---
title: Nemean Odes
title_greek: Νεμεονῖκαι
author: Pindar
eul_wid: boa-ad
eul_aid: boa
canonical: "https://eulogikon.org/grc/pindar/nemean-odes"
canonical_json: "https://eulogikon.org/data/works/grc/pindar-nemean-odes-boa-ad.json"
sha256: d38f3b43147fd0795a4d1db70f447acce2c12c77b2c37850b3814bc10d500351
period: Archaic
dialect: Literary Doric
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Nemean Odes

*Νεμεονῖκαι*

**Author:** Pindar

**eul_wid:** `boa-ad` · [HTML page](https://eulogikon.org/grc/pindar/nemean-odes) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/pindar-nemean-odes-boa-ad.json)

## Text

### book 1

.

### book 1.5.1

ὕμνος ὁρμᾶται θέμεν

### book 1.5.2

αἶνον ἀελλοπόδων

### book 1.6.1

μέγαν ἵππων, Ζηνὸς Αἰτναίου χάριν·

### book 1.6.2

⸏ἅρμα δ’ ὀτˈρύνει Χρομίου Νεμέα

### book 1.7.1

τ’ ἔργμασιν νικαφόροις ἐγκώμιον ζεῦξαι μέλος.

### book 1.7.2

ἀρχαὶ δὲ βέβˈληνται θεῶν

### book 1.7.3

κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς.

### book 1.10

ἔστι δ’ ἐν εὐτυχίᾳ

### book 1.1

πανδοξίας ἄκˈρον· μεγάλων δ’ ἀέθλων

### book 1.2

Μοῖσα μεμνᾶσθαι φιλεῖ.

### book 1.3

σπεῖρέ νυν ἀγˈλαΐαν

### book 1.13.1

τινὰ νάσῳ, τὰν Ὀλύμπου δεσπότας

### book 1.13.2

Ζεὺς ἔδωκεν Φερσεφόνᾳ, κατένευ‐

### book 1.14

⸏σέν τέ οἱ χαίταις, ἀριστεύοισαν εὐκάρπου χθονός

### book 1.15

Σικελίαν πίειραν ὀρθώ‐

### book 1.15.1

σειν κορυφαῖς πολίων ἀφˈνεαῖς·

### book 1.15.2

ὤπασε δὲ Κˈρονίων πολέμου

### book 1.16.1

μναστῆρά οἱ χαλκεντέος

### book 1.16.2

λαὸν ἵππαιχμον, θαμὰ δὴ καὶ Ὀλυμ‐

### book 1.17.1

πιάδων φύλλοις ἐλαιᾶν χρυσέοις

### book 1.17.2

μιχθέντα. πολλῶν ἐπέβαν

### book 1.18

⸐καιρὸν οὐ ψεύδει βαλών·

### book 1

ἔσταν δ’ ἐπ’ αὐλείαις θύραις

### book 1.20.1

ἀνδρὸς φιλοξείνου καλὰ μελπόμενος,

### book 1.20.2

ἔνθα μοι ἁρμόδιον

### book 1.20.3

δεῖπνον κεκόσμηται, θαμὰ δ’ ἀλλοδαπῶν

### book 1.20.4

οὐκ ἀπείρατοι δόμοι

### book 1.20.5

ἐντί· λέλογχε δὲ μεμ‐

### book 1.24

φομένοις ἐσλοὺς ὕδωρ καπˈνῷ φέρειν

### book 1.25

ἀντίον. τέχˈναι δ’ ἑτέρων ἕτεραι·

### book 1.25.1

⸏χρὴ δ’ ἐν εὐθείαις ὁδοῖς στείχοντα μάρνασθαι φυᾷ.

### book 1.25.2

πράσσει γὰρ ἔργῳ μὲν σθένος,

### book 1.25.3

βουλαῖσι δὲ φˈρήν, ἐσσόμενον προϊδεῖν

### book 1.25.4

συγγενὲς οἷς ἕπεται.

### book 1.25.5

Ἁγησιδάμου παῖ, σέο δ’ ἀμφὶ τρόπῳ

### book 1.30.1

τῶν τε καὶ τῶν χρήσιες.

### book 1.30.2

οὐκ ἔραμαι πολὺν ἐν

### book 1.31.1

μεγάρῳ πλοῦτον κατακˈρύψαις ἔχειν,

### book 1.31.2

ἀλλ’ ἐόντων εὖ τε παθεῖν καὶ ἀκοῦ‐

### book 1.32.1

⸏σαι φίλοις ἐξαρκέων. κοιναὶ γὰρ ἔρχοντ’ ἐλπίδες

### book 1.32.2

πολυπόνων ἀνδρῶν. ἐγὼ δ’ Ἡ‐

### book 1.33.1

ρακˈλέος ἀντέχομαι προφˈρόνως

### book 1.33.2

ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις,

### book 1.34

ἀρχαῖον ὀτˈρύνων λόγον,

### book 1.35

ὡς, ἐπεὶ σπλάγχνων ὕπο ματέρος αὐ‐

### book 1.35.1

τίκα θαητὰν ἐς αἴγλαν παῖς Διός

### book 1.35.2

ὠδῖνα φεύγων διδύμῳ

### book 1.36

⸐σὺν κασιγˈνήτῳ μόλεν,

### book 1.1

ὡς {τ’} οὐ λαθὼν χρυσόθˈρονον

### book 1.2

Ἥραν κροκωτὸν σπάργανον ἐγκατέβα·

### book 1.3

ἀλλὰ θεῶν βασιλ͜έα͜

### book 1.40.1

σπερχθεῖσα θυμῷ πέμπε δράκοντας ἄφαρ.

### book 1.40.2

τοὶ μὲν οἰχθεισᾶν πυλᾶν

### book 1.40.3

ἐς θαλάμου μυχὸν εὐ‐

### book 1.42.1

ρὺν ἔβαν, τέκˈνοισιν ὠκείας γνάθους

### book 1.42.2

ἀμφελίξασθαι μεμαῶτες· ὁ δ’ ὀρ‐

### book 1.43.1

⸏θὸν μὲν ἄντεινεν κάρα, πειρᾶτο δὲ πˈρῶτον μάχας,

### book 1.43.2

δισσαῖσι δοιοὺς αὐχένων

### book 1.45.1

μάρψαις ἀφύκτοις χερσὶν ἑαῖς ὄφιας.

### book 1.45.2

ἀγχομένοις δὲ χρόνος

### book 1.45.3

ψυχὰς ἀπέπˈνευσεν μελέων ἀφάτων.

### book 1.45.4

ἐκ δ’ ἄρ’ ἄτˈλατον δέος

### book 1.45.5

πλᾶξε γυναῖκας, ὅσαι

### book 1.49

τύχον Ἀλκμήνας ἀρήγοισαι λέχει·

### book 1

καὶ γὰρ αὐτὰ ποσσὶν ἄπεπˈλος ὀρού‐

### book 1.1

⸏σαις’ ἀπὸ στρωμνᾶς ὅμως ἄμυνεν ὕβˈριν κνωδάλων.

### book 1.2

ταχὺ δὲ Καδˈμείων ἀγοὶ χαλ‐

### book 1.51.1

κ͜έοι͜ς σὺν ὅπλοις ἔδραμον̄ ἀθˈρόοι,

### book 1.51.2

ἐν χερὶ δ’ Ἀμφιτρύων κολεοῦ

### book 1.52.1

γυμνὸν τινάσσων 〈φάσγανον〉

### book 1.52.2

ἵκετ’, ὀξείαις ἀνίαισι τυπείς.

### book 1.53.1

τὸ γὰρ οἰκεῖον πιέζει πάνθ’ ὁμῶς·

### book 1.53.2

εὐθὺς δ’ ἀπήμων κραδία

### book 1.54

⸐κᾶδος ἀμφ’ ἀλλότˈριον.

### book 1.55.1

ἔστα δὲ θάμβει δυσφόρῳ

### book 1.55.2

τερπνῷ τε μιχθείς. εἶδε γὰρ ἐκˈνόμιον

### book 1.55.3

λῆμά τε καὶ δύναμιν

### book 1.55.4

υἱοῦ· παλίγγλωσσον δέ οἱ ἀθάνατοι

### book 1.55.5

ἀγγέλων ῥῆσιν θέσαν.

### book 1.60

γείτονα δ’ ἐκκάλεσεν

### book 1.60.1

Διὸς ὑψίστου προφάταν ἔξοχον,

### book 1.60.2

ὀρθόμαντιν Τειρεσίαν· ὁ δέ οἱ

### book 1.61.1

⸏φράζε καὶ παντὶ στρατῷ, ποίαις ὁμιλήσει τύχαις,

### book 1.61.2

ὅσσους μὲν ἐν χέρσῳ κτανών,

### book 1.61.3

ὅσσους δὲ πόντῳ θῆρας ἀϊδˈροδίκας·

### book 1.61.4

καί τινα σὺν πλαγίῳ

### book 1.65.1

ἀνδρῶν κόρῳ στείχοντα τὸν ἐχθρότατον

### book 1.65.2

φᾶ ἑ δᾳώσειν μόρον.

### book 1.65.3

καὶ γὰρ ὅταν θεοὶ ἐν

### book 1.67.1

πεδίῳ Φλέγˈρας Γιγάντεσσιν μάχαν

### book 1.67.2

ἀντιάζωσιν, βελέων ὑπὸ ῥι‐

### book 1.68.1

⸏παῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν

### book 1.68.2

ἔνεπεν· αὐτὸν μὰν ἐν εἰρή‐

### book 1.69

νᾳ τὸν ἅπαντα χρόνον̄ 〈ἐν〉 σχερῷ

### book 1.70

ἡσυχίαν καμάτων μεγάλων

### book 1.70.1

ποινὰν λαχόντ’ ἐξαίρετον

### book 1.70.2

ὀλβίοις ἐν δώμασι, δεξάμενον

### book 1.71.1

θαλερὰν Ἥβαν ἄκοιτιν καὶ γάμον

### book 1.71.2

δαίσαντα πὰρ Δὶ Κρονίδᾳ,

### book 1.72

σεμνὸν αἰνήσειν νόμον.

### book 2

.

### book 2.4

νων νικαφορίας δέδεκται πρῶτον, Νεμεαίου

### book 2.5

⸐ἐν πολυϋμνήτῳ Διὸς ἄλσει.

### book 2.1

ὀφείλει δ’ ἔτι, πατˈρίαν

### book 2.2

εἴπερ καθ’ ὁδόν νιν εὐθυπομπός

### book 2.3

αἰὼν ταῖς μεγάλαις δέδωκε κόσμον Ἀθάναις,

### book 2.4

θαμὰ μὲν Ἰσθμιάδων δρέπε‐

### book 2.9

σθαι κάλλιστον ἄωτον ἐν Πυθίοισί τε νικᾶν

### book 2.10

⸐Τιμονόου παῖδ’· ἔστι δ’ ἐοικός

### book 2.1

ὀρειᾶν γε Πελειάδων

### book 2.2

μὴ τηλόθεν ͜Ὠα͜ρίωνα νεῖσθαι.

### book 2.3

καὶ μὰν ἁ Σαλαμίς γε θρέψαι φῶτα μαχατάν

### book 2.4

δυνατός. ἐν Τροΐᾳ μὲν Ἕ‐

### book 2.14

κτωρ Αἴαντος ἄκουσεν. ὦ Τιμόδημε, σὲ δ’ ἀλκά

### book 2.15

⸐παγκρατίου τλάθυμος ἀέξει.

### book 2.1

Ἀχάρναι δὲ παλαίφατον

### book 2.2

εὐάνορες· ὅσσα δ’ ἀμφ’ ἀέθˈλοις,

### book 2.3

Τιμοδημίδαι ἐξοχώτατοι προλέγονται.

### book 2.4

παρὰ μὲν ὑψιμέδοντι Παρ‐

### book 2.19

νασσῷ τέσσαρας ἐξ ἀέθˈλων νίκας ἐκόμιξαν·

### book 2.20

⸐ἀλλὰ Κορινθίων ὑπὸ φωτῶν

### book 2.1

ἐν ἐσλοῦ Πέλοπος πτυχαῖς

### book 2.2

ὀκτὼ στεφάνοις ἔμιχθεν ἤδη·

### book 2.3

ἑπτὰ δ’ ἐν Νεμέᾳ, τὰ δ’ οἴκοι μάσσον’ ἀριθˈμοῦ,

### book 2.4

Διὸς ἀγῶνι. τόν, ὦ πολῖ‐

### book 2.24

ται, κωμάξατε Τιμοδήμῳ σὺν εὐκλέϊ νόστῳ·

### book 2.25

ἁδυμελεῖ δ’ ἐξάρχετε φωνᾷ.

### book 3

.

### book 3.5.1

κώμων νεανίαι, σέθεν ὄπα μαιόμενοι.

### book 3.5.2

διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου,

### book 3.5.3

͜ἀε͜θλονικία δὲ μάλιστ’ ἀοιδὰν φιλεῖ,

### book 3.5.4

⸏στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν·

### book 3

τᾶς ἀφθονίαν ὄπαζε μήτιος ἁμᾶς ἄπο·

### book 3.10.1

ἄρχε δ’ οὐρανοῦ πολυνεφέλα κρέοντι, θύγατερ,

### book 3.10.2

δόκιμον ὕμνον· ἐγὼ δὲ κείνων τέ νιν ὀάροις

### book 3.10.3

λύρᾳ τε κοινάσομαι. χαρίεντα δ’ ἕξει πόνον

### book 3.10.4

χώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πˈρότεροι

### book 3.10.5

ᾤκησαν, ὧν παλαίφατον ἀγοράν

### book 3.15.1

οὐκ ἐλεγχέεσσιν Ἀριστοκλείδας τεάν

### book 3.15.2

⸏ἐμίανε κατ’ αἶσαν ἐν περισθενεῖ μαλαχθείς

### book 3.15.3

παγκρατίου στόλῳ· καματωδέων δὲ πλαγᾶν

### book 3.15.4

ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ

### book 3.15.5

τὸ καλλίνικον φέρει.

### book 3.20

εἰ δ’ ἐὼν καλὸς ἔρδων τ’ ἐοικότα μορφᾷ

### book 3.20

ἀνορέαις ὑπερτάταις ἐπέβα

### book 3.20.1

παῖς Ἀριστοφάν͜εο͜ς, οὐκέτι πˈρόσω

### book 3.20.2

⸐ἀβάταν ἅλα κιόνων ὕπερ Ἡρακλέος περᾶν εὐμαρές,

### book 3.1

ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας

### book 3.2

μάρτυρας κλυτάς· δάμασε δὲ θῆρας ἐν πελάγεϊ

### book 3.3

ὑπερόχους, ἰδίᾳ τ’ ἐρεύνασε τεναγέων

### book 3.25.1

ῥοάς, ὁπᾷ πόμπιμον κατέβαινε νόστου τέλος,

### book 3.25.2

καὶ γᾶν φράδασε. θυμέ, τίνα πρὸς ἀλλοδαπάν

### book 3.25.3

ἄκˈραν ἐμὸν πλόον παραμείβ͜εαι͜;

### book 3.25.4

Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν.

### book 3.25.5

⸏ἕπεται δὲ λόγῳ δίκας ἄωτος, ‘ἐσλὸν αἰνεῖν‘,

### book 3.30.1

οὐδ’ ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες·

### book 3.30.2

οἴκοθεν μάτευε. ποτίφορον δὲ κόσμον ἔλαχες

### book 3.30.3

γλυκύ τι γαρυέμεν. παλαιαῖσι δ’ ἐν ἀρεταῖς

### book 3.30.4

γέγαθε Πηλεὺς ἄναξ, ὑπέραλλον αἰχμὰν ταμών·

### book 3.30.5

ὃς καὶ Ἰ͜αο͜λκὸν εἷλε μόνος ἄνευ στρατιᾶς,

### book 3.35.1

καὶ ποντίαν Θέτιν κατέμαρψεν

### book 3.35.2

ἐγκονητί. Λαομέδοντα δ’ εὐρυσθενής

### book 3.35.3

⸏Τελαμὼν Ἰόλᾳ παραστάτας ἐὼν ἔπερσεν

### book 3.35.4

καί ποτε χαλκότοξον Ἀμαζόνων μετ’ ἀλκάν

### book 3.35.5

ἕπετό οἱ̆, οὐδέ νίν ποτε φόβος ἀνδροδάμας

### book 3.39

ἔπαυσεν ἀκˈμὰν φρενῶν.

### book 3.40.1

συγγενεῖ δέ τις εὐδοξίᾳ μέγα βρίθει.

### book 3.40.2

ὃς δὲ διδάκτ’ ἔχει, ψεφεννὸς ἀνὴρ

### book 3.41.1

ἄλλοτ’ ἄλλα πνέων οὔ ποτ’ ἀτˈρεκεῖ

### book 3.41.2

⸐κατέβα ποδί, μυριᾶν δ’ ἀρετᾶν ἀτελεῖ νόῳ γεύεται.

### book 3.1

ξανθὸς δ’ Ἀχιλεὺς τὰ μὲν μένων Φιλύρας ἐν δόμοις,

### book 3.2

παῖς ἐὼν ἄθυρε μεγάλα ἔργα· χερσὶ θαμινά

### book 3.45.1

βραχυσίδαρον ἄκοντα πάλλων ἴσα τ’ ἀνέμοις,

### book 3.45.2

{ἐν} μάχᾳ λεόντεσσιν ἀγˈροτέροις ἔπρασσεν φόνον,

### book 3.45.3

κάπˈρους τ’ ἔναιρε· σώματα δὲ παρὰ Κˈρονίδαν

### book 3.45.4

Κένταυρον ἀσθμαίνοντα κόμιζεν,

### book 3.45.5

ἑξέτης τὸ πρῶτον, ὅλον δ’ ἔπειτ’ ἂν χρόνον·

### book 3.1

⸏τὸν ἐθάμβεον Ἄρτεμίς τε καὶ θρασεῖ’ Ἀθάνα,

### book 3.2

κτείνοντ’ ἐλάφους ἄνευ κυνῶν δολίων θ’ ἑρκέων·

### book 3.3

ποσσὶ γὰρ κράτεσκε. λεγόμενον δὲ τοῦτο προτέρων

### book 3.4

ἔπος ἔχω· βαθυμῆτα Χίρων τράφε λιθίνῳ

### book 3.5

Ἰάσον’ ἔνδον τέγει, καὶ ἔπειτεν Ἀσκλαπιόν,

### book 3.55.1

τὸν φαρμάκων δίδαξε μαλακόχειρα νόμον·

### book 3.55.2

νύμφευσε δ’ αὖτις ἀγˈλαόκολπον

### book 3.55.3

Νηρέος θύγατˈρα, γόνον τέ οἱ φέρτατον

### book 3.55.4

⸏ἀτίταλλεν 〈ἐν〉 ἀρμένοισι πᾶσι θυμὸν αὔξων,

### book 3.55.5

ὄφˈρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθείς

### book 3.60

ὑπὸ Τροΐαν δορίκτυπον ἀλαλὰν Λυκίων

### book 3.60.1

τε προσμένοι καὶ Φρυγῶν

### book 3.60.2

Δαρδάνων τε, καὶ ἐγχεσφόροις ἐπιμείξαις

### book 3.60.3

Αἰθιόπεσσι χεῖρας ἐν φρασὶ πά‐

### book 3.62.1

ξαιθ’, ὅπως σφίσι μὴ κοίρανος ὀπίσω

### book 3.62.2

⸐πάλιν οἴκαδ’ ἀνεψιὸς ζαμενὴς Ἑλένοιο Μέμνων μόλοι.

### book 3

τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν αὐτόθεν·

### book 3.65.1

Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δ’ ἀγών, τὸν ὕμνος ἔβαλεν

### book 3.65.2

ὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων.

### book 3.65.3

βοὰ δὲ νικαφόρῳ σὺν Ἀριστοκλείδᾳ πρέπει,

### book 3.65.4

ὃς τάνδε νᾶσον εὐκλέϊ προσέθηκε λόγῳ

### book 3.65.5

καὶ σεμνὸν ἀγˈλααῖσι μερίμναις

### book 3.70.1

Πυθίου Θεάριον. ἐν δὲ πείρᾳ τέλος

### book 3.70.2

⸏διαφαίνεται ὧν τις ἐξοχώτερος γένηται,

### book 3.70.3

ἐν παισὶ νέοισι παῖς, ἐν {δ’} ἀνδράσιν ἀνήρ, τρίτον

### book 3.70.4

ἐν παλαιτέροισι, μέρος ἕκαστον οἷον ἔχομεν

### book 3.70.5

βρότεον ἔθˈνος· ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετάς

### book 3.75.1

〈ὁ〉 θνατὸς αἰών, φρονεῖν δ’ ἐνέπει τὸ παρκείμενον.

### book 3.75.2

τῶν οὐκ ἄπεσσι· χαῖρε, φίλος· ἐγὼ τόδε τοι

### book 3.75.3

πέμπω μεμιγμένον μέλι λευκῷ

### book 3.75.4

σὺν γάλακτι, κιρναμένα δ’ ἔερς’ ἀμφέπει,

### book 3.75.5

⸏πόμ’ ἀοίδιμον Αἰολίσσιν ἐν πνοαῖσιν αὐλῶν,

### book 3.80.1

ὀψέ περ. ἔστι δ’ αἰετὸς ὠκὺς ἐν ποτανοῖς,

### book 3.80.2

ὃς ἔλαβεν αἶψα, τηλόθε μεταμαιόμενος,

### book 3.81.1

δαφοινὸν ἄγˈραν ποσίν·

### book 3.81.2

κραγέται δὲ κολοιοὶ ταπεινὰ νέμονται.

### book 3.81.3

τίν γε μέν, εὐθρόνου Κλεοῦς ἐθελοί‐

### book 3.83.1

σας, ἀεθˈλοφόρου λήματος ἕνεκεν

### book 3.83.2

Νεμέας Ἐπιδαυρόθεν τ’ ἄπο καὶ Μεγάρων δέδορκεν

### book 3.84

φάος.

### book 4

.

### book 4.5.1

γυῖα, τόσσον εὐλογία φόρμιγγι συνάορος.

### book 4.5.2

ῥῆμα δ’ ἐργμάτων χρονιώτερον βιοτεύει,

### book 4.5.3

ὅ τι κε σὺν Χαρίτων τύχᾳ

### book 4.5.4

⸏γλῶσσα φˈρενὸς ἐξέλοι βαθείας.

### book 4

τό μοι θέμεν Κρονίδᾳ τε Δὶ καὶ Νεμέᾳ

### book 4.10.1

Τιμασάρχου τε πάλᾳ

### book 4.10.2

ὕμνου προκώμιον εἴη· δέξαιτο δ’ Αἰακιδᾶν

### book 4.10.3

ἠύπυργον ἕδος, δίκᾳ ξεναρκέϊ κοινόν

### book 4.1

φέγγος. εἰ δ’ ἔτι ζαμενεῖ Τιμόκˈριτος ἁλίῳ

### book 4.2

σὸς πατὴρ ἐθάλπετο, ποικίλον κιθαρίζων

### book 4.15.1

θαμά κε, τῷδε μέλει κλιθείς,

### book 4.15.2

⸏ὕμνον κελάδησε καλλίνικον

### book 4.1

Κλεωναίου τ’ ἀπ’ ἀγῶνος ὅρμον στεφάνων

### book 4.2

πέμψαντα καὶ λιπαρᾶν

### book 4.3

εὐωνύμων ἀπ’ Ἀθανᾶν, Θήβαις τ’ ἐν ἑπταπύλοις

### book 4.20.1

οὕνεκ’ Ἀμφιτρύωνος ἀγˈλαὸν παρὰ τύμβον

### book 4.20.2

Καδˈμεῖοί νιν οὐκ ἀέκοντες ἄνθεσι μείγνυον,

### book 4.20.3

Αἰγίνας ἕκατι. φίλοισι γὰρ φίλος ἐλθών

### book 4.20.4

ξένιον ἄστυ κατέδˈρακεν

### book 4.20.5

⸏Ἡρακˈλέος ὀλβίαν πρὸς αὐλάν.

### book 4.25.1

σὺν ᾧ ποτε Τˈροΐαν κραταιὸς Τελαμών

### book 4.25.2

πόρθησε καὶ Μέροπας

### book 4.25.3

καὶ τὸν μέγαν πολεμιστὰν ἔκπαγˈλον Ἀλκυονῆ,

### book 4.25.4

οὐ τετραορίας γε πρὶν δυώδεκα πέτˈρῳ

### book 4.25.5

ἥροάς τ’ ἐπεμβεβαῶτας ἱπποδάμους ἕλεν

### book 4.30.1

δὶς τόσους. ἀπειρομάχας ἐών κε φανείη

### book 4.30.2

λόγον ὁ μὴ συνιείς· ἐπεί

### book 4.30.3

⸏ῥέζοντά τι καὶ παθεῖν ἔοικεν.

### book 4.1

τὰ μακˈρὰ δ’ ἐξενέπειν ἐρύκει με τεθμός

### book 4.2

ὧραί τ’ ἐπειγόμεναι·

### book 4.35.1

ἴϋγγι δ’ ἕλκομαι ἦτορ ν͜εο͜μηνίᾳ θιγέμεν.

### book 4.35.2

ἔμπα, καίπερ ἔχει βαθεῖα ποντιὰς ἅλμα

### book 4.35.3

μέσσον, ἀντίτειν’ ἐπιβουλίαις· σφόδρα δόξομεν

### book 4.35.4

δαΐων ὑπέρτεροι ἐν φάει καταβαίνειν·

### book 4.35.5

φθονερὰ δ’ ἆλλος ἀνὴρ βλέπων

### book 4.40

⸏γνώμαν κενεὰν σκότῳ κυλίνδει

### book 4.1

χαμαὶ πετοῖσαν. ἐμοὶ δ’ ὁποίαν ἀρετάν

### book 4.2

ἔδωκε Πότˈμος ἄναξ,

### book 4.3

εὖ οἶδ’ ὅτι χˈρόνος ἕρπων πεπρωμέναν τελέσει.

### book 4.4

ἐξύφαινε, γλυκεῖα, καὶ τόδ’ αὐτίκα, φόρμιγξ,

### book 4.45.1

Λυδίᾳ σὺν ἁρμονίᾳ μέλος πεφιλημένον

### book 4.45.2

Οἰνώνᾳ τε καὶ Κύπρῳ̆, ἔνθα Τεῦκρος ἀπάρχει

### book 4.45.3

ὁ Τελαμωνιάδας· ἀτάρ

### book 4.45.4

⸏Αἴας Σαλαμῖν’ ἔχει πατρῴαν·

### book 4

ἐν δ’ Εὐξείνῳ πελάγει φαεννὰν Ἀχιλεύς

### book 4.1

νᾶσον· Θέτις δὲ κρατεῖ

### book 4.2

Φθίᾳ· Νεοπτόλεμος δ’ ἀπείρῳ διαπˈρυσίᾳ,

### book 4.3

βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται

### book 4.4

Δωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον.

### book 4.5

Παλίου δὲ πὰρ ποδὶ λατˈρίαν Ἰαολκόν

### book 4.55.1

πολεμίᾳ χερὶ προστραπών

### book 4.55.2

⸏Πηλεὺς παρέδωκεν Αἱμόνεσσιν

### book 4.1

δάμαρτος Ἱππολύτας Ἀκάστου δολίαις

### book 4.2

τέχναισι χρησάμενος·

### book 4.3

τᾷ Δαιδάλου δὲ μαχαίρᾳ φύτευέ οἱ θάνατον

### book 4.60.1

ἐκ λόχου Πελίαο παῖς· ἄλαλκε δὲ Χίρων,

### book 4.60.2

καὶ τὸ μόρσιμον Διόθεν πεπρωμένον ἔκφερεν·

### book 4.60.3

πῦρ δὲ παγκρατὲς θρασυμαχάνων τε λεόντων

### book 4.60.4

ὄνυχας ὀξυτάτους ἀκμάν

### book 4.60.5

⸏καὶ δεινοτάτων σχάσαις ὀδόντων

### book 4.65.1

ἔγαμεν ὑψιθρόνων μίαν Νηρεΐδων.

### book 4.65.2

εἶδεν δ’ εὔκυκˈλον ἕδραν,

### book 4.65.3

τὰν οὐρανοῦ βασιλῆες πόντου τ’ ἐφεζόμενοι

### book 4.65.4

δῶρα καὶ κράτος ἐξέφαναν ἐγγενὲς αὐτῷ.

### book 4

Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν· ἀπότˈρεπε

### book 4.70.1

αὖτις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός·

### book 4.70.2

ἄπορα γὰρ λόγον Αἰακοῦ

### book 4.70.3

⸏παίδων τὸν ἅπαντά μοι διελθεῖν.

### book 4.1

Θεανδρίδαισι δ’ ἀεξιγυίων ἀέθλων

### book 4.2

κάρυξ ἑτοῖμος ἔβαν

### book 4.75.1

Οὐλυμπίᾳ τε καὶ Ἰσθμοῖ Νεμ͜έᾳ͜ τε συνθέμενος,

### book 4.75.2

ἔνθα πεῖραν ἔχοντες οἴκαδε κˈλυτοκάρπων

### book 4.75.3

οὐ νέοντ’ ἄνευ στεφάνων, πάτραν ἵν’ ἀκούομεν,

### book 4.75.4

Τιμάσαρχε, τ͜εὰ͜ν ἐπινικίοισιν ἀοιδαῖς

### book 4.75.5

πρόπολον ἔμμεναι. εἰ δέ τοι

### book 4.80

⸏μάτρῳ μ’ ἔτι Καλλικλεῖ κελεύεις

### book 4.1

στάλαν θέμεν Παρίου λίθου λευκοτέραν·

### book 4.2

ὁ χρυσὸς ἑψόμενος

### book 4.3

αὐγὰς ἔδειξεν ἁπάσας, ὕμνος δὲ τῶν ἀγαθῶν

### book 4.4

ἐργμάτων βασιλεῦσιν ἰσοδαίμονα τεύχει

### book 4.85.1

φῶτα· κεῖνος ἀμφ’ Ἀχέροντι ναιετάων ἐμάν

### book 4.85.2

γλῶσσαν εὑρέτω κελαδῆτιν, Ὀρσοτριαίνα

### book 4.85.3

ἵν’ ἐν ἀγῶνι βαρυκτύπου

### book 4.85.4

⸏θάλησε Κορινθίοις σελίνοις·

### book 4

τὸν Εὐφάνης ἐθέλων γεραιὸς προπάτωρ

### book 4.90.1

σὸς ἄεισέν ποτε, παῖ.

### book 4.90.2

ἄλλοισι δ’ ἅλικες ἄλλοι· τὰ δ’ αὐτὸς ἀντιτύχῃ,

### book 4.90.3

ἔλπεταί τις ἕκαστος ἐξοχώτατα φάσθαι.

### book 4.90.4

οἷον αἰνέων κε Μελησίαν ἔριδα στρέφοι,

### book 4.90.5

ῥήματα πˈλέκων, ἀπάλαιστος ἐν λόγῳ ἕλκειν,

### book 4.95

μαλακὰ μὲν φρονέων ἐ͡σλ͡οῖς,

### book 4

τραχὺς δὲ παλιγκότοις ἔφεδˈρος.

### book 5

.

### book 5.1.1

ζεσθαι ἀγάλματ’ ἐπ’ αὐτᾶς βαθˈμίδος

### book 5.1.2

ἑστᾰότ’· ἀλλ’ ἐπὶ πάσας

### book 5.2.1

ὁλκάδος ἔν τ’ ἀκάτῳ, γλυκεῖ’ ἀοιδά,

### book 5.2.2

στεῖχ’ ἀπ’ Αἰγίνας διαγγέλλοις’, ὅτι

### book 5.2.3

Λάμπωνος υἱὸς Πυθέας εὐρυσθενής

### book 5.5.1

νίκη Νεμείοις παγκρατίου στέφανον,

### book 5.5.2

οὔπω γένυσι φαίνων τερείνας

### book 5.6.1

⸏ματέρ’ οἰνάνθας ὀπώραν,

### book 5.6.2

ἐκ δὲ Κˈρόνου καὶ Ζηνὸς ἥρωας αἰχματὰς φυτευθέν‐

### book 5.7.1

τας καὶ ἀπὸ χˈρυσεᾶν Νηρηΐδων

### book 5.7.2

Αἰακίδας ἐγέραιρεν

### book 5.8

ματρόπολίν τε, φίλαν ξένων ἄρουραν·

### book 5

τάν ποτ’ εὔανδρόν τε καὶ ναυσικˈλυτάν

### book 5.10.1

θέσσαντο, πὰρ βωμὸν πατέρος Ἑλλανίου

### book 5.10.2

στάντες, πίτναν τ’ ἐς αἰθέρα χεῖρας ἁμᾶ

### book 5.10.3

Ἐνδαΐδος ἀριγˈνῶτες υἱοί

### book 5.12.1

⸏καὶ βία Φώκου κρέοντος,

### book 5.12.2

ὁ τᾶς θεοῦ, ὃν Ψαμάθεια τίκτ’ ἐπὶ ῥ̄ηγμῖνι πόντου.

### book 5.12.3

αἰδέομαι μέγα εἰπεῖν

### book 5.14

ἐν δίκᾳ τε μὴ κεκινδυνευμένον,

### book 5.15

πῶς δὴ λίπον εὐκλέα νᾶσον,

### book 5.15.1

καὶ τίς ἄνδρας ἀλκίμους

### book 5.15.2

δαίμων ἀπ’ Οἰνώνας ἔλασεν.

### book 5.16.1

στάσομαι· οὔ τοι ἅπασα κερδίων

### book 5.16.2

φαίνοισα πρόσωπον ἀλάθει’ ἀτˈρεκές·

### book 5.16.3

καὶ τὸ σιγᾶν πολλάκις ἐστὶ σοφώ‐

### book 5.18

⸐τατον ἀνθρώπῳ νοῆσαι.

### book 5

εἰ δ’ ὄλβον ἢ χειρῶν βίαν ἢ σιδαρίταν ἐπαινῆ‐

### book 5.19

σαι πόλεμον δεδόκηται, μακˈρά μοι

### book 5.20.1

αὐτόθεν ἅλμαθ’ ὑποσκά‐

### book 5.20.2

πτοι τις· ἔχω γονάτων ὁρμὰν ἐλαφˈράν·

### book 5.20.3

καὶ πέραν πόντοιο πάλλοντ’ αἰετοί.

### book 5.20.4

πρόφˈρων δὲ καὶ κείνοις ἄειδ’ ἐν Παλίῳ

### book 5.20.5

Μοισᾶν ὁ κάλλιστος χορός, ἐν δὲ μέσαις

### book 5.25

φόρμιγγ’ Ἀπόλλων ἑπτάγλωσσον

### book 5.24

⸏χρυσέῳ πλάκτρῳ διώκων

### book 5.25

ἁγεῖτο παντοίων νόμων· αἱ δὲ πρώτιστον μὲν ὕμνη‐

### book 5.25.1

σαν Διὸς ἀρχόμεναι σεμνὰν Θέτιν

### book 5.25.2

Πηλέα θ’, ὥς τέ νιν ἁβˈρὰ

### book 5.26.1

Κρηθεῒς Ἱππολύτα δόλῳ πεδᾶσαι

### book 5.26.2

ἤθελε ξυνᾶνα Μαγˈνήτων σκοπόν

### book 5.26.3

πείσαις’ ἀκοίταν ποικίλοις βουλεύμασιν,

### book 5

ψεύσταν δὲ ποιητὸν συνέπαξε λόγον,

### book 5.30

ὡς ἦρα νυμφείας ἐπείρα

### book 5.30.1

⸏κεῖνος ἐν λέκτροις Ἀκάστου

### book 5.30.2

εὐνᾶς· τὸ δ’ ἐναντίον ἔσκεν· πολλὰ γάρ νιν παντὶ θυμῷ

### book 5.30.3

παρφαμένα λιτάνευεν.

### book 5.32.1

τοῖο δ’ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι·

### book 5.32.2

εὐθὺς δ’ ἀπανάνατο νύμφαν,

### book 5.33.1

ξεινίου πατˈρὸς χόλον

### book 5.33.2

δείσαις· ὁ δ’ εὖ φράσθη κατένευ‐

### book 5.34

σέν τέ οἱ ὀρσινεφὴς ἐξ οὐρανοῦ

### book 5.35.1

Ζεὺς ἀθανάτων βασιλεύς, ὥστ’ ἐν τάχει

### book 5.35.2

ποντίαν χρυσαλακάτων τινὰ Νη‐

### book 5.36

⸐ρεΐδων πράξειν ἄκοιτιν,

### book 5

γαμβρὸν Ποσειδάωνα πείσαις, ὃς Αἰγᾶθεν ποτὶ κˈλει‐

### book 5.37.1

τὰν θαμὰ νίσεται Ἰσθμὸν Δωρίαν·

### book 5.37.2

ἔνθα νιν εὔφρονες ἶλαι

### book 5.38.1

σὺν καλάμοιο βοᾷ θεὸν δέκονται,

### book 5.38.2

καὶ σθένει γυίων ἐρίζοντι θˈρασεῖ.

### book 5.40.1

Πότˈμος δὲ κρίνει συγγενὴς ἔργων πέρι

### book 5.40.2

πάντων. τὺ δ’ Αἰγίναθε δίς, Εὐθύμενες,

### book 5.40.3

Νίκας ἐν ἀγκώνεσσι πίτˈνων

### book 5.42.1

⸏ποικίλων ἔψαυσας ὕμνων.

### book 5.42.2

ἤτοι μεταΐξαις σὲ καὶ νῦν τεὸς μάτρως ἀγάλλει

### book 5.43.1

κείνου ὁμόσπορον ἔθˈνος, Πυθέα.

### book 5.43.2

ἁ Νεμέα μὲν ἄραρεν

### book 5.44

μείς τ’ ἐπιχώριος, ὃν φίλης’ Ἀπόλλων·

### book 5.45.1

ἅλικας δ’ ἐλθόντας οἴκοι τ’ ἐκˈράτει

### book 5.45.2

Νίσου τ’ ἐν εὐαγκεῖ λόφῳ. χαίρω δ’ ὅτι

### book 5.45.3

ἐσλοῖσι μάρναται πέρι πᾶσα πόλις.

### book 5.45.4

ἴσθι, γˈλυκεῖάν τοι Μενάνδρου

### book 5.48

⸏σὺν τύχᾳ μόχθων ἀμοιβάν

### book 5

ἐπαύρεο. χρὴ δ’ ἀπ’ Ἀθανᾶν τέκτον’ ͜ἀε͜θληταῖσιν ἔμμεν·

### book 5

εἰ δὲ Θεμίστιον ἵκεις

### book 5.1

ὥστ’ ἀείδειν, μηκέτι ῥ̄ίγει· δίδοι

### book 5.2

φωνάν, ἀνὰ δ’ ἱστία τεῖνον

### book 5.51.1

πρὸς ζυγὸν καρχασίου,

### book 5.51.2

πύκταν τέ νιν καὶ παγκρατίου

### book 5.52.1

φθέγξαι ἑλεῖν Ἐπιδαύρῳ διπˈλόαν

### book 5.52.2

νικῶντ’ ἀρετάν, προθύροισιν δ’ Αἰακοῦ

### book 5.52.3

ἀνθέων ποι͜άε͜ντα φέρε στεφανώ‐

### book 5.54

ματα σὺν ξανθαῖς Χάρισσιν.

### book 6

.

### book 6.3.1

χάλκεος ἀσφαλὲς αἰὲν ἕδος

### book 6.3.2

μένει οὐρανός. ἀλλά τι προσφέρομεν ἔμπαν ἢ μέγαν

### book 6.5.1

νόον ἤτοι φύσιν ἀθανάτοις,

### book 6.5.2

καίπερ ἐφαμερίαν οὐκ εἰδότες οὐδὲ μετὰ νύκτας

### book 6.6b

ἄμμε πότˈμος

### book 6.7.1

⸏ἅντιν’ ἔγˈραψε δραμεῖν ποτὶ στάθμαν.

### book 6.7.2

τεκμαίρει {δὲ} καί νυν Ἀλκιμίδας τὸ συγγενὲς ἰδεῖν

### book 6.7.3

ἄγχι καρποφόροις ἀρούραισιν, αἵτ’ ἀμειβόμεναι

### book 6.10

τόκα μὲν ὦν βίον ἀνδράσιν ἐπ‐

### book 6.10.1

͜ηε͜τανὸν ἐκ πεδίων ἔδοσαν,

### book 6.10.2

τόκα δ’ αὖτ’ ἀναπαυσάμεναι σθένος ἔμαρψαν. ἦλθέ τοι

### book 6.10.3

Νεμέας ἐξ ἐρατῶν ἀέθλων

### book 6.10.4

παῖς ἐναγώνιος, ὃς ταύ‐

### book 6.13

ταν μεθέπων Διόθεν αἶσαν

### book 6.13b

νῦν {τε} πέφανται

### book 6.14

⸏οὐκ ἄμμορος ἀμφὶ πάλᾳ κυναγέτας,

### book 6.15.1

ἴχˈνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμων

### book 6.15.2

πατˈροπάτορος ὁμαιμίοις.

### book 6.15.3

κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν Αἰακίδαις

### book 6.15.4

ἔρνεα πρῶτος 〈ἔνεικεν〉 ἀπ’ Ἀλφεοῦ,

### book 6.15.5

καὶ πεντάκις Ἰσθμοῖ στεφανωσάμενος,

### book 6.20.1

Νεμέᾳ δὲ τρεῖς, ἔπαυσε λάθαν

### book 6.20.2

Σαοκˈλείδα’, ὃς ὑπέρτατος

### book 6.20.3

⸐Ἁγησιμάχοι’ ὑέων γένετο.

### book 6.1

ἐπεί οἱ τρεῖς ἀεθˈλοφόροι πρὸς ἄκˈρον ἀρετᾶς

### book 6.2

ἦλθον, οἵ τε πόνων ἐγεύσαντο. σὺν θεοῦ δὲ τύχᾳ

### book 6.25

ἕτερον οὔ τινα οἶκον ἀπε‐

### book 6.25.1

φάνατο πυγˈμαχία 〈πλεόνων〉

### book 6.25.2

ταμίαν στεφάνων μυχῷ Ἑλλάδος ἁπάσας. ἔλπομαι

### book 6.25.3

μέγα εἰπὼν σκοποῦ ἄντα τυχεῖν

### book 6.25.4

ὥτ’ ἀπὸ τόξου ἱείς· εὔ‐

### book 6.28

θυν’ ἐπὶ τοῦτον, ἄγε, Μοῖσα,

### book 6.28b

οὖρον ἐπέων

### book 6.29

⸏εὐκλέα· παροιχομένων γὰρ ἀνέρων,

### book 6.30.1

ἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργ’ ἐκόμισαν·

### book 6.30.2

Βασσίδαισιν ἅ τ’ οὐ σπανίζει, παλαίφατος γενεά,

### book 6.30.3

ἴδια ναυστολέοντες ἐπι‐

### book 6.32.1

κώμια, Πιερίδων ἀρόταις

### book 6.32.2

δυνατοὶ παρέχειν πολὺν ὕμνον ἀγερώχων ἐργμάτων

### book 6.32.3

ἕνεκεν. καὶ γὰρ ἐν ἀγαθέᾳ

### book 6.35

χεῖρας ἱμάντι δεθεὶς Πυθῶνι κράτησεν ἀπὸ ταύτας

### book 6.35b

αἷμα πάτˈρας

### book 6.36.1

⸏χρυσαλακάτου ποτὲ Καλλίας ἁδών

### book 6.36.2

ἔρνεσι Λατοῦς, παρὰ Κασταλίαν τε Χαρίτων

### book 6.36.3

ἑσπέριος ὁμάδῳ φλέγεν·

### book 6.36.4

πόντου τε γέφυρ’ ἀκάμαντος ἐν ἀμφικτιόνων

### book 6.40.1

ταυροφόνῳ τριετηρίδι Κρ͜εο͜ντίδαν

### book 6.40.2

τίμασε Ποσειδάνιον ἂν τέμενος·

### book 6.40.3

βοτάνα τέ νίν ποθ’ ἁ λέοντος

### book 6.40.4

νικάσαντ’ ἤρεφε δασκίοις

### book 6.40.5

⸐Φλειοῦντος ὑπ’ ὠγυγίοις ὄρεσιν.

### book 6.45.1

πλατεῖαι πάντοθεν λογίοισιν ἐντὶ πρόσοδοι

### book 6.45.2

νᾶσον εὐκλέα τάνδε κοσμεῖν· ἐπεί σφιν Αἰακίδαι

### book 6.45.3

ἔπορον ἔξοχον αἶσαν ἀρε‐

### book 6.47.1

τὰς ἀποδεικνύμενοι μεγάλας,

### book 6.47.2

πέταται δ’ ἐπί τε χθόνα καὶ διὰ θαλάσσας τηλόθεν

### book 6.47.3

ὄνυμ’ αὐτῶν· καὶ ἐς Αἰθίοπας

### book 6

Μέμνονος οὐκ {ἂν} ἀπονοστή‐

### book 6

σαντος ἔπαλτο· βαρὺ δέ σφιν

### book 6.50b

νεῖκος Ἀχιλεύς

### book 6.51.1

⸏ἔμπεσε χαμαὶ καταβαὶς ἀφ’ ἁρμάτων,

### book 6.51.2

φαεννᾶς υἱὸν εὖτ’ ἐνάριξεν Ἀόος ἀκμᾷ

### book 6.51.3

ἔγχεος ζακότοιο. καὶ ταῦτα μὲν παλαιότεροι

### book 6.51.4

ὁδὸν ἀμαξιτὸν εὗρον· ἕπο‐

### book 6.54

μαι δὲ καὶ αὐτὸς ἔχων μελέταν·

### book 6.55.1

τὸ δὲ πὰρ ποδὶ ναὸς ἑλισσόμενον αἰεὶ κυμάτων

### book 6.55.2

λέγεται παντὶ μάλιστα δονεῖν

### book 6.55.3

θυμόν. ἑκόντι δ’ ἐγὼ νώ‐

### book 6.57

τῳ μεθέπων δίδυμον ἄχθος

### book 6.57b

ἄγγελος ἔβαν,

### book 6.58.1

⸏πέμπτον ἐπὶ εἴκοσι τοῦτο γαρύων

### book 6.58.2

εὖχος ἀγώνων ἄπο, τοὺς ἐνέποισιν ἱερούς,

### book 6.60.1

Ἀλκίμιδα, σέ γ’ ἐπαρκέσαι

### book 6.60.2

κλειτᾷ γενεᾷ—δύο μὲν Κρονίου πὰρ τεμένει,

### book 6.60.3

παῖ, σέ τ’ ἐνόσφισε καὶ Πολυτιμίδαν

### book 6.60.4

κλᾶρος προπετὴς ἄνθε’ Ὀλυμπιάδος—,

### book 6.60.5

δελφῖνι καὶ τάχος δι’ ἅλμας

### book 6.65

ἶσον 〈κ’〉 εἴποιμι Μελησίαν

### book 6

χειρῶν τε καὶ ἰσχύος ἁνίοχον.

### book 7

.

### book 7.2.1

σον, Ἥρας, γενέτειρα τέκˈνων· ἄνευ σέθεν

### book 7.2.2

οὐ φάος, οὐ μέλαιναν δρακέντες εὐφρόναν

### book 7.2.3

τεὰν ἀδελφ͜εὰ͜ν ἐλάχομεν ἀγˈλαόγυιον Ἥβαν.

### book 7.5.1

ἀναπˈνέομεν δ’ οὐχ ἅπαντες ἐπὶ ἴσα·

### book 7.5.2

εἴργει δὲ πότμῳ ζυγένθ’ ἕτερον ἕτερα. σὺν δὲ τίν

### book 7.5.3

καὶ παῖς ὁ Θεαρίωνος ἀρετᾷ κριθείς

### book 7.5.4

⸏εὔδοξος ἀείδεται Σωγένης μετὰ πενταέθˈλοις.

### book 7.5.5

πόλιν γὰρ φιλόμολπον οἰκεῖ δορικτύπων

### book 7.10

Αἰακιδᾶν· μάλα δ’ ἐθέλον‐

### book 7.10.1

τι σύμπειρον ἀγωνίᾳ θυμὸν ἀμφέπειν.

### book 7.10.2

εἰ δὲ τύχῃ τις ἔρδων, μελίφˈρον’ αἰτίαν

### book 7.10.3

ῥοαῖσι Μοισᾶν ἐνέβαλε· ταὶ μεγάλαι γὰρ ἀλκαί

### book 7.10.4

σκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι·

### book 7.10.5

ἔργοις δὲ καλοῖς ἔσοπτρον ἴσαμεν ἑνὶ σὺν τρόπῳ,

### book 7.15.1

εἰ Μναμοσύνας ἕκατι λιπαράμπυκος

### book 7.15.2

⸏εὕρηται ἄποινα μόχθων κλυταῖς ἐπέων ἀοιδαῖς.

### book 7.15.3

σοφοὶ δὲ μέλλοντα τριταῖον ἄνεμον

### book 7.15.4

ἔμαθον, οὐδ’ ὑπὸ κέρδει βλάβεν·

### book 7.15.5

ἀφˈνεὸς πεν͜ιχ͜ρός τε θανάτου παρά

### book 7.20.1

σᾶμα ν͜έο͜ντ͝αι͝. ἐγὼ δὲ πλέον’ ἔλπομαι

### book 7.20.2

λόγον Ὀδυσσέος ἢ πάθαν

### book 7.21

⸐διὰ τὸν ἁδυεπῆ γενέσθ’ Ὅμηρον·

### book 7.1

ἐπεὶ ψεύδεσί οἱ ποτανᾷ 〈τε〉 μαχανᾷ

### book 7.2

σεμνὸν ἔπεστί τι· σοφία

### book 7.23.1

δὲ κλέπτει παράγοισα μύθοις. τυφλὸν δ’ ἔχει

### book 7.23.2

ἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος. εἰ γὰρ ἦν

### book 7.25.1

ἓ τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθείς

### book 7.25.2

ὁ καρτερὸς Αἴας ἔπαξε διὰ φρενῶν

### book 7.25.3

λευρὸν ξίφος· ὃν κράτιστον Ἀχιλέος ἄτερ μάχᾳ

### book 7.25.4

ξανθῷ Μενέλᾳ δάμαρτα κομίσαι θοαῖς

### book 7.25.5

⸏ἂν ναυσὶ πόρευσαν εὐθυπˈνόου Ζεφύροιο πομπαί

### book 7.30.1

πρὸς Ἴλου πόλιν. ἀλλὰ κοινὸν γὰρ ἔρχεται

### book 7.30.2

κῦμ’ Ἀίδα, πέσε δ’ ἀδόκη‐

### book 7.31.1

τον ἐν καὶ δοκέοντα· τιμὰ δὲ γίνεται

### book 7.31.2

ὧν θεὸς ἁβˈρὸν αὔξει λόγον τεθνακότων.

### book 7.31.3

βοαθοῶν τοι παρὰ μέγαν ὀμφαλὸν εὐρυκόλπου

### book 7.31.4

μόλον χθονός. ἐν Πυθίοισι δὲ δαπέδοις

### book 7.35.1

κεῖται Πριάμου πόλιν Ν͜εο͜πτόλεμος ἐπεὶ πράθεν,

### book 7.35.2

τᾷ καὶ Δαναοὶ πόνησαν· ὁ δ’ ἀποπˈλέων

### book 7.35.3

⸏Σκύρου μὲν ἅμαρτε, πλαγχθέντες δ’ εἰς Ἐφύραν ἵκοντο.

### book 7.35.4

Μολοσσίᾳ δ’ ἐμβασίλευεν ὀλίγον

### book 7.35.5

χρόνον· ἀτὰρ γένος αἰεὶ φέρει

### book 7.40.1

τοῦτό οἱ γέρας. ᾤχετο δὲ πρὸς θεόν,

### book 7.40.2

κτέατ’ ἄγων Τροΐαθεν ἀκροθινίων·

### book 7.40.3

ἵνα κρεῶν νιν ὕπερ μάχας

### book 7.42

⸐ἔλασεν ἀντιτυχόντ’ ἀνὴρ μαχαίρᾳ.

### book 7.1

βάρυνθεν δὲ περισσὰ Δελφοὶ ξεναγέται.

### book 7.2

ἀλλὰ τὸ μόρσιμον ἀπέδω‐

### book 7.44

κεν· ἐχˈρῆν δέ τιν’ ἔνδον ἄλσει παλαιτάτῳ

### book 7.45.1

Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι

### book 7.45.2

θεοῦ παρ’ εὐτειχέα δόμον, ἡροΐαις δὲ πομπαῖς

### book 7.45.3

θεμισκόπον οἰκεῖν ἐόντα πολυθύτοις.

### book 7.45.4

εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει·

### book 7.45.5

οὐ ψεῦδις ὁ μάρτυς ἔργμασιν ἐπιστατεῖ,

### book 7

⸏Αἴγινα, τεῶν Διός τ’ ἐκγόνων. θρασύ μοι τόδ’ εἰπεῖν

### book 7.1

φαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγων

### book 7.2

οἴκοθεν· ἀλλὰ γὰρ ἀνάπαυ‐

### book 7.52.1

σις ἐν παντὶ γλυκεῖα ἔργῳ· κόρον δ’ ἔχει

### book 7.52.2

καὶ μέλι καὶ τὰ τέρπν’ ἄνθε’ Ἀφˈροδίσια.

### book 7.52.3

φυᾷ δ’ ἕκαστος διαφέρομεν βιοτὰν λαχόντες

### book 7.55.1

ὁ μὲν τά, τὰ δ’ ἄλλοι· τυχεῖν δ’ ἕν’ ἀδύνατον

### book 7.55.2

εὐδαιμονίαν ἅπασαν ἀνελόμενον· οὐκ ἔχω

### book 7.55.3

εἰπεῖν, τίνι τοῦτο Μοῖρα τέλος ἔμπεδον

### book 7.55.4

⸏ὤρεξε. Θεαρίων, τὶν δ’ ἐοικότα καιρὸν ὄλβου

### book 7.55.5

δίδωσι, τόλμαν τε καλῶν ἀρομένῳ

### book 7.60.1

σύνεσιν οὐκ ἀποβλάπτει φρενῶν.

### book 7.60.2

ξεῖνός εἰμι· ͡σκ͡οτεινὸν ἀπέχων ψόγον,

### book 7.60.3

ὕδατος ὥτε ῥοὰς φίλον ἐς ἄνδρ’ ἄγων

### book 7.60.4

κλέος ἐτήτυμον αἰνέσω·

### book 7.63

⸐ποτίφορος δ’ ἀγαθοῖσι μισθὸς οὗτος.

### book 7

ἐὼν δ’ ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μ’ ἀνήρ

### book 7.65

Ἰονίας ὑπὲρ ἁλὸς οἰ‐

### book 7.65.1

κ͜έω͜ν, καὶ προξενίᾳ πέποιθ’, ἔν τε δαμόταις

### book 7.65.2

ὄμματι δέρκομαι λαμπρόν, οὐχ ὑπερβαλών,

### book 7.65.3

βίαια πάντ’ ἐκ ποδὸς ἐρύσαις· ὁ δὲ λοιπὸς εὔφρων

### book 7.65.4

ποτὶ χˈρόνος ἕρποι. μαθὼν δέ τις ἀνερεῖ,

### book 7.65.5

εἰ πὰρ μέλος ἔρχομαι ψάγιον ὄαρον ἐννέπων.

### book 7.70.1

Εὐξένιδα πάτραθε Σώγενες, ἀπομνύω

### book 7.70.2

⸏μὴ τέρμα προβαὶς ἄκονθ’ ὥτε χαλκοπάραον ὄρσαι

### book 7.70.3

θοὰν γλῶσσαν, ὃς ἐξέπεμψεν παλαισμάτων

### book 7.70.4

αὐχένα καὶ σθένος ἀδίαν‐

### book 7.73.1

τον, αἴθωνι πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν.

### book 7.73.2

εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται.

### book 7.75.1

ἔα με· νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθείς

### book 7.75.2

ἀνέκˈραγον, οὐ τραχύς εἰμι καταθέμεν.

### book 7.75.3

εἴρειν στεφάνους ἐλαφˈρόν, ἀναβάλεο· Μοῖσά τοι

### book 7.1

κολλᾷ χρῠσὸν ἔν τε λευκὸν ἐλέφανθ’ ἁμᾶ

### book 7.2

⸏καὶ λείριον ἄνθεμον ποντίας ὑφελοῖς’ ἐέρσας.

### book 7.80.1

Διὸς δὲ μεμναμένος ἀμφὶ Νεμέᾳ

### book 7.80.2

πολύφατον θρόον ὕμνων δόνει

### book 7.80.3

ἡσυχᾷ. βασιλῆα δὲ θεῶν πρέπει

### book 7.80.4

δάπεδον ἂν τόδε γαρυέμεν ἡμέρᾳ

### book 7.80.5

⸐ὀπί· λέγοντι γὰρ Αἰακόν νιν ὑπὸ ματροδόκοις γοναῖς φυτεῦσαι,

### book 7.85.1

ἐμᾷ μὲν πολίαρχον εὐωνύμῳ πάτρᾳ,

### book 7.85.2

Ἡράκλεες, σέο δὲ προπρ͜άο͜ν’

### book 7.86.1

ἔμ〈μ〉εν ξεῖνον ἀδελφεόν τ’. εἰ δὲ γεύεται

### book 7.86.2

ἀνδρὸς ἀνήρ τι, φαῖμέν κε γείτον’ ἔμμεναι

### book 7.86.3

νόῳ φιλήσαντ’ ἀτενέϊ γείτονι χάρμα πάντων

### book 7.86.4

ἐπάξιον· εἰ δ’ αὐτὸ καὶ θεὸς ἀνέχοι, —

### book 7.90.1

ἐν τίν κ’ ἐθέλοι, Γίγαντας ὃς ἐδάμασας, εὐτυχῶς

### book 7.90.2

ναίειν πατρὶ Σωγένης ἀταλὸν ἀμφέπων

### book 7.90.3

⸏θυμὸν προγόνων ἐϋκτήμονα ζαθέαν ἄγυιαν.

### book 7.90.4

ἐπεὶ τετˈρᾰόροισιν ὥθ’ ἁρμάτων ζυγοῖς

### book 7.90.5

ἐν τεμένεσσι δόμον ἔχει τεοῖς, ἀμφοτέρας ἰὼν χειρός. ὦ μάκαρ,

### book 7.95.1

τὶν δ’ ἐπέοικεν Ἥρας πόσιν τε πειθέμεν

### book 7.95.2

κόραν τε γλαυκώπιδα· δύνασαι δὲ βροτοῖσιν ἀλκάν

### book 7.95.3

ἀμαχανιᾶν δυσβάτων θαμὰ διδόμεν.

### book 7.95.4

εἰ γὰρ σύ ἱν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις

### book 7.95.5

ἥβᾳ λιπαρῷ τε γήραϊ διαπˈλέκοις

### book 7.1

⸏εὐδαίμον’ ἐόντα, παίδων δὲ παῖδες ἔχοιεν αἰεί

### book 7.2

γέρας τό περ νῦν καὶ ἄρειον ὄπιθεν.

### book 7.3

τὸ δ’ ἐμὸν οὔ ποτε φάσει κέαρ

### book 7.4

ἀτˈρόποισι Νεοπτόλεμον ἑλκύσαι

### book 7.5

ἔπεσι· ταὐτὰ δὲ τρὶς τετράκι τ’ ἀμπολεῖν

### book 7.105

ἀπορία τελέθει, τέκνοι‐

### book 7.105

σιν ἅτε μαψυλάκας ‘Διὸς Κόρινθοσ‘.

### book 8

.

### book 8.1.1

ἀμβροσιᾶν φιλοτάτων,

### book 8.1.2

ἅ τε παρθενηΐοις παίδων τ’ ἐφίζοισα γˈλεφάροις,

### book 8.1.3

τὸν μὲν ἡμέροις ἀνάγκας χερσὶ βαστά‐

### book 8.3.1

ζεις, ἕτερον δ’ ἑτέραις.

### book 8.3.2

ἀγαπατὰ δὲ καιροῦ μὴ πλαναθέντα πρὸς ἔργον ἕκαστον

### book 8.5.1

⸏τῶν ἀρειόνων ἐρώτων ἐπικˈρατεῖν δύνασθαι.

### book 8.5.2

οἷοι καὶ Διὸς Αἰγίνας τε λέκτρον

### book 8.6.1

ποιμένες ἀμφεπόλησαν

### book 8.6.2

Κυπˈρίας δώρων· ἔβλαστεν δ’ υἱὸς Οἰνώνας βασιλεύς

### book 8.6.3

χειρὶ καὶ βουλαῖς ἄριστος. πολλά νιν πολ‐

### book 8.8.1

λοὶ λιτάνευον ἰδεῖν·

### book 8.8.2

ἀβοατὶ γὰρ ἡρώων ἄωτοι περιναιεταόντων

### book 8.10.1

⸏ἤθελον κείνου γε πείθεσθ’ ἀναξίαις ἑκόντες,

### book 8.10.2

οἵ τε κˈρανααῖς ἐν Ἀθάναισιν ἅρμοζον στρατόν,

### book 8.10.3

οἵ τ’ ἀνὰ Σπάρταν Πελοπηϊάδαι.

### book 8.10.4

ἱκέτας Αἰακοῦ

### book 8.13

σεμνῶν γονάτων πόλιός θ’ ὑπὲρ φίλας

### book 8

ἀστῶν θ’ ὑπὲρ τῶνδ’ ἅπτομαι φέρων

### book 8.15.1

Λυδίαν μίτˈραν καναχηδὰ πεποικιλμέναν,

### book 8.15.2

Δείνιος δισσῶν σταδίων

### book 8.16.1

καὶ πατρὸς Μέγα Νεμεαῖον ἄγαλμα.

### book 8.16.2

σὺν θεῷ γάρ τοι φυτευθεὶς

### book 8.17

⸐ὄλβος ἀνθρώποισι παρμονώτερος·

### book 8

ὅσπερ καὶ Κινύραν ἔβˈρισε πλούτῳ

### book 8.18.1

ποντίᾳ ἔν ποτε Κύπˈρῳ.

### book 8.18.2

ἵσταμαι δὴ ποσσὶ κούφοις, ἀμπνέων τε πˈρίν τι φάμεν.

### book 8.20

πολλὰ γὰρ πολλᾷ λέλεκται, ν͜εα͜ρὰ δ’ ἐξευ‐

### book 8.20.1

ρόντα δόμεν βασάνῳ

### book 8.20.2

ἐς ἔλεγχον, ἅπας κίνδυνος· ὄψον δὲ λόγοι φθονεροῖσιν,

### book 8.20.3

⸏ἅπτεται δ’ ἐσλῶν ἀεί, χειρόνεσσι δ’ οὐκ ἐρίζει.

### book 8.20.4

κεῖνος καὶ Τελαμῶνος δάψεν υἱόν,

### book 8.23.1

φασγάνῳ ἀμφικυλίσαις.

### book 8.23.2

ἦ τιν’ ἄγˈλωσσον μέν, ἦτορ δ’ ἄλκιμον, λάθα κατέχει

### book 8.25

ἐν λυγρῷ νείκει· μέγιστον δ’ αἰόλῳ ψεύ‐

### book 8.25.1

δει γέρας ἀντέταται.

### book 8.25.2

κρυφίαισι γὰρ ἐν ψάφοις Ὀδυσσῆ Δαναοὶ θεράπευσαν·

### book 8.25.3

⸏χρυσέων δ’ Αἴας στερηθεὶς ὅπλων φόνῳ πάλαισεν.

### book 8.25.4

ἦ μὰν ἀνόμοιά γε δᾴοισιν ἐν θερμῷ χροΐ

### book 8.25.5

ἕλκεα ῥ̄ῆξαν πελεμιζόμενοι

### book 8.30

ὑπ’ ἀλεξιμβρότῳ

### book 8.30.1

λόγχᾳ, τὰ μὲν ἀμφ’ Ἀχιλεῖ νεοκτόνῳ,

### book 8.30.2

ἄλλων τε μόχθων ἐν πολυφθόροις.

### book 8.30.3

ἁμέραις. ἐχθρὰ δ’ ἄρα πάρφασις ἦν καὶ πάλαι,

### book 8.30.4

αἱμύλων μύθων ὁμόφοι‐

### book 8.33.1

τος, δολοφˈραδής, κακοποιὸν ὄνειδος·

### book 8.33.2

ἃ τὸ μὲν λαμπρὸν βιᾶται,

### book 8.34

⸐τῶν δ’ ἀφάντων κῦδος ἀντείνει σαθρόν.

### book 8.35

εἴη μή ποτέ μοι τοιοῦτον ἦθος,

### book 8.35.1

Ζεῦ πάτερ, ἀλλὰ κελεύθοις

### book 8.35.2

ἁπˈλόαις ζωᾶς ἐφαπτοίμαν, θανὼν ὡς παισὶ κλέος

### book 8.35.3

μὴ τὸ δύσφαμον προσάψω. χρυσὸν εὔχον‐

### book 8.37.1

ται, πεδίον δ’ ἕτεροι

### book 8.37.2

ἀπέραντον, ἐγὼ δ’ ἀστοῖς ἁδὼν καὶ χθονὶ γυῖα καλύψαι,

### book 8.37.3

⸏αἰνέων αἰνητά, μομφὰν δ’ ἐπισπείρων ἀλιτˈροῖς.

### book 8.40

ἀΐσσει δ’ ἀρετά, χλωραῖς ἐέρσαις

### book 8.40.1

ὡς ὅτε δένδρεον 〈––〉,

### book 8.40.2

〈ἐν〉 σοφοῖς ἀνδρῶν ἀερθεῖς’ ἐν δικαίοις τε πˈρὸς ὑγρόν

### book 8.40.3

αἰθέρα. χˈρεῖαι δὲ παντοῖαι φίλων ἀν‐

### book 8.42.1

δρῶν· τὰ μὲν ἀμφὶ πόνοις

### book 8.42.2

ὑπερώτατα, μαστεύει δὲ καὶ τέρψις ἐν ὄμμασι θέσθαι

### book 8.42.3

⸏πιστόν. ὦ Μέγα, τὸ δ’ αὖτις τεὰν ψυχὰν κομίξαι

### book 8.45.1

οὔ μοι δυνατόν· κενεᾶν δ’ ἐλπίδων χαῦνον τέλος·

### book 8.45.2

σεῦ δὲ πάτˈρᾳ Χαριάδαις τ’ ἐλαφρόν

### book 8.45.3

ὑπερεῖσαι λίθον

### book 8.47.1

Μοισαῖον ἕκατι ποδῶν εὐωνύμων

### book 8.47.2

δὶς δὴ δυοῖν. χαίρω δὲ πρόσφορον

### book 8.47.3

ἐν μὲν ἔργῳ κόμπον ἱείς, ἐπαοιδαῖς δ’ ἀνήρ

### book 8

νώδυνον καί τις κάματον

### book 8.1

θῆκεν· ἦν γε μὰν ἐπικώμιος ὕμνος

### book 8.2

δὴ πάλαι καὶ πρὶν γενέσθαι

### book 8.51

τὰν Ἀδράστου τάν τε Καδˈμείων ἔριν.

### book 9

.

### book 9.2.1

ξείνων νενίκανται θύραι,

### book 9.2.2

ὄλβιον ἐς Χρομίου

### book 9.3.1

δῶμ’. ἀλλ’ ἐπέων γλυκὺν ὕμνον πράσσετε.

### book 9.3.2

τὸ κˈρατήσιππον γὰρ ἐς ἅρμ’ ἀναβαίνων

### book 9.4

ματέρι καὶ διδύμοις παίδεσσιν αὐδὰν μανύει

### book 9.5

⸏Πυθῶνος αἰπεινᾶς ὁμοκˈλάροις ἐπόπταις.

### book 9.1

ἔστι δέ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλόν

### book 9.2

μὴ χαμαὶ σιγᾷ καλύψαι· θεσπεσία δ’ ἐπέων

### book 9.7.1

καύχας ἀοιδὰ πρόσφορος.

### book 9.7.2

ἀλλ’ ἀνὰ μὲν βρομίαν

### book 9.8.1

φόρμιγγ’, ἀνὰ δ’ αὐλὸν ἐπ’ αὐτὰν ὄρσομεν

### book 9.8.2

ἱππίων ͜ἀέ͜θλων κορυφάν, ἅ τε Φοίβῳ

### book 9.9

θῆκεν Ἄδραστος ἐπ’ Ἀσωποῦ ῥεέθˈροις· ὧν ἐγώ

### book 9.10

⸏μνασθεὶς ἐπασκήσω κλυταῖς ἥρωα τιμαῖς.

### book 9.1

ὃς τότε μὲν βασιλεύων κεῖθι νέαισί θ’ ἑορταῖς

### book 9.2

ἰσχύος τ’ ἀνδρῶν ἁμίλλαις ἅρμασί τε γˈλαφυροῖς

### book 9.12.1

ἄμφαινε κυδαίνων πόλιν.

### book 9.12.2

φεῦγε γὰρ Ἀμφιαρῆ

### book 9.13.1

ποτε θˈρασυμήδεα καὶ δεινὰν στάσιν

### book 9.13.2

πατˈρίων οἴκων ἀπό τ’ Ἄργεος· ἀρχοὶ

### book 9.14

δ’ οὐκ ἔτ’ ἔσαν Ταλαοῦ παῖδες, βιασθέντες λύᾳ.

### book 9.15

⸏κρέσσων δὲ καππαύει δίκαν τὰν πρόσθεν ἀνήρ.

### book 9.1

ἀνδροδάμαντ’ Ἐριφύλαν, ὅρκιον ὡς ὅτε πιστόν,

### book 9.2

δόντες Οἰκλείδᾳ γυναῖκα, ξανθοκομᾶν Δαναῶν

### book 9.17.1

ἦσαν μέγιστοι 〈–⏑–〉

### book 9.17.2

καί ποτ’ ἐς ἑπταπύλους

### book 9.18.1

Θήβας ἄγαγον στρατὸν ἀνδρῶν αἰσιᾶν

### book 9.18.2

οὐ κατ’ ὀρνίχων ὁδόν· οὐδὲ Κρονίων

### book 9.19

ἀστεροπὰν ἐλελίξαις οἴκοθεν μαργουμένους

### book 9.20

⸏στείχειν ἐπώτρυν’, ἀλλὰ φείσασθαι κελεύθου.

### book 9.1

φαινομέναν δ’ ἄρ’ ἐς ἄταν σπεῦδεν ὅμιλος ἱκέσθαι

### book 9.2

χαλκέοις ὅπλοισιν ἱππείοις τε σὺν ἔντεσιν· Ἰσ‐

### book 9.22.1

μηνοῦ δ’ ἐπ’ ὄχθαισι γˈλυκύν

### book 9.22.2

νόστον ἐρεισάμενοι

### book 9.23.1

λευκανθέα σώμασι πίαναν καπνόν·

### book 9.23.2

ἑπτὰ γὰρ δαίσαντο πυραὶ νεογυίους

### book 9.24

φῶτας· ὁ δ’ Ἀμφιαρεῖ σχίσσεν κεραυνῷ παμβίᾳ

### book 9.25

⸏Ζεὺς τὰν βαθύστερνον χθόνα, κˈρύψεν δ’ ἅμ’ ἵπποις,

### book 9.1

δουρὶ Περικˈλυμένου πρὶν νῶτα τυπέντα μαχατάν

### book 9.2

θυμὸν αἰσχυνθῆμεν. ἐν γὰρ δαιμονίοισι φόβοις

### book 9.27.1

φεύγοντι καὶ παῖδες θεῶν.

### book 9.27.2

εἰ δυνατόν, Κρονίων,

### book 9.28.1

πεῖραν μὲν ἀγάνορα Φοινικοστόλων

### book 9.28.2

ἐγχέων ταύταν θανάτου πέρι καὶ ζω‐

### book 9.29

ᾶς ἀναβάλλομαι ὡς πόρσιστα, μοῖραν δ’ εὔνομον

### book 9.30

⸏αἰτ͜έω͜ σε παισὶν δαρὸν Αἰτναίων ὀπάζειν,

### book 9.1

Ζεῦ πάτερ, ἀγˈλαΐαισιν δ’ ἀστυνόμοις ἐπιμεῖξαι

### book 9.2

λαόν. ἐντί τοι φίλιπποί τ’ αὐτόθι καὶ κτεάνων

### book 9.32.1

ψυχὰς ἔχοντες κρέσσονας

### book 9.32.2

ἄνδρες. ἄπιστον ἔειπ’·

### book 9.33.1

αἰδὼς γὰρ ὑπὸ κˈρύφα κέρδει κλέπτεται,

### book 9.33.2

ἃ φέρει δόξαν. Χρομίῳ κεν ὑπασπί‐

### book 9.34

ζων παρὰ πεζοβόαις ἵπποις τε ναῶν τ’ ἐν μάχαις

### book 9.35

⸏ἔκˈρινας, ἂν κίνδυνον ὀξείας ἀυτᾶς,

### book 9.1

οὕνεκεν ἐν πολέμῳ κείνα θεὸς ἔντυεν αὐτοῦ

### book 9.2

θυμὸν αἰχματὰν ἀμύνειν λοιγὸν Ἐνυαλίου.

### book 9.37.1

παῦροι δὲ βουλεῦσαι φόνου

### book 9.37.2

παρποδίου νεφέλαν

### book 9.38.1

τρέψαι ποτὶ δυσμενέων ἀνδρῶν στίχας

### book 9.38.2

χερσὶ καὶ ψυχᾷ δυνατοί· λέγεται μὰν

### book 9.39

Ἕκτορι μὲν κλέος ἀνθῆσαι Σκαμάνδρου χεύμασιν

### book 9.40

⸏ἀγχοῦ, βαθυκˈρήμνοισι δ’ ἀμφ’ ἀκταῖς Ἑλώρου,

### book 9.1

ἔνθ’ Ἀρείας πόρον ἄνθρωποι καλέοισι, δέδορκεν

### book 9.2

παιδὶ τοῦθ’ Ἁγησιδάμου φέγγος ἐν ἁλικίᾳ

### book 9.42.1

πρώτᾳ· τὰ δ’ ἄλλαις ἁμέραις

### book 9.42.2

πολλὰ μὲν ἐν κονίᾳ

### book 9.43.1

χέρσῳ, τὰ δὲ γείτονι πόντῳ φάσομαι.

### book 9.43.2

ἐκ πόνων δ’, οἳ σὺν νεότατι γένωνται

### book 9.44

σύν τε δίκᾳ, τελέθει πρὸς γῆρας αἰὼν ἡμέρα.

### book 9.45

⸏ἴστω λαχὼν πρὸς δαιμόνων θαυμαστὸν ὄλβον.

### book 9.1

εἰ γὰρ ἅμα κτεάνοις πολλοῖς ἐπίδοξον ἄρηται

### book 9.2

κῦδος, οὐκ ἔστι πˈρόσωθεν θνατὸν ἔτι σκοπιᾶς

### book 9.47.1

ἄλλας ἐφάψασθαι ποδοῖν.

### book 9.47.2

ἡσυχία δὲ φιλεῖ

### book 9.48.1

μὲν συμπόσιον· νεοθαλὴς δ’ αὔξεται

### book 9.48.2

μαλθακᾷ νικαφορία σὺν ἀοιδᾷ·

### book 9.49

θαρσαλέα δὲ παρὰ κˈρατῆρα φωνὰ γίνεται.

### book 9

⸏ἐγκιρνάτω τίς νιν, γλυκὺν κώμου προφάταν,

### book 9.1

ἀργυρέαισι δὲ νωμάτω φιάλαισι βιατάν

### book 9.2

ἀμπέλου παῖδ’, ἅς ποθ’ ἵπποι κτησάμεναι Χρομίῳ

### book 9.52.1

πέμψαν θεμιπˈλέκτοις ἁμᾶ

### book 9.52.2

Λατοΐδα στεφάνοις

### book 9.53.1

ἐκ τᾶς ἱερᾶς Σικυῶνος. Ζεῦ πάτερ,

### book 9.53.2

εὔχομαι ταύταν ἀρετὰν κελαδῆσαι

### book 9.54

σὺν Χαρίτεσσιν, ὑπὲρ πολλῶν τε τιμαλφεῖν λόγοις

### book 9.55

νίκαν, ἀκοντίζων σκοποῖ’ ἄγχιστα Μοισᾶν.

### book 10

Δαναοῦ πόλιν ἀγˈλαοθˈρό‐

### book 10.1.1

νων τε πεντήκοντα κορᾶν, Χάριτες,

### book 10.1.2

Ἄργος Ἥρας δῶμα θεοπˈρεπὲς ὑμνεῖ‐

### book 10.2.1

τε· φˈλέγεται δ’ ἀρεταῖς

### book 10.2.2

μυρίαις ἔργων θρασέων ἕνεκεν.

### book 10.2.3

μακˈρὰ μὲν τὰ Περσέος ἀμφὶ Μεδοίσας Γοργόνος,

### book 10.5

πολλὰ δ’ Αἰγύπτῳ καταοίκισεν ἄστη

### book 10.5.1

ταῖς Ἐπάφου παλάμαις·

### book 10.5.2

οὐδ’ Ὑπερμήστρα παρεπˈλάγχθη, μονό‐

### book 10.6.1

⸏ψαφον ἐν κολ͜εῷ͜ κατασχοῖσα ξίφος.

### book 10.6.2

Διομήδεα δ’ ἄμβροτον ξαν‐

### book 10.7.1

θά ποτε Γˈλαυκῶπις ἔθηκε θεόν·

### book 10.7.2

γαῖα δ’ ἐν Θήβαις ὑπέδεκτο κεραυνω‐

### book 10.8.1

θεῖσα Διὸς βέλεσιν

### book 10.8.2

μάντιν Οἰκλείδαν, πολέμοιο νέφος·

### book 10.10.1

καὶ γυναιξὶν καλλικόμοισιν ἀριστεύει πάλαι·

### book 10.10.2

Ζεὺς ἐπ’ Ἀλκμήναν Δανάαν τε μολὼν τοῦ‐

### book 10.11.1

τον κατέφανε λόγον·

### book 10.11.2

πατˈρὶ δ’ Ἀδˈράστοιο Λυγκεῖ τε φˈρενῶν

### book 10.12.1

⸏καρπὸν εὐθείᾳ συνάρμοξεν δίκᾳ·

### book 10.12.2

θρέψε δ’ αἰχμὰν Ἀμφιτρύωνος. ὁ δ’ ὄλβῳ φέρτατος

### book 10.12.3

ἵκετ’ ἐς κείνου γενεάν, ἐπεὶ ἐν χαλκ͜έοι͜ς ὅπλοις

### book 10.15.1

Τηλεβόας ἔναρεν· τῷ ὄψιν ἐειδόμενος

### book 10.15.2

ἀθανάτων βασιλεὺς αὐλὰν ἐσῆλθεν,

### book 10.15.3

σπέρμ’ ἀδείμαντον φέρων Ἡρακˈλέος· οὗ κατ’ Ὄλυμπον

### book 10.15.4

ἄλοχος Ἥβα τελείᾳ παρὰ ματέρι βαίνοις’

### book 10.18

⸐ἔστι, καλλίστα θεῶν.

### book 10

βραχύ μοι στόμα πάντ’ ἀναγή‐

### book 10.19

σασθ’, ὅσων Ἀργεῖον ἔχει τέμενος

### book 10.20

μοῖραν ἐσλῶν· ἔστι δὲ καὶ κόρος ἀνθρώ‐

### book 10.20.1

πων βαρὺς ἀντιάσαι·

### book 10.20.2

ἀλλ’ ὅμως εὔχορδον ἔγειρε λύραν,

### book 10.20.3

καὶ παλαισμάτων λάβε φροντίδ’· ἀγών τοι χάλκεος

### book 10.20.4

δᾶμον ὀτˈρύνει ποτὶ βουθυσίαν Ἥ‐

### book 10.23.1

ρας ἀέθλων τε κρίσιν·

### book 10.23.2

Οὐλία παῖς ἔνθα νικάσαις δὶς ἔ‐

### book 10.24

⸏σχεν Θεαῖος εὐφόρων λάθαν πόνων.

### book 10.25

ἐκράτησε δὲ καί ποθ’ Ἕλλα‐

### book 10.25.1

να στρατὸν Πυθῶνι, τύχᾳ τε μολών

### book 10.25.2

καὶ τὸν Ἰσθμοῖ καὶ Νεμέᾳ στέφανον, Μοί‐

### book 10.26.1

σαισί τ’ ἔδωκ’ ἀρόσαι,

### book 10.26.2

τρὶς μὲν ἐν πόντοιο πύλαισι λαχών,

### book 10.26.3

τρὶς δὲ καὶ σεμνοῖς δαπέδοις ἐν Ἀδραστείῳ νόμῳ.

### book 10.26.4

Ζεῦ πάτερ, τῶν μὰν ἔραται φρενί, σιγᾷ

### book 10.29

οἱ στόμα· πὰν δὲ τέλος

### book 10.30

ἐν τὶν ἔργων· οὐδ’ ἀμόχθῳ καρδίᾳ

### book 10.30.1

⸏προσφέρων τόλμαν παραιτεῖται χάριν.

### book 10.30.2

γνώτ’ ἀείδω θ͜εῷ͜ τε καὶ ὅστις ἁμιλλᾶται πέρι

### book 10.1

ἐσχάτων ͜ἀέ͜θλων κορυφαῖς. ὕπατον δ’ ἔσχεν Πίσα

### book 10.2

Ἡρακλέος τεθμόν. ἁδεῖαί γε μὲν ἀμβολάδαν

### book 10.3

ἐν τελεταῖς δὶς Ἀθαναίων νιν ὀμφαί

### book 10.35.1

κώμασαν· γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίας

### book 10.35.2

ἔμολεν Ἥρας τὸν εὐάνορα λαὸν ἐν ἀγγ͜έω͜ν

### book 10.36

⸐ἕρκεσιν παμποικίλοις.

### book 10

ἐπέβα δέ, Θεαῖε, ματρώ‐

### book 10.37.1

ων πολύγˈνωτον γένος ὑμετέρων

### book 10.37.2

εὐάγων τιμὰ Χαρίτεσσί τε καὶ σὺν

### book 10.38.1

Τυνδαρίδαις θαμάκις.

### book 10.38.2

ἀξιωθείην κεν, ἐὼν Θρασύκλου

### book 10.40.1

Ἀντία τε σύγγονος, Ἄργεϊ μὴ κρύπτειν φάος

### book 10.40.2

ὀμμάτων. νικαφορίαις γὰρ ὅσαις †ἱπ‐

### book 10.41.1

ποτˈρόφον ἄστυ τὸ Προί‐

### book 10.41.2

τοιο θάλησεν† Κορίνθου τ’ ἐν μυχοῖς·

### book 10.42.1

⸏καὶ Κλεωναίων πρὸς ἀνδρῶν τετˈράκις,

### book 10.42.2

Σικυωνόθε δ’ ἀργυρωθέν‐

### book 10.43.1

τες σὺν οἰνηραῖς φιάλαις ἀπέβαν,

### book 10.43.2

ἐκ δὲ Πελλάνας ἐπιεσσάμενοι νῶ‐

### book 10.44

τον μαλακαῖσι κρόκαις·

### book 10.45.1

ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατόν

### book 10.45.2

ἐξελέγχειν—μακˈροτέρας γὰρ ἀριθˈμῆσαι σχολᾶς—

### book 10.45.3

ὅν τε Κλείτωρ καὶ Τεγέα καὶ Ἀχαιῶν

### book 10.47.1

ὑψίβατοι πόλιες

### book 10.47.2

καὶ Λύκαιον πὰρ Διὸς θῆκε δˈρόμῳ,

### book 10.48.1

⸏σὺν ποδῶν χειρῶν τε νικῶντι σθένει.

### book 10.48.2

Κάστορος δ’ ἐλθόντος ἐπὶ ξενίαν πὰρ Παμφάη

### book 10.1

καὶ κασιγˈνήτου Πολυδεύκεος, οὐ θαῦμα σφίσιν

### book 10.2

ἐγγενὲς ἔμμεν ἀεθˈληταῖς ἀγαθοῖσιν· ἐπεί

### book 10.1

εὐρυχόρου ταμίαι Σπάρτας ἀγώνων

### book 10.2

μοῖραν Ἑρμᾷ καὶ σὺν Ἡρακˈλεῖ διέποντι θάλειαν,

### book 10.3

μάλα μὲν ἀνδρῶν δικαίων περικαδόμενοι. καὶ

### book 10.54

⸐μὰν θεῶν πιστὸν γένος.

### book 10.55

μεταμειβόμενοι δ’ ἐναλλὰξ

### book 10.55.1

ἁμέραν τὰν μὲν παρὰ πατˈρὶ φίλῳ

### book 10.55.2

Δὶ νέμονται, τὰν δ’ ὑπὸ κεύθεσι γαίας

### book 10.56.1

ἐν γυάλοις Θεράπνας,

### book 10.56.2

πότˈμον ἀμπιπˈλάντες ὁμοῖον· ἐπεί

### book 10.56.3

τοῦτον, ἢ πάμπαν θεὸς ἔμμεναι οἰκεῖν τ’ οὐρανῷ,

### book 10.56.4

εἵλετ’ αἰῶνα φθιμένου Πολυδεύκης

### book 10.59

Κάστορος ἐν πολέμῳ.

### book 10.60

τὸν γὰρ Ἴδας ἀμφὶ βουσίν πως χολω‐

### book 10.60.1

⸏θεὶς ἔτρωσεν χαλκέας λόγχας ἀκμᾷ.

### book 10.60.2

ἀπὸ Ταϋγέτου πεδαυγά‐

### book 10.61.1

ζων ἴδεν Λυγκεὺς δρυὸς ἐν στελέχει

### book 10.61.2

ἡμένους. κείνου γὰρ ἐπιχθονίων πάν‐

### book 10.62.1

των γένετ’ ὀξύτατον

### book 10.62.2

ὄμμα. λαιψηροῖς δὲ πόδεσσιν ἄφαρ

### book 10.62.3

ἐξικέσθαν, καὶ μέγα ἔργον ἐμήσαντ’ ὠκέως

### book 10.65

καὶ πάθον δεινὸν παλάμαις Ἀφαρητί‐

### book 10.65.1

δαι Διός· αὐτίκα γάρ

### book 10.65.2

ἦλθε Λήδας παῖς διώκων· τοὶ δ’ ἔναν‐

### book 10.66.1

⸏τα στάθεν τύμβῳ σχεδὸν πατˈρωΐῳ·

### book 10.66.2

ἔνθεν ἁρπάξαντες ἄγαλμ’ Ἀΐδα, ξεστὸν πέτρον,

### book 10.66.3

ἔμβαλον στέρνῳ Πολυδεύκεος· ἀλλ’ οὔ νιν φλάσαν

### book 10.66.4

οὐδ’ ἀνέχασσαν· ἐφορμαθεὶς δ’ ἄρ’ ἄκοντι θοῷ,

### book 10.70

ἤλασε Λυγκέος ἐν πλευραῖσι χαλκόν.

### book 10.1

Ζεὺς δ’ ἐπ’ Ἴδᾳ πυρφόρον πλᾶξε ψολόεντα κεραυνόν·

### book 10.2

ἅμα δ’ ἐκαίοντ’ ἐρῆμοι. χαλεπὰ δ’ ἔρις ἀνθρώ‐

### book 10.72

⸐ποις ὁμιλεῖν κρεσσόνων.

### book 10

ταχέως δ’ ἐπ’ ἀδελφεοῦ βί‐

### book 10.73.1

αν πάλιν χώρησεν ὁ Τυνδαρίδας,

### book 10.73.2

καί νιν οὔπω τεθˈναότ’, ἄσθματι δὲ φˈρίσ‐

### book 10.74

σοντα πνοὰς ἔκιχεν.

### book 10.75.1

θερμὰ δὴ τέγγων δάκρυα στοναχαῖς

### book 10.75.2

ὄρθιον φώνασε· ‘Πάτερ Κρονίων, τίς δὴ λύσις

### book 10.75.3

ἔσσεται πενθ͜έω͜ν; καὶ ἐμοὶ θάνατον σὺν

### book 10.77.1

τῷδ’ ἐπίτειλον, ἄναξ.

### book 10.77.2

οἴχεται τιμὰ φίλων τατωμένῳ

### book 10.78.1

⸏φωτί· παῦροι δ’ ἐν πόνῳ πιστοὶ βροτῶν

### book 10.78.2

καμάτου μεταλαμβάνειν.‘ ὣς

### book 10.79

ἤνεπε· Ζεὺς δ’ ἀντίος ἤλυθέ οἱ,

### book 10.80

καὶ τόδ’ ἐξαύδας’ ἔπος· ‘Ἐσσί μοι υἱός·

### book 10.80.1

τόνδε δ’ ἔπειτα πόσις

### book 10.80.2

σπέρμα θνατὸν ματρὶ τεᾷ πελάσαις

### book 10.80.3

στάξεν ἥρως, ἀλλ’ ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν

### book 10.80.4

παρδίδωμ’· εἰ μὲν θάνατόν τε φυγὼν καὶ

### book 10.83.1

γῆρας ἀπεχθόμενον

### book 10.83.2

αὐτὸς Οὔλυμπον θέλεις 〈ναίειν ἐμοὶ〉

### book 10.84

⸏σύν τ’ Ἀθαναίᾳ κελαινεγχεῖ τ’ Ἄρει,

### book 10.85.1

ἔστι σοι τούτων λάχος· εἰ δὲ κασιγˈνήτου πέρι

### book 10.85.2

μάρνασαι, πάντων δὲ νοεῖς ἀποδάσσασθαι ἴσον,

### book 10.85.3

ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐών,

### book 10.85.4

ἥμισυ δ’ οὐρανοῦ ἐν χρυς͜έοι͜ς δόμοισιν.‘

### book 10.85.5

ὣς ἄρ’ αὐδάσαντος οὐ γνώμᾳ διπλόαν θέτο βουλάν,

### book 10.90

ἀνὰ δ’ ἔλυσεν μὲν ὀφθαλμόν, ἔπειτα δὲ φωνὰν

### book 10.90

χαλκομίτˈρα Κάστορος.

### book 11.1

Παῖ Ῥέας, ἅ τε πˈρυτανεῖα λέλογχας, Ἑστία,

### book 11.2

Ζηνὸς ὑψίστου κασιγˈνήτα καὶ ὁμοθˈρόνου Ἥρας,

### book 11.3

εὖ μὲν Ἀρισταγόραν δέξαι τεὸν ἐς θάλαμον,

### book 11.4

εὖ δ’ ἑταίρους ἀγˈλαῷ σκάπτῳ πέλας

### book 11.5.1

⸏οἵ σε γεραίροντες ὀρθὰν φυλάσσοισιν Τένεδον,

### book 11.5.2

πολλὰ μὲν λοιβαῖσιν ἀγαζόμενοι πρώταν θεῶν,

### book 11.5.3

πολλὰ δὲ κˈνίσᾳ· λύρα δέ σφι βˈρέμεται καὶ ἀοιδά·

### book 11.5.4

καὶ ξενίου Διὸς ἀσκεῖται θέμις αἰενάοις

### book 11.5.5

ἐν τραπέζαις· ἀλλὰ σὺν δόξᾳ τέλος

### book 11.10.1

⸏δωδεκάμηνον περᾶσαί νιν ἀτˈρώτῳ κραδίᾳ.

### book 11.10.2

ἄνδρα δ’ ἐγὼ μακαρίζω μὲν πατέρ’ Ἀρκεσίλαν,

### book 11.10.3

καὶ τὸ θαητὸν δέμας ἀτˈρεμίαν τε σύγγονον·

### book 11.10.4

εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους,

### book 11.10.5

ἔν τ’ ἀέθλοισιν ἀριστεύων ἐπέδειξεν βίαν,

### book 11.15.1

θνατὰ μεμνάσθω περιστέλλων μέλη,

### book 11.15.2

⸐καὶ τελευτὰν ἁπάντων γᾶν ἐπιεσσόμενος.

### book 11.1

ἐν λόγοις δ’ ἀστῶν ἀγαθοῖσιν ἐπαινεῖσθαι χρεών,

### book 11.2

καὶ μελιγδούποισι δαιδαλθέντα μελίζεν ἀοιδαῖς.

### book 11

ἐκ δὲ περικτιόνων ἑκκαίδεκ’ Ἀρισταγόραν

### book 11.20.1

ἀγˈλααὶ νῖκαι πάτραν τ’ εὐώνυμον

### book 11.20.2

⸏ἐστεφάνωσαν πάλᾳ καὶ μεγαυχεῖ παγκρατίῳ.

### book 11.20.3

ἐλπίδες δ’ ὀκˈνηρότεραι γονέων παιδὸς βίαν

### book 11.20.4

ἔσχον ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ͜ἀέ͜θλων.

### book 11.20.5

ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν παρὰ Κασταλίᾳ

### book 11.25.1

καὶ παρ’ εὐδένδρῳ μολὼν ὄχθῳ Κρόνου

### book 11.25.2

⸏κάλλιον ἂν δηρῐώντων ἐνόστης’ ἀντιπάλων,

### book 11.25.3

πενταετηρίδ’ ἑορτὰν Ἡρακλέος τέθμιον

### book 11.25.4

κωμάσαις ἀνδησάμενός τε κόμαν ἐν πορφυρ͜έοι͜ς

### book 11.25.5

ἔρνεσιν. ἀλλὰ βροτῶν τὸν μὲν κενεόφˈρονες αὖχαι

### book 11.30.1

ἐξ ἀγαθῶν ἔβαλον· τὸν δ’ αὖ καταμεμφθέντ’ ἄγαν

### book 11.30.2

ἰσχὺν οἰκείων παρέσφαλεν καλῶν

### book 11.30.3

⸐χειρὸς ἕλκων ὀπίσσω θυμὸς ἄτολμος ἐών.

### book 11.1

συμβαλεῖν μὰν εὐμαρὲς ἦν τό τε Πεισάνδρου πάλαι

### book 11.2

αἷμ’ ἀπὸ Σπάρτας, —Ἀμύκˈλαθεν γὰρ ἔβα σὺν Ὀρέστᾳ,

### book 11.35.1

Αἰολέων στρατιὰν χαλκεντέα δεῦρ’ ἀνάγων, —

### book 11.35.2

καὶ παρ’ Ἰσμηνοῦ ῥοᾶν κεκραμένον

### book 11.35.3

⸏ἐκ Μελανίπποιο μάτρωος· ἀρχαῖαι δ’ ἀρεταί

### book 11.35.4

ἀμφέροντ’ ἀλλασσόμεναι γενεαῖς ἀνδρῶν σθένος·

### book 11.35.5

ἐν σχερῷ δ’ οὔτ’ ὦν μέλαιναι καρπὸν ἔδωκαν ἄρουραι,

### book 11.40.1

δένδρεά τ’ οὐκ ἐθέλει πάσαις ἐτέων περόδοις

### book 11.40.2

ἄνθος εὐῶδες φέρειν πλούτῳ ἴσον,

### book 11.40.3

⸏ἀλλ’ ἐναμείβοντι. καὶ θνατὸν οὕτως ἔθˈνος ἄγει

### book 11.40.4

μοῖρα. τὸ δ’ ἐκ Διὸς ἀνθρώποις σαφὲς οὐχ ἕπεται

### book 11.40.5

τέκˈμαρ· ἀλλ’ ἔμπαν μεγαλανορίαις ἐμβαίνομεν,

### book 11.45.1

ἔργα τε πολλὰ μενοινῶντες· δέδεται γὰρ ἀναιδεῖ

### book 11.45.2

ἐλπίδι γυῖα, προμαθείας δ’ ἀπόκεινται ῥοαί.

### book 11.45.3

κερδέων δὲ χˈρὴ μέτρον θηρευέμεν·

### book 11

ἀπˈροσίκτων δ’ ἐρώτων ὀξύτεραι μανίαι.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/pindar-nemean-odes-boa-ad.json (sha256:d38f3b43147fd0795a4d1db70f447acce2c12c77b2c37850b3814bc10d500351). Cite as `eul_wid: boa-ad`.
