---
title: "Ptolemy's Letter to Eleazar"
title_greek: Ἐπιστολαί
author: Ptolemy II Philadelphus Eleazar Letters
eul_wid: ipm-aa
eul_aid: ipm
canonical: "https://eulogikon.org/grc/ptolemy-ii-philadelphus-eleazar-letters/eleazar"
canonical_json: "https://eulogikon.org/data/works/grc/ptolemy-ii-philadelphus-eleazar-letters-eleazar-ipm-aa.json"
sha256: d59201d0f94055752eeb18be4cf9b67bbb05b5fc441b952fd7271ed1d3389750
period: Hellenistic
dialect: Koine
domain: History
format: Epistle
license: CC0-1.0
---

# Ptolemy's Letter to Eleazar

*Ἐπιστολαί*

**Author:** Ptolemy II Philadelphus Eleazar Letters

**eul_wid:** `ipm-aa` · [HTML page](https://eulogikon.org/grc/ptolemy-ii-philadelphus-eleazar-letters/eleazar) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/ptolemy-ii-philadelphus-eleazar-letters-eleazar-ipm-aa.json)

## Text

### 1

Βασιλεὺς Πτολεμαῖος Ἐλεαζάρῳ τῷ ἀρχιερεῖ χαίρειν. Πολλῶν ἐν τῇ ἐμῇ βασιλείᾳ κατῳκισμένων Ἰουδαίων, οὓς αἰχμαλωτισθέντας ὑπὸ Περσῶν, ὅτ’ ἐκράτουν, ὁ ἐμὸς πατὴρ ἐτίμησε, καὶ τοὺς μὲν εἰς τὰ στρατιωτικὰ κατέταξεν ἐπὶ μείζοσι μισθοφορίαις, τισὶ δὲ γενομένοις ἐν Αἰγύπτῳ σὺν αὐτῷ τὰ φρούρια καὶ τὴν τούτων φυλακὴν παρέθετο, ἵνα τοῖς Αἰγυπτίοις ὦσι φοβεροί, τὴν ἀρχὴν ἐγὼ παραλαβὼν πᾶσι μὲν φιλανθρώπως ἐχρησάμην, μάλιστα δὲ τοῖς σοῖς πολίταις, ὧν ὑπὲρ δέκα μὲν μυριάδας αἰχμαλώτων δουλευόντων ἀπέλυσα, τοῖς δεσπόταις αὐτῶν ἐκ τῶν ἐμῶν λύτρα καταβαλών, τοὺς δὲ ἀκμάζοντας ταῖς ἡλικίαις εἰς τὸν στρατιωτικὸν κατάλογον κατέταξα, τινὰς δὲ τῶν περὶ ἡμᾶς εἶναι δυναμένων καὶ ἐπὶ τὴν τῆς αὐλῆς πίστιν ἱκανῶν ταύτης ἠξίωκα, νομίζων ἡδὺ τῷ θεῷ τῆς ὑπὲρ ἐμοῦ προνοίας ἀνάθημα τοῦτο καὶ μέγιστον ἀναθήσειν. βουλόμενος δὲ καὶ τούτοις χαρίζεσθαι καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην Ἰουδαίοις, τὸν νόμον ὑμῶν ἔγνων μεθερμηνεῦσαι καὶ γράμμασιν Ἑλληνικοῖς ἐκ τῶν Ἑβραϊκῶν μεταγραφέντα κεῖσθαι ἐν τῇ ἐμῇ βιβλιοθήκῃ. καλῶς οὖν ποιήσεις ἐπιλεξάμενος ἄνδρας ἀγαθοὺς ἓξ ἀφ’ ἑκάστης φυλῆς, ἤδη πρεσβυτέρους, οἳ καὶ διὰ τὸν χρόνον ἐμπείρως ἔχουσι τῶν νόμων καὶ δυνήσονται τὴν ἑρμηνείαν αὐτῶν ἀκριβῆ ποιήσασθαι· νομίζω γὰρ τούτων ἐπιτελεσθέντων μεγίστην δόξαν ἡμῖν περιγενήσεσθαι. ἀπέσταλκα δέ σοι περὶ τούτων διαλεξομένους Ἀνδρέαν τὸν ἀρχισωματοφύλακα καὶ Ἀρισταῖον, ἐμοὶ τιμιωτάτους· δι’ ὧν καὶ ἀπαρχὰς ἀναθημάτων εἰς τὸ ἱερὸν καὶ θυσιῶν καὶ τῶν ἄλλων ἀπέσταλκα, τάλαντα ἀργυρίου ἑκατόν. καὶ σὺ δ’ ἡμῖν ἐπιστέλλων περὶ ὧν ἂν ἐθέλῃς ποιήσεις κεχαρισμένα. Ἀρχιερεὺς Ἐλεάζαρος βασιλεῖ Πτολεμαίῳ χαίρειν.

### 2

Ἐρρωμένων σοῦ τε καὶ τῆς βασιλίσσης Ἀρσινόης καὶ τῶν τέκνων καλῶς ἡμῖν ἔχει πάντα. τὴν δ’ ἐπιστολὴν λαβόντες μεγάλως ἥσθημεν ἐπὶ τῇ προαιρέσει σου, καὶ συναθροίσαντες τὸ πλῆθος ἀνέγνωμεν αὐτήν, ἐμφανίζοντες αὐτῷ ἣν ἔχεις πρὸς τὸν θεὸν εὐσέβειαν. ἐπεδείξαμεν δ’ αὐτῷ καὶ τὰς φιάλας ἃς ἔπεμψας χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς τριάκοντα καὶ κρατῆρας πέντε καὶ τράπεζαν εἰς ἀνάθεσιν, ἅ τε εἰς θυσίαν καὶ εἰς ἐπισκευὴν ὧν ἂν δέηται τὸ ἱερόν, τάλαντα ἑκατόν, ἅπερ ἐκόμισαν Ἀνδρέας καὶ Ἀρισταῖος οἱ τιμιώτατοί σου τῶν φίλων, ἄνδρες ἀγαθοὶ καὶ παιδείᾳ διαφέροντες καὶ τῆς σῆς ἀρετῆς ἄξιοι. ἴσθι δ’ ἡμᾶς τό σοι συμφέρον, κἂν ᾖ τι παρὰ φύσιν, ὑπομενοῦντας· ἀμείβεσθαι γὰρ ἡμᾶς δεῖ τὰς σὰς εὐεργεσίας, πολυμερῶς εἰς τοὺς ἡμετέρους πολίτας κατατεθείσας. εὐθὺς οὖν ὑπὲρ σοῦ καὶ τῆς ἀδελφῆς σου καὶ τῶν τέκνων καὶ φίλων προσηγάγομεν θυσίας, καὶ τὸ πλῆθος εὐχὰς ἐποιήσατο γενέσθαι σοι τὰ κατὰ νοῦν καὶ φυλαχθῆναί σου τὴν βασιλείαν ἐν εἰρήνῃ, τήν τε τοῦ νόμου μεταγραφὴν ἐπὶ συμφέροντι τῷ σῷ λαβεῖν ὃ προαιρῇ τέλος. ἐπελεξάμην δὲ καὶ πρεσβυτέρους ἄνδρας ἓξ ἀπὸ φυλῆς ἑκάστης, οὓς πεπόμφαμεν ἔχοντας τὸν νόμον. ἔσται δὲ τῆς σῆς εὐσεβείας καὶ δικαιοσύνης τὸ μεταγραφέντα τὸν νόμον εἰς ἡμᾶς ἀποπέμψαι μετὰ ἀσφαλείας τῶν κομιζόντων. ἔρρωσο.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/ptolemy-ii-philadelphus-eleazar-letters-eleazar-ipm-aa.json (sha256:d59201d0f94055752eeb18be4cf9b67bbb05b5fc441b952fd7271ed1d3389750). Cite as `eul_wid: ipm-aa`.
