---
title: On the Difference of Words by Element
title_greek: Περὶ διαφορᾶς λέξεων
author: Ptolemy of Ascalon
eul_wid: oyc-aa
eul_aid: oyc
canonical: "https://eulogikon.org/grc/ptolemy-of-ascalon/difference-words-element"
canonical_json: "https://eulogikon.org/data/works/grc/ptolemy-of-ascalon-difference-words-element-oyc-aa.json"
sha256: "6550e9e49f7e1c25949a953f1adca1797b55b5e270c4de033d07fc2c58e3a4e1"
period: Roman
dialect: Koine
domain: Grammar
format: Treatise
license: CC0-1.0
---

# On the Difference of Words by Element

*Περὶ διαφορᾶς λέξεων*

**Author:** Ptolemy of Ascalon

**eul_wid:** `oyc-aa` · [HTML page](https://eulogikon.org/grc/ptolemy-of-ascalon/difference-words-element) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/ptolemy-of-ascalon-difference-words-element-oyc-aa.json)

## Text

### t 1

ΠΤΟΛΕΜΑΙΟΥ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΛΕΞΕΩΝ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ 〈ἀρχὴ τοῦ α〉 ἄγγελος, ἐξάγγελος καὶ αὐτάγγελος διαφέρει.

### alpha 1

ἄγγελος γάρ ἐστι πᾶς ὁ ἀγγέλλων τὰ ἔξωθεν. ἐξάγγελος δὲ ὁ πάντα τὰ ἔνδον τοῦ οἴκου ἔξωθεν ἀγγέλλων, ὃν Θουκυδίδης διάγγελον ἐκάλεσε λέγων· ‘ἦσαν γάρ τινες τῷ Νικίᾳ διάγγελοι τῶν ἔνδοθεν‘ (vii 73, 3). αὐτάγγελος δὲ ὁ αὐτὸς ἀφ’ ἑαυτοῦ διαγγέλλων ὑφ’ ἑτέρου πεμπόμενος. ἄγειν καὶ φέρειν διαφέρει.

### alpha 2

ἄγεται μὲν γὰρ τὰ ἔμψυχα, φέρεται δὲ ἐπὶ τὰ ἄψυχα. ἀγχιστεῖς, συγγενεῖς καὶ οἰκεῖοι διαφέρει.

### alpha 3

ἀγχιστεῖς μὲν γάρ, οἷς ἐπειδὰν ἐκ τοῦ γένους τις ἀποθάνῃ, συγχωρεῖ ὁ νόμος ἀντιποιεῖσθαι τῶν τούτου δικαίων· συγγενεῖς 〈δὲ〉 οἱ ἐπὶ τὰ ἀγχιστευτικὰ δίκαια· οἰκεῖοι δὲ οἱ κατ’ ἐπιγαμίαν ἐπιμιχθέντες τῷ οἴκῳ. ἀδεὴς καὶ ἀδαὴς διαφέρει.

### alpha 4

ἀδεὴς μὲν γὰρ ὁ ἄφοβος, ἀδαὴς δὲ ὁ ἀμαθής. αἰδὼ καὶ αἰσχύνη διαφέρει.

### alpha 5

ἡ μὲν γὰρ αἰδὼ ἐντροπή ἐστιν εἰς ἕκαστον ᾧ ἔχει τις σεβασμίως· αἰσχύνη δὲ ἐφ’ οἷς ἂν ἕκαστος ἁμαρτὼν αἰσχύνεται ὡς κακόν τι πράξας. καὶ ἡ μὲν αἰδὼ οὐκ ἐφ’ ἁμαρτίαις γίνεται, ἡ δὲ αἰσχύνη ἐπὶ αἰσχροῖς πράγμασιν. αἰτῶ καὶ αἰτοῦμαι διαφέρει.

### alpha 6

αἰτῶ μὲν ἐπὶ τῷ εἰς ἅπαξ τι λαβεῖν καὶ μὴ ἀποδοῦναι, τὸ δὲ αἰτοῦμαι ἐπὶ τοῦ χρήσασθαι εἰς ἀπόδοσιν. ἄελλα καὶ θύελλα διαφέρει.

### alpha 7

ἄελλα μὲν γάρ ἐστιν ἄνεμος συνεστραμμένος, θύελλα δὲ ἡ συστροφὴ τοῦ ἀνέμου. ἆθλος ἀρσενικῶς καὶ ἆθλον οὐδετέρως διαφέρει.

### alpha 8

ἀρσενικῶς μὲν δηλοῖ τὸν ἀγῶνα, οὐδετέρως δὲ τὸ ἔπαθλον. αἴθε καὶ ὤφελον διαφέρει.

### alpha 9

τὸ μὲν γὰρ αἴθε ἐστὶν ἐπίρρημα, τὸ δὲ ὤφελον ῥῆμα, οἷον· ὤφελον ἐγώ, ὤφελες σύ, ὤφελεν ἐκεῖνος. ἀκταὶ καὶ θῖνες διαφέρει.

### alpha 10

ἀκταὶ μὲν γάρ εἰσιν οἱ πετρώδεις τόποι τῆς θαλάσσης, θῖνες δὲ οἱ ἀμμώδεις. ἀκόντιον καὶ δόρυ διαφέρει.

### alpha 11

ἀκόντιον μὲν γάρ ἐστι τὸ ἀκοντιζόμενον ἐλαφρόν, δόρυ δὲ τὸ ὃ μετὰ χερσὶν ἐχρῶντο. ἀληθὲς καὶ ἄληθες διαφέρει.

### alpha 12

ἀληθὲς μὲν τὸ ἐναντίον τῷ ψεύδει, ἄληθες δὲ τὸ κατ’ ἐπερώτησιν λεγόμενον. ἄγροικος καὶ ἀγροῖκος διαφέρει.

### alpha 13

ἄγροικος μὲν γὰρ ὁ ἀμαθής, ἀγροῖκος δὲ ὁ ἐν ἀγρῷ διαιτώμενος καὶ ἀγρεῖος ὤν. ἀγέλη ποίμνης διαφέρει.

### alpha 14

ἀγέλη μὲν γὰρ ἐπὶ βοῶν, ποίμνη δὲ ἐπὶ προβάτων. ἄρχειν καὶ κρατεῖν διαφέρει.

### alpha 15

ἄρχειν μὲν γάρ ἐστι τό τινων ἐπ’ ὠφελείᾳ προΐστασθαι, κρατεῖν δὲ τὸ βίᾳ τινὰς εἰς δουλείαν ἄγειν ὑπηκόους. ἆθλον ἐπάθλου διαφέρει.

### alpha 16

ἆθλον μὲν καλεῖται αὐτὸς ὁ ἀγών, ἔπαθλον δὲ 〈τὸ〉 αὐτῷ τῷ νικήσαντι. ἀλλοίωσις ἑτεροιώσεως διαφέρει.

### alpha 17

ἀλλοίωσις μὲν γὰρ μεταχαρακτηρισμὸς καὶ τῆς προτέρας ὑπολήψεως οἴησις ἑτέρα· ἑτεροίωσις δέ, ὅταν ἀφ’ ἑτέρου χρώματος εἰς ἕτερον μεταβάλλει. ἀμορραῖος ἐθνικὸς διαφέρει Ἀμωραίου .

### alpha 18

Ἀμορραῖος μὲν ἐθνικὸς διὰ τοῦ ο μικροῦ καὶ δύο ρρ , Ἀμωραῖος δὲ ὁ ἀπὸ μητροπόλεως διὰ τοῦ ω μεγάλου καὶ ἑνὸς ρ κατὰ παράδοσιν. ἁματροχιὰ καὶ ἁρματροχιὰ διαφέρει.

### alpha 19

ἁματροχιὰ μέν ἐστιν ἡ ταὐτότης καὶ ἡ συνδρομὴ τῶν ἁρμάτων· ἁρματροχιὰ δέ ἐστιν ὁ τύπος καὶ ἡ ἐγχάραξις τοῦ τροχοῦ ἡ ἐπὶ τῆς γῆς. ἅμα καὶ ὁμοῦ διαφέρει.

### alpha 20

ἅμα μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, ὁμοῦ δὲ τοπικόν. ἀμφότεροι καὶ ἑκάτεροι διαφέρει.

### alpha 21

ἀμφότεροι μὲν γάρ, ὅταν ἐν τῷ αὐτῷ ἢ κατὰ αὐτὸ πράττωσιν ἀμφότεροι· ἑκάτεροι 〈δέ〉, ὅταν χωρὶς τὸ αὐτὸ πράττωσιν. ἀμύνεσθαι καὶ ἀμύνειν διαφέρει.

### alpha 22

ἀμύνεσθαι μὲν γάρ ἐστι τὸ κολάζειν, ἀμύνειν δὲ τὸ βοηθεῖν. ἀνάμνησις καὶ ὑπόμνησις διαφέρει.

### alpha 23

ἀνάμνησις μὲν γάρ ἐστιν ὅταν τις ἔλθῃ εἰς μνήμην τῶν παρελθόντων, ὑπόμνησις δὲ ὅταν ὑφ’ ἑτέρου εἰς τοῦτο ἀχθῇ. ἀνάλγητος καὶ ἀναλγὴς διαφέρει.

### alpha 24

ἀνάλγητος μὲν γάρ ἐστιν ὁ ἀνεπίστρεπτος τοῦ καθήκοντος, ἀναλγὴς δὲ ὁ μὴ ἀλγῶν. ἄντικρυς καὶ ἀντικρὺ διαφέρει.

### alpha 25

ἄντικρυς μὲν γάρ ἐστι τὸ διαρρήδην καὶ φανερῶς, ἀντικρὺ δὲ τὸ ἐξ ἐναντίας. ἀναβάτης ἐπιβάτου διαφέρει.

### alpha 26

ἀναβάτης μὲν ἐπὶ ἵππου, ἐπιβάτης δὲ ἐπὶ νηός. ἀνάθημα ἀναθέματος διαφέρει.

### alpha 27

ἀνάθημα μὲν γάρ ἐστι, τὸ διὰ τοῦ η γραφόμενον, τὸ ἀνιερούμενόν τε καὶ ἀνατιθέμενον ἱερῷ τινι τόπῳ· ἀνάθεμα δέ, διὰ τοῦ ε ἐκφωνούμενον, τὸ ὕβρεως ἐχόμενον καὶ ἀναθεματικόν. ἀνάθεμα παρὰ τὸ ὥσπερ ἐν στήλῃ ἀνατίθεσθαι.

### alpha 29

ἀνεψιοὶ καὶ ἐξανεψιοὶ διαφέρει. ἀνεψιοὶ μὲν γάρ εἰσιν οἱ τῶν ἀδελφῶν παῖδες, ἐξανεψιοὶ δὲ οἱ τῶν ἀνεψιῶν παῖδες. ἀθηναίων καὶ ἀθηναίων διαφέρει.

### alpha 30

Ἀθηναίων μὲν ἀνδρῶν, Ἀθηναίων δὲ Ἀθηνῶν. ἄθωος καὶ ἀθῷος διαφέρει.

### alpha 31

ἄθωος μὲν ὁ ἀναίτιος, ἀθῷος δὲ ὁ ἀζήμιος. ἀποκήρυκτος καὶ ἐκποίητος διαφέρει.

### alpha 32

ἀποκήρυκτος μὲν γάρ ἐστιν ὁ ἐπὶ ἀδικήμασιν ἐκ τοῦ πατρὸς ἐκβληθεὶς τῆς οἰκίας· ἐκποίητος δὲ ὁ δοθεὶς ὑπὸ πατρὸς εἰς υἱοθεσίαν ἄλλῳ, ὡς λέγουσιν «εἰσποίητος γέγονεν». ἀποκριθῆναι καὶ ἀποκρίνασθαι διαφέρει.

### alpha 33

ἀποκριθῆναι μὲν γάρ ἐστι τὸ ἀποχωρισθῆναι, ἀποκρίνασθαι δὲ τὸν ἐρωτηθέντα λόγον δοῦναι. ἆρα καὶ ἄρα διαφέρει.

### alpha 34

τὸ μὲν γὰρ κατ’ ἐρώτησιν περισπᾶται, ὡς ὅτε διαποροῦντες λέγομεν· «ἆρα τέλος ἕξει ἂν τὰ πράγματα;» τὸ δὲ συλλογιστικὸν παροξύνεται, ὡς τό· «εἰ τοῦτο συμφέρει ποιεῖν, ποιητέον ἄρα». ἄρτι καὶ ἀρτίως διαφέρει.

### alpha 35

τὸ μὲν γὰρ ἄρτι χρονικὸν ἐπίρρημα, τὸ δὲ ἀρτίως ἐπὶ τοῦ ἀπηρτισμένου ἔργου καὶ τελείου. ἀράχνη καὶ ἀράχνης διαφέρει.

### alpha 36

ἀράχνη μὲν γάρ ἐστι θηλυκῶς τὸ ὕφασμα, καὶ οὐδετέρως ἀράχνιον νῆμα· ὁ ἀράχνης δὲ αὐτὸ τὸ ζῷον. ἄρνες καὶ ἀρνειοὶ διαφέρει.

### alpha 37

ἄρνες μὲν οἱ νεογνοί, ἀρνειοὶ δὲ οἱ προήκοντες τῇ ἡλικίᾳ. ἄρρωστος ἀρρωστοῦ〈ντοσ〉 διαφέρει.

### alpha 38

ἄρρωστος μὲν γάρ ἐστιν ὁ νοσῶν· ἀρρωστῶν δὲ ὁ ἀδυνατῶν ἐπιτελεῖν τὰ κατὰ τὰς ὀρέξεις. ἀνατολὴ ἐπιτολῆς διαφέρει.

### alpha 39

ἀνατολὴ 〈ἠλίου καὶ σελήνης, ἐπιτολὴ〉 δὲ ἄστρου. ἀριθμῆσαι καὶ μετρῆσαι διαφέρει.

### alpha 40

ὁ μὲν ἀριθμὸς ἐπὶ ὀλιγωτέρων λαμβάνεται, ὡς ὅταν λέγομεν· εἷς ... μέχρι χιλιοστοῦ. τὸ δὲ μετρῆσαι ἐπὶ πλήθους, οἷον ἐπὶ σίτου καὶ κριθῆς. ἀνδρεία ῥώμης διαφέρει.

### alpha 41

ἀνδρεία μὲν γάρ ἐστιν ἰσχὺς ψυχῆς, ῥώμη δὲ σώματος. ἄχρις καὶ ἄχρι διαφέρει.

### alpha 42

ἄχρις μὲν μετὰ τοῦ ς ἀντὶ τοῦ ἀκριβῶς· καὶ Ὅμηρος (il. iv 522)· ‘ἄχρις ἀπηλοίησεν‘, ἀντὶ τοῦ «ἀκριβῶς ἀπέκοψεν». ἄχρι δὲ χωρὶς τοῦ ς χρονικὸν ἐπίρρημα. ἀσφόδελος καὶ ἀσφοδελὸς διαφέρει.

### alpha 43

προπαροξυνόμενον μὲν δηλοῖ τὸ φυτόν, ὀξυτόνως δὲ τὸν τόπον· ‘ἀσφοδελὸν λειμῶνα‘ (hom. od. xi 539 et 573; xxiv 13). ἁπλότης μωρίας διαφέρει.

### alpha 44

ἁπλότης μὲν γάρ ἐστι φρόνησις ἀπηλλαγμένη πανουργίας καὶ οἷον ἁπλή τις οὖσα καὶ μὴ μεμιγμένη δυστροπίᾳ· μωρία δὲ ἐρημία φρενῶν. ἄττα ψιλούμενον καὶ ἅττα δασυνόμενον διαφέρει.

### alpha 45

ψιλούμενον γὰρ 〈τὸ〉 «τινὰ» σημαίνει, δασυνόμενον δὲ τὸ «ἅτινα». ἄστρον καὶ ἀστὴρ διαφέρει.

### alpha 46

ἄστρον μὲν γάρ ἐστι τὸ ἐκ πολλῶν ἀστέρων μεμορφωμένον ζῴδιον, εἴ τοι ζῶντος εἶδος φέρει, οἷον ὁ Ὠρίων, ἡ Ἄρκτος· ἀστὴρ δὲ ὁ εἷς. ἀτέχνως καὶ ἀτεχνῶς διαφέρει.

### alpha 47

τὸ μὲν γὰρ παροξύτονον σημαίνει τὸ χωρὶς 〈τέχνησ〉 καὶ ἀμαθῶς· τὸ δὲ περισπώμενον ἀντὶ τοῦ ἁπλῶς καὶ ἀδόλως ἢ λίαν. αὐχὴν καὶ δέρη διαφέρει.

### alpha 48

αὐχὴν μὲν γάρ ἐστι τὸ ὄπισθεν τοῦ τραχήλου, δέρη δὲ τὸ ἔμπροσθεν καθ’ ὅ ἐστιν ὁ φάρυγξ. αὖθις καὶ αὖθι διαφέρει.

### alpha 49

τὸ μὲν γὰρ αὖθις σημαίνει τὸ πάλιν ἢ τὸ μετὰ ταῦτα, τὸ δὲ αὖθι τὸ αὐτόθι σημαίνει. ὁ γὰρ Καλλίμαχος (fr. 1, 35 pfeiffer)· ‘αὖθι τὸ δ’ ἐκδύομαι‘ ἀντὶ τοῦ αὐτόθι. ἀρχὴ τοῦ β βάραθρος καὶ βάραθρον διαφέρει.

### beta 50

βάραθρος γὰρ ὁ βαράθρου ἄξιος ἄνθρωπος, βάραθρον δὲ ὄρυγμά τί ἐστιν Ἀθήνησιν εἰς ὃ τοὺς κακούργους ἔβαλ〈λ〉ον. βασιλεὺς καὶ κοίρανος διαφέρει.

### beta 51

Βασιλεὺς γάρ ἐστιν ὁ ἀπὸ προγόνων τὴν ἀρχὴν ἔχων, κοίρανος δὲ ὁ τῇ βασιλείᾳ ἐπιπηδῶν. βεβλῆσθαι, βεβολῆσθαι καὶ οὐτᾶσθαι διαφέρει.

### beta 52

βεβλῆσθαι μὲν γὰρ τὸ ἐκ βολῆς τρωθῆναι· βεβολῆσθαι δὲ τὸ τὴν βουλὴν πεπηρῶσθαι· οὐτᾶσθαι δὲ τὸ ἐκ χειρὸς τρωθῆναι. βιοῦν καὶ ζῆν διαφέρει.

### beta 53

βιοῦν μὲν ἐπὶ ἀνθρώπων λέγεται μόνον, ζῆν δὲ ἐπὶ ἀνθρώπων καὶ ἀλόγων καὶ φυτῶν. ζωὴ μὲν γὰρ λέγεται χρῆσις ψυχῆς, βίος δὲ λογικὴ ζωή. βλέφαρα καὶ βλεφαρίδες διαφέρει.

### beta 54

βλέφαρα μέν εἰσιν αὐτὰ τὰ ἐπικλειόμενα τῶν ὀμμάτων δέρματα, βλεφαρίδες δὲ αἱ τρίχες αἱ ἐπὶ 〈τῶν〉 βλεφάρων. βροτὸς καὶ βρότος διαφέρει.

### beta 55

τὸ μὲν γὰρ σημαίνει τὸν ἄνθρωπον, τὸ δὲ 〈τὸ〉 αἷμα τὸ ἀπὸ φόνου ἀνθρώπου καὶ τὸν μολυσμόν. βρύκειν καὶ βρύχειν διαφέρει.

### beta 56

τὸ μὲν γὰρ βρύκειν σημαίνει τὸ τρύζειν τοὺς ὀδόντας, τὸ δὲ βρύχειν ἐπὶ λέοντος. βωμός, ἑστία, 〈ἐσχάρα〉 καὶ μέγαρον διαφέρει.

### beta 57

βωμοὶ γάρ εἰσιν οἱ τὰς προ〈σ〉βάσεις ἔχοντες, ἐσχάρα δὲ ἐν ᾗ τὰ θυόμενα ὀπτοῦται· ἑστία δὲ τὸ ἀναπτόμενον, μέγαρον δὲ ἡ περιοικοδομουμένη ἑστία, ἔνθα τὰ μυστικὰ θύονται. λέγεται ἑστία καὶ 〈ὁ〉 οἶκος. ἀρχὴ τοῦ γ γαμήλιον καὶ ἐπιθαλάμιον διαφέρει.

### gamma 58

γαμήλιον μὲν γὰρ αὐτὸς ὁ γάμος, ἐπιθαλάμιον δὲ τὸ ἐπὶ τῷ γάμῳ γραφὲν ποίημα. γέλως καὶ γελοῖος διαφέρει.

### gamma 59

γέλως μὲν γὰρ ὁ ἐπὶ τῇ δι〈α〉χύσει τῶν χειλέων χωρὶς ὕβρεως, γελοῖος δὲ 〈ὁ καταγέλαστοσ〉. Ὀνομασίαι τῆς τῶν ἀνθρώπων γενέσεως καὶ αὐξήσεως ἄχρι γήρους.

### gamma 60

〈Γέρων, πρεσβύτης καὶ〉 προβεβηκὼς διαφέρει. Βρέφος μέν ἐστι τὸ γεννηθὲν εὐθύς, παιδίον δὲ τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνῆς, παιδάριον δὲ τὸ ἤδη περιπατοῦν καὶ τῆς διαλέξεως ἀντεχόμενον, παιδίσκος δὲ ὁ ἐν 〈τῇ〉 ἐχομένῃ ἡλικίᾳ, παῖς δὲ ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι. τὴν 〈δ’ ἐχομένην ταύτης ἡλικίαν〉 ἀντίπαιδα καλοῦσιν. τὴν δὲ μετὰ ταῦτα ἔφηβον· ἐν δὲ Κυρήνῃ τὸν ἔφηβον τριακάτιον καλοῦσιν· οἱ δὲ ἐν Κρήτῃ ἀποδρομαῖον καλοῦσιν, διὰ τὸ μηδέπω τὸν κοινὸν δρόμον μετέχειν. ἡ δὲ μετὰ ταῦτα μειράκιον, εἶτα μεῖραξ, εἶτα νεανίσκος, εἶτα νεανίας, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκώς, ὃν καὶ ὠμογέροντα καλοῦσιν, εἶτα γέρων, εἶτα 〈πρεσβύτης, εἶτα〉 ἐσχατόγηρως. ὁ δὲ Ἱπποκράτης (de septim. 5 = 9, 1 Roscher) ἡλικίας ζʹ φησίν· βρέφος, παιδίον, μειράκιον, νεανίσκος, ἀνήρ, γέρων, πρεσβύτερος. λέγει δὲ οὕτως· ‘τοῦ ἀνθρώπου ἑπτά εἰσιν ὧραι, ἃς ἡλικίας καλοῦσιν. πρώτη βρέφος ἐστὶν ἄχρις ἑπτὰ ἐτῶν ἐν τῇ τῶν ὀδόντων ἐκβολῇ. βʹ· παῖς δὲ ἄχρις γονῆς ἐκφορᾶς εἰς δὶς ἑπτά, ἤτοι ιδʹ. γʹ· μειράκιον ἄχρις γένους λαχνώσεως, εἰς τρὶς ἑπτά, ἤτοι καʹ. δʹ· νεανίσκος ἄχρις αὐξήσεως ὅλου τοῦ σώματος, εἰς τετράκις ἑπτά, ἤγουν ἔτη κηʹ. εʹ· ἀνὴρ ἄχρις ἑνὸς δέοντος νʹ, ἤγουν μθʹ. ϛʹ· καὶ γέρων ἄχρι τῶν νγʹ. ζʹ· τὸ δ’ ἐντεῦθεν πρεσβύτεροσ‘. γυνὴ παρθένου διαφέρει.

### gamma 61

γυνὴ μὲν γὰρ καλεῖται κυρίως ἡ ἤδη ἀνδρὸς πεῖραν εἰληφυῖα, παρθένος δὲ ἡ μήπω μυηθεῖσά ποτε ἀνδρός. γυνὴ παρὰ τὸ γεννᾶν ἢ γῇ ἐοικέναι ἐν τῷ σπείρεσθαι καὶ γεννᾶν.

### gamma 63

γὺψ παρὰ τὸ γυρεύειν τὰ ὕψη. ἀρχὴ τοῦ δ δάμαλις καὶ δαμάλης διαφέρει.

### delta 64

δάμαλις μέν ἐστι τὸ θῆλυ, δαμάλης δὲ ὁ ἄρσην. δικαστὴς καὶ διαιτητὴς διαφέρει.

### delta 65

δικαστής ἐστιν ὁ κατὰ νόμον κριτής, διαιτητὴς δὲ ὁ κατὰ συμβίβασιν εὑρεθεὶς συμβιβάσεως χάριν. δύναμις ἰσχύος διαφέρει.

### delta 66

δύναμις μὲν γὰρ καὶ ἀπὸ ἐπιστήμης γίνεται καὶ μανίας καὶ θυμοῦ, ἡ δὲ ἰσχὺς ἀπὸ φύσεως σώματος. ἀρχὴ τοῦ ε εἰκὼν καὶ προτομὴ διαφέρει.

### epsilon 67

εἰκὼν μὲν γὰρ λέγεται ἐπὶ ἀνθρώπου, προτομὴ δὲ ἐπὶ λέοντος. ἕλκος καὶ ὠτειλὴ διαφέρει.

### epsilon 68

ἕλκος μὲν γάρ ἐστι χρόνιον πάθος μόνον ἐκ σιδήρου γενόμενον· ἔσθ’ ὅτε καὶ ἐκ ταὐτομάτου· εἴρηται δὲ παρὰ τὸ διελκοῦσθαι τὴν σάρκα. ὠτειλὴ δὲ ἐκ τοῦ σύνεγγυς ὑπὸ σιδήρου πληγή. ἔπαινος ἐγκωμίου διαφέρει.

### epsilon 69

ἔπαινος γάρ ἐστι λόγος ὁ μίαν πρᾶξιν ἐγκωμιάζων, ἐγκώμιον δὲ 〈τὸ〉 πολλοὺς περιλαμβάνον. ἐρώτησις, πεῦσις καὶ ἀνάκρισις διαφέρει.

### epsilon 70

ἐρώτησις μὲν γάρ ἐστι συντόμου ἀποκρίσεως 〈ζήτησισ〉, πεῦσις δὲ μακρᾶς πράξεως ἀπαγγελία, ἀνάκρισις δὲ ὑποδεεστέρων ἐξήγησις. ἔσται καὶ γενήσεται διαφέρει.

### epsilon 71

ἔσται μὲν τὰ καὶ νῦν ὄντα, γενήσεται δὲ τὰ γενέσεως τευξόμενα. ἀρχὴ τοῦ η ἤλπισαν 〈καὶ〉 ἐπήλπισαν διαφέρει.

### eta 72

ἤλπισαν μὲν γὰρ αὐτοί τινας ἐλπίδας· ἐπήλπισαν δὲ ἑτέρους, ἀντὶ τοῦ «ἑτέρους εἰς ἐλπίδας ἤγαγον». ἀρχὴ τοῦ θ θεωρικὸς θεωρητικοῦ διαφέρει.

### theta 73

θεωρικὸς μὲν ὁ περὶ θέατρά τινα καὶ δημώδεις ἀσχολούμενός τινας, θεωρητικὸς δὲ ὁ θεωρῆσαι δι’ ὑπερβολὴν φρονήσεως καλῆς δυνάμενος λογικὰ θεωρήματα. ἀρχὴ τοῦ ι ἴκες καὶ ἶπες καὶ θρίπες καὶ κίες διαφέρει.

### iota 74

ἴκες μὲν γάρ εἰσι τὰ ἐσθίοντα τοὺς ὀφθαλμοὺς τῶν ἀμπέλων· ἶπες δὲ τὰ διαβρωτικὰ τῶν κεράτων· θρίπες δὲ τὰ ἐσθίοντα τὰ ξύλα· κίες δὲ τὰ 〈ἐν〉 τοῖς πυροῖς καὶ κριθαῖς ζῳύφια. ἰσθμὸς πορθμοῦ διαφέρει.

### iota 75

ἰσθμὸς μὲν γάρ ἐστι γῆς στενῆς δίοδος, ἑκατέρωθεν θαλάσσῃ περιεχομένη· πορθμὸς δὲ στενῆς θαλάσσης τόπος, ἑκατέρωθεν ὑπὸ γῆς περιεχόμενος. ἴστρος ὄνομα ποταμοῦ, ὃς Δανοῦβις λέγεται· Ἵστρος ὁ ἱστορικὸς καὶ ποιητής, ὄνομα κύριον.

### iota 77

ἱστοριογράφος συγγραφέως διαφέρει. ἱστοριογράφος μέν ἐστιν ὁ τὰ πρὸ αὐτοῦ γεγονότα συγγραφόμενος, ὡς Ἡρόδοτος· συγγραφεὺς δὲ ὁ τὰ ὑφ’ ἑαυτοῦ, ὡς Ἡσίοδος ὁ ποιητής. ἀρχὴ τοῦ κ καιρὸς καὶ χρόνος διαφέρει.

### kappa 78

καιρὸς μέν ἐστι κεφαλὴ χρόνου, οἷον μεμετρημένων ἡμερῶν σύστημα· χρόνος δὲ πολλῶν καιρῶν περίοδος καὶ σύλληψις. κάλλαια καὶ κάλλη διαφέρει.

### kappa 79

〈 〉 κραιπάλη καὶ μέθη διαφέρει.

### kappa 80

κραιπάλη μὲν λέγεται ἡ χθεσινὴ μέθη, μέθη δὲ ἡ αὐθημερινὴ οἴνησις. κοίρανος, βασιλεὺς καὶ τύραννος διαφέρει.

### kappa 81

κοίρανος μὲν γάρ ἐστιν ὁ κατὰ καιρόν τινων ἄρχων, ὥσπερ στρατηγός, καὶ ταχέως τῆς στρατηγίας καὶ τῆς ἀρχῆς παραλυόμενος· βασιλεὺς δὲ ὁ κατὰ τοὺς νόμους ἄρχων τῶν ἀρχομένων τύραννος δὲ ὁ ἀλόγῳ ἐξουσίᾳ αὐτονόμως χρώμενος καὶ ἐπιπηδῶν τῇ βασιλείᾳ καὶ τοὺς νόμους ἐκποδὼν ποιούμενος. κιβωτὸς καὶ κίστη διαφέρει.

### kappa 82

κιβωτὸς μὲν γάρ ἐστιν ἡ ἐκ σανίδων, κίστη δὲ ἡ πλεκτή. κίνησις περιφορᾶς διαφέρει.

### kappa 83

κίνησις μὲν γάρ ἐστι 〈κυρίως ἡ ἐκ τόπου εἰς τόπον μετάβασις, περιφορὰ δὲ ἡ περὶ τὸν αὐτὸν τόπον στροφή. κίθαρις καὶ κιθάρα διαφέρει.

### kappa 84

κίθαρις μὲν γάρ ἐστιν〉 ἡ λύρα καὶ οἱ χρώμενοι κιθαρισταί, οὓς ἡμεῖς λυρῳδούς φαμεν, κιθάρα δ’ ᾗ χρῆται ὁ κιθαρῳδός. κομιδῇ καὶ κομιδὴ διαφέρει.

### kappa 85

κομιδῇ μὲν γάρ ἐστι περισπωμένως ἐπίρρημα, σημαίνει δὲ τὸ παντελῶς· ὀξυτόνως δὲ ὄν〈ομά ἐστιν〉. κρίνειν τοῦ διακρίνειν διαφέρει.

### kappa 86

κρίνειν μὲν γάρ ἐστι τὸ κυρίως δοκιμάζειν, διακρίνειν δὲ τὸ πράγματα διϊστᾶν καὶ χωρίζειν. ἀρχὴ τοῦ λ λῆμα καὶ λῆμμα καὶ λεῖμμα διαφέρει.

### lambda 87

δι’ ἑνὸς μ λῆμά ἐστιν ἡ ἀνδρεία, λῆμμα δὲ διὰ δύο μμ τὸ λαμβανόμενον κέρδος, ἡ προφητεία καὶ τὸ πεπληρωμένον, λεῖμμα δὲ τὸ διὰ διφθόγγου 〈τὸ λειπόμενον〉. λύμη καὶ λήμη καὶ λοιμικὴ διαφέρει.

### lambda 88

ἡ μὲν γὰρ λύμη φθορά τίς ἐστιν ἐπὶ ψυχῆς διαβαίνουσα. ἡ δὲ ἑτέρα λήμη ἡ διὰ τοῦ η λευκόν τί ἐστιν ἔνυγρον, ὃ καλεῖται τζίμβλα, κατὰ τὸν ὀφθαλμὸν συνιστάμενον· γίνεται δὲ παρὰ τὸ λάω τὸ βλέπω καὶ τοῦ μὴ ἀπαγορευτικοῦ· καὶ γὰρ κωλύει τὸ λάειν, ἤγουν βλέπειν. ἡ δὲ λοιμικὴ νόσος τίς ἐστι φθαρτικὴ σώματος. λοιδορία ὕβρεως διαφέρει.

### lambda 89

ἡ μὲν γὰρ γλώσσης ἐστὶ μόνον ἀτιμία, ἡ δὲ ὕβρις καὶ τὴν διὰ τῶν ἔργων ἐπ’ αἰσχύνῃ τῶν ὑβριζομένων ἐπίνοιαν ἔχει. 〈λ〉έχος καὶ εὐνὴ διαφέρει.

### lambda 90

λέχος μὲν γάρ ἐστιν ἡ κλίνη, εὐνὴ δὲ ἡ ἐπὶ ταύτης 〈στρωμνή〉. λεία καὶ λήϊα διαφέρει.

### lambda 91

λεία μὲν διὰ τῆς ει διφθόγγου σημαίνει τὴν ἀπελασίαν τῶν τετραπόδων· λήϊα δὲ τὰ σιτοφόρα πεδία. λογογράφος λογοποιοῦ διαφέρει.

### lambda 92

λογογράφος μὲν γάρ ἐστιν ὁ τοὺς δικανικοὺς λόγους γράφων, λογοποιὸς δὲ ὁ λόγους τινὰς καὶ μύθους συντιθείς. ἀρχὴ τοῦ μ μάρτυς ἐλέγχου διαφέρει.

### mu 93

μάρτυς μὲν λέγεται ἐπ’ ἀγαθῷ, ἔλεγχος 〈δὲ〉 ἐπὶ φαύλων. μειράκιον καὶ μεῖραξ διαφέρει.

### mu 94

μειράκιον μὲν λέγεται ὁ ἄρσην, μεῖραξ δὲ ἡ θήλεια. μάχη καὶ πόλεμος διαφέρει.

### mu 95

μάχη μὲν γάρ ἐστιν ἡ ἐν τοῖς πολέμοις ἐνέργεια, πόλεμος δὲ ὁ χρόνος καὶ ἡ πρὸς τὴν μάχην παρασκευή. μνήμη καὶ μνεία διαφέρει.

### mu 96

εἴ τι μὲν γάρ ἐστι μνήμη, τοῦτο οὐ πάντως καὶ μνεία· εἴ τι δὲ μνεία, τοῦτο καὶ μνήμη. ἔστι δὲ μνήμη γενικὴ τύπωσις ψυχῆς, μνεία δὲ λόγος κατὰ ἀνανέωσιν λεγόμενος· μνήμη δὲ τῷ μνημονικῷ ἀεὶ συνοῦσα, μνεία δὲ προγεγονότων τινῶν ὑπόμνησις. μῦθος καὶ ἱστορία διαφέρει.

### mu 97

ἱστορία μὲν γὰρ ἡ προγεγονότα πράγματα περιέχουσα, ὁ δὲ μῦθος πεπλασμένα καὶ ψευδῆ. μορφὴ καὶ σχῆμα διαφέρει.

### mu 98

μορφὴ μὲν λέγεται ἐπὶ τῶν ἐμψύχων, σχῆμα δὲ ἐπὶ ἀψύχων. καὶ σχῆμα μέν ἐστιν ἡ παντὸς ὄγκου ἀποπεράτωσις, μορφὴ δὲ ἡ τοῦ ζῴου ὅλου ἀποπεράτωσις. μώλωψ στίγματος διαφέρει.

### mu 99

μώλωψ μὲν ἡ ἐκ πολέμου γινομένη 〈πληγή〉, στίγμα δὲ ἡ ἀπὸ δαρμοῦ. ἀρχὴ τοῦ ν νεαρὸν καὶ πρόσφατον καὶ νεαλὲς διαφέρει.

### nu 100

νεαρὸν μὲν γάρ ἐστι τὸ νεωστὶ γεμισθὲν ὕδωρ, πρόσφατον δὲ τὸ κρέας, νεαλὲς δὲ τὸ νεωστὶ ἑαλωκός, οἷον ἰχθύς· δύναται δὲ καὶ τὸ νεωστὶ ἁλὶ πεπασμένον. νῆες πλοίων διαφέρει.

### nu 101

τὰ μὲν γὰρ πλοῖά εἰσι στρογγύλα, αἱ δὲ νῆες κωπήρεις καὶ στρατιώτιδες, ὥς φησιν Ἀριστοτέλης (fr. 614 Rose)· ‘ναυσὶ μὲν ιεʹ, πλοίοις δὲ συχνοῖς ἱππαγωγοῖς στρατιωτ〈ικ〉οῖσ‘. νῦν καὶ νυνὶ διαφέρει.

### nu 102

τὸ μὲν γὰρ νῦν χρονικόν ἐστιν ἐπίρρημα, τάσσεται δὲ ἐπὶ τῶν τριῶν χρόνων, ἐνεστῶτος, παρῳχημένου καὶ μέλλοντος, οἷον· «νῦν ὁ ἀγὼν διῆλθε· νῦν ὁ γάμος γίνεται· νῦν εἰρήνη γενήσεται». τὸ δὲ νυνὶ ἐπὶ μόνου τοῦ ἐνεστῶτος. ἀρχὴ τοῦ ξ ξόανον, βρέτας καὶ ἄγαλμα διαφέρει.

### xi 103

ξόανον μὲν γάρ ἐστι τὸ ἐξεσμένον λίθινον ἢ ἐλεφάντινον, β〈ρ〉έτας δὲ τὸ βροτοῖς ὅμοιον ἤτοι χαλκοῦν ἢ ἐμφεροῦς ὕλης πεποιημένον, ἄγαλμα δὲ τὸ ἔκ τινος λίθου κατεσκευασμένον. ἀρχὴ τοῦ ο ὀλίγον τοῦ μικροῦ διαφέρει.

### omicron 104

τὸ μὲν γὰρ ὀλίγον ἐπὶ ἀριθμοῦ, τὸ δὲ μικρὸν ἐπὶ τοῦ μεγέθους. ὄρθρος τοῦ πρωῒ διαφέρει.

### omicron 105

ὄρθρος μὲν γάρ ἐστιν ἡ πρὸ ἀνατολῆς ὥρα, πρωῒ δὲ ἡ μετὰ τὴν ἀνατολήν. ὄχθοι καὶ ὄχθαι διαφέρει.

### omicron 106

ὄχθοι μὲν γάρ εἰσι γῆς ἐπάρματα, ὄχθαι δὲ ποταμοῦ χείλη. ὅδε καὶ ὁδὶ διαφέρει.

### omicron 107

ὅδε μὲν γὰρ ἀναφορικῶς καὶ δεικτικῶς, 〈ὁ〉δὶ δὲ δεικτικῶς μόνον κατ’ ἐπέκτασιν. οἰκεῖοι καὶ οἰκῆες διαφέρει.

### omicron 108

οἰκεῖοι μὲν γὰρ οἱ κατ’ ἐπιγαμίαν προσήκοντες, οἰκῆες δὲ πάντες οἱ ἐν τῇ οἰκίᾳ τυγχάνοντες τῇ αὐτῇ, εἴτε οἰκέται εἴτε ἐλεύθεροι. οἶμος οἴμης διαφέρει.

### omicron 109

οἶμος μὲν γάρ ἐστιν ἀρσενικῶς ἡ ὁδός, οἴμη δὲ ἡ ᾠδή. οἶκτος καὶ οἰκτισμὸς διαφέρει.

### omicron 110

οἶκτος μὲν γάρ ἐστιν ο〈ἰ〉κτιζομένου ἔλεος, οἰκτισμὸς δὲ ὁ λόγος τοῦ οἰκτείροντος. οἴκαδε καὶ εἰς οἶκον διαφέρει.

### omicron 111

οἴκαδε μὲν γάρ ἐστι τὸ εἰς τὴν οἰκίαν τὴν ἰδίαν βαδίζειν, εἰς οἶκον δὲ ἐφ’ ἕτερον. ὁμόδουλος συνδούλου διαφέρει.

### omicron 112

ὁμόδουλοι γάρ εἰσιν οἱ μετέχοντες ὁμοίας τύχης δουλικῆς, σύνδουλοι δὲ οἱ ἀλλήλοις δουλεύοντες. ὁρᾶν τοῦ ὑπερορᾶν διαφέρει.

### omicron 113

ὁρᾶν μὲν γάρ ἐστι τὸ θεωρεῖν, ὑπερορᾶν δὲ τὸ καταφρονεῖν. ὅτι τοῦ διότι διαφέρει.

### omicron 114

τὸ μὲν γὰρ ὅτι ὁτὲ μὲν αἰτίαν δηλοῖ, ὁτὲ δὲ βεβαίωσιν· τὸ δὲ διότι 〈αἰτίαν δηλοῖ〉. αὐτίκα γοῦν ὅτι μὲν ἐκλείπει ἡ σελήνη πά〈ντεσ〉 ἴσμεν, διότι δὲ οὐκέτι. οὔκουν καὶ οὐκοῦν διαφέρει.

### omicron 115

οὔκουν μὲν ἀποφατικῶς ἀντὶ τοῦ οὐδαμῶς, περισπωμένως δὲ συλλογιστικὸς σύνδεσμος καὶ σημαίνει ἀπόφα〈ν〉σιν. οὐδὲν διὰ τοῦ δ καὶ οὐθὲν διὰ τοῦ θ διαφέρει.

### omicron 116

οὐδὲν γὰρ τὸ ἐν τῷ καθόλου, ὥς φαμεν· «οὐδὲν ἐν κόσμῳ κενόν». 〈 〉 οὕνεκα τοῦ ἕνεκα διαφέρει χρήσει καὶ συντάξει, ὅτι ὁ μὲν οὕνεκα ποιητικός, ὁ δὲ ἕνεκα συνήθης.

### omicron 118

ὀψὲ καὶ ἑσπέρα διαφέρει. ὀψὲ μὲν 〈τ〉ὸ μετὰ πολὺ τῆς δύσεως καὶ καθόλου μετὰ πολὺν χρόνον· καὶ ὀψαρότης ὁ μετὰ πολὺ τοῦ καθήκοντος χρόνου ἀροτριῶν. ἑσπέρα δὲ 〈ἡ〉 μετὰ τὴν δύσιν τοῦ ἡλίου ὥρα. ἀρχὴ τοῦ π πονηρὸν καὶ πόνηρον διαφέρει.

### pi 119

πονηρὸν μὲν γάρ ἐστι τὸ κακόηθες, πόνηρον δὲ τὸ ἐπίπονον. πανοῦργος σημαίνει δύο· τὸν φρόνιμον καὶ νοήμονα ἐπὶ καλοῦ· σημαίνει δὲ καὶ τὸν κακοποιεῖν δυνάμενον διὰ τῆς ἑαυτοῦ σοφιστικῆς κακίας.

### pi 120

ἐτυμολογεῖται δὲ παρὰ 〈τὸ〉 εἰς πᾶν ἐνεργεῖν καὶ πράττειν. πρόβλημα προτάσεως καὶ παραβολὴ παραδείγματος διαφέρει.

### pi 121

πρόβλημα μὲν γὰρ λέγεται ἡ ἑκατέρωθεν ἀμφισβητουμένη ζήτησις, πρότασις δὲ λέγεται ἡ ἐρώτησις. ἡ δὲ παραβολὴ ἀπὸ ἀψύχων καὶ ζῴων ἀλόγων λαμβάνεται, τὸ δὲ παράδειγμα ἀπὸ ἐμψύχων ἢ γεγονότων πραγμάτων. σημαίνει δὲ παραβολὴ καὶ αἴνιγμα 〈καὶ〉 τὸν σκοτεινὸν καὶ δυσκατάληπτον λόγον τὸν μετὰ πολλῆς ἀγχινοίας καὶ νήψεως νοεῖσθαι δυνάμενον. πρωτότοκος καὶ πρωτοτόκος διαφέρει.

### pi 122

πρωτότοκος μὲν λέγεται ὁ πρῶτος γεννηθείς, πρωτοτόκος δὲ ἡ 〈πρώτωσ〉 γεννήσασα. πάλτον καὶ πέλτη διαφέρει.

### pi 123

πάλτον μὲν γάρ ἐστι τὸ δόρυ, πέλτη δὲ ἡ ἀσπίς. πάσχειν καὶ συμπάσχειν διαφέρει.

### pi 124

ὁ μὲν γὰρ πάσχων ἀλγεῖ, ὁ δὲ συμπάσχων λυπεῖται μὲν ἐπὶ τῷ τοῦ πάσχοντος πάθει, οὐ μέντοι ἀλγεῖ καθάπερ ὁ πάσχων, οἷον· πυρέττει τις τῶν φίλων σφόδρα, συμπάσχομεν τούτῳ πυρέττοντι, οὐ μὴν καὶ πυρέττομεν. πεῖρα καὶ πήρα διαφέρει.

### pi 125

πεῖρα μὲν ἡ ἐπιστήμη καὶ ἐμπειρία· πήρα δὲ τὸ ἰατρικὸν ἐγχειρίδιον καὶ 〈τὸ〉 δερμάτι〈ν〉ον ἀρτοφόρον, ὃ ἐπὶ τῶν ὤμων φέρουσιν οἱ πένητες. πῆ καὶ ποῖ καὶ ποῦ διαφέρει.

### pi 126

τὸ μὲν πῆ καὶ τὸ ποῖ εἰς τόπον, οἷον·. ‘πῆ—ἔφη—ἀπῆλθε Ἀνδρομάχη;‘ (cf. hom. il. vi 377) τὸ δὲ ποῦ ἐν τόπῳ, οἷον· ‘ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα;‘ (hom. il. x 406). ὥστε ἁμαρτάνουσιν οἱ λέγοντες «ποῦ ἀπέρχεται;» δέον «πῆ» φάναι. περιεκτικὸν περιληπτικοῦ διαφέρει.

### pi 127

ὅτι ἐν τῷ περιληπτικῷ αὐτὸ τὸ περιέχον 〈καὶ〉 αὐτὸ τὸ περιεχόμενον καὶ τοῦ ἑνὸς διαλυομένου διαφορὰ γίνεται. τὸ δὲ περιεκτικὸν οὐχ οὕτως· εἰ γὰρ ἀφέλῃς τὰ περιεχόμενα, οὐκ 〈ἂν〉 ἀπώλετο τὸ περιεκτικόν, ἐπειδὴ τόπος, εἰ μή τις εἴπῃ, ἀλλ’ οὐκέτι ὁ τοιόσδε τόπος. πλούσιος εὐπόρου καὶ ἀφνειὸς ὀλβίου καὶ εὐτυχοῦς διαφέρει.

### pi 128

πλούσιος μὲν γάρ ἐστιν ὁ πολλὴν ἔχων οὐσίαν· εὔπορος δὲ ὁ πρὸς τὰς ἐπιβαλλούσας χρείας ἀνενδεής· ἀφνειὸς δὲ ὁ ἀπ’ ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων—ἔνος γὰρ ὁ ἐνιαυτός—. ὄλβιος δὲ ὁ τελείαν τὴν εὐδαιμονίαν ἔχων, οἷον ὁλόβιος· εὐτυχὴς δὲ ὁ ζῶν ἡδέως καὶ ἀλύπως. πλῆθος καὶ ὄχλος διαφέρει.

### pi 129

πλῆθος μὲν γάρ ἐστι σύστημά τινων, ὄχλος δὲ κυρίως ἡ ὄχλησις. πολεμικὸς καὶ αἰχμητὴς διαφέρει.

### pi 130

πολεμικὸς μὲν ὁ ἔμπειρος πολέμων, αἰχμητὴς δὲ ὁ ἐμπείρως τοῖς ὅπλοις χρώμενος. πόλις καὶ ἄστυ διαφέρει.

### pi 131

πόλις μὲν τὸ οἰκοδόμημα, ἄστυ δὲ ἡ κατασκευὴ τῆς πόλεως. ποιεῖν τοῦ περιποιεῖν διαφέρει.

### pi 132

ποιεῖν μὲν γάρ ἐστι τὸ κατασκευάζειν τι, περιποιεῖν δὲ τὸ περικτᾶσθαι ἢ κοσμεῖν. πρεσβεύεσθαι καὶ πρεσβεύειν διαφέρει.

### pi 133

πρεσβεύεσθαι γὰρ τὸ πέμπειν 〈πρέσβεισ〉 οἱ Ἀττικοὶ λέγουσιν· πρεσβεύονται γὰρ οἱ τοὺς πρέσβεις χειροτονοῦντες, 〈πρεσβεύουσι δὲ οἱ χειροτονούμενοι〉. ἀρχὴ τοῦ ῥ ῥεῖθρον καὶ ῥεῦμα διαφέρει.

### rho 134

ῥεῖθρον μὲν γὰρ ὁ τόπος δι’ οὗ φέρεται τὸ ῥεῦμα, ῥεῦμα δὲ αὐτὸ τὸ ὕδωρ. 〈ῥ〉οιὰ σὺν τῷ ι τὸ δένδρον, ῥόα δὲ ὁ καρπός.

### sigma t

ἀρχὴ τοῦ ς σταθῆναι καὶ στῆναι διαφέρει.

### sigma 136

σταθῆναι μὲν γάρ ἐστι τὸ ὑφ’ ἑτέρου, στῆναι δὲ τὸ κατ’ ἰδίαν ὁρμὴν καὶ προαίρεσιν, οἷον· ἐστάθη ὁ ἀνδριάς, ἐστάθη ὁ νοσῶν δι’ ἑτέρου, ἔστη δὲ ὁ ἄνθρωπος δι’ ἑαυτοῦ. σημεῖον καὶ τεκμήριον διαφέρει.

### sigma 137

〈 〉 σορὸς καὶ σωρὸς διαφέρει.

### sigma 138

σορὸς μὲν ἡ τῶν λειψάνων, ἐν ᾧ καὶ τὸ σῶμα ῥεῖ ἤτοι καταρρεῖ. σωρὸς δὲ καὶ τοῦ σίτου ἤ τινος ἄλλου. σκῶμ〈μ〉α γελοίου καὶ εὐτραπέλου διαφέρει.

### sigma 139

σκῶμ〈μ〉α μὲν γάρ ἐστι τὸ ἐπὶ διασυρμῷ τοῦ πέλας λεγόμενον· γελοῖον δὲ τὸ ἐπὶ διαχύσει τῶν ἀκροατῶν· εὐτράπελον δὲ τὸ μετὰ σεμνότητος χαριέντως λεγόμενον. στρατόπεδον καὶ στρατὸς διαφέρει.

### sigma 140

στρατόπεδον ὁ τόπος ἐν ᾧ ἡ στρατεία, στρατὸς δὲ τὸ στρατιωτικὸν πλῆθος. συνεργὸς καὶ σύνεργος διαφέρει.

### sigma 141

συνεργὸς μὲν γὰρ λέγεται ὁ περί τι ἔργον ἀνεπιτήδειον συμπονῶν, σύνεργος δὲ ὁ περὶ αὐτὸ μετιὼν οἷον σύντεχνος. σύνθεσις καὶ σύνταξις διαφέρει.

### sigma 142

σύνθεσις μὲν γὰρ ὁ λόγος ὁ ἔμμετρος, 〈σύν〉ταξις δὲ ὁ λόγος ὁ πεζός. σύνθετον διπλοῦ διαφέρει.

### sigma 143

σύνθετον μὲν γὰρ τὸ ἐξ ἑτεροειδῶν συντιθέμενον, ὥσπερ τὸ ζ ἐκ τοῦ δ καὶ ς . διπλοῦν δὲ τὸ αὐτὸ εἰς αὐτὸ συναγόμενον. σὴς καὶ ἲψ καὶ θρὶψ διαφέρει.

### sigma 144

σὴς μὲν γάρ ἐστιν ὁ τὰ ἱμάτια ἐσθίων, ἲψ δὲ ὁ τὰ κέρατα καὶ τὰς ἀμπέλους βλάπτων, θρὶψ δὲ τὰ ξύλα. σῆμα τέρατος διαφέρει.

### sigma 145

σῆμα μὲν τὸ ἐπὶ γῆς γινόμενον, τέρας δὲ τὸ ἐν τῷ ἀέρι. σῶσον 〈τοῦ〉 ῥῦσαι διαφέρει.

### sigma 146

σῶσον νόσων καὶ πειρασμῶν, ῥῦσαι αἰχμαλωσίας καὶ τῶν δαιμόνων. 〈ἀρχὴ τοῦ τ〉 τάπητες καὶ ἀμφιτάπητες διαφέρει.

### tau 147

τάπητες μὲν γὰρ λέγονται οἱ ἐκ τοῦ ἑνὸς μέρους μαλλὸν ἔχοντες, ἀμφιτάπητες δὲ οἱ ἐξ ἀμφοτέρων. τέρας καὶ σῆμα διαφέρει.

### tau 148

τὸ μὲν γὰρ τέρας παρὰ φύσιν γίνεται, τὸ δὲ σῆμα παρὰ σύνηθες. τέχνη ἐπιτηδεύματος διαφέρει.

### tau 149

τέχνη μὲν γάρ ἐστιν ἡ ἄνευ λόγου μὴ δυναμένη εἶναι, οἷον γραμματική, ῥητορική· ἐπιτήδευμα δὲ 〈τὸ λόγου χηρεῦον〉, οἷον τεκτονική, χαλκευτικὴ καὶ τούτων παραπλήσιοι. τιτθὴ καὶ τροφὸς καὶ τιθηνὸς διαφέρει.

### tau 150

τιτθὴ μὲν ἡ μαστὸν παρέχουσα, τροφὸς 〈δὲ〉 καὶ τιθηνὸς ἡ τὴν ἄλλην ἐπιμέλειαν ποιουμένη τοῦ παιδὸς μετὰ τὸν ἀπογαλακτισμόν. τοὔνεκα καὶ οὕνεκα διαφέρει.

### tau 151

τὸ μὲν τοὔνεκά ἐστι τούτου ἕνεκα 〈 〉 〈τ〉ρίετες καὶ τριετές διαφέρει.

### tau 152

ἐὰν μὲν γὰρ βαρυτόνως, ἔσται ἐπὶ χρόνου· ἐὰν δὲ ὀξυτόνως τριετές, ἔσται ἐπὶ ἡλικίας, οἷον «τριετὲς τὸ παιδίον». τρόχοι βαρυτόνως καὶ τροχοὶ ὀξυτόνως διαφέρει.

### tau 153

τρόχοι μὲν βαρυτόνως τοὺς δρόμους· Εὐριπίδης (fr. 105, 1 nauck 2) · ‘ὁρῶ μὲν ἀνδρῶν τόνδε γυμνάδα στόλον 〈στίχοντα θεωρὸν ἐκ τρόχων πεπαυμένον〉‘. τοὺς δὲ περιφερεῖς τροχοὺς ἡμῖν ὁμοίως λέγουσιν οἱ Ἀττικοὶ ὀξυτονοῦντες. ἀρχὴ τοῦ υ ὕμνος ἐγκωμίου διαφέρει.

### upsilon 154

ὕμνος μὲν ἐπὶ θεοῦ λέγεται, ἐγκώμιον δὲ ἐπὶ ἀνθρώπων. ὑπαντῆσαι καὶ ἀπαντῆσαι διαφέρει.

### upsilon 155

ὑπαντῆσαι μὲν γὰρ ἐπὶ ὁδῶν λέγεται, ἀπαντῆσαι δὲ τὸ περιτυχεῖν δίκῃ, οἷον «ἀπήντησε κατὰ δίκην», ἀντὶ τοῦ περιέτυχεν. ὑπόσχεσις καὶ ἐπαγγελία διαφέρει.

### upsilon 156

ὑπισχνεῖται γάρ τις διδόναι μέλλων· ἐπαγγέλλεται δὲ ὁ δίχα παρακλήσεως παρέχειν τι βουλόμενος. ὕπα〈ι〉θρος καὶ ὑπαίθρ〈ι〉ος διαφέρει.

### upsilon 157

ὕπα〈ι〉θρος μὲν γὰρ ὁ ὑπὸ τὸν ἀέρα διάγων, οἷον ἄοικος· ὑπαίθρ〈ι〉ος δὲ ὁ ἀπόσκεπος οἷκος. ὑπερῴα καὶ ὑπερῷον καὶ ὑπέρροον διαφέρει.

### upsilon 158

ὑπερῴα μὲν οὖν ἐστιν ὁ οὐρανίσκος, θηλυκῶς· ὑπερῷον δὲ τὸ ἀνώγαιον, παρὰ τὸ ἄνω ὁρᾶσθαι· ὑπέρροον δὲ τὸ ἄνωθεν ῥέον ὕδωρ. ὕπαρ ὀνείρατος διαφέρει.

### upsilon 159

ὕπαρ μέν ἐστιν ἡ ἐναργὴς ὄψις, ὄνειρον δὲ ἡ ἐν τῷ καθεύδειν φαντασία. ὑπερορᾷ 〈καὶ〉 παραβλέπει διαφέρει.

### upsilon 160

〈 〉 ἀρχὴ τοῦ φ φάκελλος καὶ σφάκελος διαφέρει.

### phi 161 (2)

φάκελλος μέν ἐστι φόρτος ξύλων, σφάκελος δὲ ὁ κατὰ φλεγμονὴν σπασμός. 〈φ〉αρμακία γοητείας διαφέρει.

### phi 162

φαρμακία μὲν γάρ ἐστι κυρίως ἡ βλάβη 〈ἡ διὰ δηλητηρίου γινομένη〉, γοητεία δὲ ἐπίκλησις δαιμόνων. φιλεῖν καὶ κυνεῖν διαφέρει.

### phi 163

φιλεῖν μέν ἐστι τὸ ἀγαπᾶν καὶ ξενίζειν, κυνεῖν δὲ τὸ τοῖς χείλεσιν ἀσπάζεσθαι. φάρμακον καὶ δηλητήριον διαφέρει.

### phi 164

ὅτι τὸ μὲν φάρμακον ἐπὶ ζωῆς, τὸ δὲ δηλητήριον ἐπὶ θανασίμου. φράσον καὶ φράσαι διαφέρει.

### phi 165

φράσον μὲν τὸ εἰπέ, φράσαι δὲ ἀντὶ τοῦ διανοήθητι. φρονεῖν καὶ καταφρονεῖν διαφέρει.

### phi 166

φρονεῖν μὲν τὸ λογίζεσθαι καὶ τὸ ἐνθυμεῖσθαι, καταφρονεῖν δὲ τὸ ὑπερορᾶν. φύλλον καὶ φῦλον διαφέρει.

### phi 167

φύλλον μὲν τὸ τοῦ δένδρου, φῦλον δὲ τὸ γένος. ἀρχὴ τοῦ χ χαρά, εὐφροσύνη, τέρψις, εὐθυμία, ἡδονὴ καὶ ἀπόλαυσις διαφέρει.

### chi 168

χαρὰ μέν ἐστι ψυχῆς πρόσφατος ἔπαρσις καὶ διάχυσις, εὐφροσύνη 〈δὲ〉 πόθος χρόνιος μετὰ σωφροσύνης γινόμενος, τέρψις δὲ οἱονεὶ ψυχαγωγία ἀπὸ ἀηδοῦς τινος ἐπὶ τὸ κρεῖττον, εὐθυμία δὲ ψυχῆς βραχεῖα χαρά, ἡδονὴ δὲ ψυχῆς ἀρέσκεια, ἀπόλαυσις δὲ ἕξις κοινὸν ἐπὶ πάσης μεταλήψεως τασσομένη ἀγαθῆς τε καὶ φαύλης. χλαῖνα καὶ χλανὶς καὶ χλαμὺς καὶ χιτὼν διαφέρει.

### chi 169

χλαῖνα μὲν γὰρ λέγεται τὸ παχὺ καὶ χειμερινὸν ἱμάτιον, χλανὶς δὲ τὸ ἁπαλὸν καὶ λεπτόν, χλαμὺς δὲ τὸ παρ’ ἡμῖν λεγόμενον κυκλομάνδιον, χιτὼν δὲ τὸ μέγα καὶ διῆκον. ἀρχὴ τοῦ ψ ψιλοκάρσης ψιλοκόρσου διαφέρει.

### psi 170

ψιλοκάρσης μὲν γάρ ἐστιν ὁ φαλακρός, ψιλοκόρσης δὲ ὁ σπανός. ἀρχὴ τοῦ ω ὠνήσασθαι τοῦ ἀγοράσαι διαφέρει.

### omega 171 [3t]

ὤνησις μὲν γάρ ἐστι τὸ πρίασθαί τι τῶν πωλουμένων, ἀγοράσαι δὲ τὸ ἐν ἀγορᾷ διατρῖψαι. τέλος

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/ptolemy-of-ascalon-difference-words-element-oyc-aa.json (sha256:6550e9e49f7e1c25949a953f1adca1797b55b5e270c4de033d07fc2c58e3a4e1). Cite as `eul_wid: oyc-aa`.
