---
title: Orthography-the Unpronounced Iota
title_greek: περὶ τῆς ι ἀνεκφωνήτου
author: Oros of Alexandria
eul_wid: tmo-aa
eul_aid: tmo
canonical: "https://eulogikon.org/grc/oros-of-alexandria/unpronounced-iota"
canonical_json: "https://eulogikon.org/data/works/grc/oros-of-alexandria-unpronounced-iota-tmo-aa.json"
sha256: "9e8ecdd03067f8bcf602320e5cc4e1d0f8c2a6ccc3a6c9945f1d8f786c0c6bd7"
period: Late Antique
dialect: Attic
domain: Grammar
format: Treatise
license: CC0-1.0
---

# Orthography-the Unpronounced Iota

*περὶ τῆς ι ἀνεκφωνήτου*

**Author:** Oros of Alexandria

**eul_wid:** `tmo-aa` · [HTML page](https://eulogikon.org/grc/oros-of-alexandria/unpronounced-iota) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/oros-of-alexandria-unpronounced-iota-tmo-aa.json)

## Text

### 280v

Μινῷος σὺν τῷ ι , καὶ Μίνῳα τὸ παρεσχηματισμένον, ᾧ συνεξέδραμε καὶ τὸ μονογενὲς ὄνομα Μίνῳα ἡ νῆσσος, κτητικοῦ γὰρ τύπου. σημειωτέον δέ, ὅτι προπαροξύνεσθαι αἰτεῖ ἡ συστολὴ τοῦ α . Εὔπολις Ἀστρατεύτοις ‘ὡς ἦρξε περὶ Μίνῳαν αὐτὸς οὑτοσί‘ καὶ Ἀλκαῖος Πασιφάῃ ‘Μίνῳαν ἀλλ’ οἴμωζε σαυτὸν περιθέμενοσ‘. τῇ γὰρ συστολῇ ταύτῃ ἀκολουθήσει καὶ τὸ προπαροξύνεσθαι. μονῳδεῖν σὺν τῷ ι . Ἀριστοφάνης ‘εἶτα μονῳδεῖν ἐκ Μηδείας καὶ τἀξ αὐτοῦ‘. Κρατῖνος Ὥραις ‘βούλει μονῳδήσωμεν αὐτοῖς ἕν γέ τι;‘ καὶ πάλιν ‘οὐκ ἂν μονῳδήσειεν ἐκπεπληγμένοσ‘. μονῳδία σὺν τῷ ι , ἡ ἀπὸ σκηνῆς ᾠδὴ ἐν τοῖς δράμασι, καὶ μονῳδεῖν τὸ θρηνεῖν· ἐπιεικῶς γὰρ πᾶσαι αἱ ἀπὸ σκηνῆς ᾠδαὶ ἐν τῇ τραγῳδίᾳ θρῆνοί εἰσιν. ἐκαλοῦντο δὲ ἀπὸ σκηνῆς αἱ τῶν ὑποκριτῶν. Κρατῖνος Ὥραις. Μουνυχίασιν οὐκ ἔχει τὸ ι · προείρηται δὲ περὶ τῶν τοιούτων. Μυρτῷον πέλαγος σὺν τῷ ι . Κρατῖνος Πυτίνῃ. νᾷ σὺν τῷ ι μιᾷ συλλαβῇ. Σοφοκλῆς Ἀθάμαντ[ι] ‘οἴνῳ γὰρ ἡμῖν Ἀχελῷοι ἄρα νᾷ‘.

### 281r

νεοσφ[ά]δ[ᾳστο]ν σὺν τῷ ι , καθὰ καὶ τὸ σφαδᾴ[ζ]ω. Σοφοκλῆς Κόλχοις. νεῷ σὺν τῷ ι , ἡ ἑνικὴ δοτική. Θεόπομπός φησιν ‘ὁ δὲ ταῦρός ἐσ[τ]ιν ἀγόμενος πρὸς τῷ νεῷ‘. καὶ πληθυντικὴ εὐθεῖα, ὡς οἱ Μενέλεῳ. Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος ‘εἰσὶ ταῖς πόλεσι πάσαις βωμοὶ καὶ νεῲ πάντων τῶν θεῶν‘. καὶ τοῖς νεῷς ἔχει τὸ ι κατὰ δοτικὴν πληθυντικήν. Πλάτων Νίκαις. Νηρῇδες σὺν τῷ ι ὡς Βρισῇδες Ἐρεχθῇδες Καδμῇδες Οἰνῇδες Χρυσῇδες· συναιροῦντες γὰρ ἔλεγον Ἀττικοί· Νικοχάρης Γαλατείᾳ καὶ Εὐριπίδης πολλάκις. ἐπὶ δὲ τῆς εὐθείας ἑνικῆς Μένανδρος ‘Νηρῄς τις ἐπὶ δελφῖνοσ‘. νικῴη σὺν τῷ ι . Νικόμαχος Οἰδίποδι ‘ὅτι μὲν λῷστον, τόδε νικῴη‘. καὶ νικῶ δὲ χωρὶς τοῦ ι · τὸ εὐκτικὸν ἔχει τὸ ι . Κρατῖνος Διονύσοις ‘νικῶ μὲν ὁ τῇδε ποδὶ λέγω τὸν λῷστον‘. νώ χωρὶς τοῦ ι , ἡ εὐθεῖα χωρὶς ὁμοίως τῇ αἰτιατικῇ· ὡς καὶ τὸ σφώ· ἀποκοπὴ γάρ ἐστιν, ἢ ὡς τινὲς διαφορὰ θέματος. Εὔπολις Μαρικᾷ ‘πεύσεσθε, νὼ γὰρ ἄνδρες οὔθ’ ἱππεύομεν‘· καὶ ἐπὶ αἰτιατικῆς ὁ αὐτὸς ἐν Φίλοις. νῷν ἔχει τὸ ι ὡς καὶ τὸ σφῷν· ἐν συναιρέσει [ ]αγυνε Ἀττικῶς, καὶ ἴσως τὸ χαρακτηριστικὸν τῆς δοτικῆς ἔχει τὸ ι .

### 281v

Σοφοκλῆς Ἰοβάτῃ ‘κα[ὶ] νῷν τι σῆμα λαμπρὸν ἐνδεῖξαι βίου‘. ὁ μέντοι ποιητὴς τῷ μετὰ τοῦ ν ἀεὶ δ[ι]συλλάβως ἐχρήσατο. ξῆναι ὁ ἀόριστος ἀπὸ τοῦ ξαίνω οὐκ ἔχει τὸ ι , ὥσπερ οὐδὲ τὸ θερμῆναι ἰῆναι σημῆναι· προείρηται δέ. ξυνῇ σὺν τῷ ι , τὸ κοινῇ. ξυνῄρει σὺν τῷ ι , ἀντὶ τοῦ διεφθείρετο. Θουκυδίδης [ Β ] ‘ἀλλὰ πάντα ξυνῄρει‘. ξυνῳδός σὺν τῷ ι . [Κ]αλλίας Πεδήταις ‘ἴσως ξυνῳδὸς τῷ χρόνῳ γενήσεται τῆς δὴ γὰρ ἀγαθὸν χρῆμα καὶ ξυνῳδικόν‘. ὄληαι Τυραννίων προπερισπᾷ, καὶ δῆλον ὅτι τὸ ι προσγράφει οἰόμενος παρέλκειν τὴν αι · οὕτως καὶ ἐπὶ τοῦ ‘πρώτη ἐπαύρηαι‘ καὶ ‘ἀφίκηαι‘. ἔστιν δὲ μέσος β ἀόριστος καὶ οὐ προπερισπᾶται οὐδὲ προσγράφεται τὸ ι . τὸ μέντοι ὄρηαι ἐκ τοῦ ὄρεαι γέγονεν ἐνεστῶτος ὡς ἀπὸ α συζυγίας κατ’ ἔκτασιν, ὡς δίζηαι δίζεαι λέγουσιν οἱ Ἴωνες, καὶ ὄρηαι ὡς ἀπὸ α συζυγίας. Ὀλυμπίασι ἄνευ τοῦ ι , ἐπεὶ καὶ Ὀλυμπίαζε καὶ Ὀλυμπίαθεν. ὁμαρτῇ Ἀρίσταρχος ἄνευ τοῦ ι γράφει καὶ ὀξύνει ὡς ἀπὸ τοῦ ὁμαρ[τήδην ἀποκεκομμέ]νον.

### 282r

οὐκ ἐπείσθη δὲ ἡ[παράδοσις λήγουσα] εἰς τὸ ι . ὀξύπρῳρος σὺν [τῷ ι ὀξυ]πρ[ῴ]ρῳ ὀξυκέρωτι. Ἀχα[ιὸς ὅπ]ῃ καὶ πῇ σὺν τῷ ι , ὡς προείρη[ται.] ὁπότερα ἀντὶ τοῦ ὁποτέρως [χωρὶς τοῦ ι ] βραχυνομένου τοῦ α ὡς πότερα, [ἐκτεινο]μένου δὲ ἕξει τὸ ι ἔχον καὶ ἐπιρρημ[ατικήν τιν]α τάξιν. ὀπίσω οὐκ ἔχει τὸ [ ι . ἔστι δ’] ἴσως ἀπὸ τῆς ἐπί προθέσεως. ὀρεσκ[ῷος σὺν] τῷ ι ὡς πατρῷος καὶ τῷ τ[ ]αὶ οὐδ’ ὅτι σύνθετόν ἐστιν ἀναπέ[μπει] τὴν προσῳδίαν κατεχομένην ὑπὸ [τῆ]ς γραφῆς· ὅτε γοῦν γίνεται ὀρέσκοος ὡς παρ’ Ἀρχιλόχῳ, καὶ προπαροξύνεται. ὄρηαι χωρὶς τοῦ ι · ἐκ γὰρ τοῦ ὄρεαι γέγονεν ἐνεστῶτος ὡς ἀπὸ α συζυγίας, ὡς προείρηται. ὁρῴην σὺν τῷ ι ὡς βιῴην. οὐδαμῇ σὺν τῷ ι ὡς μηδαμῇ. Πλάτων ἐν τῷ περὶ ψυχῆς. τὸ δὲ οὐδαμά χωρὶς αὐτοῦ. παλινῳδικοὶ ὕμνοι σὺν τῷ ι . Κρατῖνος Πανόπταις. παμφαίνῃσι σὺν τῷ ι , καὶ τὸ ἔχῃσι φεύγῃσι, εἴτε ἐπὶ ὁριστικοῦ εἴτε ἐπὶ ὑποτακτικοῦ εἶεν· παρέλκει γὰρ ἡ σι . πάντῃ σὺν ἀρχὴ τοῦ π στοιχείου τῷ ι καὶ πανσυδίῃ· ὀνοματικὰ γάρ. οὕτως καὶ τὸ πανστρατιᾷ καὶ πανολεθρίᾳ. πατρῷος [σὺν τῷ ι , ὡς προείρηται, καὶ] παππῷος [] παρατραγ[ῳδεῖν σὺν τῷ ι Σ]τ[ρ]άττις Φοινίσσαις.

### 282v

[καὶ παρατραγῳδῆσαι ] ‘παρατραγῳδῆσαι τί μοι ἐκ[ . ‘ παρ]ανεῳγμένης τῆς θύρ[ασ‘ σὺν τῷ ι .] Ἀριστοφάνης Λημνίαις. παρ[ῆας χωρὶς τοῦ ι ]ὸ φ ‘μάχῃ δ’ ἔτι καὶ σὺ παρῆασ‘· ἐπὶ [τινῶν δὲ παρ]ῆσθα ἐστίν καὶ ἔστιν ἐνεστῶτος [ ] γὰρ φήτ ἀργήλιος ἀπὸ τοῦ φη[ χρ]ῄζω σὺν τῷ ι ἐπὶ τοῦ δεο[μένου ] γὰρ εἴρηται, παρ’ ὃ καὶ ἡ χρ[ῆσις ] ἡ δέησις. Ἡρόδοτος Γ . χρησμῳδό[ς σ]ὺν τῷ ι . Σοφοκλῆς Ταντάλῳ ‘Ἑρμῆς ἐδήλου τήνδε χρησμῳδὸν φάτιν‘. παρ’ ὃ καὶ ὁ χρηισμοδέληρος ἐν Σοφιστῇ Πλάτωνος καὶ χρησμῳδία. Εὐριπίδης Δανάῃ. καὶ χρησμῳδῷ καὶ χρησμῳδοίη. Δημοσθένης ἐν τῷ περὶ συμμοριῶν. χρῴζω σὺν τῷ ι ὡς πλῴζω. Εὐριπίδης Μηδείᾳ. χρῴμην χρῷο χρῷτο σὺν τῷ ι · εὐκτικὸν γάρ. Πλάτων Γοργίᾳ ‘οὐκ ἂν ἔχοις ὅτι χρῷο‘. χρῷ σὺν τῷ ι ἡ δοτικὴ ἀπὸ τῇς χρώς εὐθείας παρ’ Ἀττικοῖς. Σοφοκλῆς Αἴαντι Μαστιγοφόρῳ ‘ξυρεῖ γὰρ ἐν χρῷ‘. χᾠ ξυγγενεῖς χᾠ ξυμπόται χᾠ φυλέται σὺν τῷ ι αἱ[ ]τ ῶιται βα οὕτ[ω γὰρ λέ‐] γουσι τὸ μὲν ἓν ι [ἐκθλί]βοντες, [κρᾶσιν οαʹ] δὲ ποιο[ῦντες τοῦ αο ] εἰς ω καὶ [προσγρά‐] φοντες τὸ δε[ύτερον ι , τ]ρέποντες κ[αὶ τὸ] κ ἀναγκαίως εἰς τὸ [ χ .

### 283r

‘χ]ᾠ τυμπανι[σμοὶ] χᾠ πυκνοὶ σα[β]άζιοι‘. ἀρχὴ τοῦ ψ [στοιχείου] ψᾷστον σὺν τῷ [ ι ], πλακοῦς ποιὸς δια[] Ἀριστοφάνης Π[λο]ύτῳ. καὶ Θέων δὲ ἐν τῷ περὶ τῆς κ[ατὰ] διάλεκτον προσῳδίας φησί ‘ψᾷστον. ἐκτείνουσι τὸ α , ὡς Εὐφρόνιος ὁ γραμματικὸς ἐν ὑπομνήματι Πλούτου Ἀριστοφάνους. καὶ ἴσως ἐστὶ τὸ ψᾷστον παρὰ τὸ ψῇστον· γράφεται δὲ σὺν τῷ ι ‘. τὰ αὐτὰ δὲ καὶ Σέλευκος λέγει. ψεύσῃ σὺν τῷ ι , τὸ ὑποτακτικόν. Ἕρμιππος Ἀγαμέμνονι ‘κάτειπε πόθεν εἰ μηδέ 〈τι〉 ψεύσῃ μάτην‘. ψῇ σὺν τῷ ι . Σοφοκλῆς Τραχινίαις ‘καὶ ψῇ κατ’ ἄκρασ‘. ψηλαφᾷ σὺν τῷ ι . Σοφοκλῆς Διονυσίσκῳ ‘ὅταν γὰρ αὐτῷ προσφέρω βρῶσιν διδοὺς τὴν ῥῖνά μ’ εὐθὺς ψηλαφᾷ κἄνω φέρει τὴν χεῖρα πρὸς φαλακρὸν ἡδὺ διαγελῶν‘. ἀρχὴ τοῦ ω στοιχείου ᾤα σὺν τῷ ι , τὸ κράσπεδον τοῦ ἱματίου. Ἀριστοφάνης Δαιταλεῦσιν. δηλοῖ δὲ καὶ μηλωτήν, διφθέραν. Φερεκράτης Ἰπνῷ. καὶ ἴσως ἀπὸ τῶν προβατίων δερμάτων προσραπτομένων τοῖς ἐργατικοῖς ἱματίοις. ἔστιν οὖν οἰέα []στορα[ καὶ συνα]λοιφῇ [ᾤα.

### 283v

ἔστι δὲ] καὶ διὰ μόνου τοῦ ο , ἡ [ὄα. Αἰσχύλος] Ψυχοστασίᾳ. ᾠαί σὺν τῷ ι , [εἴτε π]αρὰ τὸ ᾦἆ εἴτε παρὰ τὸ ὠαιαί. [ ᾠδή ] σὺν τῷ ι , παρ’ ὃ καὶ τὸ ᾠδεῖον. Εὔπολις [ἐν Χρ]υσῷ γένει. καὶ ᾠδικός. Ἀριστοφάνης Γήρᾳ. καὶ ᾠδικῶς. Πλάτων Ξάνταις. καὶ ᾠδός, ἀλεκτρυών. ὁ αὐτὸς Φάωνι ‘τὸν ἀλεκτρυόνα τὸν ᾠδὸν ἀποπνίξασά μου‘. ᾤδησεν ἔχει τὸ ι . τινὲς καὶ παρὰ τῷ ποιητῇ ‘ᾤδεε δὲ χρόα πάντα‘ ἀντὶ τοῦ ᾠδήκει. ἄμεινον δ’ ἐστίν. ὠδώδει χ[ω]ρὶς τοῦ [ ι ]. ᾠζυρέ σὺν τῷ ι · ὁ γὰρ οἰζυρός ἔγκειται. καὶ ᾠζ[υ]ροί ὁμοίως. ᾤκουν σὺν τῷ ι καὶ ᾠκισάμην· οἰκῶ γὰρ καὶ οἰ[κίζ]ω ὁ ἐν[εσ]τώς. ᾠκοδόμησα σὺν τῷ ι , ὁμοίως καὶ ᾠκοδομήσατο καὶ ᾠκοδομημένος ᾠκοδόμη[τ]αι καὶ ᾠκοδόμησας. ᾠκούρεις σὺν τῷ ι , καὶ ᾠκούρηκεν, ἀπὸ τ[οῦ] οἰκουρῶ. ᾠκτείρηται σὺν τῷ ι ὁμοίως· οἰκτείρω γάρ. ᾠκτίζοντο σὺν τῷ ι · οἰκτίζω γάρ. Θουκυδίδης Β . ᾤμην σὺν [τ]ῷ [ ι · ᾤ]μην [γ]ὰρ ἦν ἀπὸ τοῦ οἴομαι. ᾠμωγμένον σὺν τῷ ι · οἰμώζω γάρ. Εὐριπίδης Βάκχαις. [καὶ ᾦ]μοι· [π]αρ[ὰ γὰρ] τὸ οἴμοι. τὸ δὲ ὦμοι, [ὃ γίνεται ἀπὸ τοῦ ὦ, ] οὐκ ἔχει· οὐδ[ὲ] γὰρ οἰμωκτικὸν ἐν[ ]ὦμοι [ἀ]λλ[ὰ] ἠθικῶ[ς] κεῖται τὸ μοι

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/oros-of-alexandria-unpronounced-iota-tmo-aa.json (sha256:9e8ecdd03067f8bcf602320e5cc4e1d0f8c2a6ccc3a6c9945f1d8f786c0c6bd7). Cite as `eul_wid: tmo-aa`.
