---
title: "Pisistratus's Defense Letter"
title_greek: Ἐπιστολή
author: Pisistratus Letters
eul_wid: nmk-aa
eul_aid: nmk
canonical: "https://eulogikon.org/grc/pisistratus-letters/defense-letter"
canonical_json: "https://eulogikon.org/data/works/grc/pisistratus-letters-defense-letter-nmk-aa.json"
sha256: "7dd3d26d71baa35575c4a9de66dffa72fdb06baa044aa082da1c37a3f611a1d7"
period: Roman
dialect: Koine
domain: History
format: Epistle
license: CC0-1.0
---

# Pisistratus's Defense Letter

*Ἐπιστολή*

**Author:** Pisistratus Letters

**eul_wid:** `nmk-aa` · [HTML page](https://eulogikon.org/grc/pisistratus-letters/defense-letter) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/pisistratus-letters-defense-letter-nmk-aa.json)

## Text

### [25]

Σόλωνι. Οὔτε μόνος Ἑλλήνων τυραννίδι ἐπεθέμην οὔτε οὐ προσῆκόν μοι, γένους ὄντι τῶν Κοδριδῶν. ἀνέλαβον γὰρ ἐγὼ ἃ ὀμόσαντες Ἀθηναῖοι παρέξειν Κόδρῳ τε καὶ τῷ ἐκείνου γένει ἀφείλοντο. τά τε ἄλλα ἁμαρτάνω οὐδὲν ἢ περὶ θεοὺς ἢ περὶ ἀνθρώπους, ἀλλὰ καθ’ ὅ τι σὺ διέθηκας τοὺς θεσμοὺς Ἀθηναίοις ἐπιτρέπω πολιτεύειν. καὶ ἄμεινόν γε πολιτεύουσιν ἢ κατὰ δημοκρατίαν· οὐκ ἐῶ γὰρ οὐδένα ὑβρίζειν, καὶ ὁ τύραννος ἐγὼ οὐ πλέον τι φέρομαι τἀξιώματος καὶ τῆς τιμῆς, ὁποῖα δὲ καὶ τοῖς πρόσθεν βασιλεῦσιν ἦν τὰ ῥητὰ γέρα. ἀπάγει δὲ ἕκαστος Ἀθηναίων τοῦ αὑτοῦ κλήρου δεκάτην, οὐκ ἐμοί, ἀλλ’ ὁπόθεν ἔσται ἀναλοῦν εἴς τε θυσίας δημοτελεῖς καὶ εἴ τι ἄλλο τῶν κοινῶν καὶ ἢν πόλεμος ἡμᾶς καταλάβῃ. σοὶ δ’ ἐγὼ οὔτι μέμφομαι μηνύσαντι τὴν ἐμὴν διάνοιαν· εὐνοίᾳ γὰρ τῆς πόλεως μᾶλλον ἢ κατὰ τὸ ἐμὸν ἔχθος ἐμήνυες, ἔτι τε ἀμαθίᾳ τῆς ἀρχῆς, ὁποίαν τινὰ ἐγὼ καταστήσομαι. ἐπεὶ μαθὼν τάχ’ ἂν ἠνέσχου καθισταμένου, οὐδ’ ἔφυγες. ἐπάνιθι τοίνυν οἴκαδε, πιστεύων μοι καὶ ἀνωμότῳ ἄχαρι μηδὲν πείσεσθαι Σόλωνα ἐκ Πεισιστράτου· ἴσθι γὰρ μηδ’ ἄλλον τινὰ πεπονθέναι τῶν ἐμοὶ ἐχθρῶν. εἰ δὲ ἀξιώσεις τῶν ἐμῶν φίλων εἷς εἶναι, ἔσῃ ἀνὰ πρώτους· οὐ γάρ τι ἐν σοὶ ἐνορῶ δολερὸν ἢ ἄπιστον· εἴτε ἄλλως Ἀθήνῃσιν οἰκεῖν, ἐπιτετράψεται. ἡμῶν δὲ οὕνεκα μὴ ἐστέρησο τῆς πατρίδος.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/pisistratus-letters-defense-letter-nmk-aa.json (sha256:7dd3d26d71baa35575c4a9de66dffa72fdb06baa044aa082da1c37a3f611a1d7). Cite as `eul_wid: nmk-aa`.
