---
title: "Letter to the Senate, Testifying Christians as the Cause of Victory"
title_greek: Πρὸς τὴν Σύγκλητον Ἐπιστολή
author: Marcus Aurelius-pseudo Letters
eul_wid: qww-aa
eul_aid: qww
canonical: "https://eulogikon.org/grc/pseudo-marcus-aurelius/senate-christians-victory"
canonical_json: "https://eulogikon.org/data/works/grc/pseudo-marcus-aurelius-senate-christians-victory-qww-aa.json"
sha256: a47061c927fd71e885ab3309f7364704d9cdc3f5addee7a5b9917ea7f2251bfe
period: Early_Modern
dialect: Byzantine Greek
domain: Theology
format: Epistle
license: CC0-1.0
---

# Letter to the Senate, Testifying Christians as the Cause of Victory

*Πρὸς τὴν Σύγκλητον Ἐπιστολή*

**Author:** Marcus Aurelius-pseudo Letters

**eul_wid:** `qww-aa` · [HTML page](https://eulogikon.org/grc/pseudo-marcus-aurelius/senate-christians-victory) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/pseudo-marcus-aurelius-senate-christians-victory-qww-aa.json)

## Text

### 246 (1t)

Μάρκου βασιλέως Ἐπιστολὴ πρὸς τὴν Σύγκλητον, ἐν ᾗ μαρτυρεῖ Χριστιανοὺς αἰτίους γεγενῆσθαι τῆς νίκης αὐτῶν. Αὐτοκράτωρ Καῖσαρ Μάρκος Αὐρήλιος Ἀντωνῖνος Γερμανικὸς Παρθικὸς Σαρματικὸς Δήμῳ Ῥωμαίων καὶ τῇ Ἱερᾷ Συγκλίτῳ χαίρειν.

### 248

Φανερὰ ὑμῖν ἐποίησα τὰ τοῦ ἐμοῦ σκοποῦ μεγέθη, ὁποῖα ἐν τῇ Γερμανίᾳ ἐκ περιστάσεως διὰ περιβολῆς ἐπακολουθήματα ἐποίησα ἐν τῇ μεθορίᾳ καμὼν καὶ παθών, ἐν Καρνούντῳ καταλαμβανομένου μου ὑπὸ δρακόντων ἑβδομήκοντα τεσσάρων ἀπὸ μιλίων ἐννέα. Γενομένων δὲ αὐτῶν ἐγγὺς ἡμῶν ἐξπλωράτωρες ἐμήνυσαν ἡμῖν καὶ Πομπηϊανὸς ὁ ἡμέτερος πολέμαρχος ἐδήλωσεν ἡμῖν ἅτινα εἴδομεν (καταλαμβανόμενος δὲ ἤμην ἐν μεγέθει πλήθους ἀμίκτου, καὶ στρατευμάτων λεγεῶνος πρίμας, δεκάτης, γεμίνας, φρεντησίας μῖγμα κατηριθμημένον), πλήθη παρεῖναι παμμίκτου ὄχλου χιλιάδων ἐνακοσίων ἑβδομήκοντα ἑπτά. Ἐξετάσας οὖν ἐμαυτὸν καὶ τὸ πλῆθος τὸ ἐμὸν πρὸς τὸ μέγεθος τῶν βαρβάρων καὶ πολεμίων, κατέδραμον εἰς τὸ θεοῖς εὔχεσθαι πατρῴοις.

### 250

Ἀμελούμενος δὲ ὑπ’ αὐτῶν καὶ τὴν στενοχωρίαν μου θεωρήσας τῆς δυνάμεως παρεκάλεσα τοὺς παρ’ ἡμῖν λεγομένους Χριστιανούς· καὶ ἐπερωτήσας εὗρον πλῆθος καὶ μέγεθος αὐτῶν, καὶ ἐμβριμησάμενος εἰς αὐτούς, ὅπερ οὐκ ἔπρεπε διὰ τὸ ὕστερον ἐπεγνωκέναι με τὴν δύναμιν αὐτῶν. Ὅθεν ἀρξάμενοι οὐ βελῶν παράρτησιν οὔτε ὅπλων οὔτε σαλπίγγων, διὰ τὸ ἐχθρὸν εἶναι τὸ τοιοῦτο αὐτοῖς διὰ τὸν θεόν, ὃν φοροῦσι κατὰ συνείδησιν. Εἰκὸς οὖν ἐστιν, οὓς ὑπολαμβάνομεν ἀθέους εἶναι ὅτι θεὸν ἔχουσιν αὐτόματον ἐν τῇ συνειδήσει τετειχισμένον. Ῥίψαντες γὰρ ἑαυτοὺς ἐπὶ τὴν γῆν οὐχ ὑπὲρ ἐμοῦ μόνον ἐδεήθησαν ἀλλὰ καὶ ὑπὲρ τοῦ παρόντος στρατεύματος, παρήγορον γενέσθαι δίψης καὶ λιμοῦ τῆς παρούσης. Πεμπταῖοι γὰρ ὕδωρ οὐκ εἰλήφειμεν διὰ τὸ μὴ παρεῖναι· ἦμεν γὰρ ἐν τῷ μεσομφάλῳ τῆς Γερμανίας καὶ τοῖς ὅροις αὐτῶν. Ἅμα δὲ τῷ τούτους ῥίψαι ἐπὶ τὴν γῆν ἑαυτοὺς καὶ εὔχεσθαι θεῷ, ᾧ ἐγὼ ἠγνόουν, εὐθέως ὕδωρ ἠκολούθει οὐρανόθεν, ἐπὶ μὲν ἡμᾶς ψυχρότατον, ἐπὶ δὲ τοὺς Ῥωμαίων ἐπιβούλους χάλαζα πυρώδης. Ἀλλὰ καὶ εὐθὺ θεοῦ παρουσίαν ἐν εὐχῇ γινομένην παραυτίκα ὡς ἀνυπερβλήτου καὶ ἀκαταλύτου.

### 252

Αὐτόθεν οὖν ἀρξάμενοι συγχωρήσωμεν τοῖς τοιούτοις εἶναι Χριστιανοῖς, ἵνα μὴ καθ’ ἡμῶν τι τοιοῦτον αἰτησάμενοι ὅπλον ἐπιτύχωσι. Τὸν δὲ τοιοῦτον συμβουλεύω, διὰ τὸ τοιοῦτον εἶναι Χριστιανόν, μὴ ἐγκαλεῖσθαι. Εἰ δὲ εὑρεθείη τις ἐγκαλῶν τῷ Χριστιανῷ ὅτι Χριστιανός ἐστι, τὸν μὲν προσαγόμενον Χριστιανὸν πρόδηλον εἶναι βούλομαι, γίνεσθαι ὁμολογήσαντα τοῦτο, ἄλλο ἕτερον μηδὲν ἐγκαλούμενον ἢ ὅτι Χριστιανός ἐστι μόνον, τὸν προσάγοντα δὲ τοῦτον ζῶντα καίεσθαι· τὸν δὲ Χριστιανὸν ὁμολογήσαντα καὶ συνασφαλισάμενον περὶ τοῦ τοιούτου, τὸν πεπιστευμένον τὴν ἐπαρχίαν εἰς μετάνοιαν καὶ ἀνελευθερίαν τὸν τοιοῦτον μὴ μετάγειν. Ταῦτα δὲ καὶ τῆς συγκλήτου δόγματι κυρωθῆναι βούλομαι, καὶ κελεύω τοῦτό μου τὸ διάταγμα ἐν τῷ φόρῳ τοῦ Τραϊανοῦ προτεθῆναι πρὸς τὸ δύνασθαι ἀναγινώσκεσθαι. Φροντίσει ὁ πραίφεκτος Βιτράσιος Πολλίων εἰς τὰς πέριξ ἐπαρχίας πεμφθῆναι· πάντα δὲ τὸν βουλόμενον χρῆσθαι καὶ ἔχειν μὴ κωλύεσθαι λαμβάνειν ἐκ τῶν προτεθέντων παρ’ ἡμῶν.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/pseudo-marcus-aurelius-senate-christians-victory-qww-aa.json (sha256:a47061c927fd71e885ab3309f7364704d9cdc3f5addee7a5b9917ea7f2251bfe). Cite as `eul_wid: qww-aa`.
