---
title: On the Alphabetical Meanings of Words
title_greek: Περὶ
author: Philon of Byblos
eul_wid: oow-ab
eul_aid: oow
canonical: "https://eulogikon.org/grc/philon-of-byblos/alphabetical-meanings"
canonical_json: "https://eulogikon.org/data/works/grc/philon-of-byblos-alphabetical-meanings-oow-ab.json"
sha256: bc891b65e112661194ef9e41f3589754580f7a77f29feea923a7622afc71755b
period: Roman
dialect: Koine (frg)
domain: Grammar
format: Prose
license: CC0-1.0
---

# On the Alphabetical Meanings of Words

*Περὶ*

**Author:** Philon of Byblos

**eul_wid:** `oow-ab` · [HTML page](https://eulogikon.org/grc/philon-of-byblos/alphabetical-meanings) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/philon-of-byblos-alphabetical-meanings-oow-ab.json)

## Text

### t 1

ΕΡΑΝΙΟΥ ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΣΗΜΑΣΙΑΣ ΚΑΤ’ ΑΛΦΑΒΗΤΟΝ 〈Ἀρχὴ τοῦ Α〉 ἆθλον ἐπάθλου διαφέρει.

### alpha 1

ἆθλον μὲν γὰρ καλεῖται ὁ ἀγών, ἔπαθλον δὲ τὸ διδόμενον τῷ νικήσαντι δῶρον. ἄστρον ἀστέρος διαφέρει.

### alpha 2

ἄστρον μὲν γάρ ἐστι τὸ ἐκ πολλῶν ἀστέρων συνιστάμενον σχῆμα, ἀστὴρ δὲ ὁ μονομερής. ἀστρολογία ἀστρονομίας διαφέρει.

### alpha 3

ἀστρονομία μέν ἐστιν ἡ κατάληψις τῶν ἄστρων, ἀστρολογία δὲ ἡ τὰ ἐκ τῶν κινήσεων τῶν ἀστέρων ἀποτελέσματα δηλοῦσα ἐπιστήμη. ἀράχνη καὶ ἀράχνης διαφέρει.

### alpha 4

ἀράχνη μὲν γάρ ἐστι τὸ λεπτότατον ὕφασμα τοῦ ζῴου· ἀράχνης δέ ἐστιν αὐτὸ τὸ ζῷον, ἀρσενικῶς ἐκφωνούμενον. ἀνὴρ ἀνθρώπου διαφέρει.

### alpha 5

ἀνὴρ μὲν γάρ ἐστι κυρίως ὁ ἐπ’ ἀρετῇ διαπρέπων, ἄνθρωπος δὲ ὁ ἐπὶ μηδενὶ διαπρέπων. ἄγροικος βαρυτόνως καὶ ἀγροῖκος προπερισπωμένως διαφέρει.

### alpha 6

ἄγροικος μὲν γὰρ ὁ γνώσεως ἄμοιρος ἢ ὁ ἐν τῷ ἀγρῷ οἰκῶν· ἀγροῖκος δὲ προπερισπωμένως ὁ μὴ ἥμερος, ἴσος τῷ ἄγριος. ἀποκήρυκτος καὶ ἐκποίητος διαφέρει.

### alpha 7

ἀποκήρυκτος μὲν γάρ ἐστιν ὁ ἐπ’ ἀδικήμασί τισι τῆς οἰκίας ἐκβληθείς, ἐκποίητος δὲ ὁ δοτὸς εἰς ποιητά. ἀπεκήρυξε καὶ ἐπικήρυξε διαφέρει.

### alpha 8

κηρύξαι μὲν γὰρ καὶ ἀποκηρύξαι λέγεται ἐπὶ τῷ ὑπὸ κήρυκι ἀποδεδόσθαι τι. Μένανδρος (fr. 658 Koerte—Thierfelder 2 ): «ἀπεκήρυξεν αὐτὴν Ἀγαμέμνων», οἷον ὑπὸ κήρυκι ἐπώλησεν. ἐπικηρύξαι δὲ τὸ ὑποσχέσθαι χρήματα. ἀρνειοὶ καὶ ἄρνες διαφέρουσιν.

### alpha 9

ἀρνειοὶ μὲν γὰρ οἱ τέλειοι, ἄρνες δὲ οἱ νέοι. ἀπαράσκευος καὶ ἀπαρασκεύαστος διαφέρει.

### alpha 10

ὁ μὲν γὰρ δι’ ἑαυτοῦ τὴν χορηγίαν ἔχων ἀπαράσκευος ἂν λέγοιτο, ὁ δὲ ἐξ ἑτέρου ἀπαρασκεύαστος. ἁλίπαστον ἁλισπάρτου διαφέρει.

### alpha 11

τὸ μὲν γὰρ ἁλσὶ πεπασμένον κρέας ἁλίπαστον λέγεται, ἁλίσπαρτος δὲ ἡ ἁλσὶ κατεσπαρμένη χώρα, ὥς τινες τῶν παλαιῶν πεποιήκασιν. δυσμενῶς γὰρ πρὸς τοὺς Ἕλληνας διακείμενοι, τὰς χώρας αὐτῶν ἁλσὶ κατέσπειρον εἰς τὸ μηκέτι δύνασθαι φέρειν καρπούς. ἄγειν καὶ φέρειν διαφέρει.

### alpha 12

ἄγεται μὲν γὰρ τὰ ἔμψυχα· φέρεται δὲ τὰ ἄψυχα. ἄρρωστος ἀρρωστοῦντος διαφέρει.

### alpha 13

ἄρρωστος μὲν γάρ ἐστιν ὁ ἀδυνατῶν ἐπιτελεῖν τι κατὰ τὰς ὀρέξεις, ἀρρωστεῖ δὲ ὁ νοσῶν· οὕτως Ἀριστοτέλει δοκεῖ (fr. om. Rose). αὖθις καὶ αὖθις χωρὶς τοῦ ς διαφέρει.

### alpha 14

αὖθις μὲν γὰρ τὸ πάλιν ἢ μετὰ ταῦτα, αὖθι δὲ τὸ αὐτόθι. ἀρρωδεῖν καὶ ὀρρωδεῖν διαφέρει.

### alpha 15

τὸ μὲν γὰρ ὀρρωδεῖν σημαίνει τὸ εὐλαβεῖσθαι, καθὰ Εὐριπίδης τὸν Περσέα εἰσάγει λέγοντα (Andromed. fr. 130 Nauck 2 )· «τὰς συμφορὰς γὰρ τῶν κακῶς πεπραγότων οὐπώποθ’ ὕβρις’, αὐτὸς ὀρρωδῶν παθεῖν». τὸ δὲ ἀρρωδεῖν τὸ ἐναντίον, τοῦτ’ ἔστιν οὐκ εὐλαβεῖσθαι, ἀλλὰ θαρρεῖν καὶ καταφρονεῖν. ἀπόνοια ἀνοίας διαφέρει.

### alpha 16

ἀπόνοια μὲν γὰρ μανία τίς ἐστι καὶ ὑπερηφανία μισουμένη· ἡ δὲ ἄνοια στέρησις φρενῶν οὖσα ἐλεεῖται μᾶλλον ἢ μισεῖται. ἀμύνεσθαι καὶ ἀμύνειν διαφέρει.

### alpha 17

ἀμύνεσθαι γάρ ἐστι τὸ κολάζειν τοὺς ἀδικήσαντας, ἀμύνειν δὲ τὸ βοηθεῖν. ἀτελὲς καὶ ἀτέλεστον διαφέρει.

### alpha 18

ἀτελὲς μὲν γάρ ἐστι τὸ μήπω τετελεσμένον, ἀτέλεστον δὲ τὸ μὴ δυνάμενον τελεσθῆναι. αἰτῶ καὶ αἰτοῦμαι διαφέρει.

### alpha 19

τὸ μὲν γὰρ αἰτῶ ἐπὶ τοῦ λαβεῖν καὶ μὴ ἀποδοῦναι, τὸ δὲ αἰτοῦμαι ἐπὶ τοῦ χρῆσθαι εἰς ἀπόδοσιν, ὡς καὶ Μένανδρος (fr. 410 Koerte—Thierfelder 2 ) διαστέλλει τὴν διαφοράν· «οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ’ αἰτούμενος». οἱ οὖν ἐναλλάσσοντες ταῦτα ἀκυρολογοῦσιν. αἰδὼς καὶ αἰσχύνη διαφέρει.

### alpha 20

αἰδὼς μὲν γάρ ἐστιν ἡ ἐντροπὴ πρὸς ἕκαστον οὕτω σεβασμίως ἔχειν, αἰσχύνη δὲ ἐφ’ οἷς ἕκαστος ἁμαρτάνων αἰσχύνεται, ὡς τὸ «αἰδεῖται μὲν τὸν πατέρα, αἰσχύνεται δὲ μεθύσκεσθαι». ἄμητος καὶ ἀμητὸς διαφέρει.

### alpha 21

ἄμητος γὰρ ὁ καιρὸς τοῦ θέρου, ἀμητὸς δὲ ὁ θερισμός. ἀπολείπει καὶ ἐκβάλλει διαφέρει.

### alpha 22

ἀπολείπει μὲν ἡ γυνὴ τὸν ἄνδρα, ἐκβάλλει δὲ ὁ ἀνὴρ τὴν γυναῖκα. ἀντικρὺ μὲν τὸ ἐπ’ εὐθείας, ὀξυτόνως· ἄντικρυς δὲ τὸ διαρρήδην καὶ φανερῶς.

### alpha 24

ἀμφὶ μὲν σημαίνει τὸ περί, ἀμφὶς δὲ τὸ χωρίς, ἀμφοτέρωθεν. ἀκταὶ μὲν οἱ πετρώδεις τόποι ἐν τῇ θαλάσσῃ, θῖνες δὲ οἱ αἰγιαλοί.

### alpha 26

ἀποφορὰ καὶ εἰσφορὰ διαφέρει. ἀποφορὰ γάρ ἐστι τὸ ὑποτεταγμένων δούλων τελούμενον τοῖς δεσπόταις, τὸ δὲ ὑπὸ τῶν πολιτῶν δημοσίᾳ διδόμενον τέλος εἰσφορά. ἁρπαγὴ καὶ ἁρπάγη διαφέρει.

### alpha 27

ἁρπαγὴ μὲν γὰρ ἡ αἰφνίδιος ἁρπαγὴ καὶ ἀφαίρεσις μετὰ βίας, ἁρπάγη δὲ ὡς ἀνάγκη 〈...〉. ἀσφόδελος τὸ φυτόν, ἀσφοδελὸς δὲ τόπος, ἐν ᾧ ὁ ἀσφόδελος γίνεται.

### alpha 29

ἀνδραγαθία ἀνδρείας διαφέρει. ἀνδρεία μὲν γάρ ἐστι δύναμις σώματος ἐπαινουμένη· ἀνδραγαθία 〈δὲ〉 τῆς κατὰ ψυχὴν ἀρετῆς μαρτυρία. ἅμα καὶ ὁμοῦ διαφέρει.

### alpha 30

ἅμα μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, ὁμοῦ δὲ τοπικόν. ἅμα μὲν οὖν ἐγένοντο Σκύθαι, εἴπερ κατὰ τὸν αὐτὸν χρόνον ἤκμασαν, ὁμοῦ μέντοι οὐκέτι· οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ ἐγεννήθησαν, ἀλλ’ οἱ μὲν Ἕλληνες Ἀθήνησιν, οἱ δὲ ἐν Σκυθίᾳ. αἶνος καὶ παροιμία διαφέρει.

### alpha 31

ὁ μὲν γὰρ αἶνος, ὃς καὶ παραίνεσις λέγεται, ἔστι λόγος μυθικὸς ἐκφερόμενος ἀπὸ ἀλόγων ζῴων ἢ φυτῶν πρὸς ἀνθρώπων παραίνεσιν· παροιμία δὲ τὴν ἀπὸ τοῦ κεφαλαίου ἐπὶ τὸ χεῖρον ἀναφορὰν ἔχει ἐνδεούσαν τοῦ αἴνου. ἄρτι καὶ ἀρτίως διαφέρει.

### alpha 32

ἄρτι μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, τὸ δὲ ἀρτίως ἐπὶ τοῦ ἀπηρτισμένου καὶ τελείου. ἄρα καὶ ἆρα διαφέρει.

### alpha 33

ὁ μὲν γὰρ μετὰ περισπωμένης λεγόμενος σύνδεσμος ἀπορηματικός ἐστιν, ὅταν διαποροῦντες λέγομεν· «ἆρα πῶς ἕξει τὸ πρᾶγμα;». ὁ δὲ κατὰ συστολὴν ἐπὶ παρῳχηκότος χρόνου, ὡς τό· «ἀλλ’ ἃ μὲν ἄρα κράτιστε βασιλεῦ 〈...〉». αἴθε καὶ ὤφελον διαφέρει.

### alpha 34

τὸ μὲν γάρ ἐστιν ἀπαρέμφατον πρόσωπον· τὸ δὲ ὤφελον ἐμφαίνει πρόσωπον. ἄλλως τε τὸ μὲν αἴθε ἐστιν ἐπίρρημα, τὸ δὲ ὤφελον ῥῆμα καὶ ἐπίρρημα. ἆθλος ἀρσενικῶς καὶ ἆθλον οὐδετέρως διαφέρει.

### alpha 35

ἀρσενικῶς μὲν γὰρ τὸν ἀγῶνα δηλοῖ, οὐδετέρως δὲ τὸ ἔπαθλον. Ἀρχὴ τοῦ Β βασιλεὺς καὶ κοίρανος καὶ ἡγεμὼν διαφέρει.

### beta 36

βασιλεὺς μὲν γάρ ἐστιν ὁ πατρόθεν ἢ ἐκ γένους τὴν ἀρχὴν παραλαβών, κοίρανος δὲ ὁ πρὸς καιρὸν τὸ τοῦ βασιλέως ἔργον ἐπιτελῶν, ἡγεμὼν δὲ ὁ τάξεως στρατιωτικῆς ἡγούμενος. βίος μὲν λέγεται ἡ λογικὴ ζωή, ζωὴ δὲ ἡ χρῆσις τῆς ψυχῆς· καὶ βιοῦν ἐπὶ ἀνθρώπων μόνον λέγεται, ζῆν δὲ καὶ ἐπὶ ἀνθρώπων καὶ ἐπὶ ζῴων.

### beta 38

βλέφαρα μὲν αὐτὰ τὰ ἐπικλειόμενα δέρματα, βλεφαρίδες δὲ αἱ ἐπὶ τῶν βλεφάρων τρίχες. βοῦς μὲν ὁ τέλειος, μόσχος δὲ ὁ νεογνός, ἀφ’ οὗ καὶ μοσχεία ἡ νέα.

### gamma t

Ἀρχὴ τοῦ Γ γαμήλιον καὶ ἐπιθαλάμιον διαφέρει.

### gamma 40

ἐπιθαλάμιον μὲν γάρ ἐστι τὸ ἐπὶ θαλάμῳ τῆς γαμουμένης γραφὲν ποίημα· γαμήλιον δὲ ὃ οὐ περιώρισται χρόνῳ. γαμήλια καὶ γαμηλία διαφέρει.

### gamma 41

γαμήλια μὲν γὰρ τὰ τελούμενα ἐντῇ ἡμέρᾳ, ἐν ᾗ ὁ γάμος τελεῖται· γαμηλία δὲ ἡ εἰς τὸν χαρτοφύλακα διδομένη ἐγγραφή. γέρων καὶ πρεσβύτης καὶ προβεβηκὼς διαφέρει.

### gamma 42

λεκτέον δὲ περὶ ἀνθρώπου γενέσεως καὶ αὐξήσεως μέχρι γήρως· βρέφος μὲν γὰρ τὸ γεννηθὲν ἀρτίως, παιδίον δὲ τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ, παιδάριον δὲ τὸ ἤδη περιπατοῦν καὶ τῆς λέξεως ἐχόμενον, παιδίσκος δὲ ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ, παῖς δὲ ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι· μετὰ ταῦτα ἡλικιώτης, εἶτα ἔφηβος. ὁ δὲ μετὰ ταῦτα μειράκιον ἢ μεῖραξ, εἶτα νεανίσκος καὶ νεανίας· ὁ δὲ τριακονταέτης ἀνήρ, εἶτα προβεβηκώς, ὃν καὶ ὠμογέροντα καλοῦσιν, εἶτα γέρων, εἶτα πρεσβύτης, εἶτα ἐσχατόγηρως. Ἀρχὴ τοῦ Δ δοῦλοι , οἰκέται καὶ θεράποντες διαφέρουσιν.

### delta 43

δοῦλοι μὲν γὰρ καὶ τῶν ἡδονῶν λέγονται καὶ πάντες οἱ ὑποτεταγμένοι τῷ βασιλεῖ, οἰκέται δὲ οἱ ἀργυρώνητοι, θεράποντες δὲ οἱ ὑποτεταγμένοι φίλοι, ὑφ’ ὧν θεραπεύονται οἱ προσήκοντες, ὡς Ἀχιλλεὺς καὶ Πάτροκλος. διαβόητος καὶ ἐπιβόητος διαφέρει.

### delta 44

διαβόητος μὲν γὰρ ὁ ἐπ’ ἀρετῇ βοώμενος, ἐπιβόητος δὲ ὁ μοχθηρὰν ἔχων φήμην. διπλοῦν καὶ διπλάσιον διαφέρει.

### delta 45

διπλοῦν μὲν γὰρ κατὰ τὸ μέγεθος, διπλάσιον δὲ κατὰ τὸν ἀριθμόν. Ἀρχὴ τοῦ Ε ἔνδοξος καὶ ἐπίδοξος διαφέρει.

### epsilon 46

ὁ μὲν γάρ ἐστιν ἐπίσημος, ἐπίδοξος δὲ ὁ προσδοκώμενος. ἑταῖρος καὶ φίλος καὶ ξένος διαφέρει.

### epsilon 47

ἑταῖρος μὲν γὰρ ὁ συνεργὸς καὶ ἐν παντὶ συναιρόμενος, φίλος δὲ ὁ ἀπὸ συμποσίου γεγονώς, ξένος δὲ ὁ ἀπὸ ξενιτείας φίλος. ἔκγονος καὶ ἀπόγονος διαφέρει.

### epsilon 48

ἔκγονος μὲν γὰρ ὁ υἱός, ἀπόγονος δὲ ὁ τοῦ υἱοῦ υἱός. ἐπίκουροι καὶ βοηθοὶ διαφέρουσιν.

### epsilon 49

ἐπίκουροι μὲν γάρ εἰσιν οἱ τοῖς πολεμουμένοις ἐπικουροῦντες, ὡς τοῖς Τρωσίν· βοηθοὶ δὲ οἱ σύμμαχοι τῶν πολεμούντων, ὡς τῶν Ἑλλήνων. ἕρκος καὶ ἑρκίον διαφέρει.

### epsilon 50

ἕρκος ἐπὶ πόλεων, ἑρκίον ἐπὶ ἐπαύλεων. ἐοικότα εἰκότων διαφέρει.

### epsilon 51

τὰ μὲν γὰρ πίστεως ἐχόμενα εἰκότα, τὰ δὲ ἐμφερῆ ἐοικότα. ἐχθρὸς πολεμίου καὶ δυσμενοῦς διαφέρει.

### epsilon 52

ἐχθρὸς μὲν γάρ ἐστιν ὁ πρότερον φίλος, πολέμιος δὲ ὁ δι’ ὅπλων χωρῶν πρὸς τοὺς πέλας, δυσμενὴς δὲ ὁ χρόνιον πρὸς τούς ποτε φίλους ἔχθραν διατηρῶν. ἐρωτᾶν καὶ πυνθάνεσθαι διαφέρει.

### epsilon 53

πυνθάνεσθαι μὲν γάρ ἐστι τὸ κατὰ ἀκοὴν διεξοδικῶς ἀκούειν τὰ ὑπό τινος λεγόμενα, αὐτὸν οὐδὲν ἐρωτῶντα· ἐρωτᾶν δὲ τὸ θέλειν κεφαλαιώδη τινὰ λαβεῖν ἀπόφασιν. ἐρώτησις πεύσεως καὶ ἀνακρίσεως διαφέρει.

### epsilon 54

ἐρώτησις μὲν γάρ ἐστι ζήτησις ἀποκρίσεως συντόμως, πεῦσις δὲ μακρᾶς πράξεως ἀπαγγελία, ἀνάκρισις δὲ δευτέρα ἐξέτασις. ἔσται τοῦ γενήσεται διαφέρει.

### epsilon 55

ἔσται μὲν γὰρ τὰ νῦν ὄντα, γενήσεται δὲ τὰ γεννήσεως τευξόμενα. ἐρᾶν τοῦ ποθεῖν διαφέρει.

### epsilon 56

ἐρᾶν μὲν γάρ ἐστι τὰ ἐν ὄψει, ποθεῖν δὲ τὰ ἀπόντα. εὔμορφος εὐειδοῦς διαφέρει.

### epsilon 57

εὔμορφος μὲν γάρ ἐστιν ὁ εὐπρόσωπος, εὐειδὴς δὲ ὁ τὸ εἶδος καλὸν ἔχων, οἷον ἅπαν τὸ σῶμα. ἔνδον πρὸς τὸ ἔσω διαφέρει.

### epsilon 58

ἔνδον μὲν γάρ, λέγομεν, ἔστιν ὁ παῖς, ἔσω δὲ εἰσέρχομαι. ἐνταυθοῖ καὶ ἐνταῦθα καὶ ἐνθάδε διαφέρει.

### epsilon 59

ἐνταυθοῖ μὲν γὰρ τὴν ἐν τόπῳ σημασίαν δηλοῖ, ἐνταῦθα δὲ καὶ τὴν εἰς τόπον καὶ ἐν τόπῳ· ὁμοίως καὶ τὸ ἐνθάδε. τὸ δὲ ἔνθα καὶ τὴν εἰς τόπον καὶ ἐν τόπῳ καὶ ἀντὶ χρονικοῦ ἐπιρρήματος· σημαίνει δὲ καὶ τὸ τότε, ὡς τό· «ἔνθ’ ἄλλοι μὲν πάντες 〈... οἴκοι ἔσαν〉» (α 11 sq.), καὶ τὸ ὅπου, ὡς τό· «ἔνθα μὲν Αἴας κεῖται» (γ 109), καὶ τό· «ἔνθα κατεπλέομεν» (ι 142). ἐξόσου καὶ ἐξότου διαφέρει.

### epsilon 60

ἐξόσου μὲν χρόνου, ἐξότου δὲ ἐξ οὕτινος. εὐθὺς καὶ εὐθὺ διαφέρει.

### epsilon 61

εὐθὺς μὲν γὰρ ἀντὶ τοῦ εὐθέως, εὐθὺ δὲ ἀντὶ τοῦ κατ’ εὐθεῖαν. Ἀρχὴ τοῦ Ζ ζῆλος καὶ ζηλοτυπία διαφέρει.

### zeta 62

ζηλοτυπία γάρ ἐστι τὸ ἐν μίσει ὑπάρχον, ζῆλος δὲ ἡ μίμησις τοῦ καλοῦ. ζώνη ζωνίου διαφέρει.

### zeta 63

ζώνη μὲν ἡ τοῦ ἀνδρός, ζώνιον δὲ τῆς γυναικός. Ἀρχὴ τοῦ Η ἡσυχάζειν καὶ σιγᾶν διαφέρει.

### eta 64

ἡσυχάζειν μὲν τὸ ἀτρεμεῖν δι’ ὅλου, τὸ δὲ σιγᾶν ἐπὶ γλώττης μόνον. ἠγγύα καὶ ἠγγυᾶτο διαφέρει.

### eta 65

ἠγγύα μὲν γὰρ ἤγουν ὡμολόγει δώσειν, ἠγγυᾶτο δὲ ὁ λαμβάνων. ἡμέρα ἠοῦς διαφέρει.

### eta 66

ἡμέρα μὲν γάρ ἐστι τὸ ἀσώματον, ἠὼς δὲ «ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει» (Hes. Theog. 372). ἦ ἀντὶ τοῦ ἔφη φησὶν Ὅμηρος.

### eta 67

διαφέρει δὲ ὅτι τὸ μὲν ἦ ἐπὶ μόνου τρίτου τάσσεται προσώπου, τὸ δὲ ἔφην, ἔφης, ἔφη ἐπὶ πάντων. Ἀρχὴ τοῦ Θ θεωρὸς καὶ θεατὴς διαφέρει.

### theta 68

θεωρὸς μὲν γὰρ ὁ εἰς θεοὺς πεμπόμενος, θεατὴς 〈δὲ〉 τοῦ ἀγῶνος καὶ τῶν θεάτρων, ὡς καὶ Εὐριπίδης ἐν Ἴωνι (v. 301)· «πότερον θεατὴς ἢ χάριν μαντευμάτων;» ἁμαρτάνουσι γοῦν οἱ ἐναλλάσσοντες ταῦτα. θή , λάτρις καὶ ἀμφίπολος διαφέρει.

### theta 69

θὴς μὲν γὰρ ὁ μισθωτός, λάτρις δὲ ὁ κατὰ πολεμικὴν περίστασιν ἁλοὺς καὶ δουλεύων, ἀμφίπολος δὲ ἐπὶ θηλείας ἡ ταῖς κοίταις ὑποτεταγμένη. Ἀρχὴ τοῦ Ι ἰσθμὸς καὶ πορθμὸς διαφέρει.

### iota 70

ἰσθμὸς μὲν γὰρ ἡ μέσον δύο θαλασσῶν γῆ, πορθμὸς δὲ ἡ μέσον δύο γαιῶν θάλασσα. ἱκέσθαι καὶ ἀφικέσθαι διαφέρει.

### iota 71

ἱκέσθαι μὲν γάρ ἐστι τὸ ἐλθεῖν, ἀφικέσθαι δὲ τὸ ἐπανελθεῖν. Ἰουδαῖοι καὶ Ἰδουμαῖοι διαφέρουσιν.

### iota 72

Ἰουδαῖοι μὲν γὰρ οἱ ἐξ Ἰούδα τοῦ τετάρτου παιδὸς Ἰακὼβ κληθέντες, Ἰδουμαῖοι δὲ οἱ ἐξ Ἰσαῦ τοῦ ἀδελφοῦ Ἰακώβ. 〈Ἀρχὴ τοῦ Κ〉 κύριος καὶ δεσπότης διαφέρει.

### kappa 73

κύριος μὲν γὰρ τῆς γυναικὸς ὁ ἀνὴρ καὶ 〈τῶν〉 υἱῶν ὁ πατήρ, δεσπότης δὲ ὁ ἀργυρωνήτων. κωφὸς καὶ ἐννεὸς ὁ αὐτὸς παρὰ τοῖς ἀρχαίοις ἐλέγετο, ἤγουν ὁ μὴ φθεγγόμενος, ὡς Ὅμηρος (Ξ 16) «κύματι κωφῷ» ἦ ἀψόφῳ.

### kappa 74

καὶ ἡ Πυθία «καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω» Ἀρχὴ τοῦ Λ λῆμμα μὲν διὰ δύο μμ τὸ κέρδος, λῆμα δὲ δι’ ἑνὸς μ ἡ ἀνδρεία.

### lambda 76

λέχος καὶ εὐνὴ διαφέρει. λέχος μὲν γάρ ἐστιν ἡ κλίνη, εὐνὴ δὲ ἡ ἐπ’ αὐτῆς στρωμνή. λαβεῖν καὶ δέξασθαι διαφέρει.

### lambda 77

λαβεῖν μὲν γάρ ἐστι τὸ ἀνελέσθαι μηδενὸς διδόντος, δέξασθαι δὲ τὸ παρά τινος προτεινόμενον. Ἀρχὴ τοῦ Μ μάχη καὶ πόλεμος διαφέρει.

### mu 78

μάχη μὲν γὰρ ἡ ἐν πολέμοις ἐστὶν ἐνέργεια, πόλεμος δὲ ὁ χρόνος καὶ ἡ πρὸς τὴν μάχην παρασκευή. μηρία καὶ μηρὸς διαφέρει.

### mu 79

μηρία μὲν γὰρ τὰ ἐναγιζόμενα τοῖς θεοῖς, μηρὸς δὲ τὰ μὴ οὕτως ἔχοντα. μνᾶται καὶ μνηστεύεται διαφέρει.

### mu 80

μνᾶται μὲν γὰρ ὁ ἀνὴρ γυναῖκα, μνηστεύεται δὲ ἡ γυνὴ ἄνδρα. Ἀρχὴ τοῦ Ν νῆες τῶν πλοίων διαφέρουσιν.

### nu 81

νῆες μὲν αἱ φορτηγοί, αἳ καὶ μέγισταί εἰσιν· πλοῖα δὲ τὰ προμήκη καὶ στρατιωτικά. νῦν καὶ νυνὶ διαφέρει.

### nu 82

τὸ μὲν γὰρ νυνὶ ἐπὶ μόνου τοῦ ἐνεστῶτος, τὸ δὲ νῦν ἐπὶ τῶν τριῶν χρόνων, ὡς τό· «νῦν ἔσται ὁ ἀγών, νῦν ἡ μάχη πέπαυται». 〈Ἀρχὴ τοῦ Ο〉 οὗτος καὶ οὑτοσὶ διαφέρει.

### omicron 83

οὑτοσὶ μὲν γὰρ μετὰ τοῦ ι δεικτικὸν μόνον, οὗτος δὲ δεικτικὸν καὶ ἀναφορικόν. οὐδὲν διὰ τοῦ δ καὶ οὐθὲν μετὰ τοῦ θ μακρῷ διαφέρει.

### omicron 84

τὸ μὲν γὰρ οὐδὲν δῆλον, 〈τὸ δὲ οὐθὲν〉 ἐκ τοῦ οὔτε καὶ τοῦ ἓν σύγκειται, ἤγουν οὔτε ἓν οὔτε δύο. ὀλίγον καὶ μικρὸν διαφέρει.

### omicron 85

τὸ μὲν γὰρ ὀλίγον ἐπὶ ἀριθμοῦ, τὸ δὲ μικρὸν ἐπὶ μεγέθους τέτακται. ὁ ὄρθρος καὶ πρωῒ διαφέρει.

### omicron 86

ὄρθρος μὲν γὰρ ἡ πρὸ ἀνατολῆς ὥρα, πρωῒ δὲ τὸ ἐκ τῆς ἡλίου περιωπῆς φῶς, ὡς καὶ τὸ ὀψὲ καὶ ἑσπέρα. οὕνεκα καὶ εἵνεκα διαφέρει.

### omicron 87

τὸ μὲν γὰρ οὕνεκα σημαίνει τὸ ὅτι, τὸ δὲ εἵνεκα ἀντὶ τοῦ χάριν. ὅτι καὶ διότι διαφέρει.

### omicron 88

τὸ μὲν γὰρ διότι αἰτίαν, τὸ δὲ ὅτι ποτὲ μὲν αἰτίαν, ποτὲ δὲ βεβαίωσιν· αὐτίκα ὅτι μὲν ἐκλείπει ἡ σηλήνη ἴσμεν, διότι δὲ οὐκέτι. οἴκαδε τοῦ εἰς οἶκον διαφέρει.

### omicron 89

τὸ μὲν γὰρ εἰς τὴν οἰκίαν βαδίζειν οἴκαδέ φαμεν, τὸ δὲ εἰς ἑτέραν εἰς οἶκον. Ἀρχὴ τοῦ Π πρεσβεύεσθαι τοῦ πρεσβεύειν διαφέρει.

### pi 90

πρεσβεύεσθαι μὲν τὸ πέμπειν πρέσβεις, πρεσβεύειν δὲ τὸ πέμπεσθαι πρεσβευτὴν οἱ Ἀττικοὶ λέγουσιν. πόλις καὶ ἄστυ διαφέρει.

### pi 91

πόλις μὲν τὸ οἰκοδόμημα, ἄστυ δὲ ἡ κατασκευὴ τῆς πόλεως. πάγετος μὲν τὸ κρύος, παγετὸς δὲ ὁ χειμών.

### pi 93

πλούσιος ἀφνειοῦ καὶ ὀλβίου διαφέρει. πλούσιος μὲν γὰρ ὁ πολλὴν περιουσίαν ἔχων, ἀφνειὸς δὲ ὁ ἀπ’ ἐνιαυτοῦ τὴν οὐσίαν συλλέγων, ὄλβιος δέ ἐστιν ὁ τελείαν εὐδαιμονίαν ἔχων. πένης καὶ πτωχὸς διαφέρει.

### pi 94

πένης μὲν γὰρ ἀπὸ τοῦ ἐργάζεσθαί τι καὶ πονεῖν περὶ τὸν βίον, πτωχὸς δὲ ὁ ἐπαίτης. πολεμικὸς καὶ αἰχμητὴς διαφέρει.

### pi 95

πολεμικὸς μὲν γὰρ ὁ ἔμπειρος τῶν πολέμων, αἰχμητὴς δὲ ὁ ἐμπείρως τοῖς κατὰ πόλεμον ὅπλοις χρώμενος. Ἀρχὴ τοῦ Ρ ῥέφανον καὶ ῥάφανον διαφέρει.

### rho 96

ῥέφανον μὲν γὰρ τὸ παρ’ ἡμῖν λεγόμενον, ῥάφανον δὲ ἡ κράμβη. ῥεῖθρον ῥεύματος διαφέρει.

### rho 97

ῥεῖθρον μὲν γάρ ἐστιν ὁ τόπος δι’ οὗ φέρεται, ῥεῦμα δὲ τὸ ὕδωρ. Ἀρχὴ τοῦ Σ σημεῖον τέρατος διαφέρει.

### sigma 98

σημεῖον μὲν γάρ ἐστι τὸ ἐπὶ τοῦ ἀέρος γινόμενον, τέρας δὲ τὸ ἐν γῇ. σημεῖον καὶ τεκμήριον διαφέρει.

### sigma 99

«τὰ μὲν παρῳχημένα σημείοις πιστοῦσθαι, τὰ δὲ μέλλοντα τεκμηρίοις» (Antiphontis fr. 72 Blass = Artium Scriptores b x fr. 8 Radermacher). Ἀρχὴ τοῦ Τ τεῖχος καὶ τειχίον διαφέρει.

### tau 100

τεῖχος μὲν γὰρ ἐπὶ πόλεων, τειχίον δὲ ἐπὶ ἐπαύλεων. τιμωρεῖν καὶ τιμωρεῖσθαι διαφέρει.

### tau 101

τιμωρεῖν μὲν γὰρ τὸ τοῖς ἀδικουμένοις βοηθεῖν, τιμωρεῖσθαι δὲ τὸν ἀδικήσαντα· τιμωρὸς Πατρόκλου Ἀχιλλεύς, τιμωρεῖται δὲ Ἕκτορα. τοὔνεκα καὶ οὕνεκα διαφέρει.

### tau 102

τὸ μὲν γάρ ἐστι τούτου ἕνεκα, τὸ δὲ οὕνεκα διότι. τήθη καὶ τηθὶς διαφέρει.

### tau 103

τήθη μὲν γάρ ἐστιν ἡ μάμμη, τηθὶς 〈δὲ〉 ἡ τοῦ πατρὸς ἢ τῆς μητρὸς ἀδελφή. τύραννοι καὶ βασιλεῖς διαφέρουσιν.

### tau 104

τύραννοι μὲν γὰρ οἱ ἐξ ὠμότητος ἢ ἁρπαγῆς τὴν βασιλείαν δεξάμενοι, βασιλεῖς δὲ οἱ πατροπαράδοτον τὴν βασιλείαν ἔχοντες. Ἀρχὴ τοῦ Υ ὑποψία ὑφοράσεως διαφέρει.

### upsilon 105

ὑποψία μὲν γάρ ἐστι κακοῦ τινος ὑπόνοια, ὑφόρασις δὲ δόξα ἐπὶ τὸ χεῖρον ταχθεῖσα. ὑπόσχεσις ἐπαγγελίας διαφέρει.

### upsilon 106

ὑπισχνεῖται μὲν ὁ τὸ ἀξιωθὲν διδόναι μέλλων· ἐπαγγέλλεται δὲ ὁ δίχα παρακλήσεως παρέχειν τι δυνάμενος ἢ βουλόμενος. 〈Ἀρχὴ τοῦ Φ〉 φλαῦρον καὶ φαῦλον διαφέρει.

### phi 107

φλαῦρον μὲν γάρ ἐστι τὸ μικρὸν καὶ κοῦφον κακόν, φαῦλον δὲ τὸ μέγα, ὡς καὶ ἐν ἄλλοις παρεδηλώσαμεν.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/philon-of-byblos-alphabetical-meanings-oow-ab.json (sha256:bc891b65e112661194ef9e41f3589754580f7a77f29feea923a7622afc71755b). Cite as `eul_wid: oow-ab`.
