---
title: Fragments on Spartan Festivals
title_greek: Ἀποσπάσματα περὶ Σπαρτιατικῶν Ἑορτῶν
author: "Polycrates of Sparta "
eul_wid: ess-aa
eul_aid: ess
canonical: "https://eulogikon.org/grc/polycrates-of-sparta/festivals"
canonical_json: "https://eulogikon.org/data/works/grc/polycrates-of-sparta-festivals-ess-aa.json"
sha256: "08d58aac0494b8b6e6ce9f1f7302de90dcd7c69efeb2bcd0b273d56596ebdeeb"
period: Classical
dialect: Doric
domain: History
format: Prose
license: CC0-1.0
---

# Fragments on Spartan Festivals

*Ἀποσπάσματα περὶ Σπαρτιατικῶν Ἑορτῶν*

**Author:** Polycrates of Sparta 

**eul_wid:** `ess-aa` · [HTML page](https://eulogikon.org/grc/polycrates-of-sparta/festivals) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/polycrates-of-sparta-festivals-ess-aa.json)

## Text

## ΛΑΚΩΝΙΚΑ. Athenaeus IV: Πολυκράτης ἐν τοῖς Λακωνικοῖς ἱστορεῖ, ὅτι τὴν μὲν τῶν Ὑακινθίων θυσίαν οἱ Λάκωνες ἐπὶ τρεῖς ἡμέρας συντελοῦσι, καὶ διὰ τὸ πένθος τὸ γενόμενον περὶ τὸν Ὑάκινθον οὔτε στεφανοῦνται ἐπὶ τοῖς δείπνοις οὔτε ἄρτον εἰσφέρουσιν, ἀλλὰ πέμματα καὶ τὰ τούτοις ἀκόλουθα διδόασι, καὶ τὸν εἰς τὸν θεὸν παιᾶνα οὐκ ᾄδουσιν, οὔτ’ ἄλλο τι τοιοῦτον εἰσάγουσιν οὐδὲν, καθάπερ ἐν ταῖς ἄλλαις θυσίαις ποιοῦσιν· ἀλλὰ μετ’ εὐταξίας πολλῆς δειπνήσαντες ἀπέρχονται.

### 1

Τῇ δὲ μέσῃ τῶν τριῶν ἡμερῶν γίνεται θέα ποικίλη καὶ πανήγυρις ἀξιόλογος καὶ μεγάλη. Παῖδές τε γὰρ κιθαρίζουσιν ἐν χιτῶσιν ἀνεζωσμένοι καὶ πρὸς αὐλὸν ᾄδοντες πάσας ἅμα τῷ πλήκτρῳ τὰς χορδὰς ἐπιτρέχοντες ἐν ῥυθμῷ μὲν ἀναπαίστῳ, μετ’ ὀξέος δὲ τόνου, τὸν θεὸν ᾄδουσιν· ἄλλοι δ’ ἐφ’ ἵππων κεκοσμημένοι τὸ θέατρον διεξέρχονται, χοροί τε νεανίσκων παμπληθεῖς εἰσέρχονται καὶ τῶν ἐπιχωρίων τινὰ ποιημάτων ᾄδουσιν, ὀρχησταί τε ἐν τούτοις ἀναμεμιγμένοι τὴν κίνησιν ἀρχαϊκὴν ὑπὸ τὸν αὐλὸν καὶ τὴν ᾠδὴν ποιοῦνται. Τῶν δὲ παρθένων αἱ μὲν ἐπὶ κανάθρων, καμαρωτῶν ξυλίνων ἁρμάτων, φέρονται πολυτελῶς κατεσκευασμένων, αἱ δ’ ἐφ’ ἁμίλλαις ἁρμάτων ἐζευγμένων πομπεύουσιν, ἅπασα δ’ ἐν κινήσει καὶ χαρᾷ τῆς θεωρίας ἡ πόλις καθέστηκεν. Ἱερεῖά τε παμπληθῆ θύουσι τὴν ἡμέραν ταύτην καὶ δειπνίζουσιν οἱ πολῖται πάντας τοὺς γνωρίμους καὶ τοὺς δούλους τοὺς ἰδίους· οὐδεὶς δ’ ἀπολείπει τὴν θυσίαν, ἀλλὰ κενοῦσθαι συμβαίνει τὴν πόλιν πρὸς τὴν θέαν.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/polycrates-of-sparta-festivals-ess-aa.json (sha256:08d58aac0494b8b6e6ce9f1f7302de90dcd7c69efeb2bcd0b273d56596ebdeeb). Cite as `eul_wid: ess-aa`.
