---
title: Epic Fragments
title_greek: Ἡρωϊκὰ Ἀποσπάσματα
author: Panyassis of Halicarnassus
eul_wid: bok-aa
eul_aid: bok
canonical: "https://eulogikon.org/grc/panyassis-of-halicarnassus/epic-fragments-aa"
canonical_json: "https://eulogikon.org/data/works/grc/panyassis-of-halicarnassus-epic-fragments-aa-bok-aa.json"
sha256: "67b2c3cf32810a1804922e5eb168a0a665a21cca1510bfe6b383180523f81f07"
period: Archaic
dialect: Epic (Homeric)
domain: Epic
format: Verse
license: CC0-1.0
---

# Epic Fragments

*Ἡρωϊκὰ Ἀποσπάσματα*

**Author:** Panyassis of Halicarnassus

**eul_wid:** `bok-aa` · [HTML page](https://eulogikon.org/grc/panyassis-of-halicarnassus/epic-fragments-aa) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/panyassis-of-halicarnassus-epic-fragments-aa-bok-aa.json)

## Text

### book 2

Παρνησσὸν νιφόεντα θοοῖς διὰ ποσσὶ περήσας ἵκετο Κασταλίης Ἀχελωΐδος ἄμβροτον ὕδωρ.

### book 3

τλῆ μὲν Δημήτηρ, τλῆ δὲ κλυτὸς ἀμφιγυήεις, τλῆ δὲ Ποσειδάων, τλῆ δ’ ἀργυρότοξος Ἀπόλλων ἀνδρὶ παρὰ θνητῶι θητευσέμεν εἰς ἐνιαυτόν, τλῆ δὲ 〈καὶ〉 ὀβριμόθυμος Ἄρης ὑπὸ πατρὸς ἀνάγκης.

### book 4.1

δέρμα

### book 4.2

τε θήρειον Βεμβινήταο λέοντος.

### book 5.1

καὶ Βεμβινήταο

### book 5.2

πελώρου δέρμα λέοντος.

### book 7.1

τοῦ κεράσας κρητῆρα μέγαν

### book 7.2

χρυσοῖο

### book 7.3

φαεινὸν

### book 7.4

σκύπφους αἰνύμενος θαμέας

### book 7.5

ποτὸν ἡδὺν ἔπινεν.

### book 8.1

καί ῥ’ ὁ μὲν ἐκ κόλποιο

### book 8.2

τροφοῦ θόρε

### book 8.3

ποσσὶ Θυώνης.

### book 15.1

ὣς ἄρα μιν εἰπόντα κατασ[τέγασε

### book 15.2

Στυγὸς] ὕδωρ.

### book 16.1

ξεῖν’ ἄγε δὴ καὶ πῖν’, ἀρετή νύ τις ἔστι καὶ αὐτή, ὅς κ’ ἀνδρῶν

### book 16.2

πολὺ πλεῖστον ἐν εἰλαπίνηι μέθυ πίνηι εὖ καὶ ἐπισταμένως, ἅμα τ’ ἄλλον φῶτα κελεύηι. ἶσον δ’ ὅς τ’ ἐν δαιτὶ καὶ ἐν

### book 16.3

πολέμωι θοὸς ἀνὴρ[ln_5]ὑσμίνας διέπων

### book 16.4

ταλαπενθέας, ἔνθα δὲ παῦροι θαρσαλέοι

### book 16.5

τελέθουσι μένουσί τε θοῦρον Ἄρηα. τοῦ κεν ἐγὼ θείμην ἶσον κλέος, ὅς τ’ ἐνὶ δαιτὶ τέρπηται

### book 16.6

παρεὼν ἅμα τ’ ἄλλον λαὸν ἀνώγηι. οὐ γάρ μοι ζώειν γε δοκεῖ βροτὸς οὐδὲ βιῶναι[ln_10]ἀνθρώποιο βίον

### book 16.7

ταλασίφρονος, ὅστις ἀπ’ οἴνου θυμὸν ἐρητύσας μείνηι πότον, ἀλλ’ ἐνεόφρων. οἶνος γὰρ

### book 16.8

πυρὶ ἶσον ἐπιχθονίοισιν ὄνειαρ ἐσθλόν, ἀλεξίκακον, πάσης

### book 16.9

συνοπηδὸν ἀοιδῆς. ἐν μὲν γὰρ θαλίης ἐρατὸν μέρος ἀγλαΐης

### book 16.10

τε,

### book 16.1

[ln_15]ἐν δὲ χοροιτυπίης, ἐν δ’ ἱμερτῆς

### book 16.2

φιλότητος, ἐν δέ τε μενθήρης καὶ δυσφροσύνης ἀλεωρή. τῶι

### book 16.3

σε χρὴ παρὰ δαιτὶ δεδεγμένον εὔφρονι θυμῶι πίνειν, μηδὲ βορῆς κεκορημένον ἠύτε γῦπα ἧσθαι

### book 16.4

πλημύροντα, λελησμένον εὐφροσυνάων.

### book 17.1

πρῶται μὲν Χάριτές τ’ ἔλαχον καὶ ἐύφρονες Ὧραι μοῖραν καὶ Διόνυσος ἐρίβρομος, οὗπερ ἔτευξαν. τοῖς δ’ ἔπι Κυπρογένεια θεὰ λάχε καὶ Διόνυσος. ἔνθα

### book 17.2

τε κάλλιστος πότος ἀνδράσι γίνεται οἴνου·[ln_5]εἴ τις 〈δίσ〉 γε πίοι καὶ ὑπότροπος οἴκαδ’ ἀπέλθοι δαιτὸς ἀπὸ γλυκερῆς, οὐκ ἄν

### book 17.3

ποτε πήματι κύρσαι· ἀλλ’ ὅτε

### book 17.4

τις μοίρης

### book 17.5

τριτάτης

### book 17.6

πρὸς μέτρον ἐλαύνοι πίνων ἀβλεμέως, τότε δ’ Ὕβριος αἶσα καὶ Ἄτης γίνεται ἀργαλέη, κακὰ δ’ ἀνθρώποισιν ὀπάζει.

### book 17.1

[ln_10]ἀλλὰ πέπον—μέτρον γὰρ ἔχεις γλυκεροῖο

### book 17.2

ποτοῖο— στεῖχε

### book 17.3

παρὰ μνηστὴν ἄλοχον, κοίμιζε δ’ ἑταίρους· δείδια γὰρ

### book 17.4

τριτάτης μοίρης μελιηδέος οἴνου

### book 17.5

πινομένης, μή ς’ Ὕβρις ἐνὶ φρεσὶ θυμὸν ἀέρσηι, ἐσθλοῖς δὲ ξενίοισι κακὴν ἐπιθῆισι

### book 17.6

τελευτήν.[ln_15]ἀλλὰ πιθοῦ καὶ παῦε

### book 17.7

πολὺν πότον.

### book 18.1

ἐκ γάρ οἱ Ἄτης

### book 18.2

τε καὶ Ὕβριος αἶς’ 〈ἅμ’〉 ὀπηδεῖ.

### book 19

ὡς οἶνος θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον ἀγλαός· ὧι πᾶσαι μὲν ἐφαρμόζουσιν ἀοιδαί, πάντες δ’ ὀρχηθμοί, πᾶσαι δ’ ἐραταὶ φιλότητες. πάσας δ’ ἐκ κραδίης ἀνίας ἀνδρῶν ἀλαπάζει[ln_5]πινόμενος κατὰ μέτρον, ὑπὲρ μέτρον δὲ χερείων.

### book 23.1

ἔνθα δ’ ἔναιε μέγας

### book 23.2

Τρεμίλης καί ῥ’ ἤγαγε κούρην, νύμφην Ὠγυγίην, ἣν

### book 23.3

Πρηξιδίκην καλέουσι, Σίβρωι ἐπ’ ἀργυρέωι

### book 23.4

ποταμῶι βαθυδινήεντι· τῆς δ’ ὀλοοὶ παῖδες

### book 23.5

Τλῶος ξανθὸς Πίναρός

### book 23.6

τε[ln_5]καὶ Κράγος, ὃς κρατέων πάσας ληΐζετ’ ἀρούρας.

### book 24

ἐν Πύλωι ἠμαθόεντι

### book 28

Ἠοίην

### book 29

βηλά

### book 30.1

διχθάδιός

### book 30.2

ποτε μῦθος· ἄναξ μετεμέμβλετο λαῶν.

### book 31dub

πῷ[ς] δ’ ἐπορ[εύθ]η̣ς ῥεῦμ’ Ἀχ[ελω]ίου ἀργυ[ρο]δίνα Ὠκεανοῦ ποταμο[ῖο δι’] εὐρέος ὑγ[ρ]ὰ κέλευθα;

### book 33dub.1

φολὶς δ’ ἀπέλαμπε

### book 33dub.2

φαεινή. ἄλλοτε μὲν κυάνου, τοτὲ δ’ ἄνθεσιν εἴσατο

### book 33dub.3

χαλκοῦ.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/panyassis-of-halicarnassus-epic-fragments-aa-bok-aa.json (sha256:67b2c3cf32810a1804922e5eb168a0a665a21cca1510bfe6b383180523f81f07). Cite as `eul_wid: bok-aa`.
