---
title: Scholia-Nemean and Isthmian Odes
title_greek: Σχόλια εἰς Νεμεακὰ καὶ Ἰσθμιακά
author: Pindar Commentary
eul_wid: ppu-ac
eul_aid: ppu
canonical: "https://eulogikon.org/grc/pindar-scholia/nemean-isthmian"
canonical_json: "https://eulogikon.org/data/works/grc/pindar-scholia-nemean-isthmian-ppu-ac.json"
sha256: dcb6368e684b7398add7f345028f8cf18ef11873b0ae91497219061b185787aa
period: Roman
dialect: Atticizing
domain: Grammar
format: Verse
license: CC0-1.0
---

# Scholia-Nemean and Isthmian Odes

*Σχόλια εἰς Νεμεακὰ καὶ Ἰσθμιακά*

**Author:** Pindar Commentary

**eul_wid:** `ppu-ac` · [HTML page](https://eulogikon.org/grc/pindar-scholia/nemean-isthmian) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/pindar-scholia-nemean-isthmian-ppu-ac.json)

## Text

### book prae 1

ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον ἀπὸ τῆς πόλεως τοῦ νικητοῦ.

### book 1.1

Ἄμπνευμα. ἀναπνοή. ἀναφύσημα. δείκνυσι καὶ

### book 1.2

διὰ τούτου, ὅτι ἀπὸ καταδύσεων καὶ ἀφανῶν τόπων εἰς

### book 1.3

τὴν ἀρέθουσαν εἰσβάλλει, ἢ διὰ τὸ ἀπορρῶγά τινα καὶ οἷον

### book 1.4

στόμα εἶναι τοῦ ἀλφειοῦ τὴν αὐτόθι ἀρέθουσαν πηγήν.

### book 1.5.1

ὥστε τὸ σημαινόμενον εἶναι τοιοῦτον· ὦ ὀρτυγία, ἐν ᾗ

### book 1.5.2

ἐστι τὸ τοῦ ἀλφειοῦ πνεῦμα ἡ ἀρέθουσα· ἀλλ’ οὐ τὴν ἀρέ‐

### book 1.5.3

θουσαν εἴρηκεν ἄμπνευμα, ἀλλὰ τὴν ὀρτυγίαν, ἐν ᾗ ὁ ἀλ‐

### book 1.5.4

φειὸς ἀναπνεῖ, τῷ περιέχειν τὴν ἀρέθουσαν. ἡ δὲ ὀρτυγία

### book 1.5.5

νῆσός ἐστι πρὸ τῶν συρακουσῶν, εἰς ἣν διὰ τοῦ πελάγους

### book 1.10.1

φερόμενος ὁ ἀλφειὸς ἐμβάλλει καὶ ποιεῖ τὴν ἀρέθουσαν.

### book 1.10.2

νῆσος δὲ οὖσα πρότερον, εἶτα προσχωθεῖσα, χερρόνησος

### book 1.10.3

γέγονεν, ὡς καὶ ἴβυκος ἱστορεῖ:

### book 3.1

Δέμνιον ἀρτέμιδος. οἱ μὲν τὴν ὀρτυγίαν φασὶ

### book 3.2

διὰ τὸ αὐτόθι δοκεῖν τὴν ἄρτεμιν γεγενῆσθαι, ἔνιοι δὲ

### book 3.3

ἱστορικώτερον ἀκούουσι. τὸν γὰρ ἀλφειόν φασιν ἔρωτι ἁλόντα

### book 3.4

τῆς ἀρτέμιδος καταδιῶξαι αὐτὴν ἄχρι τῆς σικελίας· τοῦ δὲ

### book 3.5

τέλους τῆς διώξεως αὐτόθι γινομένου αὐτόθι συστῆσαι τὴν

### book 3.1

ἀρέθουσαν· διὰ τοῦτο καὶ τὴν ἄρτεμιν ἀλφειώαν προσα‐

### book 3.2

γορεύεσθαι. καὶ ἐν ὀλυμπίᾳ δὲ ὁ ἀλφειὸς τῇ ἀρτέμιδι

### book 3.3

συναφίδρυται:

### book 4.1

Δάλου κασιγνήτα. διὰ τὴν ὁμωνυμίαν τοῦτό

### book 4.2

φησιν· οὐ γὰρ τῆς ἐν συρακούσαις ὀρτυγίας ἀδελφὴ ἡ δῆλος,

### book 4.3

ἀλλὰ τῆς περὶ ἔφεσον. ἢ ἐπεὶ κατά τινας ἡ μὲν ἄρτεμις

### book 4.4

ἐν ὀρτυγίᾳ, ὁ δὲ ἀπόλλων ἐν δήλῳ, ἀδελφοὶ δὲ οἱ θεοί,

### book 4.5.1

διὰ τοῦτο καὶ τὰς τῶν ἀδελφῶν οἰκίας ἀδελφὰς ἐκάλεσεν: —

### book 4.5.2

Σέθεν ἁδυεπής. ἢ συνεργησάσης τῆς ἐν σοὶ θεᾶς,

### book 4.5.3

ἢ ὅτι ἐκεῖ ἦσαν τὰ τοῦ χρομίου ἱπποτροφεῖα καὶ ἡ ἱππη‐

### book 4.5.4

λασία. ὁ δὲ νοῦς· ἀπὸ σοῦ, ὦ ὀρτυγία, ὁ ὕμνος ὁ ἡδυεπὴς

### book 4.5.5

καὶ γλυκὺς καὶ εὔφημος τὴν ὁρμὴν ἔχει, ὥστε θεῖναι καὶ

### book 4.10.1

ποιῆσαι ἔπαινον μέγαν τῶν ὀξυτάτων ἵππων διὸς ἕνεκεν

### book 4.10.2

τοῦ ἐν αἴτνῃ· διῒ γὰρ ἀνάκειται καὶ οὗτος ὁ ἀγών. ἦν δὲ

### book 4.10.3

καὶ ἱερὸν ἐν αἴτνῃ διός:

### book 7.1

Ζηνὸς αἰτναίου χάριν. ὁ τρόπος ποιητικός,

### book 7.2

ὥστε τὸ ἀπὸ τοῦ αὐτομάτου συμβαῖνον ὡς αἴτιον λαμβάνειν.

### book 7.3

οὐ γὰρ ἕνεκα τοῦ ᾀσθῆναι τὸν ὕμνον ἐν [τῇ] πανηγύρει

### book 7.4

τοῦ αἰτναίου διὸς ἐνίκησεν, ἀλλὰ νικήσαντος ἔμελλεν ἡ εἰς

### book 7.5

αὐτὸν ᾠδὴ ᾀσθήσεσθαι:

### book 8.1

Ἅρμα δ’ ὀτρύνει χρομίου. χρόμιος ἱέρωνος ἡνί‐

### book 8.2

οχος παιδόθεν γεγονώς, ἅτε δὴ βασιλεῖ παιδόθεν συνών,

### book 8.3

καὶ ἄριστος ὢν τὴν ἱππικήν, ἐπλούτησε, καὶ ἤρξατο ἀπο‐

### book 8.4

στὰς τοῦ ἱέρωνος καθ’ ἑαυτὸν ἱπποτροφεῖν. νικᾷ δὲ νῦν

### book 8.5

ἵππων ἅρματι πρῶτον ἀγωνισάμενος:

### book 11.1

Ἀρχαὶ δὲ βέβληνται θεῶν. ἀπὸ θεῶν λέγει

### book 11.2

κατῆρχθαι τὰς πρώτας καταβολὰς τῆς νίκης ἢ τοῦ ὕμνου,

### book 11.3

τῆς ἀρτέμιδος ἢ καὶ τῶν ἄλλων, διὰ τὸ ἀπὸ τῆς ἀρτέμιδος

### book 11.4

ποιήσασθαι τὴν ἀρχὴν τοῦ ὕμνου, ἢ διὰ τὸ ἔθος ἔχειν

### book 11.5.1

θεοῖς ἀνάπτειν τὰ ὁπωσοῦν [τοῖς] ἀνθρώποις ἐκπονούμενα.

### book 11.5.2

ὁ δὲ νοῦς· αἱ ἀρχαὶ δὲ τῆς νίκης, σὺν ταῖς θείαις ἀρεταῖς

### book 11.5.3

ἐκείνου, ἐκ θεῶν βέβληνται. τουτέστιν, ἐκ πρώτης καταβο‐

### book 11

λῆς ἡ τύχη συμβάλλεται: —

### book 17.1

Τὰν ὀλύμπου δεσπότας. περὶ τῆς ὅλης σικε‐

### book 17.2

λίας ἐστὶν ὁ λόγος. δοκεῖ δὲ αὐτὴν ὁ ζεὺς εἰς γάμον πλού‐

### book 17.3

τωνος τῇ περσεφόνῃ δωρήσασθαι ἀνακαλυπτήρια. ἣν καὶ

### book 17.4

ἐπένευσε τῇ ἑαυτοῦ κεφαλῇ ἀρίστην καὶ ἐπιτηδειοτάτην

### book 17.5.1

εἶναι εἰς εὐκαρπίαν τῆς ἄλλης εὐκάρπου γῆς, καὶ πίειραν

### book 17.5.2

καὶ λιπαρὰν ὀρθώσειν, καὶ ὀρθὴν φυλάξαι αὐτὴν τῇ περ‐

### book 17.5.3

σεφόνῃ διὰ τῶν πόλεων τῶν ἐσομένων ἐν αὐτῇ ἀφνεῶν ἐν

### book 17.5.4

τοῖς ὑψηλοῖς αὐτῆς τόποις. λέγεται γὰρ ἡ σικελία ἐξ ἀρχῆς

### book 17.5.5

δήμητρος εἶναι καὶ κόρης, τοῦ διὸς οὕτως ἐξ ἀρχῆς βουλη‐

### book 17.10.1

θέντος. διὸ καὶ περσεφόνη, περὶ τοὺς ἐν αἴτνῃ διατρίβουσα

### book 17.10.2

λειμῶνας, ἡρπάγη παρὰ τοῦ πλούτωνος. πῶς δὲ ἔμελλεν

### book 17.10.3

ὀρθοῦσθαι ἡ σικελία, εἰ ἀξιολόγους ἔχει πόλεις ἐν αὐτῇ:

### book 23.1

Ὤπασε δέ. παρέσχε δὲ πρὸς τοῖς εἰρημένοις ὁ

### book 23.2

ζεὺς αὐτῇ γενναίων ἀνδρῶν καὶ πολεμικῶν πλῆθος, ὥστε

### book 23.3

δι’ ὅπλων μεμνῆσθαι τῶν πολεμικῶν καὶ ἱππαιχμίαις εὐ‐

### book 23.4

δοκιμεῖν· οὐ μόνον δὲ πολεμικοὺς εἶναι, ἀλλ’ ἅμα καὶ

### book 23.5.1

ὀλυμπιονίκας· πολλάκις γὰρ ἐνίκησαν ἐν ὀλυμπίᾳ καὶ τοῖς

### book 23.5.2

ἐξ ἐλαιῶν στεφάνοις ἐστέφθησαν. ἔστι δὲ ὁ λόγος τῷ πιν‐

### book 23.5.3

δάρῳ οὐ περὶ τοῦ χρομίου μόνον, ἀλλὰ καὶ περὶ τοῦ λοι‐

### book 23.5.4

ποῦ λαοῦ τῶν σικελιωτῶν:

### book 29.1

Ἔσταν δέ. ὁ λόγος καὶ ἀπὸ τοῦ χοροῦ καὶ ἀπὸ

### book 29.2

τοῦ ποιητοῦ. ὁ δὲ νοῦς· παραγενόμενος, φησίν, ἐπὶ τοῖς

### book 29.3

οἴκοις τοῦ φιλοξένου ἀνδρὸς ἔστην, τὰ καλὰ τούτου ἀνα‐

### book 29.4

βαλλόμενος καὶ ᾄδων:

### book 34.1

Λέλογχε δέ. πέφυκε δὲ τοῖς μεμφομένοις τοὺς

### book 34.2

ἀγαθοὺς οὕτω τήκεσθαι, ὥσπερ ὑπὸ ὕδατος πῦρ. οἱ δέ

### book 34.3

φασιν, ὅτι τοῖς τοὺς ἀγαθοὺς μεμφομένοις τοῦτο ἔλαχε καὶ

### book 34.4

οἷον ἀκολουθεῖ, ὥσπερ καπνῷ ὕδωρ φέρειν κατασβεννύναι.

### book 34.5.1

εἴωθε μέντοι ταῖς παραβολαῖς χρῆσθαι ἀποτόμως, οὐ λέγων

### book 34.5.2

τὸ καθάπερ. ἕτεροι δέ φασιν· ὥσπερ τὸ ὕδωρ ἐναντίον

### book 34.1

ἐστὶ τῷ πυρί, οὕτως οἱ φθονεροὶ τοῖς ἀγαθοῖς μεμφόμενοι

### book 34.2

καὶ τὰ αὐτῶν ἀγαθὰ σβεννύναι πειρώμενοι· ἀλλ’ ὁ ἀγαθὸς

### book 34.3

ἀγαθός ἐστι, κἂν μυριάκις μέμφωνται αὐτόν:

### book 37.1

Χρὴ δ’ ἐν εὐθείαις. [χρή,] καθ’ ἣν γένηταί

### book 37.2

τις φύσιν, ἀκολουθεῖν ταύτῃ, καὶ μὴ βιάζεσθαι αὐτὴν εἰς

### book 37.3

ἄλλα τρέποντα, μὴ δὲ τῷ φθόνῳ μάρνασθαι καὶ μάχεσθαι

### book 37.4

τοῖς ἀγαθοῖς, ἀλλὰ ἀσκεῖν, ἅ τις ἔχει ἐκ φύσεως, ἢ ἔργῳ ἢ

### book 37.5.1

γνώμῃ. τὸ δὲ ὅλον· χρὴ ταῖς εὐθείαις ὁδοῖς βαδίζοντα κατα‐

### book 37.5.2

χρῆσθαι τῇ ἑαυτοῦ φύσει, καὶ μὴ δι’ ἑτέρων ἐπιτηδευμάτων

### book 37.5.3

τὴν ἰδίαν ἐνυβρίζειν τέχνην. οἱ δὲ τὸ μάρνασθαι ἀντὶ τοῦ

### book 37.5.4

ἐνεργεῖν φασιν οὕτω· προσήκει ἀδόλως εὐθὺ πράττειν, καθ’

### book 37.5.5

ἣν εἴληχεν ἕκαστος φύσιν, ἢ ἔργῳ ἢ γνώμῃ:

### book 39.1

Πράσσει γάρ. συμπράττει καὶ συνεργεῖ τοῖς

### book 39.2

μὲν ἔργοις ἡ ἰσχύς, τοῖς δὲ βουλεύμασι καὶ λόγοις ὁ νοῦς.

### book 39.3

οὕτω γὰρ τῷ νῷ ὁ λόγος ἕπεται, ὥστε καὶ τὸ μέλλον προ‐

### book 39.4

γνῶναι ἀκολούθως ἐκείνους, ὧν ἐστι συγγενὲς καὶ συμ‐

### book 39.5.1

φυὲς καὶ ἀκόλουθον. μετέβαλε δὲ τὸ ὁμηρικόν·

### book 39.5.2

ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ’ ἐνὶ βουλῇ.

### book 42.1

Σέο δ’ ἀμφὶ τρόπῳ. περὶ τῷ σῷ τρόπῳ, ἤγουν

### book 42.2

ἐν τῷ σῷ τρόπῳ, καὶ ἀμφοτέρων ἡ χρῆσίς ἐστι καὶ λόγων

### book 42.3

καὶ ἔργων, ἤγουν χρήσιμος εἶ πρὸς ἀμφότερα:

### book 44.1

Οὐκ ἔραμαι. πιθανῶς, ὃ θέλει παραινέσαι τῷ

### book 44.2

χρομίῳ, ἐξ ἑαυτοῦ ἐξενήνοχεν. οὐκ ἐπιθυμῶ, φησί, κατα‐

### book 44.3

κρύψαι θησαυρόν, ἵνα πλουτῷ, ἀλλὰ παρόντων τῶν ἀπὸ

### book 44.4

τοῦ πλούτου, καὶ εὖ παθεῖν καὶ εὖ ἀκοῦσαι θέλω, ἐξαρ‐

### book 44.5.1

κῶν τοῖς φίλοις. τὸ δὲ ὅλον· εὐεργετικὸς γίνου· αἱ γὰρ

### book 44.5.2

ἐλπίδες καὶ αἱ μέλλουσαι προσδοκίαι. κοιναὶ καὶ ἄδηλοι τοῖς

### book 44.5.3

ἀνθρώποις. ἔστιν δὲ ὃ λέγει τοιοῦτον· εἴ τις τοῖς φίλοις

### book 44.5.4

ἐπαρκέσαι, οὗτος ἐν ἐλπίσιν ἐστίν, ὡς καὶ αὐτός ποτε ἐκ‐

### book 44.5.5

πεσὼν τοῦ πλούτου τῆς ἴσης τύχοιεν ἀμοιβῆς· ἄδηλα γὰρ

### book 44.10

τὰ τῆς τύχης συμπτώματα: —

### book 44

ἱστορία, ὅπως ἡρακλῆς βρέφος ὢν τοὺς δράκοντας ἔπνιξεν:

### book 49.1

Ἐγὼ δ’ ἡρακλέος. διαπορεῖται, τίνι ἀφορμῇ εἰς

### book 49.2

τὸν περὶ ἡρακλέους λόγον παρῆλθεν, καί φασιν ὅτι, ὥσπερ

### book 49.3

ἡρακλῆς βρέφος ἔτι ὢν καὶ νικήσας τοὺς δράκοντας ἐκ

### book 49.4

τούτου ἐδήλωσεν ὁποῖος μέλλει ἔσεσθαι, οὕτω καὶ ὁ νική‐

### book 49.5.1

σας νῦν ἐπεὶ ἀρξάμενος ἀγωνίζεσθαι ἐνίκησεν ὑπόδειγμα

### book 49.5.2

δίδωσι τῆς μετὰ ταῦτα ἀριστείας αὐτοῦ:

### book 54.1

Ὣς ἐπεὶ σπλάγχνων. διηγήσομαι, φησίν, ὅπως

### book 54.2

ἐκ τῆς μητρικῆς νηδύος εἰς τὰς αὐγὰς ἦλθε τὰς ἡλιακὰς ὁ

### book 54.3

τοῦ διὸς παῖς ἡρακλῆς, ἅμα τῷ ἀδελφῷ ἰφικλεῖ διδύμῳ ὄντι

### book 54.4

ἐκφυγὼν τὴν ὠδῖνα:

### book 56.1

Διδύμῳ σὺν κασιγνήτῳ. τῷ ἰφικλεῖ διδύμῳ

### book 56.2

ὄντι μετ’ αὐτοῦ. ἐναντίον τῷ θεοκρίτῳ. ἐκεῖνος γάρ

### book 56.3

φησι· νυκτὶ νεώτερον ἰφικλῆα:

### book 57.1

Ὥς τ’ οὐ λαθών. διηγήσομαι, φησί, καὶ ὅπως

### book 57.2

οὐ δυνηθεὶς διαλαθεῖν τὴν ἥραν, εἰς κροκοβαφὲς ὕφασμα

### book 57.3

ἐπετέθη σπαργανωθείς:

### book 59.1

Ἀλλὰ θεῶν βασίλεια. ἡ ἥρα, φησίν, ὑπερζέ‐

### book 59.2

σασα τῷ θυμῷ ἔπεμψε δράκοντας, ἀνελεῖν αὐτὸν δηλονότι.

### book 59.3

οὐ τότε δέ, ὅτε ἀνετέθη τῷ κροκωτῷ σπαργάνῳ, ἐταράχθη,

### book 59.4

ἀλλ’ ὅτε ἐμίγη τῇ ἀλκμήνῃ ὁ ζεύς, ὥς φασι· διὸ καὶ δεκά‐

### book 59.5.1

μηνον γενέσθαι πεποίηκεν, ὅπως μὴ τὸ βούλευμα τοῦ διὸς

### book 59.5.2

εἰς ἔργον ἔλθῃ. ἦν γὰρ αὐτῷ βουλή, φασίν, ὑποτάξαι

### book 59.5.3

πάντας τῷ γεννηθέντι. τινὲς δὲ ὑπὸ ἀμφιτρύωνός φασι

### book 59.5.4

πεμφθῆναι τοὺς δράκοντας, γνῶναι βουλομένου, πότερος

### book 59.5.5

εἴη τῶν παίδων τοῦ διός. καὶ ὁ μὲν ἰφικλῆς, ὥς φασι,

### book 59.10.1

φεύγει· ἐνιαύσιοι γὰρ ἦσαν· ἡρακλῆς δὲ ἐπὶ τῆς εὐνῆς

### book 59.10.2

μείνας ἀμφοτέρους ἀπέπνιξεν:

### book 64.1

Ἀμφελίξασθαι. τὸ χ τέθεικεν, ὅτι τὸ μασᾶ‐

### book 64.2

σθαι ἀπὸ τοῦ παρεπομένου δεδήλωκε διὰ τὸ συστρέφειν

### book 64

τὰς γνάθους τοὺς μασωμένους: —

### book 67.1

Δισσαῖσι δοιούς. ταῖς δύο χερσὶν αὐτοῦ τοὺς

### book 67.2

δύο θῆρας ἐκ τῶν αὐχένων λαβὼν καὶ συσφίγξας ἀφύκτως

### book 67.3

ἐκράτει. τούτων δὲ πνιγομένων, αἱ ψυχαὶ ἀπέπτησαν καὶ

### book 67.4

νεκρὰ κατέλιπον τὰ παμμεγέθη σώματα:

### book 70.1

Μελέων ἀφάτων. ἀρρήτων, μὴ φατισθῆναι καὶ

### book 70.2

λεχθῆναι δυναμένων διὰ τὸ μέγεθος· ἢ πολυφθάρτων, κατ’

### book 70.3

ἐπίτασιν λαμβανομένου τοῦ α. φάσαι γὰρ τὸ φθεῖραι, ὅθεν

### book 70.4

καὶ φάσγανον.

### book 72.1

Ἀρήγοισαι λέχει. συνεχῶς ὁ πίνδαρος τὸ ἀρή‐

### book 72.2

γειν ἐπὶ τοῦ θεραπεύειν τάττει:

### book 76.1

Ὕβριν κνωδάλων. ἤγουν τὴν βλάβην τῶν δρα‐

### book 76.2

κόντων. ὕβριν δὲ λέγει, ἐπειδὴ ἀναιδῶς ἐπῆλθον αὐτῷ

### book 76.3

θεοῦ υἱῷ ὄντι. κνώδαλα δὲ κυρίως τὰ ἐν τῇ θαλάσσῃ θη‐

### book 76.4

ρία ἀπὸ τοῦ κνώσσειν ἤτοι διατρίβειν ἐν τῇ ἁλί, καταχρη‐

### book 76.5

στικῶς δὲ καὶ πᾶν θηρίον:

### book 81.1

Ὀξείαις ἀνίαισι τυπείς. ἤγουν ἐν σφοδραῖς

### book 81.2

λύπαις τρωθείς, διὰ τὸν οἰκεῖον υἱόν. τούτου γὰρ ἕνεκα

### book 81.3

καὶ τὴν αἰτίαν προστίθησιν ὁ ποιητής:

### book 82.1

Τὸ γὰρ οἰκεῖον. ἤγουν ἕκαστος δάκνεται τῷ

### book 82.2

οἰκείῳ κακῷ, περὶ δὲ τὰ ἀλλότρια συμπτώματα καὶ κακὰ

### book 82.3

ἀβλαβὴς καὶ ἄλυπος ἡ καρδία παραχρῆμα γίνεται:

### book 85.1

Ἔστα δὲ θάμβει δυσφόρῳ. δυσυπομονήτῳ.

### book 85.2

πῶς δὲ ταὐτὸ δυσυπομόνητον ἦν καὶ τερπνόν; ὅτι μὲν

### book 85.3

δρακόντων ἦν ἔφοδος καὶ νεογνὰ τὰ βρέφη δύο εἶδε καὶ

### book 85.4

ἐδυσφόρει μήποτε ἀπόλωνται. ἐπεὶ δὲ εἶδεν αὐτοὺς ἀγχο‐

### book 85.5.1

μένους ὑπὸ ἡρακλέους, ἐτέρφθη ὡς ἐκφυγόντων τὸν κίνδυ‐

### book 85.5.2

νον τῶν παίδων· διὸ καὶ ἐξεπλάγη δυσφορῶν ἅμα καὶ τερ‐

### book 85.5.3

πόμενος. ὅμοιον δέ ἐστι τῷ, δακρυόεν γελάσασα, παρ’

### book 85.5.4

ὁμήρῳ:

### book 88.1

Παλίγλωσσον δέ οἱ. τὴν ἐναντιόφημον, τὴν

### book 88.2

ἐναντίον τοῖς προηγγελμένοις τὸν λόγον ἔχουσαν. οἱ μὲν

### book 88.3

γὰρ ἄγγελοι ἐσήμαινον, ὅτι νεκρὰ ἦν τὰ βρέφη, ὁ δὲ εὗρε

### book 88.4

ζῶντα καὶ ὑπ’ αὐτῶν τοὺς δράκοντας ἀνῃρημένους. ἐναν‐

### book 88.5

τίον οὖν ἐγένετο τοῖς ἀγγελθεῖσι τὸ θέαμα: —

### book 92.1

Ὁ δέ οἱ φράζεν. ὁ τειρεσίας εἶπεν αὐτῷ τῷ

### book 92.2

ἀμφιτρύωνι καὶ ὅλῳ τῷ ὄχλῳ τῶν θηβαίων, ὁποίαις συν‐

### book 92.3

τεύξεται καὶ συναναστραφήσεται πράξεσί τε καὶ τύχαις ὁ

### book 92.4

ἡρακλῆς:

### book 96.1

Ὅσσους δ’ ἐν πόντῳ θῆρας. οἱ μὲν θῆρας

### book 96.2

τοὺς κατὰ θάλασσαν πειρατάς φασι διὰ τὸ ἄλογον αὐτῶν

### book 96.3

ἢ τὸ ἀπάνθρωπον, οἱ δὲ διὰ τὸ κῆτος ὅπερ ἀνεῖλεν. ἀπέ‐

### book 96.4

κτεινε γὰρ τὸ ἐν τρωάδι κῆτος, οὗ καὶ ὅμηρος μέμνηται,

### book 96.5

καὶ τὴν ἡσιόνην τούτου ἐρύσατο:

### book 97.1

Καί τινα σὺν πλαγίῳ. οὐκ ἀπὸ δικαίου τὴν

### book 97.2

περιουσίαν κτώμενον. μετῆκται δὲ ἀπὸ τῶν κακούργων.

### book 97.3

οὐ γὰρ τὴν λεωφόρον βαδίζουσιν, ἀλλ’ ἐκτρεπόμενοι ταύ‐

### book 97.4

την, πρὸς τὰς ἐρήμους διατρίβουσι. τείνει δὲ ὁ λόγος ἐπὶ

### book 97.5.1

βούσιριν καὶ ἀνταῖον· οὗτοι γὰρ δι’ ὕβριν ὑφ’ ἡρακλέους

### book 97.5.2

ἀπώλοντο ἑκάτεροι:

### book 100.1

Καὶ γὰρ ὅταν θεοί. φλέγρα τόπος ἐν θρᾴκῃ

### book 100.2

καὶ κώμη, ἔνθα οἱ γίγαντες ἀνῃρέθησαν ὑπὸ θεῶν. τῶν

### book 100.3

δὲ ἐχόντων μάχην θεῶν πρὸς τοὺς γίγαντας μὴ περι‐

### book 100.4

γινομένων τῆς μάχης, φασὶν εἰρηκέναι τὴν γῆν, μὴ ἄλ‐

### book 100.5.1

λως ἁλῶναι τούτους, εἰ μὴ συμμαχήσειαν αὐτοῖς δύο τῶν

### book 100.5.2

ἡμιθέων. ἡρακλέους τοίνυν καὶ διονύσου ἐλθόντων, ἐκρά‐

### book 100.5.3

τησαν οἱ θεοὶ τῶν γιγάντων. προεῖπεν οὖν ὁ μάντις, ὡς

### book 100.5.4

ὑπὸ τῶν ἡρακλέους τόξων πεσοῦνται καὶ τὴν κόμην αὐτῶν

### book 100.5.5

τὴν φαιδίμην τῇ γῇ συμμίξουσιν:

### book 105.1

Αὐτὸν μὰν ἐν εἰρήνῃ. καὶ τοῦτο προεῖπεν ὁ

### book 105.2

μάντις, ὅτι καὶ τοῦ λοιποῦ αὐτὸς ὁ ἡρακλῆς ἐν εἰρήνῃ καὶ

### book 105.3

ἡσυχίᾳ διάξει, ταύτην ἀμοιβὴν τῶν ἑαυτοῦ πόνων λαβών,

### book 105.4

καὶ ὅτι λήψεται γυναῖκα τὴν θαυμασίαν ἥβην, παρ’ αὐτῷ

### book 105.5.1

τῷ διῒ τελουμένης τῆς εὐωχίας τοῦ γάμου, ἐν τοῖς ὀλβίοις

### book 105.5.2

δώμασιν. ἰστέον δὲ ὅτι τὴν ποινὴν ἰδίως ὁ πίνδαρος ἐπὶ

### book 105.1

ἀγαθοῦ τάσσει, ὅταν ἀμοιβὴ γένηται μεγάλης κακοπαθείας

### book 105.2

εἰς ἀγαθόν. καὶ ὅμηρος· καὶ μέν τίς τε κασιγνήτοιο φο‐

### book 105.3

νῆος ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο:

### book 112.1

Σεμνὸν αἰνήσειν δόμον. ἤγουν ἐπαινέσαι

### book 112.2

τὸν οἶκον τοῦ διός, εἰς ὃν τοιούτων ἀγαθῶν ἔτυχε σύννο‐

### book 112.3

μος γεγονὼς τοῖς οὐρανίοις θεοῖς. ἢ τὸν νόμον, ὃν ἔχει

### book 112.4

ζεύς, τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων τιμῶν τε καὶ ἴσους τοῖς

### book 112.5

λοιποῖς θεοῖς ἀπεργαζόμενος:

### book prae 1

ἐκ τῶν παλαιῶν σχολίων.

### book 1.1

Ὅθεν περ καὶ ὁμηρίδαι. ὃν τρόπον, φησίν, οἱ

### book 1.2

ὁμηρίδαι καὶ οἱ υἱοὶ τοῦ ὁμήρου, ἤγουν οἱ ποιηταί, κατα‐

### book 1.3

χρηστικῶς ῥαψῳδοῦντες καὶ ᾠδάς τινας ποιοῦντες ἀπὸ διὸς

### book 1.4

ἄρχονται, οὕτω καὶ οὗτος ὁ ἀνὴρ τὴν καταβολήν, τουτέστι

### book 1.5.1

τὴν ἀρχὴν καὶ οἷον εἰπεῖν τὸν θεμέλιον τῶν ἱερῶν ἀγώ‐

### book 1.5.2

νων, ἀπὸ διὸς πεποίηται, νέμεα νικήσας πρῶτον. διῒ γὰρ

### book 1.5.3

ἀνάκειται ὁ νεμεακὸς ἀγών. ὅτι δὲ καταβολὰς ἔλεγον τὰς

### book 1.5.4

ἀρχὰς οὑτινοσοῦν ἔπους, δηλοῖ καὶ καλλίμαχος, λέγων·

### book 1.5.5

ἀρσινοῆς, ὦ ξεῖνε, γάμον καταβάλλομ’ ἀείδειν. μετῆκται

### book 1.10.1

δὲ ἡ λέξις ἀπὸ τῶν τὰς οἰκίας κατασκευαζόντων καὶ κατα‐

### book 1.10.2

βαλλόντων τοὺς θεμελίους. ἐλπὶς οὖν ἐστί, φησίν, ἀπὸ διὸς

### book 1.10.3

ἀρξάμενον τῶν ἀγώνων καὶ μετὰ ταῦτα νικήσειν. ὃ καὶ

### book 1.10.4

ἐγένετο εὐθέως. μετὰ γὰρ τὴν νεμεακὴν νίκην ἐστεφα‐

### book 1.10.5

νώθη καὶ ἐν ὀλυμπίᾳ. τὸ δὲ τὰ πόλλ’ ἀντὶ τοῦ ὡς ἐπι‐

### book 1.15

πλεῖστον. τοῦτο δὲ λέγει, ἐπεὶ οὐκ ἀπὸ διὸς ἤρχοντο ἀεί,

### book 1.1

ἀλλὰ καὶ ἀπὸ τῶν μουσῶν. ὁμηρίδας δὲ ἔλεγον μὲν τοπα‐

### book 1.2

λαιὸν τοὺς ἀπογόνους ὁμήρου, οἳ καὶ τὴν αὐτοῦ ποίησιν

### book 1.3

ἐκ διαδοχῆς ᾖδον· μεταταῦτα δὲ οἱ ῥαψῳδοὶ οὐκέτι τὸ

### book 1.4

γένος εἰς ὅμηρον ἀνῆγον, ἐπιφανεῖς δὲ ἐγένοντο οἱ περὶ

### book 1.20.1

κύναιθον, οὕς φασι πολλὰ τῶν ἐπῶν ἐμβαλεῖν εἰς τὴν

### book 1.20.2

ὁμήρου ποίησιν. ἦν δὲ ὁ κύναιθος τὸ γένος χῖος καὶ πρῶ‐

### book 1.20.3

τος ἐν συρακούσαις ἐρραψῴδησε τὰ ὁμήρου ἔπη, κατὰ τὴν

### book 1.20.4

ξθʹ ὀλυμπιάδα, ὡς ἱππόστρατός φησιν.

### book 9.1

Ὀφείλει δέ τι. οὐκ ἐπὶ τοῦ ἀνδρὸς τὸ ὀφείλει,

### book 9.2

ἀλλ’ ἐπὶ πράγματος, ὡς ἄν τις εἴποι· ὀφειλόμενον δέ τί

### book 9.3

ἐστι, καὶ ἀναγκαῖον νικᾶν αὐτὸν καὶ πύθια καὶ ἴσθμια,

### book 9.4

εἴπερ κατὰ τὰ ἴχνη τῶν πατέρων αὐτοῦ ὁ εὐθυπομπὸς

### book 9.5.1

αἰὼν ἔδωκεν αὐτὸν εἰς κόσμον ταῖς ἀθήναις, ὡς τῶν προ‐

### book 9.5.2

γόνων αὐτοῦ ἱερονικῶν ὄντων. οὕτω δὲ λεκτέον, ἐπεὶ

### book 9.5.3

καὶ τὰ ἑπόμενα οὕτω συναρμοσθήσεται, ὅταν λέγηται· πυ‐

### book 9.5.4

θίοισί τε νικᾶν τιμονόου παῖδα. οὐ γὰρ εἴρηκε παῖς. τοῦτο

### book 9.5.5

δὲ οὕτω συντάσσων, ὀφειλόμενόν ἐστι τὸν τιμονόου παῖδα

### book 9.10.1

νικῆσαι ἐν τοῖς προειρημένοις ἀγῶσι, τὸ ὑπέρβατον ποιή‐

### book 9.10.2

σεις σχῆμα:

### book 16.1

Ἔστι δ’ ἐοικός. ὥσπερ τῶν πλειάδων ὁ ὠρίων

### book 16.2

οὐκ ἀφίσταται οὐδὲ αἱ πλειάδες τοῦ ὠρίωνος, οὕτω καὶ

### book 16.3

τοῦτον πάρεδρον ἔσεσθαι τῇ νίκῃ εἰκός ἐστι. θέλοι δ’ ἂν

### book 16.4

τοῦτο δηλοῦν, ὅτι τῇ νεμεακῇ δεῖ συνάπτειν τὴν ἰσθμικὴν

### book 16.5.1

καὶ πυθικήν, καὶ οὕτως ἀκολουθεῖν, ὡς ταῖς πλειάσιν ὁ

### book 16.5.2

ὠρίων ἕπεται. ἐπέχει γὰρ τῇ ἐπιτολῇ τοῦ ταύρου ὁ ὠρίων.

### book 16.5.3

διό φησιν ἄρατος· λοξὸς μὲν ταύροιο τομῇ ὑποκέκλιτ[αι

### book 16.5.4

αὐτὸς] ὠρίων. αἱ δὲ πλειάδες εἰσὶν ἐπὶ τῇ οὐρᾷ τοῦ

### book 16.5.5

ταύρου κείμεναι, ἐξ ἑπτὰ ἀστέρων συγκείμεναι, κατὰ δὲ

### book 16.10.1

τὴν ὄψιν ἕξ, ὡς [ὁ] αὐτός φησιν· ἑπτάποροι δὴ ταίγε κατ’

### book 16.10.2

ἀνθρώπους ὑδέονται, ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλ‐

### book 16.1

μοῖσι. τὸ δὲ ὀρειᾶν, ἤγουν τῶν ὀρεινῶν, ἐπειδὴ ὁ ἄτλας

### book 16.2

ὁ τούτων πατὴρ ὁμώνυμα ἔσχεν ὄρη, ἐν οἷς καὶ αὐταὶ διέ‐

### book 16.3

τριβον:

### book 19.1

Καὶ μὰν ἁ Σαλαμίς γε. ζητεῖται, τίνος χάριν

### book 19.2

ἐμνήσθη τῆς σαλαμῖνος καὶ τοῦ αἴαντος. καί φασιν ὅτι, διὰ

### book 19.3

τὸ εἰς αἴαντα ἀναφέρειν τὸ γένος τὸν ἐπαινούμενον, οὐ

### book 19.4

διὰ τὸ οἰκεῖν ἐκεῖ· ἐν ἀθήναις γὰρ ᾤκει ἀχαρνεὺς ὢν τὸν

### book 19.5.1

δῆμον· ἐπεὶ καὶ μιλτιάδης καὶ κίμων καὶ ἀλκιβιάδης καὶ

### book 19.5.2

θουκυδίδης ὁ συγγραφεὺς εἰς αἴαντα τὸ γένος ἀνῆγον, ἴσως

### book 19.5.3

ὅτι διὰ τιμῆς ἦγον οἱ ἀθηναῖοι τὸν αἴαντα, ὡς μὴ μόνον

### book 19.5.4

φυλὴν αἰαντίδα ἀποδεῖξαι, ἀλλὰ καὶ κλίνην αὐτῷ μετὰ

### book 19.5.5

πανοπλίας κοσμεῖν. λόγον δὲ ἔχει, παγκρατιαστὴν ὄντα τὸν

### book 19.10.1

τιμόδημον, τῷ μαχιμωτάτῳ τῶν ἑλλήνων καὶ ἀνδρειοτάτῳ

### book 19.10.2

παραβάλλεσθαι. τίς δὲ ἡ ἀπόδειξις τοῦ μαχητὴν ἄνδρα

### book 19.10.3

θρέψαι τὴν σαλαμῖνα; ἡ ἐπιφερομένη· ἐν τροίᾳ γὰρ ὁ ἕκ‐

### book 19.10.4

τωρ, φησίν, ᾔσθετο τοῦ αἴαντος· τούτῳ γὰρ μονομαχήσας,

### book 19.10.5

ἐλείφθη. ἢ ἤκουσεν αὐτοῦ, ὅτι ἡ σαλαμὶς φέρει ἄνδρας

### book 19.15

ἀγαθούς.

### book 20.1

Φῶτα μαχατάν. ὅπερ ἔθος ἔχει ὁ ποιητὴς λέ‐

### book 20.2

γειν, καὶ ἐνταῦθα ἔφηνεν. εἶπε γὰρ φῶτα, ἄδηλον δὲ ὄν,

### book 20.3

ποῖον, παρακατιών φησιν· ἐν τροίᾳ μὲν ἕκτωρ αἴαντος

### book 20.4

ἄκουσεν:

### book 31.1

Ἀλλὰ κορινθίων. ὁ ἀλλὰ ἀντὶ τοῦ καί. ὡς

### book 31.2

καὶ παρ’ ὁμήρῳ· καὶ δή τοι εἶδος μὲν ἔην καλός, ἀλλὰ

### book 31.3

ποδώκης. ἵν’ ᾖ· καὶ ποδώκης. ἐν ταῖς πτυχαῖς δὲ τοῦ πέ‐

### book 31.4

λοπος, φησίν, ἤγουν ἐν τῇ πελοποννήσῳ, ἔλαβον ὀκτὼ νί‐

### book 31.5

κας ὑπ’ ἀνδρῶν κορινθίων, ἤγουν παρ’ ἀνδρῶν· ἡ ὑπὸ

### book 31

ἀντὶ τῆς παρά. κορίνθιοι γὰρ τότε ἐτίθεσαν τὸν ἀγῶνα: —

### book 37.1

[Τ]ὸν, ὦ πολῖται. τὸν δία, ᾧ ἀνάκειται ὁ

### book 37.2

ἀγὼν τῶν νεμέων, σὺν τῷ τιμοδήμῳ ὑπονοστοῦντι τοῦ

### book 37.3

ἀγῶνος, κωμάσατε καὶ μετ’ ἐγκωμίων ὑμνήσατε, εὐκλεῶς

### book 37.4

παραπέμποντες διὰ τῶν ἡδυτάτων ὕμνων. ἀπὸ τοῦ κώμου

### book 37.5

δὲ τὸ ἐγκώμιον νοητέον:

### book prae 1

τὸ προοίμιον εὐκτικόν.

### book 1.1

Μᾶτερ ἁμετέρα. [ἢ] ὡς ἐπιπνεόμενος ἐκ τῆς

### book 1.2

μούσης, ταύτην ἐπικαλεῖται καὶ μητέρα λέγει, ἢ ὅτι ἐξ αὐ‐

### book 1.3

τῆς ἐτρέφετο:

### book 7.1

Μελιγαρύων τέκτονες. ἢ τοὺς χορευτὰς λέγει

### book 7.2

τοὺς τότε σχεδιάσαντας τοὺς κώμους, ἢ ὅτι κατασκευάσουσι

### book 7.3

τοὺς ὕμνους ᾄδοντες:

### book 9.1

Σέθεν ὄπα μαιόμενοι. ἤγουν προθύμως ἐπι‐

### book 9.2

ζητοῦντες τὴν σὴν φωνὴν καὶ ᾠδήν, καὶ ἐπιθυμοῦντες

### book 9.3

ἀκοῦσαι αὐτήν:

### book 10.1

Διψῇ δὲ πρᾶγος. οὕτως ὀφείλων εἰπεῖν καὶ

### book 10.2

πρὸς πρόσωπον ἀποδοῦναι τὸν λόγον· ἄλλος μὲν ἄλλου

### book 10.3

διψᾷ καὶ ἐπιθυμεῖ πράγματος· ὁ δὲ πρὸς πρᾶγμα τὸν λό‐

### book 10.4

γον ἀπέδωκεν ἀττικῷ ἔθει, εἰπών· ἄλλο πρᾶγμα, δηλονότι

### book 10.5.1

ἄλλου πράγματος διψᾷ. ἐκεῖνοι γὰρ οὕτω ποιοῦνται τοὺς

### book 10.5.2

λόγους. [ὡς·] τὸ χρῆμα τῶν νυκτῶν, φησὶν ἀριστοφάνης,

### book 10.5.3

ἤγουν αἱ νύκτες. καὶ ὡς· χαλεπόν εἰσιν οἱ φίλοι οἱ φαινό‐

### book 10.5.4

μενοι παραχρῆμα, ὅταν πράττῃ τις εὖ· ἀντὶ τοῦ χαλεπὸν

### book 10.5.5

πρᾶγμα, ἤτοι χαλεποί:

### book 16.1

Ἄρχε δ’ οὐρανῶ. ὦ μοῦσα, φησί, θύγατερ τοῦ

### book 16.2

κρέοντος καὶ βασιλεύοντος τοῦ οὐρανοῦ τοῦ πολυνεφέλου,

### book 16.1

ἤγουν τοῦ διός, ἄρχε δοκίμου καὶ καλοῦ ὕμνου. κρέοντι δὲ

### book 16.2

εἶπεν, ἐπεὶ τὰ προότι διπλῶς ἐντάσσεται. ὁ γὰρ φίλος,

### book 16.5.1

φίλου φίλος, [καὶ φίλῳ φίλος] λέγεται· καὶ ὁ υἱός, πατρὸς

### book 16.5.2

υἱός, καὶ πατρὶ υἱός, καὶ τὰ τοιαῦτα. τὸ δέ, ἄρχε ὕμνον,

### book 16.5.3

ἀντὶ τοῦ ἀρχομένη ᾆδε ὕμνον δόκιμον καὶ καλόν. ἔστι δὲ

### book 16.5.4

ὅμοιον τῷ· ἔπεχε νῦν σκόπῳ τόξον, ἀντὶ τοῦ· ἐπέχων ἔν‐

### book 16.5.5

τεινε κατὰ σκοποῦ τὸ τόξον:

### book 38.1

Ἥρως θεός. κατὰ χρησμὸν τοῦ ἀπόλλωνος ἥρωα

### book 38.2

καὶ θεὸν τὸν ἡρακλέα λέγει:

### book 40.1

Δάμασε δέ. ἐν παρεκβάσει ὁ ποιητὴς καὶ πλέον

### book 40.2

τι λέγει περὶ τοῦ ἡρακλέους. διὸ καὶ ἐπιλαμβάνεται ἑαυτοῦ,

### book 40.3

λέγων· θυμέ, πρὸς τίνα ἀλλοδαπὴν ἄκραν παραμείβῃ τὸν

### book 40.4

ἐμὸν πλοῦν, ἤγουν πρὸς τίνα ἔτρεψας τὸν ὕμνον, ἀφεὶς

### book 40.5.1

ὑμνεῖν ὃν προυβάλου; ἄκραν δὲ λέγει καὶ πλοῦν, ἐπιμένων

### book 40.5.2

τῇ τροπῇ:

### book 49.1

Ἕπεται δὲ λόγῳ. ἤγουν ἀκόλουθός ἐστιν ὁ τῆς

### book 49.2

δίκης ἄωτος καὶ τὸ ἀπάνθισμα, ὥστε αἰνεῖν αὐτὸν τοὺς

### book 49.3

ἐσθλοὺς ἐν λόγῳ. δέον δὲ εἰπεῖν, ἀκόλουθόν ἐστι τοὺς

### book 49.4

ἀγαθοὺς αἰνεῖν τὸν ἄωτον τῆς δίκης, ὁ δὲ οὕτως ἐξήνεγ‐

### book 49.5.1

κεν· εἴη δ’ ἂν ἄωτος δίκης, ὡς ἐμοὶ δοκεῖ, ὁ δικαιότατος

### book 49.5.2

αἰακός, ὃν δίκαιον αἰνεῖσθαι λέγει. εἰ δὲ καὶ οὕτως εἴποις,

### book 49.5.3

οὐκ ἀφυὴς ἔσῃ· ἕπεται καὶ ἀκολουθεῖ τῷ λόγῳ ὁ ἄωτος

### book 49.5.4

τῆς δίκης, ἤγουν ἡ δίκη περιφραστικῶς, αἰνεῖν τοὺς ἐσθλούς,

### book 49.5.5

τουτέστιν εὔλογον καὶ δίκαιόν ἐστιν αἰνεῖν τοὺς ἐσθλούς:

### book 55.1

Παλαιαῖσι δ’ ἐν ἀρεταῖς. ἤγουν ἐγκωμίοις,

### book 55.2

ὑμνεῖται παρὰ τοῖς ποιηταῖς, τὰς παλαιὰς ᾀδόντων αὐτοῦ

### book 55.3

ἀρετάς. μέμνηται δὲ τοῦ πηλέως τοῦ τελαμῶνος καὶ τοῦ

### book 55.4

ἀχιλλέως ὡς ἐχόντων τὸ γένος ἐξ αἰακοῦ, οὗ προλαβὼν

### book 55.5

ἐμνήσθη:

### book 57.1

Ὑπέραλλον αἰχμάν. ἤγουν εἰς τὸ ἅλλεσθαι καὶ

### book 57.2

κινεῖσθαι. ἐξάκουστος γὰρ ἡ τούτου αἰχμή, ὡς ἡ τοῦ

### book 57

αἴαντος ἀσπίς: —

### book 73.1

Μυριᾶν δ’ ἀρετᾶν. διὰ τὸ σαθρὸν καὶ ἀσθε‐

### book 73.2

νὲς τῆς ἐπιτηδεύσεως, ἀφ’ ἑτέρων εἰς ἕτερα μεταβαίνει ὁ

### book 73.3

τοιοῦτος, καὶ ἀτελεῖ καὶ οὐ πληρεστάτῳ καὶ ὁλοκλήρῳ νῷ

### book 73.4

τῶν ἀρετῶν ἅπτεται:

### book 79.1

Βραχυσίδαρον. [ἢ διό,] ὡς πρὸς τὸν ὅλον

### book 79.2

ἄκοντα, βραχεῖα ἡ ἀκωκή, ἤγουν τὸ σιδήριον τοῦ ἄκοντος.

### book 79.3

ἢ διὰ τὴν ἡλικίαν αὐτοῦ κἀκεῖνος βραχὺ τὸ σιδήριον εἶχεν,

### book 79.4

ἵν’ εὐκίνητος αὐτῷ εἴη:

### book 82.1

Σώματι δέ. ἢ ἐν ἀσθμαίνοντι καὶ πνευστιῶντι

### book 82.2

τῷ περὶ τὴν θήραν μόχθῳ τῷ ἑαυτοῦ σώματι ἐκόμιζε τοὺς

### book 82.3

κάπρους πρὸς τὸν χείρωνα. ἢ ἀσθμαίνοντα τὰ τῶν κάπρων

### book 82.4

σώματα ἐκόμιζεν, ἤγουν ἐκπνέοντα καὶ ἐκλείποντα ἤδη:

### book 92.1

Βαθυμῆτα χείρων. ἤγουν ὁ μὴ ἐπιπόλαια βου‐

### book 92.2

λευόμενος, ἀλλ’ ἐν βάθει φρενῶν. ἀντὶ εὐθείας δὲ τὸ βα‐

### book 92.3

θυμῆτα, ἤγουν ὁ συνετώτατος χείρων· ὡς καὶ παρ’ ὁμήρῳ,

### book 92.4

ἱππότα πηλεύς, καί, νεφεληγερέτα ζεύς:

### book 110.1

Πάλιν οἴκαδ’ ἀνεψιός. ἀνεψιός, ὁ τοῦ ἑλέ‐

### book 110.2

νου, ὁ μέμνων, εἴπερ τιθωνὸς καὶ πρίαμος ἀδελφοί, ὧν οὗ‐

### book 110.3

τοι παῖδες. ὅρα δὲ ὅπῃ λέγει τὸν μέμνονα ἀνεψιὸν τοῦ

### book 110.4

ἑλένου.

### book 110.5.1

[Start of a diagram]λαομέδων

### book 110.5.2

τιθωνός

### book 110.5.3

μέμνων

### book 110.5.4

πρίαμος

### book 110.5.5

ἕλενος[End of a diagram]

### book 117.1

Βοὴ δὲ νικαφόρῳ. ἢ τῶν χορευτῶν βοή, ἢ

### book 117.2

βοὴ καὶ ὕμνος συμπρέπει τῷ νικηφόρῳ ἀριστοκλείδῃ, χωρὶς

### book 117.3

ἄρθρου τότε ἐντασσομένου τοῦ ὀνόματος:

### book 121.1

Καὶ σεμνὸν ἀγλααῖσι. ταῖς ἄγαν ἡδείαις

### book 121.2

φροντίσι τῆς νίκης. ἢ ταῖς ἐμαῖς φροντίσιν, ἤγουν τῷ

### book 121.3

ὕμνῳ. θεάριον δὲ τόπος ἐν αἰγίνῃ δημόσιος, ἔνθα τὰ τῶν

### book 121.4

θεῶν συμπόσια γίνεται, ἤγουν αἱ τελεταί:

### book 122.1

Ἐν δὲ πείρᾳ. ἤγουν οὐκ ἔστι γνῶναι τὸν ἀν‐

### book 122.2

δρεῖον, ἐὰν μὴ ἑτέρῳ συμβάλῃ καὶ περιγένηται. καὶ ἐν

### book 122

ἄλλοις φησὶν οὕτω· διάπειρά τοι βροτῶν ἔλεγχος: —

### book 125.1

Ἐν παισὶ νέοισι παῖς. ἔοικεν ὁ πίνδαρος

### book 125.2

τρεῖς τελείας ἡλικίας λέγειν· παῖς, ἀνήρ, γέρων· ἤτοι ἀρχή,

### book 125.3

μέση, καὶ τέλος:

### book 131.1

Φρονεῖν δ’ ἐνέπει. ἢ, ὅτι τοιοῦτός ἐστι ὁ νι‐

### book 131.2

κηφόρος οἷον εἶπον, τὸ προκείμενον ἀρίστευμα παριστᾷ.

### book 131.3

ἢ, ὅτι τὸ προκείμενον λέγει φρονεῖν καὶ νοεῖν ἐκεῖνα ὧν

### book 131.4

οὐκ ἄπεστιν, ἤγουν ἀπὸ τοῦ προκειμένου νοεῖν χρὴ καὶ

### book 131.5.1

τὰς λοιπὰς αὐτοῦ ἀρετὰς ἃς ἔχει. πρὸς μὲν οὖν τὸ πρῶ‐

### book 131.5.2

τον στίξεις εἰς τὸ προκείμενον, καὶ τὸ ἑξῆς ἐρεῖς ἀσυνδέ‐

### book 131.5.3

τως· τῶν οὐκ ἄπεστιν οὗτος· ἤγουν ταῦτ’ ἔχει πάντα ἅπερ

### book 131.5.4

εἶπον ὁ νικητής. πρὸς δὲ τὸ δεύτερον ἐνημμένως ἐρεῖς.

### book 131.5.5

τὸ δέ, χαῖρε φίλος, κομματικὸν λέγε:

### book 133.1

Ἐγὼ τόδε τοι. ἤγουν τὸν ὕμνον σοι πέμπω

### book 133.2

κεκραμένον ἔκ τε φυσικῆς καὶ ἐπιπόνου ἐργασίας, καθὸ

### book 133.3

τὸ μέλι μὲν ἐκ πόνου, τὸ δὲ γάλα φυσικόν. οὗτος δὲ τὰ

### book 133.4

φυσικὰ τῶν ἐπακτῶν προτιμᾷ. τὸ δὲ ἑξῆς· κιρναμένα δ’

### book 133.5

ἔερσα [ἕως] ὀψέ περ:

### book 136.1

Αἰολίσιν ἐν πνοιαῖσιν. αἰολίδι ἁρμονίᾳ. ἢ

### book 136.2

τῇ ἐκ θηβῶν. ἄνωθεν γὰρ οἱ κατ’ αὐτὸν θηβαῖοι αἰολέων

### book 136.3

ἄποικοι:

### book prae 20

ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον ἐκ παραδείγματος:

### book 20.1

Κοινὸν φέγγος. ἢ ἡ αἴγινα κοινός ἐστιν ὀφθαλ‐

### book 20.2

μὸς διὰ τὴν φιλοξενίαν, ἢ τὸν ὕμνον λέγει κοινὸν εἶναι

### book 20.3

πᾶσι τοῖς αἰγινήταις:

### book 44.1

Ἔκπαγλον ἀλκυονῆ. ἀντὶ τοῦ ἀλκυονέα. κατὰ

### book 44.2

συναίρεσιν δὲ γέγονεν, ὡς τὸ τυδέα τυδῆ παρ’ ὁμήρῳ·

### book 44

ἔνθ’ αὖτ’ ἀγγελίην ἔπι τυδῆ στεῖλαν [ἀχαιοί]: —

### book 45.1

Οὐ τετραορίας γε πρίν. οὐ πρὶν ἕλεν ἐν

### book 45.2

πέτρῳ δώδεκα τέτρωρα καὶ δὶς τόσους ἥρωας, ἀντὶ τοῦ·

### book 45.3

οὐ πρὶν εἷλεν αὐτόν, πρὶν αὐτὸς εἷλεν ἐν πέτρῳ τὰ δυο‐

### book 45.4

καίδεκα τέθριππα καὶ τοὺς ἱπποδάμους ἥρωας, ἤγουν τοὺς

### book 45.5.1

τῶν ἵππων ἐπιβεβηκότας ἡνιόχους. δὶς δὲ τόσους, ἤγουν

### book 45.5.2

δὶς τοσούτους ὅσα τὰ ἅρματα, τουτέστιν εἴκοσι τέσσαρας.

### book 45.5.3

καὶ τὸ εἷλε δὲ ἀπὸ κοινοῦ, κατὰ τὸ ἀνάλογον:

### book 55.1

Ὧραί τ’ ἐπειγόμεναι. παρατρέχουσαι ἢ κατ‐

### book 55.2

επείγουσαι ἡμᾶς. εἰς γὰρ τὴν ἐπιοῦσαν νεομηνίαν ὑπέ‐

### book 55.3

σχετο συντετελεσμένον ἐπιδείξασθαι τὸν ἐπινίκιον:

### book 60.1

Ἀντίτειν’ ἐπιβουλίᾳ. ἤγουν ἐναντιοῦ τῷ

### book 60.2

φθόνῳ, καὶ μὴ ὕπεικε τοῖς ἀντιτέχνοις καὶ ἐπιβασκαίνουσί

### book 60.3

σε. ὅ ἐστιν· ἀπόδος τὸν ἐπινίκιον τῇ ὡρισμένῃ ἡμέρᾳ:

### book 64.1

Φθονερὰ δ’ ἄλλος. τὴν προσδοκίαν ὁ βά‐

### book 64.2

σκανος καὶ τὸν σκοπὸν χαμαὶ πεσόντα ἤγουν μὴ κατὰ γνώ‐

### book 64.3

μην αὐτοῦ ἐξενεχθέντα ἰδών, σκότῳ καὶ ἀφανείᾳ κυλι‐

### book 64.4

σθήσεται. τοῦτο δὲ ἐκ μεταφορᾶς εἴρηται τῶν βέλη πεμ‐

### book 64.5.1

πόντων κατά τινος, ὅταν μὴ ἅψηται αὐτοῦ, ἀλλ’ ἄπρακτον

### book 64.5.2

εἰς γῆν πέσῃ:

### book 71.1

Ἐξύφαινε γλυκεῖα. ἢ, ἐξύφαινε τῇ οἰνώνῃ

### book 71.2

καὶ τῇ κύπρῳ μέλος πεφιλημένον καὶ ἀγαπητὸν πᾶσι·

### book 71.3

κοινῶς γάρ φαμεν τόδε. ἢ, πεφιλημένον τῇ οἰνώνῃ καὶ

### book 71.4

τῇ κύπρῳ. οἰνώνη δὲ ἡ αἴγινα, ἐξ ἧς ὁ νενικηκὼς ἦν:

### book 76.1

Ἔνθα τεῦκρος. οὗτοί εἰσιν οἱ ἀπὸ τοῦ αἰακοῦ

### book 76.2

καταγόμενοι. πᾶν δὲ τὸ γένος τούτου ὑμνεῖ, ὅτι πολλῶν

### book 76

κατῆρξε τόπων: —

### book 80.1

Φαεννὰν ἀχιλλεύς. ἣν λευκὴν νῆσον λέγου‐

### book 80.2

σιν. ἐκεῖ γὰρ δοκεῖ τὸ τοῦ ἀχιλλέως σῶμα μετακομι‐

### book 80.3

σθῆναι:

### book 84.1

Βουβόται τόθι πρῶνες. πεδιάδες καὶ τόποι

### book 84.2

πρὸς τροφὴν βοῶν ἐξαίρετοι. λέγεται δὲ ἐκ τοῦ γένους

### book 84.3

τῶν τοῦ γηρυόνου βοῶν αὐτόθι μεμενηκέναι τινάς:

### book 92.1

Δάμαρτος ἱππολύτης. πρὸς τὴν πόρθησιν τῆς

### book 92.2

ἰωλκοῦ ταῖς δολίαις ταύτης τέχναις χρησάμενος, διότι

### book 92.3

ἐπεβουλεύθη. τινὲς δὲ διορθοῦνται οὐκ ἀπιθάνως, ἀντὶ

### book 92.4

τοῦ χρησάμενος χωσάμενος γράφοντες, οἷον· χολωθεὶς

### book 92.5

ταῖς γενηθείσαις ἐξ ἀκάστου τέχναις δολίαις:

### book 97.1

Ἐκ λόχου. ἤγουν ἐκ τοῦ δάσους τοῦ ὄρους.

### book 97.2

ἀφῆκε γὰρ αὐτὸν ἄκαστος εἰς τὸ ἔρημα τοῦ πηλίου, ἵνα

### book 97.3

αὐτὸν οἱ κένταυροι φονεύσωσιν:

### book 101.1

Πῦρ δὲ παγκρατές. τὴν εἰς πυρὸς καὶ λεόν‐

### book 101.2

των φύσιν μεταμόρφωσιν τῆς θέτιδος παύσας, καὶ τῶν

### book 101.3

ἐκείνης μηχανῶν περιγενόμενος, ἔλαβεν αὐτὴν εἰς γυναῖκα.

### book 101.4

τὸ δὲ σχάσας ἀπὸ μεταφορᾶς εἴρηται τῶν ἐρεσσόντων. καὶ

### book 101.5

εὐριπίδης· σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς:

### book 107.1

Εἶδεν δ’ εὔκυκλον ἕδραν. ἤγουν τὸν

### book 107.2

κυκλοτερῆ οὐρανόν, ἀπειλῆφθαι γὰρ αὐτὸν ἐν οὐρανῷ λέ‐

### book 107.3

γουσιν. ἄλλοι δὲ τὸ τῶν θεῶν φασι κυκλοτερὲς συμ‐

### book 107.4

πόσιον:

### book 110.1

Δῶρα καὶ κράτος. ὁ ποσειδῶν γὰρ ἵππον

### book 110.2

αὐτῷ ἔδωκεν, ἥφαιστος μάχαιραν, καὶ ἕτεροι ἄλλα, καὶ

### book 110.3

κράτος τὸ διηνεκὲς αὐτῷ μέχρις ἐκγόνων φθάσαν:

### book 112.1

Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν.

### book 112.2

παροιμία ἐστί· τὰ πέρα γαδείρων οὐ περατά. λέγει οὖν

### book 112.3

ὅτι· οὐκ ἔστι δυνατὸν πάντας τοὺς ἐπαίνους τιμασάρχου

### book 112

διελθεῖν: —

### book 113.1

Ἀπότρεπε αὖτις· ἐπεί, φησίν, οὐκ ἔστιν

### book 113.2

ἐσωτέρω πλεῖν ἐπὶ τὴν δύσιν, ἐπὰν ἅπαξ τις ἐπὶ τὰ γά‐

### book 113.3

δειρα ἀφίκηται, ἐπιστρεπτέον ἐστὶν ἐπὶ τὴν εὐρώπην,

### book 113.4

ἤγουν πρὸς τὸν τιμάσαρχον τὸν νῦν ἐπαινούμενον:

### book 125.1

Πάτραν νιν ἀκούομεν. ἀκούομεν, φησί, τὴν

### book 125.2

πατρίδα αὐτὴν τὴν σήν, ὑπηρέτιν εἶναι τῆς ἐπὶ τῇ νίκῃ

### book 125.3

ᾠδῆς, ἤγουν ἡ πατρίς σου τοὺς σοὺς ὕμνους ᾄδει:

### book 133.1

Ὁ χρυσὸς ἑψόμενος. ὥσπερ, φησί, τὸν χρυ‐

### book 133.2

σὸν ποιεῖ τὸ πῦρ διαυγέστερον, οὕτω καὶ τοὺς ἀγαθοὺς ἄν‐

### book 133.3

δρας ὁ ὕμνος περιφανεστέρους ἀπεργάζεται:

### book 148.1

Τὰ δ’ αὐτὸς ἄν τις τύχῃ. ἅπερ ἄν τις τύχῃ,

### book 148.2

φησί, θεασάμενος, ταῦτα δοκεῖ καὶ ἀκριβέστερον διεξελθεῖν

### book 148.3

καὶ διαθεῖναι:

### book 151.1

Οἶον αἰνέων κε μελησίαν. μόνον ἄν τις αἰ‐

### book 151.2

νέων τὸν μελησίαν, τὰς ἀπαντώσας ἔριδας καταστρέφοι καὶ

### book 151.3

καταγωνίζοιτο, ἤγουν περιγίνοιτο τῶν ἐρίδων:

### book prae 4

ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον ἀπὸ τοῦ ποιητοῦ:

### book 4.1

Ἀλλ’ ἐπὶ πάσας. ἔμελλεν εἰπεῖν ἐνταῦθα· ἀλλὰ

### book 4.2

ποιῶ τὸ καὶ τό, ἀπέστρεψε δὲ τὸν αὑτοῦ λόγον πρὸς τὴν

### book 4.3

οἰκείαν μοῦσαν:

### book 11.1

Ματέρ’ οἰνάνθας. ἀντιστρόφως χρὴ λέγειν

### book 11.2

μᾶλλον τὴν οἰνάνθην μητέρα τῆς τελείας ὀπώρας, ἤγουν

### book 11.3

τὸν ἴουλον τὸν πρωτεύοντα τῆς γενειάδος:

### book 12.1

Μὴ δὲ κρόνου. συλλήψει κέχρηται, ἀπὸ κρόνου

### book 12.2

καὶ διὸς καὶ νηρηΐδων λέγων εἶναι τοὺς αἰακίδας. αἰα‐

### book 12.3

κοῦ γὰρ καὶ [ἐν]δηΐδος τῆς χείρωνος τελαμὼν καὶ πηλεύς,

### book 12.4

ὁ δὲ χείρων κρόνου, πάλιν τῶν νηρηΐδων φῶκος καὶ

### book 12.5.1

ἀχιλλεύς·

### book 12.5.2

[Start of a diagram]κρόνος

### book 12.5.3

χείρων

### book 12.5.4

[ἐν]δηΐς. ἧς καὶ αἰακοῦ

### book 12.5.5

τελαμὼν

### book 12.10.1

αἰακοῦ καὶ ψαμάθης

### book 12.10.2

φῶκος

### book 12.10.3

καὶ πηλεύς

### book 12.10.4

πηλέως καὶ θετίδος

### book 12.10.5

ἀχιλλεύς.[End of a diagram]

### book 17.1

Πὰρ βωμὸν πατέρος ἑλλανίου. ἤγουν τοῦ

### book 17.2

ἑλληνίου διός. οὕτω γὰρ ἐν αἰγίνῃ τιμᾶται διὰ τὴν τῶν

### book 17.3

ἐκεῖσε ἐλθόντων πρὸς αἰακὸν ἑλλήνων ἱκετείαν:

### book 27.1

Πῶς δὴ λίπον. ὅρα, πῶς διεσταλμένως φησὶν

### book 27.2

ἅπερ ᾐδεῖτο:

### book 30.1

Οὔ τοι ἅπασα κερδίων. ἤγουν οὐ πάντοτε

### book 30.2

φαινομένη ἡ ἀλήθεια ὠφέλιμός ἐστιν, ἀλλὰ δεῖ καὶ ἐπικε‐

### book 30.3

κρύφθαι τὸ τῆς ἀληθείας πρόσωπον:

### book 32.1

Καὶ τὸ σιγᾶν. καὶ πρᾶγμα, φησί, σιωπώμενον

### book 32.2

σοφώτερον τὸν ἀκροατὴν δείκνυσι, διεγεῖρον αὐτὸν πρὸς

### book 32.3

τὴν τούτου εὕρεσιν:

### book 38.1

Ἔχω γονάτων ἐλαφρὰν ὁρμήν. ἤγουν ὑπερ‐

### book 38.2

πηδήσω τὸ σκάμμα, ὥσπερ ἀθλητὴς ἐν πεντάθλῳ, καὶ νι‐

### book 38.3

κήσω καθάπαξ τοὺς ἐναντιουμένους μοι, καὶ ἐπαινέσαι

### book 38.4

ἰσχύσω οὓς προεθέμην:

### book 39.1

Καὶ πέραν πόντοιο πάλλοντ’ αἰετοί. ἤγουν

### book 39.2

ὃν τρόπον οἱ αἰετοὶ ἵπτανται καὶ πέραν τοῦ πόντου, οὕτω

### book 39.3

καὶ ὁ ὕμνος οὗτος δύναται καὶ πέραν τοῦ πόντου διαπε‐

### book 39.4

ρᾶν·

### book 39.5

Ὅπως ἠράσθη πηλέως ἡ τοῦ ἀκάστου γυνή:

### book 54.1

Ὡς ἄρα νυμφείας ἐπείρα. ἤγουν ἐπειρᾶτο

### book 54.2

καὶ ἀπόπειραν ἐποιεῖτο. τὸ ἐνεργητικὸν ἀντὶ [τοῦ] παθη‐

### book 54.1

τικοῦ. εἰ γὰρ ἦν ἐπείρα ἀντὶ τοῦ ἐσύννευεν, τὴν νυμ‐

### book 54.2

φείαν εὐνὴν ὤφειλεν, ἢ τῇ εὐνῇ· ἐπεὶ δὲ οὕτως ἐστὶν ἐν‐

### book 54.5.1

ταῦθα γενικῇ συντασσόμενον, οὕτως ἐκληπτέον. εὕρηται

### book 54.5.2

δὲ καὶ τοὐναντίον τὸ ἐπειρᾶτο ἀντὶ τοῦ ἐπείρα:

### book 75.1

Τὺ δ’ Αἰγίνᾳ. σὺ δέ, ὦ εὐθύμενες, φησί, περι‐

### book 75.2

σχεθεὶς καὶ περιληφθεὶς ὑπὸ τῶν ἀγκώνων καὶ τῶν ἀγκα‐

### book 75.3

λῶν τῆς νίκης, τὴν αἴγιναν ἐποίησας ὑμνεῖν σε. ἐν ἀγκώ‐

### book 75.4

νεσσι δὲ λέγει, ἐπεὶ παγκρατιαστὴς ἦν:

### book 82.1

Μείς τ’ ἐπιχώριος. ὁ δελφίνιος αἰγινήταις κα‐

### book 82.2

λούμενος ἱερὸς ἀπόλλωνος, ἐν ᾧ ἀγὼν τοῦ ἀπόλλωνος ὑδρο‐

### book 82.3

φόρια καλούμενος:

### book 89.1

Χρὴ δ’ ἀπ’ ἀθανῶν. διότι καὶ θησεὺς ἀθη‐

### book 89.2

ναῖος ὢν εὗρε τὸ παγκράτιον, καὶ μένανδρος ἀλείπτης ἦν

### book 89.3

τοῦ πυθέα, τοῦτο λέγει:

### book 92.1

Μηκέτι ῥίγει δίδου φωνάν. ἀντὶ τοῦ μηκέτι

### book 92.2

δυσφορῶν φθέγγου. ἢ συνεσταλμένως· ἀλλ’ ἑτοίμως καὶ

### book 92.3

παρρησίᾳ· πολλὰ γὰρ ἔχεις εἰπεῖν:

### book 93.1

Ἀνὰ δ’ ἱστία τεῖνον. πέτασον τὰ ἱστία, φησὶν

### book 93.2

ἐκ μεταφορᾶς τῶν μελλόντων πλεῦσαι, τουτέστι· φθεγγόμε‐

### book 93.3

νος τὰ περὶ τοῦ νικητοῦ οὐριοδρόμει. τὸ φθέγξαι δὲ μέσος

### book 93.4

ἐστὶ προστακτικός:

### book prae 1

ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον ἐκ παραδείγματος.

### book 1.1

Ἓν ἀνδρῶν ἓν θεῶν γένος. ἐκ μιᾶς ὑπάρχο‐

### book 1.2

μεν γῆς, φησίν, οἵ τε θεοὶ καὶ ἄνθρωποι. πρὸς τὸ εὐφυὲς δὲ

### book 1.3

τοῦ ἀλκιμήδου ἀφορᾷ τὸ προοίμιον:

### book 4.1

Διείργει δὲ πᾶσα. ἐκ πανδώρας ἐφ’ ἡμᾶς τὸ

### book 4.2

γένος προῆκται, κατὰ πάντα δὲ τὰ ἔργα τῆς δυνάμεως

### book 4.3

διαφέρομεν τῶν θεῶν:

### book 6.1

Ὁ δὲ χάλκεος. ἀπὸ τοῦ περιέχοντος τοὺς περι‐

### book 6.2

εχομένους ἀκουστέον, ἵν’ ᾖ ὁ λόγος· οἱ δὲ θεοὶ βεβαίως

### book 6.3

καὶ ἀδιαλείπτως ἀεὶ μένουσιν:

### book 11.1

Οὐδὲ μετὰ νύκτας. οὐδὲ πρὸς ἥντινα στάθμην

### book 11.2

ἔγραψεν ἡμᾶς δραμεῖν ἡ μοῖρα μετὰ νύκτας, ἤγουν οὐδὲ

### book 11.3

πρὸς ποῖον τέλος ἀπαντήσομεν κατὰ τὴν νύκτα, τουτέστι

### book 11.4

ποῖον ἔσται ἡμῖν τὸ τοῦ θανάτου τέλος, οὐκ οἴδαμεν:

### book 27.1

Ἴχνεσιν ἐν πραξιδάμαντος. τοῦ πάππου τοῦ

### book 27.2

ἀλκιμήδου, οὗ κατὰ τὰ ἴχνη φησὶν ἥκειν τὸν ἀλκιμήδην,

### book 27.3

ἐξ ἀναπαύσεως· ὁ γὰρ πατὴρ αὐτοῦ οὐκ ἐνίκησεν. οὗ χάριν

### book 27.4

καὶ τὸ παράδειγμα εἴρηκεν:

### book 36.1

Ὃς ὑπέρτατος. ὅστις ἐγένετο τῷ ἀγησιμάχῳ

### book 36.2

ὑπέρτατος τῶν υἱῶν, αὑτοῦ δηλονότι. ἴσως γὰρ ἐνίκησεν

### book 36.3

ἄν, ἐν ἄλλοις ἀγῶσι, ἢ καὶ ἐν ἄλλῳ καιρῷ· νῦν δὲ οὐκ

### book 36.4

ἐνίκησεν: —

### book 36.5.1

[Start of a diagram]ἀγησίμαχος νικᾷ

### book 36.5.2

σωκλείδης οὐ νικᾷ

### book 36.5.3

πραξιδάμας νικᾷ

### book 36.5.4

ὁ πατὴρ ἀλκιμήδου οὐ νικᾷ

### book 36.5.5

ἀλκιμήδης νικᾷ[End of a diagram]

### book 45.1

Μυχῷ δ’ ἑλλάδος. ἢ μυχὸν τῆς ἑλλάδος τὴν

### book 45.2

κόρινθον λέγει· ἐν τῷ τέλει γὰρ κεῖται. ἢ μυχοὺς τὰς πό‐

### book 45.3

λεις φησί· μυχοῖς γὰρ ἐοίκασι. τὸ δὲ μέγα εἰπών, ἤγουν

### book 45.4

μεγαλορρημονήσας περὶ τούτων καὶ καυχησάμενος:

### book 63.1

Καλλίας ἀδῶν. υἱὸς κρέοντος ὁ καλλίας, συγ‐

### book 63.2

γενὴς καὶ συμφατριώτης τοῦ νικητοῦ:

### book 90

Ἔγχεος ζακότοιο. οὐκ ἐκ παραδρομῆς ζάκοτον

### book 90.1

εἶπε τὸ ἔγχος, ἀλλ’ ὅτι ἰδιαίτερον παρὰ τὰ ἄλλα κατεσκεύα‐

### book 90.2

στο. τὸ δὲ αἰχμῇ ἔγχεος, ἢ τῇ ὀξύτητι, ἢ διότι δύο ξίφη

### book 90.3

εἶχε τὸ ἔγχος:

### book 108.1

Δελφῖνί κεν τάχος δι’ ἅλμας. οὐχὶ ἔξω

### book 108.2

ὄντι τῷ δελφῖνι, ἀλλ’ ἐπὶ τῆς θαλάσσης. τότε γὰρ καὶ τὸ

### book 108.3

τάχος αὐτοῦ φαίνεται. τὸ τάχος δὲ τοῦ μελησίου παραβάλ‐

### book 108.4

λει τῷ τοῦ δελφῖνος τάχει διὰ τὸ ταχέως τοὺς ἀλειφομένους

### book 108.5.1

ὑπ’ αὐτοῦ κατάγειν εἰς τοὺς ἀγῶνας. προτάττει δὲ τὸν περὶ

### book 108.5.2

αὐτοῦ ἔπαινον, εἶτα ἐπιφέρει αὐτόν:

### book prae 5

τὸ προοίμιον εὐκτικόν:

### book 5.1

Τεὰν ἀδελφεάν. ὅτι εἰλείθυια καὶ ἥβη ἀδελφαί,

### book 5.2

διὸς καὶ ἥρας θυγατέρες. ἀγλαόγυιον δὲ λέγει τὴν ἥβην,

### book 5.3

ὅτι ὃν ἡβῶμεν χρόνον αὐτοὶ ἑαυτῶν εὐπρεπέστεροι γινό‐

### book 5.4

μεθα, καλλωπιζομένων ἡμῶν τῶν μελῶν:

### book 7.1

Ἀναπνέομεν δέ. οὐχ ἅπαντες δέ, φησίν, ἐπίσης

### book 7.2

ζῶμεν, ἀλλ’ ὁ μὲν πλουτεῖ, ὁ δὲ νικᾷ, ὁ δὲ ἄλλο τι ποιεῖ.

### book 7.3

ἕτερον δὲ ἄνθρωπον διαχωρίζει τῶν ἄλλων ἀνθρώπων ἕτερα,

### book 7.4

ἤγουν παρηλλαγμένα πράγματα, ἅτινα γίνονται ἐν τῇ τύχῃ·

### book 7.5

καὶ τὸ ζυγὸν τοῦ πότμου, ἤγουν ἡ εἱμαρμένη:

### book 26.1

Οὐ δ’ ὑπὸ κέρδει βάλον. οὐ δὲ ὑπτιοῦνται

### book 26.2

πρὸς τὴν παροῦσαν νηνεμίαν καὶ τὸν εὐδιεινὸν πλοῦν.

### book 26.3

τοῦτο γὰρ μέγιστον κέρδος τῶν πλεόντων:

### book 29.1

Ἐγὼ δὲ πλέον ἔλπομαι. ἐγὼ δέ, φησίν, ἐλπίζω

### book 29.2

πλέον γενέσθαι τὸν τοῦ ὀδυσσέως λόγον διὰ τὸν γλυκὺν

### book 29.3

ὅμηρον, ἢ ἔπαθεν. ἤγουν οὐ τοσαῦτα λέγω πεπραχέναι τὸν

### book 29.4

ὀδυσσέα ὅσα κεκήρυχεν ὅμηρος περὶ αὐτοῦ, ἀλλὰ ἐλάττω.

### book 29.5.1

ἡδυεπῆ δὲ λέγει τὸν ὅμηρον, ἢ ὡς ἡδεῖς λέγοντα λόγους,

### book 29.5.2

ἢ ὡς καλοὺς λόγους λέγοντα περὶ τοῦ ὀδυσσέως, ἐν τῷ λέ‐

### book 29

γειν αὐτὸν παθεῖν τινα ὡς καρτερικόν: —

### book 32.1

Ποτανᾷ μαχανᾷ. τῇ ταχυτάτῃ μηχανῇ, ἤγουν

### book 32.2

τοῖς ποιήμασι, καθὸ ὑψοῦσι τὰς ἀρετὰς τῶν ὑμνουμένων.

### book 32.3

ἤ, ἐπεὶ τὰ ἔπη πτερόεντα λέγει ὅμηρος, καὶ οὗτος τοῦτό

### book 32.4

φησιν:

### book 40.1

Ὃν κράτιστον. ὅντινα αἴαντα ἐπόρευσαν καὶ

### book 40.2

ἤγαγον ἐν ναυσὶν αἱ πομπαὶ τοῦ εὐθυπνόου ζεφύρου πρὸς

### book 40.3

τὴν πόλιν τοῦ ἴλου, τουτέστιν εἰς τὴν ἴλιον. ποταπόν; κρά‐

### book 40.4

τιστον καὶ ἰσχυρότατον ἐν τῇ μάχῃ χωρὶς τοῦ ἀχιλλέως.

### book 40.5.1

ἤγαγον δὲ εἰς τροίαν, ὥστε κομίσαι τῷ μενελάῳ τὴν δά‐

### book 40.5.2

μαρτα καὶ τὴν γυναῖκα αὐτοῦ:

### book 71.1

Τρία ἔπεα διαρκέσει. ἱκαναί εἰσιν αἱ τρεῖς αἰ‐

### book 71.2

τίαι αὗται, ἃς ἀπαριθμοῦμαι, παραστῆσαι τὸ δικαίως αὐτῷ

### book 71.3

συμβεβηκέναι τὸν θάνατον, ἤγουν· τὸ ὑπὲρ κρεῶν ἀναιρε‐

### book 71.4

θῆναι, τὸ ἐπὶ τῇ ἀπωλείᾳ αὐτοῦ τοὺς δελφοὺς βαρυνθῆ‐

### book 71.5.1

ναι, καὶ τὸ ὅτι πεπρωμένον ἦν. εἶτα βεβαιῶν τοῦτο λέγει·

### book 71.5.2

οὐ ψευδής εἰμι μάρτυς ἐγὼ τοῖς ἐπὶ νεοπτολέμῳ λεχθεῖ‐

### book 71.5.3

σιν:

### book 90.1

Ὕδατος ὧτε ῥοάς. ἄγων, φησί, καὶ φέρων

### book 90.2

εἰς φίλον ἄνδρα ῥοὰς ὕδατος, ῥεύματα δηλονότι καὶ ὕμνους

### book 90.3

ἐκ τῆς ἐμαυτοῦ τῶν λόγων πηγῆς, κλέος λέγω ἐτήτυμον,

### book 90.4

ἤγουν ἀληθῆ δόξαν, αἰνέσω καὶ ὑμνήσω αὐτόν, ᾧ τε καὶ

### book 90.5.1

ᾥτινι δηλονότι φέρω τοῦτο. εἰ δὲ τὸ ὧτε ἀντὶ τοῦ ὥσπερ

### book 90.5.2

δωρικῶς νοήσεις, οὕτως ἐρεῖς· ἄγων καὶ φέρων εἰς φίλον

### book 90.5.3

ἄνδρα κλέος ἀληθές, ἤγουν ὕμνον, ὥσπερ ῥοὰς ὕδατος,

### book 90.5.4

αἰνέσω αὐτόν:

### book 94.1

Ἐὼν δ’ ἐγγὺς ἀχαιός. ἀχαιοὶ καὶ ἠπειρῶται

### book 94.2

κατ’ ἐξοχὴν οἱ μολοσσοί. οὐ μέμψεται οὖν, φησίν, ἀνὴρ

### book 94.3

ἀχαιὸς ὡς ὑβρίσαντα τὸν νεοπτόλεμον, ὡς πολλοὶ ἔδοξαν

### book 94

ἐν ἄλλοις ὑβρίσαι αὐτόν: —

### book 104.1

Μὴ τέρμα προβάς. ἀπὸ τῶν πεντάθλων μετ‐

### book 104.2

ενήνοχε τὸν λόγον, ἐν οἷς οἱ ἀθληταὶ δι’ ὑπερβολὴν

### book 104.3

ἰσχύος ὑπερβαίνουσι τοὺς προκειμένους ὅρους:

### book 106.1

Ὃς ἐξέπεμψε. ἀπὸ τοῦ πρὸς αὐτὸν λόγου εἰς

### book 106.2

τὸν περὶ ἐκείνου μετέστη:

### book 126.1

Ἡράκλεες. τοῦ ἡρακλέους ἐμνήσθη, ὅτι ὁ οἶ‐

### book 126.2

κος τοῦ ὑμνουμένου ἑκατέρωθεν ἡρακλείοις τεμένεσι περιεί‐

### book 126.3

χετο. λέγει δὲ ὅτι, [εἰ] ἐπιδέεται ἀνδρὸς ἀνὴρ εἰς τὰς

### book 126.4

βιωτικὰς χρείας, τί ἂν φαίημεν χρῆμα μεῖζον τοῦ τοὺς φι‐

### book 126.5

λοῦντας γειτνιᾶν:

### book 134.1

Ἀταλὸν ἀμφέπων θυμόν. προσηνῆ ποιῶν,

### book 134.2

φησί, τῷ πατρὶ τὸν θυμόν, ἤγουν μηδὲν ἐναντιούμενος τῷ

### book 134.3

πατρὶ ἀλλ’ ἐπιμελούμενος αὐτοῦ. κυρίως δὲ ἀταλὸν τὸ

### book 134.4

νήπιον, τὸ τλῆσιν καὶ κακοπάθειαν μὴ ὑποδεχόμενον. οὕτω

### book 134.5.1

δὲ ἐπίτασσε· ἐν σοί, ὦ ἡράκλεις, ὃς ἐδάμασας εὐτυχῶς τοὺς

### book 134.5.2

γίγαντας, ἐθέλοι ἂν ὁ σωγένης οἰκεῖν τὴν ζαθέαν ἀγυιὰν

### book 134.5.3

τῶν προγόνων αὐτοῦ τὴν εὐκτήμονα, ἀμφέπων καὶ θερα‐

### book 134.5.4

πεύων τῷ πατρὶ τὸν θυμόν, ποταπόν; ἀταλόν, ἤγουν ἱλα‐

### book 134.5.5

ρύνων αὐτὸν ταῖς θεραπείαις καὶ προσηνῆ ποιῶν:

### book 155.1

Διὸς κόρινθος. παροιμία ἐστὶν ἐπὶ τῶν τὰ

### book 155.2

αὐτὰ περὶ τῶν αὐτῶν λεγόντων πολλάκις, ἐξ ἱστορίας.

### book 155.3

μέμνηται ταύτης καὶ ἀριστοφάνης, καὶ ζήτει ταύτην

### book 155.4

ἐκεῖ:

### book prae 1

ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον εὐκτικόν:

### book 1.1

Ὥρα πότνια. ἤγουν εὐμορφία. τοῦτο δὲ εἴρηκε,

### book 1.2

διὰ τὸ τῆς ὥρας ἄνθος τοῦ νικηφόρου. ὁ δὲ νοῦς· ὦ ἀκμή,

### book 1.3

ἄγγελε τῶν ἀφροδισίων:

### book 22.1

Ἱκέτας αἰακοῦ. τοῦτό φησι παρόσον αὐχμοῦ ποτε

### book 22.2

γεγονότος ἐν τῇ ἑλλάδι δι’ αὐτοῦ τοῦ αἰακοῦ εὐφράνθησαν,

### book 22.3

εὐξαμένου καὶ λύσαντος τὸν αὐχμόν:

### book 54.1

Ἐχθρὰ δ’ ἄρα πάρφασις ἦν. τοῦτο δυσανα‐

### book 54.2

σχετῶν ἐπὶ τῷ ἀναιρεθῆναι τὸν αἴαντά φησιν:

### book 71.1

Χρεῖαι δὲ παντοῖαι. [λέγει] ὅτι πᾶσα πρᾶξις

### book 71.2

τοῖς τῶν ποιητῶν αὔξεται λόγοις, ἐξόχως δὲ τὰ περὶ πόνους

### book 71.3

κατορθώματα. ἡ δὲ τέρψις ζητεῖ θέσθαι ἐν τοῖς ὄμμασι

### book 71.4

πίστιν, ἤγουν καὶ τὰ ὄμματα πίστιν ἐκ τῆς τέρψεως λαμ‐

### book 71.5.1

βάνει τῶν πραγμάτων ὅπως ἔχει φύσεως. τερφθεὶς γάρ τις ἐκ

### book 71.5.2

τῆς ὄψεως καὶ τὴν φύσιν ἐρευνᾶν τοῦ πράγματος ἄρχεται:

### book prae 1

Ἐκ τῶν παλαιῶν σχολίων: τὸ προοίμιον ἀπὸ τοῦ ποιητοῦ:

### book 1.1

Κωμάσομεν. τοῦτο οὔκ ἐστιν ἐκ τῶν νεμεονι‐

### book 1.2

κῶν, ἀλλ’ οὐδὲ τὰ ἐπιφερόμενα. ἔστι δὲ ἀπὸ τοῦ χοροῦ

### book 1.3

ὁ λόγος, ἢ ἀπὸ τοῦ ποιητοῦ. φησὶ δέ· κωμάσομεν ἐκ

### book 1.4

σικυῶνος καὶ παρὰ τοῦ ἐκεῖ ἀπόλλωνος εἰς τὴν αἴτνην, εἰς

### book 1.5.1

τὸ δῶμα τοῦ χρομίου τοῦ φιλοξένου, ἀλλ’ ἀντὶ τῆς διαθέ‐

### book 1.5.2

σεως ταύτης τῆς φιλοξένου τὸν τῶν ἐπῶν γλυκὺν ὕμνον

### book 1.5.3

τελεῖτε, ὦ μοῦσαι:

### book 10.1

Αὐδὰν μηνύει. οἱ μέν, τὸν ὕμνον, φασίν, ἀνα‐

### book 10.2

τίθησιν· οἱ δέ, τὴν αὐτοῦ βοὴν τοῖς θεοῖς καταμηνύει,

### book 10.3

ἤγουν δείκνυσιν ἃ διὰ τὴν αὐτοῦ φιλοξενίαν αὐτῷ

### book 10.4

ᾄδουσιν:

### book 20.1

Ἅτε φοίβῳ. ποιητικῇ ἀδείᾳ τὰ ἐν σικυῶνι πύ‐

### book 20.2

θια τὸν ἄδραστον τεθεικέναι φησίν:

### book 43.1

Αἰσιᾶν οὐ κατ’ ὀρνίχων ὁδόν. ἐὰν μὲν πε‐

### book 43.2

ρισπωμένως τὸ αἰσιᾶν ἐκφέρῃς, ἐπὶ τῶν ὀρνίθων ἀκουστέον·

### book 43.1

ἐὰν δὲ βαρυτόνως, ἐπὶ τῆς ὁδοῦ: —

### book 43.2

[Start of a diagram][Start of a diagram section]ζεύς

### book 43.5.1

μελάμπους βίων

### book 43.5.2

ἀντιφάτης ταλαός

### book 43.5.3

ὀϊκλῆς ἐριφύλλη ἄδραστος[End of a diagram section]

### book 43.5.4

οὗ αἱ θυγατέρες ἐμάνη‐

### book 43.5.5

σαν, ἃς ἰάσατο ὁ μελάμ‐

### book 43.10.1

πους. καὶ ἔλαβε τὸ τῆς

### book 43.10.2

βασιλείας δίμοιρον: —

### book 43.10.3

[Start of a diagram section]προῖτος

### book 43.10.4

μεγαπένθης

### book 43.10.5

ἱππόνους

### book 43.15.1

καπανεύς

### book 43.15.2

σθένελος.[End of a diagram section][End of a diagram]

### book 76.1

Καὶ κτεάνων. εἰσί τινες ἄνδρες αὐτόθι ἔχοντες

### book 76.2

ψυχὰς κρείσσονας χρημάτων, ἤγουν οὐ δουλούμενοι φιλο‐

### book 76.3

κερδείᾳ ἀλλ’ ὑπερφρονοῦντες τὰ χρήματα:

### book 93.1

Ἕκτορι μὲν κλέος. τῷ ἕκτορι αὐτὸν προσεικά‐

### book 93.2

ζει ὡς ὑπὲρ τῆς πατρίδος ἀγωνιζόμενον ὥσπερ κἀκεῖνος:

### book 106.1

Αἰὼν ἁμέρα. ἐναντίον τοῦτο πρὸς τὸ τοῦ

### book 106.2

ὁμήρου. φησὶ γὰρ ἐκεῖνος· αἶψα γὰρ ἐν κακότητι βροτοὶ

### book 106.3

καταγηράσκουσιν:

### book 107.1

Ἴστω λαχών. τὸ μακάριον τοῦτο τῆς εὐδαιμο‐

### book 107.2

νίας μέρος ἴστω ὁ χρόμιος παρὰ θεῶν εἰληφώς, ἐν νεότητι

### book 107.3

διαπραξάμενός τι σὺν δίκῃ καὶ μέχρι γήρως εὐδαίμων δια‐

### book 107.4

μείνας:

### book 126.1

Εὔχομαι ταύταν. εὔχεται καὶ τὰ ἐν τοῖς δελ‐

### book 126.2

φοῖς πύθια νικῆσαι τὸν χρόμιον, μὴ μόνον τὰ ἐν σικυῶνι,

### book 126.3

καὶ κελαδῆσαι πάλιν κἀκείνην τὴν νίκην: —

### book 126.4

λείπει ἐνταῦθα ἡ ἐπῳδός, οἶμαι δὲ τοῦτο πεποιηκέναι

### book 126.5

τὸν ποιητὴν διὰ τὴν εὐχήν: —

### book prae 3

ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον εὐκτικόν:

### book 3

Ὅτι ἐκεῖ τὰ ἥραια τὰ ἑκατόμβαια ἐτελεῖτο:

### book 10.1

Οὐδ’ ὑπερμνήστρα. οὐ μόνον, φησί, τὸ ἄρ‐

### book 10.2

γος ἀρίστους ἐξάγει ἄνδρας, ἀλλὰ καὶ εἰς γυναῖκας ἐξαίρε‐

### book 10.3

τόν ἐστιν. ἡ γὰρ ὑπερμνήστρα μόνη οὐκ ἐξέπεσε τοῦ

### book 10.4

καθεστηκότος, ψηφισαμένη καὶ κρίνασα ἐντὸς τοῦ κουλεοῦ

### book 10.5.1

τὸ ξίφος ἔχειν καὶ μὴ ἑλκύσαι αὐτὸ πρὸς φόνον τοῦ ἀν‐

### book 10.5.2

δρὸς ὡς αἱ λοιπαὶ αὐτῆς ἀδελφαί:

### book 35.1

Βραχύ μοι στόμα. σημείωσαι, ὅτι, ἐπεὶ οὐκ

### book 35.2

ἦν ἐπίσημος ὁ ἀγών, ὃν ἐνίκησεν ὁ θειαῖος, τὰ ἑκατόμβαια,

### book 35.3

κατήντησεν εἰς τὰ περὶ τῆς πατρίδος. ἢ οὖν πάντα λέγε

### book 35.4

ὅσων ἐσθλῶν μοῖραν ἔχει τὸ τέμενος, ἢ στίξας εἰς τὸ ἀνα‐

### book 35.5.1

γήσασθαι, τὸ ἑξῆς θαυμαστικῶς λέγε· ὅσων ἐσθλῶν μοῖραν

### book 35.5.2

ἔχει τὸ τέμενος τὸ ἀργεῖον. ὅσην δὲ μέλλων εἰπεῖν πρὸς

### book 35.5.3

τὸ μοῖραν, ὅσων εἴρηκε πρὸς τὸ ἐσθλῶν:

### book 44.1

Ἔνθα νικήσαις δίς. ἐν τῷ ἀγῶνι νικήσας ἤδη

### book 44.2

δεύτερον, ἔσχεν ἡδεῖαν ἀνάπαυσιν ὁ θειαῖος τῶν πόνων.

### book 44.3

εὐφόρων δὲ λέγει πόνων, ἐπεὶ οἱ τοιοῦτοι πόνοι εὔφοροί

### book 44.4

εἰσι διὰ τὰ ἆθλα. ἢ εὐφρόνων ἵπποις, ἤγουν εὐφραν‐

### book 44.5

τῶν, διὰ τὸν αὐτὸν τρόπον:

### book 65.1

Καρπὸς ἐλαίας. διὰ τοῦτο ἐν παναθηναίοις

### book 65.2

ἔλαιον ἐδέδοτο τοῖς ἀθληταῖς, ἐπεὶ τὴν ἐλαίαν εὗρεν ἡ

### book 65.3

θεός:

### book 72.1

Τυνδαρίδαισι. μέμνηται τῶν διοσκούρων παν‐

### book 72.2

ταχοῦ ὡς ἀθλοθετούντων, ἢ ὡς ἀγωνιστῶν:

### book 76.1

Νικαφορίαις γὰρ ὅσαις. θαυμαστικὸν τὸ

### book 76.2

ὅσαις ἐξενήνεκται. ὅσαις γὰρ νικηφορίαις, ἤγουν πολλαῖς

### book 76.3

νίκαις αὐτῶν, ἀνέθηλε καὶ ηὐξήθη τὸ ἄστυ τοῦ προίτου,

### book 76.4

ἤγουν τὸ ἄργος:

### book 82.1

Ἐκ δὲ πελλάνας. ὅτι ἐν πελλήνῃ τοῖς νικήσα‐

### book 82.2

σιν ἀθληταῖς χλαῖνα ἐδίδοτο. ἐτελεῖτο δὲ ἐν αὐτῇ τὰ θεο‐

### book 82

ξένια: —

### book 91.1

Κάστορος δ’ ἐλθόντος. ἐπιξενωθεῖσι, φησί,

### book 91.2

τοῖς διοσκούροις παρὰ τῷ παμφάῃ, οὐδὲν θαυμαστὸν εἶναι,

### book 91.3

ἐκείνοις, ἀθληταῖς οὖσιν ἀγαθοῖς, καὶ τὸ σὸν μέρος δηλονότι

### book 91.4

συγγενές. ἤγουν· οὐ κενόν ἐστιν, ὦ θειαῖε, συγγενῆ εἶναί

### book 91.5.1

σε τῶν διοσκούρων, ἐπεὶ καὶ τῆς σπάρτης φύλακές εἰσι καὶ

### book 91.5.2

τοὺς ἀγῶνας διέπουσι σὺν ἑρμῇ καὶ ἡρακλεῖ:

### book 125.1

[Ἔνθεν ἁρπάξαντες. σημείωσαι,] ὅτι, ἑνὸς

### book 125.2

βαλόντος τὸν κάστορα τῇ στήλῃ, ἐπ’ ἀμφοτέρων λέγει λυγ‐

### book 125.3

κέως τε καὶ ἴδα. τὸ δὲ φλάσαν ἀντὶ τοῦ ἔθλασαν, κατὰ

### book 125.4

κοινωνίαν τοῦ θ πρὸς τὸ φ. τοὺς γὰρ θῆρας φῆρας οἱ

### book 125.5

αἰολεῖς καλοῦσιν:

### book 131-132.1

[Start of a diagram]ὑάκινθος κυνόρτης

### book 131-132.2

περιήρης

### book 131-132.3

ἰκάριος ἀφαρεύς λεύκιππος τυνδάρεως

### book 131-132.4

υἱοὶ εʹ καὶ πενελόπη.

### book 131-132.5.1

λυγκεύς. ἴδας.

### book 131-132.5.2

φοίβη. ἱλάειρα.

### book 131-132.5.3

τιμάνδρα. κλυταιμνήστρα. ἑλένη. κάστωρ. πολυδεύκης.[End of a diagram]

### book 135.1

Χαλεπὰ δ’ ἔρις. ἡ ἔρις, φησί, καὶ ἡ μάχη τῶν

### book 135.2

κρεισσόνων καὶ τῶν θεῶν χαλεπή ἐστιν ὁμιλεῖν τοῖς ἀν‐

### book 135.3

θρώποις, ἤγουν τὸ μάχεσθαι θεοὺς ἀνθρώποις βαρύ:

### book 166.1

Οὐ διπλόαν θέτο βουλήν. ἤγουν οὐ διπλῆν

### book 166.2

ἐποιήσατο βουλήν· ἀλλ’ εὐθὺς ἐπὶ τὸ ἕτερον ἐχώρησεν,

### book 166.3

ὥστε τὴν εὐδαιμονίαν μετὰ τοῦ ἀδελφοῦ συμμερίσασθαι:

### book prae 15

ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον εὐκτικόν:

### book 15

Ἀτρεμίαν τε σύγγονον. ἢ καὶ τὸν ἀτρεμίαν

### book 15.1

τὸν σύγγονον καὶ ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ, ἢ τὴν ἀτρε‐

### book 15.2

μίαν καὶ ἀφοβίαν καὶ ἀδειλίαν τὴν σύγγονον καὶ συμφυῆ

### book 15.3

καὶ συγγεγενημένην αὐτῷ:

### book 20.1

Θνατὰ μεμνάσθω. ἤγουν· μή, τῷ ὑπερβάλ‐

### book 20.2

λοντι τῆς εὐδαιμονίας ἐπαρθείς, μεγάλα φρονήσῃ καὶ θεὸν

### book 20.3

ἑαυτὸν λογίσηται, ἀλλ’ ἐννοείτω ὡς θνητός ἐστι καὶ τέλος

### book 20.4

ἀποθανὼν καὶ τῇ γῇ καλυφθήσεται:

### book 46.1

Φύλλ’ ἀοιδᾶν. οἱ μὲν περιφραστικώτερον

### book 46.2

τὰς ᾠδὰς ἤτοι τὰ ἐγκώμιά φασιν, οἱ δὲ τὰ τῶν στεφάνων

### book 46.3

ἐγκώμια:

### book 99.1

Νῦν δὲ παρ’ αἰγιόχῳ. νῦν δὲ παρὰ τῷ διῒ

### book 99.2

διαπαντὸς οἰκεῖ καλλίστην περιέπων εὐδαιμονίαν, καὶ τε‐

### book 99.3

τίμηται παρὰ τῶν θεῶν προσφιλέστατος ὢν αὐτοῖς, τήν τε

### book 99.4

ἥβην γαμεῖ καὶ εἰς γυναῖκα ἔχει, τῶν τιμίων οἴκων δεσπό‐

### book 99.5.1

της ὢν καὶ τῆς Ἥρας γαμβρός. μήτηρ γὰρ τῆς ἥβης ἡ

### book 99.5.2

ἥρα:

### book 113.1

Λακτίζοισα. σκληρᾷ μεταφορᾷ κέχρηται. ὅμη‐

### book 113.2

ρος δὲ οὐχ οὕτω λέγει, ἀλλά· κνίσση δ’ οὐρανὸν ἷκεν ἑλισ‐

### book 113.3

σομένη [περὶ] καπνῷ:

### book 180.1

Κυβερνατῆρος. ἀλληγορικῶς τὸν ἀλείπτην κυ‐

### book 180.2

βερνήτην προσηγόρευσεν, ᾧ φησι πεισθέντα αὐτὸν νικῆ‐

### book 180

σαι: —

### book prae 1

ἐκ τῶν παλαιῶν σχολίων.

### book 1.1

Μᾶτερ ἀελίου. τὴν θείαν μητέρα τοῦ ἡλίου φησί.

### book 1.2

καὶ ἡσίοδος δὲ οὕτω λέγει· θεία δ’ ἠέλιόν τε μέγαν. εἰ

### book 1.3

γὰρ μὴ ἐθεώμεθα τὸν ἥλιον, οὔτε αὐτὸν οὔτε τὸν χρυσὸν

### book 1.4

οὔτε τἄλλα ἐτεθήπειμεν. κἀνταῦθα δὲ τὸν χρυσὸν λέγει

### book 1.5.1

διὰ τὸ λαμβάνειν, οἶμαι, αὐτὸν μισθόν, τοὺς ὕμνους γρά‐

### book 1.5.2

φοντα:

### book 7.1

Ἐν ἁμίλλαισι. τὴν ἐν θαλάσσῃ πορείαν τῶν

### book 7.2

νεῶν ἁμίλλαν λέγει, ἐπεὶ τρόπον δή τινα ἁμιλλῶνται ταῖς

### book 7.3

κώπαις, τὸν πλοῦν ποιούμεναι:

### book 18.1

Μὴ μάτευε ζεὺς γενέσθαι. ἀκαταλλήλως ἐπέ‐

### book 18.2

ζευξε τὸν λόγον· ἀπὸ τοῦ περί τινος γὰρ πρός τινα ποιεῖται

### book 18.3

τὸν λόγον: —

### book 18.4

[Start of a diagram]λάμπων

### book 18.5

φυλακίδας πυθέας[End of a diagram]

### book 30.1

Μὴ φθόνει κόμπον. καλῶς τὸ ἑξῆς ἐπήνεγ‐

### book 30.2

κεν. εἰπὼν γὰρ κόμπον, ἐπήνεγκε τὸν ἐοικότα τῇ ἀοιδῇ.

### book 30.3

ὥσπερ γὰρ ἡ ᾠδὴ ἔπαρσίν τινα ποιεῖ, οὕτω καὶ ὁ ὕμνος

### book 30.4

ἐπαίρει τὸν ἐπαινούμενον:

### book 58.1

Πολλὰ μὲν ἀρτιεπής. ἤγουν ἡ εὑρίσκουσα ἐν

### book 58.2

ἐκείνοις ἀρετὰς εἰς ὑποθέσεις ἐγκωμίων ἀρτίους καὶ ὁλο‐

### book 58.3

κλήρους, ἤγουν μεγάλας. τοξεύματα δὲ μεταφορικῶς τοὺς

### book 58.4

ἐγκωμιαστικοὺς λόγους λέγει, ὡς καὶ ἐν ἄλλοις· πολλά μοι

### book 58.5

ὑπ’ ἀγκῶνος ὠκέα βέλη:

### book 65.1

Κατάβρεχε σιγᾷ. ἐπίσχες τὴν καύχησιν. σίγα

### book 65.2

διὰ τὸν ἔξωθεν φθόνον. κατάβρεχε δὲ εἶπεν, ὅτι τὸ κατα‐

### book 65

βρεχόμενον παύεται καὶ ἀφανίζεται: —

### book 68.1

Καὶ τοιαίδε τιμαί. αἱ τοῦ νικηφόρου τιμαί,

### book 68.2

φησί, τὴν ἐπινίκιον ᾠδὴν ἀγαπῶσι καὶ φιλοῦσιν ὡς μέλι: —

### book 68.3

[Start of a diagram]κλεόνικος

### book 68.4

λάμπων

### book 68.5

φυλακίδας πυθέας[End of a diagram]

### book 74.1

Ἔκνιζ’ ὄπιν. [σημείωσαι,] ὅτι τῷ δαπάναι πλη‐

### book 74.2

θυντικῷ ἐπέζευξεν ἑνικὸν τὸ ἔκνιζεν:

### book 75.1

Ἐν γυιοδάμαις. ἢ ταῖς δαμαζούσαις τὰ γυῖα τῶν

### book 75.2

ἐχθρῶν, ἢ ταῖς γυμναζούσαις τὰ γυῖα αὐτῶν τῶν ἀγωνιζο‐

### book 75.3

μένων: Οὕτω δὲ λέγε· αἰνῶ καὶ τὸν πυθέαν ἐν τῷ εὐθυ‐

### book 75.4

δρομῆσαι καὶ νικῆσαι κατὰ τὸν δρόμον ἐν ταῖς γυιοδάμαις

### book 75.5.1

τῶν πληγῶν τοῦ φυλακίδα. κοινωνεῖ γὰρ αὐτῷ τῆς νίκης,

### book 75.5.2

καλῶς αὐτὸν γυμνασάμενος. δέον δὲ εἰπεῖν ἐν τῷ εὐθυδρο‐

### book 75.5.3

μῆσαι τὸν φυλακίδαν ταῖς πληγαῖς τοῦ πυθέα, ἀντιστρό‐

### book 75.5.4

φως εἶπεν. αἱ γὰρ πληγαὶ καὶ τοῦ διδόντος εἰσὶ καὶ τοῦ

### book 75.5.5

λαμβάνοντος. ὅμοιον δέ ἐστι τῷ παρ’ εὐριπίδῃ· κάδμου

### book 75.10.1

παλαιῶν ἄρεος ἐκ μηνιμάτων: τὰ γὰρ μηνίματα τοῦ ἄρεος,

### book 75.10.2

ἤγουν αἱ ὀργαί, καὶ τοῦ κάδμου ἦν, ὡς κατ’ ἐκείνου γι‐

### book 75.10.3

νόμενα:

### book prae 2

ἐκ τῶν παλαιῶν σχολίων.

### book 2.1

Δεύτερον κρατῆρα. πρὸς τὸν πρῶτον ὕμνον,

### book 2.2

τὸν εἰς φυλακίδαν, φησὶ τοῦτον δεύτερον: Οὕτω δὲ λέγε·

### book 2.3

κίρναμεν δεύτερον κρατῆρα μοισέων μελέων ὑπὲρ τῆς

### book 2.4

εὐάθλου γενεᾶς τοῦ λάμπωνος, ὥσπερ ὅτε κιρνῶμεν

### book 2.5

ἐπὶ συμποσίου ἀνδρῶν θάλλοντος, δεύτερον κρατῆρα δη‐

### book 2

λονότι: —

### book 8.1

Νηρεΐδεσσί τε. ἐν τῷ δεσπότῃ τῶν νηρηΐδων

### book 8.2

κατὰ ἀντίπτωσιν, ἢ ἀπολελυμένως τῷ δεσπότῃ τοῦ ἰσθμοῦ

### book 8.3

καὶ τῶν πεντήκοντα παίδων: —

### book 8.4

Ἐμοὶ δοκεῖ τὸ παίδων πρὸς τὸ ὁπλοτάτου συνάπτεσθαι,

### book 8.5.1

οὕτω· τοῦ ὁπλοτάτου καὶ ἰσχυροτάτου τῶν παίδων, ἤτοι

### book 8.5.2

τῶν νέων τοῦ φυλακίδα νικῶντος. εἰ δὲ ἐπὶ τοῦ πυθέα

### book 8.5.3

τοῦτο νοεῖς, κατὰ μετοχὴν ἐρεῖς. εἰς ἀμφοτέρους γὰρ ὁ

### book 8.5.4

ὕμνος πεποίηται τοὺς ἀδελφούς. διὸ καὶ ὑπὲρ τῆς εὐάθλου

### book 8.5.5

γενεᾶς τοῦ λάμπωνος εἴρηκεν:

### book 33.1

Καὶ πέρα νείλοιο. τὰ ἑκατέρωθεν παρείληφε

### book 33.2

πέρατα. λέγει δὲ τὸ μὲν διὰ τὸν μέμνονα, ὃν ἐφόνευσεν

### book 33.3

ἀχιλλεύς, τὸ δὲ διὰ τὰς ἀμαζόνας, ὧν τὴν βασίλισσαν ὁ

### book 33.4

αὐτὸς ἀπέκτεινε πενθεσίλειαν:

### book 43.1

Ὑπὲρ ἀμπλακίαν. ἁμαρτίαν, ἀποτυχίαν, ἣν

### book 43.2

ἀπέτυχε μὴ λαβὼν τὰς ὑπεσχημένας αὐτῷ ἀθανάτους ἵπ‐

### book 43.3

πους παρὰ τοῦ λαομέδοντος. ἐν ναυσὶ δὲ ἤγαγε, παρὰ τὸ

### book 43.4

ὁμηρικόν· ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέ‐

### book 43.5

ροισιν:

### book 54.1

Κελήσατο. ἐνταῦθα παρέλειψεν ὁ ποιητὴς τὴν

### book 54.2

ἀρχήν, ἣν ἡ τελαμών φησι πρὸς ἡρακλέα ποιῆσαι. παρα‐

### book 54.3

κατιὼν δέ φησιν ἐξ ἐριβοίας παῖδα θρασὺν μοιρίδιον τελέ‐

### book 54.4

σαι τῷδε:

### book prae 1

ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον ἀπὸ τῆς πατρίδος τοῦ νικητοῦ:

### book 1.1

Ὦ μάκαιρα θήβα. ὁ λόγος πευστικὸς πρὸς τὴν

### book 1.2

θήβαν, ἤγουν· ὦ θηβαῖοι, οἱ ἐν ταῖς θήβαις οἰκοῦντες, ἢ

### book 1.1

ὦ πόλις. τὸ δὲ τέον θυμὸν ηὔφρανας εὔψυχον τὸν

### book 1.2

λόγον ποιεῖ. τὸ ἦ [ῥα] δὲ ἢ ἀντὶ τοῦ ἄρα, ἢ ἀντὶ διαζευ‐

### book 1.5.1

κτικοῦ κατὰ παλαιὰν συνήθειαν, οὑτωσίπως λαμβάνουσαν

### book 1.5.2

τοῦτο. πάρεδρον δὲ τῆς δήμητρος τὸν διόνυσον λέγει, ἢ

### book 1.5.3

ὅτι ἅμα τὰ μυστήρια τούτων ἐτέλουν, ἢ κατὰ ἀλληγορίαν·

### book 1.5.4

ἡ γὰρ ἄμπελος, ἥτις τὸν οἶνον στάζει, πάρεδρος καὶ σύν‐

### book 1.5.5

οικος τῇ γῇ:

### book 10.1

Ἡρακλείοις γοναῖς. ἀντὶ τοῦ ἐπὶ ταῖς ἡρα‐

### book 10.2

κλείαις γοναῖς μετῆλθεν ὁ ζεὺς τὴν ἀλκμήνην, ἤγουν συν‐

### book 10.3

εμίγη τῇ ἀλόχῳ χάριν τῆς ἡρακλέους σπερμογονίας:

### book 19.1

Ὀρθῷ ἔστασας ἐπὶ σφυρῷ. ἀντὶ τοῦ·

### book 19.2

ἀσφαλῆ αὐτοῖς ἀπειργάσω τὴν βάσιν τῶν λακεδαιμονίων,

### book 19

καθελοῦσα τὸν πρὸς ἀμυκλαεῖς πόλεμον: —

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/pindar-scholia-nemean-isthmian-ppu-ac.json (sha256:dcb6368e684b7398add7f345028f8cf18ef11873b0ae91497219061b185787aa). Cite as `eul_wid: ppu-ac`.
