---
title: Hunting Matters
title_greek: Κυνηγετικά
author: Oppian of Apamea
eul_wid: rje-aa
eul_aid: rje
canonical: "https://eulogikon.org/grc/oppian-of-apamea/hunting"
canonical_json: "https://eulogikon.org/data/works/grc/oppian-of-apamea-hunting-rje-aa.json"
sha256: "768449c5c1eeaf92537fe0b17d7decd87e4dc1808ca238c512364bb523e24b66"
period: Roman
dialect: Epic (Homeric)
domain: Epic
format: Verse
license: CC0-1.0
---

# Hunting Matters

*Κυνηγετικά*

**Author:** Oppian of Apamea

**eul_wid:** `rje-aa` · [HTML page](https://eulogikon.org/grc/oppian-of-apamea/hunting) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/oppian-of-apamea-hunting-rje-aa.json)

## Text

### book 1.1

Σοί, μάκαρ, ἀείδω, γαίης ἐρικυδὲς ἔρεισμα,

### book 1.2

φέγγος ἐνυαλίων πολυήρατον Αἰνεαδάων,

### book 1.3

Αὐσονίου Ζηνὸς γλυκερὸν θάλος, Ἀντωνῖνε·

### book 1.4

τὸν μεγάλη μεγάλῳ φιτύσατο Δόμνα Σεβήρῳ,

### book 1.5.1

ὀλβίῳ εὐνηθεῖσα καὶ ὄλβιον ὠδίνασα,

### book 1.5.2

νύμφη ἀριστοπόσεια, λεχὼ δέ τε καλλιτόκεια,

### book 1.5.3

Ἀσσυρίη Κυθέρεια καὶ οὐ λείπουσα Σελήνη,

### book 1.5.4

οὐδὲν ἀφαυρότερον Ζηνὸς Κρονίδαο γενέθλης·

### book 1.5.5

(εὐμενέοι Τιτὰν Φαέθων καὶ Φοῖβος Ἀπόλλων.)

### book 1.10.1

τῷ ῥα πατὴρ μεγάλῃσι πονησάμενος παλάμῃσι

### book 1.10.2

δῶκεν ἔχειν πᾶσαν τραφερήν, πᾶσαν δὲ καὶ ὑγρήν.

### book 1.10.3

σοὶ μὲν γὰρ θαλέθουσα κύει πάνδωρος ἄρουρα,

### book 1.1

καὶ πάλιν εὐδιόωσα τρέφει κλυτὰ φῦλα θάλασσα·

### book 1.2

σοὶ δέ τε πάντα νάουσιν ἀπ’ Ὠκεανοῖο ῥέεθρα,

### book 1.15.1

φαιδρά τε μειδιόωσα θέει κλυτὸς Ἠριγένεια.

### book 1.15.2

Τοιγὰρ ἐγὼν ἔραμαι θήρης κλυτὰ δήνε’ ἀεῖσαι.

### book 1.15.3

τοῦτό με Καλλιόπη κέλεται, τοῦτ’ Ἄρτεμις αὐτή.

### book 1.15.4

ἔκλυον, ᾗ θέμις ἐστί, θεείης ἔκλυον ἠχῆς,

### book 1.15.5

καὶ θεὸν ἠμείφθην· πρώτη δέ με τοιάδ’ ἔνισπεν·

### book 1.20.1

Α. Ἔγρεο, καὶ τρηχεῖαν ἐπιστείβωμεν ἀταρπόν,

### book 1.20.2

τὴν μερόπων οὔπω τις ἑῇς ἐπάτησεν ἀοιδαῖς.

### book 1.20.3

Ο. Ἵλαθι, πότνια δῖα, τὰ δ’ ἐν φρεσὶ σῇσι μενοινᾷς,

### book 1.20.4

ἄμμες ὑφ’ ἡμετέρῃ μεροπηΐδι λέξομεν ἠχῇ·

### book 1.20.5

Α. Οὐκ ἐθέλω τριετῆ σε τὰ νῦν Ὀρίβακχον ἀείδειν,

### book 1.25.1

οὐ χορὸν Ἀονίου παρὰ βένθεσιν Ἀσωποῖο.

### book 1.25.2

Ο. Λείψομεν, ὡς κέλεαι, τὰ Σαβάζια νύκτερα θύσθλα·

### book 1.25.3

δηθάκις ἀμφεχόρευσα Θυωναίῳ Διονύσῳ.

### book 1.25.4

Α. Μὴ γένος ἡρώων εἴπῃς, μὴ ναυτίλον Ἀργώ,

### book 1.25.5

μηδὲ μόθους μερόπων, μή μοι Βροτολοιγὸν ἀείσῃς.

### book 1.30

Ο. Οὐκ ἐρέω πολέμους, οὐκ Ἄρεος ἔργα κάκιστα·

### book 1.1

ἐφρασάμην Πάρθων τε δύας καὶ Κτησιφόωντα.

### book 1.2

Α. Ἀμφὶ πόθοις ὀλοοῖσιν ἀκὴν ἔχε, λεῖπέ τε κεστούς·

### book 1.3

ἐχθαίρω τὰ λέγουσιν ἀθύρματα Ποντογενείης.

### book 1.4

Ο. Ἐκλύομέν σε, μάκαιρα, γάμων ἀμύητον ἐοῦσαν.

### book 1.35.1

Α. Μέλπε μόθους θηρῶν τε καὶ ἀνδρῶν ἀγρευτή ρων·

### book 1.35.2

μέλπε γένη σκυλάκων τε καὶ ἵππων αἰόλα φῦλα,

### book 1.35.3

βουλὰς ὠκυνόους, στιβίης ἐϋκερδέος ἔργα·

### book 1.35.4

ἔχθεά μοι θήρεια λέγειν, φιλότητας ἀείδειν

### book 1.35.5

καὶ θαλάμους ἐν ὄρεσσιν ἀδακρύτοιο Κυθείρης

### book 1.40.1

καὶ τοκετοὺς ἐνὶ θηρσὶν ἀμαιεύτοιο λοχείης.

### book 1.40.2

Τοῖαι συνθεσίαι Ζηνὸς μεγάλοιο θυγατρός.

### book 1.40.3

ἔκλυον, ἀείδω· βάλλοιμι δ’ ἐπίσκοπον ἠχήν.

### book 1.40.4

ἀλλὰ σύ γ’, ἀντολίηθεν ἐπ’ Ὠκεανὸν βασιλεύων,

### book 1.40.5

εὔδιον ἀμβροσίῃσιν ὑπ’ ὀφρύσι σῇσι γεγηθώς,

### book 1.45.1

δεξιτερὴν ὀπάσαιο πανίλαον ὀλβοδότειραν

### book 1.45.2

γαίῃ καὶ πολίεσσι καὶ εὐθήροισιν ἀοιδαῖς.

### book 1.45.3

Τριχθαδίην θήρην θεὸς ὤπασεν ἀνθρώποισιν,

### book 1.45.4

ἠερίην χθονίην τε καὶ εἰναλίην ἐρατεινήν·

### book 1.45.5

ἀλλ’ οὐκ ἶσος ἄεθλος· ἐπεὶ πόθεν ἶσα τέτυκται,

### book 1.1

ἰχθὺν ἀσπαίροντα βυθῶν ἀπομηρύσασθαι,

### book 1.2

καὶ ταναοὺς ὄρνιθας ἀπ’ ἠέρος εἰρύσασθαι,

### book 1.3

ἢ θηρσὶν φονίοισιν ἐν οὔρεσι δηρίσασθαι;

### book 1.1

οὐ μὲν ἄρ’ οὐδ’ ἁλιῆϊ καὶ οὐκ ἐτὸς ἰξευτῆρι

### book 1.2

ἄγρη νόσφι πόνοιο· πόνῳ δ’ ἅμα τέρψις ὀπηδεῖ

### book 1.55.1

μούνη, καὶ φόνος οὔτις· ἀναίμακτοι δὲ πέλονται.

### book 1.55.2

ἤτοι ὁ μὲν πέτρῃσιν ἐφήμενος ἀγχιάλοισι

### book 1.55.3

γυραλέοις δονάκεσσι καὶ ἀγκίστροισι δαφοινοῖς

### book 1.55.4

ἄτρομος ἀσπαλιεὺς ἐπεδήσατο δαίδαλον ἰχθύν·

### book 1.55.5

τερπωλὴ δ’, ὅτε χαλκοῦ ὑπαὶ γενύεσσι τορήσας

### book 1.60.1

ὕψι μάλα θρώσκοντα βυθῶν ὕπερ ἀσπαίροντα

### book 1.60.2

εἰνάλιον φορέῃσι δι’ ἠέρος ὀρχηστῆρα.

### book 1.60.3

ναὶ μὴν ἰξευτῆρι πόνος γλυκύς· ἦ γὰρ ἐπ’ ἄγρην

### book 1.60.4

οὐκ ἄορ, οὐ δρεπάνην, οὐ χάλκεα δοῦρα φέρονται,

### book 1.60.5

ἀλλ’ αὐτοῖς ἐπὶ δρυμὰ συνέμπορος ἕσπετο κίρκος

### book 1.65.1

καὶ δολιχαὶ θώμιγγες ὑγρός τε μελίχροος ἰξὸς

### book 1.65.2

οἵ τε διηερίην δόνακες πατέουσιν ἀταρπόν.

### book 1.65.3

τίς τάδε τολμήσειεν ἀείδειν ἰσοτάλαντα;

### book 1.65.4

ἢ βασιλῆϊ λέοντι τίς αἰετὸν ἀντιβάλοιτο;

### book 1.65.5

ἰῷ πορδαλίων δὲ τίς ἂν μύραιναν ἐΐσκοι,

### book 1.70.1

ἢ θῶας κίρκοις, ἢ ῥινοκέρωτας ἐχίνοις,

### book 1.70.2

ἢ λάρον αἰγάγροις, ἢ κήτεα πάντ’ ἐλέφαντι;

### book 1.70.3

θηρητῆρε λύκους ὄλεσαν, θύννους ἁλιῆες,

### book 1.70.4

ἀγρευτῆρες ὄϊς, τρήρωνας ἕλον δονακῆες,

### book 1.70.5

ἄρκτον ἐπακτῆρες, καὶ μορμύρον ἀσπαλιῆες,

### book 1.75.1

τίγριν δ’ ἱππῆες, καὶ τριγλίδας ἰχθυβολῆες,

### book 1.75.2

κάπριον ἰχνευτῆρες, ἀηδόνας ἰξευτῆρες.

### book 1.75.3

ἀλλὰ σὺ μέν, Νηρεῦ, καὶ δαίμονες Ἀμφιτρίτης,

### book 1.75.4

ἠδὲ φιλορνίθων Δρυάδων χορὸς, ἱλήκοιτε·

### book 1.75.5

δὴ γὰρ ἐπιστροφάδην με φίλαι καλέουσιν ἀοιδαί·

### book 1.80.1

δαίμοσι θηροφόνοισι παλίντροπος ἔρχομ’ ἀείσων.

### book 1.80.2

Πρῶτα μὲν αἰζηοὶ μή μοι μάλα πίονες ἔστων·

### book 1.80.3

ἦ γάρ τοι σκοπέλοισι θορεῖν μὲν ὑπείροχον ἵππον

### book 1.80.4

χρειὼ ἀναγκαίη, χρειὼ δ’ ἄρα τάφρον ἁλέσθαι.

### book 1.80.5

δηθάκι δ’ ἐν δρυμοῖσιν ἀνάγκη θῆρα δίεσθαι,

### book 1.85.1

ποσσὶν ἐλαφρίζοντα καὶ εὐφόρτοις μελέεσσι.

### book 1.85.2

τῷ μὴ πιαλέοι θήρης ἐπὶ μῶλον ἴοιεν,

### book 1.85.3

μηδ’ ἔτι λεπταλέοι· καὶ γάρ ποτε δηρίσασθαι

### book 1.85.4

θηρσὶν ἐνυαλίοισι χρεὼ πολυαγρέα φῶτα.

### book 1.85.5

τοὔνεκά μοι δέμας ὧδε κερασσάμενοι φορέοιεν,

### book 1.90.1

ἀμφότερον κραιπνόν τε θέειν σθεναρόν τε μάχεσθαι.

### book 1.90.2

καὶ δ’ ἄρα δεξιτερῇ μὲν ἐπικραδάοιεν ἄκοντας

### book 1.1

ἀμφιδύμους ταναούς, δρεπάνην δ’ ἐπὶ μεσσόθι ζώνης·

### book 1.2

καὶ γὰρ καὶ θήρεσσι πικρὸν φόνον ἐντύνοιντο,

### book 1.3

καί τε κακῶν φορέοιεν ἀλεξητήρια φωτῶν.

### book 1.95.1

λαιῇ δὲ πεζὸς μὲν ἄγοι κύνας, ἱππελάτης δὲ

### book 1.95.2

ἵππων ἰθύνειε κυβερνητῆρα χαλινόν.

### book 1.95.3

εὐσταλέως δὲ χιτῶνα καὶ εἰς ἐπιγουνίδα πήξας

### book 1.95.4

ἑλκέσθω, σφίγγοιτο δ’ ἐπημοιβοῖς τελαμῶσιν.

### book 1.95.5

αὐχένος αὖθ’ ἑκάτερθε παρήορον ἐκ παλαμάων

### book 1.1

εἷμα περιστέλλοιτ’ ὀπίσω σθεναρῶν ὑπὲρ ὤμων,

### book 1.2

ῥήϊον ἐς κάματον· γυμνοῖσι δὲ ποσσὶν ὁδεύειν

### book 1.3

κείνους, τοῖσιν ἴχνη μέλεται δυσδερκέα θηρῶν,

### book 1.4

ὄφρα κε μὴ θήρεσσιν ἀπ’ ὄμματος ὕπνον ἕλοιτο

### book 1.5

ἠχὴ τριβομένων λιπαροῖς ὑπὸ ποσσὶ πεδίλων.

### book 1.105.1

μηδ’ ἄρα λῶπος ἔχειν μάλα λώϊον· οὕνεκεν εἷμα

### book 1.105.2

πολλάκι κινύμενον πνοιῇ κελάδοντος ἀήτου

### book 1.105.3

θῆρας ἀνεπτοίησεν, ἀνήϊξαν δὲ φέβεσθαι.

### book 1.105.4

ὧδε μὲν εὖ στέλλοιντο θοὸν δέμας ἀγρευτῆρες·

### book 1.105.5

τοίους γὰρ φιλέει Λητωϊὰς Ἰοχέαιρα.

### book 1.110.1

Ἄλλοτε δ’ ἀλλοίην ὥρην ἐπὶ θῆρας ἰόντων,

### book 1.110.2

ἤματος ἱσταμένοιο, καὶ ἤματος ἀνομένοιο,

### book 1.110.3

καὶ μεσάτου, ποτὲ δ’ ἑσπερίου· ποτὲ δ’ αὖτε καὶ ὄρφνῃ

### book 1.110.4

θῆρας ὑπ’ ἀκτίνεσσι σεληναίης ἐδάμασσαν.

### book 1.110.5

Ἠὼς μὲν τέταται περιδέξιος ἀγρευτῆρι

### book 1.115

πᾶσα γαληνιόωσα πανηματίοισι δρόμοισιν

### book 1.1

εἴαρι φυλλοτόκῳ καὶ φυλλορόῳ φθινοπώρῳ·

### book 1.2

ἔξοχα γὰρ τελέθουσι καὶ ἵπποις καὶ μερόπεσσι

### book 1.3

καὶ κυσὶν ὠμηστῇσι θέειν εὐκραέες ὧραι

### book 1.4

εἴαρι χρυσείῳ, κρυερῶν νεφέων ἐλατῆρι,

### book 1.120.1

ὁππότε ποντοπόροισι βατὴ πλώουσι θάλασσα,

### book 1.120.2

ἄργυφα τειναμένοισι λινοπτερύγων ὅπλα νηῶν·

### book 1.120.3

ὁππότε γαῖα βροτοῖσι φυτηκομέουσι γέγηθεν·

### book 1.120.4

ὁππότε καὶ καλύκεσσι καὶ ἄνθεσιν ἅμματα λύει·

### book 1.120.5

ἢ πάλιν ἐσχατίῃσιν ὀπωρινῇσι τροπῇσιν,

### book 1.125.1

ἡνίκα δῶμα τέθηλεν ὀπωρολόγοιο γεωργοῦ,

### book 1.125.2

καρπὸς Ἀθηναίης λιπαρὴν ὅτε γαυλίδα πλήθει

### book 1.125.3

καὶ βότρυς ἡμερίδων θλίβων ἐπιλήνια χαίρει,

### book 1.125.4

σίμβλα μελισσάων ὅτε λείρια κηρία βρίθει.

### book 1.125.5

χείματι δ’ ἐν μεσάτῳ μέσου ἤματος ἀγρώσσοιεν,

### book 1.130.1

εὖτέ τις ἐν δρυμοῖσιν ὑπὸ σπήλυγγι λιασθείς,

### book 1.130.2

κάρφεα λεξάμενός τε καὶ ὠκύμορον φλόγα νήσας,

### book 1.130.3

ἄγχι πυρὸς κλινθεὶς ὁπλίσσατο δόρπον ἀμορβός.

### book 1.130.4

ἐν δὲ θέρει χρειὼ φυγέειν φλογόεσσαν ἐνιπὴν

### book 1

ἄζαν τ’ ἠελίου· κέλομαι δ’ ἐπ’ ἄεθλον ἱκάνειν

### book 1.135.1

πρώτῃ ὑπ’ ἀμφιλύκῃ, ὅθ’ ἑωθινὸν ἀγροιῶται

### book 1.135.2

ἱστοβοῆος ἔνερθεν ὑπ’ εὐποίητον ἐχέτλην

### book 1.135.3

γειοτόμον δαμάλῃσιν ἐπιθύνουσιν ἄροτρον·

### book 1.135.4

ἢ πάλιν ἑσπερίῃσιν ὅτ’ ἠέλιος ζυγὰ κλίνει,

### book 1.135.5

ὁππότε σημαίνουσιν ἑαῖς ἀγέλῃσι νομῆες,

### book 1.140.1

εὖτε καταστείχουσι ποτὶ σφετέρους πάλι σηκοὺς

### book 1.140.2

βριθόμεναι μαζούς τε καὶ οὔθατα κυμαίνουσαι·

### book 1.140.3

οἱ δ’ ἀπὸ λαϊνέων ἄμοτον προθορόντες ἐναύλων

### book 1.140.4

πάντες ἑαῖσι φίλῃσι περισκαίρουσι τεκούσαις,

### book 1.140.5

ἀμφὶ μὲν εὐγλήνους δαμάλας βλοσυρώπεε μόσχω,

### book 1.145.1

αὐτὰρ ἐϋκραίρους ὄϊας περὶ βληχάδας ἀμνώ,

### book 1.145.2

μηκάδας αὖτ’ ἐρίφω, καὶ φορβάδας ὠκέε πώλω.

### book 1.145.3

Καὶ μὴν τόσσα φέροιντο ποτὶ κνημοὺς ξυλόχους τε

### book 1.145.4

ἐργοπόνοι κρατεροὶ θήρης ἐρικυδέος ὅπλα,

### book 1.145.5

ἔντεά τ’ εὐθήροιο μέγα πνείοντα φόνοιο,

### book 1.1

ἄρκυας εὐστρεφέας τε λύγους ταναόν τε πάναγρον

### book 1.2

δίκτυά τε σχαλίδας τε βρόχων τε πολύστονα δεσμά,

### book 1.3

αἰχμὴν τριγλώχινα, σιγύνην εὐρυκάρηνον,

### book 1.1

ἁρπάλαγον κάμακάς τε καὶ εὔπτερον ὠκὺν ὀϊστόν,

### book 1.2

φάσγανα βουπλῆγάς τε λαγωοφόνον τε τρίαιναν,

### book 1.155.1

ἀγκυλίδας σκολιὰς μολιβοσφιγγέας τε κορώνας,

### book 1.155.2

σπαρτόδετον μήρινθον ἐΰπλεκτόν τε ποδάγρην,

### book 1.155.3

ἅμματά τε στάλικάς τε πολύγληνόν τε σαγήνην.

### book 1.155.4

Ἵππους δ’ εἰς θήρην μέγα κυδήεντας ἀγέσθων

### book 1.155.5

ἄρσενας· οὐ μόνον ὅττι χερείονές εἰσι πόδεσσι

### book 1.160.1

θηλύτεραι τελέειν δολιχὸν δρόμον ἐν ξυλόχοισιν,

### book 1.160.2

ἀλλ’ ὅτ’ ἀλεύασθαι χρειὼ φιλοδέμνιον ἦτορ

### book 1.160.3

ἵππων ὠκυπόδων, ἀπὸ δ’ ἱππάδα τηλός’ ἐρύκειν,

### book 1.160.4

ὄφρα κε μὴ χρεμέθωσι λιλαιόμεναι φιλότητος,

### book 1.160.5

καί τ’ ἀΐοντες ἄδην κρυερὴν φύζανδε νέωνται

### book 1.165.1

νεβροὶ δορκαλίδες τε θοαὶ καὶ δειμαλέος πτώξ.

### book 1.165.2

ἵππων δ’ αἰόλα φῦλα, τός’ ἔθνεα μυρία φωτῶν,

### book 1.165.3

ὅσσα βροτοῖσι γένεθλα δεδασμένα σῖτον ἔδουσιν·

### book 1.165.4

ἀλλ’ ἔμπης ἐρέω, τόσσοι μετὰ πᾶσι κραταιοὶ

### book 1

ὅσσοι θ’ ἱππαλέοισιν ἀριστεύουσιν ὁμίλοις·

### book 1.170.1

Τυρσηνοί, Σικελοί, Κρῆτες, Μάζικες, Ἀχαιοί,

### book 1.170.2

Καππαδόκαι, Μαῦροι, Σκυθικοί, Μάγνητες, Ἐπειοί,

### book 1.170.3

Ἴονες, Ἀρμένιοι, Λίβυες, Θρήϊκες, Ἐρεμβοί.

### book 1.170.4

ἵππον δ’ ἐν πάντεσσι πανέξοχον ἐφράσσαντο

### book 1.170.5

ἴδμονες ἱπποδρόμων καὶ βουκολίων ἐπίουροι,

### book 1.175.1

εἴδεσιν ὃς τοίοισιν ὅλον δέμας ἐστεφάνωται·

### book 1.175.2

βαιὸν ὑπὲρ δειρῆφι μετήορον ὕψι κάρηνον

### book 1.175.3

ἀείροι, μέγας αὐτὸς ἐὼν περιηγέα γυῖα·

### book 1.1

ὕψι κάρα, νεάτην δὲ γένυν ποτὶ δειράδα νεύοι·

### book 1.2

εὐρὺ πέλοι φαιδρόν τε μεσόφρυον· ἐκ δ’ ἄρα κόρσης

### book 1.180.1

ἀμφὶ μέτωπα τριχῶν πυκινοὶ σείοιντο κόρυμβοι·

### book 1.180.2

ὄμμα τορόν, πυρσωπόν, ἐπισκυνίοισι δαφοινόν·

### book 1.180.3

εὐρεῖαι ῥῖνες, στόμα δ’ ἄρκιον, οὔατα βαιά·

### book 1.180.4

γυραλέη δειρὴ τελέθοι λασιαύχενος ἵππου,

### book 1.180.5

ὡς ὅτε χαιτήεσσα λόφον νεύει τρυφάλεια·

### book 1.185

πουλὺ πέλοι στέρνον, δολιχὸν δέμας, εὐρέα νῶτα,

### book 1.1

καὶ ῥάχις ἀμφίδυμος μέσον ἰσχία πιαίνουσα·

### book 1.2

ἐκ δὲ θέοι πολλὴ μετόπισθε τανύτριχος οὐρή·

### book 1.3

μηροὶ δ’ εὐπαγέες, μυώδεες· αὐτὰρ ἔνερθεν

### book 1.4

ὀρθοτενεῖς δολιχοί τε ποδῶν περιηγέες αὐλοὶ

### book 1.190.1

καὶ μάλα λεπταλέοι· καὶ σαρκὶ λελειμμένα κῶλα,

### book 1.190.2

οἷα τανυκραίροισιν ἀελλοπόδεσς’ ἐλάφοισι·

### book 1.190.3

καὶ σφυρὸν ἀγκλίνοιτο, θέοι δὲ περίδρομος ὁπλὴ

### book 1.190.4

ὕψι μάλ’ ἐκ γαίης, πυκινή, κερόεσσα, κραταιή.

### book 1.190.5

τοῖός μοι βαίνοι κρατερὴν θήρειον ἐνυὼ

### book 1.195.1

θυμαίνων, συνάεθλος, ἀρήϊος, ὄβριμος ἵππος.

### book 1.195.2

Τυρσηνοὶ τοιοίδε καὶ Ἀρμένιοι καὶ Ἀχαιοὶ

### book 1.195.3

Καππαδόκαι τε κλυτοὶ Ταύρου πρόπαρ οἵ τε νέμονται.

### book 1.195.4

θαῦμα δὲ Καππαδόκεσσι μέγ’ ἔδρακον ὠκυπόδεσσι·

### book 1.195.5

εἰσόκε μὲν νεογιλὸν ὑπὸ στομάτεσσιν ὀδόντα

### book 1.1

καὶ γλαγερὸν φορέουσι δέμας, τελέθους’ ἀμενηνοί·

### book 1.2

κραιπνότεροι δὲ πέλουσιν, ὅσῳ μάλα γηράσκουσι.

### book 1.3

κείνους εἰς πόλεμον μεγαλήτορα θωρήσσοιο

### book 1.4

αἴθωνάς τ’ ἐπὶ θῆρας· ἐπεὶ μάλα θαρσήεντες

### book 1

ὅπλοις ἀντιάαν, πυκινὴν ῥῆξαί τε φάλαγγα,

### book 1.205.1

θηρσί τ’ ἐνυαλίοισιν ἐναντία δηρίσασθαι.

### book 1.205.2

πῶς μὲν γάρ τε μάχαισιν ἀρήϊος ἔκλυεν ἵππος

### book 1.205.3

ἦχον ἐγερσίμοθον δολιχῶν πολεμήϊον αὐλῶν;

### book 1.205.4

ἢ πῶς ἄντα δέδορκεν ἀκαρδαμύτοισιν ὀπωπαῖς

### book 1.205.5

αἰζηοῖσι λόχον πεπυκασμένον ὁπλίτῃσι,

### book 1.210.1

καὶ χαλκὸν σελαγεῦντα, καὶ ἀστράπτοντα σίδηρον,

### book 1.210.2

καὶ μάθεν εὖτε μένειν χρειώ, πότε δ’ αὖτις ὀρούειν,

### book 1.210.3

καὶ μάθεν εἰσαΐειν κρατερῶν σύνθημα λοχαγῶν;

### book 1.210.4

πολλάκι καὶ δῆριν ἀνδρῶν ἐπελάσσατο πύργοις

### book 1.210.5

ἤρεμος ἀσπιδόεσσαν ὑπόπτερον, εὖτε βροτοῖσιν

### book 1.215.1

ἀσπὶς ὑπὲρ κεφαλῆς ἐπικάρσιον ἀσπίδ’ ἐρείδει,

### book 1.215.2

ὁππότ’ ἐέλδονται δηΐων πόλιν ἐξαλαπάξαι,

### book 1.215.3

καὶ πεδίον τεύχουσι μετήορον, ἑπταβόειον,

### book 1.215.4

δαιδαλέον, πυκινόν, πολυόμφαλον, ἀντία δ’ αἴγλη

### book 1.215.5

χαλκοῦ ἀποθρώσκει φαεθοντιάς, αἶψα δ’ ὀπίσσω

### book 1.220.1

κλινομένης ἀκτῖνος ἀπαστράπτει πολὺς αἰθήρ.

### book 1.220.2

ἵπποις γὰρ περίαλλα φύσις πόρε τεχνήεσσα

### book 1.220.3

ἡμερίων κραδίην καὶ στήθεσιν αἰόλον ἦτορ·

### book 1.220.4

αἰὲν γινώσκουσιν ἑὸν φίλον ἡνιοχῆα

### book 1.220.5

καὶ χρεμέθουσιν ἰδόντες ἀγακλυτὸν ἡγεμονῆα

### book 1.225.1

καὶ πολέμοισι πεσόντα μέγα στενάχουσιν ἑταῖρον.

### book 1.225.2

ἵππος ἐν ὑσμίνῃ ῥῆξεν ποτὲ δεσμὰ σιωπῆς

### book 1.1

καὶ φύσιος θεσμοὺς ὑπερέδραμε καὶ λάβεν ἠχὴν

### book 1.2

ἀνδρομέην καὶ γλῶσσαν ὁμοίϊον ἀνθρώποισιν.

### book 1.3

ἵππος ἐνυαλίοιο Μακηδονίου βασιλῆος

### book 1.230.1

Βουκεφάλας ὅπλοισιν ἐναντία δηριάασκεν.

### book 1.230.2

ἵππος ἐπ’ ἀνθερίκων ἔθεεν κούφοισι πόδεσσιν,

### book 1.230.3

ἄλλος ὑπὲρ πόντοιο, καὶ οὐ στεφάνην ἐδίηνεν.

### book 1.230.4

ἵππος ὑπὲρ νεφέων Χιμαροκτόνον ἤγαγε φῶτα,

### book 1.230.5

καὶ χρεμέθων ποτὲ πῶλος ὑφ’ ἡνιόχοιο δόλοισι

### book 1.235.1

θήκατο τῶν Περσῶν Ἀσιηγενέων βασιλῆα.

### book 1.235.2

ἔξοχα δ’ αὖ τίουσι φύσιν· τὸ δὲ πάμπαν ἄπυστον

### book 1.235.3

ἐς φιλότητα μολεῖν, τὴν οὐ θέμις· ἀλλὰ μένουσιν

### book 1.235.4

ἄχραντοι μυσέων, καθαρῆς τ’ ἐράουσι Κυθείρης.

### book 1.235.5

ἔκλυον ὡς προπάροιθε πολυκτεάνων τις ἀνάκτων

### book 1.240.1

καλὸν ἔχεν πεδίοις ἵππων ἀγελαῖον ὅμιλον·

### book 1.240.2

τοὺς πάντας μετέπειτα δαμασσαμένη προθελύμνους

### book 1.240.3

ἱππαλέη νοῦσος πρόλιπεν δύο, μητέρα μούνην

### book 1.240.4

καὶ μητρὸς φιλίης ὑπομάζιον εἰσέτι πῶλον.

### book 1.240.5

αὐτὰρ ἐπεὶ μέγας ἦν, πειρᾶτο σχέτλιος ἀνὴρ

### book 1.245.1

μητέρα παιδὸς ἑοῖο παρ’ ἀγκοίνῃσι βαλέσθαι.

### book 1.245.2

τοὺς δ’ ὡς οὖν ἐνόησεν ἀναινομένους φιλότητα

### book 1.245.3

καὶ γάμον ἀμφοτέροισιν ἀπώμοτον, αὐτίκ’ ἔπειτα

### book 1.245.4

αἰνὰ τιτυσκόμενος δολίην ἐπὶ μῆτιν ὕφαινεν,

### book 1.245.5

ἐλπόμενος καλέειν γένος ἵπποισιν παλίνορσον.

### book 1.1

ἄμφω μὲν πρώτιστα καλύψατο βυσσοδομεύων

### book 1.2

ἄλλοισιν ῥινοῖς· μετέπειτα δὲ χρῖσεν ἐλαίῳ

### book 1.3

πᾶν δέμας εὐώδει, κηώδεϊ· ἔλπετο γὰρ δὴ

### book 1.1

ὀδμὴν ἡγήτειραν ἀμαλδῦναι φιλότητος·

### book 1.2

καὶ λάθεν, ὦ μάκαρες, ῥέζων κακά· καὶ τετέλεστο

### book 1.255.1

ξεῖνος, ἀπόπτυστος θάλαμος, στυγερώτατος ἵπποις,

### book 1.255.2

οἷος ἐν ἀνθρώποισιν ἐνυμφεύθη προπάροιθε

### book 1.255.3

Καδμεῖος γάμος αἰνὸς ἀλήμονος Οἰδιπόδαο.

### book 1.255.4

οἱ δ’ ὅτε γυμνωθέντες ἑὴν ἄτην ἐνόησαν,

### book 1.255.5

λοξῇσίν τ’ ἄθρησαν ἀνιάζοντες ὀπωπαῖς

### book 1.260.1

ἡ μὲν ἄρα τλήμων ἄγονον γόνον, αὐτὰρ ὅ γ’ αἶψα

### book 1.260.2

αἰνόγαμος κακόλεκτρος ἀμήτορα μητέρα δειλήν,

### book 1.260.3

ὕψι μάλ’ ἠέρθησαν, ἀμείλιχα φυσιόωντες,

### book 1.260.4

δεσμά τ’ ἀπορρήξαντες ἴτην μεγάλα χρεμέθοντες,

### book 1.260.5

οἷα θεοὺς μάκαρας μαρτυρόμενοι κακότητος,

### book 1.265.1

ἀράς τ’ εὐχόμενοι πολυπήμονι νυμφευτῆρι·

### book 1.265.2

ὀψὲ δὲ μυρόμενοί τε καὶ ἄσχετον ἀΐσσοντες,

### book 1.265.3

ἀντιπέρην πέτρῃσιν ἑὰς κεφαλὰς ἐλόωντες,

### book 1.265.4

ὀστὰ συνηλοίησαν, ἑὸν δ’ ἀπὸ φέγγος ἄμερσαν

### book 1.265.5

αὐτοφόνοι, κλίναντες ἐπ’ ἀλλήλοισι κάρηνα.

### book 1.270.1

ὧδε φάτις προτέροις κλέος ἵπποισιν μέγ’ ἀείδει.

### book 1.270.2

ἵππων δ’ ὅσσα γένεθλ’ ἀτιτήλατο μυρίος αἶα,

### book 1.270.3

ὠκύτατοι Σικελοί, Λιλυβήϊον οἵτε νέμονται

### book 1.270.4

καὶ τρικάρηνον ὄρος ὅθι τοι σκέπας Ἐγκελάδοιο

### book 1.270.5

πυρσοῖς αἰθερίοισιν ἐρευγομένοιο κεραυνοῦ

### book 1.275.1

Σικελικῆς Αἴτνης ἀνεκάχλασεν ἀέναον πῦρ.

### book 1.275.2

κραιπνότεροι Σικελῶν δὲ παρ’ Εὐφρήταο ῥέεθρα

### book 1.275.3

Ἀρμένιοι Πάρθοι τε βαθυπλόκαμοι τελέθουσιν.

### book 1.275.4

ἀλλ’ ἄρα καὶ Πάρθοισι μέγα προφέρουσιν Ἴβηρες,

### book 1.275.5

ὠκυτέροισι πόδεσσι κροαίνοντες πεδίοιο.

### book 1.280.1

κείνοισιν τάχα μοῦνος ἐναντίον ἰσοφαρίζοι

### book 1.280.2

αἰετὸς αἰθερίοισιν ἐπιθύνων γυάλοισιν,

### book 1.280.3

ἢ κίρκος ταναῇσι τινασσόμενος πτερύγεσσιν,

### book 1.280.4

ἢ δελφὶς πολιοῖσιν ὀλισθαίνων ῥοθίοισι.

### book 1.280.5

τόσσον Ἴβηρες ἔασι θοοὶ πόδας ἠνεμόεντας·

### book 1.285.1

ἀλλ’ ὀλίγοι βαιοί τε μένος καὶ ἀνάλκιδες ἦτορ,

### book 1.285.2

καὶ δρόμον ἐν παύροισιν ἐλεγχόμενοι σταδίοισιν·

### book 1.285.3

εἴδεα δ’ ἀγλαόμορφα κλυτὸν δέμας ἀμφιέσαντο,

### book 1.285.4

ὁπλὴν δ’ οὐ κρατερήν, πηλότροφον, εὐρυπέδιλον.

### book 1.285.5

Μαύρων δ’ αἰόλα φῦλα πολὺ προφέρουσιν ἁπάντων

### book 1.290.1

ἀμφὶ δρόμους ταναούς τε καὶ ἀμφὶ πόνους ἀλεγεινούς.

### book 1.290.2

καὶ Λίβυες μετὰ τοὺς δολιχὸν δρόμον ἐκτελέουσιν,

### book 1.290.3

ὅσσοι Κυρήνην πουλυψηφῖδα νέμονται.

### book 1.290.4

εἴδεα δ’ ἀμφοτέροισιν ὁμοίια, πλὴν ὅσον αὖτε

### book 1.290.5

μείζονες εἰσιδέειν Λίβυες κρατεροὶ γεγάασιν,

### book 1.295.1

ἀλλὰ δέμας δολιχοί· πλευρῇσι γὰρ ἀμφὶς ἔχουσι

### book 1.295.2

τῶν ἄλλων πλέονα σπαθίην κτένα· τοὔνεκέν εἰσι

### book 1.295.3

πάσσονες εἰσιδέειν καὶ κρείσσονες ἰθὺς ὀρούειν,

### book 1.295.4

ἐσθλοὶ δ’ ἠελίου φορέειν πυρόεσσαν ἐρωὴν

### book 1.295.5

καί τε μεσημβρινὴν δίψους δριμεῖαν ἐνιπήν.

### book 1.1

ἵπποι Τυρσηνοὶ δὲ καὶ ἄπλετα Κρήσια φῦλα

### book 1.2

ἀμφότερον κραιπνοί τε θέειν δολιχοί τε πέλονται.

### book 1.3

Μαύρων δ’ ὠκύτεροι Σικελοί, Σικελῶν δέ τε Πάρθοι

### book 1.4

καὶ χαροποὶ τελέθουσι καὶ ἔξοχον αἰγλήεντες,

### book 1.5

καὶ μοῦνοι μίμνουσι μέγα βρύχημα λέοντος.

### book 1.305.1

ἦ γάρ τοι θήρεσσιν ἐπ’ ἄλλοις ἄλλα γένεθλα

### book 1.305.2

ἵππων ἄρμενα πολλὰ τά τοι φράζουσιν ὀπωπαί.

### book 1.1

στικτοπόδεσς’ ἐλάφοις κυανώπεας ὁπλίζοιο,

### book 1.2

ἄρκτοισι γλαυκούς, καὶ πορδαλίεσσι δαφοινούς,

### book 1.3

αἴθωνας δ’ ἵππους πυριλαμπέας ἀμφὶ σύεσσιν,

### book 1.310.1

αὐτὰρ ἐριγλήνους χαροποὺς χαροποῖσι λέουσι.

### book 1.310.2

κάλλεϊ δ’ ἐν πάντεσσι πέλει πανυπείροχος ἵππος

### book 1.310.3

Νησαῖος, τὸν ἄγουσιν ἐρικτέανοι βασιλῆες·

### book 1.310.4

καλὸς ἰδεῖν, ἀταλός τε φέρειν ἐϋπείθεϊ δεσμῷ·

### book 1.310.5

βαιὸς μὲν κεφαλήν, πολλὸς δὲ βαθύτριχα δειρήν,

### book 1.315.1

κυδιόων ἑκάτερθε μελιχρύσοισιν ἐθείραις.

### book 1.315.2

Ναὶ μὴν ἄλλο γένεθλον ἐπήρατον ὠπήσαιο

### book 1.315.3

στικτόν, ἀρίζηλον, τοὺς ὤρυγγας καλέουσιν,

### book 1.315.4

ἢ ὅτι καλλικόμοισιν ἐν οὔρεσιν ἀλδήσκουσιν,

### book 1.315.5

ἢ ὅτι πάγχυ θέλους’ ἐπὶ θηλυτέρῃσιν ὀρούειν.

### book 1.320.1

δοιὰ δ’ ἐπ’ ὠρύγγων τελέθει πολυανθέα κάλλη·

### book 1.320.2

τοὶ μὲν γὰρ δειρὴν καλλίτριχά τ’ εὐρέα νῶτα

### book 1.320.3

γεγράφαται δολιχῇσιν ἐπήτριμα ταινίῃσι,

### book 1.320.4

τίγριες οἷα θοοί, κραιπνοῦ Ζεφύροιο γενέθλη·

### book 1.320.5

τοὶ δ’ ἄρ’ ἐϋτροχάλοισι περίδρομα δαιδάλλονται

### book 1.325.1

σφραγῖσιν πυκινῇσιν ὁμοίϊα πορδαλίεσσι·

### book 1.325.2

τοὺς ἔτι νηπιάχους γράψαν τεχνήμονες ἄνδρες

### book 1.325.3

αἰθομένῳ χαλκῷ ταναὴν τρίχα πυρσεύοντες.

### book 1.325.4

δηθάκι δ’ ἄλλα βροτοὶ πανεπίφρονα μητίσαντο,

### book 1

πῶλον ἐπιγράψαι καὶ νηδύϊ μητρὸς ἐόντα.

### book 1.330.1

ὢ πόσση κραδίη, πόσση μερόπεσσι πέλει φρήν.

### book 1.330.2

ἔρξαν ὅπως ἐθέλουσι· θέσαν πολυειδέας ἵππους,

### book 1.330.3

μητρὸς ἔτι γλαγερῇσι περισχομένους λαγόνεσσιν.

### book 1.330.4

ὁππότε θηλυτέρην γὰρ ἕλῃ φιλοτήσιος ὁρμὴ

### book 1.330.5

ἵππον τ’ ἐγγὺς ἰόντα κλυτὸν μεγαλήτορα μίμνῃ,

### book 1.335.1

δὴ τότε δαιδάλλουσι πόσιν καλόν· ἀμφὶ δὲ πάντῃ

### book 1.335.2

πᾶν δέμας εὐστίκτοισι περὶ χροιῇσι γράφουσι,

### book 1.335.3

καὶ ποτὶ λέκτρον ἄγουσιν ἐπ’ ἀγλαΐῃ κομόωντα.

### book 1.335.4

ὡς δέ τις ἠϊθέων ὑπὸ νυμφοκόμοισι γυναιξὶν

### book 1.335.5

εἵμασιν ἀργεννοῖσι καὶ ἄνθεσι πορφυρέοισι

### book 1.340.1

στεψάμενος, πνείων τε Παλαιστίνοιο μύροιο,

### book 1.340.2

ἐς θάλαμον βαίνησιν ὑμὴν ὑμέναιον ἀείδων·

### book 1.340.3

ὣς ἵππον σπέρχοντα γαμήλιά τε χρεμέθοντα,

### book 1.340.4

πρόσθεν ἑῆς ἀλόχοιο κλυτὸν πόσιν ἀφριόωντα,

### book 1.340.5

δηρὸν ἐρητύουσι φίλης λελιημένον εὐνῆς·

### book 1.345.1

ὀψὲ δέ τοι μεθιᾶσιν ἐπήρατον ἐς φιλότητα·

### book 1.345.2

ἡ δ’ ὑποκυσαμένη πολυανθέα γείνατο παῖδα,

### book 1.345.3

νηδύϊ μὲν πόσιος γόνιμον θορὸν ἀείρασα,

### book 1.345.4

δεξαμένη μορφὴν δὲ πολύχροον ὀφθαλμοῖσι.

### book 1.345.5

τοῖά νυ κἀκεῖνοι, τοῖσιν δόνακες μεμέληνται,

### book 1.1

μησάσθην πυκινοῖσι νοήμασιν ἰξευτῆρες,

### book 1.2

ὁππότε δαιδάλλουσι πεληϊάδεσσι νεοσσούς·

### book 1.3

εὖτε γὰρ ἐς φιλότητα θοαὶ τρήρωνες ἴωσι,

### book 1.4

μιγνύμεναι στομάτεσσι βαρυφθόγγοις ἀλόχοισι,

### book 1.5

δὴ τότε μῆτιν ὕφαινε κλυτὴν τιθασοτρόφος ἀνήρ,

### book 1.355.1

ἄγχι δὲ θηλυτέρῃσιν ἐθήκατο δαίδαλα πολλὰ

### book 1.355.2

εἵματα πορφύρεα· ταὶ δὲ κλιδὸν ὄσσε βαλοῦσαι

### book 1.1

θυμὸν ἰαινόμεναι τίκτους’ ἁλιπόρφυρα τέκνα.

### book 1.2

ναὶ μὴν ὧδε Λάκωνες ἐπίφρονα μητίσαντο

### book 1.3

αἷσι φίλαις ἀλόχοις, ὅτε γαστέρα κυμαίνουσι·

### book 1.360.1

γράψαντες πινάκεσσι πέλας θέσαν ἀγλαὰ κάλλη,

### book 1.360.2

τοὺς πάρος ἀστράψαντας ἐν ἡμερίοισιν ἐφήβους,

### book 1.360.3

Νιρέα καὶ Νάρκισσον ἐϋμμελίην θ’ Ὑάκινθον,

### book 1.360.4

Κάστορά τ’ εὐκόρυθον καὶ Ἀμυκοφόνον Πολυδεύκην,

### book 1.360.5

ἠϊθέους τε νέους, τοί τ’ ἐν μακάρεσσιν ἀγητοί,

### book 1.365.1

Φοῖβον δαφνοκόμην καὶ κισσοφόρον Διόνυσον·

### book 1.365.2

αἱ δ’ ἐπιτέρπονται πολυήρατον εἶδος ἰδοῦσαι,

### book 1.365.3

τίκτουσίν τε καλοὺς ἐπὶ κάλλεϊ πεπτηυῖαι.

### book 1.365.4

Τόσσα μὲν ἀμφ’ ἵπποισιν· ἀτὰρ κατάβηθι, φίλη φρήν,

### book 1.365.5

οἶμον ἐπὶ σκυλάκων· τόσσοι δ’ ἐπὶ πᾶσι κύνεσσιν

### book 1.370.1

ἔξοχ’ ἀρίζηλοι, μάλα τ’ ἀγρευτῆρσι μέλονται,

### book 1.370.2

Παίονες, Αὐσόνιοι, Κᾶρες, Θρήϊκες, Ἴβηρες,

### book 1.370.3

Ἀρκάδες, Ἀργεῖοι, Λακεδαιμόνιοι, Τεγεῆται,

### book 1.1

Σαυρομάται, Κελτοί, Κρῆτες, Μάγνητες, Ἀμοργοί,

### book 1.2

ὅσσοι τ’ Αἰγύπτοιο πολυψαμάθοισιν ἐπ’ ὄχθαις

### book 1.375.1

βουκολίων οὖροι, Λοκροί, χαροποί τε Μολοσσοί.

### book 1.375.2

Εἰ δέ νύ τοι κεράσαι φίλον ἔπλετο δοιὰ γένεθλα,

### book 1.375.3

εἴαρι μὲν πρώτιστα λέχος πόρσυνε κύνεσσιν·

### book 1.375.4

εἴαρι γὰρ μᾶλλον φιλοτήσια μέμβλεται ἔργα

### book 1.375.5

θηρσί τε καὶ σκυλάκεσσι καὶ οὐλομένοισι δράκουσιν

### book 1.380.1

ἠερίοις τ’ ὄρνισι καὶ εἰναλίοις νεπόδεσσιν.

### book 1.380.2

εἴαρι μὲν χολόεντος ἔχις πεφορυγμένος ἰοῦ

### book 1.380.3

ἷκτο λέχος ποτὶ θῖνα θαλασσαίης ἀλόχοιο·

### book 1.380.4

εἴαρι πόντος ὅλος δὲ περισμαραγεῖ Κυθερείῃ

### book 1.380.5

καὶ νέποδες γαμέοντες ἐπιφρίσσουσι γαλήνῃ·

### book 1.385.1

εἴαρι καὶ τρήρωνες ἐπιθύνουσι πελείαις,

### book 1.385.2

ἵπποι δ’ ἀγραύλοις ἐπὶ φορβάσιν ὁπλίζονται,

### book 1.385.3

ταῦροι δ’ ἀγροτέρας ἐπὶ πόρτιας ὁρμαίνουσι,

### book 1.385.4

καὶ κτίλοι εἱλικόεντες ἐν εἴαρι μηλοβατεῦσι,

### book 1.385.5

καὶ κάπροι πυρόεντες ἐπαιχμάζουσι σύεσσι,

### book 1.390.1

καὶ χίμαροι λασίῃσιν ἐφιππεύουσι χιμαίραις·

### book 1.390.2

καὶ δ’ αὐτοῖς μερόπεσσιν ἐν εἴαρι μᾶλλον ἔρωτες·

### book 1.390.3

εἴαρι γὰρ πάνδημος ἐπιβρίθει Κυθέρεια.

### book 1.390.4

Ἔθνεα σοὶ δὲ κυνῶν θαλαμηπολέοντι μελέσθω

### book 1.390.5

ἄρμενά τ’ ἀλλήλοισιν ἐοικότα τ’ ἔξοχα φῦλα.

### book 1.395.1

Ἀρκάδας Ἠλείοις ἐπιμίσγεο, Παίοσι Κρῆτας,

### book 1.395.2

Κᾶρας Θρηϊκίοις, Τυρσηνὰ γένεθλα Λάκωσι,

### book 1.395.3

Σαρματικόν τε πόσιν φορέοις πρὸς Ἰβηρίδα νύμφην.

### book 1.1

ὧδε μὲν εὖ κεράσειας· ἀτὰρ πολὺ φέρτατα πάντων

### book 1.2

φῦλα μένειν μονόφυλα, τὰ δ’ ἔξοχα τεκμήραντο

### book 1.1

ἄνδρες ἐπακτῆρες· τὰ δὲ μυρία φῦλα πέλονται,

### book 1.2

τῶν ἀμόθεν μορφαί τε καὶ εἴδεα τοῖα πελέσθω.

### book 1.3

μηκεδανόν, κρατερὸν δέμας ἄρκιον, ἠδὲ κάρηνον

### book 1.4

κοῦφον, ἐΰγληνον· κυαναὶ στίλβοιεν ὀπωπαί·

### book 1.5

κάρχαρον ἐκτάδιον τελέθοι στόμα· βαιὰ δ’ ὕπερθεν

### book 1.405.1

οὔατα λεπταλέοισι περιστέλλοιθ’ ὑμένεσσι·

### book 1.405.2

δειρὴ μηκεδανή, καὶ στήθεα νέρθε κραταιά,

### book 1.405.3

εὐρέα· τὼ πρόσθεν δέ τ’ ὀλιζοτέρω πόδες ἔστων·

### book 1.405.4

ὀρθοτενεῖς κώλων ταναοὶ δολιχήρεες ἱστοί·

### book 1.405.5

εὐρέες ὠμοπλάται, πλευρῶν ἐπικάρσια ταρσά·

### book 1.410.1

ὀσφύες εὔσαρκοι, μὴ πίονες· αὐτὰρ ὄπισθε

### book 1.410.2

στρυφνή τ’ ἐκτάδιός τε πέλοι δολιχόσκιος οὐρή.

### book 1.410.3

τοῖοι μὲν ταναοῖσιν ἐφοπλίζοιντο δρόμοισι

### book 1.410.4

δόρκοις ἠδ’ ἐλάφοισιν ἀελλοπόδῃ τε λαγωῷ.

### book 1.410.5

Θοῦροι δ’ αὖθ’ ἕτεροι, τοῖσιν μενεδήϊος ἀλκή,

### book 1.415.1

ὅσσοι καὶ ταύροισιν ἐπέχραον ἠϋγενείοις

### book 1.415.2

καὶ σύας ὑβριστῆρας ἐπαΐξαντες ὄλεσσαν·

### book 1.1

ὅσσοι μηδὲ λέοντας ἑοὺς τρείουσιν ἄνακτας,

### book 1.2

ζατρεφέες, πρώνεσσιν ἐοικότες ἀκρολόφοισι·

### book 1.3

σιμότεροι μὲν ἔασι προσώπατα, δεινὰ δ’ ὕπερθε

### book 1.420.1

νεύει ἐπισκυνίοισι μεσόφρυα, καὶ πυρόεντες

### book 1.420.2

ὀφθαλμοὶ χαροπαῖσιν ὑποστίλβοντες ὀπωπαῖς·

### book 1.420.3

ῥινὸς ἅπας λάσιος· κρατερὸν δέμας· εὐρέα νῶτα·

### book 1.420.4

κραιπνοὶ δ’ οὐ τελέθουσιν, ἀτὰρ μένος ἐνδόθι πολλόν,

### book 1.420.5

καὶ σθένος ἄφραστον, καθαρόν, καὶ θυμὸς ἀναιδής.

### book 1.425.1

ἐς μέν νυν θήρην ὁπλίζεο τοῖα γένεθλα

### book 1.425.2

αἰχμητῶν σκυλάκων, τοὶ κνώδαλα πάντα δίενται.

### book 1.425.3

χροιαὶ δ’ ἀργενναί τε κακαὶ μάλα κυάνεαί τε·

### book 1.425.4

οὔτε γὰρ ἠελίοιο φέρειν μένος ὦκα δύνανται

### book 1.425.5

οὔτε νιφοβλήτοιο μένος πολυχειμέρου ὥρης.

### book 1.430.1

κεῖνοι δ’ ἐν πάντεσσιν ἀριστεύουσι κύνεσσι,

### book 1.430.2

τοῖς ἴκελαι μορφαὶ μάλα θήρεσιν ὠμηστῇσι,

### book 1.430.3

μηλοφόνοισι λύκοις ἢ τίγρεσιν ἠνεμοέσσαις

### book 1.430.4

ἢ καὶ ἀλωπήκεσσι θοαῖσί τε πορδαλίεσσιν

### book 1.430.5

ἢ ὁπόσοι Δήμητρι πανείκελον εἶδος ἔχουσι

### book 1.435.1

σιτόχροοι· μάλα γάρ τε θοοὶ κρατεροί τε πέλονται.

### book 1.435.2

Εἰ δέ νύ τοι πινυτὴ σκυλακοτροφίη μεμέληται,

### book 1.435.3

μήποτ’ ἀμέλγεσθαι σκύλακας νεοθηλέϊ μαζῷ

### book 1.435.4

αἰγῶν ἢ προβάτων, μηδ’ οἰκιδίῃσι κύνεσσιν·

### book 1.435.5

ἦ γάρ τοι νωθροί τε καὶ οὐτιδανοὶ βαρύθοιεν·

### book 1.440.1

ἀλλ’ ἐλάφων ἤ που μαζῷ τιθασοῖο λεαίνης

### book 1.440.2

ἤ που δορκαλίδων ἢ νυκτιπόροιο λυκαίνης·

### book 1.440.3

ὧδε γὰρ ἂν κρατερούς τε καὶ ὠκέας ἔξοχα θείης,

### book 1.1

εἰδομένους αὐτῇσι γαλακτοφόροισι τιθήναις.

### book 1.2

Αὐτὰρ νηπιάχοισιν ἐπ’ οὐνόματα σκυλάκεσσι

### book 1.445.1

βαιὰ τίθει, θοὰ πάντα, θοὴν ἵνα βάξιν ἀκούῃ.

### book 1.445.2

ἵπποισι κρατεροῖσι δ’ ὁμήθεες ἀγρευτῆρσιν

### book 1.445.3

ἐξέτι νηπιάχων ἔστων, μερόπεσσί τε πᾶσιν

### book 1.445.4

ἠθάδιοι φίλιοί τε, μόνοισι δὲ θήρεσιν ἐχθροί.

### book 1.445.5

μηδ’ ὑλάαν ἐθέλοιεν· ἐπεὶ μάλα θηρευτῆρσι

### book 1.1

σιγὴ τέθμιός ἐστι, πανέξοχα δ’ ἰχνευτῆρσιν.

### book 1.2

Εἴδεα δὲ στιβίης δυσδερκέος ἔπλετο δισσά,

### book 1.3

ἀνδρῶν ἠδὲ κυνῶν· μέροπες μὲν ἄρ’ αἰολόβουλοι

### book 1.4

ὄμμασι τεκμήραντο καὶ ἐφράσσαντο κέλευθα·

### book 1.5

μυξωτῆρσι κύνες δὲ πανίχνια σημήναντο.

### book 1.455.1

ναὶ μὴν ἀνθρώποισι πέλει περιδέξιος ὥρη

### book 1.455.2

χειμερίη, στείβουσί τ’ ἀμοχθήτοισιν ὀπωπαῖς,

### book 1.455.3

οὕνεκα καὶ νιφετοῖσι γεγραμμένα πάνθ’ ἅμ’ ὁρᾶται

### book 1.455.4

καὶ πηλοῖσι μένει τετυπασμένα εἴκελα ταρσῷ.

### book 1.455.5

ἐχθρὸν ἔαρ δὲ κύνεσσι, φίλον δὲ πέλει φθινόπωρον·

### book 1.460.1

εἴαρι γὰρ βοτάνῃσιν ἄδην ποιητρόφος αἶα

### book 1.460.2

ἄνθεσι πληθύει τε πολύπνοος, ἀμφὶ δὲ πάντῃ

### book 1.460.3

εὐστέφανοι λειμῶνες ἀνήροτα πορφύρουσι,

### book 1.460.4

καὶ πᾶσαν στιβέεσσιν ἐϋρρίνοισι κύνεσσιν

### book 1.460.5

ὀσμὴν πρεσβεύτειραν ἀμαλδύνουσιν ἄρουραι·

### book 1.465.1

αὐτὰρ ἐν εὐκάρπῳ γλυκεροσταφύλῳ φθινοπώρῳ

### book 1.465.2

ποῖαι καὶ βοτάναι καί τ’ ἄνθεα γηράσκουσι,

### book 1.465.3

γυμνὴ δὲ σκυλάκεσσι μένει θήρειος ἀϋτμή.

### book 1.465.4

Ἔστι δέ τι σκυλάκων γένος ἄλκιμον ἰχνευτήρων,

### book 1.465.5

βαιόν, ἀτὰρ μεγάλης ἀντάξιον ἔμμεν’ ἀοιδῆς·

### book 1.470.1

τοὺς τράφεν ἄγρια φῦλα Βρετανῶν αἰολονώτων·

### book 1.470.2

αὐτὰρ ἐπικλήδην σφὰς Ἀγασσαίους ὀνόμηναν.

### book 1.470.3

τῶν ἤτοι μέγεθος μὲν ὁμοίϊον οὐτιδανοῖσι

### book 1.470.4

λίχνοις οἰκιδίοισι τραπεζήεσσι κύνεσσι,

### book 1.470.5

γυρόν, ἀσαρκότατον, λασιότριχον, ὄμμασι νωθές,

### book 1.475.1

ἀλλ’ ὀνύχεσσι πόδας κεκορυθμένον ἀργαλέοισι

### book 1.475.2

καὶ θαμινοῖς κυνόδουσιν ἀκαχμένον ἰοφόροισι·

### book 1.475.3

ῥίνεσι δ’ αὖτε μάλιστα πανέξοχός ἐστιν Ἀγασσεὺς

### book 1.475.4

καὶ στιβίῃ πανάριστος· ἐπεὶ καὶ γαῖαν ἰόντων

### book 1.475.5

ἴχνιον εὑρέμεναι μέγα δὴ σοφός, ἀλλὰ καὶ αὐτὴν

### book 1.480.1

ἴδμων ἠερίην μάλα σημήνασθαι ἀϋτμήν.

### book 1.480.2

Καί τις ἐπακτήρων πειρηθῆναι σκυλακήων

### book 1.480.3

ἱμείρων, προπάροιθε πυλάων αἰπεινάων

### book 1.480.4

ἢ νέκυν ἢ ζώοντα φέρει παλάμῃσι λαγωόν·

### book 1.480.5

ἑρπύζει δὲ πάροιθε παραιβαδὸν ἀτραπιτοῖο,

### book 1.485

πρῶτα μὲν ἰθεῖαν, μετέπειτα δὲ δοχμὸν ἐλαύνων,

### book 1.1

λαιῇ, δεξιτερῇ, σκολιὴν ὁδὸν ἀμφὶς ἑλίσσων·

### book 1.2

ἀλλ’ ὅτε δὴ μάλα πολλὸν ἀπ’ ἄστεος ἠδὲ πυλάων

### book 1.3

ἔλθῃ, δὴ τότε βόθρον ὀρυξάμενος κατέθαψε·

### book 1.4

νοστήσας δ’ ἐπὶ ἄστυ παλίσσυτος αὐτίκ’ ἀγινεῖ

### book 1.490.1

ἀτραπιτοῖο πέλας κύνα μέρμερον· αὐτὰρ ὅγ’ αἶψα

### book 1.490.2

ὠρίνθη, φριμάᾳ τε λαγωείης ὑπ’ ἀϋτμῆς·

### book 1.490.3

ἴχνια μαστεύει δὲ κατὰ χθονός, οὐδὲ μάλ’ εὑρεῖν

### book 1.490.4

ἱμείρων δύναται· μάλα δ’ ἀσχαλόων ἀλάληται.

### book 1.490.5

ὡς δ’ ὅτε τις κούρη δέκατον περὶ μῆνα σελήνης

### book 1.495.1

πρωτοτόκος λοχίῃσιν ὑπ’ ὠδίνεσσι τυπεῖσα

### book 1.495.2

λύσατο μὲν πλοκάμους, λῦσεν δ’ ἀπὸ δαίδαλα μαζῶν,

### book 1.495.3

ἠδ’ ἀχίτων δειλή τε καὶ ἀκρήδεμνος ἐοῦσα

### book 1.495.4

στρωφᾶται πάντῃ κατὰ δώματα καὶ μογέουσα

### book 1.495.5

ἄλλοτε μὲν πρόδομον μετανίσσεται, ἄλλοτε δ’ αὖτε

### book 1.1

ἐς λέχος ἰθύει, ποτὲ δ’ ἐν κονίῃσι ῥιφεῖσα

### book 1.2

κωκύει ῥοδαλῇσιν ἐπισμήχουσα παρειαῖς·

### book 1.3

ὣς ὅ γε, θυμοβόροισιν ἀνιάζων ὀδύνῃσι,

### book 1.4

τῇ καὶ τῇ θύει τε καὶ ἑξείης ἐρεείνει

### book 1.5

πάντα λίθον καὶ πάντα λόφον καὶ πᾶσαν ἀταρπὸν

### book 1.505.1

δένδρεά θ’ ἡμερίδας τε καὶ αἱμασιὰς καὶ ἀλωάς.

### book 1.505.2

ἀλλ’ ὁπότ’ ἴχνεος ὀψὲ διηερίοιο τυχήσῃ,

### book 1.505.3

καγχαλάᾳ κνυζεῖ τε κεχαρμένος, οἷά τε τυτθαὶ

### book 1.505.4

σκιρτεῦσιν δαμάλαι περὶ πόρτιας οὐθατοέσσας·

### book 1.505.5

ὣς καὶ τῷ μάλα θυμὸς ἐχήρατο, σευόμενος δὲ

### book 1.510.1

εἱλεῖται σκολιοῖσιν ἐπεμβεβαὼς πεδίοισιν·

### book 1.510.2

οὐδ’ ἀπό μιν πλάγξαις, οὐδ’ εἰ μάλα τηλόθ’ ἐλαύνοις,

### book 1.510.3

ἰθύει δ’ ἀπρὶξ γλυκερῆς δεδραγμένος ὀδμῆς,

### book 1.510.4

εἰσόκε τέρμα πόνοιο καὶ εἰς βαλβῖδα περήσῃ.

### book 1.510.5

εἰ δέ μιν ὁπλίσσειας ἀθηρήτοισι λαγωοῖς,

### book 1.515.1

λάθρη μὲν πελάει, κατὰ δ’ ἴχνιον ἴχνος ἐρείδει,

### book 1.515.2

βαιὸς ὑφ’ ἡμερίσιν κεκαλυμμένος ἢ καλάμῃσιν,

### book 1.515.3

οἷά τε ληϊστὴρ ἐρίφων κλόπος, ὅστε νομῆα

### book 1.1

ὑπνώοντα πέλας δεδοκημένος ἤρεμος ἕρπει.

### book 1.2

ἀλλ’ ὅτε δὴ λόχμῃσι λαγωείῃσι πελάσσῃ,

### book 1.520.1

ῥίμφ’ ἔθορεν, τόξῳ ἐναλίγκιος ἠὲ δράκοντι

### book 1.520.2

συρικτῇ, τὸν ὄρινεν ἑῆς πάρος ἀτρεμέοντα

### book 1.520.3

ἰοδόκου χειῆς ἀμαλητόμος ἤ τις ἀροτρεύς.

### book 1.520.4

ὣς ὅ γε καγχαλόων ὠκὺς θόρεν· ἢν δὲ τυχήσῃ,

### book 1.520.5

ῥεῖά μιν ὀξυτέροισι δαμασσάμενος ὀνύχεσσι

### book 1.525.1

καὶ γενύεσσιν ἑλὼν φόρτον μέγαν ἀντιάσειεν·

### book 1.525.2

ὦκα φέρει μογέων τε βαρυνόμενός τε πελάζει.

### book 1.525.3

οἵη δ’ ἐκ ληΐοιο φέρει θέρος ἀμητοῖο

### book 1.525.4

βριθομένη πυρῷ τε μετ’ αὔλιον εἶσιν ἀπήνη,

### book 1.525.5

τὴν δ’ ἐσιδόντες ὄρουσαν ἀολλέες ἀγροιῶται,

### book 1.530.1

πρόπροθι δ’ ἀντήσαντες ὁ μὲν κύκλοισιν ἐρείδει,

### book 1.530.2

ἄλλος ὑπερτερίην, ὁ δ’ ἄρ’ ἄξονα βουσὶν ἀρήγων·

### book 1.530.3

εἰς αὖλιν δὲ μολόντες ἐλύσανθ’ ἱστοβοῆα,

### book 1.530.4

ταῦροι δ’ ἱδρώοντες ἀνέπνευσαν καμάτοιο,

### book 1.530.5

θυμὸς δ’ ἠπεδανοῦ μέγ’ ἐχήρατο βουπελάταο·

### book 1.535.1

ὣς ὁ μὲν ἱκνεῖται φόρτον γενύεσσιν ἀγινῶν.

### book 1.535.2

αὐτὰρ ὅ γ’ ἀντιάᾳ κεχαρημένος ὠκὺς ἐπακτήρ,

### book 1.535.3

ἄμφω δ’ ἀείρας ἀπὸ μητέρος ὑψόθι γαίης,

### book 1

κόλποισιν θέτο θῆρα καὶ αὐτὸν θηροφονῆα.

### book 2.1

Εἰ δ’ ἄγε μοι, Ζηνὸς θύγατερ, καλλίσφυρε Φοίβη,

### book 2.2

παρθένε χρυσομίτρη, δίδυμον γένος Ἀπόλλωνι,

### book 2.3

εἰπέμεναι μερόπων τίς ἀγασθενέων θ’ ἡρώων

### book 2.4

σῆς ἀπὸ χειρὸς ἄειρε μεγακλέα δήνεα θήρης.

### book 2.5.1

Ἀμφὶ πόδας Φολόης ἀνεμώδεος ἄγρια φῦλα

### book 2.5.2

θηρομιγῆ, μερόπων μὲν ἐπ’ ἰξύας, ἰξυόφιν δὲ

### book 2.5.3

ἵππων ἡμιβρότων, ἐπιδόρπιον εὕρετο θήρην.

### book 2.5.4

ἐν μερόπεσσι δὲ πρῶτος ὁ Γοργόνος αὐχέν’ ἀμέρσας,

### book 2.5.5

Ζηνὸς χρυσείοιο πάϊς κλυτός, εὕρετο Περσεύς·

### book 2.10.1

ἀλλὰ ποδῶν κραιπνῇσιν ἀειρόμενος πτερύγεσσι

### book 2.10.2

καὶ πτῶκας καὶ θῶας ἐλάζυτο καὶ γένος αἰγῶν

### book 2.10.3

ἀγροτέρων δόρκους τε θοοὺς ὀρύγων τε γένεθλα

### book 2.10.4

ἠδ’ αὐτῶν ἐλάφων στικτῶν αἰπεινὰ κάρηνα.

### book 2.10.5

ἱππαλέην δ’ ἄγρην ὁ φαεσφόρος εὕρετο Κάστωρ·

### book 2.15.1

καὶ τοὺς μὲν κατέπεφνεν ἐπίσκοπον ἰθὺς ἄκοντι

### book 2.15.2

βαλλόμενος, τοὺς δ’ αὖτε θοοῖς ἵπποισιν ἐλαύνων

### book 2.1

θῆρας ἕλε ξυνοχῇσι μεσημβρινοῖο δρόμοιο.

### book 2.2

πρὸς δὲ μόθους θηρῶν κύνας ὥπλισε καρχαρόδοντας

### book 2.3

διογενὴς πρῶτος Λακεδαιμόνιος Πολυδεύκης·

### book 2.20.1

καὶ γὰρ πυγμαχίῃσι λυγροὺς ἐναρίξατο φῶτας

### book 2.20.2

καὶ σκυλάκεσσι θοαῖς βαλίους ἐδαμάσσατο θῆρας.

### book 2.20.3

ἔξοχα δ’ ἐν σταδίοισιν ὀρειοτέροισι μόθοισιν

### book 2.20.4

Οἰνείδης ἤστραψεν ἐνυάλιος Μελέαγρος.

### book 2.20.5

ἄρκυας αὖτε βρόχους τε καὶ ἀγκύλα δίκτυα πρῶτος

### book 2.25.1

Ἱππόλυτος μερόπεσσιν ἐπακτήρεσσιν ἔφηνε.

### book 2.25.2

Σχοινῆος πρώτη δὲ κλυτὴ θυγάτηρ Ἀταλάντη

### book 2.25.3

θηρσὶ φόνον πτερόεντα συηβόλος εὕρετο κούρη.

### book 2.25.4

νυκτερίους δὲ δόλους, νυχίην πανεπίκλοπον ἄγρην,

### book 2.25.5

Ὠρίων πρώτιστος ἐμήσατο κερδαλεόφρων.

### book 2.30.1

τόσσοι μὲν θήρης κρατεροὶ πάρος ἡγεμονῆες.

### book 2.30.2

πολλοὺς δ’ αὖ μετόπισθεν ἔρως ἐδαμάσσατο δριμύς·

### book 2.30.3

οὐ γάρ τις κέντροισι δαμεὶς ἄγρης ἐρατεινῆς

### book 2.30.4

αὖθις ἑκὼν λείψειεν· ἔχει δέ μιν ἄσπετα δεσμά.

### book 2.30.5

οἷος μὲν γλυκὺς ὕπνος ἐπ’ ἄνθεσιν εἴαρος ὥρῃ,

### book 2.35.1

οἵη δ’ αὖτε θέρευς γλυκερὴ σπήλυγγι χαμεύνη,

### book 2.35.2

οἵη δ’ ἐν σκοπέλοισιν ἐπακτήρεσσι πάσασθαι

### book 2.35.3

τερπωλή· πόσση δὲ χάρις κείνοισιν ὀπηδεῖ

### book 2.35.4

δρεπτομένοις αὐτοῖσι μελιχρῆς ἄνθος ὀπώρης·

### book 2.35.5

ψυχρὸν δ’ ἐξ ἄντροιο προχεύμενον ἄργυφον ὕδωρ

### book 2.40.1

οἷον κεκμηῶσι ποτὸν γλυκερόν τε λοετρόν·

### book 2.40.2

οἷα δ’ ἐνὶ ξυλόχοις κεχαρισμένα δῶρα φέρουσιν

### book 2.40.3

ἐν γλυκεροῖς ταλάροισι παρ’ αἰπολίοισι νομῆες.

### book 2.40.4

Ἀλλ’ ἄγε δὴ ταύρων ζηλήμονα πάγχυ γενέθλην

### book 2

πρῶτον ἀείδωμεν καὶ μυρίον ἔξοχα νεῖκος

### book 2.45.1

οἷον ὑπὲρ θαλάμοιο πανάγρια δηρίσαντο.

### book 2.45.2

εἷς βασιλεὺς ἀγέληφι τυραννεύων ὄχ’ ἄριστος

### book 2.45.3

βαιοτέροις ταύροις καὶ θηλυτέρῃσιν ἀνάσσει·

### book 2.45.4

πέφρικεν δ’ ἀγέλη κεραὸν μέγαν ἡγεμονῆα·

### book 2.45.5

αἱ δ’ αὖτε τρομέουσιν ἑὸν πόσιν ἀγριόωντα,

### book 2.1

ὁππότε μυκήσαιτ’, ἄγριοι βόες· ἀλλ’ ὅτ’ ἐπ’ ἄλλῳ

### book 2.2

ταῦρος ἀποκρινθεὶς ἀγέλης, πλατὺν αὐχένα τείνας,

### book 2.3

οἶος ἴῃ, κἀκεῖνος ἄναξ σφετέροισιν ἀνάσσων,

### book 2.4

δὴ τότ’ ἐπ’ ἀμφοτέροισιν ὑπέρβιος ἵστατ’ ἐνυώ.

### book 2.5

πρῶτα μὲν ἀντίπρωρον ἐς ἀλλήλους ὁρόωντες

### book 2.55.1

ἄγρια θυμαίνοντι χόλῳ μέγα παιφάσσουσι

### book 2.55.2

καὶ πυρόεν πνείουσι καὶ ἀμῶνται ποσὶ γαῖαν,

### book 2.55.3

οἷα κονιόμενοι· προκαλίζονται δ’ ἑκάτερθεν,

### book 2.55.4

ὀξέα κεκλήγοντες ἐνυαλίοισιν ἀϋταῖς·

### book 2.55.5

αὐτὰρ ἐπεὶ σάλπιγξαν ἐφ’ ὑσμίνην ἀλεγεινήν,

### book 2.60.1

ἄσχετον ἀΐσσουσιν, ἑοῖσι δ’ ἄφαρ κεράεσσι

### book 2.60.2

πᾶν δέμας ἀλλήλοισιν ἀμοιβαδὶς οὐτάζουσιν.

### book 2.60.3

οἷα δ’ ἐνὶ πτολέμῳ βυθίῳ, ὅτε ναυμάχος Ἄρης

### book 2.60.4

δῆριν ἀείρηται, δοιαὶ πανυπείροχα νῆες,

### book 2.60.5

στράπτουσαι θαμινοῖσιν ἐναντίον ὁπλίτῃσιν,

### book 2.65.1

ἀντίβιον πρώρῃσι μετωπαδὸν ἐγχρίμπτονται,

### book 2.65.2

σπερχόμεναι πνοιῇ τε λάβρῳ παλάμηφι τε ναυτῶν·

### book 2.65.3

ἔντεσι χαλκείοις δὲ περιβρέμεται κτύπος ἀνδρῶν

### book 2.1

νηῶν τ’ ἀγνυμένων· στένεται δ’ ὅλος οἴδματι Νηρεύς·

### book 2.2

τοῖος καὶ ταύροισιν ἐς αἰθέρα δοῦπος ἱκάνει,

### book 2.70.1

θεινόντων ἄμοτον καὶ θεινομένων κεράεσσιν,

### book 2.70.2

εἰσόκε δή τις ἕλῃσι φίλην ἑτεραλκέα νίκην.

### book 2.70.3

αὐτὰρ ὅ γ’ οὔτι φέρει δοῦλον ζυγόν· αἰδόμενος δὲ

### book 2.70.4

καὶ βαρέα στενάχων ἐπὶ δάσκιον ἤλυθεν ὕλην·

### book 2.70.5

οἶος δ’ ἐν σκοπέλοισι περιπλομένων ἐνιαυτῶν

### book 2.75.1

φέρβετ’ ὀρειαύλοισιν ἀποσταδὸν ἐν ξυλόχοισιν,

### book 2.75.2

οἷά τις ἀθλεύων· βριαρὸν δ’ ὅτε κάρτος ἴδηται

### book 2.75.3

καὶ σθένος ἀμφήριστον, ἀνέκραγεν αὐτίκ’ ὄρεσφιν·

### book 2.75.4

αὐτὰρ ὅγ’ ἀντήϋσεν· ἐπεσμαράγησε δὲ δρυμών·

### book 2.75.5

ἀλλ’ ὅτε θαρσήσειε κραταιοτέρῃσιν ἀϋταῖς,

### book 2.80.1

δή ῥα τότ’ ἐξ ὀρέων ἐπὶ δήϊον εὐθὺς ἱκάνει,

### book 2.80.2

ῥεῖα δ’ ἕλεν· φορβαῖς γὰρ ἑὸν δέμας ἐξήσκησε

### book 2.80.3

τηλόθ’ ἐνὶ δρυμοῖσι σθενοβλαβέος Κυθερείης.

### book 2.80.4

Εἴδεα πολλὰ πέλει δὲ καὶ ἤθεα μυρία ταύροις.

### book 2.80.5

Αἰγύπτου μὲν ἔασι παρ’ ὄχθαις ἀγλαοκάρποις

### book 2.85

Νείλου πυροφόροιο πολυσχιδέος ποταμοῖο

### book 2.1

χιόνεοι χροιήν, μέγεθος πάντων ὄχ’ ἄριστοι·

### book 2.2

φαίης κεν κατὰ γαῖαν ἴμεν βαθυτέρμονα νῆα

### book 2.3

ἤπια δὲ φρονέουσι καὶ ἠθάλεοι μερόπεσσιν,

### book 2.4

ὅττι βροτοὶ δ’ ἐνέπουσιν, ἐνηέες ἐξανέχονται.

### book 2.90.1

Οἱ Φρύγιοι χροιὴν μὲν ἀριπρεπέες τελέθουσι,

### book 2.90.2

ξανθοί τε φλογεροί τε· βαθεῖαι δ’ αὐχένι σάρκες·

### book 2.90.3

σφαιρωτὸς δ’ ἐφύπερθε μετήορος ὕψι κόρυμβος.

### book 2.90.4

ξείνη δ’ ἐν κεράεσσι φύσις κείνοισι τέτυκται·

### book 2.90.5

οὐ γάρ τοι κρατερῇσιν ὑπὲρ κεφαλῆφι πέπηγε,

### book 2.95.1

κλίνουσιν δὲ κέρατα καὶ ἀγκλίνους’ ἑκάτερθε.

### book 2.95.2

Μώνυχες Ἀόνιοι, στικτὸν γένος, οἰοκέρωτες,

### book 2.95.3

ἔκ τε μέσου κέρας αἰνὸν ἐπαντέλλουσι μετώπου.

### book 2.95.4

Ἀρμενίοις δίδυμον μὲν ἀτὰρ κέρας εἱλικόμορφον

### book 2.95.5

αἰχμῇσιν, μέγα πῆμα, παλίστροφον ἠέρτηται.

### book 2.1

Οἱ Σύριοι ταῦροι δέ, Χεροννήσοιο γένεθλα,

### book 2.2

αἰπεινὴν τοὶ Πέλλαν ἐΰκτιτον ἀμφινέμονται,

### book 2.3

αἴθωνες, κρατεροί, μεγαλήτορες, εὐρυμέτωποι,

### book 2.4

ἄγραυλοι, σθεναροί, κερααλκέες, ἀγριόθυμοι,

### book 2.5

μυκηταί, βλοσυροί, ζηλήμονες, εὐρυγένειοι·

### book 2.105.1

ἀλλ’ οὐ πιαλέοι δέμας ἀμφιλαφὲς βαρύθουσιν,

### book 2.105.2

οὐδὲ πάλιν λιπόσαρκοι ἑὸν δέμας ἀδρανέουσιν·

### book 2.105.3

ὧδε θεῶν κλυτὰ δῶρα κερασσάμενοι φορέουσιν,

### book 2.105.4

ἀμφότερον κραιπνοί τε θέειν σθεναροί τε μάχεσθαι·

### book 2

κεῖνοι, τοὺς φάτις ἔσκε Διὸς γόνον Ἡρακλῆα

### book 2.110.1

καρτερὸν ἀθλεύοντ’ ἀγέμεν πάρος ἐξ Ἐρυθείης,

### book 2.110.2

ὁππότ’ ἐπ’ Ὠκεανῷ δηρίσατο Γηρυονῆϊ

### book 2.110.3

καὶ κτάνεν ἐν σκοπιῇσιν· ἐπεὶ πόνον ἄλλον ἔμελλεν

### book 2.110.4

οὐχ Ἥρῃ τελέειν οὐδ’ Εὐρυσθῆος ἐνιπαῖς,

### book 2.110.5

Ἀρχίππῳ δ’ ἑτάρῳ, Πέλλης ἡγήτορι δίης.

### book 2.115.1

ἦ γάρ τοι προπάροιθε παραὶ πόδας Ἐμβλωνοῖο

### book 2.115.2

πᾶν πεδίον πελάγιζεν· ἐπεὶ πολὺς αἰὲν Ὀρόντης

### book 2.115.3

ἵετ’ ἐπειγόμενος, χαροποῦ δ’ ἐπελήθετο πόντου,

### book 2.115.4

δαιόμενος Νύμφης κυανώπιδος Ὠκεανίνης·

### book 2.115.5

δήθυνεν δὲ πάγοισι, κάλυπτε δ’ ἐρίσπορον αἶαν

### book 2.120.1

οὔτι θέλων προλιπεῖν δυσέρωτα πόθον Μελιβοίης.

### book 2.120.2

οὔρεσί τ’ ἀμφοτέρωθε περίδρομος ἐστεφάνωτο

### book 2.120.3

τειναμένοις ἑκάτερθεν ἐπ’ ἀλλήλοισι κάρηνα·

### book 2.120.4

ἤϊεν ἀντολίηθε Διόκλειον δέμας αἰπύ,

### book 2.120.5

ἐκ δ’ ἄρα δυσμάων λαιὸν κέρας Ἐμβλωνοῖο,

### book 2.125.1

αὐτὸς δ’ ἐν μεσάτοισιν ἐπαιγίζων πεδίοισιν,

### book 2.125.2

αἰὲν ἀεξόμενος καὶ τείχεος ἐγγὺς ὁδεύων,

### book 2.125.3

χέρσον ὁμοῦ καὶ νῆσον, ἐμὴν πόλιν, ὕδασι χεύων.

### book 2.1

τοὔνεκεν αὐτίκ’ ἔμελλε Διὸς γόνος ἀμφοτέροισι

### book 2.2

νάματα μετρήσειν ῥοπάλῳ καὶ χερσὶ κραταιαῖς,

### book 2.130.1

ὕδατα δ’ ἐκ πεδίοιο διακριδὸν ἰθύνεσθαι

### book 2.130.2

εὐπλοκάμου λίμνης ἠδ’ εὐτροχάλου ποταμοῖο.

### book 2.130.3

ἔρξε δὲ πουλὺν ἄεθλον, ἐπεὶ στεφάνην διέκερσεν

### book 2.130.4

ἀμφιβόλων ὀρέων, λῦσεν δ’ ἄπο λάϊνα δεσμά,

### book 2.130.5

καὶ ποταμὸν προέηκεν ἐρευγόμενον προμολῇσιν,

### book 2.135.1

ἄσχετα κυμαίνοντα καὶ ἄγρια μορμύροντα,

### book 2.135.2

ἴθυνεν δ’ ἐπὶ θῖνας· ὁ δ’ ἔβραχεν ἠπύτα πόντος

### book 2.135.3

καὶ Συρίου κονάβησε μέγαν δέμας αἰγιαλοῖο.

### book 2.135.4

οὐ τοίω γ’ ἑκάτερθε πολυσμαράγοιο θαλάσσης

### book 2.135.5

ἀντιπόρω ποταμὼ καταβαίνετον ὕδατι λάβρῳ·

### book 2.140.1

ἔνθεν μὲν Βορέαο τεμὼν ἀργῆτα χαλινὰ

### book 2.140.2

ἂν Σκυθίην Ἴστρος λέλακεν μέγα πάντοθε πάντῃ,

### book 2.140.3

συρόμενος κρημνοῖσι καὶ ὑδατοπλήγεσιν ἄκραις·

### book 2.140.4

τῇ δ’ αὖτ’ ἐκ Λιβύης ἱερὸν ῥόον Αἰγύπτοιο

### book 2.140.5

ἀμφί ἑ ῥηγνύμενον τρομέει ταναηχέτα πόντος.

### book 2.145.1

ὣς ποταμὸς κελάρυζε μέγας περὶ θῖνας Ὀρόντης

### book 2.145.2

σμερδαλέον μύκημα· πελώρια δ’ ἴαχον ἀκταὶ

### book 2.145.3

δεχνύμεναι κόλποισι νεήλυδος οἶδμα θαλάσσης·

### book 2.145.4

γαῖα δ’ ἀνέπνευσεν μελανόχροος, οὐθατόεσσα,

### book 2.145.5

κύματος ἐξαναδῦσα, νέον πέδον Ἡρακλῆος.

### book 2.1

πάντῃ δ’ εἰσέτι νῦν σταχυηκομέουσιν ἄρουραι,

### book 2.2

πάντῃ δ’ ἔργα βοῶν θαλερὰς βέβριθεν ἀλωὰς

### book 2.3

Μεμνόνιον περὶ νηόν, ὅθ’ Ἀσσύριοι ναετῆρες

### book 2.4

Μέμνονα κωκύουσι, κλυτὸν γόνον Ἠριγενείης,

### book 2.5

ὅν ποτε Πριαμίδῃσιν ἀμυνέμεναι πελάσαντα

### book 2.155.1

θαρσαλέος πόσις ὦκα δαμάσσατο Δηϊδαμείης.

### book 2.155.2

ἀλλὰ τὰ μὲν κατὰ κόσμον ἀείσομεν εὐρέα κάλλη

### book 2.155.3

πάτρης ἡμετέρης ἐρατῇ Πιμπληΐδι μολπῇ·

### book 2.155.4

νῦν δὲ παλίντροπος εἶμι κλυτὴν θήρειον ἀοιδήν.

### book 2.155.5

Ἔστιν ἀμαιμάκετον φονίοις ταύροισι γένεθλον,

### book 2.160.1

τοὺς καλέουσι Βίσωνας· ἐπεὶ πάτρης τελέθουσι

### book 2.160.2

Βιστονίδος Θρῄκης· ἀτὰρ ἔλλαχον εἴδεα τοῖα·

### book 2.160.3

φρικαλέην χαίτην μὲν ἐπωμαδὸν αἰθύσσουσιν

### book 2.160.4

αὐχέσι πιαλέοισι καὶ ἀμφ’ ἀταλοῖσι γενείοις·

### book 2.160.5

οἷά τε λαχνήεντες ἀριπρεπὲς εἶδος ἔχουσι

### book 2.165.1

ξανθοκόμαι, βλοσυροί, θηρῶν μεδέοντε λέοντες·

### book 2.165.2

ὀξεῖαι κεράων δὲ πυριγλώχινες ἀκωκαὶ

### book 2.165.3

χαλκείοις γναμπτοῖσιν ἐπείκελοι ἀγκίστροισιν·

### book 2.165.4

ἀλλ’, οὐχ ὡς ἑτέροισιν, ἐναντίον ἀλλήλοισι

### book 2.165.5

νεύουσι στυγερῶν κεράων ἐπικάρσιον αἰχμαί,

### book 2.170.1

ὕπτια δ’ εἰσορόωντα πρὸς αἰθέρα φοίνια κέντρα.

### book 2.170.2

τοὔνεκεν, ὁππότε δή τιν’ ἐπιχρίμψωσι κιχόντες

### book 2.170.3

ἢ βροτὸν ἤ τινα θῆρα, μετήορον ἀείρουσι.

### book 2.170.4

γλῶσσα δὲ τοῖς στεινὴ μὲν ἀτὰρ τρηχεῖα μάλιστα,

### book 2.170.5

οἷα σιδηροβόροιο πέλει τέχνασμα σιδήρου·

### book 2.175

γλώσσῃ δ’ αἱμάσσοντες ἀπὸ χρόα λιχμάζουσι.

### book 2.1

Ναὶ μὴν ὠκυπόδων ἐλάφων γένος ἔτραφεν αἶα

### book 2.2

εὐκέραον, μεγαλωπόν, ἀριπρεπές, αἰολόνωτον,

### book 2.3

στικτόν, ἀρίζηλον, ποταμηπόρον, ὑψικάρηνον,

### book 2.4

πιαλέον νώτοις καὶ λεπταλέον κώλοισιν·

### book 2.180.1

οὐτιδανὴ δειρὴ καὶ βαιοτάτη πάλιν οὐρή·

### book 2.180.2

τετράδυμοι ῥῖνες, πίσυρες πνοιῇσι δίαυλοι·

### book 2.180.3

ἀβληχρὴ κραδίη καὶ θυμὸς ἔσωθεν ἄναλκις,

### book 2.180.4

καὶ κωφαὶ κεράων αἰχμαὶ τόσον ἀντέλλουσιν·

### book 2.180.5

οὔ ποτε γὰρ κεφαλῆφιν ἐναντία δηρίσαιντο,

### book 2.185

οὐ θηρσὶ κρατεροῖς, οὐκ ἀργαλέοισι κύνεσσιν,

### book 2.1

οὐδ’ αὐτοῖς δειλοῖς λασιοκνήμοισι λαγωοῖς.

### book 2.2

Τρηχὺς δ’ αὖτ’ ἐλάφοισιν ἔρως πολλή τ’ Ἀφροδίτη

### book 2.3

καὶ θυμὸς ποτὶ λέκτρον ἀναιθόμενος πρόπαν ἦμαρ,

### book 2.4

οἷον ἀειθούροισιν ἀλεκτρυόνεσσι μαχηταῖς

### book 2.190.1

πᾶσίν τ’ ἀνθοκόμοις πτεροείμοσιν οἰωνοῖσι.

### book 2.190.2

κεύθουσιν λαγόνεσσι δ’ ὑπ’ αὐτὴν ἔνδοθι νηδὺν

### book 2.190.3

ἀμφιδύμους ὁλκούς· τοὺς εἴ κέ τις ἀμήσειεν,

### book 2.190.4

αὐτίκα θῆλυν ἔθηκε, πρόπαν δ’ ἀπέρευσε καρήνων

### book 2.190.5

ὀξύκομον κεράων πολυδαίδαλον αἰόλον ἔρνος.

### book 2.195.1

οὐ μὲν ἄρ’ εἰς εὐνὴν γάμιος νόμος οἷά τε θηρσὶ

### book 2.195.2

τοῖς ἄλλοις, ξεῖνοι δὲ πόθοι κείνοισι μέλονται·

### book 2.195.3

οὔτε γὰρ ἑσταότες παρὰ τέμπεσιν ἀγρονόμοισιν,

### book 2.195.4

οὔτ’ ἄρα κεκλιμένοι χθαμαλοῖσιν ἐπ’ ἄνθεσι ποίης

### book 2.195.5

θηλυτέραις ἐλάφοισιν ὁμιλαδὸν εὐνάζονται,

### book 2.1

ἀλλὰ ποσὶ κραιπνοῖσι θέων ἐκίχανε θέουσαν·

### book 2.2

φεύγουσαν μάρπτει δὲ καὶ ἀγκὰς ἔχει παράκοιτιν·

### book 2.3

ἀλλ’ οὐδ’ ὣς παρέπεισε· φέρουσα πόσιν δ’ ἐπὶ νώτου

### book 2.4

ἐμμενέως φεύγει, παναμείλιχον ἦτορ ἔχουσα·

### book 2.5

αὐτὰρ ὅ γ’ ἑσπόμενος δισσοῖς λαιψηρὰ πόδεσσιν

### book 2.205

οὐ μεθίησι πόθον, γαμίους δ’ ἐτελέσσατο θεσμούς.

### book 2.1

ἀλλ’ ὅτε δὴ μετόπισθε περιπλομένῃσι σελήναις

### book 2.2

θηλυτέρη τίκτει, τρίβον ἀνθρώπων ἀλεείνει,

### book 2.3

οὕνεκεν ἀτραπιτοὶ μερόπων θήρεσσι βέβηλοι.

### book 2.4

Ἔξοχα δ’ ἐν θήρεσσιν ἐπ’ ἀγλαΐῃ κομόωσιν

### book 2.210.1

ἄρσενες εὐκέραοι, πολυδαίδαλον ἔρνος ἔχοντες·

### book 2.210.2

ἦ γὰρ ἐϋσχιδέων κεράων ὥρησι πεσόντων,

### book 2.210.3

βόθρον μὲν κατὰ γαῖαν ὀρυξάμενοι κατέθαψαν,

### book 2.210.4

ὄφρα κε μή τις ἕλῃσιν ἐπ’ αὔλακος ἀντιβολήσας·

### book 2.210.5

κεύθονται δ’ αὐτοὶ πυμάτοις λασίοισί τε θάμνοις,

### book 2.215.1

αἰδόμενοι θήρεσσι καρήατα τοῖα φανῆναι,

### book 2.215.2

γυμνά, τά τοι προπάροιθε μετήορον ἀείροντο.

### book 2.215.3

Ἀμφίβιοι δ’ ἔλαφοι· καὶ γὰρ τραφερὴν πατέουσι

### book 2.215.4

καὶ πόντον περόωσιν, ὁμόστολον ἀλλήλοισι

### book 2.215.5

ναυτιλίην πλώοντες, ὅτ’ ἐξανύουσι θάλασσαν·

### book 2.220

πρόσθε μὲν εἷς ἐλάφοισιν ἐπὶ στίχας ἡγεμονεύει,

### book 2.1

οἷα κυβερνητὴρ μεθέπων οἰήϊα νηός·

### book 2.2

τῷ δ’ ἕτερος κατὰ νῶτον ἐρειδόμενος μετόπισθε

### book 2.3

δειρὴν ἠδὲ κάρηνον ὁμαρτεῖ ποντοπορεύων·

### book 2.4

ἄλλος δ’ ἄλλον ἔπειτα φέρων τέμνουσι θάλασσαν.

### book 2.225.1

ἀλλ’ ὅτε νηχόμενον κάματος πρώτιστον ἕλῃσι,

### book 2.225.2

στοῖχον ὁ μὲν προλιπὼν ἔμολεν ποτὶ τέρμα φάλαγγος,

### book 2.225.3

παύσατο δ’ ἀγκλινθεὶς ἑτέρῳ βαιὸν καμάτοιο·

### book 2.225.4

ἄλλος δ’ αὖτ’ οἴηκας ἔχων ἐπὶ πόντον ὁδεύει·

### book 2.225.5

πάντες δὲ πλώοντες, ἀμοιβαδὶς ἡγεμονῆες,

### book 2.230.1

ποσσὶ μὲν οἷα πλάταισιν ἐρέσσουσιν μέλαν ὕδωρ,

### book 2.230.2

ὕψι δ’ ἀνίσχονται κεράων πολυήρατον εἶδος,

### book 2.230.3

οἷά τε λαίφεα νηὸς ἐπιτρέψαντες ἀήταις.

### book 2.230.4

Ἔχθος δ’ ἀλλήλοισιν ἀνάρσιον αἰὲν ἔχουσι

### book 2.230.5

πᾶν ὀφίων ἐλάφων τε γένος, πάντῃ δ’ ἐρεείνει

### book 2.235.1

οὔρεος ἐν βήσσῃς ἔλαφος θρασὺν ἑρπηστῆρα.

### book 2.235.2

ἀλλ’ ὅτ’ ἴδῃ στροφάλιγξιν ὑφαινόμενον δολιχῇσιν

### book 2.235.3

ἴχνος ὀφιόνεον, μέγα καγχαλόων ἀφικάνει

### book 2.235.4

ἆσσον φωλειοῦ, ῥῖνας δ’ ἐπεθήκατο χειῇ,

### book 2.235.5

πνοιῇσι λάβρῃσιν ἐφελκόμενος ποτὶ δῆριν

### book 2.240.1

ἑρπετὸν οὐλόμενον· τὸν δ’ οὐκ ἐθέλοντα μάχεσθαι

### book 2.240.2

ἆσθμα βιησάμενον μυχάτης ἐξείρυσεν εὐνῆς·

### book 2.240.3

αἶψα γὰρ εἴσιδεν ἐχθρόν, ἐς αἰθέρα θ’ ὑψός’ ἀείρει

### book 2.240.4

λευγαλέην δειρήν· λευκοὺς δ’ ὑπέσηρεν ὀδόντας,

### book 2.240.5

ὀξέα πεφρίκοντας· ἐπικροτέει δὲ γένειον

### book 2.245.1

πυκνοῖς φυσιόων συρίγμασιν ἰοφόρος θήρ.

### book 2.245.2

αὐτίκα δ’ αὖτ’ ἔλαφος, καὶ μειδιόωντι ἐοικώς,

### book 2.245.3

δαιτρεύει στομάτεσσιν ἐτώσια δηριόωντα,

### book 2.245.4

καί μιν ἑλισσόμενον περὶ γούνασιν ἀμφί τε δειρὴν

### book 2.245.5

ἐμμενέως δάπτει· κατὰ δὲ χθονὶ πολλὰ κέχυνται

### book 2.1

λείψανα παιφάσσοντα καὶ ἀσπαίροντα φόνοισι.

### book 2.2

καί κε τάχ’ οἰκτείρειας ἀπηνέα περ μάλ’ ἐόντα

### book 2.3

ὠμηστῆρα ῥιφέντα πολυτμήτοισι φόνοισι.

### book 2.4

Ἱπποβότου Λιβύης δ’ ἐπὶ τέρμασι πουλὺς ἀλᾶται

### book 2.5

ἄσπετος οὐλόμενος στρατὸς αἰόλος ἑρπηστήρων·

### book 2.255.1

ἀλλ’ ὅτε δὴ κλινθεὶς ἔλαφος ψαμαθώδεσιν ἄκραις

### book 2.255.2

οἶος ἔῃ, τῷδ’ αὐτίκ’ ἐπέσσυτο πάντοθεν ἐχθρὸς

### book 2.255.3

ἑσμὸς ἀπειρεσίων ὀφίων στυγεραί τε φάλαγγες

### book 2.255.4

ἰοτόκοι· ῥινῷ δὲ πικροὺς ἐνέρεισαν ὀδόντας,

### book 2.255.5

ἅψεα πάντ’ ἐλάφοιο περισταδὸν ἀμφιχυθέντες·

### book 2.260.1

οἱ μὲν γάρ τ’, ἐφύπερθεν ἐπιστρέψαντε κάρηνον,

### book 2.260.2

ὀφρύας ἠδὲ μέτωπον ἐνιπρίουσι γένυσσιν,

### book 2.260.3

οἱ δ’ ἄρα λεπταλέην δειρὴν καὶ στέρνον ἔνερθε

### book 2.260.4

καὶ λαγόνας νηδύν τε διὰ στόμα δαιτρεύουσιν,

### book 2.260.5

ἄλλοι δ’ αὖθ’ ἑκάτερθε περὶ πλευρῇσιν ἔχονται,

### book 2.265.1

μηροὺς δ’ αὖθ’ ἕτεροι καὶ νῶτον ὕπερθε νέμονται,

### book 2.265.2

ἄλλος δ’ ἄλλοθεν ἐχθρὰ πεπαρμένος ᾐώρηται.

### book 2.265.3

αὐτὰρ ὁ παντοίῃσι περιπληθὴς ὀδύνῃσι

### book 2.265.4

πρῶτα μὲν ἐκφυγέειν ἐθέλει κραιπνοῖσι πόδεσσιν,

### book 2.265.5

ἀλλ’ οὐ κάρτος ἔχει· τοῖός μιν ἀθέσφατος ὄχλος

### book 2.270.1

αἰόλος ἀμφιέπει δυσπαίπαλος ἑρπηστήρων.

### book 2.270.2

δὴ τότε δὴ βαρύθων ἔστη κρατερῆς ὑπ’ ἀνάγκης,

### book 2.270.3

δάπτει δὲ στομάτεσσιν ἀπείριτα δήϊα φῦλα

### book 2.270.4

βεβρυχὼς ὀδύνῃσιν· ἐπιστροφάδην δ’ ἑκάτερθεν

### book 2.270.5

οὐδὲν ἀλευόμενον γένος ἑρπετόεν κεραΐζει.

### book 2.275.1

κεῖνοι δ’ οὐ μεθιᾶσι, διολλύμενοι δὲ μένουσιν,

### book 2.275.2

ἄτροπον ἦτορ ἔχοντες ἀναιδείῃσι νόοιο·

### book 2.275.3

καὶ τοὺς μὲν γενύεσσι διέσχισε, τοὺς δὲ πόδεσσι

### book 2.1

καὶ χηλῇσιν ὄλεσσε, ῥέει δ’ ἐπὶ γαῖαν ἀτέρμων

### book 2.2

ἰχὼρ αἱματόεις ὀφίων ἄπο· γυῖα δὲ θηρῶν

### book 2.280.1

ἅψεά θ’ ἡμίβρωτα κατὰ χθονὸς ἀσπαίρουσιν·

### book 2.280.2

ἄλλα δ’ ἐνὶ πλευρῇς θλίβει πάλιν ἡμιδάϊκτα·

### book 2.280.3

καὶ φθίμενοι γὰρ ἔχουσιν ἔτι κρατεροῖσιν ὀδοῦσι,

### book 2.280.4

ῥινῷ δ’ ἐμπεφυῶτα καρήατα μοῦνα μέμυκεν.

### book 2.280.5

αὐτὰρ ὁ γινώσκων θεόθεν τόπερ ἔλλαχε δῶρον,

### book 2.285.1

πάντῃ μαστεύει δνοφερὸν ποταμοῖο ῥέεθρον·

### book 2.285.2

κεῖθεν καρκινάδας δὲ φίλαις γενύεσσι δαμάσσας

### book 2.285.3

φάρμακον αὐτοδίδακτον ἔχει πολυπήμονος ἄτης·

### book 2.285.4

αἶψα δὲ πικράων μὲν ἐπὶ χθόνα λείψανα θηρῶν

### book 2.285.5

ἐξέπεσεν ῥινοῖο παραὶ πόδας αὐτοκύλιστα,

### book 2.290.1

ὠτειλαὶ δ’ ἑκάτερθεν ἐπιμύουσιν ὀδόντων.

### book 2.290.2

Ζώει δ’ αὖτ’ ἔλαφος δηρὸν χρόνον· ἀτρεκέως δὲ

### book 2.290.3

ἀνθρώπων γενεή μιν ἐφήμισε τετρακόρωνον.

### book 2.290.4

Ἄλλους δ’ αὖ καλέουσι βροτοὶ πάλιν εὐρυκέρωτας·

### book 2.290.5

πάντ’ ἔλαφοι τελέθουσι, φύσιν κεράων δ’ ἐφύπερθεν,

### book 2.295.1

οἵην τοὔνομα θηρσὶ κατηγορέει, φορέουσι.

### book 2.295.2

Τοὺς δ’ ἄρα κικλήσκουσιν ἐνὶ ξυλόχοισιν ἰόρκους·

### book 2.295.3

κἀκείνοις ἐλάφοιο δέμας, ῥινὸν δ’ ἐπὶ νώτῳ

### book 2.295.4

στικτὸν ἅπαντα φέρουσι παναίολον, οἷά τε θηρῶν

### book 2.295.5

πορδαλίων σφραγῖδες ἐπὶ χροῒ μαρμαίρουσι.

### book 2.1

Βούβαλος αὖτε πέλει μείων δέμας εὐρυκέρωτος,

### book 2.2

μείων εὐρυκέρωτος, ἀτὰρ δόρκου μέγ’ ἀρείων·

### book 2.3

ὄμμασιν αἰγλήεις, ἐρατὸς χρόα, φαιδρὸς ἰδέσθαι·

### book 2.4

καὶ κεράων ὀρθαὶ μὲν ἀπὸ κρατὸς πεφύασιν

### book 2.5

ἀκρέμονες προτενεῖς, ὑψοῦ δ’ αὖθις ποτὶ νῶτον

### book 2.305.1

ἄψορρον νεύουσι παλιγνάμπτοισιν ἀκωκαῖς.

### book 2.305.2

ἔξοχα δ’ αὖ τόδε φῦλον ἑὸν δόμον ἀμφαγαπάζει

### book 2.305.3

ἠθαλέας τ’ εὐνὰς φίλιόν τε νάπεσσι μέλαθρον·

### book 2.305.4

εἰ δέ τέ μιν στρεπτῇσι πεδήσαντες βροχίδεσσιν

### book 2.305.5

ἀγρευτῆρες ἄγοιεν ἐπ’ ἄλλους αὐτίκα χώρους,

### book 2.310.1

τηλόθι δ’ ἐν βήσσῃσιν ἐλεύθερον αὖθι λίποιεν,

### book 2.310.2

ῥεῖα ποτὶ γλυκερὸν δόμον ἤλυθεν, ᾗχι ναίεσκεν,

### book 2.310.3

οὐδ’ ἔτλη ξεῖνός τις ἐπ’ ἀλλοδαποῖσιν ἀλᾶσθαι.

### book 2.310.4

οὐκ ἄρα τοι μούνοισι φίλη πάτρη μερόπεσσι,

### book 2.310.5

καὶ βαλίων δὲ πόθος τις ἐνέστακται φρεσὶ θηρῶν.

### book 2.315

Ναὶ μὴν ὠκυτάτων δόρκων ἀρίδηλα γένεθλα

### book 2.1

μορφήν τ’ ἴδμεν ἅπαντες ὁμῶς μέγεθός τε καὶ ἀλκήν.

### book 2.2

πέρδικες θοῦροι δὲ πυρώπεες, αἰολόδειροι,

### book 2.3

δόρκοισιν φιλίην παρὰ τέμπεσιν ἐσπείσαντο,

### book 2.4

ἠθαλέοι τε πέλουσι καὶ ἀλλήλοισιν ὅμαυλοι,

### book 2.320.1

εὐνάς τ’ ἐγγὺς ἔχουσι, καὶ οὐκ ἀπάνευθε νέμονται.

### book 2.320.2

ἦ μάλα δὴ μετόπισθεν ἑταιρείης τάχα πικρῆς

### book 2.320.3

καὶ φιλίης ἀπέλαυσαν ἀμειδέος, ὁππότε φῶτες

### book 2.320.4

κερδαλέοι δειλοῖσιν ἐπίφρονα μητίσαιντο,

### book 2.320.5

πέρδικας δόρκοισι φίλοις ἀπατήλια θέντες,

### book 2.325.1

ἔμπαλι δ’ αὖ δόρκους ἑτάροις ἴσα περδίκεσσιν.

### book 2.325.2

Αἰγῶν δ’ αὖτε πέλει προβάτων τε πανάγρια φῦλα

### book 2.325.3

οὐ πολλὸν τούτων ὀΐων λασίων τε χιμαιρῶν

### book 2.325.4

μείζονες, ἀλλὰ θέειν κραιπνοὶ σθεναροί τε μάχεσθαι,

### book 2.325.5

στρεπτοῖσιν κεφαλῆφι κορυσσόμενοι κεράεσσι.

### book 2.330.1

κάρτος δ’ αὖτ’ ὀΐεσσιν ἐν ἀργαλέοισι μετώποις·

### book 2.330.2

πολλάκι δ’ ὁρμηθέντες ἐνὶ ξυλόχοισιν ἔθηκαν

### book 2.330.3

καὶ σύας αἰθυκτῆρας ἐπὶ χθονὸς ἀσπαίροντας.

### book 2.330.4

ἔστι δ’ ὅτ’ ἀλλήλοισιν ἐναντίον ἀΐξαντες

### book 2.330.5

μάρνανται· κρατερὸς δὲ πρὸς αἰθέρα δοῦπος ἱκάνει·

### book 2.335.1

οὐδέ τ’ ἀλεύασθαι θέμις ἔπλετο δήϊον αὐτοῖς,

### book 2.335.2

νίκην δ’ ἀλλήλοις φορέειν ἀτίνακτος ἀνάγκη

### book 2.335.3

ἠὲ νέκυν κεῖσθαι· τοῖον σφίσι νεῖκος ὄρωρεν.

### book 2.335.4

Αἰγάγροις δέ τίς ἐστι δι’ αὐτῶν αὐλὸς ὀδόντων

### book 2

λεπταλέος πνοιῆς, κεράων μέσον, ἔνθεν ἔπειτα

### book 2.340.1

αὐτὴν ἐς κραδίην καὶ πνεύμονας εὐθὺς ἱκάνει·

### book 2.340.2

εἰ δέ τις αἰγάγρου κηρὸν κέρασιν περιχεύοι,

### book 2.340.3

ζωῆς ἐξέκλεισεν ὁδοὺς πνοιῆς τε διαύλους.

### book 2.340.4

Ἔξοχα δ’ αὖ μήτηρ ἀταλοὺς ἔτι νηπιάχοντας

### book 2.340.5

οὓς παῖδας κομέει· γήρᾳ δ’ ἔνι μητέρα παῖδες.

### book 2.345.1

ὡς δὲ βροτοὶ γενέτην πεπεδημένον ἀργαλέοισι

### book 2.345.2

γήραος ἐν δεσμοῖσι, πόδας βαρύν, ἅψεα ῥικνόν,

### book 2.345.3

ἀβληχρὸν παλάμας, τρομερὸν δέμας, ὄψιν ἀμαυρόν,

### book 2.345.4

ἀμφαγαπαζόμενοι περὶ δὴ περὶ πάμπαν ἔχουσι,

### book 2.345.5

τινύμενοι κομιδὴν παιδοτροφίης ἀλεγεινῆς·

### book 2.1

ὣς αἰγῶν κοῦροι φιλίους κομέουσι τοκῆας

### book 2.2

γηραλέους, ὅτε δεσμὰ πολύστονα γυῖα πεδήσῃ·

### book 2.3

βρώμην μέν τ’ ὀρέγουσιν ἐΰδροσον ἀνθεμόεσσαν,

### book 2.4

δρεψάμενοι στομάτεσσι· ποτὸν δ’ ἄρα χείλεσιν ἄκροις

### book 2.5

ἐκ ποταμοῦ φορέουσιν ἀφυσσάμενοι μέλαν ὕδωρ·

### book 2.355.1

γλώσσῃ δ’ ἀμφιέποντες ὅλον χρόα φαιδρύνουσιν.

### book 2.355.2

εἰ δέ νύ τοι βροχίδεσσι μόνην γενέτειραν ἀείραις,

### book 2.355.3

αὐτίκα καὶ παλάμηφιν ἕλοις νεοθηλέας ἀμνούς·

### book 2.355.4

τὴν μὲν γὰρ δοκέοις παῖδας μύθοισι δίεσθαι,

### book 2.355.5

λισσομένην τοίοισιν ἀπόπροθι μηκηθμοῖσι·

### book 2.360.1

φεύγετέ μοι, φίλα τέκνα, δυσαντέας ἀγρευτῆρας,

### book 2.360.2

μή με λυγρὴν δμηθέντες ἀμήτορα μητέρα θῆτε.

### book 2.360.3

τοῖα φάμεν δοκέοις· τοὺς δ’ ἑσταότας προπάροιθε

### book 2.360.4

πρῶτα μὲν ἀείδειν στονόεν μέλος ἀμφὶ τεκούσῃ,

### book 2.360.5

αὐτὰρ ἔπειτ’ ἐνέπειν φαίης μεροπήϊον ἠχήν,

### book 2.365.1

ῥηξαμένους βληχήν, στομάτων τ’ ἄπο τοῖον ἀϋτεῖν,

### book 2.365.2

φθεγγομένοις ἰκέλους καὶ λισσομένοισιν ὁμοίους·

### book 2.365.3

πρός σε Διὸς λιτόμεσθα, πρὸς αὐτῆς Ἰοχεαίρης,

### book 2.1

λύσεο μητέρα μοι φιλίην, τὰ δ’ ἄποινα δέδεξο,

### book 2.2

ὅσσα φέρειν δυνάμεσθα λυγροὶ περὶ μητέρι δειλῇ,

### book 2.370.1

ἡμέας αἰνομόρους· γνάμψον τεὸν ἄγριον ἦτορ

### book 2.370.2

αἰδόμενος μακάρων τε θέμιν γενέταό τε γῆρας,

### book 2.370.3

εἴ ῥά νύ τοι γενέτης λιπαρὸν κατὰ δῶμα λέλειπται.

### book 2.370.4

τοῖά τις ἂν δόξειε λιταζομένους ἀγορεύειν.

### book 2.370.5

ἀλλ’ ὅτε τευ κραδίην παναμείλιχον ἀθρήσωσιν,

### book 2.375.1

αἰδὼς ὦ πόσση, πόσσος πόθος ἐστὶ τοκήων,

### book 2.375.2

αὐτόδετοι βαίνουσι καὶ αὐτόμολοι περόωσι.

### book 2.375.3

Εἰσὶ δ’ ὄϊς ξανθοὶ πυμάτης ἐνὶ τέρμασι Κρήτης,

### book 2.375.4

ἐν χθαμαλῇ γαίῃ Γορτυνίδι, τετρακέρωτες·

### book 2.375.5

λάχνη πορφυρόεσσα δ’ ἐπὶ χροὸς ἐστεφάνωται

### book 2.380.1

πολλή τ’ οὐκ ἁπαλή τε· τάχ’ αἰγὸς ἂν ἀντιφερίζοι

### book 2.380.2

τρηχυτάτῃ χαίτῃ δυσπαίπαλος, οὐκ ὀΐεσσι.

### book 2.380.3

Τοίην που καὶ σοῦβος ἔχει ξανθωπὸν ἰδέσθαι

### book 2.380.4

χροιὴν μαρμαίρων, ἀτὰρ οὐκ ἔτι λαχνήεσσαν,

### book 2.380.5

οὐδὲ πάλιν πισύρεσσιν ἀρηραμένην κεράεσσιν,

### book 2.385.1

ἀλλὰ δυσὶ κρατεροῖς ὑπὲρ εὐρυτάτοιο μετώπου.

### book 2.385.2

ἀμφίβιος καὶ σοῦβος, ἐπεὶ κἀκεῖνος ὁδεύει·

### book 2.385.3

ὁππότε γὰρ ποτὶ βυσσὸν ἴῃ θοὰ κύματα τέμνων,

### book 2.385.4

δὴ τότε πουλὺς ὅμιλος ὁμαρτῇ ποντοπορεύων

### book 2.385.5

ἰχθυόεις ἕπεται, κατὰ δ’ ἅψεα λιχμάζονται,

### book 2.390

τερπόμενοι κερόεντι φίλῳ, τερενόχροϊ σούβῳ.

### book 2.1

ἔξοχα δ’ αὖ φάγροι τε καὶ οὐτιδανοὶ μελάνουροι

### book 2.2

καὶ ῥαφίδες τρίγλαι τε καὶ ἀστακοὶ ἀμφὶς ἕπονται.

### book 2.3

θάμβος ἔφυ τόδε, θάμβος ἀθέσφατον, ὁππότε θῆρας

### book 2.4

ἀλλοδαποὶ τείρουσι πόθοι καὶ ὑπείροχα φίλτρα.

### book 2.395.1

οὐ γὰρ ἐπ’ ἀλλήλοισι μόνον φιλότητος ἐΐσης

### book 2.395.2

θεσμὸν ἀναγκαῖον δῶκεν θεός, οὐδ’ ὅσον αὐτῶν

### book 2.395.3

φῦλον ἀναλδήσκειν αἰειγενέος βιότοιο.

### book 2.395.4

θαῦμα μὲν οὖν κἀκεῖνο δαμήμεναι ἄφρονα φῦλα

### book 2.395.5

ἅμμασιν ἱμερτοῖς καὶ ὁμόγνια φίλτρα δαῆναι

### book 2.1

καὶ πόθον οὐ νοέοντα ἐν ἀλλήλοισι κεράσσαι,

### book 2.2

οἷάπερ ἀνθρώποισιν ἐπιφροσύνη τε νόος τε

### book 2.3

ὀφθαλμοὺς ἐπέτασσεν ἔρον θ’ ὑπεδέξατο θυμῷ·

### book 2.4

ἀλλὰ καὶ ὀθνείοις ἐπεμήνατο ὑψόθι φίλτροις.

### book 2.5

οἷος μὲν πόθος ἐστὶν ἀριζήλοις ἐλάφοισι

### book 2.405.1

ἀτταγέων· ὅσσος δὲ τανυκραίροις ἐπὶ δόρκοις

### book 2.405.2

περδίκων· πῶς δ’ αὖτε θοοῖς χαίρουσιν ἐφ’ ἵπποις

### book 2.405.3

ὠτίδες, αἷσι τέθηλεν ἀεὶ λασιώτατον οὖας·

### book 2.405.4

ψιττακὸς αὖτε λύκος τε σὺν ἀλλήλοισι νέμονται·

### book 2.405.5

αἰεὶ γὰρ ποθέουσι λύκοι ποεσίχροον ὄρνιν.

### book 2.410.1

ὄβριμ’ Ἔρως, πόσος ἐσσί, πόση σέθεν ἄπλετος ἀλκή,

### book 2.410.2

πόσσα νοεῖς, πόσα κοιρανέεις, πόσα δαῖμον, ἀθύρεις!

### book 2.410.3

γαῖα πέλει σταθερή, βελέεσσι δὲ σοῖσι δονεῖται·

### book 2.410.4

ἄστατος ἔπλετο πόντος, ἀτὰρ σύ γε καὶ τὸν ἔπηξας·

### book 2.410.5

ἦλθες ἐς αἰθέρα ἔδδεισεν δέ σε μακρὸς Ὄλυμπος·

### book 2.415.1

δειμαίνει δέ σε πάντα, καὶ οὐρανὸς εὐρὺς ὕπερθε

### book 2.415.2

γαίης ὅσσα τ’ ἔνερθε καὶ ἔθνεα λυγρὰ καμόντων,

### book 2.415.3

οἳ Λήθης μὲν ἄφυσσαν ὑπὸ στόμα νηπαθὲς ὕδωρ

### book 2.415.4

καὶ φύγον ἄλγεα πάντα, σὲ δ’ εἰσέτι πεφρίκασι.

### book 2.415.5

σῷ δὲ μένει καὶ τῆλε περᾷς, ὅσον οὔποτε λεύσσει

### book 2.420.1

ἠέλιος φαέθων· σῷ δ’ αὖ πυρὶ καὶ φάος εἴκει

### book 2.420.2

δειμαῖνον, καὶ Ζηνὸς ὁμῶς εἴκουσι κεραυνοί.

### book 2.420.3

τοίους, ἄγριε δαῖμον, ἔχεις πυρόεντας ὀϊστούς,

### book 2.420.4

πευκεδανούς, μαλερούς, φθισόφρονας, οἰστρήεντας,

### book 2.420.5

τηκεδόνα πνείοντας, ἀναλθέας, οἷσι καὶ αὐτοὺς

### book 2.425

θῆρας ἀνεπτοίησας ἐπ’ ἀζεύκτοισι πόθοισι.

### book 2.1

θάμβος, ὅταν κερόεσσαν ἀχαϊνέην πτερόεντες

### book 2.2

ἀτταγέες νώτοισιν ἐπὶ στικτοῖσι θορόντες

### book 2.3

ἢ δόρκοις πέρδικες ἐπὶ πτερὰ πυκνὰ βαλόντες

### book 2.4

ἱδρῶ ἀποψύχωσι, παρηγορέωσί τε θυμὸν

### book 2.430.1

καύματος ἀζαλέοιο, λατυσσόμενοι πτερύγεσσιν·

### book 2.430.2

ἢ ὁπότε προπάροιθεν ἴῃ καναχήποδος ἵππου

### book 2.430.3

ὠτὶς ὀλισθαίνουσα δι’ ἠέρος ἱμερόεσσα,

### book 2.430.4

σαργοὶ δ’ αἰπολίοισιν ἐπέχραον· ἀμφὶ δὲ σούβῳ

### book 2.430.5

φῦλον ἅπαν νεπόδων τὸ πολύπλανον ἐπτοίηται,

### book 2.435.1

ἕσπονται δ’ ἅμα πάντες, ὅτ’ ἄγρια κύματα τέμνει,

### book 2.435.2

στείνονταί θ’ ἑκάτερθε γεγηθότες, ἀμφὶ δὲ πόντος

### book 2.435.3

ἀφριάᾳ λευκῇσι τινασσόμενος πτερύγεσσιν·

### book 2.435.4

αὐτὰρ ὅ γ’ οὐκ ἀλέγων ξείνης φιλίης πανάθεσμος,

### book 2.435.5

εἰναλίους ἑτάρους δάπτει στομάτεσσι δαφοινοῖς

### book 2.440.1

δαινύμενος· τοὶ δ’ αἶσαν ἐν ὀφθαλμοῖσιν ὁρῶντες,

### book 2.440.2

οὐδ’ ὣς ἐχθαίρουσι καὶ οὐ λείπουσι φονῆα.

### book 2.440.3

σοῦβε τάλαν, κακοεργέ, καὶ αὐτῷ σοὶ μετόπισθε

### book 2.440.4

πόντιον ἀγρευτῆρες ἐπαρτυνέουσιν ὄλεθρον

### book 2.440.5

καὶ δολερῷ περ ἐόντι καὶ ἰχθυφόνῳ τελέθοντι.

### book 2.445

Ἔστι δέ τις δρυμοῖσι παρέστιος ὀξύκερως θήρ,

### book 2.1

ἀγριόθυμος ὄρυξ, κρυερὸς θήρεσσι μάλιστα·

### book 2.2

τοῦ δ’ ἤτοι χροιὴ μὲν ἅτ’ εἰαρινοῖο γάλακτος,

### book 2.3

μούναις ἀμφὶ πρόσωπα μελαινομένῃσι παρειαῖς·

### book 2.4

διπλὰ δέ οἱ μετόπισθε μετάφρενα πίονα δημῷ·

### book 2.1

ὀξεῖαι κεράων δὲ μετήοροι ἀντέλλουσιν

### book 2.2

αἰχμαὶ πευκεδαναί, μελανόχροον εἶδος ἔχουσαι,

### book 2.3

καὶ χαλκοῦ θηκτοῖο σιδήρου τε κρυεροῖο

### book 2.4

πέτρου τ’ ὀκριόεντος ἀρειότεραι πεφύασιν·

### book 2.5

ἰοφόρον κείνοις δὲ φύσιν κεράεσσι λέγουσι.

### book 2.455.1

θυμὸς δ’ αὖτ’ ὀρύγεσσιν ὑπερφίαλος καὶ ἀπηνής·

### book 2.455.2

οὔτε γὰρ εὐρίνοιο κυνὸς τρομέουσιν ὕλαγμα,

### book 2.455.3

οὐ συὸς ἀγραύλοιο παρὰ σκοπέλοισι φρύαγμα,

### book 2.455.4

οὐδὲ μὲν οὐ ταύρου κρατερὸν μύκημα φέβονται,

### book 2.455.5

πορδαλίων δ’ οὐ γῆρυν ἀμειδέα πεφρίκασιν,

### book 2.460.1

οὐδ’ αὐτοῦ φεύγουσι μέγα βρύχημα λέοντος,

### book 2.460.2

οὐδὲ βροτῶν ἀλέγουσιν ἀναιδείῃσι νόοιο·

### book 2.460.3

πολλάκι δ’ ἐν κνημοῖσιν ἀπέφθιτο καρτερὸς ἀνὴρ

### book 2.460.4

θηρητὴρ ὀρύγεσσι δαφοινοῖς ἀντιβολήσας.

### book 2.460.5

ὁππότε δ’ ἀθρήσειεν ὄρυξ κρατερόφρονα θῆρα,

### book 2.465.1

ἢ σῦν χαυλιόδοντ’ ἢ καρχαρόδοντα λέοντα

### book 2.465.2

ἢ κρυερῶν ἄρκτων ὀλοὸν θράσος, αὐτίκ’ ἄρ’ αἴῃ

### book 2.465.3

νευστάζων κεφαλήν τε μέτωπά τε πάμπαν ἐρείδει

### book 2.465.4

τεινάμενος, πήξας τε παρὰ χθονὶ πικρὰ βέλεμνα

### book 2.465.5

ἐσσύμενον μίμνει, τὸν δ’ ὤλεσε πρῶτος ἐναίρων.

### book 2.470.1

δόχμια γὰρ κλίνας βαιὸν κερόεντα μέτωπα,

### book 2.470.2

τεύχεσιν ὀξυτέροις δεδοκημένος ἔμπεσε θηρί·

### book 2.470.3

αὐτὰρ ὅ γ’ οὐκ ἀλέγει, κατὰ δ’ ἄσχετον ἰθὺς ὀρούει,

### book 2.470.4

ὀξέσι πεφρικὼς συνερειδόμενος σκολόπεσσιν.

### book 2.470.5

ὡς δ’ ὅτ’ ἐνὶ ξυλόχοισιν ἐπεσσυμένοιο λέοντος,

### book 2.475.1

Ἀρτέμιδος δώροισι κεκασμένος ἄλκιμος ἀνήρ,

### book 2.475.2

αἰχμὴν ἀστράπτουσαν ἔχων κρατερῇς παλάμῃσιν,

### book 2.1

εὖ διαβὰς μίμνῃ, τὸν δ’ ἄγρια θυμαίνοντα

### book 2.2

δέξηται προβλῆτα φέρων ἀμφήκεα χαλκόν·

### book 2.3

ὣς ὄρυγες μίμνουσιν ἐπεσσυμένους τότε θῆρας,

### book 2.480.1

αὐτοφόνους σφετέρῃσιν ἀτασθαλίῃσι δαμέντας·

### book 2.480.2

ῥεῖα γὰρ ἐν στέρνοισιν ὀλισθαίνουσιν ἀκωκαί·

### book 2.480.3

πολλὸν δ’ αἷμα κελαινὸν ἀπ’ ὠτειλῶν ἑκάτερθεν

### book 2.480.4

ἐκχύμενον γλώσσῃσιν ἑὸν τάχα λιχμάζουσιν·

### book 2.480.5

οὐδὲ μὲν ἐκφυγέειν οὐδ’ ἱεμένοισι πάρεστιν·

### book 2.485.1

ἀλλήλους δ’ ὀλέκουσιν ἀμοιβαίοισι φόνοισι.

### book 2.485.2

καί κέ τις ἀγρονόμων ἢ βουκόλος ἤ τις ἀροτρεύς,

### book 2.485.3

ἀμφιδύμοις νεκύεσσι παραὶ ποσὶν ἀντιβολήσας,

### book 2.485.4

ἄγρην εὐάντητον ἔχει μεγαθαμβέϊ θυμῷ.

### book 2.485.5

Ἑξείης ἐνὶ θηρσὶ κερατοφόροισι γένεθλα

### book 2.490.1

ἀείδειν ἐπέοικεν ἀπειρεσίων ἐλεφάντων·

### book 2.490.2

κεῖνα γὰρ ἐν γενύεσσιν ὑπέρβια τεύχεα δοιά,

### book 2.490.3

εἴκελα χαυλιόδουσιν ἐπ’ οὐρανὸν ἀντέλλοντα,

### book 2.490.4

ἄλλοι μὲν πλήθους ὀλοοὺς ἐνέπουσιν ὀδόντας

### book 2.490.5

πλαζόμενοι, νῶϊν δὲ κεράατα μυθήσασθαι

### book 2.495.1

εὔαδεν· ὧδε γὰρ ἄμμι φύσις κεράων ἀγορεύει.

### book 2.495.2

σήματα δ’ οὐκ ἀΐδηλα διακριδὰ τεκμήρασθαι·

### book 2.495.3

θηρσὶ γὰρ ἐκφύσιες γενύων ἀπὸ τῶν ἐφύπερθεν

### book 2.495.4

ὅσσαι μὲν κερόεσσαι ἀνωφερὲς ἀΐσσουσιν·

### book 2.495.5

εἰ δὲ κάτω νεύοιεν, ἀτεχνῶς εἰσὶν ὀδόντες.

### book 2

κείνοισιν δὲ διπλοῖς ἐλεφαντείοις κεράεσσι

### book 2.1

ῥίζαι μὲν πρώτιστον ἀπὸ κρατὸς πεφύασιν

### book 2.2

ἐκ μεγάλου μεγάλαι, φηγῶν ἅτε· νέρθε δ’ ἔπειτα

### book 2.3

κρυπτόμεναι ῥινοῖσιν ὁμιλοῦσαι κροτάφοισιν

### book 2.4

ἐς γένυν ὠθεῦνται· γενύων δ’ ἀπογυμνωθεῖσαι

### book 2.505.1

ψευδέα τοῖς πολλοῖσι δόκησιν ὄπασσαν ὀδόντων.

### book 2.505.2

ναὶ μὴν ἄλλο βροτοῖσιν ἀριφραδὲς ἔπλετο σῆμα·

### book 2.505.3

πάντες γὰρ θήρεσσιν ἀκαμπέες εἰσὶν ὀδόντες,

### book 2.505.4

οὐδὲ τέχναις εἴκουσιν, ἀμείλικτοι δὲ μένουσι·

### book 2.505.5

τοὺς σοφίῃ τεῦξαι κεραοξόος ἢν ἐθέλῃσιν

### book 2.510.1

εὐρέας, ἀντιλέγουσιν ἀπηλεγές· ἢν δὲ βιῶνται,

### book 2.510.2

ἄγνυνται καυληδὸν ἀπειθέες· ἐκ δὲ κεράων

### book 2.510.3

τόξα τε κυκλοτερῆ καὶ μυρία τεύχεται ἔργα·

### book 2.510.4

ὣς δὲ κεράατα κεῖνα, τά τοι καλέουσιν ὀδόντας,

### book 2.510.5

γνάμπτειν εὐρύνειν τ’ ἐλεφαντοτόμοις ὑποείκει.

### book 2.515.1

Θηρσὶ δέ τοι μέγεθος μὲν ὅσον μήπω κατὰ γαίης

### book 2.515.2

ἄλλος θὴρ φορέει· φαίης κεν ἰδὼν ἐλέφαντα

### book 2.515.3

ἢ κορυφὴν ὄρεος παναπείριτον ἢ νέφος αἰνὸν

### book 2.515.4

χεῖμα φέρον δειλοῖσι βροτῶν ἐπὶ χέρσον ὁδεύειν.

### book 2.515.5

ἴφθιμον δὲ κάρηνον ἐπ’ οὔασι βαιοτέροισι,

### book 2.520.1

κοίλοισι, ξεστοῖς· ἀτὰρ ὀφθαλμοὶ τελέθουσι

### book 2.520.2

μείονες ἢ κατ’ ἐκεῖνο δέμας, μεγάλοι περ ἐόντες.

### book 2.520.3

τῶν δ’ ἤτοι μεσσηγὺς ὑπεκπροθέει μεγάλη ῥίς,

### book 2.520.4

λεπτή τε σκολιή τε, προβοσκίδα τὴν καλέουσι.

### book 2.520.5

κείνη θηρὸς ἔφυ παλάμη· κείνῃ τὰ θέλουσι

### book 2.525.1

ῥηϊδίως ἔρδουσι. ποδῶν γε μὲν οὐκ ἴσα μέτρα·

### book 2.525.2

ὑψόθι γὰρ οἱ πρόσθε πολὺ πλέον ἀείρονται.

### book 2.525.3

ῥινὸς δ’ αὖτε δέμας δυσπαίπαλος ἀμφιβέβηκεν,

### book 2.1

ἄσχιστος κρατερός τε, τὸν οὔ κε μάλ’ οὐδὲ κραταιὸς

### book 2.2

θηκτὸς πανδαμάτωρ τε διατμήξειε σίδηρος.

### book 2.530.1

θυμὸς ἀπειρέσιος πέλεται κατὰ δάσκιον ὕλην

### book 2.530.2

ἄγριος· ἐν δὲ βροτοῖς τιθασὸς μερόπεσσι τ’ ἐνηής.

### book 2.530.3

ἐν μὲν ἄρα χλοερῇσι πολυκνήμοισί τε βήσσαις

### book 2.530.4

καὶ φηγοὺς κοτίνους τε καὶ ὑψικάρηνα γένεθλα

### book 2.530.5

φοινίκων πρόρριζα κατὰ χθονὸς ἐξετάνυσσεν,

### book 2.535.1

ἐγχρίμψας θηκτῇσιν ἀπειρεσίαις γενύεσσιν·

### book 2.535.2

ὁππότε δ’ ἐν μερόπων βριαρῇσι πέλει παλάμῃσι,

### book 2.535.3

λήθετο μὲν θυμοῖο, λίπεν δέ μιν ἄγριον ἦτορ·

### book 2.535.4

ἔτλη καὶ ζεύγλην καὶ χείλεσι δέκτο χαλινὰ

### book 2.535.5

καὶ παῖδας νώτοισι φέρει σημάντορας ἔργων.

### book 2.540.1

Φήμη δ’ ὡς ἐλέφαντες ἐπ’ ἀλλήλοις λαλέουσι,

### book 2.540.2

φθογγὴν ἐκ στομάτων μεροπηΐδα τονθρύζοντες·

### book 2.540.3

ἀλλ’ οὐ πᾶσιν ἀκουστὸς ἔφυ θήρειος ἀϋτή,

### book 2.540.4

κεῖνοι δ’ εἰσαΐουσι μόνον τιθασεύτορες ἄνδρες.

### book 2.540.5

θαῦμα δὲ καὶ τόδ’ ἄκουσα, κραταιοτάτους ἐλέφαντας

### book 2.545.1

μαντικὸν ἐν στήθεσσιν ἔχειν κέαρ, ἀμφὶ δὲ θυμῷ

### book 2.545.2

γινώσκειν σφετέροιο μόρου παρεοῦσαν ἀνάγκην.

### book 2.545.3

οὐκ ἄρα τοι μούνοισιν ἐν ὀρνίθεσσιν ἔασι

### book 2.545.4

κύκνοι μαντιπόλοι γόον ὕστατον ἀείδοντες,

### book 2.545.5

ἀλλὰ καὶ ἐν θήρεσσιν ἑὴν θανάτοιο τελευτὴν

### book 2.1

φρασσάμενοι τόδε φῦλον ἰήλεμον ἐντύνουσι.

### book 2.2

Ῥινοκέρως δ’ ὄρυγος μὲν ἔφυ δέμας αἰθυκτῆρος

### book 2.3

οὐ πολλὸν μείζων, ὀλίγον δ’ ὑπὲρ ἄκρια ῥινὸς

### book 2.4

ἀντέλλει κέρας αἰνόν, ἀκαχμένον, ἄγριον ἆορ·

### book 2.5

κείνῳ μὲν χαλκόν τε διατρήσειεν ὀρούσας,

### book 2.555.1

οὐτήσας βριαρήν τε διατμήξειε χαράδρην.

### book 2.555.2

κεῖνος καὶ σθεναρῷ περ ἐφορμηθεὶς ἐλέφαντι

### book 2.555.3

πολλάκις ἐν κονίῃσι νέκυν τοιοῦτον ἔθηκεν.

### book 2.555.4

ἠρέμα δὲ ξανθοῖς ἐπὶ καλλικόμοισι μετώποις

### book 2.555.5

καὶ νώτῳ ῥαθάμιγγες ἐπήτριμα πορφύρουσι.

### book 2.560.1

πάντες δ’ ἄρρενές εἰσι καὶ οὔποτε θῆλυς ὁρᾶται·

### book 2.560.2

καὶ πόθεν, οὐκ ἐδάην, φράζω δ’ οὖν ὡς δεδάηκα,

### book 2.560.3

εἴτ’ οὖν ἐκ πέτρης ὀλοὸν τόδε φῦλον ἐπῆλθεν,

### book 2.560.4

εἴτ’ αὐτόχθονές εἰσιν, ἐπαντέλλουσι δὲ γαίης,

### book 2.560.5

εἴτε πρὸς ἀλλήλων, τέρας ἄγριον, ἐκφύονται

### book 2.565.1

νόσφι πόθων καὶ νόσφι γάμων καὶ νόσφι τόκοιο.

### book 2.565.2

ἤδη καὶ διεροῖσιν ἐν ὑγροπόροιο θαλάσσης

### book 2.565.3

βένθεσιν αὐτόρρεκτα φύει καὶ ἀμήτορα φῦλα,

### book 2.565.4

ὄστρεά τ’ ἠπεδαναί τ’ ἀφύαι κόχλων τε γένεθλα

### book 2.565.5

ὄστρακά τε στρόμβοι τε, τά τε ψαμάθοισι φύονται.

### book 2.570.1

Μοῦσα φίλη, βαιῶν οὔ μοι θέμις ἀμφὶς ἀείδειν·

### book 2.570.2

οὐτιδανοὺς λίπε θῆρας, ὅσοις μὴ κάρτος ὀπηδεῖ,

### book 2.1

πάνθηρας χαροποὺς ἠδ’ αἰλούρους κακοεργούς,

### book 2.2

τοί τε κατοικιδίῃσιν ἐφωπλίσσαντο καλιαῖς,

### book 2.3

καὶ τυτθοὺς ἀταλοὺς ὀλιγοδρανέας τε μυωξούς·

### book 2.575.1

τοὶ δ’ ἤτοι σύμπασαν ἐπιμύουσι μένοντες

### book 2.575.2

χειμερίην ὥρην, δέμας ὕπνοισιν μεθύοντες·

### book 2.575.3

δύσμοροι, οὔτε βορὴν ἑλέειν, οὐ φέγγος ἰδέσθαι·

### book 2.575.4

φωλειοῖσι δ’ ἑοῖς ὕπνον τοσσοῦτον ἔχουσιν,

### book 2.575.5

ᾗς νέκυες κεῖνται, δυσχείμερον οἶτον ἑλόντες.

### book 2.580.1

αὐτὰρ ἐπὴν ἔαρος πρῶται γελάσωσιν ὀπωπαί,

### book 2.580.2

ἄνθεά τ’ ἐν λειμῶσι νέον γε μὲν ἡβήσειαν,

### book 2.580.3

νωθρὸν κινήσαντο δέμας μυχάτης ἀπὸ λόχμης,

### book 2.580.4

φάεά τ’ ἀμπετάσαντο καὶ ἔδρακον ἠελίου φῶς,

### book 2.580.5

καὶ γλυκερῆς νεοτερπὲς ἐδητύος ἐμνήσαντο,

### book 2.585.1

αὖθις δὲ ζωοί τε πάλιν τ’ ἐγένοντο μυωξοί.

### book 2.585.2

Λείπω καὶ λάσιον γένος οὐτιδανοῖο σκιούρου,

### book 2.585.3

ὅς ῥά νύ τοι θέρεος μεσάτου φλογερῇσιν ἐν ὥραις

### book 2.585.4

οὐρὴν ἀντέλλει σκέπας αὐτορόφοιο μελάθρου·

### book 2.585.5

οἷον δή νυ ταῶνες ἑὸν δέμας ἀγλαόμορφον

### book 2.590

γραπτὸν ἐπισκιάουσιν ἀριπρεπὲς αἰολόνωτον·

### book 2.1

τῶν οὐδὲν μερόπεσσι Διὸς τεχνήσατο μῆτις

### book 2.2

τερπνότερον φαιδροῖσιν ἐν ὄμμασιν εἰσοράασθαι,

### book 2.3

οὐδ’ ὅσα πανδώτειραν ἐπὶ χθόνα μητέρα βαίνει,

### book 2.4

οὐδ’ ὁπόσα πτερύγεσσιν ἐπ’ ἠέρα πουλὺν ὁδεύει,

### book 2.595.1

οὐδὲ μὲν ὅσσα βυθοῖσιν ἐπ’ ἄγρια κύματα τέμνει·

### book 2.595.2

τοῖον ἐπ’ ὀρνίθεσσιν ἀριζήλοις ἀμαρύσσει

### book 2.595.3

χρυσῷ πορφύροντι μεμιγμένον αἰθόμενον πῦρ.

### book 2.595.4

Οὐκ ἐρέω κρυερὸν γένος ὀκριόεντος ἐχίνου

### book 2.595.5

μείονος· ἀμφίδυμοι γὰρ ἐχίνοις ὀξυκόμοισιν

### book 2.1

ἀργαλέαι μορφαὶ κρυερόν τε περίδρομον ἕρκος·

### book 2.2

οἱ μὲν γὰρ βαιοί τε καὶ οὐτιδανοὶ τελέθουσι,

### book 2.3

τυτθῇσι φρίσσοντες ἐπὶ προβλῆσιν ἀκάνθαις·

### book 2.4

οἱ δ’ ἄρα καὶ μεγέθει πολὺ μείζονες, ἠδ’ ἑκάτερθεν

### book 2.5

ὀξέα πεφρίκασιν ἀρειοτέρῃσιν ἀκωκαῖς.

### book 2.605.1

Λείπω τρισσὰ γένεθλα, κακὸν μίμημα, πιθήκων·

### book 2.605.2

τίς γὰρ ἂν οὐ στυγέοι τοῖον γένος, αἰσχρὸν ἰδέσθαι,

### book 2.605.3

ἀβληχρόν, στυγερόν, δυσδέρκετον, αἰολόβουλον;

### book 2.605.4

κεῖνοι καὶ φίλα τέκνα δυσειδέα δοιὰ τεκόντες

### book 2

οὐκ ἀμφοῖν ἀτάλαντον ἑὴν μερίσαντο ποθητύν,

### book 2.610.1

ἀλλὰ τὸ μὲν φιλέουσι, τὸ δ’ ἐχθαίρουσι χόλοισιν·

### book 2.610.2

αὐταῖς δ’ ἀγκαλίδεσσιν ἑῶν τέθνηκε τοκήων.

### book 2.610.3

Οὐ μὲν θὴν οὐδ’ ἀσπαλάκων αὐτόχθονα φῦλα

### book 2.610.4

ποιοφάγων, ἀλαῶν, μέλπειν ἐθέλουσιν ἀοιδαί,

### book 2.610.5

εἰ καὶ βάξις ἄπιστος ἐπ’ ἀνθρώπους ἐπέρησεν

### book 2.615.1

ἀσπάλακας βασιλῆος ἀφ’ αἵματος εὐχετάασθαι

### book 2.615.2

Φινέος, ὅν ῥ’ ἀτίτηλε κλυτὴ Θρήϊσσα κολώνη·

### book 2.615.3

Φινέϊ γάρ ποτε δὴ Φαέθων ἐκοτέσσατο Τιτάν,

### book 2.615.4

μαντιπόλου Φοίβοιο χολωσάμενος περὶ νίκης,

### book 2.615.5

καί οἱ φέγγος ἄμερσεν, ἀναιδέα φῦλα δ’ ἔπεμψεν

### book 2.620.1

ἁρπυίας, πτερόεντα παρέστια πικρὰ γένεθλα.

### book 2.620.2

ἀλλ’ ἐπεὶ οὖν περόωντο μετὰ χρύσειον ἄεθλον

### book 2.620.3

Ἀργώης ἐπὶ νηὸς Ἰήσονι συμπονέοντες

### book 2.620.4

παῖδε Βορειόνεω Ζήτης Κάλαΐς τε κλεεννώ,

### book 2.620.5

οἰκτείραντε γέροντα κατέκτειναν τότε φῦλα,

### book 2.625.1

καὶ γλυκερὴν μελέοισι δόσαν στομάτεσσιν ἐδητύν.

### book 2.625.2

ἀλλ’ οὐδ’ ὣς Φαέθων χόλον εὔνασεν, ἀλλά μιν

### book 2.625.3

αἶψα

### book 2.625.4

ἀσπαλάκων ποίησε γένος μὴ πρόσθεν ἐόντων·

### book 2

τοὔνεκα νῦν ἀλαόν τε μένει καὶ λάβρον ἐδωδαῖς.

### book 3.1

Ἀλλ’ ὅτε δὴ κεραῶν ἠείσαμεν ἔθνεα θηρῶν,

### book 3.2

ταύρους ἠδ’ ἐλάφους ἠδ’ εὐρυκέρωτας ἀγαυοὺς

### book 3.3

καὶ δόρκους ὄρυγάς τε καὶ αἰγλήεντας ἰορκοὺς

### book 3.4

ἄλλα θ’ ὅσοισιν ὕπερθε καρήατα τευχήεντα,

### book 3.5.1

νῦν ἄγε καρχαρόδοντα, θεά, φράζωμεν ὅμιλον

### book 3.5.2

σαρκοφάγων θηρῶν καὶ χαυλιόδοντα γένεθλα.

### book 3.5.3

Πρωτίστην δὲ λέοντι κλυτὴν ἀναθώμεθα μολπήν.

### book 3.5.4

Ζηνὸς ἔσαν θρεπτῆρες ὑπερμενέος Κρονίδαο

### book 3.5.5

νηπιάχου Κουρῆτες, ὅτ’ ἀρτίγονόν μιν ἐόντα

### book 3.10.1

ἀραμένη γενετῆρος ἀμειλίκτοιο Κρόνοιο

### book 3.10.2

κλεψιτόκος Ῥείη κόλποις ἐνικάτθετο Κρήτης.

### book 3.10.3

Οὐρανίδης δ’ ἐσιδὼν κρατερὸν νεοθηλέα παῖδα

### book 3.10.4

πρώτους ἀμφήλλαξε Διὸς ῥυτῆρας ἀγαυοὺς

### book 3

καὶ θῆρας ποίησεν ἀμειψάμενος Κουρῆτας.

### book 3.15.1

οἱ δ’ ἄρ’, ἐπεὶ βουλῇσι θεοῦ μεροπηΐδα μορφὴν

### book 3.15.2

ἀμφεβάλοντο Κρόνοιο καὶ ἀμφιέσαντο λέοντας,

### book 3.15.3

δώροισιν μετόπισθε Διὸς μέγα κοιρανέουσι

### book 3.15.4

θηρσὶν ὀρειαύλοις καὶ ῥιγεδανὸν θοὸν ἅρμα

### book 3.15.5

Ῥείης εὐώδινος ὑπὸ ζεύγλῃσιν ἄγουσιν.

### book 3.20.1

Αἰόλα φῦλα δὲ τοῖσι καὶ εἴδεα θηρσὶν ἑκάστοις.

### book 3.20.2

τοὺς μέν νυν προχοῇσι πολυρραθάγου ποταμοῖο,

### book 3.20.3

Τίγρει ἐπ’ εὐρυρέοντι, κυήσατο τοξεύτειρα

### book 3.20.4

Ἀρμενίη Πάρθων τε πολύσπορος εὔβοτος αἶα,

### book 3.20.5

ξανθοκόμαι τελέθουσι καὶ οὐ τόσον ἀλκήεντες.

### book 3.25.1

πάσσονα μὲν φορέουσι δέρην, μεγάλην δέ τε κόρσην,

### book 3.25.2

ὄμματα δ’ αἰγλήεντα καὶ ὀφρύας ὕψι βαθείας,

### book 3.25.3

ἀμφιλαφεῖς ἐπὶ ῥῖνα κατηφέας· ἐκ δ’ ἄρα δειρῆς

### book 3.25.4

καὶ γενύων ἑκάτερθε θοαὶ κομόωσιν ἔθειραι.

### book 3.25.5

Τοὺς δὲ τρέφει μεγάδωρος Ἐρεμβῶν αὖθις ἄρουρα,

### book 3.30.1

τὴν ἔθνη μερόπων εὐδαίμονα κικλήσκουσι,

### book 3.30.2

δειραὶ κἀκείνοις καὶ στήθεα λαχνήεντα

### book 3.30.3

καὶ πυρὸς ἀστράπτουσιν ἀπ’ ὀφθαλμῶν ἀμαρυγαί,

### book 3.30.4

ἔξοχα δ’ ἐν πάντεσσιν ἀρίζηλοι τελέθουσιν·

### book 3.30.5

ἀλλ’ ὀλίγον τούτων γένος ἔλλαχε μυρίος αἶα.

### book 3.35.1

Πουλὺς δ’ ἐν Λιβύῃ ἐριβώλακι διψάδι γαίῃ

### book 3.35.2

ὄχλος ἐπιβρομέει βριαρῶν βρύχημα λεόντων,

### book 3.35.3

οὐκέτι λαχνήεις, ὀλίγη δ’ ἐπιδέδρομεν αἴγλη·

### book 3.35.4

σμερδαλέος δὲ πρόσωπα καὶ αὐχένα· πᾶσι δὲ γυίοις

### book 3.35.5

ἦκα μέλαν κυάνοιο φέρει μεμορυγμένον ἄνθος·

### book 3.40

ἀλκὴ δ’ ἐν μελέεσσιν ἀπείριτος ἠδὲ λεόντων

### book 3.1

κοιρανικῶν Λίβυες μέγα κοιρανέουσι λέοντες.

### book 3.2

Ἐκ δέ ποτ’ Αἰθιόπων Λιβύην ἠμείψατο γαῖαν,

### book 3.3

θαῦμα μέγ’ εἰσιδέειν, μελανόχροος ἠΰκομος λῖς,

### book 3.4

εὐρὺς ὕπερθε κάρηνα, πόδας δασύς, ὄμμασιν αἶθοψ,

### book 3.45.1

μούνοισι ξανθοῖς φοινισσόμενος στομάτεσσιν.

### book 3.45.2

ἔδρακον, οὐ πυθόμην, κεῖνόν ποτε θῆρα δαφοινόν,

### book 3.45.3

κοιρανικοῖς τ’ ἔμολεν διαπόμπιμος ὀφθαλμοῖσιν.

### book 3.45.4

Φορβῆς οὐ χατέει πάντ’ ἤματα φῦλα λεόντων,

### book 3.45.5

ἀλλὰ τὸ μὲν δόρποισι μέλει, τὸ δέ τ’ αὖτε πόνοισιν·

### book 3.1

οὐδ’ ὕπνον μυχάτοισιν ἔχει παρὰ τέρμασι πέτρης,

### book 3.2

ἀμφαδὸν ὑπνώει δέ, θρασύφρονα θυμὸν ἑλίσσων,

### book 3.3

εὕδει δ’ ἔνθα κίχῃσιν ὑπείροχος ἑσπερίη νύξ.

### book 3.4

Ἔκλυον αὖ κἀκεῖνο λεοντοκόμων αἰζηῶν,

### book 3.5

δεξιτερὴν ὑπὸ χεῖρα φέρειν αἴθωνα λέοντα

### book 3.55.1

νάρκα θοήν, τῇ πάντα λυγοῦν ἄπο γούνατα θηρῶν.

### book 3.55.2

Πεντάκι θηλυτέρη δὲ τόκων ἀπελύσατο ζώνην·

### book 3.55.3

βάξις δ’ ἀτρεκέως ἀνεμώλιος, ὡς ἕνα τίκτει.

### book 3.55.4

πέντε φέρει πρώτιστον· ἀτὰρ πίσυρας μετέπειτα

### book 3.55.5

ὠδίνει σκύμνους, κατά θ’ ἑξείης ὑπένερθε

### book 3.60.1

νηδύος ἐκ τριτάτης τρεῖς ἔκθορον· ἐκ δὲ τετάρτης

### book 3.60.2

ἀμφίδυμοι παῖδες· πύματον δ’ ἕνα γείνατο μήτηρ

### book 3.1

γαστρὸς ἀριστοτόκοιο κλυτὸν βασιλῆα λέοντα.

### book 3.2

Πορδάλιες δ’ ὀλοαὶ δίδυμον γένος· αἱ μὲν ἔασι

### book 3.3

μείζους εἰσιδέειν καὶ πάσσονες εὐρέα νῶτα,

### book 3.65.1

αἱ δέ τ’ ὀλιζότεραι μὲν ἀτὰρ μένος οὔτι χερείους·

### book 3.65.2

εἴδεα δ’ ἀμφοτέρῃσιν ὁμοίϊα δαιδάλλονται,

### book 3.65.3

νόσφι μόνης οὐρῆς, τῇ τ’ ἔμπαλιν εἰσοράαται·

### book 3.65.4

μείοσι μὲν μείζων τελέθει, μεγάλῃσι δὲ μείων.

### book 3.65.5

εὐπαγέες μηροί, δολιχὸν δέμας, ὄμμα φαεινόν·

### book 3.70.1

γλαυκιόωσι κόραι βλεφάροις ὕπο μαρμαίρουσαι,

### book 3.70.2

γλαυκιόωσιν ὁμοῦ τε καὶ ἔνδοθι φοινίσσονται,

### book 3.70.3

αἰθομέναις ἴκελαι, πυριλαμπέες· αὐτὰρ ἔνερθεν

### book 3.70.4

ὠχροί τ’ ἰοτόκοι τε περὶ στομάτεσσιν ὀδόντες.

### book 3.70.5

ῥινὸς δαιδαλέος, χροιῇ τ’ ἐπὶ παμφανοώσῃ

### book 3.75.1

ἠερόεις, πυκινῇσι μελαινομένῃσιν ὀπωπαῖς.

### book 3.75.2

ὠκύτατον θείει, καί τ’ ἄλκιμον ἰθὺς ὀρούει·

### book 3.75.3

φαίης, ὁππότ’ ἴδοιο, διηερίην φορέεσθαι.

### book 3.75.4

ἔμπης καὶ τόδε φῦλον ἐπικλείουσιν ἀοιδοὶ

### book 3.75.5

πρόσθ’ ἔμεναι Βάκχοιο φερεσταφύλοιο τιθήνας·

### book 3.80.1

τοὔνεκεν εἰσέτι νῦν οἴνῳ μέγα καγχαλόωσι,

### book 3.80.2

δεχνύμεναι στομάτεσσι Διωνύσου μέγα δῶρον.

### book 3.80.3

τί χρέος ἐκ μερόπων δὲ κλυτὰς ἤμειψε γυναῖκας

### book 3.80.4

ἐς τόδε πορδαλίων γένος ἄγριον, αὖθις ἀείσω.

### book 3

Ναὶ μὴν ἄλλο θοὸν διφυὲς γένος ὠπήσαιο,

### book 3.85.1

λύγγας ἀριζήλους· αἱ μὲν γὰρ ἔασιν ἰδέσθαι

### book 3.85.2

τυτθαί, βαιοτέροισί τ’ ἐφωπλίσσαντο λαγωοῖς·

### book 3.85.3

ταὶ δ’ ἄρα μείζονές εἰσιν, ἐπιθρώσκουσι δὲ ῥεῖα

### book 3.85.4

εὐκεράοις ἐλάφοισι καὶ ὀξυτέροις ὀρύγεσσι.

### book 3.85.5

μορφὴν δ’ ἀμφίδυμοι πανομοίϊον ἀμφιέσαντο·

### book 3.90.1

ἶσαι μὲν βλεφάροισιν ὕπ’ ὀφθαλμῶν ἀμαρυγαὶ

### book 3.90.2

ἱμερόεν στράπτουσι· προσώπατα δ’ ἀμφοτέρῃσι

### book 3.90.3

φαιδρὰ πέλει βαιόν τε κάρη καὶ καμπύλον οὖας·

### book 3.90.4

μούνη δ’ εἰσιδέειν ἀνομοίϊος ἔπλετο χροιή·

### book 3.90.5

μείοσι μὲν λυγγῶν ἐπιδέδρομε ῥινὸς ἐρευθής,

### book 3.95.1

μείζοσι δὲ κροκόεν τε θεείῳ τ’ εἴκελον ἄνθος.

### book 3.95.2

ἔξοχα δ’ αὖ τάδε φῦλα φίλην ἀγάσαντο γενέθλην

### book 3.95.3

εὔγληνοι λύγγες τε πυρίγληνοί τε λέοντες

### book 3.95.4

πορδάλιές τ’ ὀλοαὶ καὶ τίγριες ἠνεμόεσσαι.

### book 3.95.5

τῶν δ’ ὁπότε σκύμνους νεοθηλέας ἐν ξυλόχοισι

### book 3.1

λάθρη συλήσωσιν ἀταρβέες ἀγρευτῆρες,

### book 3.2

αἱ δ’ ἄρ’ ἔπειτ’ ὀπίσω πάλι νεύμεναι ἀθρήσωσιν

### book 3.3

ἐξαπίνης κενεούς τε δόμους καὶ ἔρημα μέλαθρα,

### book 3.4

μύρονται λιγέως ἀδινὸν γόον, ἐκ δ’ ἄρα τηλοῦ

### book 3.5

κωκυτὸν προϊᾶσι πολύστονον, οἷά τε πάτρης

### book 3.105.1

περθομένης ὑπὸ δουρὶ καὶ αἰθομένης πυρὶ λάβρῳ

### book 3.105.2

πεπτάμεναι περὶ τέκνα μέγα κλαίουσι γυναῖκες.

### book 3.105.3

ἦ ῥα τόσον τεκέων τε καὶ ἀρτιγόνοιο γενέθλης

### book 3.1

φίλτρον ἐνὶ κραδίῃ στάξεν θεός· οὐδ’ ἄρα μούνοις

### book 3.2

ἀνθρώποις, οἳ πάντα νοήμασι μητίσαντο,

### book 3.110.1

ἀλλὰ καὶ ἑρπηστῆρσι καὶ ἰχθύσιν ἠδὲ καὶ αὐτοῖς

### book 3.110.2

θήρεσιν ὠμηστῇσι καὶ ὑψιπόλοις ἀγέλαισιν

### book 3.110.3

οἰωνῶν· τόσσον ῥα φύσις κρατερώτατον ἄλλων.

### book 3.110.4

οἵην μὲν κομιδὴν τεκέων ἐνὶ κύμασι δελφὶς

### book 3.110.5

αἰὲν ἔχει γλαῦκός τε χάροψ φωκή τε δυσαής.

### book 3.115.1

πῶς δ’ ἄρ’ ἐν οἰωνοῖσι ποθὴν ἀλίαστον ἔχουσιν

### book 3.115.2

ὧν τεκέων φῆναί τε βαρύφθογγοί τε πέλειαι

### book 3.115.3

αἰετόεντά τε φῦλα πολύζωοί τε κορῶναι.

### book 3.115.4

πῶς δ’ ὄρνις κατὰ δῶμα συνέστιος ἀνθρώποισιν,

### book 3.115.5

ἀρτιτόκος, νεαροῖσι περισκαίρουσα νεοσσοῖς,

### book 3.120.1

κίρκον ὑπὲρ τέγεος κατεπάλμενον ἀθρήσασα

### book 3.120.2

ὀξὺ μὲν ἔκλαγεν αἶψα καὶ ἄνθορεν ὀξὺ λακοῦσα,

### book 3.120.3

αὐχένα δ’ ὑψός’ ἄειρεν ἐς ἠέρα γυρώσασα

### book 3.120.4

καὶ πάσαις ἑκάτερθε θοῶς ἔφριξεν ἐθείραις

### book 3.120.5

καὶ πτερὰ πάντα χάλασσε ποτὶ χθόνα· τοὶ δ’ ἄρα δειλοὶ

### book 3.125.1

τεῖχος ὑπ’ εὐπτέρυγον πρυλέες τρύζουσι νεοσσοί·

### book 3.125.2

ἡ δὲ καὶ ἂψ ἐφόβησε καὶ ἤλασεν ὄρνιν ἀναιδῆ,

### book 3.125.3

εἰρυμένη φίλα τέκνα, τά τ’ εἰσέτι νήπια φέρβει,

### book 3.125.4

ἄπτερα λυσιτόκων θαλάμων ἀπολύμενα δεσμοῦ.

### book 3.125.5

ὣς δὲ καὶ ἐν θήρεσσιν ἐρίβρυχοί τε λέαιναι

### book 3.130.1

πορδάλιές τε θοαὶ καὶ τίγριδες αἰολόνωτοι

### book 3.130.2

παισὶ πέρι προβεβᾶσι καὶ ἀγρευτῆρσι μάχονται

### book 3.130.3

καί τε περὶ σφετέρων τεκέων τετλᾶσι δαμῆναι,

### book 3.1

ἀντίον αἰχμητῇσι συνιστάμεναι μερόπεσσιν·

### book 3.2

οὐδέ ποτ’ ἐρρίγασιν ἑῆς ἐν ἀγῶνι γενέθλης

### book 3.135.1

οὐ πληθὺν ἐπιοῦσαν ἀκοντοβόλων αἰζηῶν,

### book 3.135.2

οὐ χαλκὸν σελαγεῦντα καὶ ἀστράπτοντα σίδηρον,

### book 3.135.3

οὐδὲ βολὰς βελέων τε θοὰς μυλάκων τε θαμειάς,

### book 3.135.4

σπεύδουσιν δ’ ἢ πρόσθε θανεῖν ἢ τέκνα σαῶσαι.

### book 3.135.5

Ἄρκτοι δ’ ἀγριάδες, φόνιον γένος, αἰολόβουλον,

### book 3.140.1

λάχνην μὲν πυκινὴν δυσπαίπαλον ἀμφιέσαντο,

### book 3.140.2

μορφὴν δ’ οὐκ ἀγανὴν παναμειδήτοισι προσώποις·

### book 3.140.3

κάρχαρον, οὐλόμενον, ταναὸν στόμα, κυανέη ῥίς,

### book 3.140.4

ὄμμα θοόν, σφυρὸν ὠκύ, τορὸν δέμας, εὐρὺ κάρηνον,

### book 3.140.5

χεῖρες χερσὶ βροτῶν ἴκελαι, πόδες αὖτε πόδεσσι,

### book 3.145.1

σμερδαλέη βρυχή, δολερὸν κέαρ, ἄγριον ἦτορ,

### book 3.145.2

καὶ πολλὴ Κυθέρεια καὶ οὐ κατὰ κόσμον ἰοῦσα·

### book 3.145.3

ἤματα γὰρ καὶ νύκτας ἐελδόμεναι φιλότητος

### book 3.145.4

αὐταὶ θηλύτεραι μάλ’ ἐπ’ ἄρσεσιν ὁρμαίνουσι,

### book 3.145.5

παῦρα μεθιέμεναι γαμίης παντερπέος εὐνῆς,

### book 3.1

τέκνα κυϊσκόμεναι νηδὺν ὅτε κυμαίνουσι.

### book 3.2

οὐ γάρ τοι θήρεσσι νόμος, γαστὴρ ὅτε πλήθει,

### book 3.3

ἐς λέχος ἐρχομένοις τελέειν φιλοτήσιον ἔργον,

### book 3.4

νόσφι μόνων λυγγῶν ὀλιγοδρανέων τε λαγωῶν.

### book 3.5

ἄρκτος δ’ ἱμείρουσα γάμου στυγέουσά τε λέκτρον

### book 3.155.1

χῆρον ἔχειν τόσα παισὶ ταλάσσατο μητίσασθαι·

### book 3.155.2

πρὶν τοκετοῖο μολεῖν ὥρην, πρὶν κύριον ἦμαρ,

### book 3.155.3

νηδὺν ἐξέθλιψε, βιάσσατο τ’ Εἰλειθυίας.

### book 3.155.4

τόσση μαχλοσύνη, τόσσος δρόμος εἰς Ἀφροδίτην.

### book 3

τίκτει δ’ ἡμιτέλεστα καὶ οὐ μεμελισμένα τέκνα,

### book 3.160.1

σάρκα δ’ ἄσημον, ἄναρθρον, ἀείδελον ὠπήσασθαι,

### book 3.160.2

ἀμφότερον δὲ γάμῳ παιδοτροφίῃ τε μέμηλεν·

### book 3.160.3

ἀρτιτόκος δ’ ἔτ’ ἐοῦσα μετ’ ἄρσενος εὐθὺς ἰαύει.

### book 3.160.4

λιχμᾶται γλώσσῃ τε φίλον γόνον, οἷά τε μόσχοι

### book 3.160.5

λιχμῶνται γλώσσῃσιν ἀμοιβαδίς, ἀλλήλοισι

### book 3.165.1

τερπόμενοι· γάνυται δὲ βοὸς χροῒ καλλίκερως βοῦς·

### book 3.165.2

οὐδ’ ἀποπλάζονται, πρὶν ἀπὸ γλυκὺν ἵμερον εἷναι·

### book 3.165.3

θυμὸν δ’ ἑσπομένοιο συνιαίνουσι νομῆος.

### book 3.165.4

ὣς ἄρκτος λιχμῶσα φίλους ἀνεπλάσσατο παῖδας,

### book 3.165.5

εἰσόκε κνυζηθμοῖσιν ἀναιδέα τονθρύζωσι.

### book 3.170.1

Ναὶ μὴν χειμερίην πανυπείροχα δείδιεν ὁρμὴν

### book 3.170.2

καὶ λασίη περ ἐοῦσα· χιὼν δ’ ὅτε πάντα παλύνει,

### book 3.170.3

ἑσπερίου ζεφύρου πανεπήτριμα χευαμένοιο,

### book 3.170.4

κεύθετ’ ἐνὶ σπήλυγγι, τόθι σκέπας ἄρκιον εὕρῃ,

### book 3.170.5

καὶ βόσιος χατέουσα πόδας χεῖράς τε λιχμαίνει,

### book 3.175.1

οἷά τ’ ἀμελγομένη, καὶ γαστρὸς ἔκλεψεν ἐρωήν.

### book 3.175.2

τοῖά νύ που βένθεσσιν ἐν εὐρυπόροιο θαλάσσης

### book 3.175.3

πουλύποδες σκολιοὶ παρὰ κύμασι μητίσαντο,

### book 3.1

χείματος οἳ μεσάτου κρυερὴν τρείοντες ἐνιπὴν

### book 3.2

κεύθονται πλαταμῶσιν ἑὰς πλοκαμῖδας ἔδοντες·

### book 3.180.1

αὐτὰρ ἐπὴν ἔαρ ὑγρὸν ἐΰτροφον ἀνθήσειεν,

### book 3.180.2

ἀκρέμονες σφίσιν ὦκα νέοι πάλιν ἀλδήσκουσι,

### book 3.180.3

καὶ πάλιν εὐπλόκαμοι δολιχὴν πλώουσι θάλασσαν.

### book 3.180.4

Ἑξείης ἐνέπωμεν ἐΰσφυρον, ἠερόεντα,

### book 3.180.5

κραιπνόν, ἀελλοπόδην, κρατερώνυχον, αἰπὺν ὄναγρον·

### book 3.185.1

ὄσσε πέλει φαιδρός, δέμας ἄρκιος, εὐρὺς ἰδέσθαι,

### book 3.185.2

ἀργύρεος χροιήν, δολιχούατος, ὀξύτατος θεῖν·

### book 3.185.3

ταινίη δὲ μέλαινα μέσην ῥάχιν ἀμφιβέβηκε,

### book 3.185.4

χιονέῃς ἑκάτερθε περισχομένη στεφάνῃσι.

### book 3.185.5

χιλὸν ἔδει, φέρβει μιν ἄδην ποεσιτρόφος αἶα,

### book 3.190.1

ἀλλ’ αὐτὸς κρατεροῖς ἀγαθὴ βόσις ἔπλετο θηρσί.

### book 3.190.2

φῦλα δ’ ἀελλοπόδων ζηλήμονα πάμπαν ὀνάγρων

### book 3.190.3

πολλαῖσίν τ’ ἀλόχοισιν ἀγαλλόμενοι κομόωσι·

### book 3.190.4

θηλύτεραι δ’ ἕσπονθ’, ὅθι τοι πόσις ἡγεμονεύει·

### book 3.190.5

πρὸς νομὸν ἰθύνουσιν, ἐπὴν ἐθέλῃσιν ἀνώγειν,

### book 3.195.1

πρὸς πηγὰς ποταμῶν, θηρῶν μέθυ, καὶ πάλιν αἶψα

### book 3.195.2

πρὸς λασίους οἴκους, ὅταν ἕσπερος ὕπνον ἄγῃσι.

### book 3.195.3

ζῆλον δ’ ἄρσεσι πᾶσιν ἐπὶ σφετέροισιν ὀρίνει

### book 3.195.4

υἱάσι νηπιάχοισι πανάγριος οἶστρος ἀναιδής·

### book 3

ὁππότε θηλυτέρη γὰρ ἔχει κόπον Εἰλειθυίης,

### book 3.1

ἄγχι μάλ’ ἑζόμενος σφέτερον γόνον ἄντα δοκεύει·

### book 3.2

καί ῥ’ ὅτε νηπίαχον μητρὸς παρὰ ποσσὶ πέσῃσιν,

### book 3.3

εἰ μὲν θῆλυ πέλει, ποθέει τέκος, ἠδ’ ἑκάτερθε

### book 3.4

γλώσσῃ λιχμάζων φίλιον γόνον ἀμφαγαπάζει·

### book 3.5

ἄρσενα δ’ εἴ μιν ἴδοι, τότε δὴ τότε θυμὸν ὀρίνει

### book 3.205.1

λευγαλέῳ ζήλῳ περὶ μητέρι μαινόμενος θήρ·

### book 3.205.2

ἐκ δ’ ἔθορεν μεμαὼς παιδὸς γενύεσσι ταμέσθαι

### book 3.205.3

μήδεα, μὴ μετόπισθε νέον γένος ἡβήσειεν.

### book 3.205.4

ἡ δὲ λεχώ περ ἐοῦσα καὶ ἀσθενέουσα τόκοισι

### book 3.205.5

παιδὶ λυγρῷ πολεμιζομένῳ μήτηρ ἐπαμύνει.

### book 3.210.1

ὡς δ’ ὁπότ’ ἐν πολέμῳ πολυκήδεϊ μητέρος ἄντην

### book 3.210.2

νηπίαχον κτείνωσιν ἀπηνέες αἰχμητῆρες,

### book 3.210.3

αὐτήν τ’ αὖ ἐρύωσιν ἔτι σπαίροντι φόνοισιν

### book 3.210.4

υἱέϊ πλεγνυμένην, στονόεν μέγα κωκύουσαν,

### book 3.210.5

δρυπτομένην ἁπαλήν τε παρηΐδα, νέρθε τε μαζῶν

### book 3.215.1

αἵματι δευομένην θερμῷ λιαρῷ τε γάλακτι·

### book 3.215.2

ὣς καὶ θῆλυς ὄναγρος ἐφ’ υἱέϊ πάμπαν ἔοικεν

### book 3.215.3

οἰκτρὰ κινυρομένῃ καὶ δύσμορα κωκυούσῃ.

### book 3.215.4

φαίης κεν πανάποτμον, ἑὸν πάϊν ἀμφιβεβῶσαν,

### book 3.215.5

μείλιχα μυθεῖσθαι καὶ λισσομένην ἀγορεύειν·

### book 3.220.1

ἆνερ, ἄνερ, τί νυ σεῖο προσώπατα τρηχύνονται,

### book 3.220.2

ὄμματα φοινίχθη δέ, τά τ’ ἦν πάρος αἰγλήεντα;

### book 3.220.3

οὐχὶ μέτωπον ἀθρεῖς λιθοεργέος ἄγχι Μεδούσης,

### book 3.220.4

οὐ γόνον ἰοβόρον παναμειλίκτοιο δρακαίνης,

### book 3.220.5

οὐ σκύμνον πανάθεσμον ὀριπλάγκτοιο λεαίνης.

### book 3.225.1

παῖδα λυγρὴ τὸν ἔτικτον, ὃν ἀρώμεσθα θεοῖσι,

### book 3.225.2

παῖδα τεὸν γενύεσσι τεῇς οὐκ ἄρσενα θήσεις;

### book 3.1

ἴσχε, φίλος, μὴ τάμνε· τί μοι τάμες; οἷον ἔρεξας;

### book 3.2

παῖδα τὸ μηδὲν ἔθηκας, ὅλον δέμας ἐξαλαώσας.

### book 3.3

δειλὴ ἐγώ, πανάποτμος ἀωροτάτοιο λοχείης,

### book 3.230.1

καὶ σὺ τέκος πάνδειλον ἀλιτροτάτοιο τοκῆος.

### book 3.230.2

δειλὴ ἐγώ, τριτάλαινα, κενὸν τόκον ὠδίνασα,

### book 3.230.3

καὶ σὺ τέκος, τμηθεὶς οὐχὶ στονύχεσσι λεόντων,

### book 3.230.4

ἀλλ’ ἐχθραῖς γενύεσσι λεοντείῃσι τοκῆος.

### book 3.230.5

τοῖά τις ἂν πανάποτμον ἑὸν περὶ νήπιον υἷα

### book 3.235.1

μυθεῖσθαι φαίη· τὸν δ’ οὐκ ἀλέγοντα δαφοινοῖς

### book 3.235.2

δαίνυσθαι στομάτεσσιν ἀμειδέα παιδὸς ἐδητύν.

### book 3.235.3

Ζεῦ πάτερ, ὅσσον ἔφυ ζήλοιο πανάγριον ἦτορ.

### book 3.235.4

κεῖνον καὶ φύσιος κρατερώτερον εἰσοράασθαι

### book 3.235.5

θῆκας, ἄναξ, δῶκας δὲ πυρὸς δριμεῖαν ἐρωήν,

### book 3.240.1

δεξιτερῇ δὲ φέρειν ἀδαμάντινον ὤπασας ἆορ.

### book 3.240.2

οὐ παῖδας τήρησε φίλους γλυκεροῖσι τοκεῦσιν,

### book 3.240.3

οὐχ ἑτάρους πηούς τε μολών, οὐκ οἶδεν ὁμαίμους,

### book 3.240.4

ὁππόταν ἀργαλέος τε καὶ ἄσπετος ἀντιβολήσῃ.

### book 3.240.5

κεῖνος καὶ προπάροιθεν ἑοῖσιν ἐφώπλισε παισὶν

### book 3.245.1

αὐτοὺς ἡμιθέους καὶ ἀμύμονας ἡμιθεαίνας,

### book 3.245.2

Αἰγείδην Θησῆα καὶ Αἰολίδην Ἀθάμαντα,

### book 3.1

Ἀτθίδα καὶ Πρόκνην καὶ Θρηϊκίην Φιλομήλην

### book 3.2

Κολχίδα τε Μήδειαν ἀρίζηλόν τε Θεμιστώ.

### book 3.3

ἀλλ’ ἔμπης μετὰ φῦλον ἐφημερίων ἀλεγεινῶν

### book 3.1

θηρσὶ Θυεστείην ὀλοὴν παρέθηκε τράπεζαν.

### book 3.2

Ἔστι δ’ ἐϋκρήμνοις ἐπὶ τέρμασιν Αἰθιοπήων

### book 3.3

ἱππάγρων πολὺ φῦλον, ἀκαχμένον ἰοφόροισι

### book 3.4

δοιοῖς χαυλιόδουσι· ποδῶν γε μὲν οὐ μίαν ὁπλήν,

### book 3.5

χηλὴν δ’ αὖ φορέουσι διπλῆν, ἰκέλην ἐλάφοισι·

### book 3.255.1

χαίτη δ’ αὐχενίη μεσάτην ῥάχιν ἀμφιβεβῶσα

### book 3.255.2

οὐρὴν ἐς νεάτην μετανίσσεται· οὐδὲ βροτείην

### book 3.255.3

δουλοσύνην ἔτλη ποθ’ ὑπερφίαλον γένος αἰνόν·

### book 3.255.4

ἀλλ’ εἰ καί ποθ’ ἕλοιεν ἐϋστρέπτοισι βρόχοισιν

### book 3.255.5

ἵππαγρον δολίοισι λόχοις μελανόχροες Ἰνδοί,

### book 3.260.1

οὔτε βορὴν ἐθέλει μετὰ χείλεσιν αἶψα πάσασθαι

### book 3.260.2

οὔτε πιεῖν, ὀλοὸς δὲ φέρειν ζυγὸν ἔπλετο δοῦλον.

### book 3.260.3

Φράζεο καὶ δύο φῦλα δυσάντεα, καρχαρόδοντα,

### book 3.1

μηλοφόνον τε λύκον δυσδερκέα τ’ αὖθις ὕαιναν,

### book 3.2

τὸν μὲν ποιμενίων τε καὶ αἰπολίων ὀλετῆρα,

### book 3.265.1

τὴν δ’ ἐχθρὴν σκυλάκεσσιν ἀρειοτέροις τε κύνεσσι·

### book 3.265.2

τὸν μὲν νυκτερινὸν διὰ γαστρὸς ἄφυκτον ἐρωὴν

### book 3.265.3

ἀρνειῶν ἐρίφων τε πολυπλόκον ἁρπακτῆρα,

### book 3.265.4

τὴν δ’ αὖ νυκτιπόρον καὶ νυκτιπλανῆ τελέθουσαν

### book 3.265.5

οὕνεκά οἱ διὰ νύκτα φάος, σκότος αὖτε μετ’ ἠῶ.

### book 3.270.1

εἴδεα δ’ ἀμφοτέροις ἀνομοίϊα θηρσὶ δαφοινοῖς·

### book 3.270.2

τὸν μὲν γάρ τε κύνεσσι πανείκελον ὠπήσαιο

### book 3.270.3

μείζοσι ποιμενικοῖς, λασίη δ’ ἐπιέσπεται οὐρή·

### book 3.270.4

ἡ δέ τε κυρτοῦται μεσάτην ῥάχιν, ἀμφὶ δὲ πάντῃ

### book 3.270.5

λαχνήεσσα κυρεῖ, κατὰ δ’ ἔγραπται δέμας αἰνὸν

### book 3.275.1

κυανέῃς ἑκάτερθεν ἐπήτριμα ταινίῃσι·

### book 3.275.2

στεινή τ’ ἐκτάδιός τε πέλει καὶ νῶτα καὶ οὐρήν·

### book 3.275.3

ῥινὸν δ’ ἀμφοτέροισιν ἐπικλείουσιν ἀοιδοὶ

### book 3.275.4

ῥιγεδανόν· τῆς μέν τε διατμήξας περὶ ποσσὶν

### book 3.275.5

εἰ φορέοις, φορέοις σκυλάκων μέγα δεῖμα κραταιῶν,

### book 3.280.1

καί σε κύνες κείνοισιν ἐπεμβεβαῶτα πεδίλοις

### book 3.280.2

ἀντίον οὐχ ὑλάουσι πάρος γε μὲν ὑλακόωντες.

### book 3.280.3

εἰ δὲ λύκον δείρας ῥινῶν ἄπο τεκτήναιο

### book 3.280.4

τύμπανον εὐκέλαδον Διδυμήϊον, ὠλεσίκαρπον,

### book 3.280.5

μοῦνόν τοι μετὰ πᾶσι βαρύβρομον ἔκλαγεν ἠχὴν

### book 3.285

καὶ μοῦνον παταγεῖ, τὰ δ’ ἐΰθροα πρόσθεν ἐόντα

### book 3.1

τύμπανα σιγάζει κώφησέ τε πᾶσαν ἰωήν.

### book 3.2

καὶ φθίμενοι γὰρ ὄϊς φθίμενον λύκον ἐρρίγασι.

### book 3.3

θαῦμα δὲ καὶ τόδ’ ἄκουσα περὶ στικτῇσιν ὑαίναις,

### book 3.4

ἄρσενα καὶ θήλειαν ἀμείβεσθαι λυκάβαντι,

### book 3.290.1

καί ῥ’ ὁτὲ μὲν τελέθειν δυσδερκέα νυμφευτῆρα,

### book 3.290.2

νωλεμὲς ἱμείροντα γάμων, ποτὲ δ’ αὖθις ὁρᾶσθαι

### book 3.290.3

θηλυτέρην νύμφην λοχίην καὶ μητέρα κεδνήν.

### book 3.290.4

Ἀλλὰ λύκων τελέθει πολιότριχα πέντε γένεθλα,

### book 3.290.5

εἴδεα δ’ ἀλλήλοις ἀνομοίϊα τεκμήραντο

### book 3.295.1

φῶτες ἀμορβῆες, τοῖσιν μάλα δήϊα φῦλα.

### book 3.295.2

πρῶτα μὲν ὃν καλέουσι θρασύφρονα τοξευτῆρα·

### book 3.295.3

ξουθὸς μὲν πρόπαν εἶδος, ἀτὰρ περιηγέα γυῖα

### book 3.295.4

καὶ κεφαλὴν φορέει πολὺ μείζονα καὶ θοὰ κῶλα·

### book 3.295.5

γαστέρα δ’ ἀργαίνουσαν ἔχει πολιῇ ῥαθάμιγγι·

### book 3.1

σμερδαλέον δ’ ἰάχει τε καὶ ὑψόθι πάμπαν ὀρούει,

### book 3.2

αἰὲν ἐπισσείων κεφαλὴν πυρόεν τε δεδορκώς.

### book 3.3

Ἄλλος δ’ αὖ μέγεθος μὲν ὑπέρτερος, ἅψεα δ’ αὖτε

### book 3.4

μηκεδανός, πάντεσσι θοώτερος ὦκα λύκοισι·

### book 3.5

τὸν μέροπες κίρκον τε καὶ ἅρπαγα κικλήσκουσι.

### book 3.305.1

πολλῷ σὺν ῥοίζῳ δὲ μάλ’ ὄρθριος εἶσιν ἐπ’ ἄγρην

### book 3.305.2

πρώτῃ ὑπ’ ἀμφιλύκῃ· ῥέα γάρ τ’ ἐπιδεύετ’ ἐδωδῆς·

### book 3.305.3

χροιὴ δ’ ἀργυφέη σελαγεῖ πλευράς τε καὶ οὐρήν,

### book 3.305.4

ναίει δ’ οὔρεα μακρά· τὰ δ’ ὁππότε χείματος ὥρῃ

### book 3.305.5

ἐκ νεφέων προχυθεῖσα χιὼν κρυόεσσα καλύψῃ,

### book 3.310.1

δὴ τότε καὶ πόλιος πέλας ἵκετο θὴρ ὀλοόφρων,

### book 3.310.2

πᾶσαν ἀναιδείην ἐπιειμένος εἵνεκ’ ἐδωδῆς,

### book 3.310.3

λάθρη τ’ ἐμπελάει μάλα τ’ ἤρεμος, εἰσόκεν ἄγρῃ

### book 3.1

ἐγχρίμψῃ· τὴν δ’ αἶψα θοοῖς ὀνύχεσσιν ἔμαρψεν.

### book 3.2

Ἔστι δέ τις Ταύροιο νιφοβλήτους ὑπὲρ ἄκρας

### book 3.315.1

ἐνδιάων Κίλικάς τε πάγους καὶ πρῶνας Ἀμανοῦ,

### book 3.315.2

καλὸς ἰδεῖν, θήρεσσι πανέξοχος, ὅντε καλεῦσι

### book 3.315.3

χρύσεον, ἀστράπτοντα περισσοκόμοισιν ἐθείραις,

### book 3.315.4

οὐ λύκος, ἀλλὰ λύκου προφερέστατος αἰπύτατος θήρ,

### book 3.315.5

χείλεσι χαλκείοισι τεθηγμένος, ἄσπετος ἀλκήν.

### book 3.320.1

πολλάκι τοι καὶ χαλκὸν ἀτειρέα, πολλάκι λᾶαν

### book 3.320.2

ἐμμενέως ἐτόρησε καὶ αἰχμήεντα σίδηρον.

### book 3.320.3

καὶ κύνα Σείριον οἶδε καὶ ἀντέλλοντα φοβεῖται·

### book 3.320.4

αὐτίκα δὴ ῥωχμὸν καταδύεται εὐρέος αἴης

### book 3.320.5

ἠὲ κατὰ σπήλυγγος ἀφεγγέος, εἰσόκεν ἄζης

### book 3.325.1

ἠέλιος παύσαιτο καὶ οὐλομένου κυνὸς ἀστήρ.

### book 3.325.2

Ἄκμονες αὖ δοιοί, φόνιον γένος, αὐχένα βαιοί,

### book 3.325.3

εὐρύτατοι νώτοισιν, ἀτὰρ λασιότριχε μηροὺς

### book 3.325.4

καὶ πόδας ἠδὲ πρόσωπον ὀλίζονες, ὄμμασι βαιοί.

### book 3.325.5

τῶν ὁ μὲν ἀργυρέοις νώτοις καὶ γαστέρι λευκῇ

### book 3.330.1

παμφαίνει, δνοφερὸς δὲ μόνων ἄκρα νείατα ταρσῶν·

### book 3.330.2

ὅν τινες ἰκτῖνον πολιότριχα φῶτες ἔλεξαν.

### book 3.330.3

αὐτὰρ ὅ γε χροιῇσι μελαινομένῃσι πέφανται,

### book 3.330.4

μείων μὲν προτέροιο, τὸ δὲ σθένος οὐκ ἐπιδευής.

### book 3.330.5

θηρεύει δ’ ἔκπαγλον ἐπὶ πτώκεσσιν ὀρούων·

### book 3.335.1

πᾶσαί τ’ ἐκ μελέων ὀρθαὶ φρίσσουσιν ἔθειραι.

### book 3.335.2

Δηθάκι δ’ αὖτε λύκοι καὶ πορδαλίεσσι δαφοιναῖς

### book 3.335.3

εἰς εὐνὴν ἐπέλασσαν, ὅθεν κρατερόφρονα φῦλα,

### book 3.335.4

θῶες· ὁμοῦ δὲ φέρουσι διπλοῦν μεμορυγμένον ἄνθος,

### book 3

μητέρα μὲν ῥινοῖσι, προσώποις δ’ αὖ γενετῆρα.

### book 3.340.1

Τίγριδος αὖ μετέπειτα κλυτὸν δέμας ἀείδωμεν,

### book 3.340.2

τῆς οὐ τερπνότερον φύσις ὤπασε τεχνήεσσα

### book 3.340.3

ὀφθαλμοῖσιν ἰδεῖν θηρῶν μετὰ πουλὺν ὅμιλον.

### book 3.340.4

τόσσον δ’ ἐν θήρεσσι μέγ’ ἔξοχος ἔπλετο τίγρις,

### book 3.340.5

ὅσσον ἐν ἠερίοισι ταὼς καλὸς οἰωνοῖσι.

### book 3.345.1

πάντα μιν ἀθρήσειας ὀρέσβιον οἷα λέαιναν,

### book 3.345.2

νόσφι μόνου ῥινοῖο, τὸν αἰόλον ἐστεφάνωται,

### book 3.345.3

δαίδαλα πορφύροντα καὶ ἄνθεσι μαρμαίροντα.

### book 3.345.4

τοίην μὲν πυρόεσσαν ὑπὸ βλεφάροισιν ὀπωπαὶ

### book 3.345.5

μαρμαρυγὴν στράπτουσιν· ἀτὰρ δέμας ἔπλετο τοῖον,

### book 3.1

καρτερόν, εὔσαρκον· τοίη δολιχόσκιος οὐρή·

### book 3.2

τοῖα περὶ στομάτεσσι προσώπατα· τοῖον ὕπερθε

### book 3.3

νεύει ἐπισκύνιον· τοῖοι σελαγεῦσιν ὀδόντες.

### book 3.4

ὠκυτέρη τελέθει δὲ θοῶν πανυπείροχα θηρῶν·

### book 3.5

αὐτῷ γάρ τε θέειν ἰκέλη Ζεφύρῳ γενετῆρι·

### book 3.355.1

οὔτι γε μὴν γενετῆρι· τίς ἂν τάδε πιστώσαιτο,

### book 3.355.2

θῆρες ὅτι δμηθεῖεν ὑπ’ ἠέρι νυμφευτῆρι;

### book 3.355.3

ἔπλετο γὰρ κείνη κενεὴ φάτις, ὡς τόδε φῦλον

### book 3.355.4

θῆλυ πρόπαν τελέθει καὶ ἀδέμνιον ἄρσενός ἐστι·

### book 3.355.5

δηθάκι γάρ κεν ἴδοις πολυανθέα καλὸν ἀκοίτην·

### book 3.360.1

ῥεῖα γὰρ οὐκ ἂν ἕλοις· δὴ γάρ τε λιπὼν ἑὰ τέκνα

### book 3.360.2

ἐμμενέως φεύγει, θηρήτορας εὖτ’ ἂν ἴδηται·

### book 3.360.3

ἡ δ’ ἕπεται σκύμνοισιν ἀνιάζουσά τε θυμόν,

### book 3.360.4

χάρμα μέγ’ ἀγρευτῆρσι, πρὸς ἄρκυας ἰθὺς ἱκάνει.

### book 3

Κάπρος ἐνυαλίοις δὲ μέγ’ ἔξοχος ἐν θήρεσσιν

### book 3.365.1

εὐνὰς μὲν ποθέει πυμάτοις ἐνὶ βένθεσι κρημνῶν,

### book 3.365.2

ἔξοχα δὲ στυγέει δοῦπον πολυηχέα θηρῶν.

### book 3.365.3

θηλυτέρῃ δ’ ἀλίαστος ἐφορμαίνων ἀλάληται

### book 3.365.4

καὶ μάλ’ ἐρωμανέων σφριγᾷ· κατὰ δ’ αὐχένος ὀρθαὶ

### book 3.365.5

φρίσσουσι τρίχες, οἷα περισσολόφων πηλήκων,

### book 3.370.1

ἀφρὸν ἀποσταλάει δὲ κατὰ χθονός· αὐτὰρ ὀδόντων

### book 3.370.2

ἕρκος ἐπικροτέει λευκόχροον ἄσθματι θερμῷ·

### book 3.370.3

καὶ χόλος ἀμφὶ γάμοισι πολὺ πλέον ἠέπερ αἰδώς.

### book 3.370.4

θηλυτέρη δ’ εἴ μίν κεν ὑποπτήξασα μένῃσιν,

### book 3.370.5

ἔσβεσε πάντα χόλον, κατὰ δ’ εὔνασε θηρὸς ἐρωήν·

### book 3.375.1

εἰ δέ κ’ ἀνηναμένη φεύγῃ φιλοτήσιον εὐνήν,

### book 3.375.2

αὐτίκ’ ὀρινόμενος θερμῷ πυρόεντι μύωπι

### book 3.375.3

ἢ γάμον ἐξετέλεσσεν ἀνάγκῃ, ἶφι δαμάσσας,

### book 3.375.4

ἢ νέκυν ἐν κονίῃσι βάλεν, γενύεσσιν ὀρούσας.

### book 3.375.5

ἔστι δέ τις κάπροιο φάτις πέρι λευκὸν ὀδόντα

### book 3.380.1

λάθριον ἐντὸς ἔχειν μαλερὴν πυρόεσσαν ἐνιπήν.

### book 3.380.2

σῆμα δ’ ἐφημερίοισιν ἀριφραδὲς ἐρρίζωται·

### book 3.380.3

ὁππότε γὰρ πολὺς ὄχλος ἐπήτριμος ἀγρευτήρων

### book 3.380.4

σὺν κυσὶν εὐτόλμοισι ποτὶ χθόνα θῆρα βάλωνται,

### book 3.380.5

αἰχμῇσιν δολιχῇσιν ἐπασσύτερον δαμάσαντες,

### book 3.385.1

δὴ τότ’ ἀπ’ αὐχένος εἴ τις ἀειράμενος τρίχα λεπτὴν

### book 3.385.2

θηρὸς ἔτ’ ἀσθμαίνοντος ἐνιχρίμψειεν ὀδόντι,

### book 3.385.3

αἶψα μάλα σφαιρηδὸν ἀνέδραμεν αἰθομένη θρίξ.

### book 3.385.4

καὶ δ’ αὐτοῖσι κύνεσσιν ἐπὶ πλευρῇς ἑκάτερθεν,

### book 3.385.5

ἔνθα συὸς γενύων πέλασαν αἴθωνες ὀδόντες,

### book 3.390.1

ἴχνια πυρσευθέντα διὰ ῥινοῖο τέτανται.

### book 3.390.2

Ὑστρίγγων δ’ οὔπω τι πέλει κατὰ δάσκιον ὕλην

### book 3.1

ῥίγιον εἰσιδέειν οὔτ’ ἀργαλεώτερον ἄλλο·

### book 3.2

τῶν ἤτοι μέγεθος μὲν ὁποῖα λύκοισι δαφοινοῖς,

### book 3.3

βαιόν, ὀλιζότερον, κρατερὸν δέμας, ἀμφὶ δὲ ῥινὸς

### book 3.395.1

τρηχείαις λασίαισι πέριξ πέφρικεν ἐθείραις,

### book 3.395.2

ὁπποίαις θωρήξατ’ ἐχίνων αἰόλα φῦλα.

### book 3.395.3

ἀλλ’ ὅτε μιν σεύωσιν ἀρείονες ἔξοχα θῆρες,

### book 3.395.4

δὴ τότ’ ἐμήσατο τοῖα· θοὰς ἔφριξεν ἐθείρας

### book 3.395.5

καί τ’ ὀπίσω νώτοισιν ἀκαχμένον ὠκυπέτῃσιν

### book 3.1

ἰθὺς ἀκοντίζει μαλερὸν βέλος· ἀμφότερον δὲ

### book 3.2

φεύγει τ’ ἐμμενέως καὶ ἀλευόμενος πολεμίζει.

### book 3.3

δηθάκις ἔκτεινεν κύνα κάρχαρον· ὧδέ κε φαίης

### book 3.4

αἰζηὸν τόξων δεδαηκότα τοξεύεσθαι.

### book 3.5

τοὔνεκεν ὁππότε μιν θηρήτορες ὠπήσωνται,

### book 3.405.1

οὔτι κύνας μεθιᾶσι, δόλον δ’ ἐπετεκτήναντο,

### book 3.405.2

τὸν μετέπειτ’ ἐρέω, θηρῶν φόνον ὁππότ’ ἀείδω.

### book 3.405.3

Ἰχνεύμων βαιὸς μέν, ἀτὰρ μεγάλοισιν ὁμοίως

### book 3.405.4

μέλπεσθαι θήρεσσι πανάξιος εἵνεκα βουλῆς

### book 3.405.5

ἀλκῆς τε κρατερῆς ὑπὸ νηπεδανοῖσι μέλεσσιν.

### book 3.410.1

ἦ γάρ τοι κέρδεσσι κατέκτανε διπλόα φῦλα,

### book 3.410.2

ἑρπηστῆρας ὄφεις καὶ ἀργαλέους κροκοδείλους,

### book 3.410.3

κείνους Νειλῴους, φόνιον γένος· ὁππότε γάρ τις

### book 3.1

θηρῶν λευγαλέων εὕδῃ τρίστοιχα πετάσσας

### book 3.2

χείλεα καὶ χάος εὐρὺ καὶ ἄσπετον αἰόλον ἕρκος,

### book 3.415.1

δή ῥα τότ’ ἰχνεύμων δολίην ἐπὶ μῆτιν ὑφαίνων

### book 3.415.2

λοξοῖς ὀφθαλμοῖσιν ἀπείρονα θῆρα δοκεύει,

### book 3.415.3

εἰσόκε τοι βαθὺν ὕπνον ἐπὶ φρεσὶ πιστώσηται·

### book 3.415.4

αἶψα δ’ ἄρ’ ἐν ψαμάθοισι καὶ ἐν πηλοῖσιν ἐλυσθεὶς

### book 3.415.5

ῥίμφ’ ἔθορεν, πυλεῶνα διαπτάμενος θανάτοιο

### book 3.420.1

τολμηρῇ κραδίῃ, διὰ δ’ εὐρέος ἤλυθε λαιμοῦ.

### book 3.420.2

αὐτὰρ ὅ γ’ ἐξ ὕπνου βαρυαέος ἔγρετο δειλός,

### book 3.420.3

καὶ κακὸν ἐν λαγόνεσσι φέρων τόσον ἀπροτίελπτον,

### book 3.420.4

πάντῃ μαινόμενος καὶ ἀμήχανος ἀμφαλάληται,

### book 3.420.5

ἄλλοτε μὲν ποτὶ τέρματ’ ἰὼν μυχάτου ποταμοῖο,

### book 3.425.1

ἄλλοτε δ’ αὖ ψαμάθοισι κυλινδόμενος ποτὶ χέρσον,

### book 3.425.2

ἄγριον ἀσθμαίνων, στρωφώμενος ἀμφ’ ὀδύνῃσιν.

### book 3.425.3

αὐτὰρ ὅ γ’ οὐκ ἀλέγει, γλυκερῇ δ’ ἐπιτέρπετ’ ἐδωδῇ·

### book 3.425.4

ἥπατι δ’ ἄγχι μάλιστα παρήμενος εἰλαπινάζει·

### book 3.425.5

ὀψὲ δέ τοι προλιπὼν κενεὸν δέμας ἔκθορε θηρός.

### book 3.430.1

ἰχνεῦμον μέγα θαῦμα, μεγασθενές, αἰολόβουλε,

### book 3.430.2

ὅσσην τοι κραδίη τόλμαν χάδεν. ὅσσον ὑπέστης,

### book 3.430.3

ἀγχίμολον θανάτοιο τεὸν δέμας ἀμφὶς ἐρείσας.

### book 3.430.4

Ἀσπίδα δ’ ἰοφόρον τοίαις ἐδαμάσσατο βουλαῖς.

### book 3.430.5

πᾶν δέμας ἐν ψαμάθοισι καλύψατο θῆρα δοκεύων,

### book 3.435.1

νόσφι μόνης οὐρῆς τε καὶ ὀφθαλμῶν πυροέντων·

### book 3.435.2

οὐρή οἱ δολιχὴ γὰρ ὀφιονέη τε τέτυκται,

### book 3.1

ἄκροισιν κεφαληδὸν ἐειδομένοισι κορύμβοις,

### book 3.2

ἄντα μελαινομένη, θηρῶν φολίδεσσιν ὁμοίη.

### book 3.3

τὴν δ’ ὅτε φυσιόωσαν ἔχιν ψολόεσσαν ἴδηται,

### book 3.440.1

ἀντία γυρώσας προκαλέσσατο θῆρα δαφοινήν.

### book 3.440.2

ἀσπὶς δ’ ἰοφόρον πέλας ἀντήειρε κάρηνον,

### book 3.440.3

στήθεά τ’ εὔρυνε, στυφελόν θ’ ὑπέσηρεν ὀδόντα,

### book 3.440.4

μαρναμένη γενύεσσιν ἐτώσια λευγαλέῃσιν.

### book 3.440.5

ἀλλ’ οὐκ ἰχνεύμων τότ’ ἀρήϊος ἐν ψαμάθοισι

### book 3.445.1

δηθύνει, πικρῶν δὲ θορὼν ἐδράξατο λαιμῶν,

### book 3.445.2

δαρδάπτει τε γένυσσιν ἑλισσομένην ἑκάτερθε,

### book 3.445.3

καὶ νέκυν αὐτίκ’ ἔθηκ’ ἀποφώλιον ἐκπτύουσαν

### book 3.445.4

πευκεδανὸν θανάτοιο φίλον, ζαμενῆ χόλον, ἰόν.

### book 3.445.5

Ναὶ μὴν αἰολόβουλος ἐπ’ ἀγραύλοισι μάλιστα

### book 3.1

θηρσὶ πέλει κερδώ, μάλ’ ἀρήϊος ἐν πραπίδεσσι·

### book 3.2

καὶ πινυτὴ ναίει πυμάτοις ἐνὶ φωλειοῖσιν,

### book 3.3

ἑπταπύλους οἴξασα δόμους τρητάς τε καλιὰς

### book 3.4

τηλόθ’ ἀπ’ ἀλλήλων, μή μιν θηρήτορες ἄνδρες

### book 3.5

ἀμφὶ θύρῃ λοχόωντες ὑπὸ βροχίδεσσιν ἄγωνται·

### book 3.455.1

ἀργαλέη γενύεσσι καὶ ἀντία δηρίσασθαι

### book 3.455.2

θηρσί τ’ ἀρειοτέροισι καὶ ἀγρευτῆρσι κύνεσσιν.

### book 3.455.3

εὖτε δὲ χεῖμα πέλει κρυερὸν βόσιός τε χατίζει,

### book 3.455.4

γυμναὶ δ’ ἡμερίδες περὶ βότρυσιν ἰνδάλλονται,

### book 3.455.5

δὴ τότε καὶ θηρᾶν πικρὴν ἐπὶ μῆτιν ὑφαίνει,

### book 3.460.1

οἰωνούς τε δόλοισιν ἑλεῖν καὶ τέκνα λαγωῶν.

### book 3.460.2

Ἔννεπέ μοι κἀκεῖνα, πολύθροε Μοῦσα λιγεῖα,

### book 3.460.3

μικτὰ φύσιν θηρῶν, διχόθεν κεκερασμένα, φῦλα,

### book 3.460.4

πόρδαλιν αἰολόνωτον ὁμοῦ ξυνήν τε κάμηλον.

### book 3.460.5

Ζεῦ πάτερ, ὅσσα νόησας, ὅς’ εἴδεα νῶϊ φύτευσας,

### book 3.465.1

ὅσσα βροτοῖσιν ὄπασσας, ὅς’ εἰναλίοις νεπόδεσσιν.

### book 3.465.2

ὃς τόδ’ ἐμήσαο πάγχυ καμήλων αἰόλον εἶδος,

### book 3.465.3

ἀμφιέσας ῥινοῖσιν ἀναιδέσι πορδαλέοισι

### book 3.465.4

φαίδιμον, ἱμερόεν, τιθασὸν γένος ἀνθρώποισι.

### book 3.465.5

δειρή οἱ ταναή, στικτὸν δέμας, οὔατα βαιά,

### book 3.470.1

ψιλὸν ὕπερθε κάρη, δολιχοὶ πόδες, εὐρέα ταρσά,

### book 3.470.2

κώλων δ’ οὐκ ἴσα μέτρα, πόδες τ’ οὐ πάμπαν ὁμοῖοι,

### book 3.470.3

ἀλλ’ οἱ πρόσθεν ἔασιν ἀρείονες, ὑστάτιοι δὲ

### book 3.470.4

πολλὸν ὀλιζότεροι, κατά τ’ ὀκλάζουσιν ὁμοῖοι.

### book 3.470.5

ἐκ δὲ μέσης κεφαλῆς δίδυμον κέρας ἰθὺς ὀρούει,

### book 3.475.1

οὔ τι κέρας κερόεν, παρὰ δ’ οὔατα μεσσόθι κόρσης

### book 3.475.2

ἀβληχραὶ κροτάφοισιν ἐπαντέλλουσι κεραῖαι·

### book 3.475.3

ἄρκιον, ὡς ἐλάφοιο, τέρεν στόμα, λεπταλέοι τε

### book 3.475.4

ἐντὸς ἐρηρέδαται γαλακόχροες ἀμφὶς ὀδόντες·

### book 3.475.5

αἴγλην παμφανόωσαν ἀπαστράπτουσιν ὀπωπαί.

### book 3.480

οὐρὴ δ’ αὖτ’ ἐλαχεῖα, θοαῖς ἅτε δορκαλίδεσσιν,

### book 3.1

ἄκραισιν μετόπισθε μελαινομένῃσιν ἐθείραις.

### book 3.2

Ναὶ μὴν ἄλλο γένεθλον ἐμοῖς ἴδον ὀφθαλμοῖσιν

### book 3.3

ἀμφίδυμον, μέγα θαῦμα, μετὰ στρουθοῖο κάμηλον·

### book 3.4

τὴν ἔμπης κούφοις μεταρίθμιον οἰωνοῖσι

### book 3.485.1

καὶ πτερόεσσαν ἐοῦσαν ἐμαὶ μέλψουσιν ἀοιδαί,

### book 3.485.2

οὕνεκεν ἡμετέρης μιν ἕλεν νόμος αἰόλος ἄγρης.

### book 3.485.3

οὔτε γὰρ ὀρνίθων σφε δαμάσσατο δήϊος ἰξός,

### book 3.485.4

οὔτε διηερίην δόνακες πατέοντες ἀταρπόν.

### book 3.485.5

ἀλλ’ ἵπποι σκύλακές τε θοοὶ καὶ ἀείδελα δεσμά.

### book 3.490.1

τῆς ἤτοι μέγεθος μὲν ὑπέρβιον, ὅσσον ὕπερθε

### book 3.490.2

νώτοις εὐρυτάτοισι φέρειν νεοθηλέα κοῦρον·

### book 3.490.3

καὶ πόδες ὑψιτενεῖς, ἴκελοι νωθροῖσι καμήλοις,

### book 3.490.4

ὁπποῖον θαμινῇσιν ἀρηράμενοι φολίδεσσι

### book 3.490.5

σκληρῇς ἄχρι διπλῆς ἐπιγουνίδος· ὕψι δ’ ἀείρει

### book 3.495.1

βαιὴν μὲν κεφαλήν, πολλὴν δὲ τανύτριχα δειρὴν

### book 3.495.2

κυανέην· κείνῃσι πολὺ πτερόν· οὐ μὲν ὕπερθεν

### book 3.495.3

ἠέρος ὑψιπόροισιν ἐπιπλώουσι κελεύθοις,

### book 3.495.4

ἀλλ’ ἔμπης θείειν ποσσὶ κραιπνοὶ τελέθουσαι

### book 3.495.5

αὐτοῖσιν φορέουσιν ἴσον τάχος οἰωνοῖσιν.

### book 3

οὐδὲ μὲν ὀρνίθεσσιν ὁμοίϊος ἀμβαδὸν εὐνή,

### book 3.1

Βάκτριον οἷα δὲ φῦλον ἔχουσιν ἀπόστροφα λέκτρα·

### book 3.2

τίκτει δ’ ἄπλετον ᾠόν, ὅσον χαδέειν τόσον ὄρνιν,

### book 3.3

κυκλόσε λαϊνέοις θωρησσόμενον κελύφεσσι.

### book 3.4

Πτῶκας ἀείδωμεν, θήρης ἐρίδωρον ὀπώρην.

### book 3.505.1

σῶμα πέλει τυτθόν, λάσιον, δολιχώτατον οὖας,

### book 3.505.2

βαιὸν ὕπερθε κάρη, βαιοὶ πόδες, οὐκ ἴσα κῶλα·

### book 3.505.3

χροιὴν δ’ ἀμφιέσαντ’ ἀνομοίϊον· οἱ μὲν ἔασι

### book 3.505.4

κυάνεοι δνοφεροί τε μελάμβωλον κατ’ ἄρουραν,

### book 3.505.5

ξανθοὶ δ’ αὖθ’ ἕτεροι πεδίων ἐπὶ μιλτοπαρῄων·

### book 3.510.1

αὐτὰρ ἐρίγληνοι χαροπὸν στράπτουσιν ὀπωπαὶ

### book 3.510.2

κανθὸν ἀγρυπνίῃ κεκορυθμένον· οὔποτε γὰρ δὴ

### book 3.510.3

ὕπνον ἐπὶ βλεφάροισιν ἀποβρίξαντες ἕλοντο,

### book 3.510.4

δειδιότες θηρῶν τε βίην μερόπων τε θοὸν κῆρ·

### book 3

νυκτὶ δέ τ’ ἐγρήσσουσι καὶ ἐς φιλότητα μέλονται·

### book 3.515.1

νωλεμὲς ἱμείρουσι γάμων, ἔτι δ’ ἔγκυοι οὖσαι

### book 3.515.2

οὔποτ’ ἀναίνονται πόσιος πολύθουρον ἐρωήν,

### book 3.515.3

οὐδ’ ὅτε γαστρὶ φέρωσι πολύσπορον ὠκὺν ὀϊστόν·

### book 3.515.4

ἔξοχα γὰρ τόδε φῦλον, ὅς’ ἄπλετος ἔτραφεν αἶα,

### book 3.515.5

πουλυγόνον τελέθει· τὸ μὲν ἄρ ποθι νηδύος ἐκτὸς

### book 3.520.1

ἔμβρυον ἐκθρώσκει τετελεσμένον, ἄλλο δ’ ἔσωθεν

### book 3.520.2

νόσφι τριχὸς φορέει, τὸ δ’ ἄρ’ ἡμιτέλεστον ἀέξει,

### book 3.520.3

ἄλλο δ’ ἄναρθρον ἔχει θορόεν βρέφος ὠπήσασθαι·

### book 3.520.4

ἑξείης τίκτει δέ, καὶ οὔποτε θῆλυς ἀναιδὴς

### book 3.520.5

λήθετο μαχλοσύνης· τελέει δ’ ὅσα θυμὸς ἀνώγει,

### book 3.525

οὐδ’ αὐταῖς ὠδῖσιν ἀνηναμένη Κυθέρειαν.

### book 4.1

Εἴδεα μὲν τόσα θηρσί, τόσαι δ’ ἀνὰ δάσκιον ὕλην

### book 4.2

νυμφίδιοι φιλότητες ὁμήθειαί τε πέλονται

### book 4.3

ἔχθεά τε κρυεροί τε μόθοι νόμιοί τε χαμεῦναι.

### book 4.4

τλησιπόνων δ’ ἀνδρῶν χρέος ἄπλετον ἀείδωμεν,

### book 4.5.1

ἀμφότερον κρατερόν τε μένος καὶ ἐπίφρονα βουλὴν

### book 4.5.2

κέρδεά τ’ αἰολόβουλα πολυφράστοις τε δόλοισι

### book 4.5.3

φραξαμένην κραδίην· ἦ γάρ τε πρὸς ἄγρια φῦλα

### book 4.5.4

μάρναται, οἷσι θεὸς σθένος ὤπασε καὶ μένος ἠῢ

### book 4.5.5

καὶ φρένας οὐδ’ αὐτῶν πολὺ μείονας ἀγρευτήρων.

### book 4.10.1

Ἤθεα πολλὰ πέλει κλειτῆς πολυαρκέος ἄγρης,

### book 4.10.2

ἄρμενα καὶ θήρεσσι καὶ ἔθνεσιν ἠδὲ χαράδραις,

### book 4.10.3

μυρία· τίς κεν ἅπαντα μιῇ φρενὶ χωρήσειεν

### book 4.10.4

εἰπέμεναι κατὰ μοῖραν ὑπ’ εὐκελάδοισιν ἀοιδαῖς;

### book 4.10.5

τίς δ’ ἂν πάντ’ ἐσίδοι; τίς δ’ ἂν τόσον ὠπήσαιτο

### book 4.15.1

θνητὸς ἐών; μοῦνοι δὲ θεοὶ ῥέα πάνθ’ ὁρόωσιν.

### book 4.15.2

αὐτὰρ ἐγὼν ἐρέω τά τ’ ἐμοῖς ἴδον ὀφθαλμοῖσι,

### book 4.15.3

θήρην ἀγλαόδωρον ἐπιστείχων ξυλόχοισιν,

### book 4.15.4

ὅσσα τ’ ἀπ’ ἀνθρώπων ἐδάην, τοῖσιν τὰ μέμηλεν,

### book 4.15.5

αἰόλα παντοίης ἐρατῆς μυστήρια τέχνης,

### book 4.20.1

ἱμείρων τάδε πάντα Σεουήρου Διὸς υἱῷ

### book 4.20.2

ἀείδειν· σὺ δέ, πότνα θεά, παγκοίρανε θήρης,

### book 4.20.3

εὐμενέουσα θοῇ βασιληΐδι λέξον ἀκουῇ,

### book 4.20.4

ὄφρα τεῶν ἔργων προμαθὼν ὀαρίσματα πάντα

### book 4.20.5

θηροφονῇ, μακαριστὸς ὁμοῦ παλάμῃ καὶ ἀοιδῇ.

### book 4.25.1

Θηρῶν οἱ μὲν ἔασιν ἐπίφρονες, αἰολόβουλοι,

### book 4.25.2

ἀλλὰ δέμας βαιοί· τοὶ δ’ ἔμπαλιν ἀλκήεντες,

### book 4.25.3

βουλὴν δ’ ἐν στήθεσσιν ἀνάλκιδες· οἱ δ’ ἄρ’ ὁμαρτῇ

### book 4.25.4

καὶ κραδίην δειλοὶ καὶ γυῖα πέλους’ ἀμενηνοί,

### book 4.25.5

ἀλλὰ πόδεσσι θοοί· τοῖσιν δὲ θεὸς πόρε πάντα,

### book 4.30.1

βουλὴν κερδαλέην, κρατερὸν δέμας, ὠκέα γοῦνα.

### book 4.30.2

γιγνώσκουσι δ’ ἕκαστος ἑῆς φύσιος κλυτὰ δῶρα,

### book 4.30.3

ἔνθ’ ὀλιγοδρανέες τε καὶ ἔνθα πέλουσι δαφοινοί.

### book 4.30.4

οὐκ ἔλαφος κεράεσσι θρασύς, κεράεσσι δὲ ταῦρος·

### book 4.30.5

οὐ γενύεσσιν ὄρυξ κρατερός, γενύεσσι λέοντες·

### book 4.35.1

οὐ ποσὶ ῥινόκερως πίσυνος, πόδες ὅπλα λαγωῶν·

### book 4.35.2

πόρδαλις οἶδ’ ὀλοὴ παλαμάων λοίγιον ἰόν,

### book 4.35.3

καὶ σθένος αἰνὸς ὄϊς μέγα λαϊνέοιο μετώπου,

### book 4.35.4

καὶ κάπρος μένος οἶδεν ἑῶν ὑπέροπλον ὀδόντων.

### book 4.35.5

Ὅσσαι μέν νυν ἔασιν ἐπακτήρεσσι δαφοινοῖς

### book 4.40.1

μουναδὸν ἐν σκοπέλοισι προμήθειαί τε πάγαι τε,

### book 4.40.2

κεκριμένας φράσομεν θήρας ἐπὶ θηρσὶν ἑκάστοις·

### book 4.40.3

ξυνὰ δέ θ’ ὅσσα πέλουσιν, ὁμοίης ἔλλαχεν ᾠδῆς.

### book 4.1

ξυναὶ θηροσύναι τε λίνων ξυναί τε ποδάγραι·

### book 4.2

ξυνὰ δέ τ’ ἀνθρώποισι ποδωκέα πάντα γένεθλα

### book 4.45.1

ἵπποις ἠδὲ κύνεσσι διωκέμεν· ἄλλοτε δ’ αὖτε

### book 4.45.2

καὶ μούνοις ἵπποισι κυνῶν ἄτερ ἰθὺς ἐλαύνειν·

### book 4.45.3

ἵπποισιν κείνοισιν, ὅσοι περὶ Μαυρίδα γαῖαν

### book 4.45.4

φέρβοντ’, ἢ Λιβύεσσιν· ὅσοι μὴ κάρτεϊ χειρῶν

### book 4.45.5

ἄγχονται ψαλίοισι βιαζομένοιο χαλινοῦ,

### book 4.1

πείθονται δὲ λύγοισιν, ὅπη βροτὸς ἡγεμονεύει.

### book 4.2

τοὔνεκεν ἱππελάται κείνων ἐπιβήτορες ἵππων

### book 4.3

ἠδὲ κύνας λείπουσι φίλους πίσυνοί τ’ ἐλόωσιν

### book 4.4

ἵπποις ἠελίου τε βολῇ καὶ νόσφιν ἀρωγῶν.

### book 4.5

ξυνὸν ἀκοντίζειν δὲ καὶ ἀντία τοξάζεσθαι

### book 4.55.1

θῆρας ἀρειοτέρους, τοί τ’ ἀνδράσιν ἶφι μάχονται.

### book 4.55.2

Ἐς δὲ λίνον χρειὼ στέλλειν οἰήϊα θήρης,

### book 4.1

καὶ πνοιὴν ἀνέμου φεύγειν ἄνεμόν τε δοκεύειν.

### book 4.2

οἷα δὲ ποντοπόρων ἀκάτων ἐπιβήτορες ἄνδρες

### book 4.3

ἑζόμενοι πρύμνῃσι, νεῶν ἐφέποντες ὀχῆας,

### book 4.60.1

ἠέρα παπταίνουσι καὶ ἀργεστῇσι Νότοισι

### book 4.60.2

πειθόμενοι τανύσαντο λινοπτερύγων ὅπλα νηῶν·

### book 4.60.3

ὧδε καὶ ἐν τραφερῇ κέλομαι θηρήτορας ἄνδρας

### book 4.60.4

παπταίνειν ἑκάτερθεν ἐπιπνείοντας ἀήτας,

### book 4.60.5

ὄφρα λινοστατέωσι βοηλατέωσί τε πάντῃ

### book 4.65.1

αὔραις ἀντιάσαντες· ἐπεὶ μάλα θήρεσι πᾶσιν

### book 4.65.2

ὀξύταται ῥινῶν ὀσφρήσιες· εἰ δὲ φράσαιντο

### book 4.65.3

ἢ σταλίκων ὀδμὴν ἢ πεπταμένοιο λίνοιο,

### book 4.65.4

ἔμπαλιν ἰθύνουσιν, ἐπιστροφάδην δὲ φέβονται

### book 4.65.5

αὐτοῖς ἄντα βροτοῖσι, πόνον δ’ ἅλιον θέσαν ἄγρης.

### book 4.70.1

τῷ μοι παπταίνοιεν ἐπαιγίζοντας ἀήτας

### book 4.70.2

θηροφόνοι, στάλικάς τε λινοστασίην τ’ ἐφέποιεν

### book 4.70.3

ἀντιπέρην ἀνέμοιο βολῆς· ὄπιθεν δ’ ἐλάοιεν

### book 4.70.4

ἐς Νότον αἰθρήεντος ἐγειρομένου Βορέαο·

### book 4.70.5

ἐς δὲ Βορῆν σαλαγεῦντος ἐπὶ δροσεροῖο Νότοιο·

### book 4.75.1

Εὔρου δ’ ἱσταμένοιο θέειν Ζεφυρίτισιν αὔραις·

### book 4.75.2

κινυμένου Ζεφύρου δὲ θοῶς εἰς Εὖρον ἐλαύνειν.

### book 4.75.3

Ἀλλὰ σύ μοι πρώτιστα λεόντων ἔξοχον ἄγρην

### book 4.75.4

ἐν θυμῷ βάλλοιο καὶ ἀνδρῶν ἄλκιμον ἦτορ.

### book 4.75.5

χῶρον μὲν πρώτιστον ἐπεφράσσαντο κιόντες,

### book 4.80.1

ἔνθα περὶ σπήλυγγας ἐρίβρομος ἠΰκομος λῖς

### book 4.80.2

ἐνδιάει, μέγα δεῖμα βοῶν αὐτῶν τε νομήων·

### book 4.80.3

θηρὸς δ’ αὖ μετέπειτα πελώριον ὠπήσαντο

### book 4.80.4

ἴχνεσι τριβομένοισιν ἀταρπιτόν, ᾗ ἔνι πολλὸς

### book 4

λαρὸν πιόμενος ποταμηπόρος ἰθὺς ὁδεύει.

### book 4.85.1

ἔνθ’ ἤτοι βόθρον μὲν ἐΰδρομον ἀμφὶς ὄρυξαν,

### book 4.85.2

εὐρὺν καὶ περίμετρον· ἀτὰρ μεσάτῃ ἐνὶ τάφρῳ

### book 4.85.3

κίονα δειμάσθην μέγαν, ὄρθιον, ὑψικόλωνον·

### book 4.85.4

τοῦ δ’ ἄπο μὲν κρεμάσαντο μετήορον αὖ ἐρύσαντες

### book 4.85.5

ἀρνειὸν νεογιλὸν ὑπ’ ἀρτιτόκοιο τεκούσης·

### book 4.90.1

ἔκτοθε δ’ αὖ βόθροιο περίτροχον ἐστεφάνωσαν

### book 4.90.2

αἱμασιήν, πυκάσαντες ἐπασσυτέροις μυλάκεσσιν,

### book 4.90.3

ὄφρα κε μὴ πελάσας δολερὸν χάος ἀθρήσειε·

### book 4.90.4

καί ῥ’ ὁ μὲν ὑψικρεμὴς ὑπομάζιος ἀμνὸς ἀϋτεῖ·

### book 4.90.5

τοῦ δέ τε πειναλέην κραδίην ἐπάταξεν ἰωή·

### book 4.95.1

μαιόμενος δ’ ἴθυσε, φίλον κεχαρημένος ἦτορ,

### book 4.95.2

ἴχνος ἐπισπέρχων βληχῆς ἠδ’ ἔνθα καὶ ἔνθα

### book 4.95.3

παπταίνων πυρόεν· τάχα δ’ ἤλυθεν ἄγχι δόλοιο,

### book 4.95.4

ἀμφί τε δινεῖται, κρατερὸς δέ ἑ λιμὸς ὀρίνει.

### book 4.95.5

αὐτίκα δ’ αἱμασιὴν μὲν ὑπέρθορε γαστρὶ πιθήσας,

### book 4.1

δέκτο δέ μιν χάος εὐρὺ περιστεφές, οὐδ’ ἐνόησεν,

### book 4.2

ὡς ἐπὶ βυσσὸν ἵκανεν ἀνωΐστοιο βερέθρου·

### book 4.3

παντόσε δινεῖται δὲ παλίσσυτος αἰὲν ὀρούων,

### book 4.4

ὁπποῖος περὶ νύσσαν ἀεθλοφόρος θοὸς ἵππος,

### book 4.5

ἀγχόμενος παλάμῃσι καὶ ἡνιόχοιο χαλινῷ.

### book 4.105.1

οἱ δ’ ἄρ’ ἀπὸ σκοπιῆς τηλαυγέος ἀθρήσαντες

### book 4.105.2

ἀγρευτῆρες ὄρουσαν, ἐριτμήτοισι δ’ ἱμᾶσι

### book 4.105.3

δησάμενοι καθιᾶσιν ἐΰστροφα τυκτὰ μέλαθρα,

### book 4.105.4

ὀπταλέον κἀκεῖσε δόλον κρύψαντες ἐδωδῆς·

### book 4.105.5

αὐτὰρ ὅ γ’ ἐκ βόθροιο δοκεύμενος αὐτίκ’ ἀλύξειν

### book 4.110.1

ἔνθορε καγχαλόων· παρὰ δ’ οὐκέτι νόστος ἕτοιμος.

### book 4.110.2

ὧδε μὲν ἀμφὶ χυτὴν Λιβύων πολυδίψιον αἶαν.

### book 4.110.3

Αὐτὰρ ἐϋρρείταο παρ’ ὄχθαις Εὐφρήταο

### book 4.1

ἵππους μὲν χαροποὺς μεγαλήτορας ἀρτύνονται

### book 4.2

θήρειον ποτὶ μῶλον· ἐπεὶ χαροποὶ γεγάασι

### book 4.115.1

κραιπνότατοι θείειν καὶ ἀναιδέες ἶφι μάχεσθαι

### book 4.115.2

καὶ μοῦνοι τετλᾶσι λεόντων ἀντία βρυχήν·

### book 4.115.3

οἱ δ’ ἄλλοι τρείουσι καὶ ἀγκλίνουσιν ὀπωπάς,

### book 4.115.4

δειμαίνοντες ἄνακτος ἑοῦ πυριλαμπέα κανθόν,

### book 4.115.5

ὣς ἐφάμην καὶ πρόσθεν ἐν ἱππαλέοισιν ἀοιδαῖς.

### book 4.120.1

πεζοὶ δ’ ἐκτανύσαντο λίνοιο περίδρομον ἕρκος,

### book 4.120.2

ἄρκυας ἀσσυτέροις ἐπιδειμάμενοι σταλίκεσσι·

### book 4.120.3

τόσσον δ’ αὖθ’ ἑκάτερθεν ἐπιπρονένευκε κεραίη,

### book 4.120.4

ὅσσον ἐπημύει κέρας ἀρτιτόκοιο σελήνης.

### book 4.120.5

τρισσοὶ δ’ αὖ λοχόωσι λίνων ἔπι θηρητῆρες,

### book 4.125.1

εἷς μέσατος, δοιοὶ δ’ ἄρ’ ἐπ’ ἀκροτάτοισι κορύμβοις,

### book 4.125.2

ὁππόσον ἐκ μεσάτοιο γεγωνότος ἀμφοτέροισιν

### book 4.125.3

εἰσαΐειν ἑκάτερθε διπλῶν ἀκρόπτερα φωτῶν.

### book 4.125.4

οἱ δ’ ἄλλοι στήσαντο νόμῳ πολέμοιο δαφοινοῦ,

### book 4.125.5

φρυκτοὺς αὐσταλέους πυριλαμπέας ἀμφὶς ἔχοντες·

### book 4.130.1

ἀνδρῶν δ’ αὐτὸς ἕκαστος ἔχει σάκος ἐν χερὶ λαιῇ,

### book 4.130.2

(ἀσπίδος ἐν πατάγῳ θηρσὶν μέγα δεῖμα δαφοινοῖς·)

### book 4.130.3

δεξιτερῇ δὲ φέρει πεύκης ἄπο δαιόμενον πῦρ·

### book 4.130.4

ἔξοχα γὰρ δείδοικε πυρὸς μένος ἠΰκομος λῖς,

### book 4.130.5

οὐδ’ ἐσιδεῖν τέτληκεν ἀταρμύκτοισιν ὀπωπαῖς.

### book 4.135.1

οἱ δ’ ὁπότ’ ἀθρήσωσι λεόντων ἄλκιμον ἦτορ,

### book 4.135.2

πάντες ὁμῶς ἱππῆες ἐπέσσυθεν, ἀμφὶ δὲ πεζοὶ

### book 4.135.3

ἕσπονται παταγεῦντες, ἀϋτὴ δ’ αἰθέρ’ ἱκάνει.

### book 4.135.4

θῆρες δ’ οὐ μίμνουσιν, ἐπιστροφάδην δὲ νέονται

### book 4.135.5

θυμὸν ὀδὰξ πρίοντες, ἀμυνέμεν οὐκ ἐθέλοντες.

### book 4.140

ὡς δ’ ἰχθῦς ἀνὰ νύκτα δολόφρονες ἀσπαλιῆες

### book 4.1

πρὸς βόλον ἰθύνουσι θοαῖς ἀκάτοισι φέροντες

### book 4.2

λαμπομένας δαΐδας· τοὶ δὲ τρείουσιν ἰδόντες

### book 4.3

ἔλλοπες, οὐδὲ μένουσιν ἑλισσομένην ἀμαρυγήν·

### book 4.4

ὣς καὶ θῆρες ἄνακτες ἐπιμύουσιν ὀπωπάς.

### book 4.145.1

καὶ τότε δειδιότες κτύπον ἀνδρῶν καὶ φλόγα πυρσῶν

### book 4.145.2

αὐτόματοι πλεκτῇσι λίνων λαγόνεσσι πέλασσαν.

### book 4.145.3

Ἔστι δέ τις θήρης τρίτατος νόμος Αἰθιοπήων

### book 4.145.4

ἀκάματος, μέγα θαῦμα· τὸ δ’ ἀνέρες ἀλκήεντες

### book 4.145.5

Αἴθοπες ἠνορέῃ πίσυνοι πίσυρες τελέουσι.

### book 4.1

πλεκτὰ σάκη τεύχουσιν ἐϋστρέπτοισι λύγοισι

### book 4.2

καρτερὰ καὶ πλευρῇσι περίδρομα, κὰδ δὲ βοείας

### book 4.3

ἀζαλέας τανύουσιν ἐπ’ ἀσπίσιν ὀμφαλοέσσαις

### book 4.4

ἄλκαρ ἔμεν τ’ ὀνύχων βριαρῶν γενύων τε δαφοινῶν·

### book 4.5

αὐτοὶ δ’ οἰὸς ἄωτα πρόπαν δέμας ἀμφιέσαντο,

### book 4.155.1

σφιγξάμενοι καθύπερθεν ἐπασσυτέροις τελαμῶσι·

### book 4.155.2

καὶ κόρυθες κρύπτουσι καρήατα· μοῦνα δ’ ἀθρήσαις

### book 4.155.3

χείλεά τε ῥῖνάς τε καὶ ὄμματα μαρμαίροντα.

### book 4.155.4

ἄντα δὲ θηρὸς ἴασιν ἀολλέες, εὐκελάδοισι

### book 4.155.5

μάστιξιν θαμινῇσι δι’ ἠέρος αἰθύσσοντες·

### book 4.160.1

αὐτὰρ ὅ γε σπήλυγγος ὑπεκπροθορὼν ἀλίαστος

### book 4.160.2

βρυχᾶται πετάσας φόνιον χάος ἀντία φωτῶν,

### book 4.160.3

δερκόμενος χαροποῖσιν ὑπ’ ὄμμασιν αἰθόμενον πῦρ,

### book 4.160.4

θυμῷ παφλάζων ἴκελος δίοισι κεραυνοῖς.

### book 4.160.5

οὐ τοῖον Γάγγαο ῥόος πρόσθ’ ἠελίοιο

### book 4.165.1

Ἰνδὸν ὑπὲρ δάπεδον Μαρυανδέα λαὸν ἀμείβων

### book 4.165.2

μυκᾶται βρύχημα πελώριον, ὁππότε κρημνῶν

### book 4.165.3

ἐκπροθορὼν ἐκάλυψε μέλαν δέμας αἰγιαλοῖο·

### book 4.165.4

ὅστε καὶ εὐρύτατός περ ἐὼν καί τ’ εἴκοσιν ἄλλοις

### book 4.165.5

κυρτοῦται ποταμοῖσι κορυσσόμενος λάβρον ὕδωρ·

### book 4.170.1

οἷον ἐπισμαραγεῖ δρίος ἄσπετον ἠδὲ χαράδραι

### book 4.170.2

βρυχηθμοῖς ὀλοοῖσιν, ἐπιβρέμεται δ’ ὅλος αἰθήρ.

### book 4.170.3

καί ῥ’ ὁ μὲν αὐτίκ’ ὄρουσε λιλαιόμενος χροὸς ἆσαι,

### book 4.170.4

λαίλαπι χειμερίῃ πανομοίϊος· οἱ δὲ μένουσιν

### book 4.170.5

ἀστεμφεῖς πυρόεσσαν ἐπαιγίζουσαν ἐνιπήν.

### book 4.175.1

αὐτὰρ ὅ γ’ ἔν τ’ ὀνύχεσσι γένυσσί τε λευγαλέῃσιν

### book 4.175.2

ἄσχετος ὅν κεν ἕλῃσιν ἐπαιθύσσων κεραΐζει.

### book 4.175.3

τὸν δ’ ἕτερος κατόπισθε μεταθρώσκων αἰζηῶν

### book 4.175.4

κικλήσκει, παταγῶν τε διαπρύσιόν τε γεγωνώς.

### book 4.175.5

αἶψα δ’ ἐπιστρεφθεὶς μεγαλήνωρ ἠΰκομος λῖς

### book 4.180.1

ὦρτο λιπὼν ὃν ἔμαρψεν ὑπὸ στόμα· καὶ πάλιν ἄλλος

### book 4.180.2

δόχμιος ἠϋγένειον ὀρίνει θῆρα κελαινόν·

### book 4.180.3

ἄλλοι δ’ ἀλλαχόθεν μιν ἐπασσύτεροι κλονέουσι

### book 4.180.4

ῥινοῖσιν πίσυνοι σακέεσσί τε καὶ τελαμῶσι,

### book 4.180.5

τοὺς οὔτε κρατεροὶ γενύων τάμνουσιν ὀδόντες,

### book 4.185.1

οὔτε σιδηρείων ὀνύχων πείρουσιν ἀκωκαί.

### book 4.185.2

αὐτὰρ ὁ μαψίδιον φθινύθει πόνον, ἄκριτα θύων,

### book 4.185.3

τὸν μὲν καλλείπων, τὸν δ’ αἰρόμενος χθονὸς αἶψα

### book 4.185.4

αὖ ἐρύων, τῷ δ’ αὖτις ἀάσχετος ἰθὺς ὀρούων.

### book 4.185.5

ὡς δ’ ὁπότ’ ἐν πολέμοισιν ἀρήϊον ἄνδρα κραταιὸν

### book 4.190.1

δήϊος ἀμφιβάλῃ στεφάνη μαλεροῖο μόθοιο,

### book 4.190.2

αὐτὰρ ὅ γε πνείων μένος Ἄρεος ἔνθα καὶ ἔνθα

### book 4.190.3

ἀΐσσει, παλάμῃ κραδάων πεφονωμένον ἔγχος,

### book 4.190.4

ὀψὲ δέ μιν δάμνησιν ἐνυάλιος λόχος ἀνδρῶν,

### book 4.190.5

πάντες ὁμοῦ βρίσαντες· ὁ δ’ ὀκλάζει κατὰ γαίης,

### book 4.195.1

βαλλόμενος πυκινῇσι τανυρροίζοισιν ἀκωκαῖς·

### book 4.195.2

ὣς ὅ γ’ ἀνηνύστοισιν ἀπειπάμενος καμάτοισιν

### book 4.195.3

ὀψὲ βροτοῖσιν ἔδωκε βραβήϊα πάντα μόθοιο·

### book 4.1

ἀφρὸν ἀποσταλάει δὲ ποτὶ σχερὸν αἱματόεντα·

### book 4.2

εἴκελος αἰδομένῳ δὲ ποτὶ χθόνα κανθὸν ἐρείδει.

### book 4.1

ὡς δὲ βροτὸς πολλοῖσιν ἐρεψάμενος κοτίνοισι

### book 4.2

πυγμαχίης ἐν ἀγῶσιν, ὑπ’ ἀνέρος ἀλκήεντος

### book 4.3

ἄντην ἀσσυτέρῃσιν ὑπ’ ὠτειλῇσι δαμασθείς,

### book 4.4

ἔστη μὲν πρώτιστα λελουμένος αἵματι λάβρῳ,

### book 4.5

οἷα μεθυσφαλέων, ἑτεροκλινέων τε κάρηνον·

### book 4.205.1

αὐτὰρ ἔπειτ’ ἐπὶ γαῖαν ὑποκλαδὸν ἐξετανύσθη·

### book 4.205.2

ὣς ὅ γ’ ἐπὶ ψαμάθου κεκαφηότα γυῖα τάνυσσεν.

### book 4.205.3

οἱ δὲ τότ’ ἐγκονέουσι πολὺ πλέον, αἶψα δ’ ὕπερθε

### book 4.205.4

πάντες ἐρεισάμενοι κρατεροῖσι δέους’ ὑπὸ δεσμοῖς

### book 4.205.5

οὐδὲν ἀλευόμενον, μάλα δ’ ἤρεμον ἀτρεμέοντα.

### book 4.210.1

ὦ μέγα τολμήεντες, ὅσον χάδον, ὅσσον ἔρεξαν,

### book 4.210.2

αἰνὸν κεῖνο πέλωρον ἅτε κτίλον ἀείρουσιν.

### book 4.210.3

Ἔκλυον ὡς βόθροισιν ὁμοίοισίν τε δόλοισι

### book 4.210.4

θήρασσαν καὶ θῶας ἀναιδέας, ἠδὲ γένεθλα

### book 4.210.5

πορδαλίων ἀπάτησαν, ἀτὰρ πολὺ μείοσι βόθροις·

### book 4.215.1

κίονα δ’ οὐχὶ λίθοιο, δρυὸς δ’ ἐτάμοντο κεραίην·

### book 4.215.2

οὐδὲ μὲν ὑψικρεμῆ χιμάρου γόνον ᾐώρησαν,

### book 4.215.3

ἀλλὰ κυνός· τοῦ δ’ αὖτ’ ἀπὸ μήδεα δῆσαν ἱμάσθλαις

### book 4.215.4

λεπταλέαις· ὁ δ’ ἄρ’ ὦκα περισπερχὴς ὀδύνῃσιν

### book 4.215.5

ὠρυθμοῖς ὑλάει καὶ πορδαλίεσσιν ἀϋτεῖ·

### book 4.220.1

ἡ δὲ μάλ’ ἰάνθη, διά τε δρίος ἰθὺς ὀρούει.

### book 4.220.2

ὡς δ’ ὁπότ’ ἰχθυβόλοι κύρτου δόλον ἐστήσαντο,

### book 4.220.3

πλεξάμενοι σπάρτῳ Σαλαμινίδι, καὶ λαγόνεσσι

### book 4.220.4

πούλυπον ἢ κεστρῆα πυρὶ φλεγέθοντες ἔθεντο·

### book 4

ὀδμὴ δ’ ἐς πλαταμῶνας ἀφίκετο, καὶ ποτὶ κύρτον

### book 4.225.1

ἔλλοπας αὐτομόλους εἰσήγαγεν, οὐδὲ δύνανται

### book 4.225.2

αὖτις ὑπεκδῦναι, δεινοῦ δ’ ἤντησαν ὀλέθρου·

### book 4.225.3

ὣς κείνη, σκυλακῆος ἀπόπροθεν εἰσαΐουσα,

### book 4.225.4

ἔδραμε καὶ θόρεν, οὔτιν’ ὀϊσσαμένη δόλον εἶναι,

### book 4.225.5

γαστέρι πειθομένη δὲ μυχοὺς ἐπέλασσε βερέθρου.

### book 4.230.1

Πορδάλιας καὶ δῶρα Διωνύσοιο δάμασσαν,

### book 4.230.2

θηροφόνων δολερῶν δολερὴν πόσιν οἰνοχοεύντων,

### book 4.230.3

οὐδὲν ἀλευομένων ζαθέοιο κότον Διονύσου.

### book 4.230.4

πορδάλιες νῦν μὲν θηρῶν γένος, ἀλλὰ πάροιθεν

### book 4.230.5

οὐ θῆρες βλοσυραί, χαροπαὶ δ’ ἐπέλοντο γυναῖκες,

### book 4.235.1

οἰνάδες, ὠσχοφόροι, τριετηρίδες, ἀνθοκάρηνοι,

### book 4.235.2

Βάκχου φοιταλιῆος ἐγερσιχόροιο τιθῆναι.

### book 4.235.3

νηπίαχον γὰρ Βάκχον Ἀγηνορὶς ἔτραφεν Ἰνώ,

### book 4.235.4

μαζὸν ὀρεξαμένη πρωτόρρυτον υἱέϊ Ζηνός·

### book 4.235.5

σὺν δ’ ἄρ’ ὁμῶς ἀτίτηλε καὶ Αὐτονόη καὶ Ἀγαύη·

### book 4.240

ἀλλ’ οὐκ εἰν Ἀθάμαντος ἀταρτηροῖσι δόμοισιν,

### book 4.1

οὔρεϊ δ’ ὃν τότε Μηρὸν ἐπικλήδην καλέεσκον.

### book 4.2

Ζηνὸς γὰρ μεγάλην ἄλοχον μέγα δειμαίνουσαι

### book 4.3

καὶ Πενθῆα τύραννον Ἐχιονίδην τρομέουσαι

### book 4.4

εἰλατίνῃ χηλῷ δῖον γένος ἐγκατέθεντο,

### book 4.245.1

νεβρίσι δ’ ἀμφεβάλοντο καὶ ἐστέψαντο κορύμβοις

### book 4.245.2

ἐν σπέϊ, καὶ περὶ παῖδα τὸ μυστικὸν ὠρχήσαντο·

### book 4.245.3

τύμπανα δ’ ἐκτύπεον καὶ κύμβαλα χερσὶ κρόταινον,

### book 4.245.4

παιδὸς κλαυθμυρισμῶν προκαλύμματα· πρῶτα δ’ ἔφαινον

### book 4.245.5

ὄργια κευθομένῃ περὶ λάρνακι· σὺν δ’ ἄρα τῇσιν

### book 4.1

Ἀόνιαι λάθρη τελετῶν ἅπτοντο γυναῖκες·

### book 4.2

ἐκ δ’ ὄρεος πιστῇσιν ἀγερμοσύνην ἑτάρῃσιν

### book 4.3

ἔντυον ἰθῦσαι Βοιωτίδος ἔκτοθε γαίης·

### book 4.4

μέλλε γὰρ ἤδη, μέλλεν ἀνήμερος ἡ πρὶν ἐοῦσα

### book 4.5

γαῖα φυτηκομέειν ὑπὸ λυσιπόνῳ Διονύσῳ.

### book 4.255.1

χηλὸν δ’ ἀρρήτην ἱερὸς χορὸς ἀείρασαι

### book 4.255.2

στεψάμεναι νώτοισιν ἐπεστήριξαν ὄνοιο·

### book 4.255.3

Εὐρίπου δ’ ἵκανον ἐπ’ ᾐόνας, ἔνθα κίχανον

### book 4.255.4

πρέσβυν ὁμοῦ τεκέεσσιν ἁλίπλανον· ἀμφὶ δὲ πᾶσαι

### book 4.255.5

γριφέας ἐλλίσσοντο βυθοὺς ἀκάτοισι περῆσαι·

### book 4.260.1

αὐτὰρ ὅ γ’ αἰδεσθεὶς ἱερὰς ὑπέδεκτο γυναῖκας.

### book 4.260.2

καὶ δή οἱ χλοερὴ μὲν ἐπήνθεε σέλμασι μῖλαξ,

### book 4.260.3

πρύμνην δ’ ὡραίη ἕλινος καὶ κισσὸς ἔρεπτον·

### book 4.260.4

καί κεν ὑπὲρ πόντοιο κυβίστεον ἀσπαλιῆες

### book 4.260.5

δείματι δαιμονίῳ πεπτηότες, ἀλλὰ πάροιθεν

### book 4.265.1

ἐς γαῖαν δόρυ κέλσε· πρὸς Εὐβοίην δὲ γυναῖκες

### book 4.265.2

ἠδ’ ἐπ’ Ἀρισταίοιο θεὸν κατάγοντο φέρουσαι,

### book 4.265.3

ὅσθ’ ὕπατον μὲν ἔναιεν ὄρος Καρύῃσιν ὑπ’ ἄντρῳ,

### book 4.265.4

μυρία δ’ ἄγραυλον βιοτὴν ἐδιδάξατο φωτῶν·

### book 4.265.5

πρῶτος ποιμένιον ἱδρύσατο, πρῶτος ἐκεῖνος

### book 4.270.1

καρποὺς ἀγριάδος λιπαρῆς ἔθλιψεν ἐλαίης,

### book 4.270.2

καὶ ταμίσῳ πρῶτος γάλα πήξατο, καὶ ποτὶ σίμβλους

### book 4.1

ἐκ δρυὸς ἀείρας ἀγανὰς ἐνέκλεισε μελίσσας.

### book 4.2

ὃς τότε καὶ Διόνυσον ἑῷ νεογιλὸν ὑπ’ ἄντρῳ

### book 4.3

Ἰνώης ἔθρεψε δεδεγμένος ἐκ χηλοῖο,

### book 4.275.1

σὺν Δρυάσιν δ’ ἀτίτηλε μελισσοκόμοισί τε Νύμφαις

### book 4.275.2

Εὐβοΐσιν τε κόρῃσι καὶ Ἀονίῃσι γυναιξίν.

### book 4.275.3

ἤδη κουρίζων δ’ ἑτέραις μετὰ παισὶν ἄθυρε·

### book 4.275.4

νάρθηκα προταμὼν στυφελὰς οὐτάζετο πέτρας,

### book 4.275.5

αἱ δὲ θεῷ μέθυ λάρον ἀνέβλυσαν ὠτειλάων.

### book 4.280.1

ἄλλοτε δ’ ἀρνειοὺς αὐτῇς ἐδάϊξε δορῇσι

### book 4.280.2

καὶ μελεϊστὶ τάμεν νέκυας δ’ ἔρριψεν ἔραζε,

### book 4.280.3

αὖτις δ’ ἅψεα χερσὶν ἐϋσταλέως συνέβαλλεν,

### book 4.280.4

οἱ δ’ ἄφαρ ἔζωον χλοεροῦ θ’ ἅπτοντο νομοῖο.

### book 4.280.5

ἤδη καὶ θιάσοισιν ἐμέμβλετο καὶ κατὰ πᾶσαν

### book 4.285.1

γαῖαν ἐκίδνατο δῶρα Θυωναίου Διονύσου.

### book 4.285.2

πάντῃ δὲ θνητοῖς ἀρετὴν πωλέσκετο φαίνων·

### book 4.285.3

ὀψὲ δὲ καὶ Θήβης ἐπεβήσατο καὶ πυρίπαιδι

### book 4.285.4

πᾶσαι ὑπηντίασαν Καδμηΐδες· αὐτὰρ ὁ μάργος

### book 4.285.5

Πενθεὺς οὐχὶ δετὰς παλάμας ἔδεεν Διονύσου,

### book 4.290.1

καὶ θεὸν αὐτοφόνοισιν ἀπείλεε χερσὶ δαΐξαι,

### book 4.290.2

οὐ Τυρίου Κάδμοιο καταιδόμενος τρίχα λευκήν,

### book 4.290.3

οὐδὲ κυλινδομένην οἷσι πρὸ πόδεσσιν Ἀγαύην·

### book 4.290.4

σύρειν δ’ αἰνομόροισιν ἐβώστρεεν οἷς ἑτάροισι,

### book 4.290.5

σύρειν τε κλείειν τε, χορόν τ’ ἐλάασκε γυναικῶν.

### book 4.295.1

οἱ μέν νυν Βρόμιον Πενθηϊάδαι φυλακῆες

### book 4.295.2

δεσμοῖσιν δοκέοντο σιδηρείοισιν ἄγεσθαι

### book 4.295.3

ἄλλοι Καδμεῖοί τε· θεοῦ δ’ οὐχ ἅπτετο δεσμά·

### book 4.295.4

παχνώθη δὲ κέαρ θιασώτισι, πάντα δ’ ἔραζε

### book 4

ῥῖψαν ἀπὸ κροτάφων στεφανώματα θύσθλα τε χειρῶν·

### book 4.1

πάσαις δ’ ἐστάλαον Βρομιώτισι δάκρυ παρειαί·

### book 4.2

αἶψα δ’ ἀνηΰτησαν· ἰὼ μάκαρ, ὦ Διόνυσε,

### book 4.3

ἅπτε σέλας φλογερὸν πατρώϊον, ἂν δ’ ἐλέλιξον

### book 4.4

γαῖαν, ἀταρτηροῦ δ’ ὄπασον τίσιν ὦκα τυράννου·

### book 4.5

θὲς δὲ παρὰ σκοπιῇσι, πυρίσπορε, Πενθέα ταῦρον,

### book 4.305.1

ταῦρον μὲν Πενθῆα δυσώνυμον, ἄμμε δὲ θῆρας

### book 4.305.2

ὠμοβόρους, ὀλοοῖσι κορυσσομένας ὀνύχεσσιν,

### book 4.305.3

ὄφρα μιν, ὦ Διόνυσε, διὰ στόμα δαιτρεύσωμεν.

### book 4.305.4

ὣς φάσαν εὐχόμεναι· τάχα δ’ ἔκλυε Νύσιος ἀρῆς.

### book 4.305.5

Πενθέα μὲν δὴ ταῦρον ἐδείξατο φοίνιον ὄμμα,

### book 4.310.1

αὐχένα τ’ ᾐώρησε, κέρας τ’ ἀνέτειλε μετώπου·

### book 4.310.2

ταῖσι δὲ γλαυκιόωσαν ἐθήκατο θηρὸς ὀπωπήν,

### book 4.310.3

καὶ γένυας θώρηξε, κατέγραψεν δ’ ἐπὶ νώτου

### book 4.310.4

ῥινὸν ὅπως νεβροῖσι, καὶ ἄγρια θήκατο φῦλα.

### book 4.310.5

αἱ δὲ θεοῦ βουλῇσιν ἀμειψάμεναι χρόα καλὸν

### book 4.315.1

πορδάλιες Πενθῆα παρὰ σκοπέλοισι δάσαντο.

### book 4.315.2

τοιάδ’ ἀείδοιμεν, τοῖα φρεσὶ πιστεύοιμεν·

### book 4.315.3

ὅσσα Κιθαιρῶνος δὲ κατὰ πτύχας ἔργα γυναικῶν,

### book 4.315.4

ἢ μυσαρὰς κείνας, τὰς ἀλλοτρίας Διονύσου,

### book 4.315.5

μητέρας οὐχ ὁσίως ψευδηγορέουσιν ἀοιδοί.

### book 4.320.1

Θηροφόνος δέ τις ὧδε πάγην ἑτάροισι σὺν ἄλλοις

### book 4.320.2

θηρσὶ φιλακρήτοισιν ἐμήσατο πορδαλίεσσι.

### book 4.320.3

πίδακα λεξάμενοι Λιβύης ἀνὰ διψάδα γαῖαν,

### book 4.320.4

ἥ τ’ ὀλίγη μάλα πολλὸν ἀνυδρότατον κατὰ χῶρον

### book 4.320.5

ἀπροφάτως ἀΐδηλον ἀνασταλάει μέλαν ὕδωρ,

### book 4.325.1

οὐδὲ πρόσω χεῖται κελαρύσμασιν, ἀλλὰ μάλ’ αἰνῶς

### book 4.325.2

βλύζει τε σταδίη τε μένει ψαμάθοισί τε δύνει·

### book 4.325.3

ἔνθεν πορδαλίων γένος ἄγριον εἶσι μετ’ ἠὼ

### book 4.325.4

πιόμενον· τοὶ δ’ αἶψα κατὰ κνέφας ὁρμηθέντες

### book 4

ἀγρευτῆρες ἄγουσιν ἐείκοσιν ἀμφιφορῆας

### book 4.330.1

οἴνου νηδυμίοιο, τὸν ἑνδεκάτῳ λυκάβαντι

### book 4.330.2

θλῖψε τις οἰνοπέδῃσι φυτηκομίῃσι μεμηλώς·

### book 4.330.3

ὕδατι δ’ ἐγκέρασαν λαρὸν μέθυ καὶ προλιπόντες

### book 4.330.4

πίδακα πορφυρέην οὐ τηλόθεν εὐνάζονται,

### book 4.330.5

προπροκαλυψάμενοι δέμας ἄλκιμον ἢ σισύρῃσιν

### book 4.335.1

ἢ αὐτοῖσι λίνοισιν· ἐπεὶ σκέπας οὔ τι δύνανται

### book 4.335.2

εὑρέμεν οὔτε λίθων οὔτ’ ἠϋκόμων ἀπὸ δένδρων·

### book 4.335.3

πᾶσα γὰρ ἐκτέταται ψαφαρὴ καὶ ἀδένδρεος αἶα.

### book 4.335.4

τὰς δ’ ἄρα σειριόεντος ὑπ’ ἠελίοιο τυπείσας

### book 4.335.5

ἀμφότερον δίψη τε φίλη τ’ ἐκάλεσσεν ἀϋτμή·

### book 4.340.1

πίδακι δ’ ἐμπέλασαν Βρομιώτιδι καὶ μέγα χανδὸν

### book 4.340.2

λάπτουσιν Διόνυσον, ἐπ’ ἀλλήλῃσι δὲ πᾶσαι

### book 4.340.3

σκιρτεῦσιν μὲν πρῶτα χοροιτυπέουσιν ὁμοῖαι,

### book 4.340.4

εἶτα δέμας βαρύθουσι, προσώπατα δ’ ἐς χθόνα δῖαν

### book 4.340.5

ἠρέμα νευστάζουσι κάτω· μετέπειτα δὲ πάσας

### book 4.345.1

κῶμα βιησάμενον χαμάδις βάλεν ἄλλυδις ἄλλην.

### book 4.345.2

ὡς δ’ ὁπότ’ εἰλαπίνῃσιν ἀφυσσάμενοι κρητήρων

### book 4.345.3

ἥλικες εἰσέτι παῖδες, ἔτι χνοάοντες ἰούλους,

### book 4.345.4

λαρὸν ἀείδωσι, προκαλιζόμενοι μετὰ δεῖπνον

### book 4.345.5

ἀλλήλους ἑκάτερθεν ἀμοιβαδίοισι κυπέλλοις,

### book 4.1

ὀψὲ δ’ ἐλώφησαν· τοὺς δ’ ἔρριφεν ἄλλον ἐπ’ ἄλλῳ

### book 4.2

καὶ φρεσὶ καὶ βλεφάροισιν ἐπιβρῖσαν μένος οἴνου·

### book 4.3

ὣς κεῖναι μάλα θῆρες ἐπ’ ἀλλήλῃσι χυθεῖσαι

### book 4.4

νόσφι πόνου κρατεροῖσιν ὑπ’ ἀγρευτῆρσι γένοντο.

### book 4.5

Ἄρκτοισιν δὲ πονεῦσι κλυτὴν περιώσιον ἄγρην

### book 4.355.1

Τίγριν ὅσοι ναίουσι καὶ Ἀρμενίην κλυτότοξον.

### book 4.355.2

πουλὺς ὄχλος βαίνουσι τανύσκια βένθεα δρυμῶν,

### book 4.1

ἴδριες αὐτολύτοις σὺν ἐϋρίνεσσι κύνεσσιν,

### book 4.2

ἴχνια μαστεύσοντ’ ὀλοῶν πουλύπλανα θηρῶν.

### book 4.3

ἀλλ’ ὁπότ’ ἀθρήσωσι κύνες σημήϊα ταρσῶν,

### book 4.360.1

ἕσπονται στιβέας τε ποδηγετέουσιν ὁμαρτῇ,

### book 4.360.2

ῥῖνας μὲν ταναὰς σχεδόθεν χέρσοιο τιθέντες·

### book 4.360.3

εἰσοπίσω δ’ εἴπερ τι νεώτερον ἀθρήσειαν

### book 4.360.4

ἴχνος, ἐπειγόμενοι θόρον αὐτίκα καγχαλόωντες

### book 4.360.5

ληθόμενοι τοῦ πρόσθεν· ἐπὴν δ’ εἰς ἄκρον ἵκωνται

### book 4.365.1

εὐπλανέος στιβίης θηρός τε παναίολον εὐνήν,

### book 4.365.2

αὐτίχ’ ὁ μὲν θρώσκει παλάμης ἄπο θηρητῆρος,

### book 4.365.3

οἰκτρὰ μάλ’ ὑλακόων, κεχαρημένος ἔξοχα θυμόν.

### book 4.365.4

ὡς δ’ ὅτε παρθενικὴ γλαγόεντος ἐν εἴαρος ὥρῃ

### book 4.365.5

ἀβλαύτοισι πόδεσσιν ἀν’ οὔρεα πάντ’ ἀλάληται,

### book 4.370.1

ἄνθεα διζομένη· τὸ δέ οἱ μάλα τηλόθ’ ἐούσῃ

### book 4.370.2

νηδύμιον προπάροιθεν ἴον μήνυσεν ἀϋτμή·

### book 4.370.3

τῇ δὲ μάλ’ ἰάνθη μείδησέ τε θυμὸς ἐλαφρός,

### book 4.370.4

ἀμᾶται δ’ ἀκόρητος, ἀναψαμένη δὲ κάρηνον

### book 4.370.5

εἶσιν ἐς ἀγραύλων δόμον ἀείδουσα τοκήων·

### book 4.375.1

ὣς κυνὸς ἰάνθη θυμὸς θρασύς· αὐτὰρ ἐπακτὴρ

### book 4.375.2

καὶ μάλα μιν θύνοντα βιησάμενος τελαμῶσι

### book 4.375.3

καγχαλόων παλίνορσος ἔβη μεθ’ ὅμιλον ἑταίρων.

### book 4.375.4

τοῖσι δὲ καὶ δρυμὸν διεπέφραδε, θῆρά τε πικρὴν

### book 4.375.5

αὐτὸς καὶ συνάεθλος ὅπου λοχόωντες ἔλειψαν.

### book 4.380.1

οἱ δ’ ἄρ’ ἐπειγόμενοι στάλικας στήσαντο κραταιοὺς

### book 4.380.2

δίκτυά τ’ ἀμπετάσαντο καὶ ἄρκυας ἀμφεβάλοντο·

### book 4.380.3

ἐν δὲ δύω κλῖναν δοιαῖς ἑκάτερθε κεραίαις

### book 4.380.4

ἀνέρας ἀκρολίνους ὑπὸ μειλινέοισι πάγοισιν.

### book 4

ἐκ δ’ αὐτῶν κεράων τε καὶ αἰζηῶν πυλαωρῶν

### book 4.385.1

λαιῇ μὲν μήρινθον ἐΰστροφον ἐκτανύουσι

### book 4.385.2

μηκεδανήν, λινέην, ὀλίγον γαίης ἐφύπερθεν,

### book 4.385.3

ὅσσον ἐπ’ ὀμφαλὸν ἀνδρὸς ἱκανέμεναι στροφάλιγγα·

### book 4.385.4

τῆς ἀπὸ μὲν κρέμαται περιδαίδαλα παμφανόωντα

### book 4.385.5

ἄνθεα ταινιῶν πουλύχροα, δείματα θηρῶν,

### book 4.390.1

ἐκ δ’ ἄρ’ ἀπήρτηται πτίλα μυρία παμφανόωντα,

### book 4.390.2

οἰωνῶν τε διηερίων περικαλλέα ταρσὰ

### book 4.390.3

γυπάων πολιῶν τε κύκνων δολιχῶν τε πελαργῶν.

### book 4.390.4

δεξιτερῇ δὲ λόχους ὑπὸ ῥωγάσιν ἐστήσαντο,

### book 4.390.5

ἢ χλοεροῖς πετάλοισι θοῶς πυκάσαντο μέλαθρα,

### book 4.395.1

τυτθὸν ἀπ’ ἀλλήλων, πίσυρας δ’ ἐκάλυψαν ἑκάστῳ

### book 4.395.2

ἀνέρας, ὁρπήκεσσι πρόπαν δέμας ἀμφιβαλόντες.

### book 4.395.3

αὐτὰρ ἐπὴν κατὰ κόσμον ἐπαρτέα πάντα πέλωνται,

### book 4.395.4

σάλπιγξ μὲν κελάδησε πελώριον, ἡ δέ τε λόχμης

### book 4.395.5

ὀξὺ λέληκε θοροῦσα καὶ ὀξὺ δέδορκε λακοῦσα·

### book 4

αἰζηοὶ δ’ ἐπόρουσαν ἀολλέες, ἐκ δ’ ἑκάτερθεν

### book 4.1

ἀντία θηρὸς ἴασι φαλαγγηδὸν κλονέοντες.

### book 4.2

ἡ δ’ ὅμαδον προλιποῦσα καὶ ἀνέρας ἰθὺς ὀρούει,

### book 4.3

γυμνὸν ὅπου λεύσσει πεδίον πολύ· κεῖθεν ἔπειτα

### book 4.4

ἑξείης κατὰ νῶτον ἐγειρόμενος λόχος ἀνδρῶν

### book 4.405.1

κλαγγηδὸν παταγοῦσιν, ἐπ’ ὀφρύα μηρίνθοιο

### book 4.405.2

σευόμενοι καὶ δεῖμα πολύχροον· ἡ δέ τ’ ἀνιγρὴ

### book 4.405.3

ἀμφίβολος μάλα πάμπαν ἀτυζομένη πεφόρηται·

### book 4.405.4

πάντα δ’ ὁμοῦ δείδοικε, λόχον, κτύπον, αὐλόν, ἀϋτήν,

### book 4.405.5

δειμαλέην μήρινθον· ἐπεὶ κελάδοντος ἀήτεω

### book 4.410.1

ταινίαι τ’ ἐφύπερθε διηέριαι κραδάουσι

### book 4.410.2

κινύμεναι πτέρυγές τε λιγήϊα συρίζουσι.

### book 4.410.3

τοὔνεκα παπταίνουσα κατ’ ἄρκυος ἀντίον ἕρπει,

### book 4.410.4

ἐν δ’ ἔπεσεν λινέοισι λόχοις· τοὶ δ’ ἐγγὺς ἐόντες

### book 4.410.5

ἀκρόλινοι θρώσκουσι καὶ ἐγκονέοντες ὕπερθε

### book 4.415.1

σπαρτόδετον τανύουσι περίδρομον· ἄλλο δ’ ἐπ’ ἄλλῳ

### book 4.415.2

νηήσαντο λίνον· μάλα γὰρ τότε θυμαίνουσιν

### book 4.415.3

ἄρκτοι καὶ γενύεσσι καὶ ἀργαλέαις παλάμῃσι·

### book 4.415.4

δηθάκι δ’ ἐξαυτῆς φύγον ἀνέρας ἀγρευτῆρας

### book 4.415.5

δίκτυά τ’ ἐξήλυξαν, ἀΐστωσαν δέ τε θήρην.

### book 4.420.1

ἀλλὰ τότε κρατερός τις ἀνὴρ παλάμην ἐπέδησεν

### book 4.420.2

ἄρκτου δεξιτερήν, χήρωσέ τε πᾶσαν ἐρωήν,

### book 4.420.3

δῆσέ τ’ ἐπισταμένως, τάνυσέν τε ποτὶ ξύλα θῆρα,

### book 4.420.4

καὶ πάλιν ἐγκατέκλεισε δρυὸς πεύκης τε μελάθρῳ,

### book 4

πυκνῇσι στροφάλιγξιν ἑὸν δέμας ἀσκήσασαν.

### book 4.425.1

Χρειὼ δὲ σκοπέλου μὲν ἀνάντεος ἠδὲ πάγοιο

### book 4.425.2

σεύεσθαι προθέοντα ποδώκεα φῦλα λαγωῶν,

### book 4.425.3

πρὸς δὲ κάταντα σοφῇσι προμηθείῃσιν ἐλαύνειν·

### book 4.425.4

αὐτίκα γὰρ σκύλακάς τε καὶ ἀνέρας ἀθρήσαντες

### book 4.425.5

πρὸς λόφον ἰθύνουσιν· ἐπεὶ μάλα γιγνώσκουσιν,

### book 4.430.1

ὅττι πάροιθεν ἔασιν ὀλιζότεροι πόδες αὐτοῖς.

### book 4.430.2

τοὔνεκα ῥηΐδιοι πτώκεσσι πέλουσι κολῶναι,

### book 4.430.3

ῥηΐδιοι πτώκεσσι, δυσάντεες ἱππελάτῃσι.

### book 4.430.4

ναὶ μὴν ἀτραπιτοῖο πολυστιβίην ἀλεείνειν

### book 4.430.5

καὶ πάτον, ἐν δ’ ἄρα τῇσι γεωμορίῃσιν ἐλαύνειν·

### book 4.435.1

κουφότεροι γὰρ ἔασι τρίβῳ καὶ ποσσὶν ἐλαφροὶ

### book 4.435.2

ῥεῖά τ’ ἐπιθρώσκουσιν· ἀρηρομένῃ δ’ ἐνὶ γαίῃ

### book 4.435.3

καὶ θέρεος βαρύθουσι πόδες καὶ χείματος ὥρῃ

### book 4.435.4

ἄχρις ἐπισφυρίων ὀλοὴν κρηπῖδα φέρουσιν.

### book 4.435.5

Ἤν ποτ’ ἐλῇς δόρκον δέ, φυλάσσεο μὴ μετὰ πολλὸν

### book 4.440.1

ἐκτάδιον δολιχόν τε δρόμον καὶ τέρμα πόνοιο

### book 4.440.2

τυτθὸν ὑποσταίη, λαγόνων δ’ ἀπὸ μήδεα χεύῃ·

### book 4.440.3

δόρκοι γὰρ περίαλλα δρόμοις ἐνὶ μεσσατίοισι

### book 4.440.4

κυστίδα κυμαίνουσιν, ἀναγκαίοισιν ὑπ’ ὄμβροις

### book 4.440.5

βριθόμενοι λαγόνας, ποτὶ δ’ ἰσχίον ὀκλάζουσιν·

### book 4.445.1

ἢν δ’ ὀλίγον πνεύσωσι πολυσφαράγων ἀπὸ λαιμῶν,

### book 4.445.2

πολλὸν ἀρειότεροι λαιψηρότεροί τε φέβονται,

### book 4.445.3

γούνασιν εὐφόρτοισι καὶ ἔγκασι κουφοτέροισι.

### book 4.1

Κερδὼ δ’ οὔτε λόχοισιν ἁλώσιμος οὔτε βρόχοισιν

### book 4.2

οὔτε λίνοις· δεινὴ γὰρ ἐπιφροσύνῃσι νοῆσαι,

### book 4.1

δεινὴ δ’ αὖτε κάλωα ταμεῖν, ὑπὸ δ’ ἅμματα λῦσαι,

### book 4.2

καὶ πυκινοῖσι δόλοισιν ὀλισθῆσαι θανάτοιο.

### book 4.3

ἀλλὰ κύνες μιν ἄειραν ἀολλέες· οὐδ’ ἄρ’ ἐκεῖνοι

### book 4

καὶ κρατεροί περ ἐόντες ἀναιμωτὶ δαμάσαντο.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/oppian-of-apamea-hunting-rje-aa.json (sha256:768449c5c1eeaf92537fe0b17d7decd87e4dc1808ca238c512364bb523e24b66). Cite as `eul_wid: rje-aa`.
