---
title: "On Human Nature and Solon's Law"
title_greek: Ἀποσπάσματα
author: Philemon Syracusius
eul_wid: lpe-aa
eul_aid: lpe
canonical: "https://eulogikon.org/grc/philemon-syracusius/human-nature-solon-law"
canonical_json: "https://eulogikon.org/data/works/grc/philemon-syracusius-human-nature-solon-law-lpe-aa.json"
sha256: "59c3114a4bb15833ca1c2bfe0fc2edb21adb937330b436a726fef7c904c25573"
period: Hellenistic
dialect: Attic Comedy
domain: Comedy
format: Verse
license: CC0-1.0
---

# On Human Nature and Solon's Law

*Ἀποσπάσματα*

**Author:** Philemon Syracusius

**eul_wid:** `lpe-aa` · [HTML page](https://eulogikon.org/grc/philemon-syracusius/human-nature-solon-law) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/philemon-syracusius-human-nature-solon-law-lpe-aa.json)

## Text

### book 2-3.1

ὦ πῶς

### book 2-3.2

πονηρόν ἐστιν ἀνθρώπου φύσις τὸ σύνολον· οὐ γὰρ ἄν

### book 2-3.3

ποτ’ ἐδεήθη νόμου.[ln_2]. . . . . . . . . . . . . οἴει

### book 2-3.4

τι τῶν ἄλλων διαφέρειν θηρίων ἄνθρωπον; οὐδὲ μικρὸν ἀλλ’ ἢ σχήματι·[ln_5]πλάγι’ ἐστὶ τἄλλα, τοῦτο δ’ ὀρθὸν θηρίον.

### book 4.1

σὺ δ’ εἰς ἅπαντας εὗρες ἀνθρώπους, Σόλων· σὲ γὰρ λέγουσι

### book 4.2

τοῦτ’ ἰδεῖν

### book 4.3

πρῶτον νόμον, δημοτικόν, ὦ Ζεῦ, πρᾶγμα καὶ σωτήριον, (καί μοι λέγειν

### book 4.4

τοῦτ’ ἐστὶν ἁρμοστόν, Σόλων)[ln_5]μεστὴν ὁρῶντα τὴν πόλιν νεωτέρων, τούτους τ’ ἔχοντας τὴν ἀναγκαίαν φύσιν ἁμαρτάνοντάς τ’ εἰς ὃ μὴ προσῆκον ἦν, στῆσαι

### book 4.5

πριάμενόν

### book 4.6

τοι γυναῖκας κατὰ τόπους κοινὰς ἅπασι καὶ κατεσκευασμένας.

### book 4.1

[ln_10]ἑστᾶσι γυμναί· μὴ ’ξαπατηθῇς· πάνθ’ ὅρα. οὐκ εὖ σεαυτοῦ τυγχάνεις ἔχων· ἔχεις . . . . πως· ἡ θύρα ’στ’ ἀνεῳγμένη. εἷς ὀβολός· εἰσπήδησον· οὐκ ἔστ’ οὐδὲ εἷς ἀκκισμὸς οὐδὲ λῆρος, οὐδ’ ὑφήρπασεν·[ln_15]ἀλλ’ εὐθύς, ὡς βούλει σὺ χὢν βούλει

### book 4.2

τρόπον. ἐξῆλθες· οἰμώζειν λέγ’, ἀλλοτρία ’στί σοι.

### book 5.1

οὐκ ἂν λαλῇ τις μικρόν, ἐστὶ κόσμιος, οὐδ’ ἂν

### book 5.2

πορεύηταί τις εἰς τὴν γῆν βλέπων· ὁ δ’ ἡλίκον μὲν ἡ φύσις φέρει λαλῶν, μηδὲν

### book 5.3

ποιῶν δ’ ἄσχημον, οὗτος κόσμιος.

### book 6

ἐλαφρός

### book 7.1

οἴμοι· τὸ λυπεῖσθαι γὰρ ἐπὶ τὸ ῥῆμ’ ἄγει

### book 7.2

τοῦτ’ εὐθύς, ὡς ἔοικε, τὸν λυπούμενον. λυπουμένῳ δ’ ὅταν

### book 7.3

τις ἀκολουθῶν λέγῃ χαῖρ’, ἐξ ἀνάγκης οὗτος οἰμώζειν λέγει.

### book 8

ψωμοκόλαξ δ’ ἔσθ’ οὑτοσί.

### book 9.1

πιεῖν

### book 9.2

τις ἡμῖν ἐγχεάτω, καὶ ματτύην

### book 9.3

ποιεῖτε θᾶττον.

### book 10.1

νῦν δ’ οἶδ’ ἀκριβῶς τὴν τύχην ὡς οὐ μία, οὐδ’ ἔστι

### book 10.2

πρῴην, ἀλλὰ μετὰ τῶν

### book 10.3

σωμάτων ἡμῶν, ὅταν γινώμεθ’, εὐθὺς χἠ τύχη

### book 10.4

προσγίνεθ’ ἡμῖν

### book 10.5

συγγενὴς τῷ σώματι·[ln_5]κοὐκ ἔστιν ἕτερον

### book 10.6

παρ’ ἑτέρου λαβεῖν τύχην.

### book 11.1

οὐχὶ μόνον οὗτος εὗρε πῶς λαλήσομεν αὑτοῖς, ἀπέχοντες

### book 11.2

πολὺν ἀπ’ ἀλλήλων

### book 11.3

χρόνον, οὐδ’ ὃν

### book 11.4

τρόπον μηδέποτε μηδὲ εἷς πάλιν ἐπιλήσεθ’ ἡμῶν μηδέν, ἐμβλέψας δέ που[ln_5]τἀκ

### book 11.5

τοῦ χρόνου

### book 11.6

τοῦ παντὸς εἴσετ’, ἀλλὰ καὶ ψυχῆς ἰατρὸν κατέλιπεν τὰ γράμματα.

### book 12.1

γυμνῷ φυλακὴν ἐπίταττε, καὶ διὰ τριῶν

### book 12.2

ποτηρίων με ματτύης εὐφραινέτω.

### book 13

ὁρῶ μαγείρου καὶ κύβηλιν καὶ σκάφην.

### book 14

ὁ νακοτίλτης

### book 15

γεγενείακεν

### book 16.1

βασίλισς’ ἔσει Βαβυλῶνος, ἂν οὕτω τύχῃ. τὴν

### book 16.2

Πυθιονίκην οἶσθα καὶ τὸν Ἅρπαλον.

### book 17.1

ὁλκεῖον εἶδον ἐπὶ τραπέζῃ κείμενον

### book 17.2

πυρῶν

### book 17.3

τι μεστόν.

### book 18

ἐν Καρὶ τὸν κίνδυνον· οἶδα, δέσποτα.

### book 20

θρασέα γυνή

### book 21.1

κακὴ μὲν ὄψις, ἐν δὲ δείλαιαι

### book 21.2

φρένες.

### book 22

κἂν δοῦλος ᾖ τις, οὐδὲν ἧττον, δέσποτα, ἄνθρωπος οὗτός ἐστιν, ἂν ἄνθρωπος ᾖ.

### book 23

ἥδιον οὐδὲν οὐδὲ μουσικώτερον ἔστ’ ἢ δύνασθαι λοιδορούμενον φέρειν· ὁ λοιδορῶν γάρ, ἂν ὁ λοιδορούμενος μὴ προσποιῆται, λοιδορεῖται λοιδορῶν.

### book 24

πρόχειρον ἐπὶ τὴν γλῶτταν εὐλόγῳ τρέχειν

### book 25

στρῶμα μηλωτήν τ’ ἔχει.

### book 26.1

σκιμπόδιον ἓν καὶ κώδιον καὶ ψιάθιον ἴσως

### book 26.2

παλαστῆς

### book 27

χαλεπὸν τὸ ποιεῖν, τὸ δὲ κελεῦσαι ῥᾴδιον.

### book 28.1

οὐ τοῖς

### book 28.2

πλέουσι τὴν θάλατταν γίνεται μόνοισι

### book 28.3

χειμών, ὡς ἔοικεν, ἀλλὰ καὶ τοῖς

### book 28.4

περιπατοῦσί που, Λάχης, ἐν τῇ στοᾷ, καὶ τοῖς μένουσιν ἔνδον ἐν

### book 28.5

ταῖς οἰκίαις.[ln_5]χοἰ μὲν

### book 28.6

πλέοντες ἐνίοθ’ ἡμέραν μίαν ἢ νύκτα

### book 28.7

χειμασθέντες εἶτ’ ἐκ

### book 28.8

τοῦ κακοῦ σωτηρίας ἐπέτυχον· ἢ τὸ πνεῦμα γὰρ αὐτοὺς τὸ σῷζον ἧκεν ἢ ’φάνη λιμήν. ἐμοὶ δὲ τοῦτ’ οὐκ ἔστιν· οὐκ εἰς ἡμέραν[ln_10]χειμάζομαι μίαν γάρ, εἰς τὸ ζῆν δ’ ὅλον, ἀεὶ τὸ λυπεῖσθαι δὲ μεῖζον γίνεται.

### book 29

Κρομμύων πόλις

### book 30.1

ὑπέρου

### book 30.2

περιτροπή

### book 31.1

ἐμοῦ γάρ ἐστι κύριος μὲν εἷς ἀνήρ, τούτων δὲ καὶ σοῦ μυρίων τ’ ἄλλων νόμος, ἑτέρων τύραννος, τῶν

### book 31.2

τυραννούντων φόβος· δοῦλοι βασιλέων εἰσίν, ὁ βασιλεὺς θεῶν,[ln_5]ὁ θεὸς ἀνάγκης. πάντα δ’, ἂν

### book 31.3

σκοπῇς, ὅλως ἑτέρων πέφυκεν ἥττον’, ὧν δὲ μείζονα. τούτοις ἀνάγκη

### book 31.4

ταῦτα δουλεύειν ἀεί.

### book 32.1

οὐκ ἔστ’ ἀληθὲς

### book 32.2

παραλογίσασθ’, οὐδ’ ἔχειν ὀψάρια

### book 32.3

χρηστά.

### book 33.1

Κανθάρου

### book 33.2

σοφώτερος

### book 34.1

ἐγὼ γὰρ ὡς τὴν

### book 34.2

χλαμύδα κατεθέμην

### book 34.3

ποτὲ καὶ τὸν πέτασον—

### book 35.1

καὶ γύλιόν

### book 35.2

τιν’ ἀργυρωμάτων

### book 36

Κυδώνιον μῆλον

### book 37.1

πάντ’ ἔστιν ἐξευρεῖν, ἐὰν μὴ τὸν πόνον

### book 37.2

φεύγῃ τις, ὃς

### book 37.3

πρόσεστι

### book 37.4

τοῖς ζητουμένοις.

### book 38

δεδράμηκα

### book 39

εἰ τὰ παρὰ τοῖς ἄλλοισιν εἰδείης κακά, ἄσμενος ἔχοις ἄν, Νικοφῶν, ἃ νῦν ἔχεις.

### book 41.1

[spk_β]ἰχθὺς τί σοι ἐφαίνεθ’ οὑφθός; Β. μιαρὸς ἦν. ἀκήκοας; ἅλμη

### book 41.2

τε λευκὴ καὶ παχεῖ’ ὑπερβολῇ, κοὐχὶ λοπάδος

### book 41.3

προσῶζεν οὐδ’ ἡδυσμάτων·

### book 41.1

[ln_5][spk_α]Α. ἐβόων δ’ ἅπαντες ‘ὡς ἀγαθὴν ἅλμην

### book 41.2

ποιεῖς.‘

### book 42.1

[spk_β]Ἀγύρριος δὲ παρατεθέντος καράβου, ὡς εἶδεν αὐτόν ‘χαῖρε πάππα φίλτατε‘ εἴπας— Β. τί ἐποίει; Α. τὸν

### book 42.2

πατέρα κατήσθιεν.

### book 43

τἀκ τῶν ἁμαξῶν

### book 44.1

[spk_παρμ]ἔδει

### book 44.2

παρεῖναι, Παρμένων, αὐλητρίδ’ ἢ νάβλαν

### book 44.3

τιν’. ΠΑΡΜ. ὁ δὲ νάβλας τί ἐστιν . . . Α. . . . οὐκ οἶδας, ἐμβρόντητε σύ; ΠΑΡΜ. μὰ Δία. Α. τί φής; οὐκ οἶσθα νάβλαν; οὐδὲν οὖν[ln_5]οἶσθ’ ἀγαθόν. οὐδὲ σαμβυκίστριαν;

### book 46.1

πολὺ μεῖζόν ἐστι

### book 46.2

τοῦ κακῶς ἔχειν κακὸν τὸ καθ’ ἕνα πᾶσι

### book 46.3

τοῖς ἐπισκοπουμένοις δεῖν τὸν κακῶς ἔχοντα πῶς ἔχει λέγειν.

### book 47.1

[spk_β]ὥσπερ Σέλευκος δεῦρ’ ἔπεμψε τὴν τίγριν, ἣν εἴδομεν ἡμεῖς, τῷ Σελεύκῳ πάλιν ἔδει ἡμᾶς

### book 47.2

τι παρ’ ἡμῶν ἀντιπέμψαι θηρίον. Β. τρυγέρανον· οὐ γὰρ γίνεται

### book 47.3

τοῦτ’ αὐτόθι.

### book 48

ἀπὸ στόματος ἅπαντ’, ἐὰν βούλησθ’, ἐρῶ.

### book 50

πανοικίᾳ

### book 51.1

τὸ κανοῦν δ’ ὁ παῖς

### book 51.2

περίεισι

### book 51.3

τηνάλλως ἔχων.

### book 52

νησίγδα

### book 53.1

καὐτόν

### book 53.2

τι πράττειν· οὐ μόνον τὰς ἐλπίδας ἐπὶ τῇ τύχῃ χρή, παιδίον, πάντως ἔχειν ὧν βούλεταί τις, ἀλλὰ καὐτὸν τῇ τύχῃ συλλαμβάνεσθαι· ῥᾷον ἡ τύχη

### book 53.3

πονεῖ,[ln_5]ἐὰν μεθ’ ἑτέρου

### book 53.4

τοῦτο, μὴ μόνη, ποιῇ.

### book 54.1

δοῦλος

### book 54.2

πρὸ δούλου, δεσπότης

### book 54.3

πρὸ δεσπότου.

### book 55

Ἕλλην γυνή

### book 56.1

κακόν ἐστι δούλῳ δεσπότης

### book 56.2

πράττων κακῶς· μετέχειν ἀνάγκη τῶν κακῶν γὰρ γίνεται.

### book 57

τοῦ γὰρ δικαίου κἀν βροτοῖσι κἀν θεοῖς ἀθάνατος ἀεὶ δόξα διατελεῖ μόνου.

### book 58.1

τὴν

### book 58.2

πλατεῖαν

### book 58.3

σοὶ μόνῳ ταύτην

### book 58.4

πεποίηκεν ὁ βασιλεύς;

### book 59

Αἰγύπτιος θοἰμάτιον ἠρδάλωκέ μου.

### book 60.1

τοὺς ἐν τῇ πόλει μάρτυρας ἔχω γάρ, ὅτι μόνος φύσκην

### book 60.2

ποιῶ, κάνδαυλον, ᾠά, θρῖον ἐν

### book 60.3

στενῷ. τί γὰρ

### book 60.4

τούτων διάπτωμ’ ἐγένετ’ ἢ ’μάρτημα τί;

### book 61

περὶ τοὐπτάνιον οὐ γίνεθ’ ἡ σκευωρία· τραπεζοποιός ἐστ’ ἐπὶ τοῦ διακονεῖν.

### book 62

μῦς λευκός

### book 63.1

ἰδοὺ πάρεστιν, ὡς ὁρᾷς· τριτημόρου ἕκαστος ὑμῶν ἦλθεν· εἰς

### book 63.2

τοὺς τέτταρας εἴληφεν ὑμῖν οὑτοσὶ τριώβολον.

### book 64.1

[spk_β]ὀβολοῦ τὸ πρῶτον ἡμῖν ἐνέχεεν καὶ τεττάρων

### book 64.2

χαλκῶν μετὰ ταῦτα. Β. καὶ μάλα· τρί’ ἡμιωβόλι’ ἐστί· χαλκοῦ θερμὸν ἦν.

### book 65.1

τὸ τῆς Ἀμαλθείας δοκεῖς εἶναι κέρας οἷον γράφουσιν οἱ γραφεῖς κέρας βοός; ἀργύριόν ἐστι· τοῦτ’ ἐὰν ἔχῃς, λέγε

### book 65.2

πρὸς

### book 65.3

τοῦτ’ εἰ βούλει, πάντα

### book 65.4

σοι γενήσεται,[ln_5]φίλοι, βοηθοί, μάρτυρες, συνοικίαι.

### book 66

νυνὶ δ’ ὅταν λάβῃ τις εἰς τὴν οἰκίαν τὰς Ἱππονίκας τάσδε καὶ Ναυσιστράτας καὶ Ναυσινίκας, τὰς Ἀθηναίας λέγω—

### book 67.1

Ἄρτεμι, φίλη δέσποινα, τοῦτόν

### book 67.2

σοι φέρω, ὦ πότνι’, ἀμφιφῶντα καὶ σπονδήσιμα.

### book 68

ἐξὸν ἀποσάττεσθαι δ’ ὅλην τὴν ἡμέραν, ποιοῦντα καὶ διδόντα ματτύας ἐκεῖ—

### book 69

εἰ πάντες ἀποθανούμεθ’ οἷς μὴ γίνεται ἃ βουλόμεσθα, πάντες ἀποθανούμεθα.

### book 70.1

σπάθην

### book 70.2

παραφαίνων δηλαδὴ χρυσένδετον

### book 71.1

οἱ φιλόσοφοι ζητοῦσιν, ὡς ἀκήκοα, περὶ τοῦτό τ’ αὐτοῖς

### book 71.2

πολὺς ἀναλοῦται

### book 71.3

χρόνος, τί ἐστιν ἀγαθόν, κοὐδὲ εἷς εὕρηκέ πω τί ἐστιν. ἀρετὴν καὶ φρόνησίν

### book 71.4

φασι, καὶ[ln_5]λέγουσι πάντα μᾶλλον ἢ τί τἀγαθόν. ἐν ἀγρῷ διατρίβων τήν

### book 71.5

τε γῆν

### book 71.6

σκάπτων ἐγὼ νῦν εὗρον· εἰρήνη ’στίν· ὦ Ζεῦ φίλτατε, τῆς ἐπαφροδίτου καὶ φιλανθρώπου θεοῦ. γάμους, ἑορτάς, συγγενεῖς, παῖδας, φίλους,[ln_10]πλοῦτον, ὑγίειαν, σῖτον, οἶνον, ἡδονὴν αὕτη δίδωσι· ταῦτα πάντ’ ἂν ἐκλίπῃ, τέθνηκε κοινῇ πᾶς ὁ τῶν ζώντων βίος.

### book 72.1

οὐκ ἔστιν οὔτε ζωγράφος, μὰ τοὺς θεούς, οὔτ’ ἀνδριαντοποιός, ὅστις ἂν

### book 72.2

πλάσαι κάλλος

### book 72.3

τοιοῦτον, οἷον ἁλήθει’ ἔχει. οὔτ’ ἀνδριάντος γὰρ καλῶς

### book 72.4

πεπλασμένου,[ln_5]ἂν μὴ τὸν αἰσθησόμενον ἡ τέχνη λάβῃ.

### book 73.1

εἰ τὰ δάκρυ’ ἡμῖν τῶν κακῶν ἦν φάρμακον, ἀεί θ’ ὁ κλαύσας

### book 73.2

τοῦ πονεῖν ἐπαύετο, ἠλλαττόμεσθ’ ἂν δάκρυα δόντες

### book 73.3

χρυσίον· νῦν δ’ οὐ προσέχει τὰ πράγματ’ οὐδ’ ἀποβλέπει

### book 73.1

[ln_5][spk_α]εἰς

### book 73.2

ταῦτα, δέσποτ’, ἀλλὰ τὴν αὐτὴν ὁδόν, ἐάν

### book 73.3

τε κλάῃς ἄν

### book 73.4

τε μή, πορεύεται. τί οὖν

### book 73.5

ποιεῖς

### book 73.6

πλέον; Α. οὐδέν· ἡ λύπη δ’ ἔχει ὥσπερ τὰ δένδρα

### book 73.7

τοῦτο καρπὸν τὸ δάκρυον.

### book 74.1

[spk_β]χαλκοῦς ὀφείλεις πέντε μοι. μέμνης’; Β. ἐγὼ σοὶ πέντε

### book 74.2

χαλκοῦς, σὺ δέ γ’ ἐμοὶ τριτήμορον. τοὺς ἓξ ἀποδοὺς

### book 74.3

τοὺς πέντε

### book 74.4

χαλκοῦς ἀπόλαβε.

### book 75.1

ἄλλῳ πονοῦντι ῥᾴδιον

### book 75.2

παραινέσαι ἔστιν, ποιῆσαι δ’ αὐτὸν οὐχὶ ῥᾴδιον. τεκμήριον δὲ τοὺς ἰατροὺς οἶδ’ ἐγὼ ὑπὲρ ἐγκρατείας

### book 75.3

τοῖς νοσοῦσιν εὖ σφόδρα[ln_5]πάντας λαλοῦντας, εἶτ’ ἐὰν

### book 75.4

πταίσωσί τι, αὐτοὺς

### book 75.5

ποιοῦντας πάνθ’ ὅς’ οὐκ εἴων τότε. ἕτερον τό τ’ ἀλγεῖν καὶ θεωρεῖν ἐστ’ ἴσως.

### book 76.1

ἐγὼ πρότερον μὲν ᾠόμην τῇ Σικελίᾳ ἓν

### book 76.2

τοῦτ’ ἀπότακτον αὐτὸ τοὺς

### book 76.3

τυροὺς

### book 76.4

ποιεῖν καλούς· ἔτι

### book 76.5

ταῦτα

### book 76.6

προσετίθην ἀκηκοώς, ἱμάτια

### book 76.7

ποικίλ’ εἰ λέγοι

### book 76.8

τις

### book 76.9

Σικελικά.

### book 76

[ln_5][spk_β]Β. σκεύη μὲν οὖν καὶ κτήματ’ ᾠόμην φέρειν.

### book 77.1

τὸ δὴ λεγόμενον

### book 77.2

τοῦτο Μυσῶν ἔσχατον ἐνόμιζ’ ὁρᾶν τὸν υἱὸν ἐκπλέονθ’ ὁρῶν.

### book 79.1

ὡς ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ λέξαι μολόντι

### book 79.2

τοὔψον ὡς ἐσκεύασα. νὴ τὴν Ἀθηνᾶν ἡδύ γ’ ἔστ’ εὐημερεῖν ἐν ἅπασιν· ἰχθὺς ἁπαλὸς οἷος γέγονέ μοι,[ln_5]οἷον

### book 79.3

παρατέθεικ’, οὐ πεφαρμακευμένον

### book 79.4

τυροῖσιν, οὐδ’ ἄνωθεν ἐξανθισμένον, ἀλλ’ οἷος ἦν ζῶν, κὠπτὸς ὢν

### book 79.5

τοιοῦτος ἦν· οὕτως ἁπαλὸν ἔδωκα καὶ πρᾷον τὸ πῦρ ὀπτῶν τὸν ἰχθύν, οὐδὲ πιστευθήσομαι.[ln_10]ὅμοιον ἐγένετ’, ὄρνις ὁπόταν ἁρπάσῃ τοῦ καταπιεῖν μεῖζόν

### book 79.6

τι· περιτρέχει κύκλῳ τηροῦσα

### book 79.7

τοῦτο, καταπιεῖν δ’ ἐσπούδακεν, ἕτεραι διώκουσιν δὲ ταύτην. ταὐτὸν ἦν. τὴν ἡδονὴν ὁ πρῶτος αὐτῶν καταμαθὼν[ln_15]τῆς λοπάδος, ἀνεπήδησε κἄφευγεν κύκλῳ τὴν λοπάδ’ ἔχων, ἄλλοι δ’ ἐδίωκον κατὰ πόδας. ἐξῆν ὀλολύζειν· οἱ μὲν ἥρπασάν

### book 79.8

τι γάρ, οἱ δ’ οὐδέν, οἱ δὲ πάντα. καίτοι

### book 79.9

παρέλαβον ἰχθῦς

### book 79.10

ποταμίους ἐσθίοντας βόρβορον·

### book 79.1

[ln_20]εἰ δ’ ἔλαβον ἄρτι

### book 79.2

σκάρον, ἢ ’κ τῆς Ἀττικῆς γλαυκίσκον, ὦ Ζεῦ σῶτερ, ἢ ’ξ Ἄργους κάπρον, ἢ ’κ τῆς

### book 79.3

Σικυῶνος τῆς φίλης ὃν

### book 79.4

τοῖς θεοῖς φέρει

### book 79.5

Ποσειδῶν γόγγρον εἰς τὸν οὐρανόν, ἅπαντες οἱ φαγόντες ἐγένοντ’ ἂν θεοί.[ln_25]ἀθανασίαν εὕρηκα· τοὺς ἤδη νεκρούς, ὅταν ὀσφρανθῶσι, ποιῶ ζῆν πάλιν.

### book 80

ἠγόρασα νῆστιν κεστρέ’ ὀπτὸν οὐ μέγαν.

### book 81.1

ἱμάτια διαφαίνοντα καὶ πέδην

### book 81.2

τινὰ χρυσῆν

### book 82.1

ἀεὶ γεωργὸς εἰς νέωτα

### book 82.2

πλούσιος.

### book 83

στοιχεῖον

### book 84

ἔπιεν ἡ Ῥόδη κυμβίον ἀκράτου· κατασέσειχ’ ὑμᾶς ἄνω.

### book 85.1

φιλοσοφίαν καινὴν γὰρ οὗτος

### book 85.2

φιλοσοφεῖ· πεινῆν διδάσκει καὶ μαθητὰς λαμβάνει. εἷς ἄρτος, ὄψον ἰσχάς, ἐπιπιεῖν ὕδωρ.

### book 86

βοῦς ἕβδομος

### book 88.1

πολύ γ’ ἐστὶ πάντων ζῷον ἀθλιώτατον ἄνθρωπος, εἴ τις ἐξετάζοι κατὰ τρόπον· τὸν γὰρ βίον

### book 88.2

περίεργον εἰς τὰ πάντ’ ἔχων ἀπορεῖ τὰ πλεῖστα διὰ τέλους

### book 88.3

πονεῖ τ’ ἀεί.[ln_5]καὶ τοῖς μὲν ἄλλοις πᾶσιν ἡ γῆ θηρίοις ἑκοῦσα

### book 88.4

παρέχει τὴν καθ’ ἡμέραν

### book 88.5

τροφήν, αὐτὴ πορίζους’, οὐ λαβοῦσα . . . . . . . . . . . . πάνυ μόλις ὥσπερ τὸ κατὰ χρέος κεφάλαιον ἐκτίνει[ln_10]τὸ σπέρμα, τοὺς τόκους δ’ ἀνευρίσκους’ ἀεὶ πρόφασίν

### book 88.6

τιν’ αὐχμὸν ἢ πάχνην ἀποστερεῖ. καὶ δὴ τυχὸν μὲν διὰ τὸ παρέχειν

### book 88.7

πράγματα μόνους ἑαυτῇ καὶ ποιεῖν τἄνω κάτω

### book 88.8

ταύτην

### book 88.9

παρ’ ἡμῶν λαμβάνει

### book 88.10

τιμωρίαν.

### book 89.1

τί ποτε

### book 89.2

Προμηθεύς, ὃν λέγους’ ἡμᾶς

### book 89.3

πλάσαι καὶ τἄλλα πάντα ζῷα, τοῖς μὲν θηρίοις ἔδωχ’ ἑκάστῳ κατὰ γένος μίαν φύσιν; ἅπαντες οἱ λέοντές εἰσιν ἄλκιμοι,[ln_5]δειλοὶ πάλιν ἑξῆς πάντες εἰσὶν οἱ λαγῴ. οὐκ ἔστ’ ἀλώπηξ ἡ μὲν εἴρων τῇ φύσει ἡ δ’ αὐθέκαστος, ἀλλ’ ἐὰν

### book 89.4

τρισμυρίας ἀλώπεκάς

### book 89.5

τις

### book 89.6

συναγάγῃ, μίαν φύσιν ἁπαξαπασῶν ὄψεται

### book 89.7

τρόπον θ’ ἕνα.[ln_10]ἡμῶν δ’ ὅσα καὶ τὰ σώματ’ ἐστὶ τὸν ἀριθμὸν καθ’ ἑνός, τοσούτους ἔστι καὶ τρόπους ἰδεῖν.

### book 90.1

μείζω τὰ κακὰ ποιοῦσι

### book 90.2

πολλοί, δέσποτα, αὐτοὶ δι’ αὑτοὺς ἢ πέφυκε τῇ φύσει. οἷον τέθνηκεν υἱὸς ἢ μήτηρ

### book 90.3

τινί, ἢ νὴ Δί’ ἄλλων τῶν ἀναγκαίων γέ τις·[ln_5]ἂν μὲν λάβῃ τοῦτ’ ‘ἀπέθαν’, ἄνθρωπος γὰρ ἦν,‘ τοσοῦτο γέγονε τὸ κακὸν ἡλίκον

### book 90.4

περ ἦν. ἐὰν δ’ ‘ἀβίωτος ὁ βίος, οὐκ ἔτ’ ὄψομαι, ἀπόλωλ’,‘ ἐν ἑαυτῷ τοῦτ’ ἐὰν

### book 90.5

σκοπῇ, κακὰ πρὸς

### book 90.6

τοῖς κακοῖς οὗτος ἕτερα

### book 90.7

συλλέγει.

### book 90.1

[ln_10]ὁ δὲ τῷ λογισμῷ πάντα

### book 90.2

παρ’ ἑαυτῷ σκοπῶν τὸ κακὸν ἀφαιρεῖ, τἀγαθὸν δὲ λαμβάνει.

### book 91.1

ὃν οὐδὲ εἷς λέληθεν οὐδὲ ἓν

### book 91.2

ποιῶν, οὐδ’ αὖ ποιήσων, οὐδὲ πεποιηκὼς πάλαι, οὔτε θεὸς οὔτ’ ἄνθρωπος, οὗτός εἰμ’ ἐγώ, Ἀήρ, ὃν ἄν

### book 91.3

τις ὀνομάσειε καὶ Δία.[ln_5]ἐγὼ δ’, ὃ θεοῦ ’στιν ἔργον, εἰμὶ πανταχοῦ, ἐνταῦθ’ ἐν Ἀθήναις, ἐν Πάτραις, ἐν

### book 91.4

Σικελίᾳ, ἐν

### book 91.5

ταῖς πόλεσι πάσαισιν, ἐν

### book 91.6

ταῖς οἰκίαις πάσαις, ἐν ὑμῖν πᾶσιν· οὐκ ἔστιν τόπος, οὗ μή ’στιν Ἀήρ· ὁ δὲ παρὼν ἁπανταχοῦ[ln_10]πάντ’ ἐξ ἀνάγκης οἶδε

### book 91.7

πανταχοῦ παρών.

### book 92.1

ἀεὶ τὸ πλουτεῖν

### book 92.2

συμφορὰς

### book 92.3

πολλὰς ἔχει, φθόνον τ’ ἐπήρειάν

### book 92.4

τε καὶ μῖσος

### book 92.5

πολύ, πράγματά τε

### book 92.6

πολλὰ κἀνοχλήσεις μυρίας, πράξεις

### book 92.7

τε πολλὰς

### book 92.8

συλλογάς

### book 92.9

τε τοῦ βίου.[ln_5]ἔπειτα μετὰ ταῦτ’ εὐθὺς εὑρέθη θανών, ἄλλοις καταλείψας εἰς

### book 92.10

τρυφὴν τὴν οὐσίαν. ὅθεν πένεσθαι μᾶλλον ἡδέως ἔχω, ἔχειν

### book 92.11

τε μέτρια κἀμέριμνον ζῆν βίον, καὶ μήτ’ ἔχειν

### book 92.12

πλοῦτόν με μήτε

### book 92.13

πράγματα·[ln_10]πᾶς γὰρ πένης ὢν μεγάλα κερδαίνει κακά.

### book 93.1

ὦ τρισμακάρια πάντα καὶ τρισόλβια τὰ θηρί’, οἷς οὐκ ἔστι

### book 93.2

περὶ τούτων λόγος· οὔτ’ εἰς ἔλεγχον οὐδὲν αὐτῶν ἔρχεται, οὔτ’ ἄλλο

### book 93.3

τοιοῦτ’ οὐδέν ἐστ’ αὐτοῖς κακὸν[ln_5]ἐπακτόν, ἣν δ’ ἂν εἰσενέγκηται φύσιν ἕκαστον, εὐθὺς καὶ νόμον

### book 93.4

ταύτην ἔχει. ἡμεῖς δ’ ἀβίωτον ζῶμεν ἅνθρωποι βίον· δουλεύομεν δόξαισιν, εὑρόντες νόμους, προγόνοισιν, ἐγγόνοισιν. οὐκ ἔστ’ ἀποτυχεῖν[ln_10]κακοῦ, πρόφασιν δ’ ἀεί τιν’ ἐξευρίσκομεν.

### book 94.1

ἀνὴρ δίκαιός ἐστιν οὐχ ὁ μὴ ἀδικῶν, ἀλλ’ ὅστις ἀδικεῖν δυνάμενος μὴ βούλεται· οὐδ’ ὃς τὰ μικρὰ λαμβάνειν ἀπέσχετο, ἀλλ’ ὃς τὰ μεγάλα καρτερεῖ μὴ λαμβάνων,[ln_5]ἔχειν δυνάμενος καὶ κρατεῖν ἀζημίως· οὐδ’ ὅς γε

### book 94.2

ταῦτα πάντα διατηρεῖ μόνον, ἀλλ’ ὅστις ἄδολον γνησίαν τ’ ἔχων φύσιν εἶναι δίκαιος κοὐ δοκεῖν εἶναι θέλει.

### book 95.1

κἂν δοῦλος ᾖ τις, σάρκα τὴν αὐτὴν ἔχει· φύσει γὰρ οὐδεὶς δοῦλος ἐγενήθη

### book 95.2

ποτέ [ἀπὸ τοῦ πάλαι

### book 95.3

πλάσαντος ἀνθρώπων γένος. ἴσην δὲ πάντων διάθεσιν

### book 95.4

τοῦ σώματος[ln_5]ἐποίησεν οὗτος ὡς ἐλευθέρου γένους. ἐλευθέρους ἐποίησε πάντας τῇ φύσει, δοῦλον δὲ μετεποίησεν ἡ πλεονεξία]. ἡ δ’ αὖ τύχη τὸ σῶμα κατεδουλώσατο.

### book 96.1

νὴ τὸν Δία τὸν μέγιστον ᾤμην, Σωσία, ἐγὼ πρότερον μὲν

### book 96.2

τοὺς πένητας ζῆν μόνους ὀδυνωμένους, τῶν

### book 96.3

πλουσίων δὲ τὸν βίον ἱλαρόν

### book 96.4

τιν’ εἶναι καὶ φέρειν εὐθυμίαν·[ln_5]νυνὶ δὲ διαφέροντα

### book 96.5

τοῖς καθ’ ἡμέραν δαπανήμασιν δὴ τὸν βίον ὁρῶ μόνον, λύπας δ’ ἔχοντας μείζονας

### book 96.6

τοὺς μείζονας.

### book 97.1

τὸν μὴ λέγοντα τῶν δεόντων μηδὲ ἓν μακρὸν νόμιζε, κἂν δύ’ εἴπῃ συλλαβάς, τὸν δ’ εὖ λέγοντα μὴ νόμιζ’ εἶναι μακρόν, μηδ’ ἂν

### book 97.2

σφόδρ’ εἴπῃ πολλὰ καὶ πολὺν

### book 97.3

χρόνον.[ln_5]τεκμήριον δὲ τοῦδε τὸν Ὅμηρον λαβέ· οὗτος γὰρ ἡμῖν μυριάδας ἐπῶν γράφει, ἀλλ’ οὐδὲ εἷς Ὅμηρον εἴρηκεν μακρόν.

### book 98.1

ἐγὼ τὸν ἀγρὸν ἰατρὸν ἐλελήθειν ἔχων· τρέφει γὰρ οὗτος ὥσπερ ἀρρωστοῦντά με, σιτάρια μικρὰ προσφέρων οἴνου θ’ ὅσον ὀσμήν, λαχάνου τ’ ἀεί τι καὶ νὴ τὸν Δία[ln_5]τὰ πετραῖα

### book 98.2

ταῦτ’ ὀψάρια, κάππαριν, θύμον, ἀσπάραγον, αὐτὰ ταῦτα· καὶ δέδοικα μὴ λίαν ἀπισχναίνων με

### book 98.3

ποιήσῃ νεκρόν.

### book 99.1

ἂν οἷς ἔχομεν

### book 99.2

τούτοισι μηδὲ χρώμεθα, ἃ δ’ οὐκ ἔχομεν ζητῶμεν, ὧν μὲν διὰ τύχην, ὧν δὲ δι’ ἑαυτοὺς ἐσόμεθ’ ἐστερημένοι· [εἰ δ’ εὐτυχῶν

### book 99.3

τις καὶ βίον κεκτημένος[ln_5]μηδὲν δόμοισι τῶν καλῶν

### book 99.4

πειράσεται, ἐγὼ μὲν αὐτὸν οὔποτ’ ὄλβιον καλῶ, φύλακα δὲ μᾶλλον

### book 99.5

χρημάτων εὐδαίμονα.]

### book 100.1

ὅταν δὲ παρατηροῦντ’ ἴδω τίς ἔπταρεν, ἢ τίς ἐλάλησεν, ἢ τίς ἐστιν ὁ προϊὼν

### book 100.2

σκοποῦντα, πωλῶ τοῦτον εὐθὺς ἐν ἀγορᾷ. αὑτῷ βαδίζει καὶ λαλεῖ καὶ πτάρνυται[ln_5]ἕκαστος ἡμῶν, οὐχὶ τοῖς ἐν τῇ πόλει. τὰ πράγμαθ’ ὡς πέφυκεν οὕτω γίνεται.

### book 101.1

ἐγὼ λίθον μὲν τὴν Νιόβην, μὰ τοὺς θεούς, οὐδέποτ’ ἐπείσθην, οὐδὲ νῦν

### book 101.2

πεισθήσομαι ὡς

### book 101.3

τοῦτ’ ἐγένετ’ ἄνθρωπος· ὑπὸ δὲ τῶν κακῶν [τῶν

### book 101.4

συμπεσόντων

### book 101.5

τοῦ τε

### book 101.6

συμβάντος πάθους][ln_5]οὐδὲν λαλῆσαι δυναμένη

### book 101.7

πρὸς οὐδένα, προσηγορεύθη διὰ τὸ μὴ φωνεῖν λίθος.

### book 102.1

πρόσεστι δὲ τῷ πένητι ἀπιστία· κἂν

### book 102.2

σοφὸς ὑπάρχῃ κἂν λέγῃ τι

### book 102.3

συμφέρον, δοκεῖ τι

### book 102.4

φράζειν

### book 102.5

τοῖς ἀκούουσιν κακῶς. τῶν γὰρ

### book 102.6

πενήτων πίστιν οὐκ ἔχει λόγος.[ln_5]ἀνὴρ δὲ πλουτῶν, κἂν ἄγαν

### book 102.7

ψευδηγορῇ, δοκεῖ τι

### book 102.8

φράζειν

### book 102.9

τοῖς ἀκούουσιν ἀσφαλές.

### book 103.1

ἤκουσα

### book 103.2

τούτων αὐτός, οὐδὲ φύεται αὐτόματον ἀνθρώποισιν, ὦ βέλτιστε, νοῦς ὥσπερ ἐν ἀγρῷ θύμος· ἐκ δὲ τοῦ λέγειν

### book 103.3

τε καὶ ἑτέρων ἀκούειν καὶ θεωρῆσαι . .[ln_5]κατὰ μικρὸν ἀεί, φασί, φύονται

### book 103.4

φρένες.

### book 104.1

[spk_β]τί ζῆν ὄφελος ᾧ μή ’στι τὸ ζῆν εἰδέναι; Β. ἀλλ’ οἶνος ἦν· οὐδεὶς δὲ μεθύων, ἂν

### book 104.2

σκοπῇς, ὃς οὐχὶ δοῦλός ἐστι

### book 104.3

τοῦ πεπωκέναι· ὅσα μ’ οὗτος ἠνάγκαζεν, ἐποίουν

### book 104.4

ταῦτ’ ἐγώ.[ln_5]ὁ πονηρὸς οἶνος οὗτός ἐστι, Νικοφῶν.

### book 105.1

δικαιότατον κτῆμ’ ἐστὶν ἀνθρώποις ἀγρός· ὧν ἡ φύσις δεῖται γὰρ ἐπιμελῶς φέρει, πυρούς, ἔλαιον, οἶνον, ἰσχάδας, μέλι· τὰ δ’ ἀργυρώματ’ ἐστὶν ἥ τε

### book 105.2

πορφύρα[ln_5]εἰς

### book 105.3

τοὺς

### book 105.4

τραγῳδοὺς εὔθετ’, οὐκ εἰς τὸν βίον.

### book 106.1

πολλῶν φύσει

### book 106.2

τοῖς πᾶσιν αἰτία κακῶν λύπη· διὰ λύπην καὶ μανία γὰρ γίνεται

### book 106.3

πολλοῖσι καὶ νοσήματ’ οὐκ ἰάσιμα· αὑτούς τ’ ἀνῃρήκασι διὰ λύπην

### book 106.4

τινές,[ln_5]ἐπὰν τὸ λυποῦν

### book 106.5

πλεῖον ἢ τὸ σῷζον ᾖ.

### book 107.1

ἂν γνῷς τί ἐστ’ ἄνθρωπος, εὐδαίμων ἔσει. τέθνηκέ τις, μὴ δεινὸν ἔστω

### book 107.2

τοῦτό σοι. κεκύηκέ τις, οὐ κεκύηκέ τις· ἠτύχηκέ τις· βήττει

### book 107.3

τις· οἰμώζει

### book 107.4

τις· ἡ φύσις φέρει[ln_5]ἅπαντα

### book 107.5

ταῦτα. φεῦγε τὰς λύπας.

### book 108.1

τί ποτ’ ἐστὶν ἆρα διότι βούλεταί μ’ ἰδεῖν; ἢ καθάπερ οἱ νοσοῦντες ἀλγοῦντες

### book 108.2

σφόδρα, τὸν ἰατρὸν ἂν ἴδωσιν, οὐκ ἀλγοῦς’ ἔτι, οὕτως, ἐπάν

### book 108.3

τις

### book 108.4

τυγχάνῃ λυπούμενος,[ln_5]ἧττον ὀδυνᾶται, φίλον ἐὰν

### book 108.5

παρόντ’ ἴδῃ;

### book 109.1

ὅταν ξενισθῇς ἐν πόλει

### book 109.2

πρὸς τὸν φίλον, ἐν

### book 109.3

ταῖς

### book 109.4

περισσαῖς καὶ πυκναῖς ὁμιλίαις, ἐὰν μεγίστην ὁ φίλος λέγῃ πόλιν, σὺ τὴν ἑαυτοῦ πατρίδα μὴ συγκρίνῃς·[ln_5]ἐχθροὺς

### book 109.5

ποιοῦσι

### book 109.6

τοὺς φίλους αἱ συγκρίσεις.

### book 110-111.1

μὴ λύπει

### book 110-111.2

σεαυτόν, τοῦτο γινώσκων ὅτι, ὅταν

### book 110-111.3

ποτ’ ἀνθρώποισιν ἡ τύχη γελᾷ, πάντων ἀφορμὴ τῶν καλῶν εὑρίσκεται·[ln_5]ὅταν δὲ δυστυχῇ τις, οὐδ’ εὐφραίνεται.[ln_5]. . . . . . . . . . . . ἅπαντα νικᾷ καὶ μεταστρέφει τύχη.

### book 112-113.1

ἆρ’ ἐστὶ τοῖς νοσοῦσι

### book 112-113.2

χρήσιμος λόγος.[ln_1]. . . . . . . . . . . ὡς

### book 112-113.3

σπληνίον

### book 112-113.4

πρὸς ἕλκος οἰκείως

### book 112-113.5

τεθὲν τὴν

### book 112-113.6

φλεγμονὴν ἔπαυσεν, οὕτω καὶ λόγος εὔκαιρος εἰς τὰ σπλάγχνα κολληθεὶς φίλων[ln_5]εὐψυχίαν

### book 112-113.7

παρέσχε τῷ λυπουμένῳ.

### book 114.1

ὡς εὐφυὲς ζῷον κοχλίας, νὴ τὸν θεόν. ὅταν

### book 114.2

πονηρῷ περιπέσῃ τῷ γείτονι, τὸν οἶκον ἄρας εἰς ἕτερον

### book 114.3

πορεύεται, νέμεται δ’ ἀμέριμνος

### book 114.4

τοὺς κακοὺς

### book 114.5

φεύγων ἀεί.

### book 115.1

ὃ δεῖ παθεῖν

### book 115.2

σε μηδαμοῦ σκέψῃ φυγεῖν· οὐ γὰρ δυνήσῃ φεύγειν ὅ σε δεῖ παθεῖν· τὸ πεπρωμένον γὰρ οὐ μόνον βροτοῖς ἄφευκτόν ἐστιν, ἀλλὰ καὶ τὸν οὐρανόν.

### book 116.1

εἴ ποτέ τις ἡμῶν εἰς τὸν ἀγρὸν ἐξιὼν μνήματα

### book 116.2

παρελθὼν καὶ τάφους ἀνθρωπίνους· τούτων ἕκαστος ἔλεγεν ‘εἰς ὥρας ἐγὼ πλεύσω, φυτεύσω, τοῖχον ἄρας κτήσομαι—‘

### book 117.1

ἄνθρωπος εἶ δήπουθεν, ὧν ἐστ’ οὐδὲ εἷς ᾧ μὴ κακόν

### book 117.2

τι γέγονεν ἢ γενήσεται, ὁ ποιῶν δ’ ἐλάχιστον τὸ γεγενημένον . . ἀμφότερον οὗτος εὐτυχεῖ τε καὶ φρονεῖ.

### book 118ab.1

θεὸν νόμιζε καὶ σέβου, ζήτει δὲ μή· πλεῖον γὰρ οὐδὲν ἄλλο

### book 118ab.2

τοῦ ζητεῖν ἔχεις. εἴτ’ ἔστιν εἴτ’ οὐκ ἔστι μὴ βούλου μαθεῖν, ὡς ὄντα

### book 118ab.3

τοῦτον καὶ παρόντ’ ἀεὶ σέβου.

### book 119.1

σοὶ γάρ τίς ἐστιν, εἰπέ μοι, παρρησία; σὺ λαλεῖς ἐν ἀνθρώποισιν ὡς ἄνθρωπος ὤν; τὸ δ’ ὅλον

### book 119.2

περιπατεῖς, ἢ τὸν αὐτὸν ἀέρα ἑτέροισιν ἕλκεις, εἰπέ μοι, τοιοῦτος ὤν;

### book 120.1

ἂν μὲν

### book 120.2

πλέωμεν ἡμερῶν

### book 120.3

πλοῦν

### book 120.4

τεττάρων, σκεπτόμεθα τἀναγκαῖ’ ἑκάστης ἡμέρας· ἂν δέῃ δὲ φείσασθαί τι

### book 120.5

τοῦ γήρως χάριν, οὐ φειδόμεσθ’ ἐφόδια

### book 120.6

περιποιούμενοι;

### book 121.1

[spk_β]πολλάκις ἔχων

### book 121.2

τις οὐδὲ τἀναγκαῖα νῦν αὔριον ἐπλούτης’, ὥστε χἀτέρους

### book 121.3

τρέφειν. Β. θησαυρὸν εὑρὼν τήμερόν

### book 121.4

τις αὔριον ἅπαντα τἀκ τῆς οἰκίας ἀπώλεσεν.

### book 122.1

τὸν βολβόν, εἰ βούλει, σκόπει ὅσα δαπανήσας εὐδοκιμεῖ, τυρόν, μέλι, σήσαμον, ἔλαιον, κρόμμυον, ὄξος, σίλφιον· αὐτὸς δ’ ἐφ’ αὑτοῦ ’στιν

### book 122.2

πονηρὸς καὶ πικρός.

### book 123.1

Σφίγγ’ ἄρρεν’, οὐ μάγειρον εἰς τὴν οἰκίαν εἴληφ’· ἁπλῶς γὰρ οὐδὲ ἕν, μὰ τοὺς θεούς, ὧν ἂν λέγῃ συνίημι· καινὰ ῥήματα

### book 123.2

πεπορισμένος γάρ ἐστι.

### book 124.1

γυναικὸς ἐξόπισθ’ ἐλευθέρας βλέπω μόνην θεράπαιναν κατόπιν ἀκολουθεῖν καλὴν ἐκ

### book 124.2

τοῦ Πλαταιικοῦ τε

### book 124.3

παρακολουθοῦντά τινα

### book 124.4

ταύτῃ κατιλλώπτειν.

### book 125.1

[spk_β]Σύρα, Σύρα. Β. τί ἐστι; Α. πῶς ἡμῖν ἔχεις; Β. μηδέποτ’ ἐρώτα

### book 125.2

τοῦτ’, ἐπὰν γέροντ’ ἴδῃς ἢ γραῦν

### book 125.3

τιν’· ἴσθι δ’ εὐθὺς ὅτι κακῶς ἔχει.

### book 126.1

μῦς λευκός, ὅταν αὐτήν

### book 126.2

τις (ἀλλ’ αἰσχύνομαι λέγειν), κέκραγε

### book 126.3

τηλικοῦτον εὐθὺς ἡ κατάρατος, ὥστ’ οὐκ ἔστι

### book 126.4

πολλάκις λαθεῖν.

### book 127.1

ἐὰν γέρων γένηται

### book 127.2

πλούσιος γεγώς, καλὸν τὸ γῆράς ἐστιν ἐπὶ τούτῳ μόνον, ἔχει γὰρ

### book 127.3

χειραγωγὸν τὸν

### book 127.4

πλοῦτον ὁ γέρων.

### book 128

ὦ γέρον, ἐπὰν ἴδῃς γέροντα καὶ μόνον, μηδὲν ἐπερώτα· πάντα γὰρ κακῶς ἔχει. καλὸν τὸ θνῄσκειν ἔστιν ἐπὶ τούτῳ λέγειν.

### book 129

ἐπὰν ἐγγὺς θάνατος ἔλθῃ, οὐδεὶς ἑαυτῷ ὃ θέλει βουλεύεται· θνῄσκει δ’ ὁ θνῄσκων κατ’ ἰδίαν εἱμαρμένην.

### book 130.1

εἰ ταῖς ἀληθείαισιν οἱ τεθνηκότες αἴσθησιν εἶχον, ἄνδρες, ὥς

### book 130.2

φασίν

### book 130.3

τινες, ἀπηγξάμην ἂν ὥστ’ ἰδεῖν Εὐριπίδην.

### book 131.1

ὁ φθόνος ἐν αὑτῷ τοῦθ’ ἓν ἐπιεικῶς

### book 131.2

ποιεῖ· τὸν αἱρετιστὴν ὄντα τῶν αὐτοῦ τρόπων λυμαίνεται μάλιστα διὰ παντὸς

### book 131.3

συνών.

### book 132

ἀγαθῆς γυναικός ἐστιν, ὦ Νικοστράτη, μὴ κρείττον’ εἶναι τἀνδρός, ἀλλ’ ὑπήκοον· γυνὴ δὲ νικῶς’ ἄνδρα κακόν ἐστιν μέγα.

### book 133

οὐκ ἂν δύναιο μὴ γενέσθαι, δέσποτα, ἄνθρωπος ὢν ἄνθρωπος· ἄλλως οὖν βοᾷς. τὸν ζῶντ’ ἀνάγκη πόλλ’ ἔχειν ἐστὶν κακά.

### book 134.1

οὔτε γὰρ ἰατρὸς οὐδὲ εἷς, ἂν εὖ σκοπῇς, τοὺς αὐτὸς αὑτοῦ βούλεθ’ ὑγιαίνειν φίλους, οὔτε

### book 134.2

στρατιώτης πόλιν ὁρᾶν ἄνευ κακοῦ.

### book 135.1

ἐγὼ δὲ λυποῦμαι μὲν εἰς ὑπερβολὴν ἐπὶ τοῖς

### book 135.2

παροῦσιν, ἐν δὲ τῇ λύπῃ φρονῶ. τοῦτό με τὸ τηροῦν ἐστι κἄνθρωπον

### book 135.3

ποιοῦν.

### book 136.1

οὕτως ἄνανδρος γέγονας; οὐκ εὐψυχία

### book 136.2

τοῦτ’ ἔσθ’ ὃ ποιεῖς νῦν γάρ, ἀλλ’ ἀνανδρία, τὸ μὴ δύνασθαι καρτερεῖν λυπούμενον.

### book 137

οὐκ ἔστιν ἡμῖν οὐδεμία τύχη θεός, οὐκ ἔστιν, ἀλλὰ ταὐτόματον, ὃ γίνεται ὡς ἔτυχ’ ἑκάστῳ, προσαγορεύεται τύχη.

### book 138.1

ὁρῶσι πάντες

### book 138.2

πρῶτον, εἶτ’ ἐθαύμασαν, ἔπειτ’ ἐπεθεώρησαν, εἶτ’ εἰς ἐλπίδα ἐνέπεσον· οὕτω γίνετ’ ἐκ

### book 138.3

τούτων ἔρως.

### book 139.1

ἀλλ’ ἐν Σάμῳ μὲν

### book 139.2

τοῦ λιθίνου ζῴου

### book 139.3

ποτὲ ἄνθρωπος ἠράσθη

### book 139.4

τις, εἶτ’ εἰς τὸν νεὼν κατέκλεισεν αὑτόν.

### book 140-141.1

καλῶς

### book 140-141.2

ποιήσας καλῶς ὠνείδισας ἔργον καθεῖλες

### book 140-141.3

πλουσίου

### book 140-141.4

πτωχὸς λόγῳ. καυχώμενος τὸ δῶρον ὃ δέδωκας φίλῳ ἔργῳ στρατηγὸς γέγονας ἐν λόγῳ φονεύς.

### book 142.1

βουνὸν ἐπὶ ταύτῃ καταλαβὼν ἄνω

### book 142.2

τινά—

### book 142.1

[spk_β]Β. τίς ἔσθ’ ὁ βουνός; ἵνα

### book 142.2

σαφῶς

### book 142.3

σου μανθάνω.

### book 143

χαλεπόν γ’ ἀκροατὴς ἀσύνετος καθήμενος· ὑπὸ γὰρ ἀνοίας οὐχ ἑαυτὸν μέμφεται.

### book 144.1

[spk_β]παρὰ τοῦ βασιλέως γράμμαθ’ ἥκει

### book 144.2

σοι, Μάγα. Β. Μάγα κακόδαιμον, γράμματ’ οὐκ ἐπίστασαι.

### book 145.1

οὐ τοὺς ἀώρους εἶπά σοι, μαστιγία, πόδας

### book 145.2

πρίασθαι; σὺ δὲ φέρεις ὀπισθίους.

### book 146

καὶ τοῦ θέρους μὲν εἶχεν ἱμάτιον δασύ, ἵν’ ἐγκρατὴς ᾖ, τοῦ δὲ χειμῶνος ῥάκος.

### book 147.1

μὴ νουθέτει γέρονθ’ ἁμαρτάνοντά τι· δένδρον

### book 147.2

παλαιὸν μεταφυτεύειν δύσκολον.

### book 148

ὦ Πάμφιλ’, ὁ χρόνος οὐ μόνον τὰ σώματα αὔξει βαδίζων, ἀλλὰ καὶ τὰ πράγματα.

### book 149

ὅσαι τέχναι γεγόνασι, ταύτας, ὦ Λάχης, πάσας ἐδίδαξεν ὁ χρόνος, οὐχ ὁ διδάσκαλος.

### book 150.1

ὅσα διὰ τοὺς

### book 150.2

πράττοντας αὐτοὺς γίνεται, οὐδενὶ πρόσεστιν οὐδὲ κοινωνεῖ τύχη.

### book 151.1

ἐπὰν ὁ νοῦς ᾖ μὴ καθεστηκώς

### book 151.2

τινι, οὐκ ἔστ’ ἀκούειν οὐδὲν αὐτὸν οὐδ’ ὁρᾶν.

### book 152.1

τὸ γνῶθι

### book 152.2

σαυτόν· οὐ μάτην εὖ ἴσθ’ ὅτι τὸ ῥῆμα

### book 152.3

τοῦτο δόξαν ἐν Δελφοῖς ἔχει.

### book 153

ὡς ἡδέως μοι γέγονε τὰ πρότερον κακά· εἰ μὴ τότ’ ἐπόνουν, νῦν ἂν οὐκ εὐφραινόμην.

### book 154.1

πολλά με διδάσκεις ἀφθόνως διὰ φθόνον, ὅπως ἀκούων

### book 154.2

πολλὰ μηδὲ ἓν μάθω.

### book 155.1

στρατιῶτα, κοὐκ ἄνθρωπε, καὶ σιτούμενε ὥσπερ ἱερεῖον, ἵν’ ὅταν ᾖ καιρὸς

### book 155.2

τυθῇς.

### book 156

ἔτεκές με, μῆτερ, καὶ γένοιτό σοι τέκνων ὄνησις, ὥσπερ καὶ δίκαιόν ἐστί σοι.

### book 157.1

ὅστις πένης ὢν ζῆν

### book 157.2

παρ’ ὃ ζῆν βούλεται· ἡ γὰρ

### book 157.3

σπάνις

### book 157.4

πρόχειρος εἰς τὸ δρᾶν κακά.

### book 158

τοιοῦτος ὁ βίος ἐστὶν ἀνθρώπου, γύναι· εὐφραινόμεσθ’ ἐλάττον’ ἢ λυπούμεθα.

### book 159.1

οὕτως, ὅταν ἐμπέσῃ τις εἰς τὸν νοῦν φόβος, κἀκ

### book 159.2

τοῦ καθεύδειν οὗτος οὐκ ἐξέρχεται.

### book 160

ἀγαθὴ γὰρ ἡ λύπη καθ’ αὑτῆς ἀναπλάσαι ἀτεχνῶς διπλάσια τῆς ἀληθείας κακά.

### book 161.1

πόλλ’ ἔστιν ἐν

### book 161.2

πολλαῖσιν οἰκίαις κακά, ἃ καλῶς ὅταν ἐνέγκῃς ἀγαθὰ γενήσεται.

### book 162

ἐνταῦθ’ ἀνὴρ γάρ ἐστιν ἀνδρὸς διάφορος, ἐν τῷ τό τε κακὸν εὖ φέρειν καὶ τἀγαθόν.

### book 163.1

αἰτῶ δ’ ὑγίειαν

### book 163.2

πρῶτον, εἶτ’ εὐπραξίαν, τρίτον δὲ χαίρειν, εἶτ’ ὀφείλειν μηδενί.

### book 164

μὴ λέγ’ ὅτι δώσεις· οὐ δίδωσι γὰρ ὁ λέγων, καὶ τὴν ἀπ’ ἄλλων ἐμποδίζεται δόσιν.

### book 165

μηδέποτε μέμφου τὴν τύχην, εἰδὼς ὅτι καιρῷ πονηρῷ καὶ τὰ θεῖα δυστυχεῖ.

### book 166.1

τί ἐστιν ὁ θεὸς οὐ θέλει

### book 166.2

σε μανθάνειν· ἀσεβεῖς τὸν οὐ θέλοντα μανθάνειν θέλων.

### book 167.1

πονηρὸς ἂν ᾖ δοῦλος, εὑρήσει δίκην· σὺ μὴ γενηθῇς τῆς δίκης

### book 167.2

προηγέτης.

### book 168

ἅπαν διδόμενον δῶρον, εἰ καὶ μικρὸν ᾖ, μέγιστόν ἐστι μετ’ εὐνοίας διδόμενον.

### book 169

ἐὰν γυνὴ γυναικὶ κατ’ ἰδίαν ὁμιλεῖ, μεγάλων κακῶν θησαυρὸς ἐξορύσσεται.

### book 170.1

σαπρὰν γυναῖκα δ’ ὁ τρόπος εὔμορφον

### book 170.2

ποιεῖ· πολὺ γὰρ διαφέρει

### book 170.3

σεμνότης εὐμορφίας.

### book 171.1

γνώμην

### book 171.2

πονηρὰν τῇ γυναικὶ μὴ δίδου· ἐλαφρὸν τὸ γένος γάρ ἐστι καὶ λίαν κακόν.

### book 172.1

ὅταν

### book 172.2

τινὰ τάφον

### book 172.3

στεφανοῖς κόσμῳ ποικίλῳ, τὸ ζῆν τὸ σαυτοῦ στεφάνοις

### book 172.4

παρηγόρει.

### book 173

ζῶν γὰρ ἀσκοῦ σαυτῷ στεφάνων καὶ μύρα· χρήσῃ γὰρ αὐτοῖς αἰσθόμενος μεθ’ ἡδονῆς.

### book 174

κἂν μέχρι νεφέων τὴν ὀφρὺν ἀνασπάσῃς, ὁ θάνατος αὐτὴν πᾶσαν ἑλκύσει κάτω.

### book 175

μὴ λέγε ἐκφυγὼν θάνατον ὅτι [καὶ] φεύξομαι πάλιν· ὡς γὰρ πέφευγας, προσδόκα καὶ μὴ φυγεῖν.

### book 176

ἐὰν ὁρῶν πένητα γυμνὸν ἐνδύσῃς, μᾶλλον ἀπέδυσας αὐτόν, ἂν ὀνειδίσῃς.

### book 177.1

ἀνὴρ γυναικὸς λαμβάνων

### book 177.2

συμβουλίαν

### book 177.3

πεσεῖν δεδοικώς, βούλεται πάλιν

### book 177.4

πεσεῖν.

### book 178.1

ὁ γῆρας αἰτῶν

### book 178.2

παρὰ θεῶν ἁμαρτάνει· τὸ γὰρ

### book 178.3

πολὺ γῆρας ἐσχάτων πόνων γέμει.

### book 179.1

γέρων γενόμενος μὴ φρόνει νεώτερα, μηδ’ εἰς ὄνειδος ἕλκε τὴν

### book 179.2

σεμνὴν

### book 179.3

πολιάν.

### book 180.1

οὐχ ἡ πόλις

### book 180.2

σου τὸ γένος εὐγενὲς

### book 180.3

ποιεῖ, σὺ δ’ εὐγενίζεις τὴν πόλιν

### book 180.4

πράττων καλῶς.

### book 181.1

οἱ γὰρ θεὸν σέβοντες ἐλπίδας καλὰς ἔχουσιν εἰς

### book 181.2

σωτηρίαν.

### book 182

δύ’ εἰ λάβοι τάλαντα, χρυσοῦς ἓξ ἔχων ἀποίσεται.

### book 183

νόμῳ τεθαύμακ’, οὐκ ἐπεὶ πέπλευκεν, ἀλλ’ εἰ δὶς πέπλευκεν.

### book 184-185

μαινόμεθα πάντες, ὁπόταν ὀργιζώμεθα. τὸ γὰρ κατασχεῖν ἐστι τὴν ὀργὴν πόνος.

### book 186-187.1

μὴ λέγε τίς ἦσθα

### book 186-187.2

πρότερον, ἀλλὰ νῦν τίς εἶ. πρὸς τὴν

### book 186-187.3

παροῦσαν πάντοθ’ ἁρμόζου τύχην.

### book 188.1

ὄνος βαδίζεις εἰς ἄχυρα

### book 188.2

τραγημάτων.

### book 189

Κροίσῳ λαλῶ σοι καὶ Μίδᾳ καὶ Ταντάλῳ.

### book 190.1

σαυτὴν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας

### book 190.2

ποτέ.

### book 191

ἄλλος κατ’ ἄλλην δαιμονίζεται τύχην.

### book 192

χρόνος τὰ κρυπτὰ πάντα εἰς φάος ἄγει.

### book 193-194.1

ἅπας

### book 193-194.2

πονηρὸς οἶνος ὁ πολύς ἐστ’ ἀεί. ἐμέθυον· ἱκανὴ πρόφασις εἰς θἀμαρτάνειν.

### book 195.1

ἄνθρωπος ὢν

### book 195.2

τοῦτ’ ἴσθι καὶ μέμνης’ ἀεί.

### book 196

ἀθάνατόν ἐστι κακὸν ἀναγκαῖον γυνή.

### book 197.1

τὸν δὲ μόνον ὄντα καὶ κακὴ τύχη

### book 197.2

τρέφει.

### book 198

γαμεῖν ὃς ἐθέλει εἰς μετάνοιαν ἔρχεται.

### book 199.1

βούλου γονεῖς

### book 199.2

πρώτιστον ἐν

### book 199.3

τιμαῖς ἔχειν.

### book 200.1

ἡδύ γε

### book 200.2

πατὴρ τέκνοισιν εἰ στοργὴν ἔχοι.

### book 201.1

πλοῦτον μεταλήψεθ’ ἕτερον, οὐχὶ τὸν

### book 201.2

τρόπον.

### book 202.1

νόσον

### book 202.2

πολὺ κρεῖττόν ἐστιν ἢ λύπην φέρειν.

### book 203

θανεῖν κράτιστόν ἐστιν ἢ ζῆν ἀθλίως.

### book 204

χρόνῳ τὰ πάντα γίνεται καὶ κρίνεται.

### book 205-206.1

κρίσει δικαίᾳ καὶ δίδου καὶ λάμβανε. εἰς

### book 205-206.2

χεῖρα δοῦλον δεσπότῃ μὴ συμβάλῃς.

### book 207

ψυχῆς πόνος γὰρ ὑπὸ λόγου κουφίζεται.

### book 208.1

ἡ μὲν

### book 208.2

χελιδὼν τὸ θέρος, ὦ γύναι, λαλεῖ.

### book 209

μεθύει, διαγραμμίζει, κυβεύει –⏑–.

### book 210.1

μεμίσθωνταί με δείλης

### book 210.2

πρωίας.

### book 211

ἀλλ’ ἀπόλλυμαι κατὰ μυὸς ὄλεθρον.

### book 213.1

ὦ Κλέων, παῦσαι

### book 213.2

φλυαρῶν· ἂν ὀκνῇς τὸ μανθάνειν, ἀνεπικούρητον

### book 213.3

σεαυτοῦ τὸν βίον λήσεις

### book 213.4

ποιῶν. οὔτε γὰρ ναυαγός, ἂν μὴ γῆς λάβηται

### book 213.5

φερόμενος, οὔποτ’ ἂν σώσειεν αὑτόν, οὔτ’ ἀνὴρ πένης γεγὼς[ln_5]μὴ οὐ τέχνην μαθὼν δύναιτ’ ἂν ἀσφαλῶς ζῆν τὸν βίον.[ln_9]κἂν μὲν ὁρμισθῇ τις ἡμῶν εἰς λιμένα τὸν τῆς τέχνης,[ln_10]ἐβάλετ’ ἄγκυραν καθάψας ἀσφαλείας εἵνεκα· ἂν δ’ ἀπαιδεύτου μετάσχῃ πνεύματος

### book 213.6

φορούμενος, τῆς ἀπορίας εἰς τὸ γῆρας οὐκ ἔχει

### book 213.7

σωτηρίαν.

### book 213.1

[ln_6]‘ἀλλὰ χρήματ’ ἔστιν ἡμῖν.‘ ἅ γε τάχιστ’ ἀπόλλυται. ‘κτήματ’, οἰκίαι.‘ τύχης δὲ μεταβολὰς οὐκ ἀγνοεῖς, ὅτι τὸν εὔπορον τίθησι

### book 213.2

πτωχὸν εἰς τὴν αὔριον.[ln_13]‘ἀλλ’ ἑταῖροι καὶ φίλοι

### book 213.3

σοι καὶ συνήθεις, νὴ Δία, ἔρανον εἰσοίσουσιν.‘ εὔχου μὴ λαβεῖν

### book 213.4

πεῖραν φίλων·[ln_15]εἰ δὲ μή, γνώσει

### book 213.5

σεαυτὸν ἄλλο μηδὲν

### book 213.6

πλὴν

### book 213.7

σκιάν.

### book 219

τὸν αὐλητὴν αὐλεῖν

### book 220

ἀσχολεῖ

### book 222

οἱ εὔνους

### book 223

κυρίαν

### book 224

σαυτό

### book 225.1

ἀλλ’ οὐδὲ γεννήτην δύναμ’ εὑρεῖν οὐδένα ὄντων

### book 225.2

τοσούτων, ἀλλ’ ἀπείλημμαι μόνος.

### book 226

ἑρμίς

### book 227.1

ὡς κρεῖττόν ἐστι δεσπότου

### book 227.2

χρηστοῦ τυχεῖν ἢ ζῆν

### book 227.3

ταπεινῶς καὶ κακῶς ἐλεύθερον.

### book 228.1

ἐκ τῶν λόγων μὴ κρῖνε, Κλειτοφῶν, σοφὸν ἢ χρηστὸν ἄνδρα· τὸν βίον ἐξέταζ’ ἀεί. πολλοὶ γὰρ εὖ λέγουσιν ἀδικίας χάριν, τὰ δ’ ἔργ’ ἔχουσι

### book 228.2

φαῦλα κοὐ φρονοῦσιν εὖ.

### book 229.1

ὅστις γὰρ αὐτὸς αὑτὸν οὐκ αἰσχύνεται

### book 229.2

συνειδόθ’ αὑτῷ φαῦλα διαπεπραγμένῳ, πῶς τόν γε μηδὲν εἰδότ’ αἰσχυνθήσεται;

### book 230.1

ἐκ

### book 230.2

τοῦ παθεῖν γίνωσκε καὶ τὸ συμπαθεῖν· καὶ σοὶ γὰρ ἄλλος

### book 230.3

συμπαθήσεται

### book 230.4

παθών.

### book 231

τῇ γῇ δανείζειν κρεῖττόν ἐστιν ἢ βροτοῖς, ἥτις τόκους δίδωσιν οὐ λυπουμένη.

### book 232.1

μαθημάτων

### book 232.2

φρόντιζε μᾶλλον

### book 232.3

χρημάτων· τὰ γὰρ μαθήματ’ εὐπορεῖ τὰ χρήματα.

### book 233

ὀργῆς χάριν τὰ κρυπτὰ μὴ φάνῃς φίλου· ἔλπιζε δ’ αὐτὸν πάλιν ἂν εἶναί σου φίλον.

### book 234.1

λύουσιν ἡμῶν

### book 234.2

συμφοραὶ τὰς

### book 234.3

συμφοράς, παρηγοροῦσαι τὰ κακὰ δι’ ἑτέρων κακῶν.

### book 235.1

χρόνος δίκαιον ἄνδρα μηνύει

### book 235.2

ποτέ.

### book 235a

χρόνος μαλάσσει πάντα κἀξεργάζεται.

### book 236

γυναῖκα θάπτειν κρεῖσσόν ἐστιν ἢ γαμεῖν.

### book 237.1

βεβαιοτέραν ἔχε τὴν

### book 237.2

φιλίαν

### book 237.3

πρὸς

### book 237.4

τοὺς γονεῖς.

### book 238.1

ἐκ

### book 238.2

τοῦ φιλοπονεῖν γίνεθ’ ὧν θέλεις κρατεῖν.

### book 239

βίον καλὸν ζῇς ἂν γυναῖκα μὴ ἔχῃς.

### book 240

πάνθ’ ὁ χρόνος ὁ μέγας μαραίνει.

### book 243

θύρσον

### book 244

κισσύβιον

### book 245

ὄρτυκος

### book 246.1

οἴει σὺ τοὺς θανόντας, ὦ Νικήρατε, τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ καὶ γῆν καλύψειν, ὡς ἀπὸ τοῦ πάντ’ εἰς

### book 246.2

χρόνον

### book 246.3

πεφευγέναι τὸ θεῖον ὡς λεληθότας;[ln_5]ἔστιν Δίκης ὀφθαλμὸς ὃς τὰ πάνθ’ ὁρᾷ· καὶ γὰρ καθ’ Ἅιδην δύο

### book 246.4

τρίβους νομίζομεν, μίαν δικαίων χἀτέραν ἀσεβῶν ὁδόν· εἰ γὰρ δίκαιος κἀσεβὴς ἕξουσιν ἕν, ἅρπαζ’ ἀπελθών, κλέπτ’, ἀποστέρει, κύκα.[ln_10]μηδὲν

### book 246.5

πλανηθῇς· ἔστι κἀν Ἅιδου κρίσις ἥνπερ

### book 246.6

ποιήσει θεὸς ὁ πάντων δεσπότης, οὗ τοὔνομα

### book 246.7

φοβερόν, οὐδ’ ἂν ὀνομάσαιμ’ ἐγώ, ὃς

### book 246.8

τοῖς ἁμαρτάνουσι

### book 246.9

πρὸς μῆκος βίου δίδωσι.

### book 247

θεὸν δὲ ποῖον εἰπέ μοι νοητέον;

### book 247

[spk_β]Β. τὸν πάνθ’ ὁρῶντα καὐτὸν οὐχ ὁρώμενον.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/philemon-syracusius-human-nature-solon-law-lpe-aa.json (sha256:59c3114a4bb15833ca1c2bfe0fc2edb21adb937330b436a726fef7c904c25573). Cite as `eul_wid: lpe-aa`.
