---
title: Description of the Ambo
title_greek: Περὶ τοῦ Ἄμβωνος
author: Paul the Silentiary
eul_wid: vfo-ab
eul_aid: vfo
canonical: "https://eulogikon.org/grc/paul-the-silentiary/ambo"
canonical_json: "https://eulogikon.org/data/works/grc/paul-the-silentiary-ambo-vfo-ab.json"
sha256: cde44acbd8aa0edb58255d787809e1887e4f23f31b134b3e8971e3c54b1317bb
period: Late Antique
dialect: Koine
domain: Poetry
format: Verse
license: CC0-1.0
---

# Description of the Ambo

*Περὶ τοῦ Ἄμβωνος*

**Author:** Paul the Silentiary

**eul_wid:** `vfo-ab` · [HTML page](https://eulogikon.org/grc/paul-the-silentiary/ambo) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/paul-the-silentiary-ambo-vfo-ab.json)

## Text

### unit_1

Ἔχεις ἅπασαν, ὦ βασιλεῦ, τὴν ἐλπίδα, προσθεὶς τὸ λεῖπον τῶι νεῶι τῶι παγκάλωι. οὐκοῦν, ἄριστοι, προσφόρως καὶ νῦν ἐγὼ ἥκω τὸ λεῖπον προστιθεὶς τῶι βιβλίωι. καλὸν γὰρ ἂν εἴη τοὺς λόγους τῶι δεσπότηι συνδημιουργεῖν τὸν νεὼν τὸν τοῦ λόγου. εὖ γ’ ὦ θέατρον, εὖ γε τῆς προθυμίας τῆς εἰς τὸ κρεῖττον· οὐ γὰρ οἶμαι νῦν ἐμοὶ τὸν νοῦν προσέχοντες, ἀλλὰ τοῦ νεὼ χάριν θέατρον ἔσται καὶ πανήγυρις πάλιν. εὖ γ’ ὦ θέατρον· τρὶς γὰρ ἤδη συγκαλῶν καὶ τῶν συνήθων ἐξαναστήσας πόνων οὔπω σκυθρωπὸν εἶδον ὑμῶν οὐδένα, οὐκ ἀσχολίαν τιθέντα προυργιαιτέραν.

### unit_2

ἔστιν γὰρ οὐδὲν μικρόν, οὐδ’ εἰ μικρὸν ἦι, τῶν τοῦ μεγίστου βασιλέως καὶ τοῦ νεὼ τοῦ πᾶσαν ἡμῖν ἐμποήσαντος χάριν τρυφῆς τε μακρᾶς εὐσεβεῖς πανηγύρεις· ὃς πᾶσι σεμνὴν ἐμβαλὼν εὐθυμίαν πᾶσαν κεκίνηκε λογικὴν ἀηδόνα, ὥσπερ φανέντος ἔαρος, ἐξωιχηκότος χειμῶνος, ἤδη πᾶς τότε κλάδος τρέφει εὔφωνον ἠχοῦς ποικίλης μελωιδίαν. πέφυκε τοίνυν μικρὸν οὐδὲν τοῦ νεώ·

### unit_3

ἔστι γὰρ ἀληθῶς παμφόρου τρυφῆς θέα. οὐκοῦν πρόσειμι τῶι σεβασμίωι τόπωι, ὃν ὁ βασιλεὺς ἔναγχος ἐξειργασμένος κάλλιστον εἶναι χωρίον τοῖς βιβλίοις τῶν μυσταγωγῶν ἱερούργηκεν λόγων. Ὑμνοπόλοι Χριστοῖο θεουδέες, ὧν ὑπὸ φωνῆς πνεύματος ἀχράντοιο μετ’ ἀνέρας ἤλυθεν ὀμφὴ ἀνδρομέην Χριστοῖο διαγγέλλουσα λοχείην· ἠδ’ ὁπόσοι μετὰ τύμβον ἀκήρατον ἔθνεσι γαίης σύμβολα κηρύσσοντες ἀνεγρομένοιο θεοῖο πᾶσαν ἐφαιδρύνασθε κατηφέος ἄντυγα κόσμου, τυφλὸν ἀμειδήτοιο νέφος σκεδάσαντες ὀμίχλης· οἳ ξίφος, οἳ μάστιγα βιοφθόρον, οἵ τε καμίνους ἀσπασίως ἔτλητε, καὶ οὐκ ἐκλίνατε κωφοῖς αὐχένας εἰδώλοισι, βάσιν δ’ ἐστήσατε θυμοῦ ἔμπεδον ἀχράντοιο θεοῦ περὶ μάρτυρι τιμῆι· οἷς πλέον ἠελίοιο μόρου ζείδωρος ἀνάγκη ἐλπίσιν ἀφράστοισιν ἐφήνδανεν· οὕς ποτε λύθροις λουσαμένους ἰδίοισι βιαρκέος ἀντὶ λοετροῦ Χριστὸς ἄναξ ἔστεψε, καὶ αἱμαλέοισι ῥεέθροις

### unit_4

ψυχαίης ἐκάθηρεν ὅλην σμώδιγγα καλύπτρης· δεῦρο, χοροὺς στήσασθε καὶ εὐαγέεσσιν ἀοιδαῖς σύνθροον ἡμετέρηισι μέλος πλέξασθε χορείαις. ὑμέτερος γὰρ χῶρος ἀείδεται, ὁππόθι πολλὴ θεσπεσίαις βίβλοισιν ἀκήρατος ἔγρεται ἠχώ. Ἔστι τις εὐρυπόροιο κατ’ ἔνδια μέσσα μελάθρου ἁβρὸς ἰδεῖν καὶ μᾶλλον ἐς ἀντολίην τι νενευκὼς πύργος, ἀκηρασίοισιν ἀπόκριτος ἤθεσι βίβλων, †ὄρθιος βάθροις, διδυμάοσιν ἀμβατὸς οἴμοις, ὧν μία μὲν ποτὶ νύκτα τιταίνεται, ἡ δὲ πρὸς ἠῶ.

### unit_5

εἰσὶ γὰρ ἀλλήληισιν ἐναντίαι, ἀμφότεραι δὲ εἰς ἕνα χῶρον ἄγουσιν ἴσον περιηγέϊ κύκλωι. ἐνδάδε γὰρ κύκλωι μὲν ἐοικότα χῶρον ἑλίσσει λᾶας ἑείς· οὐ μὴν περιηγέϊ πάντοσε τόρνωι ἶσος ἔφυ, βαιὸν δὲ συνέρχεται, εἰσόκε πέτρου ἄντυγα μηκύνειε. πρὸς ἑσπερίην δὲ καὶ ἠῶ ἐκπροθέων κύκλοιο λίθου μηκύνεται αὐχήν, ἐμβεβαὼς βαθμοῖσιν. ὑπ’ ἀργυρέοις δὲ μετάλλοις ἄχρις ἐπὶ ζωστῆρα καλοὺς ἱδρύσατο τοίχους θεῖος ἄναξ, κεράεσσιν ἐοικότας. οὐ γὰρ ἑλίσσει ἄργυρον ἐν λάϊγγι περίδρομον ἀργυρέη πλὰξ κύκλον ἀναπτύξασα πανόλβιον· ἀλλ’ ἐνὶ μέσσωι τοῖχον ἀπιθύνοντα διαρκέα κύκλα πετάσσας ἴδρις ἀνὴρ ἑκάτερθε πόρους βαθμῖδος ἀνοίγει. οὐδὲ μὲν ἀφράκτοις ἱερῶν ἐπὶ χείλεσι βαθμῶν τάρβος ἔχει κατιόντας, ἐπήραρε δ’ ἕρκεα τέχνη λάϊνα παμφανόωντα· τόσον δ’ ὑπερέσχεθε βάθρων ὅσσον ἀπιθύνειν βροτέην χέρα. ταῦτα μεμαρπὼς μόχθον ἐλαφρίζει τις ἐς ὄρθιον οἶμον ἀνέρπων. λοξοτενεῖ δ’ ἑκάτερθεν ἐφιδρυθέντα κελεύθωι

### unit_6

βαθμοῖς μεσσατίοις συναέξεται ἠδ’ ἀπολήγει. [para]Ναὶ μὴν οὐδ’ ὅγε λᾶας ἐτώσιος· οὐδὲ γὰρ αὕτως ἄγριον ἠλιβάτου κορυφῆς τμήξαντο κολώνην μηκεδανῆς τανύμετρον ἀπιθυντῆρα κελεύθου· ἀλλὰ καὶ εὐτέχνοισιν ὅλος φαιδρύνεται ἔργοις καὶ φύσιν αἰολόμορφον ἔχων ποικίλλεται αἴγληι. τοῦ μὲν ἔπι τροχάουσι διαμπερὲς οἷά τε δῖναι, πῆι μὲν ἴσαι κύκλοισιν ἀτέρμοσι, πῆι δέ γε κύκλων βαιὸν ἀποπλαγχθέντας ὑπεκτανύουσιν ἑλιγμούς. ἔστι δὲ πῆι μὲν ἔρευθος ἰδεῖν κεκερασμένον ὤχρωι, πῆι δὲ καλὸν βροτέοισι σέλας στονύχεσσιν ὁμοῖον. ἄλλοθι δ’ ὁρμηθεῖσα πρὸς ἀργεννὸν σέλας αἴγλη, ἠρέμα μιμνάζουσα, χάριν μιμήσατο πύξου ἠὲ μελισσήεντος ἐπήρατον εἰκόνα κηροῦ, ὃν καθαραῖς προχοῆισι βροτοὶ νίζοντες ἐρίπναις πολλάκι τερσαίνουσιν ὑπ’ ἠελιώτιδας αὐγάς· ὃς δὲ μεταΐσσει μὲν ἐς ἄργυφον, εἰσέτι δ’ οὔπω τρέψεν ὅλην χροιὴν ἔτι λείψανα χρύσεα φαίνων. τοῖος καὶ δολιχῶν ἐλέφας κεχρωσμένος ὁλκοῖς χροιὴν ἀργυχέην ἐτέων ἐπὶ μῆλον ἐλαύνει.

### unit_7

πῆι δὲ πελιδνωθεῖσαν ἔχει χάριν· οὐδὲ γὰρ αὕτως δῖα φύσις προλέλοιπε πελιδνήεσσαν ἀλᾶσθαι χροιήν, ἀλλ’ ἐπέμιξεν ἐΰγραφα δαίδαλα πέτρηι. ἀργεννὴ δ’ ἐπὶ τοῖσι πολύτροπος ἄνθεος αὐγὴ ἀμφιθέει· πῆι μὲν γὰρ ἐπέρχεται εὐρέϊ χώρωι ἀκροβαφὴς κροκέοιο πελιδνήεντος ἀώτωι, πῆι δ’ ὑπολεπτυνθεῖσα φαείνεται, ἶσα δὲ μήνηι ἀρτιγενεῖ περὶ λεπτὰ κεράατα φέγγος ἑλίσσει. ἄγχι δὲ πετραίης Ἱερὴ πόλις ἐστὶν ἐρίπνης, ἥ τις ἑὸν περίπυστον ἐφήρμοσεν οὔνομα πέτρωι.

### unit_8

Πᾶν δὲ τὸ καλλιθέμειλον ἔδος πετραῖον ἐκεῖνο, ἔνθα σοφῶν ἀνάγουσι θεηγόρα δήνεα βίβλων, ὀκτὼ δαιδαλέοισιν ἐφήρμοσε κίοσι τέχνη, ὧν δύο πρὸς Βορέην, δύο δ’ ἐς Νότον εἰσὶν ἀήτην, καὶ δύο πρὸς Φαέθοντα, δύο πρὸς ἐδέθλια νυκτός, ὥς κεν ἀνοχλίζοιτο, γένοιτο δὲ νειόθι πέτρης οἷά περ ἄλλο μέλαθρον, ὅπηι σοφίης ὑποφῆται ἵλαον ἀγλαόπαιδα προεντύνουσιν ἀοιδήν. ἔστι δὲ τοῖς μὲν ἔνερθε τέγος, τοῖς δ’ ὑψόθεν οὖδας. καὶ τὸ μὲν ἐκταδίοισιν ἴσον πεδίοισι νοήσεις ἀκλινὲς ἀμφὶ πέδιλα βροτῶν· τὸ δ’ ἔνερθε λαχήνας λαοτόμος κοίληνεν, ὑπερτέλλει δὲ καρήνων εὐϊέρων κυρτωθὲν ἄνω τεχνήμονι κόσμωι, οἷα κραταιρίνοιο κεκυφότα νῶτα χελώνης, ἤ τις ὑπὲρ πήληκος ἀνορθωθεῖσα βοείη,

### unit_9

πύρριχος εὐδίνητον ὅθ’ ἅλμασιν ἀνέρα πάλλει. ὀκριόεν δὲ μέτωπον ὅλης λάϊγγος ἐκείνης πάντοθεν ἀργυρέοισι διεζώσαντο μετάλλοις, ὁππόθι δαιδαλοεργὸς ἀνὴρ γλωχῖνι σιδήρου δένδρεα ποικιλόμορφα καὶ ἄνθεα καλὰ χαράσσων ἁβρὰ πολυπτόρθων ἐνεθήκατο φύλλα κορύμβων. [para]Πᾶσι δ’ ὁμῶς βάθροις τε καὶ οὔδεϊ κίοσί τ’ αὐτοῖς ἴδρις ἀνήρ, ἀδόνητα θεμείλια πάντα φυλάσσων, λαϊνέης ὑπένερθε βάσιν κρηπῖδος ἐγείρει, ἀνδρομέου ποδὸς ὕψος ὑπερτέλλουσαν ἀρούρης.

### unit_10

ὄφρα δ’ ἀνευρύνωσι θεμείλια κεῖνα μελάθρου, ἡμιτόμους ἑκάτερθε μέσην περὶ γαστέρα κύκλους λάεσιν ἀμφεβάλοντο, περιτμηγέντι δὲ χώρωι κίονας ἐστήσαντο διασταδόν, ἥμισυ κύκλου ἀμφιπεριστέψαντας. ὅλη δ’ εὐρύνετο γαστὴρ τέτρασιν ὀλβίστοις ὑπὸ κίοσιν ἔνθα καὶ ἔνθα, ἐς Νότον ἐς Βορέην τε. τὸ δὲ σπέος εἴκελον οἴκωι ἀμφιέλιξ ἑκάτερθεν ὑφ’ ἕρκεϊ λᾶας ἐέργει. τοὺς μὲν ἀνὰ Φρύγα χῶρον ἐς ἔνδια Μυγδόνος ἄκρης λαοτόμοι σθεναρῆισιν ἀνεστήσαντο μακέλλαις κίονας ἱμερόεντας· ἰδὼν δέ τις ἄνθεα πέτρης, ἐξενέποι κρίνα λευκὰ ῥόδων καλύκεσσι μιγῆναι καὶ μαλακοῖς πετάλοισι μινυνθαδίης ἀνεμώνης, πῆι μὲν ἅλις ῥοδόεντα καὶ ἠρέμα λευκὰ μετάλλωι, πῆι δ’ ἅλις ἀργινόεντα καὶ ἠρέμα πυρσὰ φανέντα·

### unit_11

τῆι δὲ μίγα σχίζουσι διὰ φλέβας ἶνες ἀραιαὶ τῆι καὶ τῆι κατὰ βαιόν· ἐν ἀλλήλαις δὲ χυθεῖσαι εἴκελα πορφύρουσι Λακωνίδος αἵματι κόχλου. [para]Πρῶτα μὲν ἀμφιέλισσαν ὑπὸ κρηπῖδα βαλόντες, δαιδαλέην, καμπτοῖσιν ἀποστίλβουσαν ἑλιγμοῖς, λαϊνέους στήσαντο πεπηγότας ὑψόθι βωμούς, Βοσπορίης τμηγέντας ἀπ’ εὐλάϊγγος ἐρίπνης. λευκὰ δ’ ἀπαστράπτουσι, καὶ εἰ σποράδεσσι κελεύθοις σκίδναται ἀργινόεντι περὶ χροῒ κυανέη φλέψ. δισσάκι μὲν πισύρεσσιν ὑπὸ πλευρῆισιν ἑκάστωι βωμῶι λαοτύπος χάριν ἔξεσεν, αὐχένα δ’ αὐτοῖς κυκλοτερῆ γλυφάνοισι χάλυψ ἔσφιγξε τορείης, ὄφρα κεν ἀστυφέλικτον ἀρηρότι νειόθι κίων ἴχνος ἐφιδρύσειε βαλὼν περιηγέϊ βωμῶι. ἀγλαΐη δ’ ἐγέλασσεν ὅλου κατ’ ἐδέθλια νηοῦ,

### unit_12

κίονος ἱδρυθέντος ἐϋξέστωι ἐπὶ βωμῶι, οἷον ὅτ’ ἠελίοιο νέον περάτης ἀνιόντος λευκὸν ἐρευθομένηισι νέφος ποικίλλεται αὐγαῖς. [para]Οὕτω μὲν πισύρεσσι περισταδὸν ἥμισυ κύκλου κίοσιν ἀμφεβάλοντο· τὸ δ’ ἥμισυ κίοσιν ἄλλαις τέτρασι κυκλώσαντες ἐτορνώσαντο χιτῶνα λάϊνον ἱμερόεντα πέριξ εὐεργέος ἄντρου. κίοσι δ’ ἐν πισύρεσσι μεταίχμια τρισσὰ δοκεύων, καὶ τάδε τοῖς Ἱερῆς πόλιος θρίγκωσε μετάλλοις βαιὸν ἐπιγναμφθέντα καλὸν περὶ λᾶαν ἑλίσσων· ἔπρεπε γὰρ καὶ πέτρον ἐς ἱερὸν οὔνομα νεύειν καλὸν ἀκηρασίοιο πέδον στέψαντα μελάθρου ὑστατίωι δ’ ἐνέθηκε θύρην εὐπηγέα χώρωι,

### unit_13

ἠρέμα γυρωθεῖσαν, ὅθεν κατ’ ἐδέθλιον ἄντρου εὐϊέροις βίβλοισιν ἀνειμένος ἔρχεται ἀνήρ. σχήματα δὲ σπήλυγγος ὁμοίια πάντα νοήσεις, ἔς τε Νότον Γαράμαντα καὶ εἰς Ἀριμασπὸν ἀήτην κίοσι καὶ κρηπῖδι καὶ ἕρκεϊ. τοῖς δὲ θυρέτροις οὐχ ἕνα χῶρον ἔθεντο δαήμονες, ἀλλὰ τὸ μέν που ἑσπέριον, τὸ δ’ ἔπηξαν ἑώϊον· ἑσπέριον μὲν πρὸς Βορέην, νοτίη δὲ πυλὶς Φαέθοντα δοκεύει. ἕρκεα δ’ οὐκ ἰσόμετρα πεπηγόσι κίοσιν ἔστη, ἀλλὰ τὰ μὲν χαρίεντος ὑπερτέλλουσιν ἐδέθλου ὅσσον ἀποκρύπτειν ὑπὸ κεύθεσιν ἀνέρας ἄντρου.

### unit_14

οἱ δὲ βαθυγλύπτοισι καρήασι κίονες ὀκτὼ ἕρκεος ἐξανέχουσι, καὶ εἰ βάσιν ἔμπεδον ἄμφω ἰσοτενῆ κρηπῖδι μιῆι στήσαντο δομαίηι. χρυσεοκολλήτοις δὲ περιστίλβουσι καρήνοις ὄλβια μαρμαίροντες, ἴσα χρυσαυγέϊ δίσκωι ἠελίου προβλῆτας ὀϊστεύοντος ἐρίπνας. [para]Πάντα δ’ ὑπερτέλλοντα καρήατα κυκλάδι κόσμωι δουρατέη στεφάνωσε περίδρομος ὑψόθεν ἄντυξ, ὥς κεν ἐπιζεύξειε μιῆι στροφάλιγγι δεθέντας κίονας, εἰ καὶ ἕκαστος ἀπόκριτός ἐστιν ἑκάστου·

### unit_15

ἧς ἔπι πυρσοκόρυμβα πεπηγότα δένδρεα δήεις, ἀργυρέων στράπτοντα χύδην πυρὸς ἄνθος ὁράμνων. οὐ μὴν ἧι κε τύχηισιν ἀπόπλανος ἔδραμεν ὄρπηξ, ἀλλ’ ἀνέχει κατὰ κόσμον ἴσος πολυάντυγι κώνωι, βεβριθὼς σελάεσσιν. ἀπ’ εὐρυπόροιο δὲ κύκλου αἰὲν ὑποκλέπτων ἐπὶ λοίσθιον ὀξὺς ἀνέρπει ἔνθα δὲ τερμιόεντα καλὸν ζωστῆρα νοήσεις, πάντοθι σαπφείροιο καταχρωσθέντα κονίηι καὶ χρυσέοις κισσοῖο περιστεφθέντα πετήλοις. πρὸς δὲ δόμον Ζεφύροιο καὶ ἐς πτερὸν αἴθοπος Εὔρου δοιοὺς ἐγκατέπηξαν ἐπ’ ἄντυγος ἔνθα καὶ ἔνθα σταυροὺς ἀργυρέους, ὅθι μυρία φάεα πυρσῶν ἅμμασιν ἀκροέλικτος ὁμιλαδὸν ἧλος ἐέργει, γυρὸν ἐϋγνάμπτοιο καλαύροπος εἶδος ἑλίσσων. [para]Τόσσα μὲν ἀμφικέλευθος ἔχων φαιδρύνεται ἄμβων·

### unit_16

τόνδε γὰρ οὕτω χῶρον ἐφήμισαν ἀμβατὸν οἴμαις θεσπεσίαις, ὅθι λαὸς ἐπίσκοπον ὄμμα τιταίνει εἰσαΐων ἄχραντα θεουδέος ὄργια μύθου. [para]Οὐδὲ μὲν οὐ βάθροισιν ἐτώσιον ἔνθεσαν αὕτως τμῆμα λίθων, λεπτὰς δὲ κατ’ ἀργεννοῖο χυθείσας ἶνας ἐσαθρήσει τις· ἴσον δ’ ἁλιανθέϊ κόχλωι νήδυμα πορφύρουσιν. ἐπ’ ἀτρίπτοισι δὲ πέτροις ἀνδροδόκων ἀκμῆτα ῥάχιν τρηχύνατο βάθρων λαοτόρος, στήριγμα ποδῶν ἀμετάτροπον ἴσχων, μή τις ὀλισθήσαντα καταιβάτις οἶμος ὁδίτην ὑψόθεν ἁρπάξασα κατ’ οὔδεος ἄστατον ἄξηι. οὕτω μὲν κατὰ κόσμον ἐπασσυτέρηισι πορείαις λᾶας ἐπεμβαίνων ὑποχάζεται ἄλλος ἀπ’ ἄλλου, ὅσσον ἀναθρώσκων τις ἀμοιβαδὸν ἴχνος ἐρείσηι. [para]Ὡς δὲ θαλασσαίοισιν ἐν οἴδμασι νῆσος ἀνίσχει,

### unit_17

δαιδαλέη σταχύεσσι καὶ ἀμπελόεντι κορύμβωι καὶ θαλερῶι λειμῶνι καὶ εὐδένδροισιν ἐρίπναις· τὴν δὲ παραπλώοντες ἐπολβίζουσιν ὁδῖται, ἄλγεα βουκολέοντες ἁλικμήτοιο μερίμνης· οὕτω ἀπειρεσίοιο κατ’ ἔνδια μέσσα μελάθρου λάεσι πυργωθεὶς ἀναφαίνεται ὄρθιος ἄμβων, δαιδαλέος λειμῶνι λίθων καὶ κάλλεϊ τέχνης. ναὶ μὴν οὐδ’ ὅγε πάμπαν ἀπόκριτος ἐς μέσον ἔστη χῶρον, ἁλιζώνοισιν ὁμοίιος ἤθεσι νήσων· ἀλλ’ ἄρα μᾶλλον ἔοικεν ἁλιρροθίωι τινὶ γαίηι, ἣν πολιοῦ προβλῆτα δι’ οἴδματος ἰσθμὸς ἐλαύνει μεσσατίοις πελάγεσσι, μιῆς δ’ ἀπὸ δέσμιον ἀρχῆς ὀχμάζων ἀνέκοψεν ἀληθέα νῆσον ὁρᾶσθαι· ἡ δὲ θαλασσαίοισιν ἐπιπροθέουσα ῥεέθροις ἴσθμιον ἀγχιάλοιο καθήψατο πεῖσμα κολώνης.

### unit_18

τοῖος ἰδεῖν ὅδε χῶρος· ἀφ’ ὑστατίου γὰρ ὀρούσας ἀντολικοῦ βαθμοῖο πολὺς διανίσσεται αὐλών, εἰσόκεν ἀργυρέην περὶ δικλίδα ταρσὸν ἐρείσηι, μηκεδανῆι κρηπῖδι θυηπόλον ἕρκος ἀράσσων. τοίχοις δ’ ἀμφοτέρωθε διείργεται. οὐ μὲν ἐκείνοις ἕρκεσιν ὑψιτενεῖς ἔβαλον πλάκας, ἀλλ’ ὅσον ἀνδρὸς ὀμφάλιον ζωστῆρα παρισταμένοιο χαράξαι. ἔνθεν ὑποτροπάδην χρυσέην εὐάγγελος ἀνὴρ βίβλον ἀερτάζων διανίσσεται. ἱεμένης δὲ πληθύος, ἀχράντοιο θεοῦ κατὰ μύστιδα τιμήν, χείλεα καὶ παλάμας ἱερὴν περὶ βίβλον ἐρεῖσαι, κύματα κινυμένων περιάγνυται ἄσπετα δήμων. καί ῥ’ ὁ μὲν ἀμφιπλῆγι τιταίνεται εἴκελος ἰσθμῶι χῶρος, ἀπιθύνων πρὸς ἀνάκτορα σεμνὰ τραπέζης ἄνδρα καταθρώσκοντα βαθυκρήμνου περιωπῆς·

### unit_19

Θεσσαλικῆι δ’ ἑκάτερθεν ὅλην χλοερώπιδι πέτρηι ἀτραπὸν ἐφράξαντο. πολὺς δ’ ὑπὸ λάεσι λειμὼν ὄμμασιν ἱμερόεσσαν ἄγει χάριν. ἀμφὶ δ’ ἑκάστηι Θεσσαλικῆι λάϊγγι παρίσταται οἷά τις ἄλλος κίων ἰσοτενής, περιηγέσιν οὔ τι κυλίνδροις εἰδόμενος· φαίη τις ἀνὴρ γραμμῆισι μεμηλὼς σχῆμα κύβου μεθέπειν περιμήκεος οὐκ ἰσοπλεύρου κίονας. ἁρμονίην δὲ Μολοσσίδος ἐνθάδε πέτρης λαοτόροι ζεύξαντες, ἀμοιβαδὸν ἄλλον ἐν ἄλλωι πέτρον ἐνεσφήκωσαν. ἀπὸ Φρυγίης δὲ κολώνης λαοτύπος καὶ τούσδε λίθους ἐτμήξατο τέκτων. ἔνθα δὲ βουκολέοντα μεληδόνας ὄμματα βάλλων πῆι μὲν ἴδοις καλὴν ὀφιώδεα σύρματα πέτρην ἀμφιπεριπλάζουσαν, ἐϋγνάπτοις δὲ πορείαις νήδυμα κυμαίνουσι· παρ’ ἀλλήλας δὲ ταθείσας πυρσὴν ἀργυφέην τε καὶ ἀμφοτέρων τινὰ μέσσην χροιὴν ἀμβολάδην τις ἀμοιβαδὸν ὁλκὸς ἑλίσσων ἀγκύλον ἑρπυστῆρι δρόμωι σπείρημα κυλίνδει· πῆι δὲ σεληνήεντα καὶ ἀστερόεντα νοήσεις γραμμαῖς ἀλλοπρόσαλλα φύσει σφρηγίσματα πέτρης.

### unit_20

ἀλλὰ καὶ ἐκταδίοις ἐπὶ χείλεσιν ἕρκεος ἄλλην τῆς αὐτῆς γεγαυῖαν ἐϋπρήωνος ἐρίπνης μηκεδανὴν λάϊγγα καθήρμοσαν, ὄφρα κεν εἴη νειόθι μὲν κρηπῖδος ἐνιδρυνθεῖσα θεμείλοις πέτρης Θεσσαλικῆς βάσις ἔμπεδος, ὑψόθι δ’ ἄλλωι ἅμματι πετρήεντι κατάσχετος. ἀλλὰ καὶ αὐτὰς πλευρὰς τετρατόμοις ὑπὸ κίοσι δεσμὸς ἐέργων ἄτροπον ἀστυφέλικτος ἐπ’ οὔδεϊ πυθμένα πήσσει. ὡς δ’ ὅτε τις Τυρίοιο πολύχροος ὑψόθι πέπλου νήματα χρυσοέλικτα περίδρομα πάντοθι βάλλων πῆι μὲν ὅλην περὶ πέζαν ἀρηρότα κόσμον ἑλίσσει, πῆι δὲ καλὸν πέπλοιο περὶ στόμα, πῆι δέ γε χειρῶν ἀμφοτέρων ἔστεψε διήλυσιν· ἀγλαΐη δὲ πάντοθεν εὐλείμων ἐαρόχροα νήματα πέπλου ἀμφὶς ἔχει, χρυσέου δὲ μίτου σέλας ἄλλον ἐπ’ ἄλλωι ὄλβον ἐπανθίζων περὶ κάλλεϊ κάλλος ἐγείρει· οὕτω ποικιλοεργὸς ἀνήρ, χλοεροῖσι μετάλλοις μαρμαρυγὴν ἱεροῖο βαλὼν χρυσαυγέα πέτρου, ἀμφοτέροις ἀμάρυγμα φαάντερον εὗρεν ἀνάψαι.

### unit_21

ἀντολικὸν δ’ ἐπὶ τέρμα, παρ’ ἕρκεα σεμνὰ τραπέζης, ἰσθμὸν ἀποτμήξαντο, διήλυσιν ὄφρα κελεύθου ὠκυτέρην τεύξωσι παρερχομένοισιν ὁδίταις. [para]Τοῖα μὲν ἀγλαόδωρος ἐμὸς σκηπτοῦχος ἐγείρει ἔργα θεῶι βασιλῆϊ. πολυστέπτοις δ’ ἐπὶ δώροις καὶ σέλας ἀστυόχοιο ἑῆς ἀνέθηκε γαλήνης νηὸν ὕπερ πολύυμνον, ὅπως θεοδέγμονι βουλῆι ἔμπνοον ἱδρύσειε γέρας κοσμήτορι κόσμου, Χριστῶι παμβασιλῆϊ. σὺ δ’ ἵλαος ἵλαος εἴης, παμφαὲς ἀχράντου τριάδος σέβας, ἄστεϊ Ῥώμης καὶ ναέταις καὶ ἄνακτι καὶ ἱμεροδερκέϊ νηῶι.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/paul-the-silentiary-ambo-vfo-ab.json (sha256:cde44acbd8aa0edb58255d787809e1887e4f23f31b134b3e8971e3c54b1317bb). Cite as `eul_wid: vfo-ab`.
