---
title: Letters of Pausanias and Xerxes
title_greek: Ἐπιστολαὶ Παυσανίου καὶ Ξέρξου
author: Pausanias and Xerxes Letters
eul_wid: eqk-aa
eul_aid: eqk
canonical: "https://eulogikon.org/grc/pausanias-and-xerxes-letters/correspondence"
canonical_json: "https://eulogikon.org/data/works/grc/pausanias-and-xerxes-letters-correspondence-eqk-aa.json"
sha256: "5b22802d1d6b3d7ad5d10c62f4d52c31db93f32e93c9a30d3d6d6ecbdfe5a95e"
period: Classical
dialect: Attic
domain: History
format: Epistle
license: CC0-1.0
---

# Letters of Pausanias and Xerxes

*Ἐπιστολαὶ Παυσανίου καὶ Ξέρξου*

**Author:** Pausanias and Xerxes Letters

**eul_wid:** `eqk-aa` · [HTML page](https://eulogikon.org/grc/pausanias-and-xerxes-letters/correspondence) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/pausanias-and-xerxes-letters-correspondence-eqk-aa.json)

## Text

### 1.(t)

Ξέρξῃ.

### 1.(t)

Παυσανίας ὁ ἡγεμὼν τῆς Σπάρτης τούσδε τέ σοι χαρίζεσθαι βουλόμενος ἀποπέμπει δορὶ ἑλών, καὶ γνώμην ποιοῦμαι, εἰ καὶ σοὶ δοκεῖ, θυγατέρα τε τὴν σὴν γῆμαι καί σοι Σπάρτην τε καὶ τὴν ἄλλην Ἑλ λάδα ὑποχείριον ποιῆσαι. δυνατὸς δὲ δοκῶ εἶναι ταῦτα πρᾶξαι μετὰ σοῦ βουλευόμενος. εἰ οὖν τί σε τούτων ἀρέσκει, πέμπε ἄνδρα πιστὸν ἐπὶ θάλασσαν, δι’ οὗ τὸ λοιπὸν τοὺς λόγους ποιησόμεθα.

### 2.(t)

ΞΕΡΞΟΥ ΕΠΙΣΤΟΛΗ.

### 2.(t)

Ὧδε λέγει βασιλεὺς Ξέρξης Παυσανίᾳ. καὶ τῶν ἀνδρῶν, οὕς μοι πέραν θαλάσσης ἐκ Βυζαντίου ἔσωσας, κεῖταί σοι εὐεργεσία ἐν τῷ ἡμετέρῳ οἴκῳ ἐσαεὶ ἀνάγραπτος, καὶ τοῖς λόγοις τοῖς ἀπὸ σοῦ ἀρέσκομαι.

### 2.(t)

καὶ σὲ μήτε νὺξ μήθ’ ἡμέρα ἐπισχέτω ὥστε ἀνεῖναι πράσσειν τι ὧν ἐμοὶ ὑπισχνῇ, μηδὲ χρυσοῦ καὶ ἀργύρου δαπάνῃ κεκωλύσθω μηδὲ στρατιᾶς πλήθει, εἴ ποι δεῖ παραγίγνεσθαι, ἀλλὰ μετ’ Ἀρταβάζου ἀνδρὸς ἀγαθοῦ, ὅν σοι ἔπεμψα, πρᾶσσε θαρσῶν, καὶ τὰ ἐμὰ καὶ τὰ σὰ ὅπη κάλλιστα καὶ ἄριστα ἕξει ἀμφοτέροις.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/pausanias-and-xerxes-letters-correspondence-eqk-aa.json (sha256:5b22802d1d6b3d7ad5d10c62f4d52c31db93f32e93c9a30d3d6d6ecbdfe5a95e). Cite as `eul_wid: eqk-aa`.
