---
title: Paean to Dionysus
title_greek: Παιὰν πρὸς Διόνυσον
author: Philodamus of Scarpheia the Lyric Poet
eul_wid: hdk-aa
eul_aid: hdk
canonical: "https://eulogikon.org/grc/philodamus-of-scarpheia/paean-dionysus"
canonical_json: "https://eulogikon.org/data/works/grc/philodamus-of-scarpheia-paean-dionysus-hdk-aa.json"
sha256: b6e99d36f586a6d1bbd452003411e71f7632e056624bf533da51c700597fbee2
period: Classical
dialect: Attic
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Paean to Dionysus

*Παιὰν πρὸς Διόνυσον*

**Author:** Philodamus of Scarpheia the Lyric Poet

**eul_wid:** `hdk-aa` · [HTML page](https://eulogikon.org/grc/philodamus-of-scarpheia/paean-dionysus) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/philodamus-of-scarpheia-paean-dionysus-hdk-aa.json)

## Text

### unit_1

[Δεῦρ’ ἄνα Δ]ιθύραμβε Βάκχ’ ε[ὔιε, ταῦρε, κισσο]χαῖ‐ τα, Βρόμι’, ἠρινα[ῖς ἵκου] [ταῖσδ’] ἱεραῖς ἐν ὥραις· Εὐοῖ ὦ Ἰό[βακχ’ ὦ ἰὲ Παιά]ν· [ὃ]ν Θήβαις ποτ’ ἐν εὐίαις Ζη[νὶ γείνατο] καλλίπαις Θυώνα· πάντες δ’ [ἀθά]νατοι [χ]όρευ‐ σαν, πάντες δὲ βροτοὶ χ[άρεν] [σαῖσι], Βάκχιε, γένναις. [para]Ἰὲ Παιάν, ἴθι σωτήρ, [para][εὔφρων τάνδε] πόλιν φύλασς’ [para]εὐαίωνι σὺν [ὄλβῳ.] Ἤν, τότε βακχίαζε μὲν χθὼ[ν μεγαλώνυμός] τε Κά‐ δμου Μινυᾶν τε κόλπ[ος Εὔ‐] [βο]ιά τε καλλίκαρπος· Εὐοῖ ὦ Ἰόβ[ακχ’ ὦ ἰὲ] Παιάν· πᾶσα δ’ ὑμνοβρύης χόρευ‐ ε[ν Δελφῶ]ν ἱερὰ μάκαιρα χώρα· αὐτὸς δ’ ἀστε[ρόεν δ]έμας φαίνων Δελφίσι σὺν κόραις [Παρν]ασσοῦ πτύχας ἔστας. [para]Ἰὲ Παιάν, ἴθι σωτήρ, εὔφρων τάνδε πόλιν φύλασς’ [para]εὐαίωνι σὺν ὄλβῳ. [ ]λὲς δὲ χειρὶ πάλ‐ λων δ[έρ]ας ἐνθέοις [σὺν οἴσ‐] τροις ἔμολες μυχοὺς [Ἐλε]υ‐ σῖνος ἀν’ [ἀνθεμώ]δεις· Εὐοῖ ὦ Ἰόβακχ’ ὦ ἰ[ὲ Παι]άν· [ἔθνος ἔνθ’] ἅπαν Ἑλλάδος γᾶς ἀ[μφ(ὶ) ἐ]ννατέταις [φίλιον] ἐπ[όπ]τ̣αις ὀργίων ὁσ[ίων Ἴ]ακ‐ χον [κλείει σ]ε̣· βροτοῖς πόνων ᾦξ[ας δ’ ὅρ]μ̣ον [ [para]Ἰὲ Παιάν, ἴθι σωτήρ,

### unit_2

εὔφρων τάνδε πόλιν φύλασς’ εὐαιῶνι σὺν ὄλβῳ. Παννυχίσιν] δὲ καὶ χοροῖς Γ.......ΛΙΣ xii litt. ΕΚΓ xvi litt. Σ []Ν . . . . . . . . ...ΥΘ..ΥΡ[ .Λ.ΤΟ...Ν.......Π̣ΑΟ.[ εὔφρω[ν τάνδε] π̣ό̣[λιν] φύλασ[ς’] [ε]ὐ[αίωνι σὺν ὄλβῳ. [Ἔ]ν[θεν ἐ]π’ ὀλβίας χθονὸς Θεσ̣[σαλίας] ἔκελσας ἄ‐ στη, τέμενός τ’ Ὀλύμπι[ον], [Πιερ]ίαν τε κλειτάν· Εὐοῖ ὦ Ἰόβακχ’ [ὦ ἰὲ Παι]άν· Μοῦσαι [δ’] αὐτίκα παρθένοι κ[ισσῷ] στε[ψ]άμεναι κύκλῳ σε πᾶσαι μ[έλψαν] ἀθάνα[τον] ἐς ἀεὶ Παιᾶν’ εὐκλέα τ’ ὀ[πὶ κλέο]υ‐ σαι· [κα]τᾶρξε δ’ Ἀπόλλων. [para]Ἰὲ Παιάν, ἴθι σωτήρ, [para]εὔφρων τάνδε πόλιν φύλασς’ εὐαίωνι σὺν ὄλβῳ. ....σευ.θ.ετ̣ας τ.τιμ.......ισορι ....κανεξ̣ε̣σι πυθοχρη̣[στ....] ἰαχὰν ...νεαι⁚ εὐοῖ ὦ Ἰόβακχ’ [ὦ ἰὲ Παιὰ]ν ...εμι....λε..δαιδ........πις [ [ x litt. ]νφο[ [ παλ ρων φιλ ων προφη[ νομοθετ[ παλλ.κ̣[ ως [ [ [ [ ναπεμπε̣[ οἳ σέβου[σι ως̣ δυσαντ̣[ σ̣ιν εχρθθπο̣[ ε χώραν ελ̣ε [xx lit.] πατρωι [...] [para]Ἰ[ὲ̣ Παιάν, ἴθι] σωτήρ, [para][εὔφρων τάνδε πόλιν φύλ[ασ]ς’ [para]εὐαίωνι σ[ὺ]ν ὄλβ[ῳ.] Ἐκτελέσαι δὲ πρᾶξιν Ἀμ‐ φικτύονας θ[εὸς] κελεύ‐ ει τάχος, ὡ[ς ἐπ]άβολος μὴν ἱκέτ̣α̣[ς] κατάσχῃ. Εὐοῖ ὦ [Ἰόβ]ακχ’ ὦ ἰὲ Παιάν·

### unit_3

δε[ῖξαι] δ’ ἐγ ξενίοις ἐτεί‐ οις θεῶν ἱερῷ γένει συναίμῳ τόνδ’ ὕμνον, θυσίαν δὲ φαί‐ νει[ν] σὺν Ἑλλάδος ὀλβίας πα[νδ]ήμοις ἱκετείαις. Ἰὲ Παιάν, ἴθι σωτήρ, [para]εὔφρων τάνδε πόλιν φύλασς’ [para]εὐαίωνι σὺν ὄλβῳ. Ὦ μάκαρ ὀλβία τε κεί‐ νων γεν̣[εὰ] βροτῶν, ἀγή‐ ρων ἀμίαντον ἃ κτίσῃ ναὸ[ν ἄ]ν̣ακ̣[τι] Φοίβῳ. Εὐοῖ ὦ Ἰόβακχ’ ὦ ἰὲ Π[αιάν]. [ν]ε[ο]χρύσεον χρυσέοις τύποις πα[ circ. xi litt. ]ν̣θ̣εαιγ κύκλου [circ. vii litt.] κ̣ω̣[ circ. iv litt. ]δογ, κόμαν δ’ ἀργαίνοντ’ ἐλέφαντι, κ[ρα‐ τὸς] δ’ αὐτόχθονι κόσμῳ. [para]Ἰὲ Παιάν, ἴθι σωτήρ, [para]εὔφρων τάνδε πόλιν φύλασς’ εὐαίωνι σὺν ὄλβῳ. Πυθιάσιν δὲ πενθετή‐ ροισ[ι τ]ροπαῖς ἔταξε Βάκ‐ χου θυσίαν χορῶν τε πο[λ‐] [λῶν] κυκλίαν ἅμιλλαν (Εὐοῖ ὦ Ἰ[ό]βακχ’ [ὦ ἰὲ Παι]ὰν) τεύχειν· ἁλιοφεγ̣γ[έ]σ[ι]ν δ’ ἀρχο[ύσαις] ἴσον ἁβρὸν ἄγαλμα Βάκχο[υ] ἐν [vi litt.] χρυσέων λεόν‐ των στῆσα[ι], ζαθέῳ τε τ[εῦ‐] ξαι θεῷ πρέπον ἄντρον. [para]Ἰὲ Παιάν, ἴθι σωτήρ, [para]εὔφρων τάνδε πόλιν φύλασς’ [para]εὐαίωνι σὺν ὄλβῳ. Ἀλλὰ δέχεσθε Βακχ[ιά‐]

### unit_4

[σ̣τα]ν Δι[ό]νυσ[ον, ἐν δ’ ἀγυι‐] α̣ῖς ἅμα σὺγ [χοροῖσ]ι κ[ι‐] [κλῄσκετε] κισσ[οχ]αίταις (Ε[ὐοῖ ὦ Ἰ]όβακχ’ ὦ ἰὲ [Παιὰν]) πᾶσαν [Ἑλ]λάδ’ ἀν’ ὀ[λβίαν .αν....ιτε πολ..υ..σ̣τεα..ν̣ας..ρεπι[Partial Letter][ λ̣ω̣ [......]ν...ιο.ε...κυκλι[ [ἄ]να[ξ] ὑγιείας. [para]Ἰὲ Παιάν, [ἴ]θι σω[τήρ· εὔφρων] τάνδε πόλιν φύλασς’ [εὐαίωνι σὺν ὄλβῳ.]

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/philodamus-of-scarpheia-paean-dionysus-hdk-aa.json (sha256:b6e99d36f586a6d1bbd452003411e71f7632e056624bf533da51c700597fbee2). Cite as `eul_wid: hdk-aa`.
