὄλεσσαν

### book 13.4

μητρὸς ἀφαρπάξαντες ἐν ἀγκοίνῃσιν ἐόντα

### book 13.5

Ἕκτορι χωόμενοι, ἐπεὶ ἦ σφισι πῆμα κόρυσσε

### book 13.255.1

ζωὸς ἐών· τῶ καί οἱ ἀπηχθήραντο γενέθλην,

### book 13.255.2

καί οἱ παῖδ’ ἐβάλοντο καθ’ ἕρκεος αἰπεινοῖο,

### book 13.255.3

νήπιον, οὔ πω δῆριν ἐπιστάμενον πολέμοιο.

### book 13.255.4

Ἠύτε πόρτιν ὄρεσφι λύκοι χατέοντες ἐδωδῆς

### book 13.255.5

κρημνὸν ἐς ἠχήεντα κακοφραδίῃσι βάλωνται

### book 13.260.1

μητρὸς ἀποτμήξαντες ἐυγλαγέων ἀπὸ μαζῶν,

### book 13.260.2

ἣ δὲ θέῃ γοόωσα φίλον τέκος ἔνθα καὶ ἔνθα

### book 13.260.3

μακρὰ κινυρομένη, τῇ δ’ ἐξόπιθεν κακὸν ἄλλο

### book 13.260.4

ἔλθῃ, ἐπεί κε λέοντες ἀναρπάζωσι καὶ αὐτήν·

### book 13.260.5

ὣς τὴν ἀσχαλόωσαν ἄδην περὶ παιδὸς ἑοῖο

### book 13.265.1

ἦγον δήιοι ἄνδρες ἅμ’ ἄλλαις ληιάδεσσι

### book 13.265.2

κούρην Ἠετίωνος ἀμύμονος αἰνὰ γοῶσαν.

### book 13.265.3

Ἣ δ’ ἄρα παιδὸς ἑοῖο καὶ ἀνέρος ἠδὲ τοκῆος

### book 13.265.4

μνησαμένη φόνον αἰνὸν ἐύσφυρος Ἠετιώνη

### book 13.265.5

ὥρμηνεν θανέεσθαι, ἐπεὶ βασιλεῦσιν ἄμεινον

### book 13.270.1

τεθνάμεν ἐν πολέμῳ ἢ χείροσιν ἀμφιπολεύειν·

### book 13.270.2

καί ῥ’ ὀλοφυδνὸν ἄυσε μέγ’ ἀχνυμένη κέαρ ἔνδον·

### book 13.1

«Εἰ δ’ ἄγε νῦν καὶ ἐμεῖο δέμας κατὰ τείχεος αἰνοῦ

### book 13.2

ἢ κατὰ πετράων ἢ καὶ πυρὶ αἶψα βάλεσθε,

### book 13.3

Ἀργεῖοι· μάλα γάρ μοι ἀάσπετα πήματ’ ἔασι.

### book 13.275.1

Καὶ γάρ μευ πατέρ’ ἐσθλὸν ἐνήρατο Πηλέος υἱὸς

### book 13.275.2

Θήβῃ ἐνὶ ζαθέῃ, Τροίῃ δ’ ἐνὶ φαίδιμον ἄνδρα,

### book 13.275.3

ὅς μοι ἔην μάλα πάντα τά τ’ ἔλδετο θυμὸς ἐμεῖο·

### book 13.275.4

καί μοι κάλλιπε τυτθὸν ἐνὶ μεγάροις ἔτι παῖδα,

### book 13.275.5

ᾧ ἔπι κυδιάασκον ἀπείριτον, ᾧ ἔπι πολλὰ

### book 13.280.1

ἐλπομένην ἀπάφησε κακὴ καὶ ἀτάσθαλος Αἶσα.

### book 13.280.2

Τῶ νύ μ’ ἀκηχεμένην πολυτειρέος ἐκ βιότοιο

### book 13.280.3

νοσφίσατ’ ἐσσυμένως μηδ’ εἰς ἑὰ δώματ’ ἄγεσθε

### book 13.280.4

μίγδα δορυκτήτοισιν, ἐπεί νύ μοι οὐκέτι θυμῷ

### book 13.280.5

εὔαδεν ἀνθρώποισι μετέμμεναι, οὕνεκα δαίμων

### book 13.285.1

κηδεμονῆας ὄλεσσεν, ἄχος δέ με δέχνυται αἰνὸν

### book 13.285.2

ἐκ Τρώων στυγεροῖσιν ἐπ’ ἄλγεσιν οἰωθεῖσαν.»

### book 13.285.3

Ἦ ῥα λιλαιομένη χθόνα δύμεναι· οὐ γὰρ ἔοικε

### book 13.285.4

ζωέμεναι κείνοισιν ὅσων μέγα κῦδος ὄνειδος

### book 13.285.5

ἀμφιχάνῃ· δεινὸν γὰρ ὑπόψιον ἔμμεναι ἄλλων.

### book 13.290.1

Οἳ δὲ βίῃ ἀέκουσαν ἄγον ποτὶ δούλιον ἦμαρ.

### book 13.290.2

Ἄλλοι δ’ ἀλλοίοις ἐνὶ δώμασι θυμὸν ἔλειπον

### book 13.290.3

ἀνέρες· ἐν δ’ ἄρα τοῖσι βοὴ πολύδακρυς ὀρώρει·

### book 13.290.4

ἀλλ’ οὐκ ἐν μεγάροις Ἀντήνορος, οὕνεκ’ ἄρ’ αὐτοῦ

### book 13.290.5

Ἀργεῖοι μνήσαντο φιλοξενίης ἐρατεινῆς,

### book 13.295.1

ὃς ξείνισσε πάροιθε κατὰ πτόλιν ἠδ’ ἐσάωσεν

### book 13.295.2

ἰσόθεον Μενέλαον ὁμῶς Ὀδυσῆι μολόντα.

### book 13.1

Τῷ δ’ ἐπίηρα φέροντες Ἀχαιῶν φέρτατοι υἷες

### book 13.2

αὐτὸν μὲν ζώοντα λίπον καὶ κτῆσιν ἅπασαν,

### book 13.3

καὶ Θέμιν ἁζόμενοι πανδερκέα καὶ φίλον ἄνδρα.

### book 13.1

Καὶ τότε δὴ πάις ἐσθλὸς ἀμύμονος Ἀγχίσαο

### book 13.2

πολλὰ καμὼν περὶ ἄστυ θεηγενέος Πριάμοιο

### book 13.3

δουρὶ καὶ ἠνορέῃ, πολλῶν δ’ ἀπὸ θυμὸν ὀλέσσας,

### book 13.4

ὡς ἴδε δυσμενέων ὑπὸ χείρεσι λευγαλέῃσιν

### book 13.5

αἰθόμενον πτολίεθρον ἀπολλυμένους θ’ ἅμα λαοὺς

### book 13.305.1

πανσυδίῃ καὶ κτῆσιν ἀπείριτον ἔκ τε μελάθρων

### book 13.305.2

ἑλκομένας ἀλόχους ἅμα παίδεσιν, οὐκέτ’ ἄρ’ αὐτοῦ

### book 13.305.3

ἐλπωρὴν ἔχε θυμὸς ἰδεῖν εὐτείχεα πάτρην,

### book 13.305.4

ἀλλά οἱ ὁρμαίνεσκε νόος μέγα πῆμ’ ὑπαλύξαι.

### book 13.305.5

Ὡς δ’ ὅθ’ ἁλὸς κατὰ βένθος ἀνὴρ οἰήια νωμῶν

### book 13.310.1

νηὸς ἐπισταμένως ἄνεμον καὶ κῦμ’ ἀλεείνων

### book 13.310.2

πάντοθεν ἐσσύμενον στυγερῇ ὑπὸ χείματος ὥρῃ

### book 13.310.3

χεῖρα κάμῃ καὶ θυμόν, ὑποβρυχίης δ’ ἄρα νηὸς

### book 13.310.4

ὀλλυμένης ἀπάνευθε λιπὼν οἰήια μοῦνος

### book 13.310.5

τυτθὸν ἐπὶ σκάφος εἶσι, μέλει δέ οἱ οὐκέτι νηὸς

### book 13.315.1

φορτίδος· ὣς πάις ἐσθλὸς ἐύφρονος Ἀγχίσαο

### book 13.315.2

ἄστυ λιπὼν δηίοισι καταιθόμενον πυρὶ πολλῷ

### book 13.315.3

υἱέα καὶ πατέρα σφὸν ἀναρπάξας φορέεσκε,

### book 13.315.4

τὸν μὲν ἐπὶ πλατὺν ὦμον ἐφεσσάμενος κρατερῇσι

### book 13.315.5

χερσὶ πολυτλήτῳ ὑπὸ γήραϊ μοχθίζοντα·

### book 13.320

τὸν δ’ ἁπαλῆς μάλα χειρὸς ἐπιψαύοντα πόδεσσι

### book 13.1

γαίης, οὐλομένου δὲ φοβεύμενον ἔργα μόθοιο

### book 13.2

ἐξῆγεν πολέμοιο δυσηχέος· ὃς δ’ ὑπ’ ἀνάγκης

### book 13.3

ἐκρέματ’ ἐμπεφυὼς ἀταλὸς πάις, ἀμφὶ δὲ δάκρυ

### book 13.4

χεύατό οἱ ἁπαλῇσι παρηίσιν· αὐτὰρ ὃ νεκρῶν

### book 13.325.1

σώμαθ’ ὑπέρθορε πολλὰ θοοῖς ποσί, πολλὰ δ’ ἐν ὄρφνῃ

### book 13.325.2

οὐκ ἐθέλων στείβεσκε. Κύπρις δ’ ὁδὸν ἡγεμόνευεν

### book 13.325.3

υἱωνὸν καὶ παῖδα καὶ ἀνέρα πήματος αἰνοῦ

### book 13.325.4

πρόφρων ῥυομένη· τοῦ δ’ ἐσσυμένου ὑπὸ ποσσὶ

### book 13.325.5

πάντῃ πῦρ ὑπόεικε, περισχίζοντο δ’ ἀυτμαὶ

### book 13.330.1

Ἡφαίστου μαλεροῖο, καὶ ἔγχεα καὶ βέλε’ ἀνδρῶν

### book 13.330.2

πῖπτον ἐτώσια πάντα κατὰ χθονὸς ὁππός’ Ἀχαιοὶ

### book 13.330.3

κείνῳ ἐπέρριψαν πολέμῳ ἐνὶ δακρυόεντι.

### book 13.330.4

Καὶ τότε δὴ Κάλχας μεγάλ’ ἴαχε λαὸν ἐέργων·

### book 13.330.5

«Ἴσχεσθ’ Αἰνείαο κατ’ ἰφθίμοιο καρήνου

### book 13.335.1

βάλλοντες στονόεντα βέλη καὶ λοίγια δοῦρα.

### book 13.335.2

Τὸν γὰρ θέσφατόν ἐστι θεῶν ἐρικυδέι βουλῇ

### book 13.335.3

Θύμβριν ἐπ’ εὐρυρέεθρον ἀπὸ Ξάνθοιο μολόντα

### book 13.335.4

τευξέμεν ἱερὸν ἄστυ καὶ ἐσσομένοισιν ἀγητὸν

### book 13.335.5

ἀνθρώποις, αὐτὸν δὲ πολυσπερέεσσι βροτοῖσι

### book 13.340.1

κοιρανέειν· ἐκ τοῦ δὲ γένος μετόπισθεν ἀνάξειν

### book 13.340.2

ἄχρις ἐπ’ Ἀντολίην τε καὶ ἀκάματον Δύσιν ἐλθεῖν.

### book 13.340.3

Καὶ γάρ οἱ θέμις ἐστὶ μετέμμεναι ἀθανάτοισιν,

### book 13.340.4

οὕνεκα δὴ πάις ἐστὶν ἐυπλοκάμου Ἀφροδίτης.

### book 13.340.5

Καὶ δ’ ἄλλως τοῦδ’ ἀνδρὸς ἑὰς ἀπεχώμεθα χεῖρας,

### book 13.345

οὕνεκά οἱ χρυσοῖο καὶ ἄλλοις ἐν κτεάτεσσιν

### book 13.345.1

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 13.345.2

ἄνδρα σαοῖ φεύγοντα καὶ ἀλλοδαπὴν ἐπὶ γαῖαν,

### book 13.345.3

τῶν πάντων προβέβουλεν ἑὸν πατέρ’ ἠδὲ καὶ υἷα·

### book 13.345.4

νὺξ δὲ μί’ ἧμιν ἔφηνε καὶ υἱέα πατρὶ γέροντι

### book 13.345.5

ἤπιον ἐκπάγλως καὶ ἀμεμφέα παιδὶ τοκῆα.»

### book 13.1

Ὣς φάτο· τοὶ δ’ ἐπίθοντο καὶ ὡς θεὸν εἰσοράασκον

### book 13.2

πάντες. Ὃ δ’ ἐσσυμένως ἐξ ἄστεος οἷο βεβήκει,

### book 13.3

ἧχί ἑ ποιπνύοντα πόδες φέρον· οἳ δ’ ἔτι Τροίης

### book 13.4

Ἀργεῖοι πτολίεθρον ἐυκτίμενον διέπερθον.

### book 13.5

Καὶ τότε δὴ Μενέλαος ὑπὸ ξίφεϊ στονόεντι

### book 13.355.1

Δηίφοβον κατέπεφνε καρηβαρέοντα κιχήσας

### book 13.355.2

ἀμφ’ Ἑλένης λεχέεσσι δυσάμμορον· ἣ δ’ ὑπὸ φύζῃ

### book 13.355.3

κεύθετ’ ἐνὶ μεγάροισιν. Ὃ δ’ αἵματος ἐκχυμένοιο

### book 13.355.4

γήθεεν ἀμφὶ φόνῳ, τοῖον δ’ ἐπὶ μῦθον ἔειπεν·

### book 13.355.5

«Ὦ κύον, ὥς τοι ἔγωγε φόνον στονόεντ’ ἐφέηκα

### book 13.360.1

σήμερον· οὐδέ σε δῖα κιχήσεται Ἠριγένεια

### book 13.360.2

ζωὸν ἔτ’ ἐν Τρώεσσι, καὶ εἰ Διὸς εὔχεαι εἶναι

### book 13.360.3

γαμβρὸς ἐρισμαράγοιο· μέλας δέ ς’ ἐδέξατ’ ὄλεθρος

### book 13.360.4

ἡμετέρης ἀλόχοιο παρὰ λεχέεσσι δαμέντα

### book 13.360.5

ἀργαλέως. Ὡς εἴθε καὶ οὐλομένοιο πάροιθε

### book 13.365.1

θυμὸν Ἀλεξάνδροιο κατὰ μόθον ἀντιόωντος

### book 13.365.2

νοσφισάμην· καί κέν μοι ἐλαφρότερον πέλεν ἄλγος.

### book 13.365.3

Ἀλλ’ ὃ μὲν 〈αἶψ’ ἀφ〉ίκανεν ὑπὸ ζόφον ὀκρυόεντα

### book 13.365.4

τίσας αἴσιμα πάντα· σὲ δ’ οὐκ ἄρ’ ἔμελλεν ὀνήσειν

### book 13

ἡμετέρη παράκοιτις, ἐπεὶ Θέμιν οὔ ποτ’ ἀλιτροὶ

### book 13.370.1

ἀνέρες ἐξαλέονται ἀκήρατον, οὕνεκ’ ἄρ’ αὐτοὺς

### book 13.370.2

εἰσοράᾳ νυκτός τε καὶ ἤματος, ἀμφὶ δὲ πάντῃ

### book 13.370.3

ἀνθρώπων ἐπὶ φῦλα διηερίη πεπότηται

### book 13.370.4

τινυμένη σὺν Ζηνὶ κακῶν ἐπιίστορας ἔργων.»

### book 13.370.5

Ὣς εἰπὼν δηίοισιν ἀνηλέα τεῦχεν ὄλεθρον·

### book 13.375.1

μαίνετο γάρ οἱ θυμὸς ὑπὸ κραδίῃ μέγ’ ἀέξων

### book 13.375.2

ζηλήμων· καὶ πολλὰ περὶ φρεσὶ θαρσαλέῃσι

### book 13.375.3

Τρωσὶ κακὰ φρονέεσκε τὰ δὴ θεὸς ἐξετέλεσσε

### book 13.375.4

πρέσβα Δίκη. Κεῖνοι γὰρ ἀτάσθαλα πρῶτοι ἔρεξαν

### book 13.375.5

ἀμφ’ Ἑλένης, πρῶτοι δὲ καὶ ὅρκια πημήναντο,

### book 13.380.1

σχέτλιοι, οἵ ποτε † κεῖνο † παρ’ ἐκ μέλαν αἷμα καὶ ἱρὰ

### book 13.380.2

ἀθανάτων ἐλάθοντο παραιβασίῃσι νόοιο.

### book 13.380.3

Τῶ καί σφιν μετόπισθεν Ἐριννύες ἄλγεα τεῦχον·

### book 13.380.4

τοὔνεκ’ ἄρ’ οἳ μὲν ὄλοντο πρὸ τείχεος, οἳ δ’ ἀνὰ ἄστυ

### book 13.380.5

τερπόμενοι παρὰ δαιτὶ καὶ ἠυκόμοις ἀλόχοισιν.

### book 13.385.1

Ὀψὲ δὲ δὴ Μενέλαος ἐνὶ μυχάτοισι δόμοιο

### book 13.385.2

εὗρεν ἑὴν παράκοιτιν ὑποτρομέουσαν ὁμοκλὴν

### book 13.385.3

ἀνδρὸς κουριδίοιο θρασύφρονος, ὅς μιν ἀθρήσας

### book 13.385.4

ὥρμαινε κτανέειν ζηλημοσύνῃσι νόοιο,

### book 13.385.5

εἰ μή οἱ κατέρυξε βίην ἐρόεσς’ Ἀφροδίτη

### book 13.390.1

ἥ ῥά οἱ ἐκ χειρῶν ἔβαλε ξίφος, ἔσχε δ’ ἐρωήν·

### book 13.390.2

τοῦ γὰρ ζῆλον ἐρεμνὸν ἀπώσατο καί οἱ ἔνερθεν

### book 13.390.3

ἡδὺν ἐφ’ ἵμερον ὦρσε κατὰ φρενὸς ἠδὲ καὶ ὄσσων.

### book 13.1

Τῷ δ’ ἄρα θάμβος ἄελπτον ἐπήλυθεν, οὐδ’ ἄρ’ 〈ἔτ’〉 ἔτλη

### book 13.2

κάλλος ἰδὼν ἀρίδηλον ἐπὶ ξίφος αὐχένι κῦρσαι·

### book 13.395.1

ἀλλ’ ὥς τε ξύλον αὖον ἐν οὔρεϊ ὑλήεντι

### book 13.395.2

εἱστήκει, τό περ οὔτε θοαὶ Βορέαο θύελλαι

### book 13.395.3

ἐσσύμεναι κλονέουσι δι’ ἠέρος οὔτε Νότοιο·

### book 13.395.4

ὣς ὃ ταφὼν μένε δηρόν, ὑπεκλάσθη δέ οἱ ἀλκὴ

### book 13.395.5

δερκομένου παράκοιτιν. Ἄφαρ δ’ ὅ γε λήσατο πάντων

### book 13.1

ὅσσά οἱ ἐν λεχέεσσιν ἐνήλιτε κουριδίοισι·

### book 13.2

πάντα γὰρ ἠμάλδυνε θεὴ Κύπρις ἥ περ ἁπάντων

### book 13.3

ἀθανάτων δάμνησι νόον θνητῶν τ’ ἀνθρώπων.

### book 13.4

Ἀλλὰ καὶ ὧς θοὸν ἆορ ἀπὸ χθονὸς αὖτις ἀείρας

### book 13.5

κουριδίῃ ἐπόρουσε· νόος δέ οἱ ἄλλ’ ἐνὶ θυμῷ

### book 13.405.1

ὡρμᾶτ’ ἐσσυμένοιο, δόλῳ δ’ ἄρ’ ἔθελγεν Ἀχαιούς.

### book 13.405.2

Καὶ τότε μιν κατέρυξεν ἀδελφεὸς ἱέμενόν περ

### book 13.405.3

μειλιχίοις μάλα πολλὰ παραυδήσας ἐπέεσσι·

### book 13.405.4

δείδιε γὰρ μὴ δή σφιν ἐτώσια πάντα γένηται·

### book 13.405.5

«Ἴσχεο νῦν, Μενέλαε, χολούμενος· οὐ γὰρ ἔοικε

### book 13.410.1

κουριδίην παράκοιτιν ἐναιρέμεν ἧς πέρι πολλὰ

### book 13.410.2

ἄλγε’ ἀνέτλημεν Πριάμῳ κακὰ μητιόωντες.

### book 13.410.3

Οὐ γάρ τοι Ἑλένη πέλει αἰτίη, ὡς σύ γ’ ἔολπας,

### book 13.410.4

ἀλλὰ Πάρις ξενίοιο Διὸς καὶ σεῖο τραπέζης

### book 13.410.5

λησάμενος· τῶ καί μιν ἐν ἄλγεσι τίσατο δαίμων.»

### book 13.415

Ὣς φάθ’· ὃ δ’ αἶψ’ ἐπίθησε. Θεοὶ δ’ ἐρικυδέα Τροίην

### book 13.1

κυανέοις νεφέεσσι καλυψάμενοι γοάασκον,

### book 13.2

νόσφιν ἐυπλοκάμου Τριτωνίδος ἠδὲ καὶ Ἥρης

### book 13.3

αἳ μέγα κυδιάασκον ἀνὰ φρένας, εὖτ’ ἐσίδοντο

### book 13.4

περθόμενον κλυτὸν ἄστυ θεηγενέος Πριάμοιο.

### book 13.420.1

Ἀλλ’ οὐ μὰν οὐδ’ αὐτὴ ἐύφρων Τριτογένεια

### book 13.420.2

πάμπαν ἄδακρυς ἔην, ἐπεὶ ἦ νύ οἱ ἔνδοθι νηοῦ

### book 13.420.3

Κασσάνδρην ᾔσχυνεν Ὀιλέος ὄβριμος υἱός,

### book 13.420.4

θυμοῦ τ’ ἠδὲ νόοιο βεβλαμμένος. Ἣ δέ οἱ αἰνὸν

### book 13.420.5

εἰσοπίσω βάλε πῆμα καὶ ἀνέρα τίσατο λώβης.

### book 13.425.1

Οὐδέ οἱ ἔργον ἀεικὲς ἐσέδρακεν· ἀλλά οἱ αἰδὼς

### book 13.425.2

καὶ χόλος ἀμφεχύθη, βλοσυρὰς δ’ ἔ〈σ〉τρεψεν ὀπωπὰς

### book 13.425.3

νηὸν ἐς ὑψόροφον, περὶ δ’ ἔβραχε θεῖον ἄγαλμα

### book 13.425.4

καὶ δάπεδον νηοῖο μέγ’ ἔτρεμεν· οὐδ’ ὅ γε λυγρῆς

### book 13.425.5

λῆγεν ἀτασθαλίης, ἐπεὶ ἦ φρένας ἄασε Κύπρις.

### book 13.430.1

Πάντῃ δ’ ἄλλοθεν ἄλλα κατηρείποντο μέλαθρα

### book 13.430.2

ὑψόθεν· ἀζαλέη δὲ κόνις συνεμίσγετο καπνῷ·

### book 13.430.3

ὦρτο δ’ ἄρα κτύπος αἰνός· ὑπετρομέοντο δ’ ἀγυιαί.

### book 13.432a

Καίετο δ’ Αἰνείαο δόμος, καίοντο δὲ πάντα

### book 13.433.1

Ἀντιμάχοιο μέλαθρα· καταίθετο δ’ ἄσπετον ἄκρη

### book 13.433.2

Πέργαμον ἀμφ’ ἐρατὴν περί θ’ ἱερὸν Ἀπόλλωνος

### book 13.435.1

νηόν τε ζάθεον Τριτωνίδος ἀμφί τε βωμὸν

### book 13.435.2

Ἑρκείου· θάλαμοι δὲ κατεπρήθοντ’ ἐρατεινοὶ

### book 13.435.3

υἱωνῶν Πριάμοιο· πόλις δ’ ἀμαθύνετο πᾶσα.

### book 13.435.4

Τρῶες δ’ οἳ μὲν παισὶν ὑπ’ Ἀργείων ὀλέκοντο,

### book 13.435.5

οἳ δ’ ὑπὸ λευγαλέοιο πυρὸς σφετέρων τε μελάθρων,

### book 13.440.1

ἔνθά σφιν καὶ μοῖρα κακὴ καὶ τύμβος ἐτύχθη·

### book 13.440.2

ἄλλοι δὲ ξιφέεσσιν ἑὸν διὰ λαιμὸν ἔλασσαν

### book 13.440.3

πῦρ ἅμα δυσμενέεσσιν ἐπὶ προθύροισιν ἰδόντες·

### book 13.440.4

οἳ δ’ ἄρ’ ὁμῶς τεκέεσσι κατακτείναντες ἀκοίτις

### book 13.440.5

κάππεσον ἄσχετον ἔργον ἀναπλήσαντες ἀνάγκῃ.

### book 13.445.1

Καί ῥά τις οἰόμενος δηίων ἑκὰς ἔμμεναι αὐτὸς

### book 13.445.2

ἔκποθεν Ἡφαίστοιο θοῶς ἀνὰ κάλπιν ἀείρας

### book 13.445.3

ὥρμηνεν πονέεσθαι ἐφ’ ὕδατι· τὸν δὲ παραφθὰς

### book 13.445.4

Ἀργείων τις ἔτυψεν ὑπ’ ἔγχεϊ καί οἱ ὄλεσσε

### book 13.445.5

θυμὸν ὑπ’ ἀκρήτῳ βεβαρημένον· ἤριπε δ’ εἴσω

### book 13.1

δώματος, ἀμφὶ δέ οἱ κενεὴ περικάππεσε κάλπις.

### book 13.2

Ἄλλῳ δ’ αὖ φεύγοντι δι’ ἐκ μεγάροιο μεσόδμη

### book 13.3

ἔμπεσε καιομένη, ἐπὶ δ’ ἤρτυεν αἰπὺν ὄλεθρον.

### book 13.4

Πολλαὶ δ’ αὖτε γυναῖκες ἀνιηρὴν ἐπὶ φύζαν

### book 13.5

ἐσσύμεναι μνήσαντο φίλων ὑπὸ δώμασι παίδων

### book 13.455.1

οὓς λίπον ἐν λεχέεσσιν· ἄφαρ δ’ ἀνὰ ποσσὶν ἰοῦσαι

### book 13.455.2

παισὶν ὁμῶς ἀπόλοντο δόμων ἐφύπερθε πεσόντων.

### book 13.455.3

Ἵπποι δ’ αὖτε κύνες τε δι’ ἄστεος ἐπτοίηντο

### book 13.455.4

φεύγοντες στυγεροῖο πυρὸς μένος· ἀμφὶ δὲ ποσσὶ

### book 13.455.5

στεῖβον ἀποκταμένους· ζωοῖσι δὲ πῆμα φέροντες

### book 13.460.1

αἰὲν ἐνερρήγνυντο. Βοῇ δ’ ἀμφίαχεν ἄστυ

### book 13.460.2

καί τινος αἰζηοῖο διὰ φλογὸς ἐσσυμένοιο

### book 13.460.3

φθεγγομένου· τοὺς δ’ ἔνδον ἀμείλιχος Αἶσα δάμασσεν.

### book 13.460.4

Ἄλλον δ’ ἄλλα κέλευθα φέρον στονόεντος ὀλέθρου.

### book 13

φλὸξ δ’ ἄρ’ ἐς ἠέρα δῖαν ἀνέγρετο, πέπτατο δ’ αἴγλη

### book 13.465.1

ἄσπετος· ἀμφὶ δὲ φῦλα περικτιόνων ὁρόωντο

### book 13.465.2

μέχρις ἐπ’ Ἰδαίων ὀρέων ὑψηλὰ κάρηνα

### book 13.465.3

Θρηικίης τε Σάμοιο καὶ ἀγχιάλου Τενέδοιο.

### book 13.465.4

Καί τις ἁλὸς κατὰ βένθος ἔσω νεὸς ἔκφατο μῦθον·

### book 13.465.5

«Ἤνυσαν Ἀργεῖοι κρατερόφρονες ἄσπετον ἔργον

### book 13.470.1

πολλὰ μάλ’ ἀμφ’ Ἑλένης ἑλικοβλεφάροιο καμόντες·

### book 13.470.2

πᾶσα δ’ ἄρ’ ἡ τὸ πάροιθε πανόλβιος ἐν πυρὶ Τροίη

### book 13.470.3

καίεται οὐδὲ θεῶν τις ἐελδομένοισιν ἄμυνε.

### book 13.470.4

Πάντα γὰρ ἄσχετος Αἶσα βροτῶν ἐπιδέρκεται ἔργα·

### book 13.470.5

καὶ τὰ μὲν ἀκλέα πολλὰ καὶ οὐκ ἀρίδηλα γεγῶτα

### book 13.475.1

κυδήεντα τίθησι, τὰ δ’ ὑψόθι μείονα θῆκε·

### book 13.475.2

πολλάκι δ’ ἐξ ἀγαθοῖο πέλει κακόν, ἐκ δὲ κακοῖο

### book 13.475.3

ἐσθλὸν ἀμειβομένοιο πολυτλήτου βιότοιο.»

### book 13.475.4

Ὣς ἄρ’ ἔφη μερόπων τις ἀπόπροθεν ἄσπετον αἴγλην

### book 13.475.5

εἰσορόων. Στονόεσσα δ’ ἔτ’ ἄμπεχε Τρῶας ὀιζύς·

### book 13.480.1

Ἀργεῖοι δ’ ἀνὰ ἄστυ κυδοίμεον, ἠύτ’ ἀῆται

### book 13.480.2

λάβροι ἀπείρονα πόντον ὀρινόμενοι κλονέουσιν,

### book 13.480.3

ὁππότ’ ἄρ’ ἀντιπέρηθε δυσαέος Ἀρκτούροιο

### book 13.480.4

βηλὸν ἐς ἀστερόεντα Θυτήριον ἀντέλλῃσιν

### book 13.480.5

ἐς Νότον ἠερόεντα τετραμμένον, ἀμφὶ δ’ ἄρ’ αὐτῷ

### book 13.485.1

πολλαὶ ὑπόβρυχα νῆες ἀμαλδύνοντ’ ἐνὶ πόντῳ

### book 13.485.2

ὀρνυμένων ἀνέμων· 〈τ〉οῖς εἴκελοι υἷες Ἀχαιῶν

### book 13.485.3

πόρθεον Ἴλιον αἰπύ. Τὸ δ’ ἐν πυρὶ καίετο πολλῷ,

### book 13.485.4

ἠύτ’ ὄρος λασίῃσιν ἄδην καταειμένον ὕλῃς

### book 13.485.5

ἐσσυμένως καίηται ὑπαὶ πυρὸς ὀρνυμένοιο

### book 13.490

ἐξ ἀνέμων, δολιχαὶ δὲ περιβρομέουσι κολῶναι,

### book 13.1

τῷ δ’ ἄρα λευγαλέως ἐνιτείρεται ἄγρια πάντα

### book 13.2

Ἡφαίστοιο βίηφι περιστρεφθέντα καθ’ ὕλην·

### book 13.3

ὣς Τρῶες κτείνοντο κατὰ πτόλιν· οὐδέ τις αὐτοὺς

### book 13.4

ῥύετ’ ἐπουρανίων· περὶ γὰρ λίνα πάντοθε Μοῖραι

### book 13.495.1

μακρὰ περιστήσαντο τά περ βροτὸς οὔ ποτ’ ἄλυξε.

### book 13.495.2

Καὶ τότε Δημοφόωντι μενεπτολέμῳ τ’ Ἀκάμαντι

### book 13.495.3

Θησῆος μεγάλοιο δι’ ἄστεος ἤντετο μήτηρ

### book 13.495.4

Αἴθρη ἐελδομένη· μακάρων δέ τις ἡγεμόνευεν

### book 13.495.5

ὅς μιν ἄγεν κείνοισι καταντίον. Ἣ δ’ ἀλάλυκτο

### book 13.1

φεύγους’ ἐκ πολέμοιο καὶ ἐκ πυρός· οἳ δ’ ἐσιδόντες

### book 13.2

αἴγλῃ ἐν Ἡφαίστοιο δέμας μέγεθός τε γυναικὸς

### book 13.3

αὐτὴν ἔμμεν ἔφαντο θεηγενέος Πριάμοιο

### book 13.4

ἀντιθέην παράκοιτιν. Ἄφαρ δέ οἱ ἐμμεμαῶτες

### book 13.5

χεῖρας ἐπερρίψαντο λιλαιόμενοί μιν ἄγεσθαι

### book 13.505.1

ἐς Δαναούς· ἣ δ’ αἰνὸν ἀναστενάχουσα μετηύδα·

### book 13.505.2

«Μή νύ με, κύδιμα τέκνα φιλοπτολέμων Ἀργείων,

### book 13.505.3

δήιον ὣς ἐρύοντες ἑὰς ἐπὶ νῆας ἄγεσθε.

### book 13.505.4

Οὐ γὰρ Τρωιάδων γένος εὔχομαι· ἀλλά μοι ἐσθλὸν

### book 13.505.5

αἷμα πέλει Δαναῶν μάλ’ ἐυκλεές, οὕνεκα Πιτθεὺς

### book 13.510.1

γείνατό μ’ ἐν Τροιζῆνι, γάμῳ δ’ ἑδνώσατο δῖος

### book 13.510.2

Αἰγεύς, ἐκ δ’ ἄρ’ ἐμεῖο κλυτὸς πάις ἔπλετο Θησεύς.

### book 13.510.3

Ἀλλ’ ἄγε, πρὸς μεγάλοιο Διὸς τερπνῶν τε τοκήων,

### book 13.510.4

εἰ ἐτεὸν Θησῆος ἀμύμονος ἐνθάδ’ ἵκοντο

### book 13

υἷες ἅμ’ Ἀτρείδῃσι, φίλοισί με παίδεσι κείνου

### book 13.515.1

δείξατ’ ἐελδομένοισι κατὰ στρατόν, οὕς περ ὀίω

### book 13.515.2

ὔμμιν ὁμήλικας ἔμμεν· ἀναπνεύσει δέ μευ ἦτορ,

### book 13.515.3

ἢν κείνους ζώοντας ἴδω καὶ ἀριστέας ἄμφω.»

### book 13.515.4

Ὣς φάτο· 〈τ〉οὶ δ’ ἀίοντες ἑοῦ μνήσαντο τοκῆος,

### book 13.515.5

ἀμφ’ Ἑλένης ὅς’ ἔρεξε καὶ ὡς διέπερσαν Ἀφίδνας

### book 13.520.1

κοῦροι ἐριγδούποιο Διὸς πάρος, ὁππότ’ ἄρ’ αὐτοὺς

### book 13.520.2

ὑσμίνης ἀπάνευθεν ἀπεκρύψαντο τιθῆναι

### book 13.520.3

νηπιάχους ἔτ’ ἐόντας· ἀνεμνήσαντο δ’ ἀγαυῆς

### book 13.520.4

Αἴθρης, ὅσς’ ἐμόγησε δορυκτήτῳ ὑπ’ ἀνάγκῃ,

### book 13.520.5

ἄμφω ὁμῶς ἑκυρή τε καὶ ἀμφίπολος γεγαυῖα

### book 13.525.1

ἀντιθέης Ἑλένης· σὺν δ’ ἀμφασίῃ κεχάροντο.

### book 13.525.2

Δημοφόων δέ μιν ἠὺς ἐελδομένην προσέειπε·

### book 13.525.3

«Σοὶ μὲν δὴ τελέουσι θεοὶ θυμηδὲς ἐέλδωρ

### book 13.525.4

αὐτίκ’, ἐπεί ῥα δέδορκας ἀμύμονος υἱέος υἷας

### book 13.525.5

ἡμέας, οἵ σε φίλῃσιν ἀειράμενοι παλάμῃσιν

### book 13.530.1

οἴσομεν ἐς νῆας καὶ ἐς Ἑλλάδος ἱερὸν οὖδας

### book 13.530.2

ἄξομεν ἀσπασίως, ὅθι περ πάρος ἐμβασίλευες.»

### book 13.530.3

Ὣς φάμενον μεγάλοιο πατρὸς προσπτύξατο μήτηρ

### book 13.530.4

χείρεσιν ἀμφιβαλοῦσα, κύσεν δέ οἱ εὐρέας ὤμους

### book 13.530.5

καὶ κεφαλὴν καὶ στέρνα γένειά τε λαχνήεντα·

### book 13.535.1

ὣς δ’ αὕτως Ἀκάμαντα κύσε〈ν〉. Περὶ δέ σφισι δάκρυ

### book 13.535.2

ἡδὺ κατὰ βλεφάροιιν ἐχεύατο μυρομένοι〈σ〉ιν.

### book 13.535.3

Ὡς δ’ ὁπότ’ αἰζηοῖο μετ’ ἀλλοδαποῖσιν ἐόντος

### book 13.535.4

λαοὶ φημίξωσι μόρον, τὸν δ’ ἔκποθεν υἷες

### book 13.535.5

ὕστερον ἀθρήσαντες ἐς οἰκία νοστήσαντα

### book 13.540.1

κλαίουσι〈ν〉 μάλα τερπνόν· ὃ δ’ ἔμπαλι παισὶ καὶ αὐτὸς

### book 13.540.2

μύρεται ἐν μεγάροισιν ἐνωπαδόν, ἀμφὶ δὲ δῶμα

### book 13.540.3

ἡδὺ κινυρομένω〈ν〉 γοερὴ περιπέπτατ’ ἰωή·

### book 13.540.4

ὣς τῶν μυρομένων λαρὸς γόος ἀμφιδεδήει.

### book 13.540.5

Καὶ τότε που Πριάμοιο πολυτλήτοιο θύγατρα

### book 13.545.1

Λαοδίκην ἐνέπουσιν ἐς αἰθέρα χεῖρας ὀρέξαι

### book 13.545.2

εὐχομένην μακάρεσσιν ἀτειρέσιν, ὄφρά ἑ γαῖα

### book 13.545.3

ἀμφιχάνῃ, πρὶν χεῖρα βαλεῖν ἐπὶ δούλια ἔργα.

### book 13.545.4

Τῆς δὲ θεῶν τις ἄκουσε καὶ αὐτίκα γαῖαν ἔνερθε

### book 13.545.5

ῥῆξεν ἀπειρεσίην· ἣ δ’ ἐννεσίῃσι θεοῖο

### book 13.1

κούρην δέξατο δῖαν ἔσω κοίλοιο βερέθρου

### book 13.2

Ἰλίου ὀλλυμένης· ἧς εἵνεκά φασι καὶ αὐτὴν

### book 13.3

Ἠλέκτρην βαθύπεπλον ἑὸν δέμας ἀμφικαλύψαι

### book 13.4

ἀχλύι καὶ νεφέεσσιν ἀνηναμένην χορὸν ἄλλων

### book 13.5

Πληιάδων αἳ δή οἱ ἀδελφειαὶ γεγάασιν·

### book 13.555.1

ἀλλ’ αἳ μὲν μογεροῖσιν ἐπόψιαι ἀνθρώποισιν

### book 13.555.2

ἰλαδὸν ἀντέλλουσιν ἐς οὐρανόν, ἣ δ’ ἄρα μούνη

### book 13.555.3

κεύθεται αἰὲν ἄιστος, ἐπεί ῥά οἱ υἱέος ἐσθλοῦ

### book 13.555.4

Δαρδάνου ἱερὸν ἄστυ κατήριπεν, οὐδέ οἱ αὐτὸς

### book 13.555.5

Ζεὺς ὕπατος χραίσμησεν ἀπ’ αἰθέρος, οὕνεκα Μοίραις

### book 13.560.1

εἴκει καὶ μεγάλοιο Διὸς μένος. Ἀλλὰ τὸ μέν που

### book 13.560.2

ἀθανάτων τάχ’ ἔρεξεν ἐὺς νόος ἠὲ καὶ οὐκί·

### book 13.560.3

Ἀργεῖοι δ’ ἔτι θυμὸν ἐπὶ Τρώεσσιν ὄρινον

### book 13

πάντῃ ἀνὰ πτολίεθρον· Ἔρις δ’ ἔχε πείρατα χάρμης.

### book 14.1.1

Καὶ τότ’ ἀπ’ Ὠκεανοῖο θεὰ χρυσόθρονος Ἠὼς

### book 14.1.2

οὐρανὸν εἰσανόρουσε, Χάος δ’ ὑπεδέξατο Νύκτα.

### book 14.1.3

Οἳ δὲ βίῃ Τροίην εὐερκέα δῃώσαντο

### book 14.1.4

Ἀργεῖοι καὶ κτῆσιν ἀπείρονα ληίσσαντο,

### book 14.5.1

χειμάρροις ποταμοῖσιν ἐοικότες, οἵ τε φέρονται

### book 14.5.2

ἐξ ὀρέων καναχηδὸν ὀρινομένου ὑετοῖο,

### book 14.5.3

πολλὰ δὲ δένδρεα μακρὰ καὶ ὁππόσα φύετ’ ὄρεσφιν

### book 14.5.4

αὐτοῖς σὺν πρώνεσσιν ἔσω φορέουσι θαλάσσης·

### book 14.5.5

ὣς Δαναοὶ πέρσαντες ὑπαὶ πυρὶ Τρώιον ἄστυ

### book 14.10.1

κτήματα πάντα φέρεσκον ἐυσκάρθμους ἐπὶ νῆας.

### book 14.10.2

Σὺν δ’ ἄρα Τρωιάδας καταγίνεον ἄλλοθεν ἄλλας,

### book 14.10.3

τὰς μὲν ἔτ’ ἀδμῆτας καὶ νήιδας οἷο γάμοιο,

### book 14.10.4

τὰς δ’ ἄρ’ ὑπ’ αἰζηοῖσι νέον φιλότητι δαμείσας,

### book 14.10.5

ἄλλας δ’ αὖ πολιοπλοκάμους, ἑτέρας δ’ ἄρα κείνων

### book 14.15.1

ὁπλοτέρας ὧν παῖδας ἀπειρύσσαντ’ ἀπὸ μαζῶν

### book 14.15.2

ὑστάτιον χείλεσσι γλάγος πέρι μαιμώωντας.

### book 14.15.3

Τοῖσι δὲ δὴ Μενέλαος ἐνὶ μέσσοισι καὶ αὐτὸς

### book 14.15.4

ἦγεν ἑὴν παράκοιτιν ἀπ’ ἄστεος αἰθομένοιο

### book 14

ἐξανύσας μέγα ἔργον· ἔχεν δέ ἑ χάρμα καὶ αἰδώς.

### book 14.20.1

Κασσάνδρην 〈δ’〉 ἄγε δῖαν ἐυμμελίης Ἀγαμέμνων,

### book 14.20.2

Ἀνδρομάχην δ’ Ἀχιλῆος ἐὺς πάις. Αὐτὰρ Ὀδυσσεὺς

### book 14.20.3

εἷλκε βίῃ Ἑκάβην. Τῆς δ’ ἀθρόα δάκρυ’ ἀπ’ ὄσσων

### book 14.20.4

πίδακος ὣς ἐχέοντο· περιτρομέεσκε δὲ γυῖα

### book 14.20.5

καὶ κραδίη ἀλάλυκτο φόβῳ· δεδάικτο δὲ χαίτας

### book 14.25.1

κράατος ἐκ πολιοῖο· τέφρη δ’ ἐπεπέπτατο πολλὴ

### book 14.25.2

τήν που ἀπ’ ἐσχαρεῶνος ἄδην κατεχεύατο χερσὶν

### book 14.25.3

ὀλλυμένου Πριάμοιο καὶ ἄστεος αἰθομένοιο·

### book 14.25.4

καί ῥα μέγα στενάχιζε〈ν, ὅ〉τ’ ἀμφί ἑ δούλιον ἦμαρ

### book 14.25.5

μά〈ρ〉ψ’ ἀεκαζομένην. Ἕτερος δ’ ἑτέρην γοόωσαν

### book 14.30.1

ἤγετο Τρωιάδων σφετέρας ἐπὶ νῆας ἀνάγκῃ·

### book 14.30.2

αἳ δ’ ἀδινὸν γοόωσαι ἀνίαχον ἄλλοθεν ἄλλαι

### book 14.30.3

νηπιάχοις ἅμα παισὶ κινυ〈ρό〉μεναι μάλα λυγρῶς.

### book 14.30.4

Ὡς δ’ ὁπότ’ ἀργιόδουσιν ὁμῶς συσὶ νήπια τέκνα

### book 14.30.5

σταθμοῦ ἀπὸ προτέροιο ποτὶ σταθμὸν ἄλλον ἄγωσιν

### book 14.35.1

ἀνέρες ἐγρομένῳ ὑπὸ χείματι, ταὶ δ’ ἀλεγεινὸν

### book 14.35.2

μίγδα περιτρίζουσι διηνεκὲς ἀλλήλῃσιν·

### book 14.35.3

ὣς Τρῳαὶ Δαναοῖσιν ἐπεστενάχοντο δαμεῖσαι·

### book 14.35.4

ἴσην δ’ αὖ καὶ ἄνασσα φέρεν καὶ δμωὶς ἀνάγκην.

### book 14.35.5

Ἀλλ’ οὐ μὰν Ἑλένην γόος ἄμπεχεν· ἀλλά οἱ αἰδὼς

### book 14.40.1

ὄμμασι κυανέοισιν ἐφίζανε καί οἱ ὕπερθε

### book 14.40.2

καλὰς ἀμφερύθηνε παρηίδας. Ἐν δέ οἱ ἦτορ

### book 14.40.3

ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή ἑ κιοῦσαν

### book 14.1

κυανέας ἐπὶ νῆας ἀεικίσσωνται Ἀχαιοί·

### book 14.2

τοὔνεχ’ ὑποτρομέουσα φίλῳ περιπάλλετο θυμῷ.

### book 14.45.1

Καί ῥα καλυψαμένη κεφαλὴν ἐφύπερθε καλύπτρῃ

### book 14.45.2

ἕσπετο νισομένοιο κατ’ ἴχνιον ἀνδρὸς ἑοῖο

### book 14.45.3

αἰδοῖ πορφύρουσα παρήιον, ἠύτε Κύπρις,

### book 14.45.4

εὖτέ μιν Οὐρανίωνες ἐν ἀγκοίνῃσιν Ἄρηος

### book 14.45.5

ἀμφαδὸν εἰσενόησαν ἑὸν λέχος αἰσχύνουσαν

### book 14.1

δεσμοῖς ἐν θαμινοῖσι δαήμονος Ἡφαίστοιο,

### book 14.2

τοῖς ἔνι κεῖτ’ ἀχέουσα 〈περὶ〉 φρεσὶν αἰδομένη τε

### book 14.3

ἰλαδὸν ἀγρομένων μακάρων γένος ἠδὲ καὶ αὐτὸν

### book 14.4

Ἥφαιστον· δεινὸν γὰρ ἐν ὀφθαλμοῖσιν ἀκοίτεω

### book 14.5

ἀμφαδὸν εἰσοράασθαι ἐπ’ αἴσχεϊ θηλυτέρῃσι·

### book 14.55.1

τῇ Ἑλένη εἰκυῖα δέμας καὶ ἀκήρατον αἰδῶ

### book 14.55.2

ἤιε σὺν Τρῳῇσι δορυκτήτοισι καὶ αὐτὴ

### book 14.55.3

νῆας ἐπ’ Ἀργείων εὐήρεας. Ἀμφὶ δὲ λαοὶ

### book 14.55.4

θάμβεον ἀθρήσαντες ἀμωμήτοιο γυναικὸς

### book 14.55.5

ἀγλαΐην καὶ κάλλος ἐπήρατον· οὐδέ τις ἔτλη

### book 14.60.1

κείνην οὔτε κρυφηδὸν ἐπεσβολίῃσι χαλέψαι

### book 14.60.2

οὔτ’ οὖν ἀμφαδίην, ἀλλ’ ὡς θεὸν εἰσορόωντο

### book 14.60.3

ἀσπασίως· πᾶσι〈ν〉 γὰρ ἐελδομένοισι φαάνθη.

### book 14.60.4

Ὡς δ’ ὅτ’ ἀλω〈ο〉μένοισι δι’ ἀκαμάτοιο θαλάσσης

### book 14.60.5

πατρὶς ἑὴ μετὰ δηρὸν ἐπευχομένοισι φανείη,

### book 14.65.1

οἳ δὲ καὶ ἐκ πόντοιο καὶ ἐκ θανάτοιο φυγόντες

### book 14.65.2

πάτρῃ χεῖρ’ ὀρέγουσι γεγηθότες ἄσπετα θυμῷ·

### book 14.65.3

ὣς Δαναοὶ περὶ πάντες ἐγήθεον· οὐ γὰρ ἔτ’ αὐτοῖς

### book 14.65.4

μνῆστις ἔην καμάτοιο δυσαλγέος οὐδὲ κυδοιμοῦ·

### book 14

τοῖον γὰρ Κυθέρεια νόον ποιήσατο πάντων

### book 14.70.1

ἦρα φέρους’ Ἑλένῃ ἑλικώπιδι καὶ Διὶ πατρί.

### book 14.70.2

Καὶ τότ’ ἄρ’, ὡς ἐνόησε φίλον δεδαϊγμένον ἄστυ,

### book 14.70.3

Ξάνθος ἔθ’ αἱματόεντος ἀναπνείων ὀρυμαγδοῦ

### book 14.70.4

μύρετο σὺν Νύμφῃσιν, ἐπεὶ κακὸν ἔμπεσε Τροίῃ

### book 14.70.5

ἔκποθε καὶ Πριάμοιο κατημάλδυνε πόληα.

### book 14.75.1

Ὡς δ’ ὅτε λήιον αὖον ἐπιβρίσασα χάλαζα

### book 14.75.2

τυτθὰ διατμήξῃ, στάχυας δ’ ἀπὸ πάντας ἀμέρσῃ

### book 14.75.3

ῥιπῇ ὑπ’ ἀργαλέῃ, καλάμη δ’ ἄρα χεύατ’ ἔραζε

### book 14.75.4

μαψιδίη καρποῖο κατ’ οὔδεος ὀλλυμένοιο

### book 14.75.5

λευγαλέως, ὀλοὸν δὲ πέλει μέγα πένθος ἄνακτι·

### book 14.80.1

ὣς ἄρα καὶ Ξάνθοιο περὶ φρένας ἤλυθεν ἄλγος

### book 14.80.2

Ἰλίου οἰωθέντος· ἔχεν δέ μιν αἰὲν ὀιζὺς

### book 14.80.3

ἀθάνατόν περ ἐόντα. Μακρὴ δ’ ἀμφέστενεν Ἴδη

### book 14.80.4

καὶ Σιμόεις· μύροντο δ’ ἀπόπροθι πάντες ἔναυλοι

### book 14.80.5

Ἰδαῖοι Πριάμοιο πόλιν περικωκύοντες.

### book 14.85.1

Ἀργεῖοι δ’ ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες,

### book 14.85.2

μέλποντες Νίκης ἐρικυδέος ὄβριμον ἀλκήν,

### book 14.85.3

ἄλλοτε δὲ ζάθεον μακάρων γένος ἠδὲ καὶ αὐτῶν

### book 14.85.4

θυμὸν τολμήεντα καὶ ἄφθιτον ἔργον Ἐπειοῦ.

### book 14.85.5

Μολπὴ δ’ οὐρανὸν ἷκε δι’ αἰθέρος, εὖτε κολοιῶν

### book 14.90.1

κλαγγὴ ἀπειρεσίη, ὁπότ’ εὔδιον ἦμαρ ἵκηται

### book 14.90.2

χείματος ἐξ ὀλοοῖο, πέλει δ’ ἄρα νήνεμος αἰθήρ·

### book 14.90.3

ὣς τῶν πὰρ νήεσσι μέγ’ ἔνδοθι γηθομένων κῆρ

### book 14.92.1

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 14.92.2

ἀθάνατοι τέρποντο κατ’ οὐρανόν, ὅσσοι ἀρωγοὶ

### book 14.92.3

ἐκ θυμοῖο πέλοντο φιλοπτολέμων Ἀργείων.

### book 14.95.1

Ἄλλοι δ’ αὖ χαλέπαινον, ὅσοι Τρώεσσιν ἄμυνον,

### book 14.95.2

δερκόμενοι Πριάμοιο καταιθόμενον πτολίεθρον·

### book 14.95.3

ἀλλ’ οὐ μὰν ὑπὲρ Αἶσαν ἐελδόμενοί περ ἀμύνειν

### book 14.95.4

ἔσθενον· οὐδὲ γὰρ αὐτὸς ὑπὲρ μόρον οὐδὲ Κρονίων

### book 14.95.5

ῥηιδίως δύνατ’ Αἶσαν ἀπωσέμεν, ὃς περὶ πάντων

### book 14.1

ἀθανάτων μένος ἐστί, Διὸς δ’ ἐκ πάντα πέλονται.

### book 14.2

Ἀργεῖοι δ’ ἄρα πολλὰ βοῶν ἐπὶ μηρία θέντες

### book 14.3

καῖον ὁμῶς σχίζῃσι, καὶ ἐσσύμενοι περὶ βωμοὺς

### book 14.4

λείβεσκον μέθυ λαρὸν ἐπ’ αἰθομένῃσι θυηλῇς

### book 14.5

ἦρα θεοῖσι φέροντες, ἐπεὶ μέγα ἤνυσαν ἔργον.

### book 14.105.1

Πολλὰ δ’ ἐν εἰλαπίνῃ θυμηδέι κυδαίνεσκον

### book 14.105.2

πάντας ὅσους ὑπέδεκτο σὺν ἔντεσι δούριος ἵππος.

### book 14.105.3

Θαύμαζον 〈δὲ〉 Σίνωνα περικλυτόν, οὕνεχ’ ὑπέτλη

### book 14.105.4

λώβην δυσμενέων πολυκηδέα· καί ῥά ἑ πάντες

### book 14.105.5

μολπῇ καὶ γεράεσσιν ἀπειρεσίοισι τίεσκον

### book 14.110.1

αἰέν· ὃ δ’ ἐν φρεσὶν ᾗσιν ἐγήθεε τλήμονι θυμῷ

### book 14.110.2

νίκῃ ἐπ’ Ἀργείων, σφετέρῃ δ’ οὐκ ἄχνυτο λώβῃ·

### book 14.110.3

ἀνέρι γὰρ πινυτῷ καὶ ἐπίφρονι πολλὸν ἄμεινον

### book 14.110.4

κῦδος καὶ χρυσοῖο καὶ εἴδεος ἠδὲ καὶ ἄλλων

### book 14.110.5

ἐσθλῶν ὁππόσ〈α τ’〉 ἐστὶ καὶ ἔσσεται ἀνθρώποισιν.

### book 14.115.1

Οἳ δ’ ἄρα πὰρ νήεσσιν ἀταρβέα θυμὸν ἔχοντες

### book 14.115.2

δόρπεον ἀλλήλοισι διηνεκέως ἐνέποντες·

### book 14.115.3

«Ἠνύσαμεν πολέμοιο μακρὸν τέλος· ἠράμεθ’ εὐρὺ

### book 14.115.4

κῦδος ὁμῶς δηίοισι μέγα πτολίεθρον ἑλόντες·

### book 14.115.5

ἀλλά, Ζεῦ, καὶ νόστον ἐελδομένοις κατάνευσον.»

### book 14.120.1

Ὣς ἔφαν· ἀλλ’ οὐ πᾶσι πατὴρ ἐπὶ νόστον ἔνευσε.

### book 14.120.2

Τοῖς δέ τις ἐν μέσσοισιν ἐπιστάμενος . . . . . . . . . . . .

### book 14.120.3

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . οὐ γὰρ ἔτ’ αὐτοῖς

### book 14.120.4

δεῖμα πέλεν πολέμοιο δυσηχέος, ἀλλ’ ἐπὶ ἔργα

### book 14.120.5

εὐνομίης ἐτρέποντο καὶ εὐφροσύνης ἐρατεινῆς.

### book 14.125.1

Ὃς δ’ ἤτοι πρῶτον μὲν ἐελδομένοισιν ἄειδε

### book 14.125.2

λαοὶ ὅπως συνάγερθεν ἐς Αὐλίδος ἱερὸν οὖδας

### book 14.125.3

ἠδ’ ὡς Πηλείδαο μέγα σθένος ἀκαμάτοιο

### book 14.125.4

δώδεκα μὲν κατὰ πόντον ἰὼν διέπερσε πόληας,

### book 14.125.5

ἕνδεκα δ’ αὖ κατὰ γαῖαν ἀπείριτον, ὅσσά τ’ ἔρεξε

### book 14.130.1

Τήλεφον ἀμφὶς ἄνακτα καὶ ὄβριμον Ἠετίωνα

### book 14.130.2

ὥς 〈τε〉 Κύκνον κατέπεφνεν ὑπέρβιον ἠδ’ ὅς’ Ἀχαιοὶ

### book 14.130.3

μαρνάμενοι μετὰ μῆνιν Ἀχιλλέος ἔργα κάμοντο

### book 14.130.4

Ἕκτορά θ’ ὡς εἴρυσσεν ἑῆς περὶ τείχεα πάτρης

### book 14.130.5

ὥς θ’ ἕλε Πενθεσίλειαν ἀνὰ μόθον ὥς τ’ ἐδάμασσεν

### book 14.135.1

υἱέα Τιθωνοῖο καὶ ὡς κτάνε καρτερὸς Αἴας

### book 14.135.2

Γλαῦκον ἐυμμελίην ἠδ’ ὡς ἐρικυδέα φῶτα

### book 14.135.3

Εὐρύπυλον κατέπεφνε θοοῦ πάις Αἰακίδαο

### book 14.135.4

ὥς τε Πάριν δαμάσαντο Φιλοκτήταο βέλεμνα

### book 14.135.5

ἠδ’ ὁπόσοι δολόεντος ἐσήλυθον ἔνδοθεν ἵππου

### book 14.140.1

ἀνέρες ὥς τε πόληα θεηγενέος Πριάμοιο

### book 14.140.2

πέρσαντες δαίνυντο κακῶν ἀπὸ νόσφι κυδοιμῶν.

### book 14.140.3

Ἄλλῃ δ’ ἄλλος ἄειδεν ὅ τι φρεσὶν ᾗσι μενοίνα.

### book 14.140.4

Ἀλλ’ ὅτε δαινυμένοισι μέσον περιτέλλετο νυκτός,

### book 14

δὴ τότε που δόρποιο καὶ ἀκρήτοιο ποτοῖο

### book 14.145.1

παυσάμενοι Δαναοὶ λαθικηδέα κοῖτον ἕλοντο.

### book 14.145.2

Χθιζὸν γὰρ καμάτοιο μένος κατεδάμνατο πάντας·

### book 14.145.3

τῶ καὶ παννύχιοι λελιημένοι εἰλαπινάζειν

### book 14.145.4

παύσανθ’, οὕνεκεν ὕπνος ἄδην ἀέκοντας ἔρυκεν.

### book 14.145.5

Ἄλλῃ δ’ ἄλλος ἴαυεν· ὃ δ’ ἐν κλισίῃσιν ἑῇσιν

### book 14.1

Ἀτρείδης ὀάριζε μετ’ ἠυκόμοιο γυναικός·

### book 14.2

οὐ γάρ πω κείνοισιν ἐπ’ ὄμμασιν ὕπνος ἔπιπτεν,

### book 14.3

ἀλλὰ Κύπρις πεπότητο περὶ φρένας, ὄφρα παλαιοῦ

### book 14.4

λέκτρου ἐπιμνήσωνται, ἄχος δ’ ἀπὸ νόσφι βάλωνται.

### book 14.5

Πρώτη δ’ αὖθ’ Ἑλένη τοῖον ποτὶ μῦθον ἔειπε·

### book 14.155.1

«Μή νύ μοι, ὦ Μενέλαε, χόλον ποτιβάλλεο θυμῷ·

### book 14.155.2

οὐ γὰρ ἐγὼν ἐθέλουσα λίπον σέο δῶμα καὶ εὐνήν,

### book 14.155.3

ἀλλά μ’ Ἀλεξάνδροιο βίη καὶ Τρώιοι υἷες

### book 14.155.4

σεῦ ἀπὸ νόσφιν ἐόντος ἀνηρείψαντο κιόντες.

### book 14.155.5

Καί μ’ 〈ἄμοτον〉 μεμαυῖαν ὀιζυρῶς ἀπολέσθαι

### book 14.160.1

ἢ βρόχῳ ἀργαλέῳ ἢ καὶ ξίφεϊ στονόεντι

### book 14.160.2

εἶργον ἐνὶ μεγάροισι παρηγορέοντες ἔπεσσι

### book 14.160.3

σεῦ ἕνεκ’ ἀχνυμένην καὶ τηλυγέτοιο θυγατρός·

### book 14.160.4

τῆς νύ σε πρός τε γάμου πολυγηθέος ἠδὲ σεῦ αὐτοῦ

### book 14.160.5

λίσσομαι ἀμφ’ ἐμέθεν στυγερῆς λελαθέσθαι ἀνίης.»

### book 14.165.1

Ὣς φαμένην προσέειπε πύκα φρονέων Μενέλαος·

### book 14.165.2

«Μηκέτι νῦν μέμνης’ ἅ τ’ ἐπάσχομεν ἄλγεα θυμῷ·

### book 14.165.3

ἀλλὰ τὰ μέν που πάντα μέλας δόμος ἐντὸς ἐέργοι

### book 14.165.4

Λήθης· οὐ γὰρ ἔοικε κακῶν μεμνῆσθαι ἔτ’ ἔργων.»

### book 14

Ὣς φάτο· τὴν δ’ ἕλε χάρμα, δέος δ’ ἐξέσσυτο θυμοῦ·

### book 14.170.1

ἔλπετο γὰρ παύσασθαι ἀνιηροῖο χόλοιο

### book 14.170.2

ὃν πόσιν. Ἀμφὶ δέ οἱ βάλε πήχεε, καί σφιν ἅμ’ ἄμφω

### book 14.170.3

δάκρυ κατὰ βλεφάροιιν ἐλείβετο ἡδὺ γοώντων.

### book 14.170.4

Ἀσπασίως δ’ ἄρα τώ γε παρ’ ἀλλήλοισι κλιθέντε

### book 14.170.5

σφωιτέρου κατὰ θυμὸν ἀνεμνήσαντο γάμοιο.

### book 14.175.1

Ὡς δ’ ὅτε που κισσός τε καὶ ἡμερὶς ἀμφιβάλωνται

### book 14.175.2

ἀλλήλοις περὶ πρέμνα, τὰ δ’ οὔ ποτε ἲς ἀνέμοιο

### book 14.175.3

σφῶν ἀπὸ νόσφι βαλέσθαι ἐπισθένει· ὣς ἄρα τώ γε

### book 14.175.4

ἀλλήλοις συνέχοντο λιλαιόμενοι φιλότητος.

### book 14.175.5

Ἀλλ’ ὅτε δὴ καὶ τοῖσιν ἐπήλυθεν ὕπνος ἀπήμων,

### book 14.180.1

δὴ τότ’ Ἀχιλλῆος κρατερὸν κῆρ ἰσοθέοιο

### book 14.180.2

ἔστη ὑπὲρ κεφαλῆς οὗ υἱέος, οἷος ἔην περ

### book 14.180.3

ζωὸς ἐών, ὅτε Τρωσὶν ἄχος πέλε, χάρμα δ’ Ἀχαιοῖς.

### book 14.180.4

Κύσσε δέ οἱ δειρὴν καὶ φάεα μαρμαίροντα

### book 14.180.5

ἀσπασίως καὶ τοῖα παρηγορέων προσέειπε·

### book 14.185.1

«Χαῖρε, τέκος, καὶ μή τι δαΐζεο πένθεϊ θυμὸν

### book 14.185.2

εἵνεκ’ ἐμεῖο θανόντος, ἐπεὶ μακάρεσσι θεοῖσιν

### book 14.185.3

ἤδη ὁμέστιός εἰμι· σὺ δ’ ἴσχεο τειρόμενος κῆρ

### book 14.185.4

ἀμφ’ ἐμέθεν, καὶ κάρτος ἄδην ἐμὸν ἔνθεο θυμῷ.

### book 14.185.5

Αἰεὶ δ’ Ἀργείων πρόμος ἵστασο μηδενὶ εἴκων

### book 14.190.1

ἠνορέῃ· ἀγορῇ δὲ παλαιοτέροισι βροτοῖσι

### book 14.190.2

πείθεο· καί νύ σε πάντες ἐύφρονα μυθήσονται.

### book 14.190.3

Τῖε δ’ ἀμύμονας ἄνδρας ὅσοις νόος ἔμπεδός ἐστιν·

### book 14.190.4

ἐσθλῷ γὰρ φίλος ἐσθλὸς ἀνήρ, χαλεπῷ δ’ ἀλεγεινός.

### book 14

Ἢν δ’ ἀγαθὰ φρονέῃς, ἀγαθῶν καὶ τεύξεαι ἔργων.

### book 14.195.1

Κεῖνος δ’ οὔ ποτ’ ἀνὴρ Ἀρετῆς ἐπὶ τέρμαθ’ ἵκανεν

### book 14.195.2

ᾧ τινι μὴ νόος ἐστὶν ἐναίσιμος· οὕνεκ’ ἄρ’ αὐτῆς

### book 14.195.3

πρέμνον δύσβατόν ἐστι, μακροὶ δέ οἱ ἄχρις ἐπ’ αἴθρῃ

### book 14.195.4

ὄζοι ἀνηέξη〈ν〉θ’· ὁπόσοισι δὲ κάρτος ὀπηδεῖ

### book 14.195.5

καὶ πόνος, ἐκ καμάτου πολυγηθέα καρπὸν ἀμῶνται

### book 14.1

εἰς Ἀρετῆς ἀναβάντες ἐυστεφάνου κλυτὸν ἔρνος.

### book 14.2

Ἀλλ’ ἄγε κύδιμος ἔσσο. Καὶ ἐν φρεσὶ πευκαλίμῃσι

### book 14.3

μήτ’ ἐπὶ πήματι πάγχυ δαΐζεο θυμὸν ἀνίῃ,

### book 14.4

μήτ’ ἐσθλῷ μέγα χαῖρε. Νόος δέ τοι ἤπιος ἔστω

### book 14.5

ἔς τε φίλους ἑτάρους ἔς θ’ υἱέας ἔς τε γυναῖκας

### book 14.205.1

μνωομένῳ κατὰ θυμὸν ὅτι σχεδὸν ἀνθρώποισιν

### book 14.205.2

οὐλομένοιο Μόροιο πύλαι καὶ δώματα νεκρῶν·

### book 14.205.3

ἀνδρῶν γὰρ γένος ἐστὶν ὁμοίιον ἄνθεσι ποίης,

### book 14.205.4

ἄνθεσιν εἰαρινοῖσι· τὰ μὲν φθινύθει, τὰ δ’ ἀέξει·

### book 14.205.5

τοὔνεκα μείλιχος ἔσσο. Καὶ Ἀργείοισιν ἔνισπε,

### book 14.210.1

Ἀτρείδῃ δὲ μάλιστ’ Ἀγαμέμνονι· εἴ γέ τι θυμῷ

### book 14.210.2

μέμνηνθ’ ὅσς’ ἐμόγησα περὶ Πριάμοιο πόληα

### book 14.210.3

ἠδ’ ὅσα ληισάμην πρὶν Τρώιον οὖδας ἱκέσθαι,

### book 14.210.4

τῶ μοι νῦν ποτὶ τύμβον ἐελδομένῳ περ ἀγόντων

### book 14.210.5

ληίδος ἐκ Πριάμοιο Πολυξείνην εὔπεπλον,

### book 14.215.1

ὄφρα θοῶς ῥέξωσιν, ἐπεί σφισι χώομαι ἔμπης

### book 14.215.2

μᾶλλον ἔτ’ ἢ τὸ πάρος Βρισηίδος· ἀμφὶ δ’ ἄρ’ οἶδμα

### book 14.215.3

κινήσω πόντοιο, βαλῶ δ’ ἐπὶ χείματι χεῖμα,

### book 14.1

ὄφρα καταφθινύθοντες ἀτασθαλίῃσιν ἑῇσι

### book 14.2

μίμνως’ ἐνθάδε πολλὸν ἐπὶ χρόνον, εἰς ὅ κ’ ἔμοιγε

### book 14.220.1

λοιβὰς ἀμφιχέωνται ἐελδόμενοι μέγα νόστου·

### book 14.220.2

αὐτὴν δ’, εἴ κ’ ἐθέλωσιν, ἐπὴν ἀπὸ θυμὸν ἕλωνται,

### book 14.220.3

κούρην ταρχύσασθαι ἀπόπροθεν οὔ τι μεγαίρω.»

### book 14.220.4

Ὣς εἰπὼν ἀπόρουσε θοῇ ἐναλίγκιος αὔρῃ·

### book 14.220.5

αἶψα δ’ ἐς Ἠλύσιον πεδίον 〈κίεν〉, ἧχι τέτυκται

### book 14.225.1

οὐρανοῦ ἐξ ὑπάτοιο καταιβασίη ἄνοδός τε

### book 14.225.2

ἀθανάτοις μακάρεσσιν. Ὃ δ’, ὁππότε μιν λίπεν ὕπνος,

### book 14.225.3

μνήσατο πατρὸς ἑοῖο, νόος δέ οἱ ἠὺς ἰάνθη.

### book 14.225.4

Ἀλλ’ ὅτ’ ἐς οὐρανὸν εὐρὺν ἀνήιεν Ἠριγένεια

### book 14.225.5

νύκτα διασκεδάσασα, φάνη δ’ ἄρα γαῖα καὶ αἰθήρ,

### book 14.230.1

δὴ τότ’ Ἀχαιῶν υἷες ἀπ’ ἐκ λεχέων ἀνόρουσαν

### book 14.230.2

ἱέμενοι νόστοιο. Νέας δ’ ἐς βένθεα πόντου

### book 14.230.3

εἷλκον καγχαλόωντες ἀνὰ φρένας, εἰ μὴ ἄρ’ αὐτοὺς

### book 14.230.4

ἐσσυμένους κατέρυκεν Ἀχιλλέος ὄβριμος υἱός,

### book 14.230.5

εἰς ἀγορήν τ’ ἐκάλεσσε καὶ ἔκφατο πατρὸς ἐφετμήν·

### book 14.235.1

«Κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων,

### book 14.235.2

πατρὸς ἐφημοσύνην ἐρικυδέος ἥν μοι ἔνισπε

### book 14.235.3

χθιζὸς ἐνὶ λεχέεσσι διὰ κνέφας ὑπνώοντι·

### book 14.235.4

φῆ γὰρ ἀειγενέεσσι μετέμμεναι ἀθανάτοισιν.

### book 14.235.5

Ἠνώγει δ’ ὑμέας τε καὶ Ἀτρείδην βασιλῆα,

### book 14.240.1

ὄφρά οἱ ἐκ πολέμοιο γέρας περικαλλὲς ἄροιτε

### book 14.240.2

τύμβον ἐπ’ εὐρώεντα Πολυξείνην εὔπεπλον·

### book 14.240.3

καί μιν ἔφη ῥέξαντας ἀπόπροθι ταρχύσασθαι.

### book 14.240.4

Εἰ δέ οἱ οὐκ ἀλέγοντες ἐπιπλώοιτε θάλασσαν,

### book 14

ἠπείλει κατὰ πόντον ἐναντία κύματ’ ἀείρας

### book 14.245.1

λαὸν ὁμῶς νήεσσι πολὺν χρόνον ἐνθάδ’ ἐρύξειν.»

### book 14.245.2

Ὣς φαμένοιο πίθοντο καὶ ὡς θεῷ εὐχετόωντο.

### book 14.245.3

Καὶ γὰρ δὴ κατὰ βένθος ἀέξετο κῦμα θυέλλῃ

### book 14.245.4

εὐρύτερον καὶ μᾶλλον ἐπήτριμον ἢ πάρος ἦεν,

### book 14.245.5

μαινομένον ἀνέμοιο· μέγα〈σ〉 δ’ ὀροθύνετο πόντος

### book 14.1

χερσὶ Ποσειδάωνος· ὃ γὰρ κρατερῷ Ἀχιλῆι

### book 14.2

ἦρα φέρεν· πᾶσαι δὲ θοῶς ἐνόρουσαν ἄελλαι

### book 14.3

ἐς πέλαγος. Δαναοὶ δὲ μέγ’ εὐχόμενοι Ἀχιλῆι

### book 14.4

πάντες ὁμῶς μάλα τοῖα πρὸς ἀλλήλους ὀάριζον·

### book 14.5

«Ἀτρεκέως γενεὴ μεγάλου Διὸς ἦεν Ἀχιλλεύς·

### book 14.255.1

τῶ καὶ νῦν θεός ἐστι, καὶ εἰ πάρος ἔσκε μεθ’ ἡμῖν.

### book 14.255.2

Οὐ γὰρ ἀμαλδύνει μακάρων γένος ἄμβροτος Αἰών.»

### book 14.255.3

Ὣς φάμενοι ποτὶ τύμβον Ἀχιλλέος ἀπονέοντο.

### book 14.255.4

Τὴν δ’ ἄγον, ἠύτε πόρτιν ἐς 〈ἀ〉θανάτοιο θυηλὰς

### book 14.255.5

μητρὸς ἀπειρύσσαντες ἐνὶ ξυλόχοισι βοτῆρες,

### book 14.260.1

ἣ δ’ ἄρα μακρὰ βοῶσα κινύρεται ἀχνυμένη κῆρ·

### book 14.260.2

ὣς τῆμος Πριάμοιο πάις περικωκύεσκε

### book 14.260.3

δυσμενέων ἐν χερσίν. Ἄδην δέ οἱ ἔκχυτο δάκρυ·

### book 14.260.4

ὡς δ’ ὁπότε βριαρῇ ὑπὸ χερμάδι καρπὸς ἐλαίης

### book 14.260.5

οὔ πω χειμερίῃσι μελαινόμενος ψεκάδεσσι

### book 14.265.1

χεύῃ πολλὸν ἄλειφα, περιτρίζωσι δὲ μακρὰ

### book 14.265.2

ἁρμοὶ ὑπὸ σπάρτοισι βιαζομένων αἰζηῶν·

### book 14.265.3

ὣς ἄρα καὶ Πριάμοιο πολυτλήτοιο θυγατρὸς

### book 14.1

ἑλκομένης ποτὶ τύμβον ἀμειλίκτου Ἀχιλῆος

### book 14.2

αἰνὸν ὁμῶς στοναχῇσι κατὰ βλεφάρων ῥέε δάκρυ·

### book 14.270.1

καί οἱ κόλπος ἔνερθεν ἐπλήθετο, δεύετο δὲ χρὼς

### book 14.270.2

ἀτρεκέως ἀτάλαντος ἐυκτεάνῳ ἐλέφαντι.

### book 14.270.3

Καὶ τότε λευγαλέοις ἐπὶ πένθεσι κύντερον ἄλγος

### book 14.270.4

τλήμονος ἐς κραδίην Ἑκάβης πέσεν· ἐν δέ οἱ ἦτορ

### book 14.270.5

μνήσατ’ ὀιζυροῖο καὶ ἀλγινόεντος ὀνείρου

### book 14.275.1

τόν ῥ’ ἴδεν ὑπνώουσα παροιχομένῃ ἐνὶ νυκτί·

### book 14.275.2

ἦ γὰρ ὀίετο τύμβον ἐπ’ ἀντιθέου Ἀχιλῆος

### book 14.275.3

ἑστάμεναι γοόωσα· κόμαι δέ οἱ ἄχρις ἐπ’ οὖδας

### book 14.275.4

ἐκ κεφαλῆς ἐκέχυντο, καὶ ἀμφοτέρων ἀπὸ μαζῶν

### book 14.275.5

ἔρρεε φοίνιον αἷμα ποτὶ χθόνα, δεῦε δὲ σῆμα.

### book 14.280.1

Τοῦ πέρι δειμαίνουσα καὶ ὀσσομένη μέγα πῆμα

### book 14.280.2

οἰκτρὸν ἀνοιμώζεσκε, γόῳ δ’ ἐπὶ μακρὸν ἀύτει.

### book 14.280.3

Εὖτε κύων προπάροιθε κινυρομένη μεγάροιο

### book 14.280.4

μακρὸν ὑλαγμὸν ἵησι, νέον σπαργεῦσα γάλακτι,

### book 14.280.5

τῆς ἄπο νήπια τέκνα πάρος φάος εἰσοράασθαι

### book 14.285.1

νόσφι βάλωσιν ἄνακτες ἕλωρ ἔμεν οἰωνοῖσιν,

### book 14.285.2

ἣ δ’ ὁτὲ μέν θ’ ὑλακῇσι κινύρεται, ἄλλοτε δ’ αὖτε

### book 14.285.3

ὠρυθμῷ, στυγερὴ δὲ δι’ ἠέρος ἔσσυτ’ ἀυτή·

### book 14.285.4

ὣς Ἑκάβη γοόωσα μέγ’ ἴαχεν ἀμφὶ θυγατρί·

### book 14.285.5

«Ὤ μοι ἐγώ, τί νυ πρῶτα, τί δ’ ὕστατον ἀχνυμένη κῆρ

### book 14.290

κωκύσω πολέεσσι περιπλήθουσα κακοῖσιν,

### book 14.1

υἱέας ἢ πόσιν αἰνὰ καὶ οὐκ ἐπίολπα παθόντας,

### book 14.2

ἢ πόλιν ἠὲ θύγατρας ἀδευκέας ἢ ἐμὸν αὐτῆς

### book 14.3

ἦμαρ ἀναγκαῖον ἢ δούλιον; Οὕνεκα Κῆρες

### book 14.4

σμερδαλέαι πολέεσσί μ’ ἐνειλήσαντο κακοῖσι.

### book 14.295.1

Τέκνον ἐμόν, σοὶ δ’ αἰνὰ καὶ οὐκ ἐπίολπα καὶ αὐτῇ

### book 14.295.2

ἄλγε’ ἐπεκλώσαντο· γάμου δ’ ἀπὸ νόσφι βάλοντο

### book 14.295.3

ἐγγὺς ἐόνθ’ Ὑμέναιον, ἐπεκρήναντο δ’ ὄλεθρον

### book 14.295.4

ἄσχετον ἀργαλέον τε καὶ οὐ φατόν· ἦ γὰρ Ἀχιλλεὺς

### book 14.295.5

καὶ νέκυς ἡμετέρῳ ἔτ’ ἰαίνεται αἵματι θυμόν.

### book 14.1

Ὥς μ’ ὄφελον μετὰ σεῖο, φίλον τέκος, ἤματι τῷδε

### book 14.2

γαῖα χανοῦσα κάλυψε πάρος σέο πότμον ἰδέσθαι.»

### book 14.3

Ὣς φαμένης ἄλληκτα κατὰ βλεφάρων ἐχέοντο

### book 14.4

δάκρυα· λευγαλέον γὰρ ἔχεν μετὰ πένθε〈σ〉ι πένθος.

### book 14.5

Οἳ δ’ ὅτ’ ἔβαν ποτὶ τύμβον Ἀχιλλῆος ζαθέοιο,

### book 14.305.1

δὴ τότε οἱ φίλος υἱὸς ἐρυσσάμενος θοὸν ἆορ

### book 14.305.2

σκαιῇ μὲν κούρην κατερήτυε, δεξιτερῇ δὲ

### book 14.305.3

τύμβῳ ἐπιψαύων τοῖον ποτὶ μῦθον ἔειπε·

### book 14.305.4

«Κλῦθι, πάτερ, σέο παιδὸς ἐπευχομένοιο καὶ ἄλλων

### book 14.305.5

Ἀργείων μηδ’ ἧμιν ἔτ’ ἀργαλέως χαλέπαινε·

### book 14.310.1

ἤδη γάρ τοι πάντα τελέσσομεν ὅσσα μενοινᾷς

### book 14.310.2

σῇσιν ἐνὶ πραπίδεσσι· σὺ δ’ ἵλαος ἄμμι γένοιο

### book 14.310.3

τεύξας εὐχομένοισι θοῶς θυμηδέα νόστον.»

### book 14.310.4

Ὣς εἰπὼν κούρης διὰ λοίγιον ἤλασεν ἆορ

### book 14

λαυκανίης· τὴν δ’ αἶψα λίπεν πολυήρατος αἰὼν

### book 14.315.1

οἰκτρὸν ἀνοιμώξασαν ἐφ’ ὑστατίῃ βιότοιο.

### book 14.315.2

Καί ῥ’ ἣ μὲν πρηνὴς χαμάδις πέσε· τῆς δ’ ὑπὸ δειρὴ

### book 14.315.3

φοινίχθη περὶ πάντα, χιὼν ὣς ἥ τ’ ἐν ὄρεσσιν

### book 14.315.4

ἢ συὸς ἢ ἄρκτοιο κατουταμένης ὑπ’ ἄκοντι

### book 14.315.5

αἵματι 〈πορ〉φύροντι θοῶς ἐρυθαίνεθ’ ὕπερθεν.

### book 14.320.1

Ἀργεῖοι δέ μιν αἶψα δόσαν ποτὶ ἄστυ φέρεσθαι

### book 14.320.2

ἐς δόμον ἀντιθέου Ἀντήνορος, οὕνεκ’ ἄρ’ αὐτὴν

### book 14.320.3

κεῖνος ἐνὶ Τρώεσσιν ἑῷ πάρος υἱέι δίῳ

### book 14.320.4

Εὐρυμάχῳ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἄκοιτιν.

### book 14.320.5

Ὃς δ’ ἐπεὶ οὖν τάρχυσε κλυτὴν Πριάμοιο θύγατρα

### book 14.325.1

ἐγγὺς ἑοῖο δόμοιο, παραὶ Γανυμήδεος ἱρὰ

### book 14.325.2

δώματα καὶ νηοῖο καταντίον Ἀτρυτώνης,

### book 14.325.3

δὴ τότε παύσατο κῦμα, κατευνήθη δὲ θύελλα

### book 14.325.4

σμερδαλέη, καὶ χεῦμα κατεπρήυνε γαλήνη.

### book 14.325.5

Οἳ δὲ θοῶς ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες,

### book 14.330.1

μέλποντες μακάρων ἱερὸν γένος ἠδ’ Ἀχιλῆα.

### book 14.330.2

Αἶψα δὲ δαῖτ’ ἐπάσαντο βοῶν ἀπὸ μῆρα ταμόντες

### book 14.330.3

ἀθανάτοις· ἐρατὴ δὲ θυηπολίη πέλε πάντῃ·

### book 14.330.4

οἳ δέ που ἀργυρέοισι καὶ ἐν χρυσέοισ〈ι〉 κυπέλλοις

### book 14.330.5

πῖνον ἀφυσσάμενοι λαρὸν μέθυ· γήθεε δέ σφι

### book 14.335.1

θυμὸς ἐελδομένων σφετέρην ἐπὶ γαῖαν ἱκέσθαι.

### book 14.335.2

Ἀλλ’ ὅτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο,

### book 14.335.3

δὴ τότε Νηλέος υἱὸς ἐελδομένοισιν ἔειπε·

### book 14.335.4

«Κλῦτε, φίλοι, πολέμοιο μακρὴν 〈προ〉φυγόντες ὁμο‐

### book 14.338.1

κλήν,

### book 14.338.2

ὄφρα λιλαιομένοισιν ἔπος θυμηδὲς ἐνίσπω·

### book 14.340.1

ἤδη γὰρ νόστοιο πέλει θυμηδέος ὥρη.

### book 14.340.2

Ἀλλ’ ἴομεν· δὴ γάρ που Ἀχιλλέος ὄβριμον ἦτορ

### book 14.340.3

παύσατ’ ὀιζυροῖο χόλου, κατέρυξε δὲ κῦμα

### book 14.340.4

ὄβριμον Ἐννοσίγαιος· ἐπιπνείουσι δ’ ἀῆται

### book 14.340.5

μείλιχοι οὐδ’ ἔτι κῦμα κορύσσεται. Ἀλλ’ ἄγε νῆας

### book 14.345.1

εἰς ἁλὸς οἶδμ’ ἐρύσαντες ἀναμνησώμεθα νόστου.»

### book 14.345.2

Ὣς φάτ’ ἐελδομένο〈ι〉ς, οἳ δ’ ἐς πλόον ἐντύνοντο.

### book 14.345.3

Ἔνθα τέρας θηητὸν ἐπιχθονίοισι φαάνθη,

### book 14.345.4

οὕνεκα δὴ Πριάμοιο δάμαρ πολυδακρύτοιο

### book 14.345.5

ἐκ βροτοῦ ἀλγινόεσσα κύων γένετ’· ἀμφὶ δὲ λαοὶ

### book 14.1

θάμβεον ἀγρόμενοι· τῆς δ’ ἅψεα λάινα πάντα

### book 14.2

θῆκε θεός, μέγα θαῦμα καὶ ἐσσομένοισι βροτοῖσι.

### book 14.3

Καὶ τὴν μὲν Κάλχαντος ὑπ’ ἐννεσίῃσιν Ἀχαιοὶ

### book 14.4

νηὸς ἐπ’ ὠκυπόροιο πέραν θέσαν Ἑλλησπόντου·

### book 14.5

καρπαλίμως δ’ ἄρα νῆας ἔσω ἁλὸς εἰρύσσαντες

### book 14.355.1

κτήματα πάντ’ ἐβάλονθ’ ὁπός’ Ἴλιον εἰσανιόντες

### book 14.355.2

ληίσσαντο πάροιθε περικτίονας δαμάσαντες

### book 14.355.3

ἠδ’ ὁπός’ ἐξ αὐτῆς ἄγον Ἰλίου, οἷσι μάλιστα

### book 14.355.4

γήθεον, οὕνεκ’ ἔσαν μάλα μυρία· τοῖς 〈δ’〉 ἅμα πολλαὶ

### book 14.355.5

ληι〈ά〉δες συνέποντο μάλ’ ἀχνύμεναι κατὰ θυμόν.

### book 14.360.1

Αὐτοὶ δ’ ἐντὸς ἵκοντο νεῶν· ἀλλ’ οὔ σφισι Κάλχας

### book 14.360.2

ἕσπετ’ ἐπειγομένοισιν ἔσω ἁλός, ἀλλὰ καὶ ἄλλους

### book 14.360.3

Ἀργείους κατέρυκε· Καφηρίσι γὰρ περὶ πέτραις

### book 14.360.4

δείδιεν αἰνὸν ὄλεθρον ἐπεσσύμενον Δαναοῖσιν.

### book 14

Οἳ δέ οἱ οὔ τι πίθοντο· παρήπαφε γὰρ νόον ἀνδρῶν

### book 14.365.1

Αἶσα κακή. Μοῦνος δὲ θεοπροπίας εὖ εἰδὼς

### book 14.365.2

Ἀμφίλοχος θοὸς υἱὸς ἀμύμονος Ἀμφιαράου

### book 14.365.3

μίμνεν ὁμῶς Κάλχαντι περίφρονι· τοῖσι γὰρ ἦεν

### book 14.365.4

αἴσιμον ἀμφοτέροισιν ἑῆς ἀπὸ τηλόθι γαίης

### book 14.365.5

Παμφύλων Κιλίκων 〈τε〉 ποτὶ πτολίεθρα νέεσθαι.

### book 14.370.1

Ἀλλὰ τὰ μὲν μετόπισθε θεοὶ θέσαν· αὐτὰρ Ἀχαιοὶ

### book 14.370.2

νηῶν πείσματ’ ἔλυσαν ἀπὸ χθονὸς ἠδὲ καὶ εὐνὰς

### book 14.370.3

ἐσσυμένως ἀνάειραν. Ἐπίαχε δ’ Ἑλλήσποντος

### book 14.370.4

σπερχομένων· νῆες δὲ περικλύζοντο θαλάσσῃ.

### book 14.370.5

Ἀμφὶ δ’ ἄρά σφισι πολλὰ περὶ πρῴρῃσιν ἔκειτο

### book 14.375.1

ἔντε’ ἀποκταμένων· καθύπερθε δὲ σήματα νίκης

### book 14.375.2

μυρί’ ἀπῃώρηντο· κατεστέψαντο δὲ νῆας

### book 14.375.3

καὶ κεφαλὰς καὶ δοῦρα καὶ ἀσπίδας ᾗσι μάχοντο

### book 14.375.4

ἀντία δυσμενέων. Ἀπὸ δὲ πρῴρηθεν ἄνακτες

### book 14.375.5

εἰς ἅλα κυανέην λεῖβον μέθυ πολλὰ θεοῖσιν

### book 14.380.1

εὐχόμενοι μακάρεσσιν ἀκηδέα νόστον ὀπάσσαι.

### book 14.380.2

Εὐχωλαὶ δ’ ἀνέμοισι μίγεν καὶ ἀπόπροθι νηῶν

### book 14.380.3

μαψιδίως νεφέεσσι καὶ ἠέρι συμφορέοντο.

### book 14.380.4

Αἳ δ’ ἄρα παπταίνεσκον ἐς Ἴλιον ἀχνύμεναι κῆρ

### book 14.380.5

ληιάδες καὶ πολλὰ κινυρόμεναι γοάασκον

### book 14.385.1

κρύβδην Ἀργείων μέγ’ ἐνὶ φρεσὶ πένθος ἔχουσαι.

### book 14.385.2

Καί ῥ’ αἳ μὲν περὶ γούνατ’ ἔχον χέρας, αἳ δὲ μέτωπα

### book 14.386a

χερσὶν ἐπηρείδοντο δυσάμμοροι· αἳ δ’ ἄρα τέκνα

### book 14.387

ἄμπεχον ἀγκοίνῃσι· τὰ δ’ οὔ πω δούλιον ἦμαρ

### book 14.1

ἔστενον, οὐδὲ πάτρης ἐπὶ πήμασιν, ἀλλ’ ἐπὶ μαζῷ

### book 14.2

θυμὸν ἔχον· κηδέων γὰρ ἀπόπροθι νήπιον ἦτορ.

### book 14.390.1

Πάσῃσι〈ν〉 δ’ ἐλέλυντο κόμαι καὶ στήθεα λυγρὰ

### book 14.390.2

ἀμφ’ ὀνύχεσσι δέδρυπτο· παρειῇσι〈ν〉 δ’ ἔτι δάκρυ

### book 14.390.3

αὐαλέον περίκειτο, κατείβετο δ’ ἄλλ’ ἐφύπερθε

### book 14.390.4

πυκνὸν ἀπὸ βλεφάρων. Δέρκοντο δὲ τλήμονα πάτρην

### book 14.390.5

αἰθομένην ἔτι πάγχυ, πολὺν δ’ ἀνὰ καπνὸν ἰόντα.

### book 14.395.1

Ἀμφὶ δὲ Κασσάνδρην ἐρικυδέα παπταίνουσαι

### book 14.395.2

πᾶσαί μιν θηεῦντο θεοπροπίης ἀλεγεινῆς

### book 14.395.3

μνωόμεναι· ἣ δέ σφιν ἐπεγγελάασκε γοώσαις

### book 14.395.4

καί περ ἀκηχεμένη στυγεροῖς ἐπὶ πήμασι πάτρης.

### book 14.395.5

Τρώων δ’ ὅσσοι ἄλυξαν ἀνηλέος ἐκ πολέμοιο,

### book 14.1

ἀγρόμενοι κατὰ ἄστυ περὶ νέκυας πονέοντο

### book 14.2

θαπτέμεναι μεμαῶτες· ἄγεν δ’ ἀλεγεινὸν ἐς ἔργον

### book 14.3

Ἀντήνωρ· αὐτοὶ δὲ πυρὴν πολέεσσι τίθεντο.

### book 14.4

Ἀργεῖοι δ’ ἄλληκτον ἐνὶ φρεσὶ καγχαλόωντες

### book 14.5

ἄλλοτε μὲν κώπῃσι διέπρησσον μέλαν ὕδωρ,

### book 14.405.1

ἄλλοτε δ’ ἱστία νηυσὶ μεμαότες ἐντύνοντο

### book 14.405.2

ἐσσυμένως. Ὀπίσω δὲ θοῶς ἀπελείπετο πᾶσα

### book 14.405.3

Δαρδανίη καὶ τύμβος Ἀχιλλέος· οἳ δ’ ἀνὰ θυμὸν

### book 14.405.4

καί περ ἰαινόμενοι κταμένων μνησθέντες ἑταίρων

### book 14.405.5

ἀργαλέως ἀκάχοντο καὶ ἀλλοδαπῶν ἐπὶ γαῖαν

### book 14.410.1

ὄσσε βάλον〈θ’〉· ἣ δέ σφιν ἐφαίνετο τηλόθι νηῶν

### book 14.410.2

χαζομένη. Τοὶ δ’ αἶψα παρ’ ἀγχιάλοιο φέροντο

### book 14.410.3

ῥηγμῖνας Τενέδοιο, παρημείβοντο δὲ Χρῦσαν

### book 14.1

καὶ Φοίβου Σμινθῆος ἕδος ζαθέοιό τε Κίλλης·

### book 14.2

Λέσβος δ’ ἠνεμόεσς’ ἀνεφαίνετο· κάμπτετο δ’ ἄκρη

### book 14.415.1

ἐσσυμένως Λεκτοῖο, τόθι ῥίον ὕστατον Ἴδης.

### book 14.415.2

Λαίφεα δὲ πρησθέντα περίαχεν· ἀμφὶ δὲ πρῴραις

### book 14.415.3

ἔβραχεν οἶδμα κελαινόν· ἐπεσκιόωντο δὲ μακρὰ

### book 14.415.4

κύματα· λευκαίνοντο δ’ ὑπὲρ πόντοιο κέλευθοι.

### book 14.415.5

Καί νύ κεν Ἀργεῖοι κίον Ἑλλάδος ἱερὸν οὖδας

### book 14.420.1

πάντες ἁλὸς κατὰ βένθος ἀκηδέες, εἰ μὴ ἄρά σφι

### book 14.420.2

κούρη ἐριγδούποιο Διὸς νεμέσησεν Ἀθήνη.

### book 14.420.3

Καί ῥ’ ὁπότ’ Εὐβοίης σχεδὸν ἤλυθον ἠνεμοέσσης,

### book 14.420.4

δὴ τότε μητιόωσα βαρὺν καὶ ἀνηλέα πότμον

### book 14.420.5

ἀμφὶ Λοκρῶν βασιλῆι καὶ ἄσχετον ἀσχαλόωσα

### book 14.425.1

Ζηνὶ θεῶν μεδέοντι παρισταμένη φάτο μῦθον

### book 14.425.2

ἀθανάτων ἀπάνευθε· χόλον δέ οἱ οὐ χάδε θυμός·

### book 14.425.3

«Ζεῦ πάτερ, οὐκέτ’ ἀνεκτὰ θεοῖς ἐπιμηχανόωνται

### book 14.425.4

ἀνέρες, οὐκ ἀλέγοντες ἀνὰ φρένας οὔτε σεῦ αὐτοῦ

### book 14.425.5

οὔτ’ ἄλλων μακάρων, ἐπεὶ ἦ τίσις οὐκέτ’ ὀπηδεῖ

### book 14.430.1

ἀνδράσι λευγαλέοισι, κακοῦ δ’ ἄρα πολλάκις ἐσθλὸς

### book 14.430.2

συμφέρετ’ ἄλγεσι μᾶλλον, ἔχει δ’ ἄλληκτον ὀιζύν.

### book 14.430.3

Τοὔνεκ’ ἄρ’ οὔτε δίκην τις ἔθ’ ἅζεται, οὐδέ τις αἰδὼς

### book 14.430.4

ἔστι παρ’ ἀνθρώποισιν. Ἔγωγε μὲν οὔτ’ ἐν Ὀλύμπῳ

### book 14.430.5

ἔσσομαι οὔτ’ ἔτι σεῖο κεκλήσομαι, εἰ μὴ Ἀχαιῶν

### book 14.435.1

τίσομ’ ἀτασθαλίην, ἐπεὶ ἦ νύ μοι ἔνδοθι νηοῦ

### book 14.435.2

υἱὸς Ὀιλῆος μέγ’ ἐνήλιτεν, οὐδ’ ἐλέαιρε

### book 14.435.3

Κασσάνδρην ὀρέγουσαν ἀκηδέας εἰς ἐμὲ χεῖρας

### book 14.435.4

πολλάκις, οὐδ’ ἔδδεισεν ἐμὸν μένος, οὐδέ τι θυμῷ

### book 14

ᾐδέσατ’ ἀθανάτην, ἀλλ’ ἄσχετον ἔργον ἔρεξε.

### book 14.440.1

Τῶ νύ μοι ἀμβροσίῃσι περὶ φρεσὶ μή τι μεγήρῃς

### book 14.440.2

ῥέξαι ὅπως μοι θυμὸς ἐέλδεται, ὄφρα καὶ ἄλλοι

### book 14.440.3

αἰζηοὶ τρομέωσι θεῶν ἀρίδηλον ὁμοκλήν.»

### book 14.440.4

Ὣς φαμένην προσέειπε 〈πατὴρ〉 ἀγανοῖς ἐπέεσσιν·

### book 14.440.5

«Ὦ τέκος, οὔ τοι ἔγωγ’ ἀνθίσταμαι εἵνεκ’ Ἀχαιῶν,

### book 14.445.1

ἀλλὰ καὶ ἔντεα πάντα, τά μοι πάρος ἦρα φέροντες

### book 14.445.2

χερσὶν ὑπ’ ἀκαμάτοισιν ἐτεκτήναντο Κύκλωπες,

### book 14.445.3

δώσω ἐελδομένῃ· σὺ δὲ σῷ κρατερόφρονι θυμῷ

### book 14.445.4

αὐτὴ χεῖμ’ ἀλεγεινὸν ἐπ’ Ἀργείοισιν ὄρινον.»

### book 14.445.5

Ὣς εἰπὼν στεροπήν τε θοὴν ὀλοόν τε κεραυνὸν

### book 14.1

καὶ βροντὴν στονόεσσαν ἀταρβέος ἀγχόθι κούρης

### book 14.2

θήκατο· τῆς δ’ ἄρα θυμὸς ὑπὸ κραδίῃ μέγ’ ἰάνθη.

### book 14.3

Αὐτίκα δ’ αἰγίδα θοῦριν ἐδύσετο παμφανόωσαν,

### book 14.4

ἄρρηκτον βριαρήν τε καὶ ἀθανάτοισιν ἀγητήν·

### book 14.5

ἐν γάρ οἱ πεπόνητο κάρη βλοσυροῖο Μεδούσης

### book 14.455.1

σμερδαλέον· κρατεροὶ δὲ καὶ ἀκαμάτου πυρὸς ὁρμὴν

### book 14.455.2

λάβρον ἀποπνείοντες ἔσαν καθύπερθε δράκοντες.

### book 14.455.3

Ἔβραχε δ’ αἰγὶς ἅπασα περὶ στήθεσσιν ἀνάσσης,

### book 14.455.4

οἷον ὅτε στεροπῇσιν ἐπιβρέμει ἄσπετος αἰθήρ.

### book 14.455.5

Λάζετο δ’ ἔντεα πατρὸς ἅ περ θεὸς οὔ τις ἀείρει

### book 14.460.1

νόσφι Διὸς μεγάλοιο· τίναξε δὲ μακρὸν Ὄλυμπον,

### book 14.460.2

σὺν δ’ ἔχεεν νεφέλας τε καὶ ἠέρα πᾶσαν ὕπερθε·

### book 14.460.3

νὺξ 〈δ’〉 ἐχύθη περὶ γαῖαν, ἐπήχλυσεν δὲ θάλασσα·

### book 14.1

Ζεὺς δὲ μέγ’ εἰσορόων 〈ἐπ〉ετέρπετο. Κίνυτο δ’ εὐρὺς

### book 14.2

οὐρανὸς ἀμφὶ πόδεσσι θεῆς· περὶ δ’ ἔβραχεν αἰθήρ,

### book 14.465.1

ὡς Διὸς ἀκαμάτοιο ποτὶ κλόνον ἐμμεμαῶτος.

### book 14.465.2

Ἣ δ’ ἄφαρ ἠερόεντος ὑπὲρ πόντοιο φέρεσθαι

### book 14.465.3

οὐρανόθεν προέηκεν ἐς Αἴολον ἄμβροτον Ἶριν,

### book 14.465.4

ὄφρ’ Ἀνέμους ἅμα πάντας ἐπιβρίσαντας ἰάλλῃ

### book 14.465.5

ἐλθέμεναι κραναοῖο Καφηρέος ἔγγυθεν ἄκρων

### book 14.470.1

νωλεμέως χριμφθέντας ἀνοιδῆναί τε θάλασσαν

### book 14.470.2

λευγαλέῃς ῥιπῇσι μεμηνότας. Ἣ δ’ ἀίουσα

### book 14.470.3

ἐσσυμένως οἴμησε περιγναμφθεῖσα νέφεσσι·

### book 14.470.4

φαίης κεν πῦρ ἔμμεν ἅμ’ ἠέρι καὶ μέλαν ὕδωρ.

### book 14.470.5

Ἵκετο δ’ Αἰολίην, Ἀνέμων ὅθι λάβρον ἀέντων

### book 14.475.1

ἄντρα πέλει στυφελῇσιν ἀρηρέμεν’ ἀμφὶ πέτρῃσι

### book 14.475.2

κοῖλα καὶ ἠχήεντα· δόμοι δ’ ἄγχιστα πέλονται

### book 14.475.3

Αἰόλου Ἱπποτάδαο. Κίχεν δέ μιν ἔνδον ἐόντα

### book 14.475.4

σύν τ’ ἀλόχῳ καὶ παισὶ δυώδεκα· καί οἱ ἔειπεν

### book 14.475.5

ὁππός’ Ἀθηναίη Δαναῶν ἐπεμήδετο νόστῳ.

### book 14.480.1

Αὐτὰρ ὅ γ’ οὐκ ἀπίθησε, μολὼν δ’ ἔκτοσθε μελάθρων

### book 14.480.2

χερσὶν ὑπ’ ἀκαμάτοισιν ὄρος μέγα τύψε τριαίνῃ,

### book 14.480.3

ἔνθ’ Ἄνεμοι κελαδεινὰ δυσηχέες ηὐλίζοντο

### book 14.480.4

ἐν κενεῷ κευθμῶνι, περίαχε δ’ αἰὲν ἰωὴ

### book 14

βρυχομένων ἀλεγεινά. Βίῃ δ’ ἔρρηξε κολώνην·

### book 14.485.1

οἳ δ’ ἄφαρ ἐξεχέοντο· κέλευσε δὲ πάντας ἐρεμνὴν

### book 14.485.2

λαίλαπα συμφορέοντας ἀήμεναι, ὄφρ’ ἀλεγεινὸν

### book 14.485.3

ὀρνυμένης ἁλὸς οἶδμα Καφηρέος ἄκρα καλύψῃ.

### book 14.485.4

Οἳ δὲ θοῶς ὤρνυντο πάρος βασιλῆος ἀκοῦσαι

### book 14.485.5

πᾶν ἔπος· ἐσσυμένοισι δ’ ἐπεστενάχιζε θάλασσα

### book 14.490.1

ἄσπετον· ἠλιβάτοισι δ’ ἐοικότα κύματ’ ὄρεσσιν

### book 14.490.2

ἄλλοθεν ἄλλα φέροντο. Κατεκλάσθη δ’ ἄρ’ Ἀχαιῶν

### book 14.490.3

θυμὸς ἐνὶ στέρνοισιν, ἐπεὶ νέας ἄλλοτε μέν που

### book 14.490.4

ὑψηλὸν φέρε κῦμα δι’ ἠέρος, ἄλλοτε δ’ αὖτε

### book 14.490.5

οἷα κατὰ κρημνοῖο κυλινδομένας φορέεσκε

### book 14.495.1

βυσσὸν ἐς ἠερόεντα, βίη δέ οἱ ἄσχετος αἰεὶ

### book 14.495.2

ψάμμον ἀναζείεσκε διοιγομένοιο κλύδωνος.

### book 14.495.3

Οἳ δ’ ἄρ’ ἀμηχανίῃ βεβολημένοι οὔτ’ ἐπ’ ἐρετμῷ

### book 14.495.4

χεῖρα βαλεῖν ἐδύναντο τεθηπότες, οὔτ’ ἄρα λαίφη

### book 14.495.5

ἔσθενον ἀμφὶ κέρα λελιημένοι εἰρύσσασθαι

### book 14.1

ῥηγνύμεν’ ἐξ ἀνέμων οὐδ’ ἔμπαλιν ἰθύνασθαι

### book 14.2

ἐς πλόον· ἀργαλέαι γὰρ ἐπεκλονέοντο θύελλαι.

### book 14.3

Οὐδὲ κυβερνήτῃσι πέλεν μένος εἰσέτι νηῶν

### book 14.4

χερσὶν ἐπισταμένῃσι θοῶς οἰήια νωμᾶν·

### book 14.5

πάντα γὰρ ἄλλυδις ἄλλα κακαὶ διέχευον ἄελλαι.

### book 14.505.1

Οὐδέ τις ἐλπωρὴ βι〈ότ〉ου πέλεν, οὕνεκ’ ἐρεμνὴ

### book 14.505.2

νὺξ ἅμα καὶ μέγα χεῖμα καὶ ἀθανάτων χόλος αἰνὸς

### book 14.505.3

ὦρτο· Ποσειδάων γὰρ ἀνηλέα πόντον ὄρινεν

### book 14.505.4

ἦρα κασιγνήτοιο φέρων ἐρικυδέι κούρῃ,

### book 14.505.5

ἥ ῥα καὶ αὐτὴ ὕπερθεν ἀμείλιχα μαιμώωσα

### book 14.510.1

θῦνε μετ’ ἀστεροπῇσιν· ἐπέκτυπε δ’ οὐρανόθεν Ζεὺς

### book 14.510.2

κυδαίνων ἀνὰ θυμὸν ἑὸν τέκος. Ἀμφὶ δὲ πᾶσαι

### book 14.510.3

νῆσοί τ’ ἤπειροί τε κατεκλύζοντο θαλάσσῃ

### book 14.510.4

Εὐβοίης οὐ πολλὸν ἀπόπροθεν, ἧχι μάλιστα

### book 14.510.5

τεῦχεν ἀμειλίκτοισιν ἐπ’ ἄλγεσιν ἄλγεα δαίμων

### book 14.515.1

Ἀργείοις. Στοναχὴ δὲ καὶ οἰμωγὴ κατὰ νῆας

### book 14.515.2

ἔπλετ’ ἀπολλυμένων· κανάχιζε δὲ δούρατα νηῶν

### book 14.515.3

ἀγνυμένων· αἳ γάρ ῥα συνωχαδὸν ἀλλήλῃσιν

### book 14.515.4

αἰὲν 〈ἐν〉ερρήγνυντο. Πόνος δ’ ἄπρηκτος ὀρώρει·

### book 14.515.5

καί ῥ’ οἳ μὲν κώπῃσιν ἀπωσέμεναι μεμαῶτες

### book 14.520.1

νῆας ἐπεσσυμένας αὐτοῖς ἅμα δούρασι λυγροὶ

### book 14.520.2

κάππεσον ἐς μέγα βένθος, ἀμειλίκτῳ δ’ ὑπὸ πότμῳ

### book 14.520.3

κάτθανον, οὕνεκ’ ἄρά σφιν ἐπέχραον ἄλλοθεν ἄλλα

### book 14.520.4

νηῶν δούρατα μακρά, συνηλοίηντο δὲ πάντων

### book 14.520.5

σώματα λευγαλέως· οἳ δ’ ἐν νήεσσι πεσόντες

### book 14.525.1

κεῖντο καταφθιμένοισιν ἐοικότες· οἳ δ’ ὑπ’ ἀνάγκης

### book 14.525.2

νήχοντ’ ἀμφιπεσόντες ἐυξέστοισιν ἐρετμοῖς·

### book 14.525.3

ἄλλοι δ’ αὖ σανίδεσσιν ἐπέπλεον. Ἔβραχε δ’ ἅλμη

### book 14.525.4

βυσσόθεν, ὥς τε θάλασσαν ἰδ’ οὐρανὸν ἠδὲ καὶ αἶαν

### book 14.525.5

φαίνεσθ’ ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα.

### book 14.530.1

Ἣ δ’ ἄρ’ ἀπ’ Οὐλύμποιο βαρύκτυπος Ἀτρυτώνη

### book 14.530.2

οὔ τι καταισχύνεσκε βίην πατρός· ἀμφὶ δ’ ἄρ’ αἰθὴρ

### book 14.530.3

ἴαχεν. Ἣ δ’ Αἴαντι φόνον καὶ πῆμα φέρουσα

### book 14.530.4

ἔμβαλε νηὶ κεραυνόν, ἄφαρ δέ μιν ἄλλυδις ἄλλῃ

### book 14.530.5

ἐσκέδασε〈ν〉 διὰ τυτθά· περίαχε δ’ αἶα καὶ αἰθήρ,

### book 14.535.1

ἐκλύσθη δ’ ἄρα πᾶσα περίδρομος Ἀμφιτρίτη.

### book 14.535.2

Οἳ δ’ ἔκτοσθε νεὸς πέσον ἀθρόοι· ἀμφὶ δ’ ἄρ’ αὐτοὺς

### book 14.535.3

κύματα μακρὰ φέροντο· περὶ στεροπῇσι δ’ ἀνάσσης

### book 14.535.4

αἴγλη μαρμαίρεσκε διὰ κνέφας ἀίσσουσα.

### book 14.535.5

Οἳ δ’ ἄποτον λάπτοντες ἁλὸς πολυηχέος ἅλμην

### book 14.540.1

θυμὸν ἀποπνείοντες ὑπὲρ πόντοιο φέροντο.

### book 14.540.2

Ληιάσι〈ν〉 δ’ ἄρα χάρμα καὶ ὀλλυμένῃσι τέτυκτο·

### book 14.540.3

καί ῥ’ αἳ μὲν κατέδυσαν ἔσω ἁλὸς ἀμφιβαλοῦσαι

### book 14.540.4

χεῖρας ἑοῖς τεκέεσσι δυσάμμοροι· αἳ δ’ ἀλεγειναὶ

### book 14.540.5

δυσμενέων περὶ κρᾶτα βάλον χέρας, οἷς ἅμα λυγραὶ

### book 14.545.1

σπεῦδον ἀποφθίσασθαι ἑῆς ἀντάξια λώβης

### book 14.545.2

τινύμεναι Δαναούς. Ἣ δ’ ὑψόθεν εἰσορόωσα

### book 14.545.3

τέρπεθ’ ἑὸν κατὰ θυμὸν ἀγαυὴ Τριτογένεια.

### book 14.545.4

Αἴας δ’ ἄλλοτε μὲν περινήχετο δούρατι νηός,

### book 14.545.5

ἄλλοτε δ’ αὖ χείρεσσι διήνυεν ἁλμυρὰ βένθη,

### book 14.1

ἀκαμάτῳ Τιτῆνι βίην ὑπέροπλον ἐοικώς.

### book 14.2

Σχίζετο δ’ ἁλμυρὸν οἶδμα περὶ κρατερῇσι χέρεσσιν

### book 14.3

ἀνδρὸς ὑπερθύμοιο· θεοὶ δέ μιν εἰσορόωντες

### book 14.4

ἠνορέην καὶ κάρτος ἐθάμβεον. Ἀμφὶ δὲ κῦμα

### book 14.5

ἄλλοτε μὲν φορέεσκε πελώριον ἠύτ’ ἐπ’ ἄκρην

### book 14.555.1

οὔρεος ὑψηλοῖο δι’ ἠέρος, ἄλλοτε δ’ αὖτε

### book 14.555.2

ὑψόθεν οἷα φάραγξιν ἐνέκρυφεν· οὐδ’ ὅ γε χεῖρας

### book 14.555.3

κάμνε πολυτλήτους. Πολλοί γε μὲν ἔνθα καὶ ἔνθα

### book 14.555.4

σβεννύμενοι σμαράγιζον ἔσω πόντοιο κεραυνοί·

### book 14

οὔ πω γάρ οἱ θυμὸν ἐμήδετο Κηρὶ δαμάσσαι

### book 14.560.1

κούρη ἐριγδούποιο Διὸς μάλα περ κοτέουσα,

### book 14.560.2

πρὶν τλῆναι κακὰ πολλὰ καὶ ἄλγεσι πάγχυ μογῆσαι.

### book 14.560.3

Τοὔνεκά μιν κατὰ βένθος ἐδάμνατο δηρὸν ὀιζὺς

### book 14.560.4

πάντοθε τειρόμενον· περὶ γὰρ κακὰ μυρία Κῆρες

### book 14.560.5

ἀνδρὶ περιστήσαντο. Μένος δ’ ἐνέπνευσεν ἀνάγκη·

### book 14.565.1

φῆ δέ, καὶ εἰ μάλα πάντες Ὀλύμπιοι εἰς ἓν ἵκωνται

### book 14.565.2

χωόμενοι καὶ πᾶσαν ἀναστήσωσι θάλασσαν,

### book 14.565.3

ἐκφυγέειν. Ἀλλ’ οὔ τι θεῶν ὑπάλυξεν ὁμοκλήν·

### book 14.565.4

δὴ γάρ οἱ νεμέσησεν ὑπέρβιος Ἐννοσίγαιος,

### book 14.565.5

εὖτέ μιν εἰσενόησεν ἐφαπτόμενον χερὶ πέτρης

### book 14.570.1

Γυραίης, καί οἱ μέγ’ ἐχώσατο. Σὺν δ’ ἐτίναξε

### book 14.570.2

πόντον ὁμῶς καὶ γαῖαν ἀπείριτον· ἀμφὶ δὲ πάντῃ

### book 14.570.3

κρημνοὶ ὑπεκλονέοντο Καφηρέος· αἳ δ’ ἀλεγεινὸν

### book 14.570.4

θεινόμεναι ῥηγμῖνες ἐπέβραχον οἴδματι λάβρῳ

### book 14.570.5

χωομένοιο ἄνακτος. Ἀπέσχισε δ’ εἰς ἅλα πέτρον

### book 14.575.1

εὐρέα, τῇ περ ἐκεῖνος ἑαῖς ἐπεμαίετο χερσί·

### book 14.575.2

καί ῥά οἱ ἀμφὶ πάγοισιν ἑλισσομένου μάλα δηρὸν

### book 14.575.3

χεῖρες ἀπεδρύφθησαν, ὑπέδραμε δ’ αἷμ’ ὀνύχεσσι·

### book 14.575.4

μορμῦρον δέ οἱ αἰὲν ὀρινόμενος περὶ κῦμα

### book 14.575.5

ἀφρὸς ἄδην λεύκαινε κάρη λάσιόν τε γένειον.

### book 14.580.1

Καί νύ κεν ἐξήλυξε κακὸν μόρον, εἰ μὴ ὅ γ’ αὐτῷ

### book 14.580.2

ῥήξας 〈γ〉αῖαν ἔνερθεν ἐπιπροέηκε κολώνην.

### book 14.580.3

Εὖτε πάρος μεγάλοιο κατ’ Ἐγκελάδοιο δαΐφρων

### book 14.1

Παλλὰς ἀειραμένη 〈Σ〉ικελὴν ἐπικάββαλε νῆσον

### book 14.2

ἥ ῥ’ ἔτι καίετ〈αι〉 αἰὲν ὑπ’ ἀκαμάτοιο Γίγαντος

### book 14.585.1

αἰθαλόεν πνείοντος ἔσω χθονός· ὣς ἄρα Λοκρῶν

### book 14.585.2

ἀμφεκάλυψεν ἄνακτα δυσάμμορον οὔρεος ἄκρη

### book 14.585.3

ὑψόθεν ἐξεριποῦσα· βάρυνε δὲ καρτερὸν ἄνδρα.

### book 14.585.4

Ἀμφὶ δέ μιν θανάτοιο μέλας ἐκιχήσατ’ Ὄλεθρος

### book 14.585.5

γαίῃ ὁμῶς δμηθέντα καὶ ἀτρυγέτῳ ἐνὶ πόντῳ.

### book 14.590.1

Ὣς δὲ καὶ ἄλλοι Ἀχαιοὶ ὑπὲρ μέγα λαῖτμα φέροντο,

### book 14.590.2

οἳ μὲν ἄρ’ ἐν νήεσσι τεθηπότες, οἳ δὲ πεσόντες

### book 14.590.3

ἔκτοσθε〈ν〉 νηῶν· ὀλοὴ δ’ ἔχε πάντας ὀιζύς.

### book 14.590.4

Αἳ μὲν γὰρ φορέοντ’ ἐπικάρσιαι εἰν ἁλὶ νῆες,

### book 14.590.5

ἄλλαι δ’ ἀνστρέψασαι ἄνω τρόπιν· ὧν δέ που ἱστοὶ

### book 14.595.1

ἐκ περάτων ἐάγησαν ἐπισπέρχοντος ἀήτεω,

### book 14.595.2

τῶν δὲ διὰ ξύλα πάντα θοαὶ σκεδάσαντο θύελλαι·

### book 14.595.3

αἳ δὲ καὶ ἐς μέγα βένθος ὑποβρύχιαι κατέδυσαν

### book 14.595.4

ὄμβρου ἐπιβρίσαντος ἀπείρονος οὐδ’ ὑπέμειναν

### book 14.595.5

λάβρον ὁμῶς ἀνέμοισι θαλάσσης καὶ Διὸς ὕδωρ

### book 14.1

μισγόμενον· ποταμῷ γὰρ ἀλίγκιος ἔρρεεν αἰθὴρ

### book 14.2

συνεχές, ἣ δ’ ὑπένερθεν ἐμαίνετο δῖα θάλασσα.

### book 14.3

Καί τις ἔφη· «Τάχα τοῖον ἐπέχραεν ἀνδράσι χεῖμα,

### book 14.4

ὁππότε Δευκαλίωνος ἀθέσφατος ὑετὸς ἦλθε,

### book 14.5

ποντώθη δ’ ἄρα γαῖα, βυθὸς δ’ ἐπεχεύατο πάντῃ.»

### book 14.605.1

Ὣς ἄρ’ ἔφη Δαναῶν τις ἐνὶ φρεσὶ χεῖμα τεθηπὼς

### book 14.605.2

λευγαλέον. Πολλοὶ δὲ κατέφθιθον· ἀμφὶ δὲ νεκρῶν

### book 14.605.3

πλήθεθ’ ἁλὸς μέγα χεῦμα, περιστείνοντο δὲ πᾶσαι

### book 14.605.4

ἠιόνες· πολέας γὰρ ἀπέπτυσε κῦμ’ ἐπὶ χέρσον.

### book 14

Ἀμφὶ δὲ νήια δοῦρα βαρύβρομον Ἀμφιτρίτην

### book 14.610.1

πᾶσαν ἄδην ἐκάλυψε· μέσον δ’ 〈οὐ〉 φαίνετο κῦμα.

### book 14.610.2

Ἄλλοι δ’ ἄλλην κῆρα κακὴν λάχον· οἳ μὲν ἀν’ εὐρὺν

### book 14.610.3

πόντον ὀρινομένης ἁλὸς ἄσχετον, 〈οἳ〉 δ’ ἐνὶ πέτραις

### book 14.610.4

ἄξαντες πέρι νῆας ὀιζυρῶς ἀπόλοντο

### book 14.610.5

Ναυπλίου ἐννεσίῃσιν. Ὃ γὰρ κοτέων μάλα παιδὸς

### book 14.615.1

χείματος ὀρνυμένοιο καὶ ὀλλυμένων Ἀργείων

### book 14.615.2

καί περ ἀκηχέμενος μέγ’ ἐγήθεεν, οὕνεκ’ ἄρ’ αὐτῷ

### book 14.615.3

δῶκε τίσιν θεὸς αἶψα καὶ ἔδρακεν ἐχθρὸν ὅμιλον

### book 14.615.4

τειρόμενον κατὰ βένθος. Ἑῷ δ’ ἄρα πολλὰ τοκῆι

### book 14.615.5

εὔχεθ’ ὁμῶς νήεσσιν ὑπόβρυχα πάντας ὀλέσθαι.

### book 14.620

Τοῦ δὲ Ποσειδάων μὲν ἐπέκλυεν· † ἄλλα † δὲ πόντος

### book 14.620.1

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 14.620.2

ἂψ μέλαν οἶδμα φέρεσκεν· ὃ δ’ ἀκαμάτῃ χερὶ πεύκην

### book 14.620.3

αἰθομένην ἀνάειρε, δόλῳ δ’ ἀπάφησεν Ἀχαιοὺς

### book 14.620.4

ἐλπομένους εὔορμον ἕδος λιμένων ἀφικέσθαι·

### book 14.620.5

αἰνῶς γὰρ πέτρῃσι περὶ στυφελῇσι δάμησαν

### book 14.625.1

αὐταῖς σὺν νήεσσι· κακῷ δ’ ἐπὶ κύντερον ἄλγος

### book 14.625.2

τλῆσαν ἀνιηρῇσι προσαγνύμενοι περὶ πέτρῃς

### book 14.625.3

νυκτὶ θοῇ. Παῦροι δ’ ἔφυγον μόρον οὕς τ’ ἐσάωσεν

### book 14.1

ἢ θεὸς ἢ δαίμων τις ἐπίρροθος. Αὐτὰρ Ἀθήνη

### book 14.2

ἄλλοτε μὲν 〈θυμῷ〉 μέγ’ ἐγήθεεν, ἄλλοτε δ’ αὖτε

### book 14.630.1

ἄχνυτ’ Ὀδυσσῆος πινυτόφρονος, οὕνεκ’ ἔμελλε

### book 14.630.2

πάσχειν ἄλγεα πολλὰ Ποσειδάωνος ὁμοκλῇ·

### book 14.630.3

ὅς ῥα τότ’ ἀκαμάτοισι περὶ φρεσὶ πάγχυ μεγαίρων

### book 14.630.4

τείχεσι καὶ πύργοισιν ἐυσθενέων Ἀργείων,

### book 14.630.5

οὓς ἔκαμον Τρώων στυγερῆς 〈ἔρυμ’〉 ἔμμεν ἀυτῆς,

### book 14.635.1

ἐσσυμένως μάλα πᾶσαν ἀνεπλήμμυρε θάλασσαν

### book 14.635.2

ὅσση ἀπ’ Εὐξείνοιο κατέρχεται Ἑλλήσποντον,

### book 14.635.3

καί μιν ἐπ’ ἠιόνας Τροίης βάλεν. Ὗε δ’ ὕπερθε

### book 14.635.4

Ζεὺς ἐπίηρα φέρων ἐρικυδέι Ἐννοσιγαίῳ.

### book 14.635.5

Οὐδὲ μὲν οὐδ’ Ἑκάεργος ἄτερ καμάτοιο τέτυκτο·

### book 14.640.1

ἀλλ’ ἄρ’ ἀπ’ Ἰδαίων ὀρέων μάλα πάντα ῥέεθρα

### book 14.640.2

εἰς ἕνα χῶρον ἄγεσκε, κατέκλυσε δ’ ἔργον Ἀχαιῶν.

### book 14.640.3

† Καὶ τόσση † δὲ θάλασσα καὶ εἰσέτι . . . . . . . . . . . . . . .

### book 14.642.1

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . κελάδοντες

### book 14.642.2

χείμαρροί τ’ ἀλεγεινὸν ἀεξόμενοι Διὸς ὄμβρῳ,

### book 14.642.3

τοὺς μέλαν οἶδμ’ ἀνέεργε πολυστόνου Ἀμφιτρίτης

### book 14.645.1

πόντον ἐσελθέμεναι, πρὶν τείχεα πάντ’ ἀμαθῦναι

### book 14.645.2

ἀργαλέως Δαναῶν. Αὐτὸς δ’ ἄρα γαῖαν ἔνερθε

### book 14.645.3

ῥῆξε Ποσειδάων, ἀνὰ δ’ ἔβλυσεν ἄσπετον ὕδωρ

### book 14.645.4

ἰλύν τε ψάμαθόν τε· βίῃ δ’ ἐλέλιξε κραταιῇ

### book 14.645.5

Σίγεον, ἠιόνες δὲ μέγ’ ἔβραχον· ἐκ δὲ θεμέθλων

### book 14.649

. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

### book 14.1

Δαρδανίη· καὶ ἄιστον ὑποβρύχιόν τ’ ἐκαλύφθη

### book 14.2

ἕρκος ἀπειρέσιον, κατεδύσετο δ’ ἔνδοθι γαίης

### book 14.3

μακρὰ διισταμένης. Ψάμαθος δ’ ἔτι φαίνετο μούνη,

### book 14.4

χασσαμένου πόντοιο, κατ’ ἀκτάων ἐριδούπων,

### book 14.5

νόσφι δ’ ἐπ’ αἰγιαλοῖσι κατεκτάθη. Ἀλλὰ τὰ μέν που

### book 14.655.1

ἀθανάτων ἐτέλεσσε κακὸς νόος· οἳ δ’ ἐνὶ νηυσὶν

### book 14.655.2

Ἀργεῖοι πλώεσκον ὅσους διὰ χεῖμα κέδασσεν·

### book 14.655.3

ἄλλῃ δ’ ἄλλος ἵκανεν, ὅπῃ θεὸς ἦγεν ἕκαστον,

### book 14

ὅσσοι ὑπὲρ πόντοιο λυγρὰς ὑπάλυξαν ἀέλλας.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/quintus-of-smyrna-post-homeric-poem-ujg-aa.json (sha256:285a53b45184340859e55219bc651a4d8c8f1f2798fc19fb11dbef2f9e3d6e30). Cite as `eul_wid: ujg-aa`.
