---
title: Isthmian Odes
title_greek: Ἰσθμιονῖκαι
author: Pindar
eul_wid: boa-aa
eul_aid: boa
canonical: "https://eulogikon.org/grc/pindar/isthmian-odes"
canonical_json: "https://eulogikon.org/data/works/grc/pindar-isthmian-odes-boa-aa.json"
sha256: "850a1f863a416b92790f4874018a780bd6a8459c53e200ecfd24093fdcea20c9"
period: Archaic
dialect: Literary Doric
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Isthmian Odes

*Ἰσθμιονῖκαι*

**Author:** Pindar

**eul_wid:** `boa-aa` · [HTML page](https://eulogikon.org/grc/pindar/isthmian-odes) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/pindar-isthmian-odes-boa-aa.json)

## Text

### book 1

.

### book 1.5.1

τί φίλτερον κεδˈνῶν τοκέων ἀγαθοῖς;

### book 1.5.2

εἶξον, ͜ὦ Ἀ͜πολλωνιάς· ἀμφοτερᾶν

### book 1.6.1

⸏τοι χαρίτων σὺν θεοῖς ζεύξω τέλος,

### book 1.6.2

⸏καὶ τὸν ἀκερσεκόμαν Φοῖβον χορεύων

### book 1.6.3

ἐν Κέῳ̆ ἀμφιρύτᾳ σὺν ποντίοις

### book 1.6.4

ἀνδράσιν, καὶ τὰν ἁλιερκέα Ἰσθμοῦ

### book 1.10

δειράδ’· ἐπεὶ στεφάνους

### book 1.1

ἓξ ὤπασεν Κάδˈμου στρατῷ ἐξ ἀέθλων,

### book 1.2

καλλίνικον πατˈρίδι κῦδος. ἐν ᾇ

### book 1.12.1

καὶ τὸν ἀδείμαντον Ἀλκμήνα τέκεν

### book 1.12.2

παῖδα, θˈρασεῖαι τόν ποτε Γηρυόνα φρῖξαν κύνες.

### book 1.12.3

ἀλλ’ ἐγὼ Ἡροδότῳ τεύ‐

### book 1.14

χων τὸ μὲν ἅρματι τεθˈρίππῳ γέρας,

### book 1.15.1

ἁνία τ’ ἀλλοτρίαις οὐ χερσὶ νωμάσαντ’ ἐθέλω

### book 1.15.2

ἢ Καστορείῳ̆ ἢ Ἰολάοι’ ἐναρμόξαι νιν ὕμνῳ.

### book 1.15.3

κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ

### book 1.17

⸐Θήβαις ἐτέκˈνωθεν κράτιστοι·

### book 1.1

ἔν τ’ ἀέθλοισι θίγον πλείστων ἀγώνων,

### book 1.2

καὶ τριπόδεσσιν ἐκόσμησαν δόμον

### book 1.20.1

καὶ λεβήτεσσιν φιάλαισί τε χρυσοῦ,

### book 1.20.2

γευόμενοι στεφάνων

### book 1.20.3

νικαφόρων· λάμπει δὲ σαφὴς ἀρετά

### book 1.20.4

ἔν τε γυμνοῖσι σταδίοις σφίσιν ἔν

### book 1.23.1

⸏τ’ ἀσπιδοδούποισιν ὁπˈλίταις δρόμοις,

### book 1.23.2

οἷά τε χερσὶν ἀκοντίζοντες αἰχμαῖς

### book 1.25.1

καὶ λιθίνοις ὁπότ’ ἐν δίσκοις ἵεν.

### book 1.25.2

οὐ γὰρ ἦν πεντ͜αέ͜θλιον, ἀλλ’ ἐφ’ ἑκάστῳ

### book 1.25.3

ἔργματι κεῖτο τέλος.

### book 1.25.4

τῶν ἀθˈρόοις ἀνδησάμενοι θαμάκις

### book 1.25.5

ἔρνεσιν χαίτας ῥεέθροισί τε Δίρ‐

### book 1.29

⸏κας ἔφανεν καὶ παρ’ Εὐρώτᾳ πέλας,

### book 1.30.1

Ἰφικˈλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει,

### book 1.30.2

Τυνδαρίδας δ’ ἐν Ἀχαιοῖς

### book 1.31.1

ὑψίπεδον Θεράπνας οἰκ͜έω͜ν ἕδος.

### book 1.31.2

χαίρετ’. ἐγὼ δὲ Ποσειδάωνι Ἰσθμῷ τε ζαθέᾳ

### book 1.31.3

Ὀγχηστίαισίν τ’ ἀϊόνεσσιν περιστέλλων ἀοιδάν

### book 1.31.4

γαρύσομαι τοῦδ’ ἀνδρὸς ἐν τιμαῖσιν ἀγακˈλέα τὰν

### book 1.34

⸐Ἀσωποδώρου πατˈρὸς αἶσαν

### book 1.35.1

Ἐρχομενοῖό τε πατˈρῴαν ἄρουραν,

### book 1.35.2

ἅ νιν ἐρειδόμενον ναυαγίαις

### book 1.35.3

ἐξ ἀμετˈρήτας ἁλὸς ἐν κρυοέσσᾳ

### book 1.35.4

δέξατο συντυχίᾳ·

### book 1.35.5

νῦν δ’ αὖτις ἀρχαίας ἐπέβασε Πότμος

### book 1.40

συγγενὴς εὐαμερίας. ὁ πονή‐

### book 1.40.1

⸏σαις δὲ νόῳ καὶ προμάθειαν φέρει·

### book 1.40.2

εἰ δ’ ἀρετᾷ κατάκειται πᾶσαν ὀργάν,

### book 1.40.3

ἀμφότερον δαπάναις τε καὶ πόνοις,

### book 1.40.4

χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπον

### book 1.40.5

μὴ φθονεραῖσι φέρειν

### book 1.45.1

γνώμαις. ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ

### book 1.45.2

ἀντὶ μόχθων παντοδαπῶν ἔπος εἰ‐

### book 1.46.1

⸏πόντ’ ἀγαθὸν ξυνὸν ὀρθῶσαι καλόν.

### book 1.46.2

μισθὸς γὰρ ἄλλοις ἄλλος ἐπ’ ἔργμασιν ἀνθρώποις

### book 1.47.1

γλυκύς,

### book 1.47.2

μηλοβότᾳ τ’ ἀρότᾳ τ’ ὀρ‐

### book 1.48.1

νιχολόχῳ τε καὶ ὃν πόντος τράφει.

### book 1.48.2

γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται·

### book 1.1

ὃς δ’ ἀμφ’ ἀέθˈλοις ἢ πολεμίζων ἄρηται κῦδος ἁβˈρόν,

### book 1.2

εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται, πολια‐

### book 1.51

⸐τᾶν καὶ ξένων γλώσσας ἄωτον.

### book 1.1

ἄμμι δ’ ἔοικε Κρόνου σεισίχθον’ υἱόν

### book 1.2

γείτον’ ἀμειβομένοις εὐεργέταν

### book 1.3

ἁρμάτων ἱπποδˈρόμιον κελαδῆσαι,

### book 1.55.1

καὶ σέθεν, Ἀμφιτρύων,

### book 1.55.2

παῖδας προσειπεῖν τὸν Μινύα τε μυχόν

### book 1.55.3

καὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευ‐

### book 1.57

⸏σῖνα καὶ Εὔβοιαν ἐν γναμπτοῖς δρόμοις·

### book 1.1

Πρωτεσίλα, τὸ τεὸν δ’ ἀνδρῶν Ἀχαιῶν

### book 1.2

ἐν Φυλάκᾳ τέμενος συμβάλλομαι.

### book 1.60.1

πάντα δ’ ἐξειπεῖν, ὅς’ ἀγώνιος Ἑρμᾶς

### book 1.60.2

Ἡροδότῳ ἔπορεν

### book 1.60.3

ἵπποις, ἀφαιρεῖται βραχὺ μέτˈρον ἔχων

### book 1.60.4

ὕμνος. ἦ μὰν πολλάκι καὶ τὸ σεσω‐

### book 1.63.1

⸏παμένον εὐθυμίαν μείζω φέρει.

### book 1.63.2

εἴη νιν εὐφώνων πτερύγεσσιν ἀερθέντ’ ἀγˈλααῖς

### book 1.65

Πιερίδων, ἔτι καὶ Πυ‐

### book 1.65.1

θῶθεν Ὀλυμπιάδων τ’ ἐξαιρέτοις

### book 1.65.2

Ἀλφεοῦ ἔρνεσι φράξαι χεῖρα τιμὰν ἑπταπύλοις

### book 1.65.3

Θήβαισι τεύχοντ’. εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον,

### book 1.65.4

ἄλλοισι δ’ ἐμπίπτων γελᾷ, ψυχὰν Ἀΐδᾳ τελέων

### book 1.68

οὐ φράζεται δόξας ἄνευθεν.

### book 2

.

### book 2.1.1

φῶτες, οἳ χρυσαμπύκων

### book 2.1.2

ἐς δίφρον Μοισᾶν ἔβαι‐

### book 2.2.1

νον κλυτᾷ φόρμιγγι συναντόμενοι,

### book 2.2.2

ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους,

### book 2.2.3

ὅστις ἐὼν καλὸς εἶχεν Ἀφˈροδίτας

### book 2.5.1

⸏εὐθρόνου μνάστειραν ἁδίσταν ὀπώραν.

### book 2.5.2

ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής

### book 2.6.1

πω τότ’ ἦν οὐδ’ ἐργάτις·

### book 2.6.2

οὐδ’ ἐπέρναντο γˈλυκεῖ‐

### book 2.7.1

αι μελιφθόγγου ποτὶ Τερψιχόρας

### book 2.7.2

ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί.

### book 2.7.3

νῦν δ’ ἐφίητι 〈τὸ〉 τὠργείου φυλάξαι

### book 2.10.1

⸏ῥῆμ’ ἀλαθείας 〈⏑–〉 ἄγχιστα βαῖνον,

### book 2.10.2

‘χρήματα χρήματ’ ἀνήρ‘

### book 2.11.1

ὃς φᾶ κτεάνων θ’ ἅμα λειφθεὶς καὶ φίλων.

### book 2.11.2

ἐσσὶ γὰρ ὦν σοφός· οὐκ ἄγˈνωτ’ ἀείδω

### book 2.11.3

Ἰσθμίαν ἵπποισι νίκαν,

### book 2.11.4

τὰν Ξενοκˈράτει Ποσειδάων ὀπάσαις,

### book 2.15.1

Δωρίων αὐτῷ στεφάνωμα κόμᾳ

### book 2.15.2

⸐πέμπεν ἀναδεῖσθαι σελίνων,

### book 2

εὐάρματον ἄνδρα γεραίρων,

### book 2.17.1

Ἀκˈραγαντίνων φάος.

### book 2.17.2

ἐν Κρίσᾳ δ’ εὐρυσθενὴς

### book 2.18.1

εἶδ’ Ἀπόλλων νιν πόρε τ’ ἀγˈλαΐαν

### book 2.18.2

καὶ τόθι κˈλειναῖς 〈τ’〉 Ἐρεχθειδᾶν χαρίτεσσιν ἀραρώς

### book 2.20.1

ταῖς λιπαραῖς ἐν Ἀθάναις, οὐκ ἐμέμφθη

### book 2.20.2

⸏ῥυσίδιφˈρον χεῖρα πλαξίπποιο φωτός,

### book 2.20.3

τὰν Νικόμαχος κατὰ καιρὸν

### book 2.22.1

νεῖμ’ ἁπάσαις ἁνίαις·

### book 2.22.2

ὅν τε καὶ κάρυκες ὡ‐

### book 2.23.1

ρᾶν ἀνέγˈνον, σπονδοφόροι Κρονίδα

### book 2.23.2

Ζηνὸς Ἀλεῖοι, παθόντες πού τι φιλόξενον ἔργον·

### book 2.25.1

ἁδυπνόῳ τέ νιν ἀσπάζοντο φωνᾷ

### book 2.25.2

⸏χρυσέας ἐν γούνασιν πίτˈνοντα Νίκας

### book 2.25.3

γαῖαν ἀνὰ σφετέραν,

### book 2.27.1

τὰν δὴ καλέοισιν Ὀλυμπίου Διός

### book 2.27.2

ἄλσος· ἵν’ ἀθανάτοις Αἰνησιδάμου

### book 2.27.3

παῖδες ἐν τιμαῖς ἔμιχθεν.

### book 2.30.1

καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι

### book 2.30.2

⸐οὔτε κώμων, ὦ Θρασύβουλ’, ἐρατῶν,

### book 2.30.3

οὔτε μελικόμπων ἀοιδᾶν.

### book 2

οὐ γὰρ πάγος οὐδὲ προσάντης

### book 2.33.1

ἁ κέλευθος γίνεται,

### book 2.33.2

εἴ τις εὐδόξων ἐς ἀν‐

### book 2.34

δρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων.

### book 2.35.1

μακˈρὰ δισκήσαις ἀκοντίσσαιμι τοσοῦθ’, ὅσον ὀργάν

### book 2.35.2

Ξεινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖαν

### book 2.35.3

⸏ἔσχεν. αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν,

### book 2.35.4

ἱπποτˈροφίας τε νομίζων

### book 2.38.1

⸏ἐν Πανελλάνων νόμῳ·

### book 2.38.2

καὶ θεῶν δαῖτας προσέ‐

### book 2.39

πτυκτο πάσας· οὐδέ ποτε ξενίαν

### book 2.40.1

οὖρος ἐμπνεύσαις ὑπέστειλ’ ἱστίον ἀμφὶ τράπεζαν·

### book 2.40.2

ἀλλ’ ἐπέρα ποτὶ μὲν Φᾶσιν θερείαις,

### book 2.40.3

ἐν δὲ χειμῶνι πˈλέων Νείλου πρὸς ἀκτάν.

### book 2.40.4

μή νυν, ὅτι φθονεραὶ

### book 2.43.1

θνατῶν φρένας ἀμφικρέμανται ἐλπίδες,

### book 2.43.2

μήτ’ ἀρετάν ποτε σιγάτω πατρῴαν,

### book 2.45.1

μηδὲ τούσδ’ ὕμνους· ἐπεί τοι

### book 2.45.2

οὐκ ἐλινύσοντας αὐτοὺς ἐργασάμαν.

### book 2.45.3

ταῦτα, Νικάσιππ’, ἀπόνειμον, ὅταν

### book 2

ξεῖνον ἐμὸν ἠθαῖον ἔλθῃς.

### book 3/4.1

Εἴ τις ἀνδρῶν εὐτυχήσαις ἢ σὺν εὐδόξοις ἀέθˈλοις

### book 3/4.2

ἢ σθένει πλούτου κατέχει φρασὶν αἰανῆ κόρον,

### book 3/4.3

ἄξιος εὐλογίαις ἀστῶν μεμίχθαι.

### book 3/4.4

Ζεῦ, μεγάλαι δ’ ἀρεταὶ θνατοῖς ἕπονται

### book 3/4.5

ἐκ σέθεν· ζώει δὲ μάσσων

### book 3/4.5.1

ὄλβος ὀπιζομένων, πλαγίαις δὲ φˈρένεσσιν

### book 3/4.5.2

⸏οὐχ ὁμῶς πάντα χˈρόνον θάλλων ὁμιλεῖ.

### book 3/4.5.3

εὐκλέων δ’ ἔργων ἄποινα χρὴ μὲν ὑμνῆσαι τὸν ἐσλόν,

### book 3/4.5.4

χρὴ δὲ κωμάζοντ’ ἀγαναῖς χαρίτεσσιν βαστάσαι.

### book 3/4.5.5

ἔστι δὲ καὶ διδύμων ͜ἀέ͜θλων Μελίσσῳ

### book 3/4.10.1

μοῖρα πρὸς εὐφροσύναν τρέψαι γλυκεῖαν

### book 3/4.10.2

ἦτορ, ἐν βάσσαισιν Ἰσθμοῦ

### book 3/4.11

δεξαμένῳ στεφάνους, τὰ δὲ κοίλᾳ λέοντος

### book 3/4.1

⸏ἐν βαθυστέρνου νάπᾳ κάρυξε Θήβαν

### book 3/4.2

ἱπποδˈρομίᾳ κρατέων· ἀνδρῶν δ’ ἀρετάν

### book 3/4.3

σύμφυτον οὐ κατελέγχει.

### book 3/4.15.1

ἴστε μὰν Κλεωνύμου

### book 3/4.15.2

δόξαν παλαιὰν ἅρμασιν·

### book 3/4.15.3

καὶ ματρόθε Λαβδακίδαισιν σύννομοι

### book 3/4.17b

πλούτου διέστειχον τετρ͜αο͜ριᾶν πόνοις.

### book 3/4.18

αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλ’ ἄλλοτ’ ἐξ

### book 3/4.18b

⸐ἄλλαξεν. ἄτˈρωτοί γε μὰν παῖδες θεῶν.

### book 3/4.19

Ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος,

### book 3/4.20.1

ὦ Μέλισς’, εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοις,

### book 3/4.20.2

ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν·

### book 3/4.20.3

αἷσι Κλεωνυμίδαι θάλλοντες αἰεί

### book 3/4.20.4

σὺν θεῷ θνατὸν διέρχον‐

### book 3/4.23.1

ται βιότου τέλος. ἄλλοτε δ’ ἀλλοῖος οὖρος

### book 3/4.23.2

⸏πάντας ἀνθρώπους ἐπαΐσσων ἐλαύνει.

### book 3/4.25.1

τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονται

### book 3/4.25.2

πρόξενοί τ’ ἀμφικτιόνων κελαδεννᾶς τ’ ὀρφανοί

### book 3/4.25.3

ὕβˈριος· ὅσσα δ’ ἐπ’ ἀνθρώπους ἄηται

### book 3/4.25.4

μαρτύρια φθιμένων ζωῶν τε φωτῶν

### book 3/4.25.5

ἀπˈλέτου δόξας, ἐπέψαυ‐

### book 3/4.29

σαν κατὰ πὰν τέλος· ἀνορέαις δ’ ἐσχάταισιν

### book 3/4.30.1

⸏οἴκοθεν στάλαισιν ἅπτονθ’ Ἡρακλείαις·

### book 3/4.30.2

καὶ μηκέτι μακˈροτέραν σπεύδειν ἀρετάν·

### book 3/4.30.3

ἱπποτρόφοι τ’ ἐγένοντο,

### book 3/4.30.4

χαλκέῳ τ’ Ἄρει ἅδον.

### book 3/4.30.5

ἀλλ’ ἁμέρᾳ γὰρ ἐν μιᾷ

### book 3/4.35

τραχεῖα νιφὰς πολέμοιο τεσσάρων

### book 3/4.35b

ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν·

### book 3/4.36

νῦν δ’ αὖ μετὰ χειμέριον ποικίλα μηνῶν ζόφον

### book 3/4.36b

⸐χθὼν ὥτε φοινικ͜έοι͜σιν ἄνθησεν ῥόδοις

### book 3/4.37.1

δαιμόνων βουλαῖς. ὁ κινητὴρ δὲ γᾶς Ὀγχηστὸν οἰκ͜έω͜ν

### book 3/4.37.2

καὶ γέφυραν ποντιάδα πˈρὸ Κορίνθου τειχέων,

### book 3/4.37.3

τόνδε πορὼν γενεᾷ θαυμαστὸν ὕμνον

### book 3/4.40.1

ἐκ λεχέων ἀνάγει φάμαν παλαιάν

### book 3/4.40.2

εὐκλέων ἔργων· ἐν ὕπˈνῳ

### book 3/4.41.1

γὰρ πέσεν· ἀλλ’ ἀνεγειρομένα χρῶτα λάμπει,

### book 3/4.41.2

⸏͜Ἀο͜σφόρος θαητὸς ὣς ἄστροις ἐν ἄλλοις·

### book 3/4.41.3

ἅ τε κἀν γουνοῖς Ἀθανᾶν ἅρμα καρύξαισα νικᾶν

### book 3/4.41.4

ἔν τ’ Ἀδραστείοις ἀέθλοις Σικυῶνος ὤπασεν

### book 3/4.45.1

τοιάδε τῶν τότ’ ἐόντων φύλλ’ ἀοιδᾶν.

### book 3/4.45.2

οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχον

### book 3/4.45.3

καμπύλον δίφˈρον, Πανελλά‐

### book 3/4.47.1

νεσσι δ’ ἐριζόμενοι δαπάνᾳ χαῖρον ἵππων.

### book 3/4.47.2

⸏τῶν ἀπειράτων γὰρ ἄγˈνωτοι σιωπαί.

### book 3/4.47.3

ἔστιν δ’ ἀφάνεια τύχας καὶ μαρναμένων,

### book 3/4.1

πρὶν τέλος ἄκˈρον ἱκέσθαι·

### book 3/4.2

τῶν τε γὰρ καὶ τῶν διδοῖ {τέλος}·

### book 3/4.3

καὶ κρέσσον’ ἀνδρῶν χειρόνων

### book 3/4.4

ἔσφαλε τέχνα καταμάρψαις’· ἴστε μάν

### book 3/4.53b

Αἴαντος ἀλκάν, φοίνιον τὰν ὀψίᾳ

### book 3/4.54

ἐν νυκτὶ ταμὼν περὶ ᾧ φασγάνῳ μομφὰν ἔχει

### book 3/4.54b

⸐παίδεσσιν Ἑλλάνων ὅσοι Τροίανδ’ ἔβαν.

### book 3/4.55.1

ἀλλ’ Ὅμηρός τοι τετίμακεν δι’ ἀνθρώπων, ὃς αὐτοῦ

### book 3/4.55.2

πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφˈρασεν

### book 3/4.55.3

θεσπεσίων ἐπέων λοιποῖς ἀθύρειν.

### book 3/4.55.4

τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει,

### book 3/4.55.5

εἴ τις εὖ εἴπῃ τι· καὶ πάγ‐

### book 3/4.59

καρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακεν

### book 3/4.60.1

⸏ἐργμάτων ἀκτὶς καλῶν ἄσβεστος αἰεί.

### book 3/4.60.2

προφˈρόνων Μοισᾶν τύχοιμεν,

### book 3/4.61.1

κεῖνον ἅψαι πυρσὸν ὕμνων

### book 3/4.61.2

καὶ Μελίσσῳ, παγκρατίου στεφάνωμ’ ἐπάξιον,

### book 3/4.61.3

ἔρνεϊ Τελεσιάδα. τόλμᾳ γὰρ εἰκώς

### book 3/4.61.4

θυμὸν ἐριβˈρεμετᾶν θηρῶν λεόντων

### book 3/4.65

ἐν πόνῳ, μῆτιν δ’ ἀλώπηξ,

### book 3/4.65.1

αἰετοῦ ἅ τ’ ἀναπιτˈναμένα ῥόμβον ἴσχει·

### book 3/4.65.2

⸏χρὴ δὲ πᾶν ἔρδοντ’ ἀμαυρῶσαι τὸν ἐχθρόν.

### book 3/4.65.3

οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν·

### book 3/4.65.4

ἀλλ’ ὀνοτὸς μὲν ἰδέσθαι,

### book 3/4.65.5

συμπεσεῖν δ’ ἀκμᾷ βαρύς.

### book 3/4.70.1

καί τοί ποτ’ Ἀνταίου δόμους

### book 3/4.70.2

Θηβᾶν ἄπο Καδˈμεϊᾶν μορφὰν βραχύς,

### book 3/4.71b

ψυχὰν δ’ ἄκαμπτος, προσπαλαίσων ἦλθ’ ἀνήρ

### book 3/4.72

τὰν πυροφόρον Λιβύαν, κρανίοις ὄφˈρα ξένων

### book 3/4.72b

⸐ναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι,

### book 3/4.73.1

υἱὸς Ἀλκμήνας· ὃς Οὔλυμπόνδ’ ἔβα, γαίας τε πάσας

### book 3/4.73.2

καὶ βαθύκˈρημνον πολιᾶς ἁλὸς ἐξευρὼν θέναρ,

### book 3/4.75.1

ναυτιλίαισί τε πορθμὸν ἡμερώσαις.

### book 3/4.75.2

νῦν δὲ παρ’ Αἰγιόχῳ {Διῒ} κάλλιστον ὄλβον

### book 3/4.75.3

ἀμφέπων ναίει, τετίμα‐

### book 3/4.77.1

ταί τε πρὸς ἀθανάτων φίλος, Ἥβαν τ’ ὀπυίει,

### book 3/4.77.2

⸏χρυσέων οἴκων ἄναξ καὶ γαμβρὸς Ἥρας.

### book 3/4.77.3

τῷ μὲν Ἀλεκτρᾶν ὕπερθεν δαῖτα πορσύνοντες ἀστοί

### book 3/4.80.1

καὶ νεόδˈματα στεφανώματα βωμῶν αὔξομεν

### book 3/4.80.2

ἔμπυρα χαλκοαρᾶν ὀκτὼ θανόντων,

### book 3/4.80.3

τοὺς Μεγάρα τέκε οἱ Κρεοντὶς υἱούς·

### book 3/4.80.4

τοῖσιν ἐν δυθˈμαῖσιν αὐγᾶν

### book 3/4.83.1

φλὸξ ἀνατελλομένα συνεχὲς παννυχίζει,

### book 3/4.83.2

⸏αἰθέρα κˈνις͜άε͜ντι λακτίζοισα καπˈνῷ,

### book 3/4.85.1

καὶ δεύτερον ἆμαρ ἐτείων τέρμ’ ἀέθλων

### book 3/4.85.2

γίνεται, ἰσχύος ἔργον.

### book 3/4.85.3

ἔνθα λευκωθεὶς κάρα

### book 3/4.85.4

μύρτοις ὅδ’ ἀνὴρ διπˈλόαν

### book 3/4.85.5

νίκαν ἀνεφάνατο παίδων 〈τε〉 τˈρίταν

### book 3/4.89b

πρόσθεν, κυβερνατῆρος οἰακοστρόφου

### book 3/4.90

γνώμᾳ πεπιθὼν πολυβούλῳ· σὺν Ὀρσέᾳ δέ νιν

### book 3/4.90b

κωμάξομαι τερπνὰν ἐπιστάζων χάριν.

### book 5

.

### book 5.5.1

νᾶες ἐν πόντῳ καὶ 〈ὑφ’〉 ἅρμασιν ἵπποι

### book 5.5.2

διὰ τεάν, ὤνασσα, τιμὰν ὠκυδινά‐

### book 5.6.1

⸏τοις ἐν ἁμίλλαισι θαυμασταὶ πέλονται,

### book 5.6.2

ἔν τ’ ἀγωνίοις ἀέθλοισι ποθεινόν

### book 5.6.3

κλέος ἔπραξεν, ὅντιν’ ἀθˈρόοι στέφανοι

### book 5.6.4

χερσὶ νικάσαντ’ ἀνέδησαν ἔθειραν

### book 5.10.1

ἢ ταχυτᾶτι ποδῶν.

### book 5.10.2

κρίνεται δ’ ἀλκὰ διὰ δαίμονας ἀνδρῶν.

### book 5.10.3

δύο δέ τοι ζωᾶς ἄωτον μοῦνα ποιμαί‐

### book 5.12.1

⸏νοντι τὸν ἄλπνιστον, εὐανθεῖ σὺν ὄλβῳ

### book 5.12.2

εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ.

### book 5.12.3

μὴ μάτευε Ζεὺς γενέσθαι· πάντ’ ἔχεις,

### book 5.15.1

εἴ σε τούτων μοῖρ’ ἐφίκοιτο καλῶν.

### book 5.15.2

θνατὰ θνατοῖσι πρέπει.

### book 5.15.3

τὶν δ’ ἐν Ἰσθμῷ διπˈλόα θάλλοις’ ἀρετά,

### book 5.15.4

Φυλακίδ’, ἄγκειται, Νεμέᾳ δὲ καὶ ἀμφοῖν

### book 5.15.5

Πυθέᾳ τε, παγκρατίου. τὸ δ’ ἐμόν,

### book 5.20.1

οὐκ ἄτερ Αἰακιδᾶν, κέαρ ὕμνων γεύεται·

### book 5.20.2

⸐σὺν Χάρισιν δ’ ἔμολον Λάμπωνος υἱοῖς

### book 5.1

τάνδ’ ἐς εὔνομον πόλιν. εἰ δὲ τέτραπται

### book 5.2

θεοδότων ἔργων κέλευθον ἂν καθαράν,

### book 5.3

μὴ φθόνει κόμπον τὸν ἐοικότ’ ἀοιδᾷ

### book 5.25.1

κιρνάμεν ἀντὶ πόνων.

### book 5.25.2

καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταί

### book 5.25.3

λόγον ἐκέρδαναν· κλέονται δ’ ἔν τε φορμίγ‐

### book 5.27.1

⸏γεσσιν ἐν αὐλῶν τε παμφώνοις ὁμοκˈλαῖς

### book 5.27.2

μυρίον χρόνον· μελέταν δὲ σοφισταῖς

### book 5.27.3

Διὸς ἕκατι πρόσβαλον σεβιζόμενοι·

### book 5.30.1

ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς

### book 5.30.2

Οἰνεΐδαι κρατεροί,

### book 5.30.3

ἐν δὲ Θήβαις ἱπποσόας Ἰόλαος

### book 5.30.4

γέρας ἔχει, Περσεὺς δ’ ἐν Ἄργει, Κάστορος δ’ αἰχ‐

### book 5.33.1

⸏μὰ Πολυδεύκ͜εό͜ς τ’ ἐπ’ Εὐρώτα ῥεέθˈροις.

### book 5.33.2

ἀλλ’ ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαί

### book 5.35.1

Αἰακοῦ παίδων τε· τοὶ καὶ σὺν μάχαις

### book 5.35.2

δὶς πόλιν Τρώων πράθον, ἑσπόμενοι

### book 5.35.3

Ἡρακλῆϊ πˈρότερον,

### book 5.35.4

καὶ σὺν Ἀτˈρείδαις. ἔλα νῦν μοι πεδόθεν·

### book 5.35.5

λέγε, τίνες Κύκˈνον, τίνες Ἕκτορα πέφˈνον,

### book 5.40.1

καὶ στράταρχον Αἰθιόπων ἄφοβον

### book 5.40.2

Μέμνονα χαλκοάραν· τίς ἄρ’ ἐσλὸν Τήλεφον

### book 5.1

⸐τρῶσεν ἑῷ δροὶ Καΐκου παρ’ ὄχθαις;

### book 5.2

τοῖσιν Αἴγιναν προφέρει στόμα πάτˈραν,

### book 5.3

διαπρεπ͜έα͜ νᾶσον· τετείχισται δὲ πάλαι

### book 5.45.1

πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν.

### book 5.45.2

πολλὰ μὲν ἀρτιεπής

### book 5.45.3

γλῶσσά μοι τοξεύματ’ ἔχει περὶ κείνων

### book 5.45.4

κελαδέσαι· καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι

### book 5.48.1

⸏κεν πόλις Αἴαντος ὀρθωθεῖσα ναύταις

### book 5.48.2

ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ

### book 5.1

ἀναρίθμων ἀνδρῶν χαλαζάεντι φόνῳ.

### book 5.2

ἀλλ’ ὅμως καύχαμα κατάβˈρεχε σιγᾷ·

### book 5.3

Ζεὺς τά τε καὶ τὰ νέμει,

### book 5.4

Ζεὺς ὁ πάντων κύριος. ἐν δ’ ἐρατεινῷ

### book 5.5

μέλιτι καὶ τοιαίδε τιμαὶ καλλίνικον

### book 5.54

⸏χάρμ’ ἀγαπάζοντι. μαρνάσθω {δέ} τις ἔρδων

### book 5.55.1

ἀμφ’ ἀέθˈλοισιν γενεὰν Κλεονίκου

### book 5.55.2

ἐκμαθών· οὔτοι τετύφˈλωται μακρός

### book 5.55.3

μόχθος ἀνδρῶν οὐδ’ ὁπόσαι δαπάναι

### book 5.55.4

ἐλπίδ’ ἔκˈνιξαν ὄπιν.

### book 5.55.5

αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις

### book 5.60.1

Φυλακίδᾳ πλαγᾶν δρόμον εὐθυπορῆσαι,

### book 5.60.2

χερσὶ δεξιόν, νόῳ ἀντίπαλον.

### book 5.60.3

λάμβανέ οἱ στέφανον, φέρε δ’ εὔμαλλον μίτραν,

### book 5

καὶ πτερόεντα νέον σύμπεμψον ὕμνον.

### book 6

.

### book 6.3.1

Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ,

### book 6.3.2

τὶν̄ ἄωτον δεξάμενοι στεφάνων,

### book 6.5.1

νῦν αὖτε Ἰσθμοῦ δεσπότᾳ

### book 6.5.2

Νηρεΐδεσσί τε πεντήκοντα παίδων ὁπˈλοτάτου

### book 6.5.3

Φυλακίδα νικῶντος. εἴη δὲ τˈρίτον

### book 6.5.4

σωτῆρι πορσαίνοντας Ὀ‐

### book 6.8.1

λυμπίῳ̆ Αἴγιναν κάτα

### book 6.8.2

⸏σπένδειν μελιφθόγγοις ἀοιδαῖς.

### book 6.10.1

εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρείς

### book 6.10.2

καὶ πόνῳ πράσσει θεοδˈμάτους ἀρετάς

### book 6.10.3

σύν τέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον, ἐ‐

### book 6.12.1

σχατιαῖς ἤδη πρὸς ὄλβου

### book 6.12.2

βάλλετ’ ἄγκυραν θεότιμος ἐών.

### book 6.12.3

τοίαισιν ὀργαῖς εὔχεται

### book 6.15.1

ἀντιάσαις Ἀΐδαν γῆράς τε δέξασθαι πολιόν

### book 6.15.2

ὁ Κλεονίκου παῖς· ἐγὼ δ’ ὑψίθˈρονον

### book 6.15.3

Κλωθὼ κασιγˈνήτας τε προσ‐

### book 6.17.1

εννέπω̆ ἑσπέσθαι κλυταῖς

### book 6.17.2

⸏ἀνδρὸς φίλου Μοίρας ἐφετˈμαῖς.

### book 6.17.3

ὔμμε τ’, ὦ χρυσάρματοι Αἰακίδαι,

### book 6.20.1

τέθˈμιόν μοι φαμὶ σαφέστατον ἔμμεν

### book 6.20.2

τάνδ’ ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις.

### book 6.20.3

μυρίαι δ’ ἔργων καλῶν τέ‐

### book 6.22.1

τˈμανθ’ ἑκατόμπεδοι ἐν σχερῷ κέλευθοι

### book 6.22.2

καὶ πέραν Νείλοιο παγᾶν καὶ δι’ Ὑπερβορέους·

### book 6.22.3

οὐδ’ ἔστιν οὕτω βάρβαρος

### book 6.24

οὔτε παλίγγλωσσος πόλις,

### book 6.25

ἅτις οὐ Πηλ͜έο͜ς ἀΐει κλέος ἥ‐

### book 6.25

⸐ρωος, εὐδαίμονος γαμβροῦ θεῶν,

### book 6.1

οὐδ’ ἅτις Αἴαντος Τελαμωνιάδα

### book 6.2

καὶ πατρός· τὸν χαλκοχάρμαν ἐς πόλεμον

### book 6.3

ἆγε σὺν Τιρυνθίοισιν πρόφˈρονα σύμμαχον ἐς

### book 6.28.1

Τροΐαν, ἥρωσι μόχθον,

### book 6.28.2

Λ͜αο͜μεδοντιᾶν ὑπὲρ ἀμπλακιᾶν

### book 6.30.1

ἐν ναυσὶν Ἀλκμήνας τέκος.

### book 6.30.2

εἷλε δὲ Περγαμίαν, πέφˈνεν δὲ σὺν κείνῳ Μερόπων

### book 6.30.3

ἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσον

### book 6.30.4

Φλέγˈραισιν εὑρὼν Ἀλκυο‐

### book 6.33.1

νῆ, σφετέρας δ’ οὐ φείσατο

### book 6.33.2

⸏χερσὶν βαρυφθόγγοιο νευρᾶς

### book 6.35.1

Ἡρακˈλέης. ἀλλ’ Αἰακίδαν καλέων

### book 6.35.2

ἐς πλόον 〈––〉 κύρησεν δαινυμένων.

### book 6.35.3

τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα κελήσατο νε‐

### book 6.37.1

κταρέαις σπονδαῖσιν ἄρξαι

### book 6.37.2

καρτεραίχμαν Ἀμφιτρυωνιάδαν,

### book 6.37.3

ἄνδωκε δ’ αὐτῷ φέρτατος

### book 6.40.1

οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών,

### book 6.40.2

ὁ δ’ ἀνατείναις οὐρανῷ χεῖρας ἀμάχους

### book 6.40.3

αὔδασε τοιοῦτον̄ ἔπος·

### book 6.42.1

‘Εἴ ποτ’ ἐμᾶν, ὦ Ζεῦ πάτερ,

### book 6.42.2

⸏θυμῷ θέλων ἀρᾶν ἄκουσας,

### book 6.42.3

νῦν σε, νῦν εὐχαῖς ὑπὸ θεσπεσίαις

### book 6.45.1

λίσσομαι παῖδα θˈρασὺν ἐξ Ἐριβοίας

### book 6.45.2

ἀνδρὶ τῷδε ξεῖνον ἁμὸν μοιρίδιον τελέσαι·

### book 6.45.3

τὸν μὲν ἄρρηκτον φυάν, ὥσ‐

### book 6.47.1

περ τόδε δέρμα με νῦν περιπˈλανᾶται

### book 6.47.2

θηρός, ὃν πάμπρωτον ͜ἀέ͜θλων κτεῖνά ποτ’ ἐν Νεμέᾳ

### book 6.47.3

θυμὸς δ’ ἑπέσθω.‘ ταῦτ’ ἄρα

### book 6.49

οἱ φαμένῳ πέμψεν θεός

### book 6

ἀρχὸν οἰωνῶν μέγαν αἰετόν· ἁ‐

### book 6

⸐δεῖα δ’ ἔνδον νιν ἔκˈνιξεν χάρις,

### book 6.1

εἶπέν τε φωνήσαις ἅτε μάντις ἀνήρ

### book 6.2

‘Ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, ὦ Τελαμών·

### book 6.3

καί νιν ὄρνιχος φανέντος κέκˈλευ ἐπώνυμον εὐ‐

### book 6.53.1

ρυβίαν Αἴαντα, λαῶν

### book 6.53.2

ἐν πόνοις ἔκπαγˈλον Ἐνυαλίου.‘

### book 6.55.1

ὣς ἦρα εἰπὼν αὐτίκα

### book 6.55.2

ἕζετ’. ἐμοὶ δὲ μακρὸν πάσας 〈ἀν〉αγήσασθ’ ἀρετάς·

### book 6.55.3

Φυλακίδᾳ γὰρ ἦλθον, ὦ Μοῖσα, ταμίας

### book 6.55.4

Πυθ͜έᾳ͜ τε κώμων Εὐθυμέ‐

### book 6.58.1

νει τε· τὸν Ἀργείων τρόπον

### book 6.58.2

⸏εἰρήσεταί που κἀν βραχίστοις.

### book 6.60

ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου

### book 6.1

τρεῖς ἀπ’ Ἰσθμοῦ, τὰς δ’ ἀπ’ εὐφύλλου Νεμέας,

### book 6.2

ἀγˈλαοὶ παῖδές τε καὶ μάτρως. ἀνὰ δ’ ἄγαγον ἐς

### book 6.62.1

φάος οἵαν μοῖραν ὕμνων

### book 6.62.2

τὰν Ψαλυχιαδᾶν δὲ πάτραν Χαρίτων

### book 6.62.3

ἄρδοντι καλλίστᾳ δρόσῳ,

### book 6.65.1

τόν τε Θεμιστίου ὀρθώσαντες οἶκον τάνδε πόλιν

### book 6.65.2

θεοφιλῆ ναίοισι· Λάμπων δὲ μελέταν

### book 6.65.3

ἔργοις ὀπάζων Ἡσιό‐

### book 6.67.1

δου μάλα τιμᾷ τοῦτ’ ἔπος,

### book 6.67.2

⸏υἱοῖσί τε φˈράζων παραινεῖ,

### book 6.67.3

ξυνὸν ἄστει κόσμον ἑῷ προσάγων·

### book 6.70.1

καὶ ξένων εὐεργεσίαις ἀγαπᾶται,

### book 6.70.2

μέτˈρα μὲν γνώμᾳ διώκων, μέτˈρα δὲ καὶ κατέχων

### book 6.70.3

γλῶσσα δ’ οὐκ ἔξω φρενῶν φαί‐

### book 6.72.1

ης κέ νιν ἄνδρ’ ἐν ἀεθˈληταῖσιν ἔμμεν

### book 6.72.2

Ναξίαν πέτˈραις ἐν ἄλλαις χαλκοδάμαντ’ ἀκόναν.

### book 6.72.3

πίσω σφε Δίρκας ἁγˈνὸν ὕ‐

### book 6.74

δωρ, τὸ βαθύζωνοι κόραι

### book 6.75

χρυσοπέπˈλου Μναμοσύνας ἀνέτει‐

### book 6.75

λαν παρ’ εὐτειχέσιν Κάδˈμου πύλαις.

### book 7

.

### book 7.5

ἄντειλας Διόνυσον, ἢ χρυσῷ μεσονύκτιον

### book 7.5.1

⸏νείφοντα δεξαμένα τὸν φέρτατον θεῶν,

### book 7.5.2

ὁπότ’ Ἀμφιτρύωνος ἐν θυρέτˈροις

### book 7.5.3

σταθεὶς ἄλοχον μετῆλθεν Ἡρακλείοις γοναῖς;

### book 7.5.4

ἢ {ὅτ’} ἀμφὶ πυκˈναῖς Τειρεσίαο βουλαῖς;

### book 7.5.5

ἢ {ὅτ’} ἀμφ’ Ἰόλαον ἱππόμητιν;

### book 7.10

ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν; ἢ ὅτε καρτερᾶς

### book 7.10.1

⸏Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανόν

### book 7.10.2

μυρίων ἑτάρων ἐς Ἄργος ἵππιον;

### book 7.10.3

ἢ Δωρίδ’ ἀποικίαν οὕνεκεν ὀρθῷ

### book 7.10.4

ἔστασας ἐπὶ σφυρῷ

### book 7.10.5

Λακεδαιμονίων, ἕλον δ’ Ἀμύκˈλας

### book 7.15.1

Αἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις;

### book 7.15.2

ἀλλὰ παλαιὰ γάρ

### book 7.15.3

⸐εὕδει χάρις, ἀμνάμονες δὲ βροτοί,

### book 7.1

ὅ τι μὴ σοφίας ἄωτον ἄκˈρον

### book 7.2

κλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν·

### book 7.20.1

κώμαζ’ ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳ

### book 7.20.2

καὶ Στρεψιάδᾳ· φέρει γὰρ Ἰσθμοῖ

### book 7.20.3

νίκαν παγκρατίου, σθένει τ’ ἔκπαγˈλος ἰδεῖν τε μορ‐

### book 7.22.1

⸏φάεις, ἄγει τ’ ἀρετὰν οὐκ αἴσχιον φυᾶς.

### book 7.22.2

φλέγεται δὲ ἰοπˈλόκοισι Μοίσαις,

### book 7.22.3

μάτρωΐ θ’ ὁμωνύμῳ δέδωκε κοινὸν θάλος,

### book 7.25

χάλκασπις ᾧ πότμον μὲν Ἄρης ἔμειξεν,

### book 7.1

τιμὰ δ’ ἀγαθοῖσιν ἀντίκειται.

### book 7.2

ἴστω γὰρ σαφὲς ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλα‐

### book 7.27.1

⸏ζαν αἵματος πρὸ φίλας πάτˈρας ἀμύνεται,

### book 7.27.2

†λοιγὸν ἀμύνων† ἐναντίῳ στρατῷ,

### book 7.27.3

ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων

### book 7.30.1

ζώων τ’ ἀπὸ καὶ θανών.

### book 7.30.2

τὺ δέ, Διοδότοιο παῖ, μαχατάν

### book 7.30.3

αἰνέων Μελέαγˈρον, αἰνέων δὲ καὶ Ἕκτορα

### book 7.30.4

Ἀμφιάραόν τε,

### book 7.30.5

⸐εὐανθέ’ ἀπέπˈνευσας ἁλικίαν

### book 7.35.1

προμάχων ἀν’ ὅμιλον, ἔνθ’ ἄριστοι

### book 7.35.2

ἔσχον πολέμοιο νεῖκος ἐσχάταις {ἐπ’} ἐλπίσιν.

### book 7.35.3

ἔτˈλαν δὲ πένθος οὐ φατόν· ἀλλὰ νῦν μοι

### book 7.35.4

Γαιάοχος εὐδίαν ὄπασσεν

### book 7.35.5

ἐκ χειμῶνος. ἀείσομαι χαίταν στεφάνοισιν ἁρ‐

### book 7.39

⸏μόζων. ὁ δ’ ἀθανάτων μὴ θρασσέτω φθόνος,

### book 7.40.1

ὅτι τερπνὸν ἐφάμερον διώκων

### book 7.40.2

ἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον

### book 7.40.3

αἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες·

### book 7.40.4

δαίμων δ’ ἄϊσος· τὰ μακˈρὰ δ’ εἴ τις

### book 7.40.5

παπταίνει, βραχὺς ἐξικέσθαι χαλκόπεδον θεῶν

### book 7.44

⸏ἕδραν· ὅ τοι πτερόεις ἔρριψε Πάγασος

### book 7.45.1

δεσπόταν ἐθέλοντ’ ἐς οὐρανοῦ σταθμούς

### book 7.45.2

ἐλθεῖν μεθ’ ὁμάγυριν Βελλεροφόνταν

### book 7.45.3

Ζηνός. τὸ δὲ πὰρ δίκαν

### book 7.45.4

γλυκὺ πικˈροτάτα μένει τελευτά.

### book 7.45.5

ἄμμι δ’, ὦ χρυσέᾳ κόμᾳ θάλλων, πόρε, Λοξία,

### book 7

τ͜εα͜ῖσιν ἁμίλλαισιν

### book 7

εὐανθέα καὶ Πυθόϊ στέφανον.

### book 8

.

### book 8.1.1

τε λύτˈρον εὔδοξον, ὦ νέοι, καμάτων

### book 8.1.2

πατˈρὸς ἀγˈλαὸν Τελεσάρχου παρὰ πˈρόθυρον

### book 8.1.3

ἰὼν ἀνεγειρέτω

### book 8.1.4

κῶμον, Ἰσθμιάδος τε νί‐

### book 8.4

κας ἄποινα, καὶ Νεμέᾳ

### book 8.5

ἀέθˈλων ὅτι κˈράτος ἐξ‐

### book 8.5

εῦρε· τῶ καὶ ἐγώ, καίπερ ἀχˈνύμενος

### book 8.5a

θυμόν, αἰτέομαι χρυσέαν καλέσαι

### book 8.6

Μοῖσαν. ἐκ μεγάλων δὲ πενθ͜έω͜ν λυθέντες

### book 8.6a

μήτ’ ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων,

### book 8.7

μήτε κάδεα θερά‐

### book 8.7.1

πευε· παυσάμενοι δ’ ἀπράκτων κακῶν

### book 8.7.2

γλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον·

### book 8.7.3

ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς

### book 8.10

γε† Ταντάλου λίθον παρά

### book 8.10

⸐τις ἔτˈρεψεν ἄμμι θεός,

### book 8

ἀτόλματον Ἑλλάδι μό‐

### book 8.11.1

χθον. ἀλλ’ ἐμοὶ δεῖμα μὲν παροιχομένων

### book 8.11.2

καρτερὰν ἔπαυσε μέριμναν· τὸ δὲ πˈρὸ ποδὸς

### book 8.11.3

ἄρειον ἀεὶ βλέπειν

### book 8.11.4

χρῆμα πάν· δόλιος γὰρ αἰ‐

### book 8.14

ὼν ἐπ’ ἀνδράσι κˈρέμαται,

### book 8.15

ἑλίσσων βίου πόρον· ἰ‐

### book 8.15

ατὰ δ’ ἐστὶ βροτοῖς σύν γ’ ἐλευθερίᾳ

### book 8.15a

καὶ τά. χρὴ δ’ ἀγαθὰν ἐλπίδ’ ἀνδρὶ μέλειν.

### book 8.16

χρὴ δ’ ἐν ἑπταπύλοισι Θήβαις τραφέντα

### book 8.16a

Αἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν,

### book 8.17

πατˈρὸς οὕνεκα δίδυ‐

### book 8.17

μαι γένοντο θύγατˈρες Ἀσωπίδων {θ’}

### book 8.1

ὁπλόταται, Ζηνί τε ἅδον βασιλέϊ.

### book 8.2

ὃ τὰν μὲν παρὰ καλλιρόῳ

### book 8.20

Δίρκᾳ φιλαρμάτου πόλι‐

### book 8.20

⸐ος ᾤκισσεν ἁγεμόνα·

### book 8

σὲ δ’ ἐς νᾶσον Οἰνοπίαν

### book 8.21.1

ἐνεγκὼν κοιμᾶτο, δῖον ἔνθα τέκες

### book 8.21.2

Αἰακὸν βαρυσφαράγῳ πατˈρὶ κεδˈνότατον

### book 8.21.3

ἐπιχθονίων· ὃ καί

### book 8.21.4

δαιμόνεσσι δίκας ἐπεί‐

### book 8.24

ραινε· τοῦ μὲν ἀντίθεοι

### book 8.25

ἀρίστευον υἱέες υἱ‐

### book 8.25

͜έω͜ν τ’ ἀρηΐφιλοι παῖδες ἀνορέᾳ

### book 8.25a

χάλκεον στονόεντ’ ἀμφέπειν ὅμαδον,

### book 8.26

σώφρονές τ’ ἐγένοντο πινυτοί τε θυμόν.

### book 8.26a

ταῦτα καὶ μακάρων ἐμέμναντ’ ἀγοραί,

### book 8.27

Ζεὺς ὅτ’ ἀμφὶ Θέτιος

### book 8.27.1

ἀγˈλαός τ’ ἔρισαν Ποσειδὰν γάμῳ,

### book 8.27.2

ἄλοχον εὐειδέα θέλων ἑκάτερος

### book 8.27.3

ἑὰν ἔμμεν· ἔρως γὰρ ἔχεν.

### book 8.30

ἀλλ’ οὔ σφιν ἄμβροτοι τέλε‐

### book 8.30

⸐σαν εὐνὰν θεῶν πραπίδες,

### book 8

ἐπεὶ θεσφάτων 〈ἐπ〉άκου‐

### book 8.31.1

σαν· εἶπε δ’ εὔβουλος ἐν μέσοισι Θέμις,

### book 8.31.2

εἵνεκεν πεπρωμένον ἦν, φέρτερον πατέρος

### book 8.31.3

ἄνακτα γόνον τεκεῖν

### book 8.31.4

ποντίαν θεόν, ὃς κεραυ‐

### book 8.34

νοῦ τε κρέσσον ἄλλο βέλος

### book 8.35

διώξει χερὶ τˈριόδον‐

### book 8.35

τός τ’ ἀμαιμακέτου, Ζηνὶ μισγομέναν

### book 8.35a

ἢ Διὸς παρ’ ἀδελφ͜εο͜ῖσιν. ‘ἀλλὰ τὰ μέν

### book 8.36

παύσατε· βˈροτέων δὲ λεχέων τυχοῖσα

### book 8.36a

υἱὸν εἰσιδέτω θανόντ’ ἐν πολέμῳ,

### book 8.37

χεῖρας Ἄρεΐ 〈τ’〉 ἐν‐

### book 8.37.1

αλίγκιον στεροπαῖσί τ’ ἀκˈμὰν ποδῶν.

### book 8.37.2

τὸ μὲν ἐμόν, Πηλέϊ γέρας θεόμορον

### book 8.37.3

ὀπάσσαι γάμου Αἰακίδᾳ,

### book 8.40

ὅν τ’ εὐσεβέστατον φάτις

### book 8.40

⸐Ἰ͜αο͜λκοῦ τράφειν πεδίον·

### book 8

ἰόντων δ’ ἐς ἄφθιτον ἄν‐

### book 8.41.1

τρον εὐθὺς Χίρωνος αὐτίκ’ ἀγγελίαι

### book 8.41.2

μηδὲ Νηρέος θυγάτηρ νεικέων πέταλα

### book 8.41.3

δὶς ἐγγυαλιζέτω

### book 8.41.4

ἄμμιν· ἐν διχομηνίδεσ‐

### book 8.44

σιν δὲ ἑσπέραις ἐρατόν

### book 8.45

λύοι κεν χαλινὸν ὑφ’ ἥ‐

### book 8.45

ρωϊ παρθενίας.‘ ὣς φάτο Κˈρονίδαις

### book 8.45a

ἐννέποισα θεά· τοὶ δ’ ἐπὶ γˈλεφάροις

### book 8.46

νεῦσαν ἀθανάτοισιν· ἐπέων δὲ καρπός

### book 8.46a

οὐ κατέφθινε. φαντὶ γὰρ ξύν’ ἀλέγειν

### book 8.47

καὶ γάμον Θέτιος ἄ‐

### book 8.47.1

νακτα, καὶ νεαρὰν ἔδειξαν σοφῶν

### book 8.47.2

στόματ’ ἀπείροισιν ἀρετὰν Ἀχιλέος·

### book 8.47.3

ὃ καὶ Μύσιον ἀμπελόεν

### book 8

αἵμαξε Τηλέφου μέλα‐

### book 8

⸐νι ῥαίνων φόνῳ πεδίον

### book 8

γεφύρωσέ τ’ Ἀτˈρεΐδαι‐

### book 8.51.1

σι νόστον, Ἑλέναν τ’ ἐλύσατο, Τˈροΐας

### book 8.51.2

ἶνας ἐκταμὼν δορί, ταί νιν ῥύοντό ποτε

### book 8.1

μάχας ἐναριμβρότου

### book 8.2

ἔργον ἐν πεδίῳ κορύσ‐

### book 8.54

σοντα, Μέμνονός τε βίαν

### book 8.55

ὑπέρθυμον Ἕκτορά τ’ ἄλ‐

### book 8.55

λους τ’ ἀριστέας· οἷς δῶμα Φερσεφόνας

### book 8.55a

μανύων Ἀχιλεύς, οὖρος Αἰακιδᾶν,

### book 8.56

Αἴγιναν σφετέραν τε ῥίζαν πρόφαινεν.

### book 8.56a

τὸν μὲν οὐδὲ θανόντ’ ἀοιδαὶ 〈ἐπ〉έλιπον,

### book 8.57

ἀλλά οἱ παρά τε πυ‐

### book 8.57.1

ρὰν τάφον θ’ Ἑλικώνιαι παρθένοι

### book 8.57.2

στάν, ἐπὶ θρῆνόν τε πολύφαμον ἔχεαν.

### book 8.57.3

ἔδοξ’ ἦρα καὶ ἀθανάτοις,

### book 8.60

ἐσλόν γε φῶτα καὶ φθίμε‐

### book 8.60

⸐νον ὕμνοις θεᾶν διδόμεν.

### book 8

τὸ καὶ νῦν φέρει λόγον, ἔσ‐

### book 8.61.1

συταί τε Μοισαῖον ἅρμα Νικοκλέος

### book 8.61.2

μνᾶμα πυγˈμάχου κελαδῆσαι. γεραίρετέ νιν,

### book 8.61.3

ὃς Ἴσθμιον ἂν νάπος

### book 8.61.4

Δωρίων ἔλαχεν σελί‐

### book 8.64

νων· ἐπεὶ περικτίονας

### book 8.65

ἐνίκασε δή ποτε καὶ

### book 8.65

κεῖνος ἄνδρας ἀφύκτᾳ χερὶ κˈλονέων.

### book 8.65a

τὸν μὲν οὐ κατελέγχει κριτοῦ γενεά

### book 8.66

πατˈραδελφεοῦ· ἁλίκων τῶ τις ἁβˈρόν

### book 8.66a

ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω

### book 8.67

μυρσίνας στέφανον, ἐ‐

### book 8.67.1

πεί νιν Ἀλκαθόου τ’ ἀγὼν σὺν τύχᾳ

### book 8.67.2

ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν·

### book 8.67.3

τὸν αἰνεῖν ἀγαθῷ παρέχει·

### book 8.70

ἥβαν γὰρ οὐκ ἄπειρον ὑ‐

### book 8.70

πὸ χειᾷ {πω} καλῶν δάμασεν.

### book 9

.

### book 9.1.1

σικˈλυτὸς Αἴγινα· σὺν θ͜εῶ͜ν δέ νιν αἴσᾳ

### book 9.1.2

Ὕλλου τε καὶ Αἰγιμιοῦ

### book 9.1.3

Δωριεὺς ἐλθὼν στρατός

### book 9.1.4

ἐκτίσσατο· τῶν μὲν ὑπὸ στάθˈμᾳ νέμονται

### book 9.5.1

οὐ θέμιν οὐδὲ δίκαν

### book 9.5.2

ξείνων ὑπερβαίνοντες· οἷοι δ’ ἀρετάν

### book 9.5.3

δελφῖνες ἐν πόντῳ, ταμίαι τε σοφοί

### book 9

Μοισᾶν ἀγωνίων τ’ ἀέθˈλων.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/pindar-isthmian-odes-boa-aa.json (sha256:850a1f863a416b92790f4874018a780bd6a8459c53e200ecfd24093fdcea20c9). Cite as `eul_wid: boa-aa`.
