---
title: "On Solon's Public Brothels"
title_greek: Ἀποσπάσματα
author: Philemon Syracusius
eul_wid: lpe-ab
eul_aid: lpe
canonical: "https://eulogikon.org/grc/philemon-syracusius/solon-brothels"
canonical_json: "https://eulogikon.org/data/works/grc/philemon-syracusius-solon-brothels-lpe-ab.json"
sha256: "590635922c0f2e4d291215cfc55209d304c5bd24a82668ad8026b0aa6eea77a2"
period: Hellenistic
dialect: Attic Comedy
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# On Solon's Public Brothels

*Ἀποσπάσματα*

**Author:** Philemon Syracusius

**eul_wid:** `lpe-ab` · [HTML page](https://eulogikon.org/grc/philemon-syracusius/solon-brothels) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/philemon-syracusius-solon-brothels-lpe-ab.json)

## Text

### book 1.1

Ὦ πῶς

### book 1.2

πονηρόν ἐστιν ἀνθρώπου φύσις τὸ σύνολον· οὐ γὰρ ἄν

### book 1.3

ποτ’ ἐδεήθη νόμου. οἴει

### book 1.4

τι τῶν ἄλλων διαφέρειν θηρίων ἄνθρωπον; οὐδὲ μικρὸν ἀλλὰ σχήματι·[ln_5]πλάγι’ ἐστὶ τἄλλα, τοῦτο δ’ ὀρθὸν θηρίον.

### book 1.1

Σὺ δ’ εἰς ἅπαντας εὗρες ἀνθρώπους, Σόλων· σὲ γὰρ λέγουσι

### book 1.2

τοῦτ’ ἰδεῖν

### book 1.3

πρῶτον βροτῶν, δημοτικὸν ὦ Ζεῦ πρᾶγμα καὶ σωτήριον, (καί μοι λέγειν

### book 1.4

τοῦτ’ ἐστὶν ἁρμοστόν, Σόλων·)[ln_5]μεστὴν ὁρῶντα τὴν πόλιν νεωτέρων, τούτους τ’ ἔχοντας τὴν ἀναγκαίαν φύσιν, ἁμαρτάνοντάς τ’ εἰς ὃ μὴ προσῆκον ἦν, στῆσαι

### book 1.5

πριάμενόν

### book 1.6

τοι γυναῖκας κατὰ τόπους κοινὰς ἅπασι καὶ κατεσκευασμένας.

### book 1.1

[ln_10]ἑστᾶσι γυμναί· μὴ ’ξαπατηθῇς· πάνθ’ ὅρα. οὐκ εὖ σεαυτοῦ τυγχάνεις ἔχων· ἔχεις [ἐστυκότως] πως· ἡ θύρα ’στ’ ἀνεῳγμένη. εἷς ὀβολός· εἰσπήδησον· οὐκ ἔστ’ οὐδὲ εἷς ἀκκισμός, οὐδὲ λῆρος, οὐδ’ ὑφήρπασεν,[ln_15]ἀλλ’ εὐθύς, ὡς βούλει σὺ χὢν βούλει

### book 1.2

τρόπον. ἐξῆλθες· οἰμώζειν λέγ’, ἀλλοτρία ’στί σοι.

### book 2.1

Οὐκ ἂν λαλῇ τις μικρόν, ἐστὶ κόσμιος, οὐδ’ ἂν

### book 2.2

πορεύηταί τις εἰς τὴν γῆν βλέπων· ὁ δ’ ἡλίκον μὲν ἡ φύσις φέρει λαλῶν, μηδὲν

### book 2.3

ποιῶν δ’ ἄσχημον, οὗτος κόσμιος.

### book 1.1

Οἴμοι· τὸ λυπεῖσθαι γὰρ ἐπὶ τὸ ῥῆμ’ ἄγει

### book 1.2

τοῦτ’ εὐθύς, ὡς ἔοικε, τὸν λυπούμενον. λυπουμένῳ δ’ ὅταν

### book 1.3

τις ἀκολουθῶν λέγῃ χαῖρ’, ἐξ ἀνάγκης οὗτος οἰμώζειν λέγει.

### book 1.1

Πιεῖν

### book 1.2

τις ἡμῖν ἐγχεάτω, καὶ ματτύην

### book 1.3

ποιεῖτε θᾶττον.

### book 1.1

Νῦν δ’ οἶδ’ ἀκριβῶς τὴν τύχην ὡς οὐ μία, οὐδ’ ἔστι

### book 1.2

πρώην, ἀλλὰ μετὰ τῶν

### book 1.3

σωμάτων ἡμῶν, ὅταν γιγνώμεθ’, εὐθὺς χἠ τύχη

### book 1.4

προσγίγνεθ’ ἡμῖν, συγγενὴς τῷ σώματι·[ln_5]κοὐκ ἔστιν ἕτερον

### book 1.5

παρ’ ἑτέρου λαβεῖν τύχην.

### book 1.1

Οὐχὶ μόνον οὗτος εὗρε πῶς λαλήσομεν αὑτοῖς, ἀπέχοντες

### book 1.2

πολὺν ἀπ’ ἀλλήλων

### book 1.3

χρόνον, οὐδ’ ὃν

### book 1.4

τρόπον μηδέποτε μηδὲ εἷς πάλιν ἐπιλήσεθ’ ἡμῶν μηδέν, ἐμβλέψας δέ που[ln_5]τἀκ

### book 1.5

τοῦ χρόνου

### book 1.6

τοῦ παντὸς εἴσετ’, ἀλλὰ καὶ ψυχῆς ἰατρὸν κατέλιπεν τὰ γράμματα.

### book 1.1

Γυμνῷ φυλακὴν ἐπίταττε, παῖ, καὶ διὰ τριῶν

### book 1.2

ποτηρίων με ματτύης εὐφραινέτω.

### book 2-3

Ὁρῶ μαγείρου καὶ κύβηλιν καὶ σκάφην.

### book 1.1

Βασίλισς’ ἔσει Βαβυλῶνος, ἂν οὕτω τύχῃ. τὴν

### book 1.2

Πυθιονίκην οἶσθα καὶ τὸν Ἅρπαλον.

### book 1.1

Ὁλκεῖον εἶδον ἐπὶ τραπέζῃ κείμενον

### book 1.2

πυρῶν

### book 1.3

τι μεστόν.

### book 2

Ἐν Καρὶ τὸν κίνδυνον οἶσθα, δέσποτα.

### book 1.1

Κακὴ μὲν ὄψις, ἒν δὲ δειλαῖαι

### book 1.2

φρένες.

### book 1

Κἂν δοῦλος ᾖ τις, οὐδὲν ἧττον, δέσποτα, ἄνθρωπος οὗτός ἐστιν, ἂν ἄνθρωπος ᾖ.

### book 1

Ἥδιον οὐδὲν οὐδὲ μουσικώτερον ἔστ’ ἢ δύνασθαι λοιδορούμενον φέρειν· ὁ λοιδορῶν γάρ, ἂν ὁ λοιδορούμενος μὴ προσποιῆται, λοιδορεῖται λοιδορῶν.

### book 2

Πρόχειρον ἐπὶ τὴν γλῶτταν εὐλόγῳ τρέχειν.

### book 1.1

Σκιμπόδιον ἓν καὶ κώδιον καὶ ψιαθίον ἴσως

### book 1.2

παλαιστῆς.

### book 2

Χαλεπὸν τὸ ποιεῖν, τὸ δὲ κελεῦσαι ῥᾴδιον.

### book 1.1

Οὐ τοῖς

### book 1.2

πλέουσι τὴν θάλατταν γίγνεται μόνοισι

### book 1.3

χειμών, ὡς ἔοικεν, ἀλλὰ καὶ τοῖς

### book 1.4

περιπατοῦσί που, Λάχης, ἐν τῇ στοᾷ, καὶ τοῖς μένουσιν ἔνδον ἐν

### book 1.5

ταῖς οἰκίαις.[ln_5]χοἰ μὲν

### book 1.6

πλέοντες ἐνίοθ’ ἡμέραν μίαν ἢ νύκτα

### book 1.7

χειμασθέντες εἶτ’ ἐκ

### book 1.8

τοῦ κακοῦ σωτηρίας ἐπέτυχον· ἢ τὸ πνεῦμα γὰρ αὐτοὺς τὸ σῶζον ἧκεν ἢ ’φάνη λιμήν. ἐμοὶ δὲ τοῦτ’ οὐκ ἔστιν· οὐκ εἰς ἡμέραν[ln_10]χειμάζομαι μίαν γάρ, εἰς τὸ ζῆν δ’ ὅλον, ἀεὶ τὸ λυπεῖσθαι δὲ μεῖζον γίγνεται.

### book 1.1

Ἐμοῦ γάρ ἐστι κύριος μὲν εἷς ἀνήρ, τούτων δὲ καὶ σοῦ μυρίων τ’ ἄλλων νόμος, ἑτέρων τύραννος, τῶν

### book 1.2

τυραννούντων φόβος· δοῦλοι βασιλέων εἰσίν, ὁ βασιλεὺς θεῶν,[ln_5]ὁ θεὸς ἀνάγκης. πάντα δ’, ἂν

### book 1.3

σκοπῇς, ὅλως ἑτέρων πέφυκεν ἥττον’, ὧν δὲ μείζονα. τούτοις ἀνάγκη

### book 1.4

ταῦτα δουλεύειν ἀεί.

### book 1.1

Οὐκ ἔστ’ ἀληθὲς

### book 1.2

παραλογίσασθ’, οὐδ’ ἔχειν ὀψάρια

### book 1.3

χρηστά.

### book 1.1

Ἐγὼ γὰρ ἐς τὴν

### book 1.2

χλαμύδα κατεθέμην

### book 1.3

ποτέ καὶ τὸν πέτασον.

### book 1.1

Καὶ γύλιόν

### book 1.2

τιν’ ἀργυρωμάτων.

### book 1.1

Πάντ’ ἔστιν ἐξευρεῖν, ἐὰν μὴ τὸν πόνον

### book 1.2

φεύγῃ τις, ὃς

### book 1.3

πρόσεστι

### book 1.4

τοῖς ζητουμένοις.

### book 1

Εἰ τὰ παρὰ τοῖς ἄλλοισιν εἰδείης κακά, ἄσμενος ἔχοις ἄν, Νικοφῶν, ἃ νῦν ἔχεις.

### book 1.1

[spk_β]Ἰχθὺς τί σοι ἐφαίνεθ’ οὑφθός; Β. μιαρὸς ἦν. ἀκήκοας; ἅλμη

### book 1.2

τε λευκὴ καὶ παχεῖ’ ὑπερβολῇ, κοὐχὶ λοπάδος

### book 1.3

προσῶζεν οὐδ’ ἡδυσμάτων·[ln_5]ἐβόων ἅπαντες, ὡς ἀγαθὴν ἅλμην

### book 1.4

ποιεῖς.

### book 2.1

Ἀγύρριος δὲ παρατεθέντος καράβου, ὡς εἶδεν αὐτόν „χαῖρε πάππα φίλτατε“ εἴπας, τί ἐποίει; τὸν

### book 2.2

πατέρα κατήσθιεν.

### book 1.1

[spk_β]Ἔδει

### book 1.2

παρεῖναι, Παρμένων, αὐλητρίδ’ ἢ νάβλαν τίν’. Β. ὁ δὲ νάβλας τί ἐστι; * * Α. * * * οὐκ οἶδας, ἐμβρόντητε σύ; Β. μὰ Δία. Α. τί φής; οὐκ οἶσθα νάβλαν; οὐδὲν οὖν[ln_5]οἶσθας ἀγαθὸν σύγ’. οὐδὲ σαμβυκίστριαν;

### book 1.1

Πολὺ μεῖζόν ἐστι

### book 1.2

τοῦ κακῶς ἔχειν κακὸν τὸ καθ’ ἕνα πᾶσι

### book 1.3

τοῖς ἐπισκοπουμένοις δεῖν τὸν κακῶς ἔχοντα πῶς ἔχει λέγειν.

### book 1.1

Ὥσπερ Σέλευκος δεῦρ’ ἔπεμψε τὴν τίγριν, ἣν εἴδομεν ἡμεῖς, τῷ Σελεύκῳ πάλιν ἔδει ἡμᾶς

### book 1.2

τι παρ’ ἡμῶν ἀντιπέμψαι θηρίον.

### book 1.1

[spk_β]Β. τρυγέρανον· οὐ γὰρ γίγνεται

### book 1.2

τοῦτ’ αὐτόθι.

### book 1

Ἀπὸ στόματος ἅπαντ’, ἐὰν βούλησθ’, ἐρῶ.

### book 1.1

Τὸ κανοῦν δ’ ὁ παῖς

### book 1.2

περίεισι

### book 1.3

τηνάλλως ἔχων.

### book 1.1

Καὐτόν

### book 1.2

τι πράττειν, οὐ μόνον τὰς ἐλπίδας ἐπὶ τῇ τύχῃ χρή, παιδίον, πάντως ἔχειν ὧν βούλεταί τις. ἀλλὰ καὶ τῷ τῇ τύχῃ συλλαμβάνεσθαι ῥᾷον ἡ τύχη

### book 1.3

ποιεῖ,[ln_5]ἐὰν μεθ’ ἑτέρου

### book 1.4

τοῦτο, μὴ μόνη, ποιῇ.

### book 2.1

Δοῦλος

### book 2.2

πρὸ δούλου, δεσπότης

### book 2.3

πρὸ δεσπότου.

### book 1.1

Κακόν ἐστι δούλῳ δεσπότης

### book 1.2

πράττων κακῶς· μετέχειν ἀνάγκη τῶν κακῶν γὰρ γίγνεται.

### book 1

Τοῦ γὰρ δικαίου κἀν βροτοῖσι καὶ θεοῖς ἀθάνατος ἀεὶ δόξα διατελεῖ μόνου.

### book 1.1

Τὴν

### book 1.2

πλατεῖάν

### book 1.3

σοι μόνον

### book 1.4

ταύτην

### book 1.5

πεποίηκεν ὁ βασιλεύς;

### book 2

Αἰγύπτιος θοἱμάτιον ἠρδάλωσέ μου.

### book 1.1

Τοὺς ἐν τῇ πόλει μάρτυρας ἔχω γάρ, ὅτι μόνος φύσκην

### book 1.2

ποιῶ, κάνδαυλον, ᾠά, θρῖον, ἐν

### book 1.3

στενῷ. τί γὰρ

### book 1.4

τούτων διάπτωμ’ ἐγένετ’ ἢ ’μάρτημα τί;

### book 2

Περὶ τοὐπτάνιον οὐ γίγνεθ’ ἡ σκευωρία· τραπεζοποιός ἐστ’ ἐπὶ τοῦ διακονεῖν.

### book 1.1

Ἰδοὺ πάρεστιν, ὡς ὁρᾷς· τριτημόρου ἕκαστος ὑμῶν ἦλθεν· εἰς

### book 1.2

τοὺς τέτταρας εἴληφεν ὑμῖν οὑτοσὶ τριώβολον.

### book 2.1

[spk_β]Ὀβολοῦ τὸ πρῶτον ἡμῖν ἐνέχεεν καὶ τεττάρων

### book 2.2

χαλκῶν μετὰ ταῦτα. Β. καὶ μάλα

### book 2.3

τρί’ ἡμιωβόλι’ ἐστί· χαλκοῦ θερμὸν ἦν.

### book 1.1

Τὸ τῆς Ἀμαλθείας δοκεῖς εἶναι κέρας οἷον γράφουσιν οἱ γραφεῖς κέρας βοός; ἀργύριόν ἐστι· τοῦτ’ ἐὰν ἔχῃς, λέγε

### book 1.2

πρὸς

### book 1.3

τοῦτ’ εἰ βούλει, πάντα

### book 1.4

σοι γενήσεται,[ln_5]φίλοι, βοηθοί, μάρτυρες, συνοικίαι.

### book 2

Νυνὶ δ’ ὅταν λάβῃ τις εἰς τὴν οἰκίαν τὰς Ἱππονίκας τάσδε καὶ Ναυσιστράτας καὶ Ναυσινίκας, τὰς Ἀθηναίας λέγω.

### book 1.1

Ἄρτεμι, φίλη δέσποινα, τοῦτόν

### book 1.2

σοι φέρω, ὦ πότνι’, ἀμφιφῶντα καὶ σπονδὴν ἅμα.

### book 2

Ἐξὸν ἀποσάττεσθαι δ’ ὅλην τὴν ἡμέραν, ποιοῦντα καὶ διδόντα ματτύας ἐκεῖ.

### book 3

Εἰ πάντες ἀποθανούμεθ’ οἷς μὴ γίγνεται ἃ βουλόμεσθα, πάντες ἀποθανούμεθα.

### book 4.1

Σπάθην

### book 4.2

παραφαίνων δηλαδὴ χρυσένδετον.

### book 1.1

Οἱ φιλόσοφοι ζητοῦσιν, ὡς ἀκήκοα, περὶ τοῦτό τ’ αὐτοῖς

### book 1.2

πολὺς ἀναλοῦται

### book 1.3

χρόνος, τί ἐστιν ἀγαθόν, κοὐδὲ εἷς εὕρηκέ πω τί ἐστιν. ἀρετὴν καὶ φρόνησίν

### book 1.4

φασι, καὶ[ln_5]λέγουσι πάντα μᾶλλον ἢ τί τἀγαθόν. ἐν ἀγρῷ διατρίβων τήν

### book 1.5

τε γῆν

### book 1.6

σκάπτων ἐγὼ νῦν εὗρον· εἰρήνη ’στίν· ὦ Ζεῦ φίλτατε, τῆς ἐπαφροδίτου καὶ φιλανθρώπου θεοῦ. γάμους, ἑορτάς, συγγενεῖς, παῖδας, φίλους,[ln_10]πλοῦτον, ὑγίειαν, σῖτον, οἶνον, ἡδονήν, αὕτη δίδωσι· ταῦτα πάντ’ ἂν ἐκλίπῃ, τέθνηκε κοινῇ πᾶς ὁ τῶν ζώντων βίος.

### book 1.1

Οὐκ ἔστιν οὔτε ζωγράφος, μὰ τοὺς θεούς, οὔτ’ ἀνδριαντοποιός, ὅστις ἂν

### book 1.2

πλάσαι κάλλος

### book 1.3

τοιοῦτον, οἷον ἡ ἀλήθει’ ἔχει. οὔτ’ ἀνδριάντος γὰρ καλῶς

### book 1.4

πεπλασμένου,[ln_5]ἂν μὴ τὸν αἰσθησόμενον ἡ τέχνη λάβῃ.

### book 1.1

Εἰ τὰ δάκρυ’ ἡμῖν τῶν κακῶν ἦν φάρμακον, ἀεί θ’ ὁ κλαύσας

### book 1.2

τοῦ πονεῖν ἐπαύετο, ἠλλαττόμεσθ’ ἂν δάκρυα δόντες

### book 1.3

χρυσίον· νῦν δ’ οὐ προσέχει τὰ πράγματ’ οὐδ’ ἀποβλέπει[ln_5]εἰς

### book 1.4

ταῦτα, δέσποτ’, ἀλλὰ τὴν αὐτὴν ὁδόν, ἐάν

### book 1.5

τε κλᾴῃς ἄν

### book 1.6

τε μή, πορεύεται. τί οὖν

### book 1.7

ποιεῖς

### book 1.8

πλέον; οὐδέν· ἡ λύπη δ’ ἔχει ὥσπερ τὸ δένδρον

### book 1.9

τοῦτο καρπὸν τὸ δάκρυον.

### book 2.1

[spk_β]Χαλκοῦς ὀφείλεις πέντε μοι. μέμνης’; Β. ἐγὼ σοὶ πέντε

### book 2.2

χαλκοῦς, σὺ δέ γέ μοι

### book 2.3

τριτήμορον. τοὺς ἓξ ἀποδοὺς

### book 2.4

τοὺς πέντε

### book 2.5

χαλκοῦς ἀπόλαβε.

### book 1.1

Ἄλλῳ πονοῦντι ῥᾴδιον

### book 1.2

παραινέσαι ἐστίν, ποιῆσαι δ’ αὐτὸν οὐχὶ ῥᾴδιον. τεκμήριον δέ· τοὺς ἰατροὺς οἶδ’ ἐγὼ ὑπὲρ ἐγκρατείας

### book 1.3

τοῖς νοσοῦσιν εὖ σφόδρα[ln_5]πάντας λαλοῦντας, εἶτ’ ἐπὰν

### book 1.4

πταίσωσί τι, αὐτοὺς

### book 1.5

ποιοῦντας πάνθ’ ὅς’ οὐκ εἴων τότε. ἕτερον τό τ’ ἀλγεῖν καὶ θεωρεῖν ἐστ’ ἴσως.

### book 2.1

Ἐγὼ πρότερον μὲν ᾠόμην τὴν

### book 2.2

Σικελίαν ἓν

### book 2.3

τοῦτ’ ἀπότακτον αὐτὸ τοὺς

### book 2.4

τυροὺς

### book 2.5

ποιεῖν καλούς· ἔτι

### book 2.6

ταῦτα

### book 2.7

προσετίθην ἀκηκοώς, ἱμάτια

### book 2.8

ποικίλ’ εἰ λέγοι

### book 2.9

τις

### book 2.10

Σικελικά.[ln_5]σκεύη μὲν οὖν καὶ κτήματ’ ᾠόμην φέρειν.

### book 3.1

Τὸ δὴ λεγόμενον

### book 3.2

τοῦτο Μυσῶν ἔσχατον ἐνόμιζεν ὁρᾶν τὸν υἱὸν ἐκπλέονθ’ ὁρῶν.

### book 1.1

Ὡς ἵμερός μοὐπῆλθε γῇ τε κοὐρανῷ λέξαι μολόντι

### book 1.2

τοὔψον ὡς ἐσκεύασα. νὴ τὴν Ἀθηνᾶν, ἡδύ γ’ ἔστ’ εὐημερεῖν ἐν ἅπασιν· ἰχθὺς ἁπαλὸς οἷος γέγονέ μοι[ln_5]οἷον

### book 1.3

παρατέθεικ’, οὐ πεφαρμακευμένον

### book 1.4

τυροῖσιν, οὐδ’ ἄνωθεν ἐξηνθισμένον, ἀλλ’ οἷος ἦν ζῶν, κὠπτὸς ὢν

### book 1.5

τοιοῦτος ἦν· οὕτως ἁπαλὸν ἔδωκα καὶ πρᾷον τὸ πῦρ ὀπτῶν τὸν ἰχθύν, οὐδὲ πιστευθήσομαι.[ln_10]ὅμοιον ἐγένετ’, ὄρνις ὁπόταν ἁρπάσῃ τοῦ καταπιεῖν μεῖζόν

### book 1.6

τι· περιτρέχει κύκλῳ τηροῦσα

### book 1.7

τοῦτο, καταπιεῖν δ’ ἐσπούδακεν, ἕτεραι διώκουσιν δὲ ταύτην. ταὐτὸν ἦν.

### book 1.1

τὴν ἡδονὴν ὁ πρῶτος αὐτῶν καταμαθὼν[ln_15]τῆς λοπάδος, ἀνεπήδησε κἄφευγεν κύκλῳ τὴν λοπάδ’ ἔχων, ἄλλοι δ’ ἐδίωκον κατὰ πόδας. ἐξῆν ὀλολύζειν· οἱ μὲν ἥρπασάν

### book 1.2

τι γάρ, οἱ δ’ οὐδέν, οἱ δὲ πάντα. καί τοι

### book 1.3

παρέλαβον ἰχθῦς

### book 1.4

ποταμίους ἐσθίοντας βόρβορον·[ln_20]εἰ δ’ ἔλαβον ἀρτίως

### book 1.5

σκάρον, ἢ ’κ τῆς Ἀττικῆς γλαυκίσκον, ὦ Ζεῦ σῶτερ, ἢ ’ξ Ἄργους κάπρον, ἢ ’κ τῆς

### book 1.6

Σικυῶνος τῆς φίλης ὃν

### book 1.7

τοῖς θεοῖς φέρει

### book 1.8

Ποσειδῶν γόγγρον εἰς τὸν οὐρανόν, ἅπαντες οἱ φαγόντες ἐγένοντ’ ἂν θεοί.

### book 1

[ln_25]ἀθανασίαν εὕρηκα· τοὺς ἤδη νεκρούς, ὅταν ὀσφρανθῶσι, ποιῶ ζῆν πάλιν.

### book 1

Ἠγόρασα νῆστιν κεστρέ’ ὀπτὸν οὐ μέγαν.

### book 1.1

Ἱμάτια διαφαίνοντα καὶ πέδην

### book 1.2

τινὰ χρυσῆν.

### book 1-2.1

Ἀεὶ γεωργὸς εἰς νέωτα

### book 1-2.2

πλούσιος.

### book 1

Ἔπιεν ἡ Ῥόδη κυμβίον ἀκράτου κατασέσειχ’ ὑμῖν ἄνω.

### book 1.1

Φιλοσοφίαν καινὴν γὰρ οὗτος

### book 1.2

φιλοσοφεῖ· πεινῆν διδάσκει καὶ μαθητὰς λαμβάνει. εἷς ἄρτος, ὄψον ἰσχάς, ἐπιπιεῖν ὕδωρ.

### book 1.1

Ὦ Κλέων, παῦσαι

### book 1.2

φλυαρῶν· ἂν ὀκνῇς τὸ μανθάνειν, ἀνεπικούρητον

### book 1.3

σεαυτοῦ τὸν βίον λήσει

### book 1.4

ποιῶν. οὔτε γὰρ ναυαγός, ἂν μὴ γῆς λάβηται

### book 1.5

φερόμενος, οὔποτ’ ἂν σώσειεν αὑτόν, οὔτ’ ἀνὴρ πένης γεγώς[ln_5]μὴ οὐ τέχνην μαθὼν δύναιτ’ ἂν ἀσφαλῶς ζῆν τὸν βίον. „ἀλλὰ χρήματ’ ἐστὶν ἡμῖν.“ ἅ γε τάχιστ’ ἀπόλλυται. „κτήματ’, οἰκίαι.“ τύχης δὲ μεταβολὰς οὐκ ἀγνοεῖς, ὅτι τὸν εὔπορον τίθησι

### book 1.6

πτωχὸν εἰς τὴν αὔριον. κἂν μὲν ὁρμισθῇ τις ἡμῶν εἰς λιμένα τὸν τῆς τέχνης,

### book 1.1

[ln_10]ἐβάλετ’ ἄγκυραν καθάψας ἀσφαλείας εἵνεκα· ἂν δ’ ἀπαίδευτος μετάσχῃ πνεύματος

### book 1.2

φορούμενος, τῆς ἀπορίας εἰς τὸ γῆρας οὐκ ἔχει

### book 1.3

σωτηρίαν. ἀλλ’ ἑταῖροι καὶ φίλοι

### book 1.4

σοι καὶ συνήθεις, νὴ Δία, ἔρανον εἰσοίσουσιν. εὔχου μὴ λαβεῖν

### book 1.5

πεῖραν φίλων,[ln_15]εἰ δὲ μή, γνώσει

### book 1.6

σεαυτὸν ἄλλο μηδὲν

### book 1.7

πλὴν

### book 1.8

σκιάν.

### book 2.1

Ὃν οὐδὲ εἷς λέληθεν οὐδὲ ἓν

### book 2.2

ποιῶν, οὐδ’ αὖ ποιήσων, οὐδὲ πεποιηκὼς πάλαι, οὔτε θεὸς οὔτ’ ἄνθρωπος, οὗτός εἰμ’ ἐγώ, Ἀήρ, ὃν ἄν

### book 2.3

τις ὀνομάσειε καὶ Δία.[ln_5]ἐγὼ δ’, ὃ θεοῦ ’στιν ἔργον, εἰμὶ πανταχοῦ, ἐνταῦθ’ ἐν Ἀθήναις, ἐν Πάτραις, ἐν

### book 2.4

Σικελίᾳ, ἐν

### book 2.5

ταῖς πόλεσι πάσαισιν, ἐν

### book 2.6

ταῖς οἰκίαις πάσαις, ἐν ὑμῖν πᾶσιν οὐκ ἔστιν τόπος, οὗ μή ’στιν Ἀήρ· ὁ δὲ παρὼν ἁπανταχοῦ[ln_10]πάντ’ ἐξ ἀνάγκης οἶδε

### book 2.7

πανταχοῦ παρών.

### book 3.1

Τί ποτε

### book 3.2

Προμηθεύς, ὃν λέγους’ ἡμᾶς

### book 3.3

πλάσαι καὶ τἄλλα πάντα ζῷα, τοῖς μὲν θηρίοις ἔδωχ’ ἑκάστῳ κατὰ γένος μίαν φύσιν; ἅπαντες οἱ λέοντές εἰσιν ἄλκιμοι,[ln_5]δειλοὶ πάλιν ἑξῆς πάντες εἰσὶν οἱ λαγοί. οὐκ ἔστ’ ἀλώπηξ ἡ μὲν εἴρων τῇ φύσει ἡ δ’ αὐθέκαστος, ἀλλ’ ἐὰν

### book 3.4

τρισμυρίας ἀλώπεκάς

### book 3.5

τις

### book 3.6

συναγάγῃ, μίαν φύσιν ἁπαξαπασῶν ὄψεται

### book 3.7

τρόπον θ’ ἕνα.[ln_10]ἡμῶν δ’ ὅσα καὶ τὰ σώματ’ ἐστὶ τὸν ἀριθμὸν καθ’ ἑνός, τοσούτους ἔστι καὶ τρόπους ἰδεῖν.

### book 4.1

Πολύ γ’ ἐστὶ πάντων ζῷον ἀθλιώτατον ἄνθρωπος, εἴ τις ἐξετάζοι κατὰ τρόπον· τὸν γὰρ βίον

### book 4.2

περίεργον εἰς τὰ πάντ’ ἔχων ἀπορεῖ τὰ πλεῖστα διὰ τέλους

### book 4.3

πονεῖ τ’ ἀεί.[ln_5]καὶ τοῖς μὲν ἄλλοις πᾶσιν ἡ γῆ θηρίοις ἑκοῦσα

### book 4.4

παρέχει τὴν καθ’ ἡμέραν

### book 4.5

τροφήν, αὐτὴ πορίζους’, οὐ λαβοῦσα . . . . . . . . . . . . . . . . πάνυ μόλις ὥσπερ τὸ κατὰ χρέος κεφάλαιον ἐκτίνει[ln_10]τὸ σπέρμα, τοὺς τόκους δ’ ἀνευρίσκους’ ἀεὶ πρόφασίν

### book 4.6

τιν’ αὐχμὸν ἢ πάχνην ἀποστερεῖ. καὶ δὴ τυχὸν μὲν διὰ τὸ παρέχειν

### book 4.7

πράγματα μόνους ἑαυτῇ καὶ ποιεῖν τἄνω κάτω

### book 4.8

ταύτην

### book 4.9

παρ’ ἡμῶν λαμβάνει

### book 4.10

τιμωρίαν.

### book 5.1

Μείζω τὰ κακὰ ποιοῦσι

### book 5.2

πολλοί, δέσποτα, αὐτοὶ δι’ αὑτοὺς ἢ πέφυκε τῇ φύσει. οἷον τέθνηκεν υἱὸς ἢ μήτηρ

### book 5.3

τινί, ἢ νὴ Δί’ ἄλλων τῶν ἀναγκαίων γέ τις·[ln_5]ἂν μὲν λάβῃ τοῦτ’ „ἀπέθαν’, ἄνθρωπος γὰρ ἦν,“ τοσοῦτο γέγονε τὸ κακὸν ἡλίκον

### book 5.4

περ ἦν. ἐὰν δ’ „ἀβίωτος ὁ βίος, οὐκ ἔτ’ ὄψομαι, ἀπόλωλ’,“ ἐν ἑαυτῷ τοῦτ’ ἐὰν

### book 5.5

σκοπῇ, κακὰ πρὸς

### book 5.6

τοῖς κακοῖσιν οὗτος ἕτερα

### book 5.7

συλλέγει.

### book 5.1

[ln_10]ὁ δὲ τῷ λογισμῷ πάντα

### book 5.2

παρ’ ἑαυτῷ σκοπῶν τὸ κακὸν ἀφαιρεῖ τἀγαθὸν δὲ λαμβάνει.

### book 6.1

Ἤκουσα

### book 6.2

τούτων αὐτός, οὐδὲ φύεται αὐτόματον ἀνθρώποισιν, ὦ βέλτιστε, νοῦς ὥσπερ ἐν ἀγρῷ θύμος· ἐκ δὲ τοῦ λέγειν

### book 6.3

τε καὶ ἑτέρων ἀκούειν καὶ θεωρῆσαι * *[ln_5]κατὰ μικρὸν ἀεί, φασί, φύονται

### book 6.4

φρένες.

### book 7.1

Ἀεὶ τὸ πλουτεῖν

### book 7.2

συμφορὰς

### book 7.3

πολλὰς ἔχει, φθόνον τ’ ἐπήρειάν

### book 7.4

τε καὶ μῖσος

### book 7.5

πολύ, πράγματά τε

### book 7.6

πολλὰ κἀνοχλήσεις μυρίας, πράξεις

### book 7.7

τε πολλὰς

### book 7.8

συλλογάς

### book 7.9

τε τοῦ βίου.[ln_5]ἔπειτα μετὰ ταῦτ’ εὐθὺς εὑρέθη θανών, ἄλλοις καταλείψας εἰς

### book 7.10

τρυφὴν τὴν οὐσίαν. ὅθεν πένεσθαι μᾶλλον ἡδέως ἔχω, ἔχειν

### book 7.11

τε μέτρια κἀμέριμνον ζῆν βίον, καὶ μήτ’ ἔχειν

### book 7.12

πλοῦτόν με μήτε

### book 7.13

πράγματα·[ln_10]πᾶς γὰρ πένης ὢν μεγάλα κερδαίνει κακά.

### book 8.1

Ὦ τρισμακάρια πάντα καὶ τρισόλβια τὰ θηρί’, οἷς οὐκ ἔστι

### book 8.2

περὶ τούτων λόγος· οὔτ’ εἰς ἔλεγχον οὐδὲν αὐτῶν ἔρχεται, οὔτ’ ἄλλο

### book 8.3

τοιοῦτ’ οὐδέν ἐστ’ αὐτοῖς κακὸν[ln_5]ἐπακτόν, ἣν δ’ ἂν εἰσενέγκηται φύσιν ἕκαστον, εὐθὺς καὶ νόμον

### book 8.4

ταύτην ἔχει. ἡμεῖς δ’ ἀβίωτον ζῶμεν ἄνθρωποι βίον· δουλεύομεν δόξαισιν, εὑρόντες νόμους, προγόνοισιν, ἐγγόνοισιν. οὐκ ἔστ’ ἀποτυχεῖν[ln_10]κακοῦ, πρόφασιν δ’ ἀεί τιν’ ἐξευρίσκομεν.

### book 9.1

Νὴ τὸν Δία τὸν μέγιστον ᾤμην, Σωσία, ἐγὼ πρότερον μὲν

### book 9.2

τοὺς πένητας ζῆν μόνον ὀδυνωμένους, τῶν

### book 9.3

πλουσίων δὲ τὸν βίον ἱλαρόν

### book 9.4

τιν’ εἶναι καὶ φέρειν εὐθυμίαν·[ln_5]νυνὶ δὲ διαφέροντα

### book 9.5

τοῖς καθ’ ἡμέραν δαπανήμασιν δὴ τὸν βίον ὁρῶ μόνον, λύπας δ’ ἔχοντας μείζονας

### book 9.6

τοὺς μείζονας.

### book 10.1

Ἀνὴρ δίκαιός ἐστιν οὐχ ὁ μὴ ἀδικῶν, ἀλλ’ ὅστις ἀδικεῖν δυνάμενος μὴ βούλεται· οὐδ’ ὃς τὰ μικρὰ λαμβάνειν ἀπέσχετο, ἀλλ’ ὃς τὰ μεγάλα καρτερεῖ μὴ λαμβάνων,[ln_5]ἔχειν δυνάμενος καὶ κρατεῖν ἀζημίως· οὐδ’ ὅς γε

### book 10.2

ταῦτα πάντα διατηρεῖ μόνον, ἀλλ’ ὅστις ἄδολον γνησίαν τ’ ἔχων φύσιν εἶναι δίκαιος κοὐ δοκεῖν εἶναι θέλει.

### book 11.1

Τὸν μὴ λέγοντα τῶν δεόντων μηδὲ ἓν μακρὸν νόμιζε, κἂν δύ’ εἴπῃ συλλαβάς, τὸν δ’ εὖ λέγοντα μὴ νόμιζ’ εἶναι μακρόν, μηδ’ ἂν

### book 11.2

σφόδρ’ εἴπῃ πολλὰ καὶ πολὺν

### book 11.3

χρόνον.[ln_5]τεκμήριον δὲ τοῦδε τὸν Ὅμηρον λάβε· οὗτος γὰρ ἡμῖν μυριάδας ἐπῶν γράφει, ἀλλ’ οὐδὲ εἷς Ὅμηρον εἴρηκεν μακρόν.

### book 12.1

Ἐγὼ τὸν ἀγρὸν ἰατρὸν ἐλελήθειν ἔχων· τρέφει γὰρ οὗτος ὥσπερ ἀρρωστοῦντά με, σιτάρια μικρὰ προσφέρων οἴνου θ’ ὅσον ὀσμήν, λαχάνων τ’ ἀεί τι καὶ νὴ τὸν Δία[ln_5]τὰ πετραῖα

### book 12.2

ταῦτ’ ὀψάρια, κάππαριν, θύμον, ἀσπάραγον, αὐτὰ ταῦτα· καὶ δέδοικα μὴ λίαν ἀπισχναίνων με

### book 12.3

ποιήσῃ νεκρόν.

### book 13.1

Ὅταν δὲ παρατηροῦντ’ ἴδω τίς ἔπταρεν ἢ τίς ἐλάλησεν, ἢ τίς ἐστιν ὁ προϊὼν

### book 13.2

σκοποῦντα, πωλῶ τοῦτον εὐθὺς ἐν ἀγορᾷ. αὑτῷ βαδίζει καὶ λαλεῖ καὶ πτάρνυται[ln_5]ἕκαστος ἡμῶν, οὐχὶ τοῖς ἐν τῇ πόλει. τὰ πράγμαθ’ ὡς πέφυκεν οὕτως γίγνεται.

### book 14ab.1

Μὴ λύπει

### book 14ab.2

σεαυτόν, τοῦτο γιγνώσκων ὅτι, ὅταν πότ’ ἀνθρώποισιν ἡ τύχη γελᾷ, πάντων ἀφορμὴ τῶν καλῶν εὑρίσκεται·[ln_5]ὅταν δὲ δυστυχῇ τις, οὐδ’ εὐφραίνεται. Ἅπαντα νικᾷ καὶ μεταστρέφει τύχη.

### book 15ab.1

Πρόσεστι δὲ τῷ πένητι ἀπιστία, κἂν

### book 15ab.2

σοφὸς ὑπάρχῃ κἂν λέγῃ τι

### book 15ab.3

συμφέρον· [δοκεῖ τι

### book 15ab.4

φράζειν

### book 15ab.5

τοῖς ἀκούουσιν κακῶς. τῶν γὰρ

### book 15ab.6

πενήτων πίστιν οὐκ ἔχει λόγος.][ln_5]ἀνὴρ δὲ πλουτῶν, κἂν ἄγαν

### book 15ab.7

ψευδηγορῇ, δοκεῖ τι

### book 15ab.8

φράζειν

### book 15ab.9

τοῖς ἀκούουσιν ἀσφαλές.

### book 16.1

Ἐγὼ λίθον μὲν τὴν Νιόβην, μὰ τοὺς θεούς, οὐδέποτ’ ἐπείσθην, οὐδὲ νῦν

### book 16.2

πεισθήσομαι, ὡς

### book 16.3

τοῦτ’ ἐγένετ’ ἄνθρωπος· ὑπὸ δὲ τῶν κακῶν τῶν

### book 16.4

συμπεσόντων

### book 16.5

τοῦ τε

### book 16.6

συμβάντος πάθους[ln_5]οὐδὲν λαλῆσαι δυναμένη

### book 16.7

πρὸς οὐδένα, προσηγορεύθη διὰ τὸ μὴ φωνεῖν λίθος.

### book 17.1

Ὅταν ξενισθῇς ἐν πόλει

### book 17.2

πρὸς τὸν φίλον, ἐν

### book 17.3

ταῖς

### book 17.4

περισσαῖς καὶ πυκναῖς ὁμιλίαις, ἐὰν μεγίστην ὁ φίλος ἣν λέγῃ πόλιν, σὺ τὴν ἑαυτοῦ πατρίδα μὴ σύγκριν’, ἐπεὶ[ln_5]ἐχθροὺς

### book 17.5

ποιοῦσι

### book 17.6

τοὺς φίλους αἱ συγκρίσεις.

### book 18ab.1

Καλῶς

### book 18ab.2

ποιήσας οὐ καλῶς ὠνείδισας, ἔργον καθεῖλες

### book 18ab.3

πλούσιον

### book 18ab.4

πτωχῷ λόγῳ. Καυχώμενος τὸ δῶρον ὃ δέδωκας φίλῳ ἔργῳ στρατηγὸς γέγονας, ἐν λόγῳ φονεύς.

### book 19.1

Ὡς εὐφυὲς ζῷον κοχλίας νὴ τὸν θεόν. ὅταν

### book 19.2

πονηρῷ περιπέσῃ τῷ γείτονι, τὸν οἶκον ἄρας εἰς ἕτερον

### book 19.3

πορεύεται, νέμεται δ’ ἀμέριμνος

### book 19.4

τοὺς κακοὺς

### book 19.5

φεύγων ἀεί.

### book 20.1

Ὃ δεῖ παθεῖν

### book 20.2

σε μηδαμοῦ σκέψῃ φυγεῖν· οὐ γὰρ δυνήσῃ φεύγειν ὅ σε δεῖ παθεῖν· τὸ πεπρωμένον γὰρ οὐ μόνον βροτοῖς ἄφευκτόν ἐστιν, ἀλλὰ καὶ τὸν οὐρανόν.

### book 21.1

Εἴ ποτέ τις ἡμῶν εἰς τὸν ἀγρὸν ἐξιὼν μνήματα

### book 21.2

παρελθὼν καὶ τάφους ἀνθρωπίνους, τούτων ἕκαστος ἔλεγεν „εἰς ὥρας ἐγὼ πλεύσω, φυτεύσω, τοῖχον ἄρας κτήσομαι.“

### book 22.1

Ἂν γνῷς τί ἐστ’ ἄνθρωπος, εὐδαίμων ἔσει. τέθνηκέ τις, μὴ δεινὸν ἔστω

### book 22.2

τοῦτό σοι. κεκύηκέ τις, οὐ κεκύηκέ τις· ἠτύχηκέ τις· βήττει

### book 22.3

τις· οἰμώζει

### book 22.4

τις· ἡ φύσις φέρει[ln_5]ἅπαντα

### book 22.5

ταῦτα. φεῦγε τὰς λύπας μόνον.

### book 23.1

Ἄνθρωπος εἶ δήπουθεν, ὧν ἐστ’ οὐδὲ εἷς ᾧ μὴ κακόν

### book 23.2

τι γέγονεν ἢ γενήσεται, ὁ ποιῶν δ’ ἐλάχιστον τὸ γεγενημένον κακόν, ἀμφότερον οὗτος εὐτυχεῖ τε καὶ φρονεῖ.

### book 24.1

Τί ποτ’ ἐστὶν ἆρα διότι βούλεταί μ’ ἰδεῖν; ἢ καθάπερ οἱ νοσοῦντες ἀλγοῦντες

### book 24.2

σφόδρα, τὸν ἰατρὸν ἂν ἴδωσιν, οὐκ ἀλγοῦς’ ἔτι, οὕτως, ἐπάν

### book 24.3

τις

### book 24.4

τυγχάνῃ λυπούμενος,[ln_5]ἧττον ὀδυνᾶται, φίλον ἐὰν

### book 24.5

παρόντ’ ἴδῃ;

### book 25ab.1

Ἆρ’ ἐστὶ τοῖς νοσοῦσι

### book 25ab.2

χρήσιμος λόγος. Ὡς

### book 25ab.3

σπληνίον

### book 25ab.4

πρὸς ἕλκος οἰκείως

### book 25ab.5

τεθὲν τὴν

### book 25ab.6

φλεγμονὴν ἔπαυσεν, οὕτω καὶ λόγος εὔκαιρος εἰς τὰ σπλάγχνα κολληθεὶς φίλων[ln_5]εὐψυχίαν

### book 25ab.7

παρέσχε τῷ λυπουμένῳ.

### book 26.1

Θεὸν νόμιζε καὶ σέβου, ζήτει δὲ μή· πλεῖον γὰρ οὐδὲν ἄλλο

### book 26.2

τοῦ ζητεῖν ἔχεις. εἴτ’ ἔστιν εἴτ’ οὐκ ἔστι μὴ βούλου μαθεῖν, ὡς ὄντα

### book 26.3

τοῦτον καὶ παρόντ’ ἀεὶ σέβου.

### book 27a.1

Σοὶ γὰρ τίς ἐστιν, εἰπέ μοι, παρρησία; σὺ λαλεῖς ἐν ἀνθρώποισιν ὡς ἄνθρωπος ὤν, τὸ δ’ ὅλον

### book 27a.2

περιπατεῖς, ἢ τὸν αὐτὸν ἀέρα ἑτέροισιν ἕλκεις, εἰπέ μοι, τοιοῦτος ὤν;

### book 27b.1

Πολλῶν φύσει

### book 27b.2

τοῖς πᾶσιν αἰτία κακῶν λύπη· διὰ λύπην καὶ μανία γὰρ γίγνεται

### book 27b.3

πολλοῖσι καὶ νοσήματ’ οὐκ ἰάσιμα· αὑτούς τ’ ἀνῃρήκασι διὰ λύπην

### book 27b.4

τινές,[ln_5]ἐπὰν τὸ λυποῦν

### book 27b.5

πλεῖον ἢ τὸ σῶζον ᾖ.

### book 28.1

Δικαιότατον κτῆμ’ ἐστὶν ἀνθρώποις ἀγρός· ὧν ἡ φύσις δεῖται γὰρ ἐπιμελῶς φέρει, πυρούς, ἔλαιον, οἶνον, ἰσχάδας, μέλι· τὰ δ’ ἀργυρώματ’ ἐστὶν ἥ τε

### book 28.2

πορφύρα[ln_5]εἰς

### book 28.3

τοὺς

### book 28.4

τραγῳδοὺς εὔθετ’, οὐκ εἰς τὸν βίον.

### book 29ab.1

Πολλάκις ἔχων

### book 29ab.2

τις οὐδὲ τἀναγκαῖα νῦν αὔριον ἐπλούτης’, ὥστε χἁτέρους

### book 29ab.3

τρέφειν. Θησαυρὸν εὑρὼν σήμερόν

### book 29ab.4

τις αὔριον ἅπαντα τἀκ τῆς οἰκίας ἀπώλεσεν.

### book 30.1

[spk_β]Σύρα, Σύρα. Β. τί ἐστι; Α. πῶς ἡμῖν ἔχεις; Β. μηδέποτ’ ἐρώτα

### book 30.2

τοῦτ’, ἐπὰν γέροντ’ ἴδῃς ἢ γραῦν

### book 30.3

τιν’· ἴσθι δ’ εὐθὺς ὅτι κακῶς ἔχει.

### book 31.1

Ἐξιὼν γυναικὸς ἐξόπισθ’ ἐλευθέρας βλέπω μόνην θεράπαιναν κατόπιν ἀκολουθεῖν καλὴν ἐκ

### book 31.2

τοῦ Πλαταϊκοῦ, παρακολουθοῦντα

### book 31.3

τε[ln_5]ταύτῃ κατιλλώπτειν

### book 31.4

τινά.

### book 32.1

Μῦς λευκός, ὅταν αὐτήν

### book 32.2

τις (ἀλλ’ αἰσχύνομαι λέγειν), κέκραγε

### book 32.3

τηλικοῦτον εὐθὺς ἡ κατάρατος, ὥστ’ οὐκ ἔστι

### book 32.4

πολλάκις λαθεῖν.

### book 33.1

Τὸν βολβόν, εἰ βούλει, σκόπει ὅσα δαπανήσας εὐδοκιμεῖ, τυρόν, μέλι, σήσαμον, ἔλαιον, κρόμμυον, ὄξος, σίλφιον· αὐτὸς δ’ ἐφ’ αὑτοῦ ’στιν

### book 33.2

πονηρὸς καὶ πικρός.

### book 34a.1

[spk_β]Βουνὸν ἐπὶ ταύτῃ καταλαβὼν ἄνω

### book 34a.2

τινά. Β. τίς ἐσθ’ ὁ βουνός; ἵνα

### book 34a.3

σαφῶς

### book 34a.4

σου μανθάνω.

### book 34b

Χαλεπόν γ’ ἀκροατὴς ἀσύνετος καθήμενος· ὑπὸ γὰρ ἀνοίας οὐχ ἑαυτὸν μέμφεται.

### book 35.1

Ἀλλ’ ἐν Σάμῳ μὲν

### book 35.2

τοῦ λιθίνου ζῴου

### book 35.3

ποτὲ ἄνθρωπος ἠράσθη

### book 35.4

τις, εἶτ’ εἰς τὸν νεὼν κατέκλεισεν αὑτόν.

### book 36.1

Ἐὰν γέρων γένηται

### book 36.2

πλούσιος γεγώς, καλὸν τὸ γῆράς ἐστιν ἐπὶ τούτῳ μόνον. ἔχει γὰρ

### book 36.3

χειραγωγὸν τὸν

### book 36.4

πλοῦτον ὁ γέρων.

### book 37

Ὦ γέρον, ἐπὰν ἴδῃς γέροντα καὶ μόνον, μηδὲν ἐπερώτα· πάντα γὰρ κακῶς ἔχει. καλὸν τὸ θνήσκειν ἐστὶν ἐπὶ τούτῳ λέγειν.

### book 38

Ἐπὰν ἐγγὺς θάνατος ἔλθῃ, οὐδεὶς ἑαυτῷ ὃ θέλει βουλεύεται· θνήσκει δ’ ὁ θνήσκων κατ’ ἰδίαν εἱμαρμένην.

### book 39.1

Κἂν δοῦλος ᾖ τις, σάρκα τὴν αὐτὴν ἔχει· φύσει γὰρ οὐδεὶς δοῦλος ἐγενήθη

### book 39.2

ποτέ, ἡ δ’ αὖ τύχη τὸ σῶμα κατεδουλώσατο.

### book 40a.1

Εἰ ταῖς ἀληθείαισιν οἱ τεθνηκότες αἴσθησιν εἶχον, ἄνδρες, ὥς

### book 40a.2

φασίν

### book 40a.3

τινες, ἀπηγξάμην ἂν ὥστ’ ἰδεῖν Εὐριπίδην.

### book 40b.1

Σφίγγ’ ἄρρεν’, οὐ μάγειρον εἰς τὴν οἰκίαν εἴληφ’· ἁπλῶς γὰρ οὐδὲ ἕν, μὰ τοὺς θεούς, ὧνπερ λέγει

### book 40b.2

συνίημι· καινὰ ῥήματα

### book 40b.3

πεπορισμένος γάρ ἐστι.

### book 40c.1

Ἐκ τῶν λόγων μὴ κρῖνε, Κλειτοφῶν, σοφὸν ἢ χρηστὸν ἄνδρα· τὸν βίον ἐξέταζ’ ἀεί· πολλοὶ γὰρ εὖ λέγουσιν ἀδικίας χάριν, τὰ δ’ ἔργ’ ἔχουσι

### book 40c.2

φαῦλα κοὐ φρονοῦσιν εὖ.

### book 41.1

Ἂν οἷς ἔχομεν

### book 41.2

τούτοισι μηδὲ χρώμεθα, ἃ δ’ οὐκ ἔχομεν ζητῶμεν, ὧν μὲν διὰ τύχην ὧν δὲ δι’ ἑαυτοὺς ἐσόμεθ’ ἐστερημένοι· εἰ δ’ εὐτυχῶν

### book 41.3

τις καὶ βίον κεκτημένος[ln_5]μηδὲν δ’ ὅμως

### book 41.4

τι τῶν καλῶν

### book 41.5

πειράσεται, ἐγὼ μὲν αὐτὸν οὔποτ’ ὄλβιον καλῶ, φύλακα δὲ μᾶλλον

### book 41.6

χρημάτων εὐδαίμονα.

### book 42.1

[spk_β]Τί ζῆν ὄφελος ᾧ μή ’στι τὸ ζῆν εἰδέναι; Β. ἀλλ’ οἶνος ἦν· οὐδεὶς δὲ μεθύων, ἂν

### book 42.2

σκοπῇς, ὃς οὐχὶ δοῦλός ἐστι

### book 42.3

τοῦ πεπωκέναι· ὅσα μ’ οὗτος ἠνάγκαζεν, ἐποίουν

### book 42.4

ταῦτ’ ἐγώ.[ln_5]ὁ πονηρὸς οἶνος οὗτός ἐστι, Νικοφῶν.

### book 43.1

Ὁ φθόνος ἐν ἑαυτῷ τοῦθ’ ἓν ἐπιεικῶς

### book 43.2

ποιεῖ· τὸν αἱρετιστὴν ὄντα τῶν αὐτοῦ τρόπων λυμαίνεται μάλιστα διὰ παντὸς

### book 43.3

συνών.

### book 44

Ἀγαθῆς γυναικός ἐστιν, ὦ Νικοστράτη, μὴ κρείττον’ εἶναι τἀνδρὸς ἀλλ’ ὑπήκοον· γυνὴ δὲ νικῶς’ ἄνδρα κακόν ἐστιν μέγα.

### book 45

Οὐκ ἂν δύναιο μὴ γενέσθαι, δέσποτα, ἄνθρωπος ὢν ἄνθρωπος· ἄλλως οὖν βοᾷς. τὸν ζῶντ’ ἀνάγκη πόλλ’ ἔχειν ἐστὶν κακά.

### book 46a.1

Οὔτε γὰρ ἰατρὸς οὐδὲ εἷς, ἂν εὖ σκοπῇς, τοὺς αὐτὸς αὑτοῦ βούλεθ’ ὑγιαίνειν φίλους, οὔτε

### book 46a.2

στρατιώτης πόλιν ὁρᾶν ἄνευ κακοῦ.

### book 46b.1

Οὕτως ἄνανδρος γέγονας; οὐκ εὐψυχία

### book 46b.2

τοῦτ’ ἐστὶν ὃ ποιεῖς νῦν γάρ, ἀλλ’ ἀνανδρία τὸ μὴ δύνασθαι καρτερεῖν λυπούμενον.

### book 47.1

Ἐγὼ δὲ λυποῦμαι μὲν εἰς ὑπερβολὴν ἐπὶ τοῖς

### book 47.2

παροῦσιν, ἐν δὲ τῇ λύπῃ φρονῶ. τοῦτο τό με

### book 47.3

τηροῦν ἐστι κἄνθρωπον

### book 47.4

ποιοῦν.

### book 48

Οὐκ ἔστιν ἡμῖν οὐδεμία τύχη θεός, οὐκ ἔστιν, ἀλλὰ ταὐτόματον, ὃ γίγνεται ὡς ἔτυχ’ ἑκάστῳ, προσαγορεύεται τύχη.

### book 49.1

Ὁρῶσι πάντες

### book 49.2

πρῶτον, εἶτ’ ἐθαύμασαν, ἔπειτ’ ἐπεθεώρησαν, εἶτ’ εἰς ἐλπίδα ἐνέπεσον· οὕτω γίγνετ’ ἐκ

### book 49.3

τούτων ἔρως.

### book 50.1

Παρὰ τοῦ βασιλέως γράμμαθ’ ἥκει

### book 50.2

σοι Μάγα.

### book 50

[spk_β]Β. Μάγας, κακόδαιμον, γράμματ’ οὐκ ἐπίσταται.

### book 51a.1

Οὐ τοὺς ἀώρους εἶπά σοι, μαστιγία, πόδας

### book 51a.2

πρίασθαι; σὺ δὲ φέρεις ὀπισθίους.

### book 51b.1

Ἐκ

### book 51b.2

τοῦ παθεῖν γίγνωσκε καὶ τὸ συμπαθεῖν· καὶ σοὶ γὰρ ἄλλος

### book 51b.3

συμπαθήσεται

### book 51b.4

παθών.

### book 51c

Τῇ γῇ δανείζειν κρεῖττόν ἐστιν ἢ βροτοῖς, ἥτις τόκους δίδωσιν οὐ λυπουμένη.

### book 51d.1

Ὅστις γὰρ αὐτὸς αὑτὸν οὐκ αἰσχύνεται

### book 51d.2

συνειδόθ’ αὑτῷ φαῦλα διαπεπραγμένῳ, πῶς τόν γε μηδὲν εἰδότ’ αἰσχυνθήσεται;

### book 52a.1

Μαθημάτων

### book 52a.2

φρόντιζε μᾶλλον

### book 52a.3

χρημάτων· τὰ γὰρ μαθήματ’ εὐπορεῖ τὰ χρήματα.

### book 52b

Ὀργῆς χάριν τὰ κρυπτὰ μὴ φάνῃς φίλου· ἔλπιζε δ’ αὐτὸν πάλιν ἂν εἶναί σου φίλον.

### book 52c.1

Λύουσιν ἡμῶν

### book 52c.2

συμφοραὶ τὰς

### book 52c.3

συμφοράς, παρηγοροῦσαι τὰ κακὰ δι’ ἑτέρων κακῶν.

### book 53

Καὶ τοῦ θέρους μὲν εἶχεν ἱμάτιον δασύ, ἵν’ ἐγκρατὴς ᾖ, τοῦ δὲ χειμῶνος ῥάκος.

### book 54.1

Μὴ νουθέτει γέρονθ’ ἁμαρτάνοντά τι· δένδρον

### book 54.2

παλαιὸν μεταφυτεύειν δύσκολον.

### book 55

Ὦ Πάμφιλ’, ὁ χρόνος οὐ μόνον τὰ σώματα αὔξει βαδίζων, ἀλλὰ καὶ τὰ πράγματα.

### book 56

Ὅσαι τέχναι γεγόνασι, ταύτας, ὦ Λάχης, πάσας ἐδίδαξεν ὁ χρόνος, οὐχ ὁ διδάσκαλος.

### book 57.1

Ὅσα διὰ τοὺς

### book 57.2

πράττοντας αὐτοὺς γίγνεται, οὐδενὶ πρόσεστιν οὐδὲ κοινωνεῖ τύχη.

### book 58.1

Ἐπὰν ὁ νοῦς ᾖ μὴ καθιστηκώς

### book 58.2

τινι, οὐκ ἔστ’ ἀκούειν οὐδὲν αὐτὸν οὐδ’ ὁρᾶν.

### book 59ab

Μαινόμεθα πάντες, ὁπόταν ὀργιζώμεθα. Τὸ γὰρ κατασχεῖν ἐστι τὴν ὀργὴν πόνος.

### book 60.1

Τὸ γνῶθι

### book 60.2

σαυτὸν οὐ μάτην εὖ ἴσθ’ ὅτι τὸ ῥῆμα

### book 60.3

τοῦτο δόξαν ἐν Δελφοῖς ἔχει.

### book 61

Ὡς ἡδέως μοι γέγονε τὰ πρότερον κακά· εἰ μὴ τότ’ ἐπόνουν, νῦν ἂν οὐκ εὐφραινόμην.

### book 62.1

Πολλά με διδάσκεις ἀφθόνως διὰ φθόνον, ὅπως ἀκούων

### book 62.2

πολλὰ μηδὲ ἓν μάθω.

### book 63a.1

Στρατιῶτα, κοὐκ ἄνθρωπε, καὶ σιτούμενε ὥσπερ ἱερεῖον, ἵν’ ὅταν ᾖ καιρὸς

### book 63a.2

τυθῇς.

### book 63b.1

Ὡς κρεῖττόν ἐστι δεσπότου

### book 63b.2

χρηστοῦ τυχεῖν, ἢ ζῆν

### book 63b.3

ταπεινῶς καὶ κακῶς ἐλεύθερον.

### book 64

Ἔτεκές με, μῆτερ, καὶ γένοιτό σοι τέκνων ὄνησις, ὥσπερ καὶ δίκαιόν ἐστί σοι.

### book 65

Τοιοῦτος ὁ βίος ἐστὶν ἀνθρώπου, γύναι, εὐφραινόμεσθ’ ἔλαττον ἢ λυπούμεθα.

### book 66.1

Πόλλ’ ἔστιν ἐν

### book 66.2

πολλαῖσιν οἰκίαις κακά, ἃ καλῶς ὅταν ἐνέγκῃς ἀγαθὰ γενήσεται.

### book 67

Ἐνταῦθ’ ἀνὴρ γάρ ἐστιν ἀνδρὸς διάφορος, ἐν τῷ τό τε κακὸν εὖ φέρειν καὶ τἀγαθόν.

### book 68.1

Αἰτῶ δ’ ὑγίειαν

### book 68.2

πρῶτον, εἶτ’ εὐπραξίαν, τρίτον δὲ χαίρειν, εἶτ’ ὀφείλειν μηδενί.

### book 69.1

Ὅστις πένης ὢν ζῆν

### book 69.2

παρ’ ὃ ζῆν βούλεται· ἡ γὰρ

### book 69.3

σπάνις

### book 69.4

πρόχειρος εἰς τὸ δρᾶν κακά.

### book 70.1

Οὕτως, ὅταν ἐμπέσῃ τις εἰς τὸν νοῦν φόβος, κἀκ

### book 70.2

τοῦ καθεύδειν οὗτος οὐκ ἐξέρχεται.

### book 71

Ἀγαθὴ γὰρ ἡ λύπη καθ’ αὑτῆς ἀναπλάσαι ἀτεχνῶς διπλάσια τῆς ἀληθείας κακά.

### book 72

Μὴ λέγ’ ὅτι δώσεις· οὐ δίδωσι γὰρ λέγων, καὶ τὴν ἀπ’ ἄλλων ἐμποδίζεται δόσιν.

### book 73.1

Πονηρὸς ἂν ᾖ δοῦλος εὑρήσει δίκην· σὺ μὴ γενηθῇς τῆς δίκης

### book 73.2

προηγέτης.

### book 74

Μηδέποτε μέμφου τὴν τύχην, εἰδὼς ὅτι καιρῷ πονηρῷ καὶ τὰ θεῖα δυστυχεῖ.

### book 75

Ἅπαν διδόμενον δῶρον, εἰ καὶ μικρὸν ᾖ, μέγιστόν ἐστι μετ’ εὐνοίας διδόμενον.

### book 76

Ἐὰν γυνὴ γυναικὶ κατ’ ἰδίαν ὁμιλεῖ, μεγάλων κακῶν θησαυρὸς ἐξορύσσεται.

### book 77.1

Σαπρὰν γυναῖκα δ’ ὁ τρόπος εὔμορφον

### book 77.2

ποιεῖ. πολύ γε διαφέρει

### book 77.3

σεμνότης εὐμορφίας.

### book 78.1

Γνώμην

### book 78.2

πονηρὰν τῇ γυναικὶ μὴ δίδου· ἐλαφρὸν τὸ γένος γάρ ἐστι καὶ λίαν κακόν.

### book 79.1

Ὅταν

### book 79.2

τινὰ τάφον

### book 79.3

στεφανοῖς κόσμῳ ποικίλῳ, τὸ ζῆν τὸ σαυτοῦ στεφάνοις

### book 79.4

παρηγόρει.

### book 80

Ζῶν γὰρ ἀσκοῦ σαυτῷ στεφάνων καὶ μύρα· χρήσῃ γὰρ αὐτοῖς αἰσθόμενος μεθ’ ἡδονῆς.

### book 81

Ἂν γὰρ μέχρι νεφῶν τὴν ὀφρὺν ἀνασπάσῃς, ὁ θάνατος αὐτὴν πᾶσαν ἑλκύσει κάτω.

### book 82.1

Μὴ λέγε ἐκφυγὼν θάνατον ὅτι καὶ φεύξομαι πάλιν· ὡς γὰρ πέφευγας

### book 82.2

προσδόκα καὶ μὴ φυγεῖν.

### book 83

Ἐὰν ὁρῶν πένητα γυμνὸν ἐνδύσῃς, μᾶλλον ἀπέδυσας αὐτόν, ἂν ὀνειδίσῃς.

### book 84ab.1

Μὴ λέγε τίς ἦσθα

### book 84ab.2

πρότερον, ἀλλὰ νῦν τίς εἶ. Πρὸς τὴν

### book 84ab.3

παροῦσαν πάντοθ’ ἁρμόζου τύχην.

### book 85.1

Ἀνὴρ γυναικὸς λαμβάνων

### book 85.2

συμβουλίαν

### book 85.3

πεσεῖν δεδοικώς, βούλεται πάλιν

### book 85.4

πεσεῖν.

### book 86.1

Τί ἐστιν ὁ θεὸς οὐ θέλει

### book 86.2

σε μανθάνειν· ἀσεβεῖς τὸν οὐ θέλοντα μανθάνειν θέλων.

### book 87.1

Ὁ γῆρας αἰτῶν

### book 87.2

παρὰ θεῶν ἁμαρτάνει· τὸ γὰρ

### book 87.3

πολὺ γῆρας ἐσχάτων

### book 87.4

πολλῶν γέμει.

### book 88.1

Γέρων γενόμενος μὴ φρόνει νεώτερα, μηδ’ εἰς ὄνειδος ἕλκε τὴν

### book 88.2

σεμνὴν

### book 88.3

πολιάν.

### book 89.1

Οὐχ ἡ πόλις

### book 89.2

σου τὸ γένος εὐγενὲς

### book 89.3

ποιεῖ, σὺ δ’ εὐγενίζεις τὴν πόλιν

### book 89.4

πράσσων καλῶς.

### book 90.1

Οἱ γὰρ θεὸν σέβοντες ἐλπίδας καλὰς ἔχουσιν εἰς

### book 90.2

σωτηρίαν.

### book 91

Δύ’ εἰ λάβοι τάλαντα, χρυσοῦς ἓξ ἔχων ἀποίσεται.

### book 92

Νόμῳ τεθαύμακ’, οὐκ ἐπεὶ πέπλευκεν, ἀλλ’ εἰ δὶς πέπλευκεν.

### book 93.1

Ὄνος βαδίζεις εἰς ἄχυρα

### book 93.2

τραγημάτων.

### book 94

Κροίσῳ λαλῶ σοι καὶ Μίδᾳ καὶ Ταντάλῳ.

### book 95

Σαυτὴν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας, γύναι.

### book 96.1

Χρόνος δίκαιον ἄνδρα μηνύει

### book 96.2

ποτέ.

### book 97

Χρόνος τὰ κρυπτὰ πάντα εἰς φάος ἄγει.

### book 98

Ἄλλος κατ’ ἄλλην δαιμονίζεται τύχην.

### book 99-100.1

Ἅπας

### book 99-100.2

πονηρὸς οἶνος ὁ πολύς ἐστ’ ἀεί. Ἐμέθυον· ἱκανὴ πρόφασις εἰς θἁμαρτάνειν.

### book 101.1

Ἄνθρωπος ὢν

### book 101.2

τοῦτ’ ἴσθι καὶ μέμνης’ ἀεί.

### book 102.1

Ἐκ

### book 102.2

τοῦ φιλοπονεῖν γίγνεθ’ ὧν θέλεις κρατεῖν.

### book 103

Ἀθάνατόν ἐστι κακὸν ἀναγκαῖον γυνή.

### book 104.1

Τὸν δὲ μόνον ὄντα καὶ κακὴ τύχη

### book 104.2

τρέφει.

### book 105

Γαμεῖν ὃς ἐθέλει εἰς μετάνοιαν ἔρχεται.

### book 106

Βίον καλὸν ζῇς, ἂν γυναῖκα μὴ ἔχῃς.

### book 107.1

Βούλου γονεῖς

### book 107.2

πρὸ παντὸς ἐν

### book 107.3

τιμαῖς ἔχειν.

### book 108.1

Ἡδύ γε

### book 108.2

πατὴρ τέκνοισιν εἰ στοργὴν ἔχοι.

### book 109

Θανεῖν ἄριστόν ἐστιν ἢ ζῆν ἀθλίως.

### book 110.1

Νόσον

### book 110.2

πολὺ κρεῖττόν ἐστιν ἢ λύπην φέρειν.

### book 111ab.1

Κρίσει δικαίᾳ καὶ δίδου καὶ λάμβανε. Εἰς

### book 111ab.2

χεῖρα δοῦλον δεσπότῃ μὴ συμβάλῃς.

### book 112

Ψυχῆς πόνος γὰρ ὑπὸ λόγου κουφίζεται.

### book 113.1

Πλοῦτον μεταλήψεθ’ ἕτερον οὐχὶ τὸν

### book 113.2

τρόπον.

### book 114.1

Ἡ μὲν

### book 114.2

χελιδὼν τὸ θέρος, ὦ γύναι, λαλεῖ.

### book 115

Μεθύει, διαγραμμίζει, κυβεύει.

### book 116.1

Μεμίσθωταί με δείλης

### book 116.2

πρωΐας.

### book 117

Πάνθ’ ὁ χρόνος ὁ μέγας μαραίνει.

### book 118

Ἀλλ’ ἀπόλλυμαι κατὰ μυὸς ὄλεθρον.

### book 1.1

Οἴει σὺ τοὺς θανόντας, ὦ Νικήρατε, τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ καὶ γῆν καλύψειν, ὡς ἀπὸ τοῦ πάντ’ εἰς

### book 1.2

χρόνον

### book 1.3

πεφευγέναι τὸ θεῖον ὡς λεληθότας;[ln_5]ἔστιν Δίκης ὀφθαλμὸς ὃς τὰ πάνθ’ ὁρᾷ· καὶ γὰρ καθ’ Ἅιδην δύο

### book 1.4

τρίβους νομίζομεν, μίαν δικαίων χἁτέραν ἀσεβῶν ὁδόν· εἰ γὰρ δίκαιος κἀσεβὴς ἕξουσιν ἕν, ἅρπαζ’ ἀπελθών, κλέπτ’, ἀποστέρει, κύκα.[ln_10]μηδὲν

### book 1.5

πλανηθῇς· ἔστι κἀν Ἅιδου κρίσις ἥνπερ

### book 1.6

ποιήσει θεὸς ὁ πάντων δεσπότης, οὗ τοὔνομα

### book 1.7

φοβερόν, οὐδ’ ἂν ὀνομάσαιμ’ ἐγώ, ὃς

### book 1.8

τοῖς ἁμαρτάνουσι

### book 1.9

πρὸς μῆκος βίου δίδωσι.

### book 2

Θεὸν δὲ ποῖον εἰπέ μοι νοητέον;

### book 2

[spk_β]Β. τὸν πάνθ’ ὁρῶντα καὐτὸν οὐχ ὁρώμενον.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/philemon-syracusius-solon-brothels-lpe-ab.json (sha256:590635922c0f2e4d291215cfc55209d304c5bd24a82668ad8026b0aa6eea77a2). Cite as `eul_wid: lpe-ab`.
