---
title: Pythian Odes
title_greek: Πυθιονῖκαι
author: Pindar
eul_wid: boa-ac
eul_aid: boa
canonical: "https://eulogikon.org/grc/pindar/pythian-odes"
canonical_json: "https://eulogikon.org/data/works/grc/pindar-pythian-odes-boa-ac.json"
sha256: b5a9f95c9ac9c3436ead7fba8727a273d50d6a9444e994d8f62c4732f1072e8a
period: Archaic
dialect: Literary Doric
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Pythian Odes

*Πυθιονῖκαι*

**Author:** Pindar

**eul_wid:** `boa-ac` · [HTML page](https://eulogikon.org/grc/pindar/pythian-odes) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/pindar-pythian-odes-boa-ac.json)

## Text

### book 1

.

### book 1.2.1

μὲν βάσις ἀγˈλαΐας ἀρχά,

### book 1.2.2

πείθονται δ’ ἀοιδοὶ σάμασιν

### book 1.2.3

ἁγησιχόρων ὁπόταν προοιμίων

### book 1.4

ἀμβολὰς τεύχῃς ἐλελιζομένα.

### book 1.5.1

καὶ τὸν αἰχματὰν κεραυνὸν σβεννύεις

### book 1.5.2

αἰενάου πυρός. εὕδει δ’ ἀνὰ σκά‐

### book 1.6

πτῳ Διὸς αἰετός, ὠκεῖ‐

### book 1.6.1

⸏αν πτέρυγ’ ἀμφοτέρωθεν χαλάξαις,

### book 1.6.2

ἀρχὸς οἰωνῶν, κελαινῶπιν δ’ ἐπί οἱ νεφέλαν

### book 1.6.3

ἀγκύλῳ κρατί, γˈλεφάρων ἁδὺ κλάϊ‐

### book 1.8.1

θˈρον, κατέχευας· ὁ δὲ κˈνώσσων

### book 1.8.2

ὑγˈρὸν νῶτον αἰωρεῖ, τεαῖς

### book 1.10

ῥιπαῖσι κατασχόμενος. καὶ γὰρ βια‐

### book 1.10.1

τὰς Ἄρης, τραχεῖαν ἄνευθε λιπών

### book 1.10.2

ἐγχέων ἀκˈμάν, ἰαίνει καρδίαν

### book 1.10.3

κώματι, κῆλα δὲ καὶ δαιμόνων θέλ‐

### book 1.12

γει φρένας ἀμφί τε Λατοί‐

### book 1.12.1

⸏δα σοφίᾳ βαθυκόλπων τε Μοισᾶν.

### book 1.12.2

ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοάν

### book 1.12.3

Πιερίδων ἀΐοντα, γᾶν τε καὶ πόν‐

### book 1.14

τον κατ’ ἀμαιμάκετον,

### book 1.15.1

ὅς τ’ ἐν αἰνᾷ Ταρτάρῳ κεῖται, θεῶν πολέμιος,

### book 1.15.2

Τυφὼς ἑκατοντακάρανος· τόν ποτε

### book 1.15.3

Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον· νῦν γε μάν

### book 1.15.4

ταί θ’ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι

### book 1.15.5

Σικελία τ’ αὐτοῦ πιέζει

### book 1.19

στέρνα λαχˈνάεντα· κίων δ’ οὐρανία συνέχει,

### book 1.20

⸐νιφόεσς’ Αἴτνα, πάνετες χιόνος ὀξείας τιθήνα·

### book 1.1

τᾶς ἐρεύγονται μὲν ἀπˈλάτου πυρὸς ἁγˈνόταται

### book 1.2

ἐκ μυχῶν παγαί· ποταμοὶ δ’ ἁμέραισιν

### book 1.22.1

μὲν προχέοντι ῥόον καπˈνοῦ

### book 1.22.2

αἴθων’· ἀλλ’ ἐν ὄρφναισιν πέτρας

### book 1.22.3

φοίνισσα κυλινδομένα φλὸξ ἐς βαθεῖ‐

### book 1.24

αν φέρει πόντου πλάκα σὺν πατάγῳ.

### book 1.25.1

κεῖνο δ’ Ἁφαίστοιο κρουνοὺς ἑρπετόν

### book 1.25.2

δεινοτάτους ἀναπέμπει· τέρας μὲν

### book 1.26

θαυμάσιον προσιδέσθαι,

### book 1.26

⸏θαῦμα δὲ καὶ παρεόντων ἀκοῦσαι,

### book 1.1

οἷον Αἴτνας ἐν μελαμφύλλοις δέδεται κορυφαῖς

### book 1.2

καὶ πέδῳ, στρωμνὰ δὲ χαράσσοις’ ἅπαν νῶ‐

### book 1.28.1

τον ποτικεκˈλιμένον κεντεῖ.

### book 1.28.2

εἴη, Ζεῦ, τὶν εἴη ἁνδάνειν,

### book 1.30

ὃς τοῦτ’ ἐφέπεις ὄρος, εὐκάρποιο γαί‐

### book 1.30.1

ας μέτωπον, τοῦ μὲν ἐπωνυμίαν

### book 1.30.2

κλεινὸς οἰκιστὴρ ἐκύδανεν πόλιν

### book 1.30.3

γείτονα, Πυθιάδος δ’ ἐν δρόμῳ κά‐

### book 1.32

ρυξ ἀνέειπέ νιν ἀγγέλ‐

### book 1.32.1

⸏λων Ἱέρωνος ὑπὲρ καλλινίκου

### book 1.32.2

ἅρμασι. ναυσιφορήτοις δ’ ἀνδράσι πˈρώτα χάρις

### book 1.32.3

ἐς πλόον ἀρχομένοις πομπαῖον ἐλθεῖν

### book 1.34

οὖρον· ἐοικότα γάρ

### book 1.35.1

καὶ τελευτᾷ φερτέρου νόστου τυχεῖν, ὁ δὲ λόγος

### book 1.35.2

ταύταις ἐπὶ συντυχίαις δόξαν φέρει

### book 1.35.3

λοιπὸν ἔσσεσθαι στεφάνοισί ν〈ιν〉 ἵπποις τε κˈλυτάν

### book 1.35.4

καὶ σὺν εὐφώνοις θαλίαις ὀνυμαστάν.

### book 1.35.5

Λύκιε καὶ Δάλοι’ ἀνάσσων

### book 1.39

Φοῖβε Παρνασσοῦ τε κράναν Κασταλίαν φιλέων,

### book 1.40

⸐ἐθελήσαις ταῦτα νόῳ τιθέμεν εὔανδρόν τε χώραν.

### book 1.1

ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς,

### book 1.2

καὶ σοφοὶ καὶ χερσὶ βιαταὶ περίγˈλωσ‐

### book 1.42.1

σοί τ’ ἔφῠν. ἄνδρα δ’ ἐγὼ κεῖνον

### book 1.42.2

αἰνῆσαι μενοινῶν ἔλπομαι

### book 1.42.3

μὴ χαλκοπάραον ἄκονθ’ ὡσείτ’ ἀγῶ‐

### book 1.44

νος βαλεῖν ἔξω παλάμᾳ δονέων,

### book 1.45.1

μακˈρὰ δὲ ῥ̄ίψαις ἀμεύσασθ’ ἀντίους.

### book 1.45.2

εἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω

### book 1.46

καὶ κτεάνων δόσιν εὐθύ‐

### book 1.46.1

⸏νοι, καμάτων δ’ ἐπίλασιν παράσχοι·

### book 1.46.2

ἦ κεν ἀμνάσειεν, οἵαις ἐν πολέμοισι μάχαις

### book 1.46.3

τλάμονι ψυχᾷ παρέμειν’, ἁνίχ’ εὑρί‐

### book 1.48.1

σκοντο θεῶν παλάμαις τιμάν

### book 1.48.2

οἵαν οὔτις Ἑλλάνων δρέπει

### book 1

πλούτου στεφάνωμ’ ἀγέρωχον. νῦν γε μὰν

### book 1.1

τὰν Φιλοκτήταο δίκαν ἐφέπων

### book 1.2

ἐστρατεύθη· σὺν δ’ ἀνάγκᾳ νιν φίλον

### book 1.3

καί τις ἐὼν μεγαλάνωρ ἔσανεν.

### book 1.52

φαντὶ δὲ Λαμνόθεν ἕλκει

### book 1.52.1

⸏τειρόμενον μεταβάσοντας ἐλθεῖν

### book 1.52.2

ἥροας ἀντιθέους Ποίαντος υἱὸν τοξόταν·

### book 1.52.3

ὃς Πριάμοιο πόλιν πέρσεν, τελεύτα‐

### book 1.54

σέν τε πόνους Δαναοῖς,

### book 1.55.1

ἀσθενεῖ μὲν χρωτὶ βαίνων, ἀλλὰ μοιρίδιον ἦν.

### book 1.55.2

οὕτω δ’ Ἱέρωνι θε̯ὸς ὀρθωτὴρ πέλοι

### book 1.55.3

τὸν προσέρποντα χˈρόνον, ὧν ἔραται και‐

### book 1.57.1

ρὸν διδούς.

### book 1.57.2

Μοῖσα, καὶ πὰρ Δεινομένει κελαδῆσαι

### book 1.57.3

πίθεό μοι ποινὰν τεθρίππων·

### book 1.59

χάρμα δ’ οὐκ ἀλλότˈριον νικαφορία πατέρος.

### book 1.60

⸐ἄγ’ ἔπειτ’ Αἴτνας βασιλεῖ φίλιον ἐξεύρωμεν ὕμνον·

### book 1.1

τῷ πόλιν κείναν θεοδˈμάτῳ σὺν ἐλευθερίᾳ

### book 1.2

Ὑλλίδος στάθˈμας Ἱέρων ἐν νόμοις ἔ‐

### book 1.62.1

κτισσε· θέλοντι δὲ Παμφύλου

### book 1.62.2

καὶ μὰν Ἡρακλειδᾶν ἔκγονοι

### book 1.62.3

ὄχθαις ὕπο Ταϋγέτου ναίοντες αἰ‐

### book 1.64

εὶ μένειν τεθμοῖσιν ἐν Αἰγιμιοῦ

### book 1.65.1

Δωριεῖς. ἔσχον δ’ Ἀμύκˈλας ὄλβιοι

### book 1.65.2

Πινδόθεν ὀρνύμενοι, λευκοπώλων

### book 1.66

Τυνδαριδᾶν βαθύδοξοι

### book 1.66.1

⸏γείτονες, ὧν κλέος ἄνθησεν αἰχμᾶς.

### book 1.66.2

Ζεῦ τέλει’, αἰεὶ δὲ τοιαύταν Ἀμένα παρ’ ὕδωρ

### book 1.66.3

αἶσαν ἀστοῖς καὶ βασιλεῦσιν διακˈρί‐

### book 1.68.1

νειν ἔτυμον λόγον ἀνθρώπων.

### book 1.68.2

σύν τοι τίν κεν ἁγητὴρ ἀνήρ,

### book 1.70

υἱῷ τ’ ἐπιτελλόμενος, δᾶμον γεραί‐

### book 1.70.1

ρων τράποι σύμφωνον ἐς ἡσυχίαν.

### book 1.70.2

λίσσομαι νεῦσον, Κρονίων, ἥμερον

### book 1.70.3

ὄφˈρα κατ’ οἶκον ὁ Φοίνιξ ὁ Τυρσα‐

### book 1.72

νῶν τ’ ἀλαλατὸς ἔχῃ, ναυ‐

### book 1.72.1

⸏σίστονον ὕβˈριν ἰδὼν τὰν πρὸ Κύμας,

### book 1.72.2

οἷα Συρακοσίων ἀρχῷ δαμασθέντες πάθον,

### book 1.72.3

ὠκυπόρων ἀπὸ ναῶν ὅ σφιν ἐν πόν‐

### book 1.74

τῳ βάλεθ’ ἁλικίαν,

### book 1.75.1

Ἑλλάδ’ ἐξέλκων βαρείας δουλίας. ἀρέομαι

### book 1.75.2

πὰρ μὲν Σαλαμῖνος Ἀθαναίων χάριν

### book 1.75.3

μισθόν, ἐν Σπάρτᾳ δ’ 〈ἀπὸ〉 τᾶν πρὸ Κιθαιρῶ‐

### book 1.77.1

νος μαχᾶν,

### book 1.77.2

ταῖσι Μήδειοι κάμον ἀγκυλότοξοι,

### book 1.77.3

παρ〈ὰ〉 δὲ τὰν εὔυδˈρον ἀκτὰν

### book 1.79

Ἱμέρα παίδεσσιν ὕμνον Δεινομέν͜εο͜ς τελέσαις,

### book 1.80

⸐τὸν ἐδέξαντ’ ἀμφ’ ἀρετᾷ, πολεμίων ἀνδρῶν καμόντων.

### book 1.1

καιρὸν εἰ φθέγξαιο, πολλῶν πείρατα συντανύσαις

### book 1.2

ἐν βραχεῖ, μείων ἕπεται μῶμος ἀνθρώ‐

### book 1.82.1

πων· ἀπὸ γὰρ κόρος ἀμβλύνει

### book 1.82.2

αἰανὴς ταχείας ἐλπίδας,

### book 1.82.3

ἀστῶν δ’ ἀκοὰ κρύφιον θυμὸν βαρύ‐

### book 1.84

νει μάλιστ’ ἐσλοῖσιν ἐπ’ ἀλλοτρίοις.

### book 1.85.1

ἀλλ’ ὅμως, κρέσσον γὰρ οἰκτιρμοῦ φθόνος,

### book 1.85.2

μὴ παρίει καλά. νώμα δικαίῳ

### book 1.86

πηδαλίῳ στρατόν· ἀψευ‐

### book 1.86.1

⸏δεῖ δὲ πρὸς ἄκˈμονι χάλκευε γλῶσσαν.

### book 1.86.2

εἴ τι καὶ φλαῦρον παραιθύσσει, μέγα τοι φέρεται,

### book 1.86.3

πὰρ σέθεν. πολλῶν ταμίας ἐσσί· πολλοὶ

### book 1.88.1

μάρτυρες ἀμφοτέροις πιστοί.

### book 1.88.2

εὐανθεῖ δ’ ἐν ὀργᾷ παρμένων,

### book 1.90

εἴπερ τι φιλεῖς ἀκοὰν ἁδεῖαν αἰ‐

### book 1.90.1

εὶ κλύειν, μὴ κάμνε λίαν δαπάναις·

### book 1.90.2

ἐξίει δ’ ὥσπερ κυβερνάτας ἀνήρ

### book 1.90.3

ἱστίον ἀνεμόεν {πετάσαις}. μὴ δολωθῇς,

### book 1.92

ὦ φίλε, κέρδεσιν ἐντραπέ‐

### book 1.92.1

⸏λοις· ὀπιθόμβροτον αὔχημα δόξας

### book 1.92.2

οἶον ἀποιχομένων ἀνδρῶν δίαιταν μανύει

### book 1.92.3

καὶ λογίοις καὶ ἀοιδοῖς. οὐ φθίνει Κροί‐

### book 1.94

σου φιλόφρων ἀρετά.

### book 1.95.1

τὸν δὲ ταύρῳ χαλκέῳ καυτῆρα νηλέα νόον

### book 1.95.2

ἐχθρὰ Φάλαριν κατέχει παντᾷ φάτις,

### book 1.95.3

οὐδέ νιν φόρμιγγες ὑπωρόφιαι κοινανίαν

### book 1.95.4

μαλθακὰν παίδων ὀάροισι δέκονται.

### book 1.95.5

τὸ δὲ παθεῖν εὖ πρῶτον ͜ἀέ͜θλων·

### book 1.99

εὖ δ’ ἀκούειν δευτέρα μοῖρ’· ἀμφοτέροισι δ’ ἀνήρ

### book 1

ὃς ἂν ἐγκύρσῃ καὶ ἕλῃ, στέφανον ὕψιστον δέδεκται.

### book 2

.

### book 2.2.1

μᾶν δαιμόνιαι τροφοί,

### book 2.2.2

ὔμμιν τόδε τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν φέρων

### book 2.2.3

μέλος ἔρχομαι ἀγγελίαν τετραορίας ἐλελίχθονος,

### book 2.5.1

εὐάρματος Ἱέρων ἐν ᾇ κρατέων

### book 2.5.2

τηλαυγέσιν ἀνέδησεν Ὀρτυγίαν στεφάνοις,

### book 2.5.3

ποταμίας ἕδος Ἀρτέμιδος, ἇς οὐκ ἄτερ

### book 2.5.4

κείνας ἀγαναῖσιν ἐν χερσὶ ποικιλα‐

### book 2.8.1

⸏νίους ἐδάμασσε πώλους.

### book 2.8.2

ἐπὶ γὰρ ἰοχέαιρα παρθένος χερὶ διδύμᾳ

### book 2.10

ὅ τ’ ἐναγώνιος Ἑρμᾶς αἰγλ͜άε͜ντα τίθησι κόσ‐

### book 2.10.1

μον, ξεστὸν ὅταν δίφρον

### book 2.10.2

ἔν θ’ ἅρματα πεισιχάλινα καταζευγνύῃ

### book 2.10.3

σθένος ἵππιον, ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν.

### book 2.10.4

ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνήρ

### book 2.10.5

εὐαχέα βασιλεῦσιν ὕμνον ἄποιν’ ἀρετᾶς.

### book 2.15.1

κελαδέοντι μὲν ἀμφὶ Κινύραν πολλάκις

### book 2.15.2

φᾶμαι Κυπρίων, τὸν ὁ χˈρυσοχαῖτα προ‐

### book 2.16.1

⸏φˈρόνως ἐφίλης’ Ἀπόλλων,

### book 2.16.2

ἱερέα κτίλον Ἀφˈροδίτας· ἄγει δὲ χάρις

### book 2.17.1

φίλων ποί τινος ἀντὶ ἔργων ὀπιζομένα·

### book 2.17.2

σὲ δ’, ὦ Δεινομένειε παῖ, Ζεφυρία πρὸ δόμων

### book 2.17.3

Λοκρὶς παρθένος ἀπύει,

### book 2.19

πολεμίων καμάτων ἐξ ἀμαχάνων

### book 2.20.1

διὰ τεὰν δύναμιν δρακεῖς’ ἀσφαλές·

### book 2.20.2

θεῶν δ’ ἐφετˈμαῖς Ἰξίονα φαντὶ ταῦτα βˈροτοῖς

### book 2.20.3

λέγειν ἐν πτερόεντι τˈροχῷ

### book 2.20.4

παντᾷ κυλινδόμενον·

### book 2.20.5

τὸν εὐεργέταν ἀγαναῖς

### book 2.24

⸐ἀμοιβαῖς ἐποιχομένους τίνεσθαι.

### book 2.25.1

ἔμαθε δὲ σαφές. εὐμενέσσι γὰρ παρὰ Κρονίδαις

### book 2.25.2

γλυκὺν ἑλὼν βίοτον, μακˈρὸν οὐχ ὑπέμεινεν ὄλ‐

### book 2.26.1

βον, μαινομέναις φρασίν

### book 2.26.2

Ἥρας ὅτ’ ἐράσσατο, τὰν Διὸς εὐναὶ λάχον

### book 2.26.3

πολυγαθέες· ἀλλά νιν ὕβˈρις εἰς ἀυάταν ὑπεράφανον

### book 2.26.4

ὦρσεν· τάχα δὲ παθὼν ἐοικότ’ ἀνήρ

### book 2.30.1

ἐξαίρετον ἕλε μόχθον. αἱ δύο δ’ ἀμπλακίαι

### book 2.30.2

φερέπονοι τελέθοντι· τὸ μὲν ἥρως ὅτι

### book 2.30.3

ἐμφύλιον αἷμα πρώτιστος οὐκ ἄτερ

### book 2.32.1

⸏τέχνας ἐπέμειξε θνατοῖς,

### book 2.32.2

ὅτι τε μεγαλοκευθέεσσιν ἔν ποτε θαλάμοις

### book 2.32.3

Διὸς ἄκοιτιν ἐπειρᾶτο. χρὴ δὲ κατ’ αὐτὸν αἰ‐

### book 2.34

εὶ παντὸς ὁρᾶν μέτρον.

### book 2.35.1

εὐναὶ δὲ παράτˈροποι ἐς κακότατ’ ἀθˈρόαν

### book 2.35.2

ἔβαλον· ποτὶ καὶ τὸν ἵκοντ’· ἐπεὶ

### book 2.36.1

νεφέλᾳ παρελέξατο

### book 2.36.2

ψεῦδος γλυκὺ μεθέπων ἄϊδˈρις ἀνήρ

### book 2.36.3

εἶδος γὰρ ὑπεροχωτάτᾳ πρέπεν Οὐρανιᾶν

### book 2.36.4

θυγατέρι Κˈρόνου· ἅντε δόλον αὐτῷ θέσαν

### book 2.40

Ζηνὸς παλάμαι, καλὸν πῆμα. τὸν δὲ τε‐

### book 2.40.1

⸏τˈράκναμον ἔπραξε δεσμόν

### book 2.40.2

ἑὸν ὄλεθˈρον ὅγ’· ἐν δ’ ἀφύκτοισι γυιοπέδαις

### book 2.41.1

πεσὼν τὰν πολύκοινον ἀνδέξατ’ ἀγγελίαν.

### book 2.41.2

ἄνευ οἱ Χαρίτων τέκεν γόνον ὑπερφίαλον

### book 2.41.3

μόνα καὶ μόνον οὔτ’ ἐν ἀν‐

### book 2.43.1

δράσι γερασφόρον οὔτ’ ἐν θεῶν νόμοις·

### book 2.43.2

τὸν ὀνύμαζε τράφοισα Κένταυρον, ὅς

### book 2.45

ἵπποισι Μαγˈνητίδεσσιν ἐμείγνυτ’ ἐν Παλίου

### book 2.1

σφυροῖς, ἐκ δ’ ἐγένοντο στρατός

### book 2.2

θαυμαστός, ἀμφοτέροις

### book 2.3

ὁμοῖοι τοκεῦσι, τὰ μα‐

### book 2.48

⸐τρόθεν μὲν κάτω, τὰ δ’ ὕπερθε πατˈρός.

### book 2

θεὸς ἅπαν ἐπὶ ἐλπίδεσσι τέκˈμαρ ἀνύεται,

### book 2

θεός, ὃ καὶ πτερόεντ’ αἰετὸν κίχε, καὶ θαλασ‐

### book 2.1

σαῖον παραμείβεται

### book 2.2

δελφῖνα, καὶ ὑψιφρόνων τιν’ ἔκαμψε βˈροτῶν,

### book 2.3

ἑτέροισι δὲ κῦδος ἀγήραον παρέδωκ’· ἐμὲ δὲ χˈρεών

### book 2.4

φεύγειν δάκος ἀδινὸν κακαγοριᾶν.

### book 2.5

εἶδον γὰρ ἑκὰς ἐὼν τὰ πόλλ’ ἐν ἀμαχανίᾳ

### book 2.55.1

ψογερὸν Ἀρχίλοχον βαρυλόγοις ἔχθεσιν

### book 2.55.2

πιαινόμενον· τὸ πλουτεῖν δὲ σὺν τύχᾳ

### book 2.56.1

⸏πότˈμου σοφίας ἄριστον.

### book 2.56.2

τὺ δὲ σάφα νιν ἔχεις ἐλευθέρᾳ φρενὶ πεπαρεῖν,

### book 2.56.3

πρύτανι κύριε πολλᾶν μὲν εὐστεφάνων ἀγυι‐

### book 2.58.1

ᾶν καὶ στρατοῦ. εἰ δέ τις

### book 2.58.2

ἤδη κτεάτεσσί τε καὶ περὶ τιμᾷ λέγει

### book 2.60.1

ἕτερόν τιν’ ἀν’ Ἑλλάδα τῶν πάροιθε γενέσθαι ὑπέρτερον,

### book 2.60.2

χαύνᾳ πραπίδι παλαιμονεῖ κενεά.

### book 2.60.3

εὐανθέα δ’ ἀναβάσομαι στόλον ἀμφ’ ἀρετᾷ

### book 2.60.4

κελαδέων. νεότατι μὲν ἀρήγει θράσος

### book 2.60.5

δεινῶν πολέμων· ὅθεν φαμὶ καὶ σὲ τὰν

### book 2.64

⸏ἀπείρονα δόξαν εὑρεῖν,

### book 2.65

τὰ μὲν ἐν ἱπποσόαισιν ἄνδρεσσι μαρνάμενον,

### book 2.65.1

τὰ δ’ ἐν πεζομάχαισι· βουλαὶ δὲ πρεσβύτεραι

### book 2.65.2

ἀκίνδυνον ἐμοὶ ἔπος 〈σὲ〉 ποτὶ πάντα λόγον

### book 2.65.3

ἐπαινεῖν παρέχοντι. χαῖ‐

### book 2.67.1

ρε· τόδε μὲν κατὰ Φοίνισσαν ἐμπολάν

### book 2.67.2

μέλος ὑπὲρ πολιᾶς ἁλὸς πέμπεται·

### book 2

τὸ Καστόρειον δ’ ἐν Αἰολίδεσσι χορδαῖς θέλων

### book 2.70.1

ἄθρησον χάριν ἑπτακτύπου

### book 2.70.2

φόρμιγγος ἀντόμενος.

### book 2.70.3

γένοι’, οἷος ἐσσὶ μαθών.

### book 2.72

⸐καλός τοι πίθων παρὰ παισίν, αἰεί

### book 2.1

καλός. ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγεν, ὅτι φρενῶν

### book 2.2

ἔλαχε καρπὸν ἀμώμητον, οὐδ’ ἀπάταισι θυ‐

### book 2.74

μὸν τέρπεται ἔνδοθεν,

### book 2.75.1

οἷα ψιθύρων παλάμαις ἕπετ’ αἰεὶ βροτῷ.

### book 2.75.2

ἄμαχον κακὸν ἀμφοτέροις διᾱβολιᾶν ὑποφάτιες,

### book 2.75.3

ὀργαῖς ἀτενὲς ἀλωπέκων ἴκελοι.

### book 2.75.4

κέρδει δὲ τί μάλα τοῦτο κερδαλέον τελέθει;

### book 2.75.5

ἅτε γὰρ ἐννάλιον πόνον ἐχοίσας βαθύν

### book 2.80

σκευᾶς ἑτέρας, ἀβάπτιστος εἶμι φελ‐

### book 2.80.1

⸏λὸς ὣς ὑπὲρ ἕρκος ἅλμας.

### book 2.80.2

ἀδύνατα δ’ ἔπος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖς

### book 2.80.3

δόλιον ἀστόν· ὅμως μὰν σαίνων ποτὶ πάντας ἄ‐

### book 2.82.1

ταν πάγχυ διαπˈλέκει.

### book 2.82.2

οὔ οἱ μετέχω θράσεος. φίλον εἴη φιλεῖν·

### book 2.82.3

ποτὶ δ’ ἐχθρὸν ἅτ’ ἐχθρὸς ἐὼν λύκοιο

### book 2.84

δίκαν ὑποθεύσομαι,

### book 2.85.1

ἄλλ’ ἄλλοτε πατέων ὁδοῖς σκολιαῖς.

### book 2.85.2

ἐν πάντα δὲ νόμον εὐθύγλωσσος ἀνὴρ προφέρει,

### book 2.85.3

παρὰ τυραννίδι, χὠπόταν ὁ λάβˈρος στρατός,

### book 2.85.4

χὤταν πόλιν οἱ σοφοὶ τηρέωντι. χρὴ

### book 2.88.1

⸏δὲ πρὸς θεὸν οὐκ ἐρίζειν,

### book 2.88.2

ὃς ἀνέχει τοτὲ μὲν τὰ κείνων, τότ’ αὖθ’ ἑτέροις

### book 2.89

ἔδωκεν μέγα κῦδος. ἀλλ’ οὐδὲ ταῦτα νόον

### book 2.90.1

ἰαίνει φθονερῶν· στάθμας δέ τινες ἑλκόμενοι

### book 2.90.2

περισσᾶς ἐνέπαξαν ἕλ‐

### book 2.91.1

κος ὀδυναρὸν ἑᾷ πρόσθε καρδίᾳ,

### book 2.91.2

πρὶν ὅσα φροντίδι μητί̆ονται τυχεῖν.

### book 2.91.3

φέρειν δ’ ἐλαφˈρῶς ἐπαυχένιον λαβόντα ζυγόν

### book 2.91.4

ἀρήγει· ποτὶ κέντρον δέ τοι

### book 2.95.1

λακτιζέμεν τελέθει

### book 2.95.2

ὀλισθηρὸς οἶμος· ἁδόν‐

### book 2.96

τα δ’ εἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν.

### book 3

.

### book 3.2.1

κοινὸν εὔξασθαι ἔπος,

### book 3.2.2

ζώειν τὸν ἀποιχόμενον,

### book 3.2.3

Οὐρανίδα γόνον εὐρυμέδοντα Κρόνου,

### book 3.4

βάσσαισί τ’ ἄρχειν Παλίου φῆρ’ ἀγˈρότερον

### book 3.5.1

ν͜όο͜ν ἔχοντ’ ἀνδρῶν φίλον· οἷος ἐὼν θρέψεν ποτέ

### book 3.5.2

τέκτονα νωδυνίας

### book 3.6.1

ἥμερον γυιαρκέος Ἀσκλαπιόν,

### book 3.6.2

⸏ἥροα παντοδαπᾶν ἀλκτῆρα νούσων.

### book 3.6.3

τὸν μὲν εὐίππου Φλεγύα θυγάτηρ

### book 3.6.4

πρὶν τελέσσαι ματροπόλῳ σὺν Ἐλειθυί‐

### book 3.9

ᾳ, δαμεῖσα χˈρυσέοις

### book 3.10.1

τόξοισιν ὕπ’ Ἀρτέμιδος

### book 3.10.2

εἰς Ἀΐδα δόμον ἐν θαλάμῳ κατέβα,

### book 3.11

τέχˈναις Ἀπόλλωνος. χόλος δ’ οὐκ ἀλίθιος

### book 3.1

γίνεται παίδων Διός. ἁ δ’ ἀποφλαυρίξαισά νιν

### book 3.2

ἀμπλακίαισι φρενῶν,

### book 3.13.1

ἄλλον αἴνησεν γάμον κρύβδαν πατρός,

### book 3.13.2

⸏πρόσθεν ἀκερσεκόμᾳ μιχθεῖσα Φοίβῳ,

### book 3.15.1

καὶ φέροισα σπέρμα θεοῦ καθαρόν

### book 3.15.2

οὐκ ἔμειν’ ἐλθεῖν τράπεζαν νυμφίαν,

### book 3.15.3

οὐδὲ παμφώνων ἰαχὰν ὑμεναίων, ἅλικες

### book 3.15.4

οἷα παρθένοι φιλέοισιν ἑταῖραι

### book 3.15.5

ἑσπερίαις ὑποκουρίζεσθ’ ἀοιδαῖς· ἀλλά τοι

### book 3.20.1

ἤρατο τῶν ἀπεόντων· οἷα καὶ πολλοὶ πάθον.

### book 3.20.2

ἔστι δὲ φῦλον ἐν ἀνθρώποισι ματαιότατον,

### book 3.20.3

ὅστις αἰσχύνων ἐπιχώρια παπταίνει τὰ πόρσω,

### book 3.20.4

⸐μεταμώνια θηρεύων ἀκράντοις ἐλπίσιν.

### book 3

ἔσχε τοι ταύταν μεγάλαν ἀυάταν

### book 3.25

καλλιπέπˈλου λῆμα Κορωνίδος· ἐλθόν‐

### book 3.25.1

τος γὰρ εὐνάσθη ξένου

### book 3.25.2

λέκτροισιν ἀπ’ Ἀρκαδίας.

### book 3.25.3

οὐδ’ ἔλᾰθε σκοπόν· ἐν δ’ ἄρα μηλοδόκῳ

### book 3.25.4

Πυθῶνι τόσσαις ἄϊεν ναοῦ βασιλεύς

### book 3.25.5

Λοξίας, κοινᾶνι παρ’ εὐθυτάτῳ γνώμαν πιθών,

### book 3.30

πάντα ἰσάντι νόῳ·

### book 3.29

ψευδέων δ’ οὐχ ἅπτεται, κλέπτει τέ μιν

### book 3.30.1

⸏οὐ θεὸς οὐ βροτὸς ἔργοις οὔτε βουλαῖς.

### book 3.30.2

καὶ τότε γˈνοὺς Ἴσχυος Εἰλατίδα

### book 3.30.3

ξεινίαν κοίταν ἄθεμίν τε δόλον, πέμ‐

### book 3.32.1

ψεν κασιγˈνήταν μένει

### book 3.32.2

θυίοισαν ἀμαιμακέτῳ

### book 3.32.3

ἐς Λακέρειαν, ἐπεὶ παρὰ Βοιβιάδος

### book 3.34

κρημνοῖσιν ᾤκει παρθένος· δαίμων δ’ ἕτερος

### book 3.35.1

ἐς κακὸν τρέψαις ἐδαμάσσατό νιν, καὶ γειτόνων

### book 3.35.2

πολλοὶ ἐπαῦρον, ἁμᾶ

### book 3.36.1

δ’ ἔφθαρεν· πολλὰν δ’ {ἐν} ὄρει πῦρ ἐξ ἑνός

### book 3.36.2

⸏σπέρματος ἐνθορὸν ἀΐστωσεν ὕλαν.

### book 3.36.3

ἀλλ’ ἐπεὶ τείχει θέσαν ἐν ξυλίνῳ

### book 3.36.4

σύγγονοι κούραν, σέλας δ’ ἀμφέδˈραμεν

### book 3.40.1

λάβˈρον Ἁφαίστου, τότ’ ἔειπεν Ἀπόλλων· ‘Οὐκέτι

### book 3.40.2

τλάσομαι ψυχᾷ γένος ἁμὸν ὀλέσσαι

### book 3.40.3

οἰκτροτάτῳ θανάτῳ ματρὸς βαρείᾳ σὺν πάθᾳ.‘

### book 3.40.4

ὣς φάτο· βάματι δ’ ἐν πρώτῳ κιχὼν παῖδ’ ἐκ νεκροῦ

### book 3.40.5

ἅρπασε· καιομένα δ’ αὐτῷ διέφαινε πυρά.

### book 3.45.1

καί ῥά νιν Μάγˈνητι φέρων πόρε Κενταύρῳ διδάξαι

### book 3.45.2

⸐πολυπήμονας ἀνθρώποισιν ἰᾶσθαι νόσους.

### book 3.1

τοὺς μὲν ὦν, ὅσσοι μόλον αὐτοφύτων

### book 3.2

ἑλκέων ξυνάονες, ἢ πολιῷ χαλκῷ μέλη τετˈρωμένοι

### book 3.3

ἢ χερμάδι τηλεβόλῳ,

### book 3

ἢ θερινῷ πυρὶ περθόμενοι δέμας ἢ

### book 3.1

χειμῶνι, λύσαις ἄλλον ἀλλοίων ἀχέων

### book 3.2

ἔξαγεν, τοὺς μὲν μαλακαῖς ἐπαοιδαῖς ἀμφέπων,

### book 3.3

τοὺς δὲ προσανέα πί‐

### book 3.52.1

νοντας, ἢ γυίοις περάπτων πάντοθεν

### book 3.52.2

⸏φάρμακα, τοὺς δὲ τομαῖς ἔστασεν ὀρθούς·

### book 3.52.3

ἀλλὰ κέρδει καὶ σοφία δέδεται.

### book 3.55

ἔτˈραπεν καὶ κεῖνον ἀγάνορι μισθῷ

### book 3.55.1

χρυσὸς ἐν χερσὶν φανείς

### book 3.55.2

ἄνδρ’ ἐκ θανάτου κομίσαι

### book 3.55.3

ἤδη̆ ἁλωκότα· χερσὶ δ’ ἄρα Κˈρονίων

### book 3.57.1

ῥίψαις δι’ ἀμφοῖν ἀμπνοὰν στέρνων κάθελεν

### book 3.57.2

ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκιμψεν μόρον.

### book 3.57.3

χρὴ τὰ ἐοικότα πὰρ

### book 3.59

δαιμόνων μαστευέμεν θναταῖς φρασίν

### book 3.60.1

⸏γνόντα τὸ πὰρ ποδός, οἵας εἰμὲν αἴσας.

### book 3.60.2

μή, φίλα ψυχά, βίον ἀθάνατον

### book 3.60.3

σπεῦδε, τὰν δ’ ἔμπρακτον ἄντλει μαχανάν.

### book 3.60.4

εἰ δὲ σώφρων ἄντρον ἔναι’ ἔτι Χίρων, καί τί οἱ

### book 3.60.5

φίλτρον 〈ἐν〉 θυμῷ μελιγάρυες ὕμνοι

### book 3.65.1

ἁμέτεροι τίθεν, ἰατῆρά τοί κέν νιν πίθον

### book 3.65.2

καί νυν ἐ͡σλ͡οῖσι παρασχεῖν ἀνδράσιν θερμᾶν νόσων

### book 3.65.3

ἤ τινα Λατοΐδα κεκλημένον ἢ πατέρος.

### book 3.65.4

καί κεν ἐν ναυσὶν μόλον Ἰονίαν τάμνων θάλασσαν

### book 3.65.5

⸐Ἀρέθοισαν ἐπὶ κˈράναν παρ’ Αἰτναῖον ξένον,

### book 3.70.1

ὃς Συρακόσσαισι νέμει βασιλεύς,

### book 3.70.2

πραῢς ἀστοῖς, οὐ φθονέων ἀγαθοῖς, ξεί‐

### book 3.71.1

νοις δὲ θαυμαστὸς πατήρ.

### book 3.71.2

τῷ μὲν διδύμας χάριτας

### book 3.71.3

εἰ κατέβαν ὑγίειαν ἄγων χρυσέαν

### book 3.73.1

κῶμόν τ’ ἀέθˈλων Πυθίων αἴγλαν στεφάνοις,

### book 3.73.2

τοὺς ἀριστεύων Φερένικος ἕλεν Κίρρᾳ ποτέ,

### book 3.75

ἀστέρος οὐρανίου

### book 3.75.1

φαμὶ τηλαυγέστερον κείνῳ φάος

### book 3.75.2

⸏ἐξικόμαν κε βαθὺν πόντον περάσαις.

### book 3.75.3

ἀλλ’ ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω

### book 3.75.4

Ματρί, τὰν κοῦραι παρ’ ἐμὸν πρόθυρον σὺν

### book 3.78.1

Πανὶ μέλπονται θαμά

### book 3.78.2

σεμνὰν θεὸν ἐννύχιαι.

### book 3.80

εἰ δὲ λόγων συνέμεν κορυφάν, Ἱέρων,

### book 3.80.1

ὀρθὰν ἐπίστᾳ, μανθάνων οἶσθα πˈροτέρων

### book 3.80.2

ἓν παρ’ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς

### book 3.80.3

ἀθάνατοι. τὰ μὲν ὦν

### book 3.82.1

οὐ δύνανται νήπιοι κόσμῳ φέρειν,

### book 3.82.2

⸏ἀλλ’ ἀγαθοί, τὰ καλὰ τˈρέψαντες ἔξω.

### book 3.82.3

τὶν δὲ μοῖρ’ εὐδαιμονίας ἕπεται.

### book 3.85.1

λαγέταν γάρ τοι τύραννον δέρκεται,

### book 3.85.2

εἴ τιν’ ἀνθρώπων, ὁ μέγας πότμος. αἰὼν δ’ ἀσφαλής

### book 3.85.3

οὐκ ἔγεντ’ οὔτ’ Αἰακίδᾳ παρὰ Πηλεῖ

### book 3.85.4

οὔτε παρ’ ἀντιθέῳ Κάδˈμῳ· λέγονται {γε} μὰν βροτῶν

### book 3.85.5

ὄλβον ὑπέρτατον οἳ σχεῖν, οἵτε καὶ χρυσαμπύκων

### book 3.90.1

μελπομενᾶν ἐν ὄρει Μοισᾶν καὶ ἐν ἑπταπύλοις

### book 3.90.2

ἄϊον Θήβαις, ὁπόθ’ Ἁρμονίαν γᾶμεν βοῶπιν,

### book 3.90.3

⸐ὁ δὲ Νηρέος εὐβούλου Θέτιν παῖδα κˈλυτάν,

### book 3.1

καὶ θεοὶ δαίσαντο παρ’ ἀμφοτέροις,

### book 3.2

καὶ Κρόνου παῖδας βασιλῆας ἴδον χρυ‐

### book 3.94

ς͜έα͜ις ἐν ἕδˈραις, ἕδˈνα τε

### book 3.95.1

δέξαντο· Διὸς δὲ χάριν

### book 3.95.2

ἐκ προτέρων μεταμειψάμενοι καμάτων

### book 3.96.1

ἔστασαν ὀρθὰν καρδίαν. ἐν δ’ αὖτε χρόνῳ

### book 3.96.2

τὸν μὲν ὀξείαισι θύγατˈρες ἐρήμωσαν πάθαις

### book 3.96.3

εὐφροσύνας μέρος αἱ

### book 3.98.1

τρεῖς· ἀτὰρ λευκωλένῳ γε Ζεὺς πατήρ

### book 3.98.2

⸏ἤλυθεν ἐς λέχος ἱμερτὸν Θυώνᾳ.

### book 3.1

τοῦ δὲ παῖς, ὅνπερ μόνον ἀθανάτα

### book 3.2

τίκτεν ἐν Φθίᾳ Θέτις, ἐν πολέμῳ τό‐

### book 3.101.1

ξοις ἀπὸ ψυχὰν λιπών

### book 3.101.2

ὦρσεν πυρὶ καιόμενος

### book 3.101.3

ἐκ Δαναῶν γόον. εἰ δὲ νόῳ τις ἔχει

### book 3.103.1

θνατῶν ἀλαθείας ὁδόν, χρὴ πρὸς μακάρων

### book 3.103.2

τυγχάνοντ’ εὖ πασχέμεν. ἄλλοτε δ’ ἀλλοῖαι πνοαί

### book 3.105

ὑψιπετᾶν ἀνέμων.

### book 3.105

ὄλβος {δ’} οὐκ ἐς μακˈρὸν ἀνδρῶν ἔρχεται

### book 3.1

⸏ς͜άο͜ς, πολὺς εὖτ’ ἂν ἐπιβˈρίσαις ἕπηται.

### book 3.2

σμικˈρὸς ἐν σμικˈροῖς, μέγας ἐν μεγάλοις

### book 3.3

ἔσσομαι, τὸν δ’ ἀμφέποντ’ αἰεὶ φρασίν

### book 3.4

δαίμον’ ἀσκήσω κατ’ ἐμὰν θεραπεύων μαχανάν.

### book 3.110.1

εἰ δέ μοι πλοῦτον θεὸς ἁβˈρὸν ὀρέξαι,

### book 3.110.2

ἐλπίδ’ ἔχω κλέος εὑρέσθαι κεν ὑψηλὸν πρόσω.

### book 3.110.3

Νέστορα καὶ Λύκιον Σαρπηδόν’, ἀνθρώπων φάτῑς,

### book 3.110.4

ἐξ ἐπέων κελαδεννῶν, τέκτονες οἷα σοφοί

### book 3.110.5

ἅρμοσαν, γινώσκομεν· ἁ δ’ ἀρετὰ κλειναῖς ἀοιδαῖς

### book 3.115

χρονία τελέθει· παύροις δὲ πράξασθ’ εὐμαρές.

### book 4

.

### book 4.2.1

ὄφˈρα κωμάζοντι σὺν Ἀρκεσίλᾳ,

### book 4.2.2

Μοῖσα, Λατοίδαισιν ὀφειλόμενον Πυ‐

### book 4.3.1

θῶνί τ’ αὔξῃς οὖρον ὕμνων,

### book 4.3.2

ἔνθα ποτὲ χˈρυσέων Διὸς αἰετῶν πάρεδˈρος

### book 4.5.1

οὐκ ἀποδάμ͝ου͝ Ἀπόλλωνος τυχόντος ͜ἱέ͜ρεα

### book 4.5.2

χρῆσεν οἰκιστῆρα Βάττον

### book 4.6.1

καρποφόρου Λιβύας, ἱεράν

### book 4.6.2

νᾶσον ὡς ἤδη λιπὼν κτίσσειεν εὐάρματον

### book 4.6.3

⸏πόλιν ἐν ἀργενν͜όε͜ντι μαστῷ,

### book 4.6.4

καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαι

### book 4.10

ἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ Θή‐

### book 4.10.1

ραιον, Αἰήτα τό ποτε ζαμενής

### book 4.10.2

παῖς ἀπέπˈνευς’ ἀθανάτου στόματος, δέσ‐

### book 4.11

ποινα Κόλχων. εἶπε δ’ οὕτως

### book 4.1

ἡμιθέοισιν Ἰάσονος αἰχματᾶο ναύταις·

### book 4.2

‘Κέκˈλυτε, παῖδες ὑπερθύμων τε φωτῶν καὶ θεῶν·

### book 4.3

φαμὶ γὰρ τᾶσδ’ ἐξ ἁλιπˈλά‐

### book 4.14

κτου ποτὲ γᾶς Ἐπάφοιο κόραν

### book 4.15.1

ἀστέων ῥίζαν φυτεύσεσθαι μελησιμβρότων

### book 4.15.2

⸏Διὸς ἐν Ἄμμωνος θεμέθˈλοις.

### book 4.15.3

ἀντὶ δελφίνων δ’ ἐλαχυπτερύγων ἵπ‐

### book 4.17.1

πους ἀμείψαντες θοάς,

### book 4.17.2

ἁνία τ’ ἀντ’ ἐρετμῶν δί‐

### book 4.18.1

φˈρους τε νωμάσοισιν ἀελλόποδας.

### book 4.18.2

κεῖνος ὄρνις ἐκτελευτάσει μεγαλᾶν πολίων

### book 4.20

ματρόπολιν Θήραν γενέσθαι, τόν ποτε

### book 4.20.1

Τˈριτωνίδος ἐν προχοαῖς

### book 4.20.2

λίμνας θεῷ ἀνέρι εἰδομένῳ γαῖαν διδόντι

### book 4.20.3

ξείνια πˈρῴραθεν Εὔφαμος καταβαίς

### book 4.20.4

δέξατ’—αἰσίαν δ’ ἐπί οἱ Κρονίων

### book 4.23

⸐Ζεὺς πατὴρ ἔκˈλαγξε βροντάν—,

### book 4

ἁνίκ’ ἄγκυραν ποτὶ χαλκόγενυν

### book 4.25

ναῒ κριμνάντων ἐπέτοσσε, θοᾶς Ἀρ‐

### book 4.25.1

γοῦς χαλινόν· δώδεκα δὲ πˈρότερον

### book 4.25.2

ἁμέρας ἐξ Ὠκεανοῦ φέρομεν νώ‐

### book 4.26.1

των ὕπερ γαίας ἐρήμων

### book 4.26.2

ἐννάλιον δόρυ, μήδεσιν ἀνσπάσσαντες ἁμοῖς.

### book 4.26.3

τουτάκι δ’ οἰοπόλος δαίμων ἐπῆλθεν, φαιδίμαν

### book 4.26.4

ἀνδρὸς αἰδοίου πρόσοψιν

### book 4.29

θηκάμενος· φιλίων δ’ ἐπέων

### book 4.30.1

ἄρχετο, ξείνοις ἅ τ’ ἐλθόντεσσιν εὐεργέται

### book 4.30.2

⸏δεῖπν’ ἐπαγγέλλοντι πρῶτον.

### book 4.30.3

ἀλλὰ γὰρ νόστου πρόφασις γλυκεροῦ

### book 4.30.4

κώλυεν μεῖναι. φάτο δ’ Εὐρύπυλος Γαι‐

### book 4.33.1

αόχου παῖς ἀφθίτου Ἐννοσίδα

### book 4.33.2

ἔμμεναι· γίνωσκε δ’ ἐπειγομένους· ἂν

### book 4.34

δ’ εὐθὺς ἁρπάξαις ἀρούρας

### book 4.35.1

δεξιτερᾷ προτυχὸν ξένιον μάστευσε δοῦναι,

### book 4.35.2

οὐδ’ ἀπίθησέ ἱν, ἀλλ’ ἥρως ἐπ’ ἀκταῖσιν θορών,

### book 4.35.3

χειρί οἱ χεῖρ’ ἀντερείσαις

### book 4.37.1

δέξατο βώλακα δαιμονίαν.

### book 4.37.2

πεύθομαι δ’ αὐτὰν κατακˈλυσθεῖσαν ἐκ δούρατος

### book 4.37.3

⸏ἐναλίαν βᾶμεν σὺν ἅλμᾳ

### book 4.40

ἑσπέρας ὑγˈρῷ πελάγει σπομέναν. ἦ

### book 4.40.1

μάν νιν ὤτρυνον θαμά

### book 4.40.2

λυσιπόνοις θεραπόντεσ‐

### book 4.41.1

σιν φυλάξαι· τῶν δ’ ἐλάθοντο φρένες

### book 4.41.2

καί νυν ἐν τᾷδ’ ἄφθιτον νάσῳ κέχυται Λιβύας

### book 4.41.3

εὐρυχόρου σπέρμα πˈρὶν ὥρας. εἰ γὰρ οἴ‐

### book 4.43.1

κοι νιν βάλε πὰρ χθόνιον

### book 4.43.2

͜Ἀί͜δα στόμα, Ταίναρον εἰς ἱερὰν Εὔφαμος ἐλθών,

### book 4.45.1

υἱὸς ἱππάρχου Ποσειδάωνος ἄναξ,

### book 4.45.2

τόν ποτ’ Εὐρώπα Τιτυοῦ θυγάτηρ

### book 4.46

⸐τίκτε Καφισοῦ παρ’ ὄχθαις,

### book 4.1

τετˈράτων παίδων κ’ ἐπιγεινομένων

### book 4.2

αἷμά οἱ κείναν λάβε σὺν Δαναοῖς εὐ‐

### book 4.48.1

ρεῖαν ἄπειρον. τότε γὰρ μεγάλας

### book 4.48.2

ἐξανίστανται Λακεδαίμονος Ἀργεί‐

### book 4.49

ου τε κόλπου καὶ Μυκηνᾶν.

### book 4.1

νῦν γε μὲν ἀλλοδαπᾶν κριτὸν εὑρήσει γυναικῶν

### book 4.2

ἐν λέχεσιν γένος, οἵ κεν τάνδε σὺν τιμᾷ θεῶν

### book 4.3

νᾶσον ἐλθόντες τέκωνται

### book 4.52.1

φῶτα κελαινεφέων πεδίων

### book 4.52.2

δεσπόταν· τὸν μὲν πολυχˈρύσῳ ποτ’ ἐν δώματι

### book 4

⸏Φοῖβος ἀμνάσει θέμισσιν

### book 4.55.1

Πύθιον ναὸν καταβάντα χρόνῳ

### book 4.55.2

ὑστέρῳ, νάεσσι πολεῖς ἀγαγὲν Νεί‐

### book 4.56.1

λοιο πρὸς πῖον τέμενος Κρονίδα.‘

### book 4.56.2

ἦ ῥα Μηδείας ἐπέων στίχες. ἔπτα‐

### book 4.57.1

ξαν δ’ ἀκίνητοι σιωπᾷ

### book 4.57.2

ἥροες ἀντίθεοι πυκινὰν μῆτιν κλύοντες.

### book 4.57.3

ὦ μάκαρ υἱὲ Πολυμνάστου, σὲ δ’ ἐν τούτῳ λόγῳ

### book 4.60

χρησμὸς ὤρθωσεν μελίσσας

### book 4.60.1

Δελφίδος αὐτομάτῳ κελάδῳ·

### book 4.60.2

ἅ σε χαίρειν ἐστρὶς αὐδάσαισα πεπˈρωμένον

### book 4.60.3

⸏βασιλέ’ ἄμφανεν Κυράνᾳ,

### book 4.60.4

δυσθρόου φωνᾶς ἀνακρινόμενον ποι‐

### book 4.63.1

νὰ τίς ἔσται πρὸς θεῶν.

### book 4.63.2

ἦ μάλα δὴ μετὰ καὶ νῦν,

### book 4.64

ὥτε φοινικανθέμου ἦρος ἀκμᾷ,

### book 4.65.1

παισὶ τούτοις ὄγδοον θάλλει μέρος Ἀρκεσίλας·

### book 4.65.2

τῷ μὲν Ἀπόλλων ἅ τε Πυθὼ κῦδος ἐξ

### book 4.66.1

ἀμφικτιόνων ἔπορεν

### book 4.66.2

ἱπποδˈρομίας. ἀπὸ δ’ αὐτὸν ἐγὼ Μοίσαισι δώσω

### book 4.66.3

καὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γάρ

### book 4.66.4

κεῖνο πλευσάντων Μινυᾶν, θεόπομ‐

### book 4.69

⸐ποί σφισιν τιμαὶ φύτευθεν.

### book 4.70.1

τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας,

### book 4.70.2

τίς δὲ κίνδυνος κρατεροῖς ἀδάμαντος

### book 4.71.1

δῆσεν ἅλοις; θέσφατον ἦν Πελίαν

### book 4.71.2

ἐξ ἀγαυῶν Αἰολιδᾶν θανέμεν χεί‐

### book 4.72.1

ρεσσιν ἢ βουλαῖς ἀκνάμπτοις.

### book 4.72.2

ἦλθε δέ οἱ κρυόεν πυκινῷ μάντευμα θυμῷ,

### book 4

πὰρ μέσον ὀμφαλὸν εὐδένδροιο ῥηθὲν ματέρος

### book 4.75

τὸν μονοκˈρήπιδα πάντως

### book 4.75.1

ἐν φυλακᾷ σχεθέμεν μεγάλᾳ,

### book 4.75.2

εὖτ’ ἂν αἰπεινῶν ἀπὸ σταθˈμῶν ἐς εὐδείελον

### book 4.75.3

⸏χθόνα μόλῃ κλειτᾶς Ἰ͜αο͜λκοῦ,

### book 4.75.4

ξεῖνος αἴτ’ ὦν ἀστός. ὁ δ’ ἦρα χρόνῳ

### book 4.75.5

ἵκετ’ αἰχμαῖσιν διδύμαισιν ἀνὴρ ἔκ‐

### book 4.79

παγˈλος· ἐσθὰς δ’ ἀμφοτέρα νιν ἔχεν,

### book 4.80

ἅ τε Μαγˈνήτων ἐπιχώριος ἁρμό‐

### book 4.80.1

ζοισα θαητοῖσι γυίοις,

### book 4.80.2

ἀμφὶ δὲ παρδαλέᾳ στέγετο φˈρίσσοντας ὄμβρους·

### book 4.80.3

οὐδὲ κομᾶν πλόκαμοι κερθέντες ᾤχοντ’ ἀγˈλαοί,

### book 4.80.4

ἀλλ’ ἅπαν νῶτον καταίθυσ‐

### book 4.83.1

σον. τάχα δ’ εὐθὺς ἰὼν σφετέρας

### book 4.83.2

ἐστάθη γνώμας ἀταρβάκτοιο πειρώμενος

### book 4.85.1

⸏ἐν ἀγορᾷ πλήθοντος ὄχˈλου.

### book 4.85.2

τὸν μὲν οὐ γίνωσκον· ὀπιζομένων δ’ ἔμ‐

### book 4.86.1

πας τις εἶπεν καὶ τόδε·

### book 4.86.2

‘Οὔ τί ποῠ οὗτος Ἀπόλλων,

### book 4.87.1

οὐδὲ μὰν χαλκάρματός ἐστι πόσις

### book 4.87.2

Ἀφˈροδίτας· ἐν δὲ Νάξῳ φαντὶ θανεῖν λιπαρᾷ

### book 4.87.3

Ἰφιμεδείας παῖδας, Ὦτον καὶ σέ, τολ‐

### book 4.89

μάεις Ἐπιάλτα ἄναξ.

### book 4.90.1

καὶ μὰν Τιτυὸν βέλος Ἀρτέμιδος θήρευσε κραιπνόν,

### book 4.90.2

ἐξ ἀνικάτου φαρέτˈρας ὀρνύμενον,

### book 4.90.3

ὄφˈρα τις τᾶν ἐν δυνατῷ φιλοτά‐

### book 4.92

⸐των ἐπιψαύειν ἔραται.‘

### book 4.1

τοὶ μὲν ἀλλάλοισιν ἀμειβόμενοι

### book 4.2

γάρυον τοιαῦτ’· ἀνὰ δ’ ἡμιόνοις ξε‐

### book 4.94

στᾷ τ’ ἀπήνᾳ προτˈροπάδαν Πελίας

### book 4.95

ἵκετο σπεύδων· τάφε δ’ αὐτίκα παπτά‐

### book 4.95.1

ναις ἀρίγˈνωτον πέδιλον

### book 4.95.2

δεξιτερῷ μόνον ἀμφὶ ποδί. κˈλέπτων δὲ θυμῷ

### book 4.95.3

δεῖμα προσήνεπε· ‘Ποίαν γαῖαν, ὦ ξεῖν’, εὔχεαι

### book 4.95.4

πατˈρίδ’ ἔμμεν; καὶ τίς ἀνθρώ‐

### book 4.98.1

πων σε χαμαιγενέων πολιᾶς

### book 4.98.2

ἐξανῆκεν γαστρός; ἐχθίστοισι μὴ ψεύδεσιν

### book 4.1

⸏καταμιάναις εἰπὲ γένναν.‘

### book 4.2

τὸν δὲ θαρσήσαις ἀγανοῖσι λόγοις

### book 4.3

ὧδ’ ἀμείφθη· ‘Φαμὶ διδασκαλίαν Χί‐

### book 4.102.1

ρωνος οἴσειν. ἀντρόθε γὰρ νέομαι

### book 4.102.2

πὰρ Χαρικˈλοῦς καὶ Φιλύρας, ἵνα Κενταύ‐

### book 4.103.1

ρου με κοῦραι θρέψαν ἁγˈναί.

### book 4.103.2

εἴκοσι δ’ ἐκτελέσαις ἐνιαυτοὺς οὔτε ἔργον

### book 4.105.1

οὔτ’ ἔπος ἐντράπελον κείνοισιν εἰπὼν ἱκόμαν

### book 4.105.2

οἴκαδ’, ἀρχαίαν κομίζων

### book 4.106.1

πατˈρὸς ἐμοῦ, βασιλευομέναν

### book 4.106.2

οὐ κατ’ αἶσαν, τάν ποτε Ζεὺς ὤπασεν λαγέτᾳ

### book 4.106.3

⸏Αἰόλῳ καὶ παισὶ τιμάν.

### book 4.106.4

πεύθομαι γάρ νιν Πελίαν ἄθεμιν λευ‐

### book 4.109

καῖς πιθήσαντα φˈρασίν

### book 4.110.1

ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέων·

### book 4.110.2

τοί μ’, ἐπεὶ πάμπρωτον εἶδον φέγγος, ὑπερφιάλου

### book 4.110.3

ἁγεμόνος δείσαντες ὕβˈριν, κᾶδος ὡσ‐

### book 4.112.1

είτε φθιμένου δνοφερόν

### book 4.112.2

ἐν δώμασι θηκάμενοι μίγα κωκυτῷ γυναικῶν,

### book 4.112.3

κρύβδα πέμπον σπαργάνοις ἐν πορφυρέοις,

### book 4.115

νυκτὶ κοινάσαντες ὁδόν, Κρονίδᾳ

### book 4.115

⸐δὲ τˈράφεν Χίρωνι δῶκαν.

### book 4.1

ἀλλὰ τούτων μὲν κεφάλαια λόγων

### book 4.2

ἴστε. λευκίππων δὲ δόμους πατέρων, κε‐

### book 4.117.1

δˈνοὶ πολῖται, φράσσατέ μοι σαφέως·

### book 4.117.2

Αἴσονος γὰρ παῖς ἐπιχώριος οὐ ξεί‐

### book 4.118.1

ναν ἱκάνω γαῖαν ἄλλων.

### book 4.118.2

φὴρ δέ με θεῖος Ἰάσονα κικˈλῄσκων προσαύδα.‘

### book 4.120.1

ὣς φάτο· τὸν μὲν ἐσελθόντ’ ἔγˈνον ὀφθαλμοὶ πατρός·

### book 4.120.2

ἐκ δ’ ἄρ’ αὐτοῦ πομφόλυξαν

### book 4.121.1

δάκˈρυα γηραλέων γλεφάρων,

### book 4.121.2

ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν, ἐξαίρετον

### book 4.121.3

⸏γόνον ἰδὼν κάλλιστον ἀνδρῶν.

### book 4.121.4

καὶ κασίγˈνητοί σφισιν ἀμφότεροι

### book 4.125

ἤλυθον κείνου γε κατὰ κˈλέος· ἐγγὺς

### book 4.125.1

μὲν Φέρης κράναν Ὑπερῇδα λιπών,

### book 4.125.2

ἐκ δὲ Μεσσάνας Ἀμυθάν· ταχέως δ’ Ἄ‐

### book 4.126.1

δˈματος ἷκεν καὶ Μέλαμπος

### book 4.126.2

εὐμενέοντες ἀνεψιόν. ἐν δαιτὸς δὲ μοίρᾳ

### book 4.126.3

μειλιχίοισι λόγοις αὐτοὺς Ἰάσων δέγˈμενος

### book 4.126.4

ξείνι’ ἁρμόζοντα τεύχων

### book 4.129

πᾶσαν ἐυφˈροσύναν τάνυεν

### book 4.130.1

ἀθˈρόαις πέντε δˈραπὼν νύκτεσσιν ἔν θ’ ἁμέραις

### book 4.130.2

⸏ἱερὸν εὐζοίας ἄωτον.

### book 4.130.3

ἀλλ’ ἐν ἕκτᾳ πάντα λόγον θέμενος σπου‐

### book 4.132.1

δαῖον ἐξ ἀρχᾶς ἀνήρ

### book 4.132.2

συγγενέσιν παρεκοινᾶθ’·

### book 4.133.1

οἱ δ’ ἐπέσποντ’. αἶψα δ’ ἀπὸ κˈλισιᾶν

### book 4.133.2

ὦρτο σὺν κείνοισι· καί ῥ’ ἦλθον Πελία μέγαρον·

### book 4.135

ἐσσύμενοι δ’ εἴσω κατέσταν· τῶν δ’ ἀκού‐

### book 4.135.1

σαις αὐτὸς ὑπαντίασεν

### book 4.135.2

Τυροῦς ἐρασιπˈλοκάμου γενεά· πραῢν δ’ Ἰάσων

### book 4.135.3

μαλθακᾷ φωνᾷ ποτιστάζων ὄαρον

### book 4.135.4

βάλλετο κˈρηπῖδα σοφῶν ἐπέων·

### book 4.138

⸐‘Παῖ Ποσειδᾶνος Πετραίου,

### book 4

ἐντὶ μὲν θνατῶν φρένες ὠκύτεραι

### book 4.140

κέρδος αἰνῆσαι πρὸ δίκας δόλιον τρα‐

### book 4.140.1

χεῖαν ἑρπόντων πρὸς ἔπιβδαν ὅμως

### book 4.140.2

ἀλλ’ ἐμὲ χˈρὴ καὶ σὲ θεμισσαμένους ὀρ‐

### book 4.141.1

γὰς ὑφαίνειν λοιπὸν ὄλβον.

### book 4.141.2

εἰδότι τοι ἐρέω· μία βοῦς Κρηθεῖ τε μάτηρ

### book 4.141.3

καὶ θρασυμήδεϊ Σαλμωνεῖ· τρίταισιν δ’ ἐν γοναῖς

### book 4.141.4

ἄμμες αὖ κείνων φυτευθέν‐

### book 4.144

τες σθένος ἀελίου χρύσεον

### book 4.145.1

λεύσσομεν. Μοῖραι δ’ ἀφίσταιντ’, εἴ τις ἔχθρα πέλει

### book 4.145.2

⸏ὁμογόνοις αἰδῶ καλύψαι.

### book 4.145.3

οὐ πρέπει νῷν χαλκοτόροις ξίφεσιν

### book 4.145.4

οὐδ’ ἀκόντεσσιν μεγάλαν προγόνων τι‐

### book 4.148.1

μὰν δάσασθαι. μῆλά τε γάρ τοι ἐγώ

### book 4.148.2

καὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημ’ ἀ‐

### book 4.149

γˈρούς τε πάντας, τοὺς ἀπούρας

### book 4.1

ἁμετέρων τοκέων νέμεαι πλοῦτον πῐαίνων·

### book 4.2

κοὔ με πονεῖ τεὸν οἶκον ταῦτα πορσύνοντ’ ἄγαν·

### book 4.3

ἀλλὰ καὶ σκᾶπτον μόναρχον

### book 4.152.1

καὶ θρόνος, ᾧ ποτε Κρηθεΐδας

### book 4.152.2

ἐγκαθίζων ἱππόταις εὔθυνε λαοῖς δίκας—

### book 4.152.3

⸏τὰ μὲν ἄνευ ξυνᾶς ἀνίας

### book 4.155

λῦσον, ἄμμιν μή τι νεώτερον ἐξ αὐ‐

### book 4.155.1

τῶν ἀναστάῃ κακόν.‘

### book 4.155.2

ὣς ἄρ’ ἔειπεν, ἀκᾷ δ’ ἀντ‐

### book 4.156.1

αγόρευσεν καὶ Πελίας· ‘Ἔσομαι

### book 4.156.2

τοῖος· ἀλλ’ ἤδη με γηραιὸν μέρος ἁλικίας

### book 4.156.3

ἀμφιπολεῖ· σὸν δ’ ἄνθος ἥβας ἄρτι κυ‐

### book 4.158.1

μαίνει· δύνασαι δ’ ἀφελεῖν

### book 4.158.2

μᾶνιν χθονίων. κέλεται γὰρ ἑὰν ψυχὰν κομίξαι

### book 4.160.1

Φρίξος ἐλθόντας πρὸς Αἰήτα θαλάμους

### book 4.160.2

δέρμα τε κˈριοῦ βαθύμαλλον ἄγειν,

### book 4.161

⸐τῷ ποτ’ ἐκ πόντου σαώθη

### book 4.1

ἔκ τε ματρυιᾶς ἀθέων βελέων.

### book 4.2

ταῦτά μοι θαυμαστὸς ὄνειρος ἰὼν φω‐

### book 4.163.1

νεῖ. μεμάντευμαι δ’ ἐπὶ Κασταλίᾳ,

### book 4.163.2

εἰ μετάλλατόν τι· καὶ ὡς τάχος ὀτˈρύ‐

### book 4.164

νει με τεύχειν ναῒ πομπάν.

### book 4.165.1

τοῦτον ἄεθˈλον ἑκὼν τέλεσον· καί τοι μοναρχεῖν

### book 4.165.2

καὶ βασιλευέμεν ὄμνυμι πˈροήσειν. καρτερός

### book 4.165.3

ὅρκος ἄμμιν μάρτυς ἔστω

### book 4.167.1

Ζεὺς ὁ γενέθˈλιος ἀμφοτέροις.‘

### book 4.167.2

σύνθεσιν ταύταν ἐπαινήσαντες οἱ μὲν κρίθεν·

### book 4.167.3

⸏ἀτὰρ Ἰάσων αὐτὸς ἤδη

### book 4.170.1

ὤρνυεν κάρυκας ἐόντα πλόον

### book 4.170.2

φαινέμεν παντᾷ. τάχα δὲ Κˈρονίδαο

### book 4.171.1

Ζηνὸς υἱοὶ τρεῖς ἀκαμαντομάχαι

### book 4.171.2

ἦλθον Ἀλκμήνας θ’ ἑλικογˈλεφάρου Λή‐

### book 4.172.1

δας τε, δοιοὶ δ’ ὑψιχαῖται

### book 4.172.2

ἀνέρες, Ἐννοσίδα γένος, αἰδεσθέντες ἀλκάν,

### book 4.172.3

ἔκ τε Πύλου καὶ ἀπ’ ἄκˈρας Ταινάρου· τῶν μὲν κλέος

### book 4.175

ἐσλὸν Εὐφάμου τ’ ἐκράνθη

### book 4.175.1

σόν τε, Περικˈλύμεν’ εὐρυβία.

### book 4.175.2

ἐξ Ἀπόλλωνος δὲ φορμιγκτὰς ἀοιδᾶν πατήρ

### book 4.175.3

⸏ἔμολεν, εὐαίνητος Ὀρφεύς.

### book 4.175.4

πέμψε δ’ Ἑρμᾶς χρυσόραπις διδύμους υἱ‐

### book 4.178.1

οὺς ἐπ’ ἄτˈρυτον πόνον,

### book 4.178.2

τὸν μὲν Ἐχίονα, κεχˈλά‐

### book 4.179

δοντας ἥβᾳ, τὸν δ’ Ἔρυτον. ταχέες {δ’}

### book 4.180.1

ἀμφὶ Παγγαίου θεμέθˈλοις ναιετάοντες ἔβαν,

### book 4.180.2

καὶ γὰρ ἑκὼν θυμῷ γελανεῖ θᾶσσον ἔν‐

### book 4.181

τυνεν βασιλεὺς ἀνέμων

### book 4.1

Ζήταν Κάλαΐν τε πατὴρ Βορέας, ἄνδρας πτεροῖσιν

### book 4.2

νῶτα πεφˈρίκοντας ἄμφω πορφυρέοις.

### book 4.3

τὸν δὲ παμπειθῆ γλυκὺν ἡμιθέοι‐

### book 4.184

⸐σιν πόθον̄ ἔνδαιεν Ἥρα

### book 4.185.1

ναὸς Ἀργοῦς, μή τινα λειπόμενον

### book 4.185.2

τὰν ἀκίνδυνον παρὰ ματρὶ μένειν αἰ‐

### book 4.186.1

ῶνα πέσσοντ’, ἀλλ’ ἐπὶ καὶ θανάτῳ

### book 4.186.2

φάρμακον κάλλιστον ἑᾶς ἀρετᾶς ἅ‐

### book 4.187.1

λιξιν εὑρέσθαι σὺν ἄλλοις.

### book 4.187.2

ἐς δ’ Ἰαολκὸν ἐπεὶ κατέβα ναυτᾶν ἄωτος,

### book 4.187.3

λέξατο πάντας ἐπαινήσαις Ἰάσων. καί ῥά οἱ

### book 4.190

μάντις ὀρνίχεσσι καὶ κλά‐

### book 4.190.1

ροισι θεοπˈροπέων ἱεροῖς

### book 4.190.2

Μόψος ἄμβασε στρατὸν πρόφˈρων· ἐπεὶ δ’ ἐμβόλου

### book 4.190.3

⸏κρέμασαν ἀγκύρας ὕπερθεν,

### book 4.190.4

χρυσέαν χείρεσσι λαβὼν φιάλαν

### book 4.190.5

ἀρχὸς ἐν πρύμνᾳ πατέρ’ Οὐρανιδᾶν ἐγ‐

### book 4.194

χεικέραυνον Ζῆνα, καὶ ὠκυπόρους

### book 4.195

κυμάτων ῥιπὰς ἀνέμους τ’ ἐκάλει νύ‐

### book 4.195.1

κτας τε καὶ πόντου κελεύθους

### book 4.195.2

ἄματά τ’ εὔφρονα καὶ φιλίαν νόστοιο μοῖραν·

### book 4.195.3

ἐκ νεφέων δέ οἱ ἀντά̄υσε βροντᾶς αἴσιον

### book 4.195.4

φθέγˈμα· λαμπραὶ δ’ ἦλθον ἀκτῖ‐

### book 4.198.1

νες στεροπᾶς ἀπορηγνύμεναι.

### book 4.198.2

ἀμπνοὰν δ’ ἥρωες ἔστασαν θεοῦ σάμασιν

### book 4.1

⸏πιθόμενοι· κάρυξε δ’ αὐτοῖς

### book 4.2

ἐμβαλεῖν κώπαισι τερασκόπος ἁδεί‐

### book 4.201.1

ας ἐνίπτων ἐλπίδας·

### book 4.201.2

εἰρεσία δ’ ὑπεχώρη‐

### book 4.202.1

σεν ταχειᾶν ἐκ παλαμᾶν ἄκορος.

### book 4.202.2

σὺν Νότου δ’ αὔραις ἐπ’ Ἀξείνου στόμα πεμπόμενοι

### book 4.202.3

ἤλυθον· ἔνθ’ ἁγˈνὸν Ποσειδάωνος ἕσ‐

### book 4.204

σαντ’ ἐνναλίου τέμενος,

### book 4.205.1

φοίνισσα δὲ Θρηϊκίων ἀγέλα ταύρων ὑπᾶρχεν,

### book 4.205.2

καὶ νεόκτιστον λίθων βωμοῖο θέναρ.

### book 4.205.3

ἐς δὲ κίνδυνον βαθὺν ἰέμενοι

### book 4.207

⸐δεσπόταν λίσσοντο ναῶν,

### book 4.1

συνδρόμων κινηθμὸν ἀμαιμάκετον

### book 4.2

ἐκφυγεῖν πετˈρᾶν. δίδυμαι γὰρ ἔσαν ζω‐

### book 4.209

αί, κυλινδέσκοντό τε κραιπνότεραι

### book 4.210

ἢ βαρυγδούπων ἀνέμων στίχες· ἀλλ’ ἤ‐

### book 4.210.1

δη τελευτὰν κεῖνος αὐταῖς

### book 4.210.2

ἡμιθέων πλόος ἄγαγεν. ἐς Φᾶσιν δ’ ἔπειτεν

### book 4.210.3

ἤλυθον, ἔνθα κελαινώπεσσι Κόλχοισιν βίαν

### book 4.210.4

μεῖξαν Αἰήτᾳ παρ’ αὐτῷ.

### book 4.213.1

πότˈνια δ’ ὀξυτάτων βελέων

### book 4.213.2

ποικίλαν ἴϋγγα τετˈράκˈναμον Οὐλυμπόθεν

### book 4.215.1

⸏ἐν ἀλύτῳ ζεύξαισα κύκˈλῳ

### book 4.215.2

μαινάδ’ ὄρνιν Κυπˈρογένεια φέρεν

### book 4.215.3

πρῶτον ἀνθρώποισι λιτάς τ’ ἐπαοιδὰς

### book 4.217.1

ἐκδιδάσκησεν σοφὸν Αἰσονίδαν·

### book 4.217.2

ὄφˈρα Μηδείας τοκέων ἀφέλοιτ’ αἰ‐

### book 4.218.1

δῶ, ποθεινὰ δ’ Ἑλλὰς αὐτάν

### book 4.218.2

ἐν φρασὶ καιομέναν δονέοι μάστιγι Πειθοῦς.

### book 4.220.1

καὶ τάχα πείρατ’ ἀέθˈλων δείκνυεν πατρωΐων·

### book 4.220.2

σὺν δ’ ἐλαίῳ φαρμακώσαις’

### book 4.221.1

ἀντίτομα στερεᾶν ὀδυνᾶν

### book 4.221.2

δῶκε χρίεσθαι. καταίνησάν τε κοινὸν γάμον

### book 4.221.3

⸏γλυκὺν ἐν ἀλλάλοισι μεῖξαι.

### book 4.221.4

ἀλλ’ ὅτ’ Αἰήτας ἀδαμάντινον ἐν μέσ‐

### book 4.224

σοις ἄροτˈρον σκίμψατο

### book 4.225

καὶ βόας, οἳ φλόγ’ ἀπὸ ξαν‐

### book 4.225.1

θᾶν γεν͜ύω͜ν πν͜έο͜ν καιομένοιο πυρός,

### book 4.225.2

χαλκέαις δ’ ὁπˈλαῖς ἀράσσεσκον χθόν’ ἀμειβόμενοι

### book 4.225.3

τοὺς ἀγαγὼν ζεύγλᾳ πέλασσεν μοῦνος. ὀρ‐

### book 4.227.1

θὰς δ’ αὔλακας ἐντανύσαις

### book 4.227.2

ἤλαυν’, ἀνὰ βωλακίας δ’ ὀρόγυιαν σχίζε νῶτον

### book 4.227.3

γᾶς. ἔειπεν δ’ ὧδε· ‘Τοῦτ’ ἔργον βασιλεύς,

### book 4.230

ὅστις ἄρχει ναός, ἐμοὶ τελέσαις

### book 4.230

⸐ἄφθιτον στρωμνὰν ἀγέσθω,

### book 4.1

κῶας αἰγλᾶεν χρυσέῳ θυσάνῳ.‘

### book 4.2

ὣς ἄρ’ αὐδάσαντος ἀπὸ κˈρόκεον ῥί‐

### book 4.232.1

ψαις Ἰάσων εἷμα θεῷ πίσυνος

### book 4.232.2

εἴχετ’ ἔργου· πῦρ δέ νιν οὐκ ἐόλει παμ‐

### book 4.233.1

φαρμάκου ξείνας ἐφετˈμαῖς.

### book 4.233.2

σπασσάμενος δ’ ἄροτρον, βοέους δήσαις ἀνάγκᾳ

### book 4.235.1

ἔντεσιν αὐχένας ἐμβάλλων τ’ ἐριπˈλεύρῳ φυᾷ

### book 4.235.2

κέντρον αἰανὲς βιατὰς

### book 4.236.1

ἐξεπόνης’ ἐπιτακτὸν ἀνήρ

### book 4.236.2

μέτˈρον. ἴυξεν δ’ ἀφωνήτῳ περ ἔμπας ἄχει

### book 4.236.3

⸏δύνασιν Αἰήτας ἀγασθείς.

### book 4.236.4

πρὸς δ’ ἑταῖροι καρτερὸν ἄνδρα φίλας

### book 4.240

ὤρεγον χεῖρας, στεφάνοισί τέ νιν ποί‐

### book 4.240.1

ας ἔρεπτον, μειλιχίοις τε λόγοις

### book 4.240.2

ἀγαπάζοντ’. αὐτίκα δ’ Ἀελίου θαυ‐

### book 4.241.1

μαστὸς υἱὸς δέρμα λαμπρόν

### book 4.241.2

ἔννεπεν, ἔνθα νιν ἐκτάνυσαν Φρίξου μάχαιραι·

### book 4.241.3

ἔλπετο δ’ οὐκέτι οἱ κεῖνόν γε πράξασθαι πόνον.

### book 4.241.4

κεῖτο γὰρ λόχˈμᾳ, δράκοντος

### book 4.244

δ’ εἴχετο λαβˈροτατᾶν γενύων,

### book 4.245

ὃς πάχει μάκει τε πεντηκόντερον ναῦν κράτει,

### book 4.1

⸏τέλεσεν ἃν πλαγαὶ σιδάρου.

### book 4.2

μακˈρά μοι νεῖσθαι κατ’ ἀμαξιτόν· ὥρα

### book 4.247.1

γὰρ συνάπτει καί τινα

### book 4.247.2

οἶμον ἴσαμι βραχύν· πολ‐

### book 4.248.1

λοῖσι δ’ ἅγημαι σοφίας ἑτέροις.

### book 4.248.2

κτεῖνε μὲν γλαυκῶπα τέχˈναις ποικιλόνωτον ὄφιν,

### book 4

͜ὦ Ἀ͜ρκεσίλα, κλέψεν τε Μήδειαν σὺν αὐ‐

### book 4.1

τᾷ, τὰν Πελίαο φονόν·

### book 4.2

ἔν τ’ Ὠκεανοῦ πελάγεσσι μίγεν πόντῳ τ’ ἐρυθˈρῷ

### book 4.3

Λαμνιᾶν τ’ ἔθˈνει γυναικῶν ἀνδροφόνων·

### book 4.4

ἔνθα καὶ γυίων ἀέθλοις ἐπεδεί‐

### book 4.253

⸐ξαντο κρίσιν ἐσθᾶτος ἀμφίς,

### book 4

καὶ συνεύνασθεν. καὶ ἐν ἀλλοδαπαῖς

### book 4.255

σπέρμ’ ἀρούραις τουτάκις ὑμετέρας ἀ‐

### book 4.255.1

κτῖνος ὄλβου δέξατο μοιρίδιον

### book 4.255.2

ἆμαρ ἢ νύκτες· τόθι γὰρ γένος Εὐφά‐

### book 4.256.1

μου φυτευθὲν λοιπὸν αἰεί

### book 4.256.2

τέλλετο· καὶ Λακεδαιμονίων μιχθέντες ἀνδρῶν

### book 4.256.3

ἤθεσιν ἔν ποτε Καλλίσταν ἀπῴκησαν χρόνῳ

### book 4.256.4

νᾶσον· ἔνθεν δ’ ὔμμι Λατοί‐

### book 4.259

δας ἔπορεν Λιβύας πεδίον

### book 4.260.1

σὺν θεῶν τιμαῖς ὀφέλλειν, ἄστυ χρυσοθˈρόνου

### book 4.260.2

⸏διανέμειν θεῖον Κυράνας

### book 4.260.3

ὀρθόβουλον μῆτιν ἐφευρομένοις.

### book 4.260.4

γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν· εἰ

### book 4.263.1

γάρ τις ὄζους ὀξυτόμῳ πελέκει

### book 4.263.2

ἐξερείψειεν μεγάλας δρυός, αἰσχύ‐

### book 4.264

νοι δέ οἱ θαητὸν εἶδος,

### book 4.265.1

καὶ φθινόκαρπος ἐοῖσα διδοῖ ψᾶφον περ’ αὐτᾶς,

### book 4.265.2

εἴ ποτε χειμέριον πῦρ ἐξίκηται λοίσθιον,

### book 4.265.3

ἢ σὺν ὀρθαῖς κιόνεσσιν

### book 4.267.1

δεσποσύναισιν ἐρειδομένα

### book 4.267.2

μόχθον ἄλλοις ἀμφέπει δύστανον ἐν τείχεσιν,

### book 4.267.3

⸏ἑὸν ἐρημώσαισα χῶρον.

### book 4.270

ἐσσὶ δ’ ἰατὴρ ἐπικαιρότατος, Παι‐

### book 4.270.1

άν τέ σοι τιμᾷ φάος.

### book 4.270.2

χρὴ μαλακὰν χέρα προσβάλ‐

### book 4.271.1

λοντα τρώμαν ἕλκεος ἀμφιπολεῖν.

### book 4.271.2

ῥᾴδιον μὲν γὰρ πόλιν σεῖσαι καὶ ἀφαυροτέροις·

### book 4.271.3

ἀλλ’ ἐπὶ χώρας αὖτις ἕσσαι δυσπαλὲς

### book 4.273.1

δὴ γίνεται, ἐξαπίνας

### book 4.273.2

εἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται.

### book 4.275.1

τὶν δὲ τούτων ἐξυφαίνονται χάριτες.

### book 4.275.2

τλᾶθι τᾶς εὐδαίμονος ἀμφὶ Κυρά‐

### book 4.276

⸐νας θέμεν σπουδὰν ἅπασαν.

### book 4.1

τῶν δ’ Ὁμήρου καὶ τόδε συνθέμενος

### book 4.2

ῥῆμα πόρσυν’· ἄγγελον ἐσλὸν ἔφα τι‐

### book 4.278.1

μὰν μεγίσταν πράγματι παντὶ φέρειν·

### book 4.278.2

αὔξεται καὶ Μοῖσα δι’ ἀγγελίας ὀρ‐

### book 4.279

θᾶς. ἐπέγˈνω μὲν Κυράνα

### book 4.280.1

καὶ τὸ κλεεννότατον μέγαρον Βάττου δικαιᾶν

### book 4.280.2

Δαμοφίλου πραπίδων. κεῖνος γὰρ ἐν παισὶν νέος,

### book 4.280.3

ἐν δὲ βουλαῖς πρέσβυς ἐγκύρ‐

### book 4.282.1

σαις ἑκατονταετεῖ βιοτᾷ,

### book 4.282.2

ὀρφανίζει μὲν κακὰν γλῶσσαν φαεννᾶς ὀπός,

### book 4.282.3

⸏ἔμαθε δ’ ὑβˈρίζοντα μισεῖν,

### book 4.285.1

οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖς,

### book 4.285.2

οὐδὲ μακύνων τέλος οὐδέν. ὁ γὰρ και‐

### book 4.286.1

ρὸς πρὸς ἀνθρώπων βραχὺ μέτˈρον ἔχει.

### book 4.286.2

εὖ νιν ἔγˈνωκεν· θεράπων δέ οἱ, οὐ δρά‐

### book 4.287.1

στας ὀπαδεῖ. φαντὶ δ’ ἔμμεν

### book 4.287.2

τοῦτ’ ἀνιαρότατον, καλὰ γινώσκοντ’ ἀνάγκᾳ

### book 4

ἐκτὸς ἔχειν πόδα. καὶ μὰν κεῖνος Ἄτˈλας οὐρανῷ

### book 4.290

προσπαλαίει νῦν γε πατˈρῴ‐

### book 4.290.1

ας ἀπὸ γᾶς ἀπό τε κτεάνων·

### book 4.290.2

λῦσε δὲ Ζεὺς ἄφθιτος Τιτᾶνας. ἐν δὲ χˈρόνῳ

### book 4.290.3

⸏μεταβολαὶ λήξαντος οὔρου

### book 4.290.4

ἱστίων. ἀλλ’ εὔχεται οὐλομέναν νοῦ‐

### book 4.293.1

σον διαντλήσαις ποτέ

### book 4.293.2

οἶκον ἰδεῖν, ἐπ’ Ἀπόλλω‐

### book 4.294

νός τε κράνᾳ συμποσίας ἐφέπων

### book 4.295.1

θυμὸν ἐκδόσθαι πρὸς ἥβαν πολλάκις, ἔν τε σοφοῖς

### book 4.295.2

δαιδαλέαν φόρμιγγα βαστάζων πολί‐

### book 4.296.1

ταις ἡσυχίᾳ θιγέμεν,

### book 4.296.2

μήτ’ ὦν τινι πῆμα πορών, ἀπαθὴς δ’ αὐτὸς πρὸς ἀστῶν·

### book 4.296.3

καί κε μυθήσαιθ’, ὁποίαν, Ἀρκεσίλα,

### book 4.296.4

εὗρε παγὰν ἀμβροσίων ἐπέων,

### book 4.299

πρόσφατον Θήβᾳ ξενωθείς.

### book 5

.

### book 5.5.1

ὦ θεόμορ’ Ἀρκεσίλα,

### book 5.5.2

σύ τοί νιν κλυτᾶς

### book 5.5.3

αἰῶνος ἀκˈρᾶν βαθμίδων ἄπο

### book 5.5.4

σὺν εὐδοξίᾳ μετανίσεαι

### book 5.5.5

ἕκατι χρυσαρμάτου Κάστορος·

### book 5.10.1

εὐδίαν ὃς μετὰ χειμέριον ὄμβρον τεάν

### book 5.10.2

⸏καταιθύσσει μάκαιραν ἑστίαν.

### book 5.10.3

σοφοὶ δέ τοι κάλλιον

### book 5.10.4

φέροντι καὶ τὰν θεόσδοτον δύναμιν.

### book 5.10.5

σὲ δ’ ἐρχόμενον ἐν δίκᾳ πολὺς ὄλβος ἀμφινέμεται·

### book 5.15.1

τὸ μέν, ὅτι βασιλεύς

### book 5.15.2

ἐσσί· μεγαλᾶν πολίων

### book 5.15.3

ἔχει συγγενής

### book 5.15.4

ὀφθαλμὸς αἰδοιότατον γέρας

### book 5.15.5

τεᾷ τοῦτο μειγνύμενον φρενί·

### book 5.20.1

μάκαρ δὲ καὶ νῦν, κλεεννᾶς ὅτι

### book 5.20.2

εὖχος ἤδη παρὰ Πυθιάδος ἵπποις ἑλών

### book 5.20.3

⸏δέδεξαι τόνδε κῶμον ἀνέρων,

### book 5.20.4

Ἀπολλώνιον ἄθυρμα· τῶ σε μὴ λαθέτω,

### book 5.20.5

Κυράνᾳ γλυκὺν ἀμφὶ κᾶ‐

### book 5.24

πον Ἀφˈροδίτας ἀειδόμενον,

### book 5.25.1

παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν,

### book 5.25.2

φιλεῖν δὲ Κάρρωτον ἔξοχ’ ἑταίρων·

### book 5.1

ὃς οὐ τὰν Ἐπιμαθέος ἄγων

### book 5.2

ὀψινόου θυγατέρα Πˈρόφασιν Βαττιδᾶν

### book 5.3

ἀφίκετο δόμους θεμισκρεόντων·

### book 5.30.1

ἀλλ’ ἀρισθάρματον

### book 5.30.2

ὕδατι Κασταλίας ξενω‐

### book 5.31

⸐θεὶς γέρας ἀμφέβαλε τεαῖσιν κόμαις,

### book 5.1

ἀκηράτοις ἁνίαις

### book 5.2

ποδαρκέων δώδεκ’ ἂν δρόμων τέμενος.

### book 5.3

κατέκˈλασε γὰρ ἐντέων σθένος οὐδέν· ἀλλὰ κρέμαται

### book 5.35.1

ὁπόσα χεριαρᾶν

### book 5.35.2

τεκτόνων δαίδαλ’ ἄγων

### book 5.35.3

Κρισαῖον λόφον

### book 5.35.4

ἄμειψεν ἐν κοιλόπεδον νάπος

### book 5.35.5

θεοῦ· τό σφ’ ἔχει κυπαρίσσινον

### book 5.40.1

μέλαθˈρον ἀμφ’ ἀνδριάντι σχεδόν,

### book 5.40.2

Κρῆτες ὃν τοξοφόροι τέγεϊ Παρνασσίῳ

### book 5.40.3

⸏καθέσσαντο μ̄ονόδˈροπον φυτόν.

### book 5.40.4

ἑκόντι τοίνυν πρέπει

### book 5.40.5

νόῳ τὸν εὐεργέταν ὑπαντιάσαι.

### book 5.45.1

Ἀλεξιβιάδα, σὲ δ’ ἠΰκομοι φλέγοντι Χάριτες.

### book 5.45.2

μακάριος, ὃς ἔχεις

### book 5.45.3

καὶ πεδὰ μέγαν κάματον

### book 5.45.4

λόγων φερτάτων

### book 5.45.5

μναμήϊ’· ἐν τεσσαράκοντα γάρ

### book 5.1

πετόντεσσιν ἁνιόχοις ὅλον

### book 5.2

δίφρον κομίξαις ἀταρβεῖ φρενί,

### book 5.3

ἦλθες ἤδη Λιβύας πεδίον ἐξ ἀγˈλαῶν

### book 5.4

⸏ἀέθˈλων καὶ πατρωΐαν πόλιν.

### book 5.5

πόνων δ’ οὔ τις ἀπόκλαρός ἐστιν οὔτ’ ἔσεται·

### book 5.55

ὁ Βάττου δ’ ἕπεται παλαι‐

### book 5.55

ὸς ὄλβος ἔμπαν τὰ καὶ τὰ νέμων,

### book 5.1

πύργος ἄστεος ὄμμα τε φαεννότατον

### book 5.2

ξένοισι. κεῖνόν γε καὶ βαρύκομποι

### book 5.3

λέοντες περὶ δείματι φύγον,

### book 5.4

γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν·

### book 5.60.1

ὁ δ’ ἀρχαγέτας ἔδωκ’ Ἀπόλλων

### book 5.60.2

θῆρας αἰνῷ φόβῳ,

### book 5.60.3

ὄφˈρα μὴ ταμίᾳ Κυρά‐

### book 5.62

⸐νας ἀτελὴς γένοιτο μαντεύμασιν.

### book 5.1

ὃ καὶ βαρειᾶν νόσων

### book 5.2

ἀκέσματ’ ἄνδρεσσι καὶ γυναιξὶ νέμει,

### book 5.65.1

πόρεν τε κίθαριν, δίδωσί τε Μοῖσαν οἷς ἂν ἐθέλῃ,

### book 5.65.2

ἀπόλεμον ἀγαγών

### book 5.65.3

ἐς πραπίδας εὐνομίαν,

### book 5.65.4

μυχόν τ’ ἀμφέπει

### book 5.65.5

μαντήϊον· τῷ {καὶ} Λακεδαίμονι

### book 5.70.1

ἐν Ἄργει τε καὶ ζαθέᾳ Πύλῳ

### book 5.70.2

ἔνασσεν ἀλκ͜άε͜ντας Ἡρακˈλέος

### book 5.70.3

ἐκγόνους Αἰγιμιοῦ τε. τὸ δ’ ἐμὸν γαρύει

### book 5.70.4

⸏ἀπὸ Σπάρτας ἐπήρατον κλέος,

### book 5.70.5

ὅθεν γεγενναμένοι

### book 5.75.1

ἵκοντο Θήρανδε φῶτες Αἰγεΐδαι,

### book 5.75.2

ἐμοὶ πατέρες, οὐ θεῶν ἄτερ, ἀλλὰ Μοῖρά τις ἄγεν·

### book 5.75.3

πολύθυτον ἔρανον

### book 5.75.4

ἔνθεν ἀναδεξάμενοι,

### book 5.75.5

Ἄπολλον, τεᾷ,

### book 5.80.1

Καρνήϊ’, ἐν δαιτὶ σεβίζομεν

### book 5.80.2

Κυράνας ἀγακτιμέναν πόλιν·

### book 5.80.3

ἔχοντι τὰν χαλκοχάρμαι ξένοι

### book 5.80.4

Τρῶες Ἀντανορίδαι· σὺν Ἑλένᾳ γὰρ μόλον,

### book 5.80.5

⸏καπνωθεῖσαν πάτραν ἐπεὶ ἴδον

### book 5.85.1

ἐν Ἄρει· τὸ δ’ ἐλάσιππον ἔθˈνος ἐνδυκέως

### book 5.85.2

δέκονται θυσίαισιν ἄνδρες οἰχνέοντές σφε δωροφόροι,

### book 5.1

τοὺς Ἀριστοτέλης ἄγαγε ναυσὶ θοαῖς

### book 5.2

ἁλὸς βαθεῖαν κέλευθον ἀνοίγων.

### book 5.3

κτίσεν δ’ ἄλσεα μείζονα θεῶν,

### book 5.90.1

εὐθύτομόν τε κατέθηκεν Ἀπολλωνίαις

### book 5.90.2

ἀλεξιμβρότοις πεδιάδα πομπαῖς

### book 5.90.3

ἔμμεν ἱππόκˈροτον

### book 5.90.4

σκυρωτὰν ὁδόν, ἔνθα πρυ‐

### book 5.93

⸐μνοῖς ἀγορᾶς ἔπι δίχα κεῖται θανών·

### book 5

μάκαρ μὲν ἀνδρῶν μέτα

### book 5.95.1

ἔναιεν, ἥρως δ’ ἔπειτα λαοσεβής.

### book 5.95.2

ἄτερθε δὲ πρὸ δωμάτων ἕτεροι λαχόντες Ἀΐδαν

### book 5.95.3

βασιλέες ἱεροί

### book 5.95.4

ἐντί· μεγαλᾶν δ’ ἀρετᾶν

### book 5.95.5

δρόσῳ μαλθακᾷ

### book 5.1

ῥανθεισᾶν κώμων {θ’} ὑπὸ χεύμασιν,

### book 5.2

ἀκούοντί ποι χθονίᾳ φρενί,

### book 5.3

σφὸν ὄλβον υἱῷ τε κοινὰν χάριν

### book 5.4

ἔνδικόν τ’ Ἀρκεσίλᾳ· τὸν ἐν ἀοιδᾷ νέων

### book 5.5

⸏πρέπει χρυς͜άο͜ρα Φοῖβον ἀπύειν,

### book 5.105.1

ἔχοντα Πυθωνόθεν

### book 5.105.2

τὸ καλλίνικον λυτήριον δαπανᾶν

### book 5.105.3

μέλος χαρίεν. ἄνδρα κεῖνον ἐπαινέοντι συνετοί·

### book 5.105.4

λεγόμενον ἐρέω·

### book 5.105.5

κρέσσονα μὲν ἁλικίας

### book 5.110.1

νόον φέρβεται

### book 5.110.2

γλῶσσάν τε· θάρσος δὲ τανύπτερος

### book 5.110.3

ἐν ὄρνιξιν αἰετὸς ἔπˈλετο·

### book 5.110.4

ἀγωνίας δ’, ἕρκος οἷον, σθένος·

### book 5.110.5

ἔν τε Μοίσαισι ποτανὸς ἀπὸ ματρὸς φίλας,

### book 5.115.1

⸏πέφανταί θ’ ἁρματηλάτας σοφός·

### book 5.115.2

ὅσαι τ’ εἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι,

### book 5.115.3

τετόλμακε. θεός τέ οἱ

### book 5.117.1

τὸ νῦν τε πρόφˈρων τελεῖ δύνασιν,

### book 5.117.2

καὶ τὸ λοιπὸν ὁμοῖα, Κρονίδαι μάκαρες,

### book 5.117.3

διδοῖτ’ ἐπ’ ἔργοισιν ἀμφί τε βουλαῖς

### book 5.120.1

ἔχειν, μὴ φθινοπωρὶς ἀνέμων

### book 5.120.2

χειμερία κατὰ πνοὰ δαμαλίζοι χρόνον.

### book 5.120.3

Διός τοι νόος μέγας κυβερνᾷ

### book 5.120.4

δαίμον’ ἀνδρῶν φίλων.

### book 5.120.5

εὔχομαί νιν Ὀλυμπίᾳ

### book 5.124

τοῦτο δόμεν γέρας ἔπι Βάττου γένει.

### book 6

.

### book 6.5.1

Πυθιόνικος ἔνθ’ ὀλβίοισιν Ἐμμενίδαις

### book 6.5.2

ποταμίᾳ τ’ Ἀκράγαντι καὶ μὰν Ξενοκράτει

### book 6.7/8

ἑτοῖμος ὕμνων θησαυρὸς ἐν πολυχρύσῳ

### book 6.9

⸏Ἀπολλωνίᾳ τετείχισται νάπᾳ·

### book 6.10.1

τὸν οὔτε χειμέριος ὄμβρος, ἐπακτὸς ἐλθών

### book 6.10.2

ἐριβˈρόμου νεφέλας

### book 6.10.3

στρατὸς ἀμείλιχος, οὔτ’ ἄνεμος ἐς μυχούς

### book 6.10.4

ἁλὸς ἄξοισι παμφόρῳ χεράδει

### book 6.10.5

τυπτόμενον. φάει δὲ πˈρόσωπον ἐν καθαρῷ

### book 6.15

πατρὶ τεῷ, Θρασύβουλε, κοινάν τε γενεᾷ

### book 6.16/17

λόγοισι θνατῶν εὔδοξον ἅρματι νίκαν

### book 6.18

⸏Κρισαίαις ἐνὶ πτυχαῖς ἀπαγγελεῖ.

### book 6

σύ τοι σχεθών νιν ἐπὶ δεξιὰ χειρός, ὀρθὰν

### book 6.20.1

ἄγεις ἐφημοσύναν,

### book 6.20.2

τά ποτ’ ἐν οὔρεσι φαντὶ μεγαλοσθενεῖ

### book 6.20.3

Φιλύρας υἱὸν ὀρφανιζομένῳ

### book 6.20.4

Πηλεΐδᾳ παραινεῖν· μάλιστα μὲν Κρονίδαν,

### book 6.20.5

βαρύοπα στεροπᾶν κεραυνῶν τε πρύτανιν,

### book 6.25/26

θεῶν σέβεσθαι· ταύτας δὲ μή ποτε τιμᾶς

### book 6.27

⸏ἀμείρειν γον͜έω͜ν βίον πεπρωμένον.

### book 6.1

ἔγεντο καὶ πρότερον Ἀντίλοχος βιατὰς

### book 6.2

νόημα τοῦτο φέρων,

### book 6.30.1

ὃς ὑπερέφθιτο πατˈρός, ἐναρίμβροτον

### book 6.30.2

ἀναμείναις στράταρχον Αἰθιόπων

### book 6.30.3

Μέμνονα. Νεστόρειον γὰρ ἵππος ἅρμ’ ἐπέδα

### book 6.30.4

Πάριος ἐκ βελέων δαϊχθείς· ὁ δ’ ἔφεπεν

### book 6.34/35

κραταιὸν ἔγχος· Μεσσανίου δὲ γέροντος

### book 6.36

⸏δονηθεῖσα φρὴν βόασε παῖδα ὅν,

### book 6.1

χαμαιπετὲς δ’ ἄρ’ ἔπος οὐκ ἀπέριψεν· αὐτοῦ

### book 6.2

μένων δ’ ὁ θεῖος ἀνήρ

### book 6.3

πρίατο μὲν θανάτοιο κομιδὰν πατρός,

### book 6.40.1

ἐδόκησέν τε τῶν πάλαι γενεᾷ

### book 6.40.2

ὁπˈλοτέροισιν ἔργον πελώριον τελέσαις

### book 6.40.3

ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν.

### book 6.40.4

τὰ μὲν παρίκει· τῶν νῦν δὲ καὶ Θρασύβουλος

### book 6.45

⸏πατρῴαν μάλιστα πρὸς στάθμαν ἔβα,

### book 6.1

πάτρῳ τ’ ἐπερχόμενος ἀγˈλαΐαν {ἔδειξεν} ἅπασαν.

### book 6.2

νόῳ δὲ πλοῦτον ἄγει,

### book 6.3

ἄδικον οὔθ’ ὑπέροπˈλον ἥβαν δρέπων,

### book 6.4

σοφίαν δ’ ἐν μυχοῖσι Πιερίδων·

### book 6.1

τίν τ’, Ἐλέλιχθον, ἄρχεις ὃς ἱππιᾶν ἐσόδων,

### book 6.2

μάλα ἁδόντι νόῳ, Ποσειδάν, προσέχεται.

### book 6.52/53

γλυκεῖα δὲ φˈρὴν καὶ συμπόταισιν ὁμιλεῖν

### book 6.54

μελισσᾶν ἀμείβεται τρητὸν πόνον.

### book 7

.

### book 7.3/4

γεν͜εᾷ͜ κρηπῖδ’ ἀοιδᾶν ἵπποισι βαλέσθαι.

### book 7.5/6

ἐπεὶ τίνα πάτραν, τίνα οἶκον ναίων ὀνυμάξεαι

### book 7.7.1

ἐπιφανέστερον

### book 7.7.2

⸏Ἑλλάδι πυθέσθαι;

### book 7.7.3

πάσαισι γὰρ πολίεσι λόγος ὁμιλεῖ

### book 7.10

Ἐρεχθέος ἀστῶν, Ἄπολλον, οἳ τεόν

### book 7.11/12

δόμον Πυθῶνι δίᾳ θαητὸν ἔτευξαν.

### book 7.13/14

ἄγοντι δέ με πέντε μὲν Ἰσθμοῖ νῖκαι, μία δ’ ἐκπρεπής

### book 7.15.1

Διὸς Ὀλυμπιάς,

### book 7.15.2

⸏δύο δ’ ἀπὸ Κίρρας,

### book 7.15.3

ὦ Μεγάκλεες,

### book 7.17.1

ὑμαί τε καὶ προγόνων.

### book 7.17.2

νέᾳ δ’ εὐπραγίᾳ χαίρω τι· τὸ δ’ ἄχˈνυμαι,

### book 7.17.3

φθόνον ἀμειβόμενον τὰ καλὰ ἔργα. φαντί γε μάν

### book 7.20

οὕτω κ’ ἀνδρὶ παρμονίμαν

### book 7

θάλλοισαν εὐδαιμονίαν τὰ καὶ τὰ φέρεσθαι.

### book 8

.

### book 8.5.1

Πυθιόνικον τιμὰν Ἀριστομένει δέκευ.

### book 8.5.2

τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶς

### book 8.5.3

⸏ἐπίστασαι καιρῷ σὺν ἀτˈρεκεῖ·

### book 8.5.4

τὺ δ’ ὁπόταν τις ἀμείλιχον

### book 8.5.5

καρδίᾳ κότον ἐνελάσῃ,

### book 8.10

τραχεῖα δυσμενέων

### book 8.1

ὑπαντιάξαισα κράτει τιθεῖς

### book 8.2

ὕβˈριν ἐν ἄντλῳ, τὰν οὐδὲ Πορφυρίων μάθεν

### book 8.3

παρ’ αἶσαν ἐξερεθίζων. κέρδος δὲ φίλτατον,

### book 8.4

⸏ἑκόντος εἴ τις ἐκ δόμων φέροι.

### book 8.15.1

βία δὲ καὶ μεγάλαυχον ἔσφαλεν ἐν χρόνῳ.

### book 8.15.2

Τυφὼς Κίλιξ ἑκατόγκρανος οὔ νιν ἄλυξεν,

### book 8.15.3

οὐδὲ μὰν βασιλεὺς Γιγάντων· δμᾶθεν δὲ κεραυνῷ

### book 8.15.4

τόξοισί τ’ Ἀπόλλωνος· ὃς εὐμενεῖ νόῳ

### book 8.15.5

Ξενάρκειον ἔδεκτο Κίρραθεν ἐστεφανωμένον

### book 8.20

⸐υἱὸν ποίᾳ Παρνασσίδι Δωριεῖ τε κώμῳ.

### book 8.1

ἔπεσε δ’ οὐ Χαρίτων ἑκάς

### book 8.2

ἁ δικαιόπολις ἀρεταῖς

### book 8.3

κλειναῖσιν Αἰακιδᾶν

### book 8.4

θιγοῖσα νᾶσος· τελέαν δ’ ἔχει

### book 8.25.1

δόξαν ἀπ’ ἀρχᾶς. πολλοῖσι μὲν γὰρ ἀείδεται

### book 8.25.2

νικαφόροις ἐν ἀέθˈλοις θρέψαισα καὶ θοαῖς

### book 8.25.3

⸏ὑπερτάτους ἥρωας ἐν μάχαις·

### book 8.25.4

τὰ δὲ καὶ ἀνδράσιν ἐμπρέπει.

### book 8.25.5

εἰμὶ δ’ ἄσχολος ἀναθέμεν

### book 8.30.1

πᾶσαν μακραγορίαν

### book 8.30.2

λύρᾳ τε καὶ φθέγματι μαλθακῷ,

### book 8.30.3

μὴ κόρος ἐλθὼν κνίσῃ. τὸ δ’ ἐν ποσί μοι τράχον

### book 8.30.4

ἴτω τεὸν χρέος, ὦ παῖ, νεώτατον καλῶν,

### book 8.30.5

⸏ἐμᾷ ποτανὸν ἀμφὶ μαχανᾷ.

### book 8.35.1

παλαισμάτεσσι γὰρ ἰχˈνεύων ματραδελφεούς

### book 8.35.2

Οὐλυμπίᾳ τε Θεόγˈνητον οὐ κατελέγχεις,

### book 8.35.3

οὐδὲ Κλειτομάχοιο νίκαν Ἰσθμοῖ θρασύγυιον·

### book 8.35.4

αὔξων δὲ πάτραν Μειδυλιδᾶν λόγον φέρεις,

### book 8.35.5

τὸν ὅνπερ ποτ’ Ὀϊκˈλέος παῖς ἐν ἑπταπύλοις ἰδών

### book 8.40

⸐υἱοὺς Θήβαις αἰνίξατο παρμένοντας αἰχμᾷ,

### book 8

ὁπότ’ ἀπ’ Ἄργεος ἤλυθον

### book 8.1

δευτέραν ὁδὸν Ἐπίγονοι.

### book 8.2

ὧδ’ εἶπε μαρναμένων·

### book 8.3

‘φυᾷ τὸ γενναῖον ἐπιπˈρέπει

### book 8.45.1

ἐκ πατέρων παισὶ λῆμα. θαέομαι σαφές

### book 8.45.2

δράκοντα ποικίλον αἰθᾶς Ἀλκμᾶν’ ἐπ’ ἀσπίδος

### book 8.45.3

⸏νωμῶντα πρῶτον ἐν Κάδˈμου πύλαις.

### book 8.45.4

ὁ δὲ καμὼν προτέρᾳ πάθᾳ

### book 8.45.5

νῦν ἀρείονος ἐνέχεται

### book 8.1

ὄρνιχος ἀγγελίᾳ

### book 8.2

Ἄδραστος ἥρως· τὸ δὲ οἴκοθεν

### book 8.3

ἀντία πράξει. μόνος γὰρ ἐκ Δαναῶν στρατοῦ

### book 8.4

θανόντος ὀστέα λέξαις υἱοῦ, τύχᾳ θεῶν

### book 8.5

⸏ἀφίξεται λαῷ σὺν ἀβˈλαβεῖ

### book 8.55.1

Ἄβαντος εὐρυχόρους ἀγυιάς.‘ τοιαῦτα μέν

### book 8.55.2

ἐφθέγξατ’ Ἀμφιάρηος. χαίρων δὲ καὶ αὐτός

### book 8.55.3

Ἀλκμᾶνα στεφάνοισι βάλλω, ῥαίνω δὲ καὶ ὕμνῳ,

### book 8.55.4

γείτων ὅτι μοι καὶ κτεάνων φύλαξ ἐμῶν

### book 8.55.5

ὑπάντασεν ἰόντι γᾶς ὀμφαλὸν παρ’ ἀοίδιμον,

### book 8.60

⸐μαντευμάτων τ’ ἐφάψατο συγγόνοισι τέχˈναις.

### book 8.1

τὺ δ’, Ἑκαταβόλε, πάνδοκον

### book 8.2

ναὸν εὐκλέα διανέμων

### book 8.3

Πυθῶνος ἐν γυάλοις,

### book 8.4

τὸ μὲν μέγιστον τόθι χαρμάτων

### book 8.65.1

ὤπασας, οἴκοι δὲ πρόσθεν ἁρπαλέαν δόσιν

### book 8.65.2

πεντ͜αε͜θλίου σὺν ἑορταῖς ὑμαῖς ἐπάγαγες·

### book 8.65.3

⸏ὦναξ, ἑκόντι δ’ εὔχομαι νόῳ

### book 8.65.4

κατά τιν’ ἁρμονίαν βλέπειν

### book 8.65.5

ἀμφ’ ἕκαστον, ὅσα νέομαι.

### book 8.70.1

κώμῳ μὲν ἁδυμελεῖ

### book 8.70.2

Δίκα παρέστακε· θεῶν δ’ ὄπιν

### book 8.1

ἄφθονον αἰτ͜έω͜, Ξέναρκες, ὑμετέραις τύχαις.

### book 8.2

εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ,

### book 8.3

⸏πολλοῖς σοφὸς δοκεῖ πεδ’ ἀφˈρόνων

### book 8.75.1

βίον κορυσσέμεν ὀρθοβούλοισι μαχαναῖς·

### book 8.75.2

τὰ δ’ οὐκ ἐπ’ ἀνδράσι κεῖται· δαίμων δὲ παρίσχει·

### book 8.75.3

ἄλλοτ’ ἄλλον ὕπερθε βάλλων, ἄλλον δ’ ὑπὸ χειρῶν,

### book 8.75.4

μέτˈρῳ καταβαίνει· {ἐν} Μεγάροις δ’ ἔχεις γέρας,

### book 8.75.5

μυχῷ τ’ ἐν Μαραθῶνος, Ἥρας τ’ ἀγῶν’ ἐπιχώριον

### book 8.80

⸐νίκαις τρισσαῖς, ͜ὦ Ἀ͜ριστόμενες, δάμασσας ἔργῳ·

### book 8.1

τέτρασι δ’ ἔμπετες ὑψόθεν

### book 8.2

σωμάτεσσι κακὰ φρονέων,

### book 8.3

τοῖς οὔτε νόστος ὁμῶς

### book 8.4

ἔπαλπνος ἐν Πυθιάδι κˈρίθη,

### book 8.85.1

οὐδὲ μολόντων πὰρ ματέρ’ ἀμφὶ γέλως γλυκύς

### book 8.85.2

ὦρσεν χάριν· κατὰ λαύρας δ’ ἐχθρῶν ἀπάοροι

### book 8.85.3

⸏πτώσσοντι, συμφορᾷ δεδαγˈμένοι.

### book 8.85.4

ὁ δὲ καλόν τι νέον λαχών

### book 8.85.5

ἁβˈρότατος ἔπι μεγάλας

### book 8.90.1

ἐξ ἐλπίδος πέταται

### book 8.90.2

ὑποπτέροις ἀνορέαις, ἔχων

### book 8.90.3

κρέσσονα πλούτου μέριμναν. ἐν δ’ ὀλίγῳ βροτῶν

### book 8.90.4

τὸ τερπνὸν αὔξετ͝αι͝· οὕτω δὲ καὶ πίτνει χαμαί,

### book 8.90.5

⸏ἀποτˈρόπῳ γνώμᾳ σεσεισμένον.

### book 8.95.1

ἐπάμεροι· τί δέ τις; τί δ’ οὔ τις; σκιᾶς ὄναρ

### book 8.95.2

ἄνθρωπος. ἀλλ’ ὅταν αἴγλα διόσδοτος ἔλθῃ,

### book 8.95.3

λαμπρὸν φέγγος ἔπεστιν ἀνδρῶν καὶ μείλιχος αἰών.

### book 8.95.4

Αἴγινα φίλα μᾶτερ, ἐλευθέρῳ στόλῳ

### book 8.95.5

πόλιν τάνδε κόμιζε Δὶ καὶ κρέοντι σὺν Αἰακῷ

### book 8

Πηλεῖ τε κἀγαθῷ Τελαμῶνι σύν τ’ Ἀχιλλεῖ.

### book 9

.

### book 9.5

τὰν ὁ χαιτάεις ἀνεμοσφαράγων

### book 9.5.1

ἐκ Παλίου κόλπων ποτὲ Λατοΐδας

### book 9.5.2

ἅρπας’, ἔνεικέ τε χρυς͜έῳ͜ παρθένον ἀγˈροτέραν

### book 9.6a

δίφˈρῳ, τόθι νιν πολυμήλου

### book 9.7.1

καὶ πολυκαρποτάτας θῆκε δέσποιναν χθονός

### book 9.7.2

ῥίζαν ἀπείρου τρίταν εὐ‐

### book 9.8.1

⸏ήρατον θάλλοισαν οἰκεῖν.

### book 9.8.2

ὑπέδεκτο δ’ ἀργυρόπεζ’ Ἀφροδίτα

### book 9.10.1

Δάλιον ξεῖνον θεοδˈμάτων

### book 9.10.2

ὀχέων ἐφαπτομένα χερὶ κούφᾳ·

### book 9.1

καί σφιν ἐπὶ γˈλυκεραῖς εὐναῖς ἐρατὰν βάλεν αἰδῶ,

### book 9.2

ξυνὸν ἁρμόζοισα θεῷ τε γάμον

### book 9.13.1

μιχθέντα κούρᾳ θ’ Ὑψέος εὐρυβία

### book 9.13.2

ὃς Λαπιθᾶν ὑπερόπˈλων τουτάκις ἦν βασιλεύς,

### book 9.14a

ἐξ Ὠκεανοῦ γένος ἥρως

### book 9.15.1

δεύτερος· ὅν ποτε Πίνδου κλεενναῖς ἐν πτυχαῖς

### book 9.15.2

Ναῒς εὐφρανθεῖσα Πηνει‐

### book 9.16.1

⸏οῦ λέχει Κρέοις’ ἔτικτεν,

### book 9.16.2

Γαίας θυγάτηρ. ὁ δὲ τὰν εὐώλενον

### book 9.16.3

θρέψατο παῖδα Κυράναν· ἁ μὲν οὔθ’ ἱ‐

### book 9.18.1

στῶν παλιμβάμους ἐφίλησεν ὁδούς,

### book 9.18.2

οὔτε δείπνων †οἰκουριᾶν μεθ’ ἑταιρᾶν τέρψιας,

### book 9.20.1

ἀλλ’ ἀκόντεσσίν τε χαλκ͜έοι͜ς

### book 9.20.2

φασγάνῳ τε μαρναμένα κεράϊζεν ἀγˈρίους

### book 9.20.3

θῆρας, ἦ πολλάν τε καὶ ἡσύχιον

### book 9.20.4

βουσὶν εἰρήναν παρέχοισα πατρῴαις,

### book 9.23.1

τὸν δὲ σύγκοιτον γλυκύν

### book 9.23.2

παῦρον ἐπὶ γˈλεφάροις

### book 9.25

⸐ὕπνον ἀναλίσκοισα ῥέποντα πρὸς ἀῶ.

### book 9.1

κίχε νιν λέοντί ποτ’ εὐρυφαρέτˈρας

### book 9.2

ὀβˈρίμῳ μούναν παλαίοισαν

### book 9.3

ἄτερ ἐγχέων ἑκάεργος Ἀπόλλων.

### book 9.4

αὐτίκα δ’ ἐκ μεγάρων Χίρωνα προσήνεπε φωνᾷ·

### book 9.30

‘σεμνὸν ἄντρον, Φιλλυρίδα προλιπὼν

### book 9.30.1

θυμὸν γυναικὸς καὶ μεγάλαν δύνασιν

### book 9.30.2

θαύμασον, οἷον ἀταρβεῖ νεῖκος ἄγει κεφαλᾷ,

### book 9.31a

μόχθου καθύπερθε νεᾶνις

### book 9.32.1

ἦτορ ἔχοισα· φόβῳ δ’ οὐ κεχείμανται φρένες.

### book 9.32.2

τίς νιν ἀνθρώπων τέκεν; ποί‐

### book 9.33.1

⸏ας δ’ ἀποσπασθεῖσα φύτˈλας

### book 9.33.2

ὀρέων κευθμῶνας ἔχει σκιοέντων,

### book 9.35.1

γεύεται δ’ ἀλκᾶς ἀπειράντου;

### book 9.35.2

ὁσία κλυτὰν χέρα οἱ προσενεγκεῖν

### book 9.35.3

ἦρα καὶ ἐκ λεχέων κεῖραι μελιαδέα ποίαν;‘

### book 9.35.4

τὸν δὲ Κένταυρος ζαμενής, ἀγανᾷ

### book 9.38.1

χλ͜οα͜ρὸν γελάσσαις ὀφˈρύϊ, μῆτιν ἑάν

### book 9.38.2

εὐθὺς ἀμείβετο· ‘κρυπταὶ κλαΐδες ἐντὶ σοφᾶς

### book 9.39a

Πειθοῦς ἱερᾶν φιλοτάτων,

### book 9.40.1

Φοῖβε, καὶ ἔν τε θεοῖς τοῦτο κἀνθρώποις ὁμῶς

### book 9.40.2

αἰδέοντ’, ἀμφανδὸν ἁδεί‐

### book 9.41.1

⸏ας τυχεῖν τὸ πρῶτον εὐνᾶς.

### book 9.41.2

καὶ γὰρ σέ, τὸν οὐ θεμιτὸν ψεύδει θιγεῖν,

### book 9.41.3

ἔτˈραπε μείλιχος ὀργὰ παρφάμεν τοῦ‐

### book 9.43.1

τον λόγον. κούρας δ’ ὁπόθεν γενεάν

### book 9.43.2

ἐξερωτᾷς, ὦ ἄνα; κύριον ὃς πάντων τέλος

### book 9.45.1

οἶσθα καὶ πάσας κελεύθους·

### book 9.45.2

ὅσσα τε χθὼν ἠρινὰ φύλλ’ ἀναπέμπει, χὠπόσαι

### book 9.45.3

ἐν θαλάσσᾳ καὶ ποταμοῖς ψάμαθοι

### book 9.45.4

κύμασιν ῥιπαῖς τ’ ἀνέμων κλονέονται,

### book 9.48.1

χὤ τι μέλλει, χὠπόθεν

### book 9.48.2

ἔσσεται, εὖ καθορᾷς.

### book 9

⸐εἰ δὲ χρὴ καὶ πὰρ σοφὸν ἀντιφερίξαι,

### book 9.1

ἐρέω· ταύτᾳ πόσις ἵκεο βᾶσσαν

### book 9.2

τάνδε, καὶ μέλλεις ὑπὲρ πόντου

### book 9.3

Διὸς ἔξοχον ποτὶ κᾶπον ἐνεῖκαι·

### book 9.4

ἔνθα νιν ἀρχέπολιν θήσεις, ἐπὶ λαὸν ἀγείραις

### book 9.55

νασιώταν ὄχθον ἐς ἀμφίπεδον·

### book 9.55.1

νῦν δ’ εὐρυλείμων πότˈνιά σοι Λιβύα

### book 9.55.2

δέξεται εὐκλέα νύμφαν δώμασιν ἐν χρυσέοις

### book 9.56a

πρόφˈρων· ἵνα οἱ χθονὸς αἶσαν

### book 9.57.1

αὐτίκα συντελέθειν ἔννομον δωρήσεται,

### book 9.57.2

οὔτε παγκάρπων φυτῶν νά‐

### book 9.58.1

⸏ποινον οὔτ’ ἀγνῶτα θηρῶν.

### book 9.58.2

τόθι παῖδα τέξεται, ὃν κλυτὸς Ἑρμᾶς

### book 9.60.1

εὐθρόνοις Ὥραισι καὶ Γαίᾳ

### book 9.60.2

ἀνελὼν φίλας ὑπὸ ματέρος οἴσει.

### book 9.60.3

ταὶ δ’ ἐπιγουνίδιον θαησάμεναι βρέφος αὐταῖς,

### book 9.60.4

νέκταρ ἐν χείλεσσι καὶ ἀμβροσίαν

### book 9.63.1

στάξοισι, θήσονταί τέ νιν ἀθάνατον,

### book 9.63.2

Ζῆνα καὶ ἁγˈνὸν Ἀπόλλων’, ἀνδράσι χάρμα φίλοις

### book 9.64a

ἄγχιστον ὀπάονα μήλων,

### book 9.65.1

Ἀγˈρέα καὶ Νόμιον, τοῖς δ’ Ἀρισταῖον καλεῖν.‘

### book 9.65.2

ὣς ἄρ’ εἰπὼν ἔντυεν τερ‐

### book 9.66.1

⸏πνὰν γάμου κραίνειν τελευτάν.

### book 9.66.2

ὠκεῖα δ’ ἐπειγομένων ἤδη θεῶν

### book 9.66.3

πρᾶξις ὁδοί τε βραχεῖαι. κεῖνο κεῖν’ ἆ‐

### book 9.68.1

μαρ διαίτασεν· θαλάμῳ δὲ μίγεν

### book 9.68.2

ἐν πολυχˈρύσῳ Λιβύας· ἵνα καλλίσταν πόλιν

### book 9.70.1

ἀμφέπει κλεινάν τ’ ἀέθˈλοις.

### book 9.70.2

καί νυν ἐν Πυθῶνί νιν ἀγαθέᾳ Καρνειάδα

### book 9.70.3

υἱὸς εὐθαλεῖ συνέμειξε τύχᾳ·

### book 9.70.4

ἔνθα νικάσαις ἀνέφανε Κυράναν,

### book 9.73.1

ἅ νιν εὔφρων δέξεται

### book 9.73.2

καλλιγύναικι πάτρᾳ

### book 9.75

⸐δόξαν ἱμερτὰν ἀγαγόντ’ ἀπὸ Δελφῶν.

### book 9.1

ἀρεταὶ δ’ αἰεὶ μεγάλαι πολύμυθοι·

### book 9.2

βαιὰ δ’ ἐν μακˈροῖσι ποικίλλειν

### book 9.3

ἀκοὰ σοφοῖς· ὁ δὲ καιρὸς ὁμοίως

### book 9.4

παντὸς ἔχει κορυφάν. ἔγˈνον ποτὲ καὶ Ἰόλαον

### book 9.80

οὐκ ἀτιμᾱσαντά νιν ἑπτάπυλοι

### book 9.80.1

Θῆβαι· τόν, Εὐρυσθῆος ἐπεὶ κεφαλάν

### book 9.80.2

ἔπραθε φασγάνου ἀκˈμᾷ, κρύψαν ἔνερθ’ ὑπὸ γᾶν

### book 9.81a

διφˈρηλάτα Ἀμφιτρύωνος

### book 9.82

σάματι, πατˈροπάτωρ ἔνθα οἱ Σπαρτῶν ξένος

### book 9.1

⸏κεῖτο, λευκίπποισι Καδˈμείων μετοικήσαις ἀγυιαῖς.

### book 9.2

τέκε οἱ καὶ Ζηνὶ μιγεῖσα δαΐφˈρων

### book 9.85.1

ἐν μόναις ὠδῖσιν Ἀλκμήνα

### book 9.85.2

διδύμων κρατησίμαχον σθένος υἱῶν.

### book 9.85.3

κωφὸς ἀνήρ τις, ὃς Ἡρακˈλεῖ στόμα μὴ περιβάλλει,

### book 9.85.4

μηδὲ Διρκαίων ὑδάτων ἀὲ μέ‐

### book 9.88.1

μναται, τά νιν θρέψαντο καὶ Ἰφικλέα·

### book 9.88.2

τοῖσι τέλειον ἐπ’ εὐχᾷ κωμάσομαί τι παθών

### book 9.89a

ἐσλόν. Χαρίτων κελαδεννᾶν

### book 9.90.1

μή με λίποι καθαρὸν φέγγος. Αἰγίνᾳ τε γάρ

### book 9.90.2

φαμὶ Νίσου τ’ ἐν λόφῳ τρὶς

### book 9.91.1

⸏δὴ πόλιν τάνδ’ εὐκλεΐξαι,

### book 9.91.2

σιγαλὸν ἀμαχανίαν ἔργῳ φυγών·

### book 9.91.3

οὕνεκεν, εἰ φίλος ἀστῶν, εἴ τις ἀντά‐

### book 9.93.1

εις, τό γ’ ἐν ξυνῷ πεποναμένον εὖ

### book 9.93.2

μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω·

### book 9.95.1

κεῖνος αἰνεῖν καὶ τὸν ἐχθρόν

### book 9.95.2

παντὶ θυμῷ σύν τε δίκᾳ καλὰ ῥέζοντ’ ἔννεπεν.

### book 9.95.3

πλεῖστα νικάσαντά σε καὶ τελεταῖς

### book 9.95.4

ὡρίαις ἐν Παλλάδος εἶδον ἄφωνοί

### book 9.98.1

θ’ ὡς ἕκασται φίλτατον

### book 9.98.2

παρθενικαὶ πόσιν ἤ

### book 9

⸐υἱὸν εὔχοντ’, ὦ Τελεσίκˈρατες, ἔμμεν,

### book 9.1

ἐν {τ’} Ὀλυμπίοισί τε καὶ βαθυκόλπου

### book 9.2

Γᾶς ἀέθˈλοις ἔν τε καὶ πᾶσιν

### book 9.3

ἐπιχωρίοις. ἐμὲ δ’ οὖν τις ἀοιδᾶν

### book 9.4

δίψαν ἀκειόμενον πράσσει χρέος, αὖτις ἐγεῖραι

### book 9.105

καὶ παλαιὰν δόξαν ἑῶν προγόνων·

### book 9.105.1

οἷοι Λιβύσσας ἀμφὶ γυναικὸς ἔβαν

### book 9.105.2

Ἴρασα πρὸς πόλιν, Ἀνταίου μετὰ καλλίκομον

### book 9.106a

μναστῆρες ἀγακˈλέα κούραν

### book 9.107.1

τὰν μάλα πολλοὶ ἀριστῆες ἀνδρῶν αἴτεον

### book 9.107.2

σύγγονοι, πολλοὶ δὲ καὶ ξεί‐

### book 9.108.1

⸏νων. ἐπεὶ θαητὸν εἶδος

### book 9.108.2

ἔπλετο· χˈρυσοστεφάνου δέ οἱ Ἥβας

### book 9.110.1

καρπὸν ἀνθήσαντ’ ἀποδˈρέψαι

### book 9.110.2

ἔθελον. πατὴρ δὲ θυγατˈρὶ φυτεύων

### book 9.110.3

κλεινότερον γάμον, ἄκουσεν Δαναόν ποτ’ ἐν Ἄργει

### book 9.110.4

οἷον εὗρεν τεσσαράκοντα καὶ ὀκ‐

### book 9.113.1

τὼ παρθένοισι πˈρὶν μέσον ἆμαρ, ἑλεῖν

### book 9.113.2

ὠκύτατον γάμον· ἔστασεν γὰρ ἅπαντα χορόν

### book 9.114a

ἐν τέρμασιν αὐτίκ’ ἀγῶνος·

### book 9.115.1

σὺν δ’ ἀέθλοις ἐκέλευσεν διακˈρῖναι ποδῶν,

### book 9.115.2

ἅντινα σχήσοι τις ἡρώ‐

### book 9.116.1

⸏ων, ὅσοι γαμβροί σφιν ἦλθον.

### book 9.116.2

οὕτω δ’ ἐδίδου Λίβυς ἁρμόζων κόρᾳ

### book 9.116.3

νυμφίον ἄνδρα· ποτὶ γˈραμμᾷ μὲν αὐτὰν

### book 9.118.1

στᾶσε κοσμήσαις, τέλος ἔμμεν ἄκρον,

### book 9.118.2

εἶπε δ’ ἐν μέσσοις ἀπάγεσθαι, ὃς ἂν πρῶτος θορών

### book 9.120.1

ἀμφί οἱ ψαύσειε πέπˈλοις.

### book 9.120.2

ἔνθ’ Ἀλεξίδαμος, ἐπεὶ φύγε λαιψηρὸν δρόμον,

### book 9.120.3

παρθένον κεδˈνὰν χερὶ χειρὸς ἑλών

### book 9.120.4

ἆγεν ἱππευτᾶν Νομάδων δι’ ὅμιλον.

### book 9.123.1

πολλὰ μὲν κεῖνοι δίκον

### book 9.123.2

φύλλ’ ἔπι καὶ στεφάνους·

### book 9.125

πολλὰ δὲ πˈρόσθεν πτερὰ δέξατο νικᾶν.

### book 10.1

Ὀλβία Λακεδαίμων,

### book 10.2

μάκαιρα Θεσσαλία. πατρὸς δ’ ἀμφοτέραις ἐξ ἑνός

### book 10.3

ἀριστομάχου γένος Ἡρακλ͜έο͜ς βασιλεύει.

### book 10.4

τί κομπ͜έω͜ παρὰ καιρόν; ἀλλά με Πυθώ

### book 10.4

τε καὶ τὸ Πελινναῖον ἀπύει

### book 10.5.1

Ἀλεύα τε παῖδες, Ἱπποκλέᾳ θέλοντες

### book 10.5.2

⸏ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα.

### book 10.1

γεύεται γὰρ ἀέθˈλων·

### book 10.2

στρατῷ τ’ ἀμφικτιόνων ὁ Παρνάσσιος αὐτὸν μυχός

### book 10.3

διαυλοδρομᾶν ὕπατον παίδων ἀνέειπεν.

### book 10.10

Ἄπολλον, γλυκὺ δ’ ἀνθρώπων τέλος ἀρχά

### book 10.10.1

τε δαίμονος ὀρνύντος αὔξεται·

### book 10.10.2

ὁ μέν που τεοῖς τε μήδεσι τοῦτ’ ἔπραξεν,

### book 10.10.3

⸏τὸ δὲ συγγενὲς ἐμβέβακεν ἴχˈνεσιν πατρός

### book 10.10.4

Ὀλυμπιονίκα δὶς ἐν πολεμαδόκοις

### book 10.10.5

Ἄρεος ὅπˈλοις·

### book 10.15.1

ἔθηκε καὶ βαθυλείμων ὑπὸ Κίρρας πετρᾶν

### book 10.15.2

ἀγὼν κρατησίποδα Φˈρικίαν.

### book 10.15.3

ἕποιτο μοῖρα καὶ ὑστέραισιν

### book 10.15.4

⸐ἐν ἁμέραις ἀγάνορα πλοῦτον ἀνθεῖν σφίσιν·

### book 10

τῶν δ’ ἐν Ἑλλάδι τερπνῶν

### book 10.20.1

λαχόντες οὐκ ὀλίγαν δόσιν, μὴ φθονεραῖς ἐκ θεῶν

### book 10.20.2

μετατˈροπίαις ἐπικύρσαιεν. θεὸς εἴη

### book 10.20.3

ἀπήμων κέαρ· εὐδαίμων δὲ καὶ ὑμνη‐

### book 10.22.1

τὸς οὗτος ἀνὴρ γίνεται σοφοῖς,

### book 10.22.2

ὃς ἂν χερσὶν ἢ ποδῶν ἀρετᾷ κρατήσαις

### book 10.22.3

⸏τὰ μέγιστ’ ἀέθλων ἕλῃ τόλμᾳ τε καὶ σθένει,

### book 10.25.1

καὶ ζώων ἔτι ν͜εα͜ρόν

### book 10.25.2

κατ’ αἶσαν υἱὸν ἴδῃ τυχόντα στεφάνων Πυθίων.

### book 10.25.3

ὁ χάλκεος οὐρανὸς οὔ ποτ’ ἀμβατὸς αὐτῷ·

### book 10.25.4

ὅσαις δὲ βˈροτὸν ἔθˈνος ἀγˈλαΐαις ἁ‐

### book 10.28.1

πτόμεσθα, περαίνει πρὸς ἔσχατον

### book 10.28.2

πλόον· ναυσὶ δ’ οὔτε πεζὸς ἰών 〈κεν〉 εὕροις

### book 10.30.1

⸏ἐς Ὑπερβορέων ἀγῶνα θαυμαστὰν ὁδόν.

### book 10.30.2

παρ’ οἷς ποτε Περσεὺς ἐδαίσατο λαγέτας,

### book 10.30.3

δώματ’ ἐσελθών,

### book 10.30.4

κλειτὰς ὄνων ἑκατόμβας ἐπιτόσσαις θεῷ

### book 10

ῥέζοντας· ὧν θαλίαις ἔμπεδον

### book 10.35.1

εὐφαμίαις τε μάλιστ’ Ἀπόλλων

### book 10.35.2

⸐χαίρει, γελᾷ θ’ ὁρῶν ὕβριν ὀρθίαν κνωδάλων.

### book 10.1

Μοῖσα δ’ οὐκ ἀποδαμεῖ

### book 10.2

τρόποις ἐπὶ σφετέροισι· παντᾷ δὲ χοροὶ παρθένων

### book 10.3

λυρᾶν τε βοαὶ καναχαί τ’ αὐλῶν δονέονται·

### book 10.40

δάφνᾳ τε χˈρυσέᾳ κόμας ἀναδήσαν‐

### book 10.40.1

τες εἰλαπινάζοισιν εὐφρόνως.

### book 10.40.2

νόσοι δ’ οὔτε γῆρας οὐλόμενον κέκραται

### book 10.40.3

⸏ἱερᾷ γενεᾷ· πόνων δὲ καὶ μαχᾶν ἄτερ

### book 10.40.4

οἰκέοισι φυγόντες

### book 10.40.5

ὑπέρδικον Νέμεσιν. θρασείᾳ δὲ πνέων καρδίᾳ

### book 10.45.1

μόλεν Δανάας ποτὲ παῖς, ἁγεῖτο δ’ Ἀθάνα,

### book 10.45.2

ἐς ἀνδρῶν μακάρων ὅμιλον· ἔπεφˈνέν

### book 10.46.1

τε Γοργόνα, καὶ ποικίλον κάρα

### book 10.46.2

δρακόντων φόβαισιν ἤλυθε νασιώταις

### book 10.46.3

⸏λίθινον θάνατον φέρων. ἐμοὶ δὲ θαυμάσαι

### book 10.46.4

θεῶν τελεσάντων οὐδέν ποτε φαίνεται

### book 10.1

ἔμμεν ἄπιστον.

### book 10.2

κώπαν σχάσον, ταχὺ δ’ ἄγκυραν ἔρεισον χθονί

### book 10.3

πρῴραθε, χοιράδος ἄλκαρ πέτρας.

### book 10.4

ἐγκωμίων γὰρ ἄωτος ὕμνων

### book 10.5

⸐ἐπ’ ἄλλοτ’ ἄλλον ὥτε μέλισσα θύνει λόγον.

### book 10.55.1

ἔλπομαι δ’ Ἐφυραίων

### book 10.55.2

ὄπ’ ἀμφὶ Πηνεϊὸν γλυκεῖαν προχεόντων ἐμάν

### book 10.55.3

τὸν Ἱπποκλέαν ἔτι καὶ μᾶλλον σὺν ἀοιδαῖς

### book 10.55.4

ἕκατι στεφάνων θαητὸν ἐν ἅλι‐

### book 10.58.1

ξι θησέμεν ἐν καὶ παλαιτέροις,

### book 10.58.2

νέαισίν τε παρθένοισι μέλημα. καὶ γάρ

### book 10.60.1

⸏ἑτέροις ἑτέρων ἔρωτες ἔκˈνιξαν φρένας·

### book 10.60.2

τῶν δ’ ἕκαστος ὀρούει,

### book 10.60.3

τυχών κεν ἁρπαλέαν σχέθοι φροντίδα τὰν πὰρ ποδός·

### book 10.60.4

τὰ δ’ εἰς ἐνιαυτὸν ἀτέκˈμαρτον προνοῆσαι.

### book 10.60.5

πέποιθα ξενίᾳ προσανέϊ Θώρα‐

### book 10.64

κος, ὅσπερ ἐμὰν ποιπνύων χάριν

### book 10.65.1

τόδ’ ἔζευξεν ἅρμα Πιερίδων τετρ͜άο͜ρον,

### book 10.65.2

⸏φιλέων φιλέοντ’, ἄγων ἄγοντα προφˈρόνως.

### book 10.65.3

πειρῶντι δὲ καὶ χρυσὸς ἐν βασάνῳ πρέπει

### book 10.65.4

καὶ νόος ὀρθός.

### book 10.65.5

ἀδελφεοῖσί τ’ ἐπαινήσομεν ἐσλοῖς, ὅτι

### book 10.70.1

ὑψοῦ φέροντι νόμον Θεσσαλῶν

### book 10.70.2

αὔξοντες· ἐν δ’ ἀγαθοῖσι κεῖται

### book 10

πατρώϊαι κεδˈναὶ πολίων κυβερνάσιες.

### book 11.1

Κάδˈμου κόραι, Σεμέλα μὲν Ὀλυμπιάδων ἀγυιᾶτι,

### book 11.2

Ἰνὼ δὲ Λευκοθέα

### book 11.2.1

ποντιᾶν ὁμοθάλαμε Νηρηΐδων,

### book 11.2.2

ἴτε σὺν Ἡρακλέος ἀριστογόνῳ

### book 11.2.3

ματρὶ πὰρ Μελίαν χρυς͜έω͜ν ἐς ἄδυτον τριπόδων

### book 11.5.1

⸏θησαυρόν, ὃν περίαλλ’ ἐτίμασε Λοξίας,

### book 11.5.2

Ἰσμήνιον δ’ ὀνύμαξεν, ἀλαθέα μαντίων θῶκον,

### book 11.5.3

ὦ παῖδες Ἁρμονίας,

### book 11.7.1

ἔνθα καί νυν ἐπίνομον ἡρωΐδων

### book 11.7.2

στρατὸν ὁμαγερέα καλεῖ συνίμεν̄,

### book 11.7.3

ὄφˈρα θέμιν ἱερὰν Πυθῶνά τε καὶ̆ ὀρθοδίκαν

### book 11.10.1

⸏γᾶς ὀμφαλὸν κελαδήσετ’ ἄκˈρᾳ σὺν ἑσπέρᾳ

### book 11.10.2

ἑπταπύλοισι Θήβαις

### book 11.10.3

χάριν ἀγῶνί τε Κίρρας,

### book 11.10.4

ἐν τῷ Θρασυδᾷος ἔμνασεν ἑστίαν

### book 11.10.5

τρίτον ἔπι στέφανον πατρῴαν βαλών,

### book 11.15.1

ἐν ἀφˈνεαῖς ἀρούραισι Πυλάδα

### book 11.15.2

⸐νικῶν ξένου Λάκωνος Ὀρέστα.

### book 11.1

τὸν δὴ φονευομένου πατρὸς Ἀρσινόα Κλυταιμήστρας

### book 11.2

χειρῶν ὕπο κˈρατερᾶν

### book 11.18.1

ἐκ δόλου τροφὸς ἄνελε δυσπενθέος,

### book 11.18.2

ὁπότε Δαρδανίδα κόραν Πριάμου

### book 11.20.1

Κασσάνδραν πολιῷ χαλκῷ σὺν Ἀγαμεμνονίᾳ

### book 11.20.2

ψυχᾷ πόρευ’ Ἀχέροντος ἀκτὰν παρ’ εὔσκιον

### book 11.20.3

νηλὴς γυνά. πότερόν νιν ἄρ’ Ἰφιγένει’ ἐπ’ Εὐρίπῳ

### book 11.20.4

σφαχθεῖσα τῆλε πάτρας

### book 11.23.1

ἔκˈνισεν βαρυπάλαμον ὄρσαι χόλον;

### book 11.23.2

ἢ ἑτέρῳ λέχεϊ δαμαζομέναν

### book 11.25.1

ἔννυχοι πάραγον κοῖται; τὸ δὲ νέαις ἀλόχοις

### book 11.25.2

⸏ἔχθιστον ἀμπλάκιον καλύψαι τ’ ἀμάχανον

### book 11.25.3

ἀλλοτρίαισι γλώσσαις·

### book 11.25.4

κακολόγοι δὲ πολῖται.

### book 11.25.5

ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον·

### book 11.30.1

ὁ δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει.

### book 11.30.2

θάνεν μὲν αὐτὸς ἥρως Ἀτρεΐδας

### book 11.30.3

⸐ἵκων χρόνῳ κλυταῖς ἐν Ἀμύκˈλαις,

### book 11.1

μάντιν τ’ ὄλεσσε κόραν, ἐπεὶ ἀμφ’ Ἑλένᾳ πυρωθέντας

### book 11.2

Τρώων ἔλυσε δόμους

### book 11.34

ἁβˈρότατος. ὁ δ’ ἄρα γέροντα ξένον

### book 11.35.1

Στροφίον ἐξίκετο, νέα κεφαλά,

### book 11.35.2

Παρνασσοῦ πόδα ναίοντ’· ἀλλὰ χρονίῳ σὺν Ἄρει

### book 11.35.3

⸏πέφˈνεν τε ματέρα θῆκέ τ’ Αἴγισθον ἐν φοναῖς.

### book 11.35.4

ἦρ’, ὦ φίλοι, κατ’ ἀμευσίπορον τρίοδον̄ ἐδινάθην,

### book 11.35.5

ὀρθὰν κέλευθον ἰὼν

### book 11.39

τὸ πˈρίν· ἤ μέ τις ἄνεμος ἔξω πλόου

### book 11.40.1

ἔβαλεν, ὡς ὅτ’ ἄκατον ἐνναλίαν;

### book 11.40.2

Μοῖσα, τὸ δὲ τεόν, εἰ μισθοῖο συνέθευ παρέχειν

### book 11.40.3

⸏φωνὰν ὑπάργυρον, ἄλλοτ’ ἄλλᾳ {χρὴ} ταρασσέμεν

### book 11.40.4

ἢ πατρὶ Πυθονίκῳ

### book 11.40.5

τό γέ νυν ἢ Θρασυδᾴῳ,

### book 11.45.1

τῶν εὐφροσύνα τε καὶ δόξ’ ἐπιφˈλέγει.

### book 11.45.2

τὰ μὲν 〈ἐν〉 ἅρμασι καλλίνικοι πάλαι

### book 11.45.3

Ὀλυμπίᾳ τ’ ἀγώνων πολυφάτων

### book 11.45.4

⸐ἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις,

### book 11

Πυθοῖ τε γυμνὸν ἐπὶ στάδιον καταβάντες ἤλεγξαν

### book 11

Ἑλλανίδα στρατιὰν

### book 11.1

ὠκύτατι. θεόθεν ἐραίμαν καλῶν,

### book 11.2

δυνατὰ μαιόμενος ἐν ἁλικίᾳ.

### book 11.3

τῶν γὰρ ἀνὰ πόλιν εὑρίσκων τὰ μέσα μακˈροτέρῳ

### book 11.4

⸏{σὺν} ὄλβῳ τεθαλότα, μέμφομ’ αἶσαν τυραννίδων·

### book 11.5

ξυναῖσι δ’ ἀμφ’ ἀρεταῖς τέταμαι· φθονεροὶ δ’ ἀμύνονται.

### book 11.55

〈ἀλλ’〉 εἴ τις ἄκˈρον ἑλὼν

### book 11.55

ἡσυχᾷ τε νεμόμενος αἰνὰν ὕβριν

### book 11.1

ἀπέφυγεν, μέλανος {δ’} ἂν ἐσχατιὰν

### book 11.2

καλλίονα θανάτου 〈στείχοι〉 γλυκυτάτᾳ γενεᾷ

### book 11.3

⸏εὐώνυμον κτεάνων κρατίσταν χάριν πορών·

### book 11.4

ἅ τε τὸν Ἰφικλείδαν

### book 11.60.1

διαφέρει Ἰόλαον

### book 11.60.2

ὑμνητὸν ἐόντα, καὶ Κάστορος βίαν,

### book 11.60.3

σέ τε, ἄναξ Πολύδευκες, υἱοὶ θεῶν,

### book 11.60.4

τὸ μὲν παρ’ ἆμαρ ἕδˈραισι Θεράπνας,

### book 11

τὸ δ’ οἰκέοντας ἔνδον Ὀλύμπου.

### book 12.1

Αἰτ͜έω͜ σε, φιλάγˈλαε, καλλίστα βροτεᾶν πολίων,

### book 12.2

Φερσεφόνας ἕδος, ἅ τ’ ὄχθαις ἔπι μηλοβότου

### book 12.3

ναίεις Ἀκράγαντος ἐΰδˈματον κολώναν, ὦ ἄνα,

### book 12.4

ἵλαος ἀθανάτων ἀνδρῶν τε σὺν εὐμενίᾳ

### book 12.5.1

δέξαι στεφάνωμα τόδ’ ἐκ Πυθῶνος εὐδόξῳ Μίδᾳ

### book 12.5.2

αὐτόν τε νιν Ἑλλάδα νικάσαντα τέχˈνᾳ, τάν ποτε

### book 12.5.3

Παλλὰς ἐφεῦρε θρασειᾶν 〈Γοργόνων〉

### book 12.5.4

⸏οὔλιον θρῆνον διαπˈλέξαις’ Ἀθάνα·

### book 12

τὸν παρθενίοις ὑπό τ’ ἀπˈλάτοις ὀφίων κεφαλαῖς

### book 12.10.1

ἄϊε λειβόμενον δυσπενθέϊ σὺν καμάτῳ,

### book 12.10.2

Περσεὺς ὁπότε τˈρίτον ἄυσεν κασιγˈνητᾶν μέρος

### book 12.10.3

ἐνναλίᾳ Σερί̆φῳ λαοῖσί τε μοῖραν ἄγων.

### book 12.10.4

ἤτοι τό τε θεσπέσιον Φόρκοι’ ἀμαύρωσεν γένος,

### book 12.10.5

λυγˈρόν τ’ ἔρανον Πολυδέκτᾳ θῆκε ματρός τ’ ἔμπεδον

### book 12.15.1

δουλοσύναν τό τ’ ἀναγκαῖον λέχος,

### book 12.15.2

⸏εὐπαράου κρᾶτα συλάσαις Μεδοίσας

### book 12.1

υἱὸς Δανάας, τὸν ἀπὸ χˈρυσοῦ φαμὲν αὐτορύτου

### book 12.2

ἔμμεναι. ἀλλ’ ἐπεὶ ἐκ τούτων φίλον ἄνδρα πόνων

### book 12

ἐρρύσατο παρθένος αὐλῶν τεῦχε πάμφωνον μέλος,

### book 12.20.1

ὄφˈρα τὸν Εὐρυάλας ἐκ καρπαλιμᾶν γενύων

### book 12.20.2

χριμφθέντα σὺν ἔντεσι μιμήσαιτ’ ἐρικˈλάγκταν γόον.

### book 12.20.3

εὗρεν θεός· ἀλλά νιν εὑροῖς’ ἀνδράσι θˈνατοῖς ἔχειν,

### book 12.20.4

ὠνύμασεν κεφαλᾶν πολλᾶν νόμον,

### book 12.20.5

⸏εὐκλεᾶ λαοσσόων μναστῆρ’ ἀγώνων,

### book 12.25.1

λεπτοῦ διανισόμενον χαλκοῦ θαμὰ καὶ δονάκων,

### book 12.25.2

τοὶ παρὰ καλλίχορον ναίοισι πόλιν Χαρίτων

### book 12.25.3

Καφισίδος ἐν τεμένει, πιστοὶ χορευτᾶν μάρτυρες.

### book 12.25.4

εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτου

### book 12.25.5

οὐ φαίνεται· ἐκ δὲ τελευτάσει νιν ἤτοι σάμερον

### book 12.30

δαίμων—τὸ δὲ μόρσιμον οὐ παρφυκτόν—, ἀλλ’ ἔσται

### book 12.30.1

χρόνος

### book 12.30.2

οὗτος, ὃ καί τιν’ ἀελπτίᾳ βαλών

### book 12

ἔμπαλιν γνώμας τὸ μὲν δώσει, τὸ δ’ οὔπω.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/pindar-pythian-odes-boa-ac.json (sha256:b5a9f95c9ac9c3436ead7fba8727a273d50d6a9444e994d8f62c4732f1072e8a). Cite as `eul_wid: boa-ac`.
