---
title: On Heraclea
title_greek: Ἀποσπάσματα
author: Promathidas of Heraclea
eul_wid: gdq-aa
eul_aid: gdq
canonical: "https://eulogikon.org/grc/promathidas-of-heraclea/text"
canonical_json: "https://eulogikon.org/data/works/grc/promathidas-of-heraclea-text-gdq-aa.json"
sha256: fbe03d75b304ff1bc05c9139c3b2d16ba5726f4c8af0a5a00b1477e92eee3b36
period: Classical
dialect: Koine
domain: History
format: Prose
license: CC0-1.0
---

# On Heraclea

*Ἀποσπάσματα*

**Author:** Promathidas of Heraclea

**eul_wid:** `gdq-aa` · [HTML page](https://eulogikon.org/grc/promathidas-of-heraclea/text) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/promathidas-of-heraclea-text-gdq-aa.json)

## Text

### t1-5

ΠΕΡΙ ΗΡΑΚΛΕΙΑΣ. Schol.

### 1

Apoll. Rhod. I, 1126: Καὶ Προμαθίδας (vg. Προμαχίδας) δὲ ἐν τοῖς Περὶ Ἡρακλείας λέγει περὶ Τιτίου ὅστις ἦν, καὶ Θεοφάνης. Idem II, 845: Οὗτός ἐστιν ὁ Ἴδμων, ὃν ἐχρησμῴδησεν ὁ θεὸς ἐξιλάσκεσθαι Μεγαρεῦσι καὶ Βοιωτοῖς, ὅτε τὴν Ἡράκλειαν ἔμελλον κτίζειν.

### 3a

Τοῦτο δὲ ἔφη ὁ Ἀπολλώνιος, ὡς μὴ εἰδότων τῶν Ἡρακλεωτῶν, τίς εἴη ὁ τεθαμμένος παρ’ αὐτοῖς, καὶ χρησμῳδηθεὶς εἶναι πολιοῦχος ὑπὸ τοῦ θεοῦ. Λέγει δὲ καὶ Προμαθίδας, ὅτι διὰ τὸ ἀγνοεῖν, ὅστις εἴη, ἐπιχώριον ἥρωα καλοῦσιν οἱ Ἡρακλεῶται. Cod.

### 3b

Paris. sic habet: Οὗτός ἐστιν ὁ Ἴδμων, ὃν ἔχρησεν ἡ Πυθία Μεγαρεῦσι καὶ Βοιωτοῖς ὡς πολιοῦχον ἱλάσκεσθαι ὅτε Ἡράκλειαν κτίζειν ἔμελλον. Τοῦτο δὲ λέγει, ἐπειδὴ οἱ Ἡρακλεῶται ἠγνόουν τὸν δηλωθέντα πολιοῦχον ὑπὸ Ἀπόλλωνος διὰ χρησμοῦ, καὶ διὰ τοῦτο ἀντ’ ἐκείνου Ἀγαπήστορα (l. Ἀγαμήστορα) τινὰ, ἐγχώριον ἥρωα, ἐτίμων. Τοῦτο δὲ Προμαθίδας φησίν. Idem II, 911: Ἐν τῇ Παφλαγονίᾳ Σθενέλου τάφος ἐστὶ τοῦ Ἄκτορος· ὃς συστρατεύσας Ἡρακλεῖ ἐπ’ Ἀμαζόνας, τρωθεὶς ἀνεχώρησεν, καὶ ἀπέθανε καθ’ ὁδὸν περὶ τὴν Παφλαγονίαν.

### 4a

Τὴν δὲ περὶ [τοῦ] Σθενέλου [τάφου] ἱστορίαν ἔλαβε παρὰ Προμαθίδα, τὰ δὲ περὶ τοῦ εἰδώλου αὐτὸς ἔπλασεν. Idem II, 929: Οὗτος μέν φησιν ἐπὶ τῷ τοῦ Ἀπόλλωνος βωμῷ τὴν λύραν ἀνατεθεῖσθαι ὑπὸ Ὀρφέως, ὁ δὲ Προμαθίδας, ἐπὶ στήλης τινός.

### 5

Steph. Byz.: Γάλλος, ποταμὸς Φρυγίας. Οἱ περίοικοι κατὰ μὲν Τιμόθεον Ποταμογαλλῖται, κατὰ δὲ Προμαθίδαν Ποταμογαλληνοὶ, οὓς παρατίθεται ὁ Πολυίστωρ ἐν τῷ Περὶ Φρυγίας τρίτῳ· καὶ ὅτι τὸν Γάλλον καὶ τὸν Ἄττιν ἀποκόψαι τὰ αἰδοῖα· καὶ τὸν μὲν Γάλλον ἐλθεῖν ἐπὶ τὸν Τύραν ποταμὸν καὶ οἰκῆσαι καὶ τὸν ποταμὸν Γάλλον καλέσαι. Ἀπ’ ἐκείνου γὰρ τοὺς τεμνομένους τὰ αἰδοῖα Γάλλους καλοῦσι. HMIAMBOI.

### 6 (t)

Athenaeus VII, p. 296, B: Προμαθίδας ὁ Ἡρακλεώτης ἐν Ἡμιάμβοις, Πολύβου, τοῦ Ἑρμοῦ καὶ Εὐβοίας, τῆς Λαρύμνου, γενεαλογεῖ τὸν Γλαῦκον. E SCRIPTO INCERTO.

### 7 (t)

Athenaeus XI: Διονύσιος δὲ ὁ Θρᾲξ ἐν Ῥόδῳ λέγεται τὴν Νεστορίδα κατασκευάσαι τῶν μαθητῶν αὐτῷ συνενεγκάντων τἀργύριον. Ὅπερ Προμαθίδας ὁ Ἡρακλεώτης, ἐξηγούμενος τὴν κατὰ τὸν Διονύσιον διάταξιν, φησὶ σκύφον εἶναι, παρακειμένως ἔχοντα τὰ ὦτα καθάπερ αἱ δίπρῳροι τῶν νεῶν, περὶ δὲ τὰ ὦτα τὰς περιστεράς· ὡσπερεὶ δέ τινα ῥοπάλια δύο ὑποκεῖσθαι τῷ ποτηρίῳ πλάγια διὰ μήκους· ταῦτα δ’ εἶναι τοὺς δύο πυθμένας. Ὁποῖόν τι καὶ νῦν ἐστιν ἰδεῖν ἐν Καπύῃ πόλει τῆς Καμπανίας ἀνακείμενον τῇ Ἀρτέμιδι ποτήριον, ὅπερ λέγουσιν ἐκεῖνοι Νέστορος γεγονέναι· ἔστι δὲ ἀργύρεον, χρυσοῖς γράμμασιν ἐντετυπωμένα ἔχον τὰ Ὁμηρικὰ ἔπη. Ἐγὼ δὲ (φησὶν ὁ Μυρλεανὸς) τάδε λέγω περὶ τοῦ ποτηρίου κτλ.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/promathidas-of-heraclea-text-gdq-aa.json (sha256:fbe03d75b304ff1bc05c9139c3b2d16ba5726f4c8af0a5a00b1477e92eee3b36). Cite as `eul_wid: gdq-aa`.
