---
title: Selections
title_greek: Ἐκλογαί
author: Phrynichus of Bithynia
eul_wid: oqu-ae
eul_aid: oqu
canonical: "https://eulogikon.org/grc/phrynichus-of-bithynia/text-ae"
canonical_json: "https://eulogikon.org/data/works/grc/phrynichus-of-bithynia-text-ae-oqu-ae.json"
sha256: "69dc5d18e4c247075a2d1d2946288a9b72177ceaf7c7f176c6349545ec45a54a"
period: Roman
dialect: Atticizing
domain: Grammar
format: Treatise
license: CC0-1.0
---

# Selections

*Ἐκλογαί*

**Author:** Phrynichus of Bithynia

**eul_wid:** `oqu-ae` · [HTML page](https://eulogikon.org/grc/phrynichus-of-bithynia/text-ae) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/phrynichus-of-bithynia-text-ae-oqu-ae.json)

## Text

### 4

Ὑπόδειγμα οὐκ ὀρθῶς, παράδειγμα δέ. Ἐμπτύει μου μὴ λέγε, ἀλλὰ καταπτύει μου.

### 10

Εὐχαριστεῖν μὴ λέγε, ἀλλὰ χάριν εἰδέναι. Ἄρτι ἥξω μὴ εἴπῃς, ἀλλ’ ἄρτι ἀφικόμην.

### 12

Τέμμαχος κρέως ἢ ἄρτου ἢ πλακοῦντος μὴ λέγε, ἀλλὰ τόμος· τὸ δὲ τέμμαχος ἐπὶ ἰχθύος μόνον. Ἄμυναν μὴ εἴπῃς, ἀλλὰ ἀμύνασθαι.

### 15

Σημῆναι, καθῆραι, θερμῆναι διὰ τοῦ η. Διωρία ἀδόκιμον, προθεσμία δέ.

### 20

Σπῖλος μὴ λέγε, κηλὶς δέ. Πίομαι καὶ πιοῦμαι.

### 30

Ἡνίκα μὴ εἴπῃς ἀντὶ τοῦ πότε· ἔστι γὰρ ὥρας δηλωτικόν, οἷον εἰπόντος τινὸς „πηνίκα ἀποδημήσεις;“, ἐὰν εἴπῃς „μετὰ δύο ἢ τρεῖς ἡμέρασ“, οὐκ ὀρθῶς ἐρεῖς, ἐὰν δὲ εἴπῃς „ἕωθεν“ ἢ „περὶ μεσημβρίαν“, ὀρθῶς. Ὀρθρινὸς οὔ, ὄρθριος δὲ καὶ ὄψιος ἄνευ τοῦ ν.

### 36

Ποταπὸς ἐπὶ τρόπου, οἷον „ποταπὸς Φρύνιχος;“ „ἐπιεικήσ“· ποδαπὸς δὲ ἐπὶ γένους, οἷον „ποδαπός ἐστιν;“ „Θηβαῖος ἢ Ἀθηναῖοσ“. ἔστι γὰρ ἐκ τίνος δαπέδου. Πεινῆν, διψῆν διὰ τοῦ η.

### 44

Αὐθαδίζεσθαι, μὴ ἀναιδεύεσθαι. Τελευταῖον· οὐ τευτάζειν—σὺ δ’ ὁ πάντα ἀκριβῶν καὶ τοῖς μακρῷ σου σοφωτέροις ἐπιτιμῶν ῥᾳδίως, τῷ ποτε τῶν καθαρῶς φωνὴν Ἑλλάδα ἀφιέντων τευτάζειν λέγοντι ἐνέτυχες; Βεβίασται ἡ κόρη, οὐκ ἔφθαρται.

### 50

Κόριον, ἢ κορίδιον, ἢ κορίσκη· τὸ δὲ κοράσιον παράλογον. Ἡ ὕσπληγξ, οὐχ ὁ ὕσπληγξ.

### 49

Ἰλὺς ποταμοῦ, τρὺξ δὲ οἴνου ἢ ὑποστάθμη. Κακοδαιμονᾶν διὰ τοῦ α· εὐδαιμονεῖν διὰ διφθόγγου· εὐδαιμονοῦσι διὰ τῆς ου, κακοδαιμονῶσι δὲ διὰ τοῦ ω μεγάλου.

### 55

Κόρημα, οὐχὶ σάρον· καὶ κορεῖν καὶ παρακορεῖν, οὐχὶ σαροῦν. Ἀφῆλιξ παρὰ τοῖς ἀρχαίοις ὁ πρεσβύτερος.

### 64

Ἀκέστης, οὐχ ἡπήτης· καὶ ἀκέσασθαι τὸ ἱμάτιον, οὐχ ἡπήσασθαι. Ἀγαθὸς μᾶλλον καὶ ἀγαθὸς μάλιστα, μὴ ἀγαθώτερος καὶ ἀγαθώτατος.

### 70

Γλωττοκομεῖον, οὐ γλωσσόκομον. Βραδύτερον, οὐ βράδιον.

### 72

Γρυλίζειν καὶ γρυλισμὸς συῶν, οὐ γρυλλισμὸς διὰ δύο λλ. Γογγυλὶς τὸ λάχανον, οὐ γογγύλη.

### 78

Ἀποκριθῆναι τὸ διαχωρισθῆναι, οὗ τὸ ἐναντίον συγκριθῆναι ἤγουν εἰς ἓν καὶ ταὐτὸν ἐλθεῖν· ἐπὶ δὲ τοῦ ἀποδοῦναι τὴν ἐρώτησιν ἀποκρίνασθαι λέγε. Ὅτι τῶν λαχάνων αἱ ἄνθαι ὄρμενα καλοῦνται, καὶ ἐξορμενίζειν τὸ βλαστάνειν καὶ ἐξανθεῖν.

### 81

Ἀσφάραγον, οὐκ ἀσπάραγον. Ἐκ παλαιοῦ, οὐχὶ ἀπὸ πάλαι ἢ ἔκπαλαι.

### 89

Ἐπὶ πολῆς, οὐ μετὰ τῆς ἔξ. Ἀνατέλλει ὁ ἥλιος, ἐπιτέλλει δὲ ὁ Κύων ἢ ἄλλο τι.

### 99

Ἔνδον εἰσέρχομαι βάρβαρον, καὶ ἔσω διατρίβω· ἐρεῖς δὲ ἔνδον διατρίβω, ἔνδον εἰμί, ἔνδον ἐστίν, εἴσω παρέρχομαι. Ἐπίδοξον οὐ τὸν ἐπίσημον, ἀλλὰ τὸν ἐλπιζόμενον καὶ προσδοκώμενον.

### 105+106

Ἔσχατον, οὐχὶ ἐσχατώτατον· οὐδὲ ἀμεινότερον, καλλιώτερον, κρειττότερον ῥητέον· συγκριτικοῦ γὰρ συγκριτικὸν οὐ γίνεται. Εὑρέσθαι, οὐχ εὕρασθαι.

### 112

Εὔνως ἔχει μοι μὴ λέγε, ἀλλ’ εὐνοϊκῶς. Εὔζωρον κέρασον καὶ εὐζωρότερον, οὐ ζωρότερον.

### 118

Ἦς ἐν ἀγορᾷ σόλοικον, λέγε οὖν ἦσθα, καὶ ἐὰν ᾖς ἐν ἀγορᾷ. Ἠκηκόεσαν, ἐγεγράφεσαν, ἐπεποιήκεσαν, ἐνενοήκεσαν· ἀλλ’ οὐ σὺν τῷ ι, ἐνενοήκεισαν.

### 120

Ὁ ῥύπος, οὐ τὸ ῥύπος. Μέθυσος ἀνὴρ οὐκ ἐρεῖς, ἀλλὰ μεθυστικός· γυνὴ δὲ μέθυσος.

### 126

Ἄχαριν ὀσμὴν λέγε, ἀλλ’ οὐ βρῶμον. Ἡρακλέα, Θεμιστοκλέα, ἀλλὰ μὴ Ἡρακλῆν.

### 128

Ἀνέῳγεν ἡ θύρα μὴ εἴπῃς, ἀλλ’ ἀνέῳκται. Διεφθορὸς αἷμα μὴ εἴπῃς, ἀλλὰ διεφθαρμένον.

### 135

Ὅτι ἔνθα τραγῳδοὶ καὶ κωμῳδοὶ ἀγωνίζονται, λογεῖον λέγεται· ἔνθα δὲ οἱ αὐληταὶ καὶ οἱ χοροί, ὀρχήστραν, οὐ θυμέλην. Αἱ νῆες, οὐχ αἱ ναῦς, σόλοικον γάρ· οὐδὲ τὰς νῆας, ἀλλὰ τὰς ναῦς.

### 141

Εἰσιέναι διὰ τοῦ ε, τὸ δὲ εἰσίτω χωρίς. Κλαδᾶν ἀμπέλους, μὴ κλαδεύειν.

### 144

Πολίτης, μὴ συμπολίτης. Ῥάπισμα οὐκ ἐν χρήσει· τὸ γὰρ τὴν γνάθον πλατείᾳ τῇ χειρὶ πλῆξαι ἐπὶ κόρρης πατάξαι Ἀθηναῖοί φασιν.

### 151

Κυνίδιον, οὐ κυνάριον. Ἐδεδίεσαν· καὶ τοῦτο τῆς Λολλιανοῦ Μούσης· σὺ δὲ λέγε ἐδέδισαν.

### 154

Ἀφείλετο, ἀφειλόμεν, οὐκ ἀφείλατο καὶ ἀφείλαμεν. Ἐπεξιὼν καὶ ἐπέξειμι, οὐχὶ ἐπεξελεύσομαι καὶ ἐπεξελευσόμενος.

### 160

Δυσωπεῖσθαι· τὸ ἐντρέπεσθαι καὶ μὴ ἀντέχειν δι’ αἰδῶ· παρὰ δὲ τοῖς ἀρχαίοις τὴν ὑφόρασιν καὶ τὸ ὑποπτεύειν. Κολάβους τοὺς ἐν τῇ λύρᾳ.

### 165

Ἀπόνιπτρον, οὐχὶ νίμμα. Μέσα τῶν δακτύλων, οὐ μεσοδάκτυλα· ἐναυτίασα γὰρ ἀκούσας τοῦτο.

### 170

Μέγα δυναμένους λέγε, οὐ μεγιστάνας. Ἰδιοῦσθαι, οὐκ ἐξιδιάζονται.

### 174

Αὐτότροφος μὴ λέγε, ἀλλ’ οἰκόσιτος· μηδὲ οἰκογενῆ, ἀλλ’ οἰκότριβα. Σφυρήτατον, καὶ ὁλόσφυρον, οὐχ ὁλοσφύρατον.

### 176

Ὀπωρώνης λέγε, οὐχὶ ὀπωροπώλης. Ἐξαμβλῶσαι, οὐκ ἐκτρῶσαι.

### 184

Ὅτι τὸ ἀναθέσθαι δύο σημαίνει· τὸ μεταγινώσκειν ἐφ’ οἷς εἴρηκεν, οἷον „ἀνατίθεμαι εἰς αὖθις τὸ πρᾶγμα“, καὶ ἀνατιθέναι τὸ φορτίον. Σταθερὰ μεσημβρία, καὶ σταθερὰ γαλήνη· ἐμβριθὴς δὲ ἄνθρωπος.

### 186

Ἀναπεσεῖν· οὐ καλῶς ἐπὶ τοῦ ἀνακλιθῆναι τάττεται· ἐὰν δὲ ἐπὶ τοῦ τὴν ψυχὴν ἀδημονῆσαι, καλῶς· ἀνέπεσεν ἄνθρωπος ἤγουν τὴν ψυχὴν ἠθύμησεν. Ἀνάκειται ἀνδριὰς καλῶς ἐρεῖς· ἀνάκειται δὲ ἐπὶ κλίνης οὐκέτι, ἀλλὰ κεῖται.

### 189

Σκεδάννυται, οὐ σκορπίζεται. Ἐνθήκη ἄτοπον, παρενθήκη δέ.

### 195

Ἐξυπνισθῆναι πάρες· ἀφυπνισθῆναι δέ. Ἀρτοποιός καὶ ἀρτοπόπος.

### 197

Βασίλεσσα· οὐδεὶς εἶπε τῶν ἀρχαίων, ἀλλὰ βασίλεια καὶ βασιλίς. Σικχαίνομαι· τῷ ὄντι ναυτίας ἄξιον τοὔνομα· ἀλλ’ ἐρεῖς βδελύττομαι.

### 200

Ἀλεκτρυὼν καὶ ἐπὶ θήλεος καὶ ἐπὶ ἄρρενος. Γλωττίδας αὐλῶν καὶ ὑποδημάτων, οὐ γλωσσίδας.

### 203

Διώρυγος· οἱ δὲ ἀρχαῖοι διώρυχος. Διόσκοροι, οὐ Διόσκουροι.

### 207

Ὑστερίζειν τῷ καιρῷ οὐ λέγεται, ἀλλὰ τοῦ καιροῦ. Ἐπαοιδὴ ποιητικόν· σὺ δὲ ἐπῳδὴ λέγε.

### 215

Διδόασιν, οὐ διδοῦσιν. Πήχεος καὶ πήχεων δέον, οὐ πηχὸς καὶ πηχῶν.

### 218

Συντυχίαν λέγε, οὐ σύμπτωμα· ἢ οὕτω „συνέπεσεν αὐτῷ τόδε γενέσθαι“. Κατορθῶσαι δόκιμον· τὸ δὲ κατόρθωμα ἀποδιοπομπώμεθα.

### 220

λέγειν οὖν χρὴ ἀνδραγαθήματα. Ὑπαίθριον, οὐχ ὕπαιθρον.

### 222

Προδωμάτιον, οὐ προκοιτών, ἐπεὶ δωμάτιον τὸν κοιτῶνα. Ῥοίδιον, οὐ ῥοΐδιον.

### 229

Στύππιον, οὐ στυππέϊνον. Ἀντίρρησιν μὴ λέγε, ἀντιλογίαν δέ.

### 233

Καθέζομαι, καθεδοῦμαι, καθεδοῦνται, καθεδούμενος. Υἱέος, υἱέι.

### 234

υἱέα δὲ μή, ἀλλ’ υἱόν. Ἀνέκαθεν ἐπὶ χρόνου φυλακτέον λέγειν, οἷον „ἀνέκαθέν μοί ἐστι φίλοσ“· λέγειν οὖν χρὴ „ἄνωθέν σοι φίλος εἰμί“.

### 235

τὸ δὲ ἀνέκαθεν, λέγε „ἀνέκαθεν κατέπεσεν“. Ἑκὼν εἶναι οὐ μὴ ποιήσω· ὅσοι δὲ ἐπὶ καταφάσεως, οἷον „ἑκὼν εἶναι ἐποίησα“, ἁμαρτάνουσιν.

### 240

Ὄρθρον καὶ ὀρθρεύεσθαι τὸ πρὸ ἀρχομένης ἡμέρας, ἐν ᾧ ἔτι λύχνῳ δύναταί τις χρῆσθαι. ὃ οἱ πολλοὶ ἁμαρτάνοντες ὄρθρον λέγουσιν, τοῦτο {ὃ} οἱ ἀρχαῖοι ἕω λέγουσιν. Μάγειρος δόκιμον, τὸ δὲ μαγειρεῖον οὐκέτι, ἀλλ’ ὀπτάνιον.

### 242

Φίλος μοι τυγχάνει ὤν, καὶ ἐχθρός μοι τυγχάνει ὤν. Ἐξετάζειν καὶ παραβάλλειν, οὐ συγκρίνειν οὐδὲ σύγκρισις.

### 244

Κατ’ ἐκεῖνο τοῦ καιροῦ σὺν τῷ ἄρθρῳ. Ἐπέστησεν ἤγουν ἠπόρησεν, καὶ ἐπιστάσεως ἄξιον τὸ πρᾶγμα καὶ ἐπισκέψεως.

### 250

Ἵνα ἀγάγωσιν, οὐχ ἵνα ἄξωσιν. Καρποὺς ξηροὺς καὶ ὑγρούς, οὐ γεννήματα.

### 251

Ὑπήντησε, συνήντησε. Ὀνυχίζειν καὶ ἐξονυχίζειν ἐπὶ τοῦ ἀκριβολογεῖσθαι τίθεται· τὸ δ’ ἀπονυχίζειν τὸ τὰς ὑπεραυξήσεις τῶν ὀνύχων ἀφαιρεῖν.

### 261

Φλέϊνα τὰ ἀπὸ τοῦ φλέως πλεκόμενα. Πεποίθησις οὐκ εἴρηται, ἀλλ’ εἴ τι πιστεύειν ἢ πεποιθέναι.

### 264

Ἔγγειον μὴ λέγε, ἀλλ’ ἐγγύτερον· ἐπὶ δὲ τοῦ ἐν τῇ γῇ, οἷον „ἔγγυον κτῆμα“, εἴ τις χρῷτο, ἄριστα ἂν χρήσαιτο, ὡς καὶ Δημοσθένης „ἔγγειον τόκον“ λέγει. Ἐξάδελφος ἀποδιοπομπητέον, ὁ ἀνεψιὸς δὲ ῥητέον.

### 275

Πανδοκεῖον, πανδοκεύς, πανδοκεύτρια. Ἐκτενῶς μή, δαψιλῶς δέ.

### 285

Πρώτως μὴ λέγε, ἀλλὰ πρῶτον. Παρακαταθήκην, οὐ παραθήκην.

### 287

Ἀπαράβατον μή, ἀπαραίτητον δέ. Ἀγωγὸν οἱ παλαιοὶ ἐπὶ τοῦ ἡγουμένου τινὰ ὁδόν· οἱ δὲ νῦν ἀγωγοὺς καλοῦσιν τοὺς ὀχετοὺς τῶν ὑδάτων.

### 291

Καρῆναι καὶ ἐκάρην ἐπὶ προβάτων, κείρασθαι δὲ ἐπὶ ἀνθρώπων. Δεξαμενὴ καὶ δεξαμένη καὶ κολυμβήθρα.

### 307

Εὐσχήμων ὁ καλὸς καὶ σύμμετρος, οὐχ ὁ πλούσιος. Ἐπίτεξ γυνή, οὐκ ἐπίτοκος.

### 309

Θετός, οὐκ ἐγκάθετος, ἢ εἰσποιητὸς ἢ ὑποβλητός. Ἡμίκακον μὴ λέγε, ἀλλ’ ἡμιμόχθηρον.

### 315

Κόρυδον, οὐ κορυδαλόν. Καταμύειν, οὐ καμμύειν.

### 317

Καρατομεῖν· κεφαλοτομεῖν. Λάκαιναν γυναῖκα, Λακωνικὴν δὲ τὴν χώραν.

### 320

Μιαρὸς ἀρχαῖον. Γαμῴη μὴ λέγε, ἀλλὰ γαμοίη· τὰ γὰρ τῆς πρώτης καὶ τρίτης συζυγίας τῶν περισπωμένων εὐκτικὰ διὰ τῆς οι λέγεται, τὰ δὲ τῆς δευτέρας διὰ τοῦ ω, γελῴη.

### 323

Τεχνικῶς, οὐκ ἐντέχνως. Τοῦ δίδωμι τὸ μὲν εὐκτικὸν διὰ τῆς οι διφθόγγου, τὸ δὲ ὑποτακτικὸν διὰ τοῦ ω μεγάλου.

### 325

Ἔδομαι, κατέδομαι, οὐ βρώσομαι. Ἄγαγε, ἀγαγών, ὡς ἄνελε, ἀνελών.

### 328

Ἀναίσθητος λέγε, τὸ δὲ ῥῆμα οὔ, τὸ ἀναισθητεύομαι· λέγε οὖν οὐκ αἰσθάνομαι. „Τὸν παῖδα τὸν ἀκολουθοῦντα μετ’ αὐτοῦ“, ὡς Λυσίας λέγει, μὴ εἴπῃς, ἀλλὰ τὸν ἀκολουθοῦντα αὐτῷ.

### 331

Βιωτικόν· ἀειδὴς ἡ λέξις· λέγε οὖν χρήσιμον ἐν τῷ βίῳ. Ἐκλιπών, οὐκ ἐκλείψας.

### 344

Χρηστὸς τὸ ἦθος, οὐ τὰ ἤθη. Οὐ δήπου καὶ μὴ δήπου λέγε· ἀπόβλητον δὲ τὸ οὐχ οἷον καὶ μὴ οἷον.

### 349

Οἰκίας δεσπότης, οὐχ ὡς Ἄλεξις οἰκοδεσπότης. Οὐδηποτοῦν μὴ λέγε, ἀλλ’ ὁντινοῦν.

### 352

Πτώματα νεκρῶν ἢ οἴκων. Περίστασις· ἡ συμφορὰ κατὰ Στωϊκούς, οἱ δὲ ἀρχαῖοι τὴν διά τινα τάραχον παρουσίαν πλήθους.

### 353

„τίς ἥδε κραυγὴ καὶ δόμων περίστασις;“ Σώματα ἐπὶ τῶν ὠνίων ἀνδραπόδων, οἷον „σώματα πωλεῖται“, οὐ χρῶνται 〈 *** 〉 (357) τὰ πρόσωπα.

### 359

Σύαγρος οὐ ῥητέον, ἀλλὰ σῦν ἄγριον. Συγγνωμονῆσαι οὐ χρὴ λέγειν, ἀλλὰ συγγνῶναι.

### 361

Σιτομετρεῖσθαι μὴ λέγε, ἀλλὰ σῖτον μετρεῖσθαι. Στηθίνιον ὀρνιθίου οὐχ ὑγιῶς, ἀλλὰ στηθίδιον.

### 365

Φρονιμεύεσθαι μὴ λέγε, φρονεῖν δὲ τὰ ὄντα. Πεντετηρὶς καὶ πεντετηρικὸς ἀγών.

### 387

Πεντάμηνον καὶ πεντέμηνον· πεντάπηχυ καὶ πεντέπηχυ· (388) ἑξάπηχυ καὶ ἕξπηχυ, καὶ ἕξπλεθρον, καὶ ἕξπλευρον. Περιεσπάσθην ἐπὶ τοῦ ἐν ἀσχολίᾳ πάνυ κίβδηλον· τὸ γὰρ περισπᾶν καὶ περισπᾶσθαι ἐπὶ τοῦ παραινεῖν καὶ παραινεῖσθαι λέγουσιν· δέον οὖν ἄσχολος λέγειν.

### 390

Πορνοκόπος καὶ πορνότριψ. Λίθαργος καὶ ἐπιλήσμων.

### 395

Οἰκοδόμημα, οὐχὶ οἰκοδομή. Ὄναρ ἰδὼν ἢ ἐξ ὀνείρου ὄψεως, οὐ κατ’ ὄναρ, ὥσπερ οὐδὲ καθ’ ὕπαρ.

### 398

Λιθίδιον, οὐ λιθάριον. Καθό, οὐ καθώς.

### 400

Κακάβην, οὐ κάκαβον. Θριαλλίς, οὐκ ἐλύχνιον.

### 409

Τὰ ἐμαυτοῦ πράττω καὶ τὰ σαυτοῦ πρᾶττε, οὐ τὰ ἴδια πράττω καὶ τὰ ἴδια πρᾶττε. Ἐγκρατεύεται, οὐκ ἀκρατεύεται.

### 411

Αἰχμάλωτον γενέσθαι, οὐκ αἰχμαλωτισθῆναι. Ὠνησάμην· ἔνθα ἂν μὴ δυνηθῇς τὸ πρίασθαι ἢ τὸ ἐπριάμην θεῖναι, ἐκεῖ τὰ ἀπὸ τοῦ εω ῥήματα τάττε· ἔνθα δ’ ἂν τὰ ἀπὸ τοῦ πρίασθαι, φυλάττου θάτερα.

### 412

οἷον „ὤνημαι οἰκίαν“· ἐνταῦθα γὰρ ἐγχωρεῖ τὸ ἐπριάμην, οὕτω χρήσῃ ἐπριάμην· καὶ ἀνάπαλιν „ἔτυχον ἐωνημένος οἰκίαν ἢ ἀγρόν“· ἐνταῦθα οὐδὲν ἐγχωρεῖ τῶν ἀπὸ τοῦ πρίασθαι· μένει τὸ ἐωνημένος· δεῖ γὰρ λέγειν πριάμενος· τὸ γὰρ ἐωνησάμενος ἀδόκιμον. Ἀνυπόδητος σὺν τῷ η, οὐ σὺν τῷ ε, καὶ ὑποδήσασθαι.

### 420

Εὕρημα, οὐχ εὕρεμα. Προσδεῖσθαι, οὐ προσδέεσθαι.

### 422

Ἀπηρτισμένον, ἀπήρτικα, καὶ τὰ ἀπὸ τούτων ἅπαντα σόλοικα· ἀποτελέσθαι καὶ ἀποτελεσμένον.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/phrynichus-of-bithynia-text-ae-oqu-ae.json (sha256:69dc5d18e4c247075a2d1d2946288a9b72177ceaf7c7f176c6349545ec45a54a). Cite as `eul_wid: oqu-ae`.
