---
title: Fragments on Ninus the Assyrian
title_greek: Ἀποσπάσματα περὶ Νίνου τοῦ Ἀσσυρίου
author: Phoenix of Colophon
eul_wid: ale-aa
eul_aid: ale
canonical: "https://eulogikon.org/grc/phoenix-of-colophon/ninus-fragments"
canonical_json: "https://eulogikon.org/data/works/grc/phoenix-of-colophon-ninus-fragments-ale-aa.json"
sha256: "0a4e4867c8238342b3cceb59654f90ce45e54edfaaf15ab9c035906509b31827"
period: Archaic
dialect: "Ionic (ia, frg)"
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Fragments on Ninus the Assyrian

*Ἀποσπάσματα περὶ Νίνου τοῦ Ἀσσυρίου*

**Author:** Phoenix of Colophon

**eul_wid:** `ale-aa` · [HTML page](https://eulogikon.org/grc/phoenix-of-colophon/ninus-fragments) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/phoenix-of-colophon-ninus-fragments-ale-aa.json)

## Text

### book 1.1

Ἀνὴρ Νίνος

### book 1.2

τις ἐγένετ’, ὡς ἐγὼ ’κούω, Ἀσσύριος, ὅστις εἶχε

### book 1.3

χρυσίου πόντον, τάλαντα

### book 1.4

πολλῷ πλεῦνα Κασπίης ψάμμου, †ὃς ὀυκϊ δ’ ἀστερ’ ὀυδιζωνεδίζητο,[ln_5]οὐ πὰρ μάγοισι πῦρ ἱερὸν ἀνέστησεν, ὥσπερ νόμος, ῥάβδοισι

### book 1.5

τοῦ θεοῦ ψαύων· οὐ μυθιήτης, οὐ δικασπόλος κεῖνος· οὐ λεωλογεῖν ἐμάνθαν’, οὐκ ἀμιθρῆσαι, ἀλλ’ ἦν ἄριστος ἐσθίειν

### book 1.6

τε καὶ πίνειν[ln_10]κἠρᾶν, τὰ δ’ ἄλλα πάντα κατὰ πετρῶν ὤθει. Ὡς δ’ ἀπέθαν’ ὡνήρ, πᾶσι κατέλιπε ῥῆσιν ὅκου Νίνος νῦν ἐστι καὶ τὸ σῆμ’ ᾄδει· “Ἄκουσον, εἴτ’ Ἀσσύριος εἴτε καὶ Μῆδος εἶς ἢ Κοραξός, ἢ ’πὸ τῶν ἄνω λιμνῶν[ln_15]〈Σ〉ινδὸς κομήτης· οὐ γὰρ ἀλλὰ κηρύσσω· ἐγὼ Νίνος πάλαι

### book 1.7

ποτ’ ἐγενόμην

### book 1.8

πνεῦμα, νῦν δ’ οὐκέτ’ οὐδέν, ἀλλὰ γῆ πεποίημαι·

### book 1.1

ἔχω δ’ ὁκόσον ἔπαισα χὠκός’ ἤεισα χὠκόσς’ ἐράσθην [[ln_20]τὰ δ’ ὄλβι’ ἡμέων δήιοι

### book 1.2

συνελθόντες φέρουσιν, ὥσπερ ὠμὸν ἔριφον αἱ Βάκχαι· ἐγὼ δ’ ἐς Ἅιδην οὔτε

### book 1.3

χρυσὸν οὔθ’ ἵππον οὔτ’ ἀργυρῆν ἅμαξαν ᾠχόμην ἕλκων· σποδὸς δὲ πελλὴ χὠ μιτρηφόρος κεῖμαι”.

### book 2.1

Ἐσθλοί, κορώνῃ χεῖρα

### book 2.2

πρόσδοτε κριθέων, τῇ παιδὶ τἀπόλλωνος, ἢ λέκος

### book 2.3

πυρῶν ἢ ἄρτον ἢ ἥμαιθον ἢ ὅτι

### book 2.4

τις

### book 2.5

χρῄζει. Δότ’, ὦγαθοί, 〈τι〉 τῶν ἕκαστος ἐν

### book 2.6

χερσὶν[ln_5]ἔχει κορώνῃ· χἄλα λήψεται

### book 2.7

χονδρόν· φιλεῖ γὰρ αὕτη πάγχυ

### book 2.8

ταῦτα δαίνυσθαι· ὁ νῦν ἅλας δοὺς αὖθι κηρίον δώσει. Ὦ παῖ, θύρην ἄγκλινε, Πλοῦτος ἔκρουσε, καὶ τῇ κορώνῃ παρθένος φέροι σῦκα.[ln_10]Θεοί, γένοιτο πάντ’ ἄμεμπτος ἡ κούρη, κἀφνειὸν ἄνδρα κὠνρμαστὸν ἐξεύροι, καὶ τῷ γέροντι

### book 2.9

πατρὶ κοῦρον εἰς

### book 2.10

χεῖρας καὶ μητρὶ κούρην εἰς τὰ γοῦνα κατθείη, θάλος

### book 2.11

τρέφειν γυναῖκα

### book 2.12

τοῖς κασιγνήτοις.

### book 2.1

[ln_15]Ἐγὼ δ’, ὅκοι πόδες φέρωσιν, ὀφθαλμοὺς ... ἀμείβομαι Μούσῃσι

### book 2.2

πρὸς θύρῃς ᾄδων, καὶ δόντι καὶ μὴ δόντι, πλεῦνα τῶν 〈Γύ〉γεω.[ln_17]καὶ ἐπὶ τέλει δὲ τοῦ Ἰάμβου

### book 2.3

φησίν· ἀλλ’, ὦγαθοί, ’πορέξαθ’ ὧν μυχὸς

### book 2.4

πλουτεῖ· δός, ὦ 〈ἄ〉ναξ, δὸς καὶ σὺ πότνα μοι νύμφη·[ln_20]νόμος κορώνῃ χεῖρα δοῦν’ ἐπαιτούσῃ. Τοσαῦτ’ ἀείδω· δός

### book 2.5

τι καὶ καταχρήσει.

### book 3.1

Νίνου κάδοι μάχαιρα καὶ κύλιξ αἰχμή, κύμβη δὲ τόξα, δήιοι δὲ κρητῆρες, ἵπποι δ’ ἄκρητος, κἀλαλὴ “μύρον

### book 3.2

χεῖτε”.

### book 4.1

Θαλῆς γάρ, ὅστις ἀστέρων .. .... ὀνήιστος καὶ τῶν τότ’, ὡς λέγουσι, πολλὸν ἀνθρώπων ἐὼν ἄριστος, ἔλαβε

### book 4.2

πελλίδα

### book 4.3

χρυσῆν.

### book 5.1

Ἐκ

### book 5.2

πελλίδος 〈γὰρ〉 τάργανον κατηγυίης

### book 5.3

χωλοῖσι δακτύλοισι τᾐτέρῃ σπένδει, τρέμων οἷόν

### book 5.4

περ ἐν βορηίῳ νωδός.

### book 6.1

Ἴαμ̣β̣ος

### book 6.2

Φοίνικος [.]η̣[ln_1]Πο̣λ̣λοῖς γε θνητῶν τἀγ[ά]θ’, ὦ Ποσείδιππε, οὐ [σύ]μφορ’ ἐστίν, ἀλλὰ δεῖ τοιαῦτ’ αὐτοὺς [.]ο̣ν̣.ει̣ν ὁκο[ῖ]α καὶ Φρονε̣[ῖ]ν ἐπίστανται. Νῦν δ’ οἱ μὲν ἡμῶν κρή̣[γυ]οι καθεστῶτες[ln_5]π̣ολλὴν ἀφ̣ειδέως νη̣[πιέη]ν̣ ἐρεύγοντα[ι]· [οἱ] δ̣’ ο̣ὔτε σῦκα, φασίν, οὔτ’ ἐρίν’ εὖντες

### book 6.3

πλουτοῦσι· τῷ πλούτῳ δὲ πρὸ̣ς̣ τί δεῖ χρῆ[σθ]αι, τοῦτ’ αὐτὸ πάντων

### book 6.4

πρῶτον οὐκ ἐπίστανται· ἀλλ’ ο̣ἰκ̣[ία]ς μὲν ἐγ λίθου

### book 6.5

σμαραγδίτου,[ln_10]εἴ πω[ς] ἀ̣νυστόν ἐστι

### book 6.6

τοῦτ’ αὐτοῖς

### book 6.7

πρήσσειν̣, [..]τ̣[..] ἐχούσας καὶ στοὰς

### book 6.8

τετραστύλους [πολλῶ]ν

### book 6.9

τα̣λάντων ἀξίας κατακτῶν̣ται· [......].ἑ̣αυτ[ῶν τ]ὴν ἀναγκαίην̣ ψ̣υ̣χ̣ὴν [.......]ησκ[.... το]ύτων πάντων[ln_15][.........]ρα....τ̣.ν ἐκπορίζουσιν [....λ]ό̣γοις

### book 6.10

χρηστοῖσ̣ι

### book 6.11

σωφρονισθεῖσα [......] τ̣ὰ χρηστὰ καὶ τὰ συμφέροντ’ εἰδῇ. [Τοῖς οὖν] τοιούτοις ἀνδράσιν, Ποσείδιππε, [οὐ σ]υμ̣βέβηκεν οἰ̣κ̣ίας μὲν κεκτῆσθ̣αι̣[ln_20][κ]α̣λὰς καταξίας

### book 6.12

τε χρημάτων

### book 6.13

πολλῶν, [α]ὐτοὺς δ’ ὑπάρχειν ἀξίους τ[ρι]ῶν

### book 6.14

χα̣[λκῶ]ν; [κ]αὶ̣ μάλα δικαίως, ἤν

### book 6.15

τις ἐνθυμῆτ’ [ὀρ]θ̣ῶς

### book 6.1

[...............]ν γὰρ καὶ λίθων

### book 6.2

φροντίζουσιν.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/phoenix-of-colophon-ninus-fragments-ale-aa.json (sha256:0a4e4867c8238342b3cceb59654f90ce45e54edfaaf15ab9c035906509b31827). Cite as `eul_wid: ale-aa`.
