---
title: Epic Fragments
title_greek: Ἡρωϊκὰ Ἀποσπάσματα
author: Panyassis of Halicarnassus
eul_wid: bok-ab
eul_aid: bok
canonical: "https://eulogikon.org/grc/panyassis-of-halicarnassus/epic-fragments-ab"
canonical_json: "https://eulogikon.org/data/works/grc/panyassis-of-halicarnassus-epic-fragments-ab-bok-ab.json"
sha256: a7a1d89b2861da4febbaaa2aa9fa53402794d84d6d2f300617906f6c41fd3335
period: Archaic
dialect: Epic (Homeric)
domain: Epic
format: Verse
license: CC0-1.0
---

# Epic Fragments

*Ἡρωϊκὰ Ἀποσπάσματα*

**Author:** Panyassis of Halicarnassus

**eul_wid:** `bok-ab` · [HTML page](https://eulogikon.org/grc/panyassis-of-halicarnassus/epic-fragments-ab) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/panyassis-of-halicarnassus-epic-fragments-ab-bok-ab.json)

## Text

### book 1.1

δέρμα

### book 1.2

τε θήρειον Βεμβινήταο λέοντος

### book 2.1

καὶ Βεμβινήταο

### book 2.2

πελώρου δέρμα λέοντος.

### book 4.1

τοῦ κεράσας κρητῆρα μέγαν

### book 4.2

χρυσοῖο

### book 4.3

φαεινὸν

### book 4.4

σκύπφους αἰνύμενος θαμέας

### book 4.5

ποτὸν ἡδὺν ἔπινεν.

### book 5.1

καί ῥ’ ὁ μὲν ἐκ κόλποιο

### book 5.2

τροφοῦ θόρε

### book 5.3

ποσσὶ Θυώνης.

### book 12.1

ξεῖν’ ἄγε δὴ καὶ πῖν’, ἀρετή νύ τις ἔστι καὶ αὐτή, ὅς κ’ ἀνδρῶν

### book 12.2

πολὺ πλεῖστον ἐν εἰλαπίνῃ μέθυ πίνῃ εὖ καὶ ἐπισταμένως, ἅμα τ’ ἄλλον φῶτα κελεύῃ. ἶσόν θ’ ὅς τ’ ἐν δαιτὶ καὶ ἐν

### book 12.3

πολέμῳ θοὸς ἀνὴρ[ln_5]ὑσμίνας διέπων

### book 12.4

ταλαπενθέας, ἔνθα

### book 12.5

τε παῦροι θαρσαλέοι

### book 12.6

τελέθουσι μένουσί τε θοῦρον Ἄρηα. τοῦ κεν ἐγὼ θείμην ἶσον κλέος, ὅς τ’ ἐνὶ δαιτὶ τέρπηται

### book 12.7

παρεὼν ἅμα τ’ ἄλλον λαὸν ἀνώγῃ. οὐ γάρ μοι ζώειν γε δοκεῖ βροτὸς οὐδὲ βιῶναι[ln_10]ἀνθρώποιο βίον

### book 12.8

ταλασίφρονος, ὅστις ἀπ’ οἴνου θυμὸν ἐρητύσας πίνει

### book 12.9

ποτόν, ἄλλ’ ἐνεόφρων. οἶνος γὰρ

### book 12.10

πυρὶ ἶσον ἐπιχθονίοισιν ὄνειαρ ἐσθλόν, ἀλεξίκακον, πάσης

### book 12.11

συνοπηδὸν ἀοιδῆς. ἐν μὲν γὰρ θαλίης ἐρατὸν μέρος ἀγλαΐης

### book 12.12

τε,

### book 12.1

[ln_15]ἐν δὲ χοροιτυπίης, ἐν δ’ ἱμερτῆς

### book 12.2

φιλότητος. † ἐν δέ τε μὲν θήρης καὶ δυσφροσύνης ἀλεγεινῆς † τῷ σε

### book 12.3

χρὴ παρὰ δαιτὶ δεδεγμένον εὔφρονι θυμῷ πίνειν, μηδὲ βορῆς κεκορημένον ἠύτε γῦπα ἧσθαι

### book 12.4

πλημύροντα, λελασμένον εὐφροσυνάων.

### book 13.1

πρώτην μὲν Χάριτές τ’ ἔλαχον καὶ ἐύφρονες Ὧραι μοῖραν καὶ Διόνυσος ἐρίβρομος, οἵπερ ἔτευξαν. τοῖς δ’ ἔπι Κυπρογένεια θεὰ λάχε καὶ Διόνυσος, ἔνθα

### book 13.2

τε κάλλιστος πότος ἀνδράσι γίγνεται οἴνου·[ln_5]εἴ τις 〈τόν〉 γε πίοι καὶ ἀπότροπος οἴκαδ’ ἀπέλθοι δαιτὸς ἀπὸ γλυκερῆς, οὐκ ἄν

### book 13.3

ποτε πήματι κύρσαι· ἀλλ’ ὅτε

### book 13.4

τις μοίρης

### book 13.5

τριτάτης

### book 13.6

πρὸς μέτρον ἐλαύνοι πίνων ἀβλεμέως, τότε δ’ Ὕβριος αἶσα καὶ Ἄτης γίγνεται ἀργαλέα, κακὰ δ’ ἀνθρώποισιν ὀπάζει.

### book 13.1

[ln_10]ἀλλὰ πέπον, μέτρον γὰρ ἔχεις γλυκεροῖο

### book 13.2

ποτοῖο, στεῖχε

### book 13.3

παρὰ μνηστὴν ἄλοχον, κοίμιζε δ’ ἑταίρους· δείδια γὰρ

### book 13.4

τριτάτης μοίρης μελιηδέος οἴνου

### book 13.5

πινομένης, μή ς’ Ὕβρις ἐνὶ φρεσὶ θυμὸν ἀέρσῃ, ἐσθλοῖς δὲ ξενίοισι κακὴν ἐπιθῇσι

### book 13.6

τελευτήν.[ln_15]ἀλλὰ πιθοῦ καὶ παῦε

### book 13.7

πολὺν πότον.

### book 14.1

οἶνος 〈δὲ〉 θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον, ἀγλαός· ᾧ πᾶσαι μὲν ἐφαρμόζουσιν ἀοιδαί, πάντες δ’ ὀρχησμοί, πᾶσαι δ’ ἐραταὶ φιλότητες. πάσας δ’ ἐκ κραδίης ἀνίας ἀνδρῶν ἀλαπάζει[ln_5]πινόμενος κατὰ μέτρον, ὑπὲρ μέτρον δὲ χερείων. ἐκ γάρ οἱ Ἄτης

### book 14.2

τε καὶ Ὕβριος αἶς’ 〈ἅμ’〉 ὀπηδεῖ.

### book 15

Παρνησσὸν νιφόεντα θοοῖς διὰ ποσσὶ περήσας, ἵκετο Κασταλίης Ἀχελωΐδος ἄμβροτον ὕδωρ.

### book 16

τλῆ μὲν Δημήτηρ, τλῆ δὲ κλυτὸς Ἀμφιγυήεις, τλῆ δὲ Ποσειδάων, τλῆ δ’ ἀργυρότοξος Ἀπόλλων ἀνδρὶ παρὰ θνητῷ † θητευσέμεν εἰς ἐνιαυτόν, τλῆ δὲ καὶ ὀβριμόθυμος Ἄρης ὑπὸ πατρὸς ἀνάγκῃ

### book 18.1

ἔνθα δ’ ἔναιε μέγας

### book 18.2

Τρεμίλης καὶ ἔγημε θύγατρα, νύμφην Ὠγυγίην, ἣν

### book 18.3

Πραξιδίκην καλέουσιν, Σίβρῳ ἐπ’ ἀργυρέῳ ποταμῷ † παρὰ δινήεντι· τῆς δ’ ὀλοοὶ παῖδες

### book 18.4

Τλῶος † Ξάνθος

### book 18.5

Πιναρός

### book 18.6

τε[ln_5]καὶ Κράγος, ὃς κρατέων πάσας ληίζετ’ ἀρούρας.

### book 28

πῶς δ’ ἐπορεύθης ῥεῦμ’ Ἀχελωίου ἀργυροδίνα, Ὠκεανοῦ ποταμοῖο δι’ εὐρέος ὑγρὰ κέλευθα;

### book 29.1

διχθάδιός

### book 29.2

ποτε μῦθος· ἄναξ μετεμέμβλετο λαῶν.

### book 30.1

ὣς ἄρα μιν εἰπόντα κατασ[τέγασε

### book 30.2

Στυγὸς] ὕδωρ.

### book 32.1

φολὶς δ’ ἀπέλαμπε

### book 32.2

φαεινή, ἄλλοτε μὲν κυανοῦ, τοτὲ δ’ ἄνθεσιν εἴσατο

### book 32.3

χαλκοῦ.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/panyassis-of-halicarnassus-epic-fragments-ab-bok-ab.json (sha256:a7a1d89b2861da4febbaaa2aa9fa53402794d84d6d2f300617906f6c41fd3335). Cite as `eul_wid: bok-ab`.
