---
title: Fishing
title_greek: Ἁλιευτικά
author: Oppian of Anazarbus
eul_wid: qta-aa
eul_aid: qta
canonical: "https://eulogikon.org/grc/oppian-of-anazarbus/halieutica"
canonical_json: "https://eulogikon.org/data/works/grc/oppian-of-anazarbus-halieutica-qta-aa.json"
sha256: e4f3d24d25c9dd27ff8a768d568cc008c037056b048ad98e61a4c5174bd90d45
period: Roman
dialect: Epic (Homeric)
domain: Epic
format: Verse
license: CC0-1.0
---

# Fishing

*Ἁλιευτικά*

**Author:** Oppian of Anazarbus

**eul_wid:** `qta-aa` · [HTML page](https://eulogikon.org/grc/oppian-of-anazarbus/halieutica) · [Canonical JSON](https://eulogikon.org/data/works/grc/oppian-of-anazarbus-halieutica-qta-aa.json)

## Text

### book 1.1

Ἔθνεά τοι πόντοιο πολυσπερέας τε φάλαγγας

### book 1.2

παντοίων νεπόδων, πλωτὸν γένος Ἀμφιτρίτης,

### book 1.3

ἐξερέω, γαίης ὕπατον κράτος, Ἀντωνῖνε·

### book 1.4

ὅσσα τε κυματόεσσαν ἔχει χύσιν, ᾗχί θ’ ἕκαστα

### book 1.5.1

ἐννέμεται, διερούς τε γάμους διεράς τε γενέθλας

### book 1.5.2

καὶ βίον ἰχθυόεντα καὶ ἔχθεα καὶ φιλότητας

### book 1.5.3

καὶ βουλάς, ἁλίης τε πολύτροπα δήνεα τέχνης

### book 1.5.4

κερδαλέης, ὅσα φῶτες ἐπ’ ἰχθύσι μητίσαντο

### book 1.5.5

ἀφράστοις· ἀΐδηλον ἐπιπλώουσι θάλασσαν

### book 1.10.1

τολμηρῇ κραδίῃ, κατὰ δ’ ἔδρακον οὐκ ἐπίοπτα

### book 1.10.2

βένθεα καὶ τέχνῃσιν ἁλὸς διὰ μέτρα δάσαντο

### book 1.10.3

δαιμόνιοι. χλούνην μὲν ὀρίτροφον ἠδὲ καὶ ἄρκτον

### book 1.10.4

θηρητὴρ ὁράᾳ τε καὶ ἀντιόωντα δοκεύει

### book 1.10.5

ἀμφαδίην, ἕκαθέν τε βαλεῖν σχεδόθεν τε δαμάσσαι·

### book 1.15.1

ἄμφω δ’ ἀσφαλέως γαίης ἔπι θήρ τε καὶ ἀνὴρ

### book 1.15.2

μάρνανται, σκύλακες δὲ συνέμποροι ἡγεμονῆες

### book 1.15.3

κνώδαλα σημαίνουσι καὶ ἰθύνουσιν ἄνακτας

### book 1.15.4

εὐνὴν εἰς αὐτὴν καὶ ἀρηγόνες ἐγγὺς ἕπονται.

### book 1.15.5

οὐδ’ ἄρα τοῖς οὐ χεῖμα τόσον δέος, οὐ μὲν ὀπώρη

### book 1.20.1

φλέγμα φέρει· πολλαὶ γὰρ ἐπακτήρων ἀλεωραὶ

### book 1.20.2

λόχμαι τε σκιεραὶ καὶ δειράδες ἄντρα τε πέτρης

### book 1.20.3

αὐτορόφου· πολλοὶ δὲ τιταινόμενοι κατ’ ὄρεσφιν

### book 1.1

ἀργύρεοι ποταμοί, δίψης ἄκος ἠδὲ λοετρῶν

### book 1.2

ἀέναοι ταμίαι· παρὰ δὲ χλοάουσι ῥέεθροις

### book 1.25.1

ποῖαί τε χθαμαλαί, μαλακὴ κλίσις ὕπνον ἑλέσθαι

### book 1.25.2

εὔδιον ἐκ καμάτοιο, καὶ ὥρια δόρπα πάσασθαι

### book 1.25.3

ὕλης ἀγρονόμοιο, τά τ’ οὔρεσι πολλὰ φύονται.

### book 1.25.4

τερπωλὴ δ’ ἕπεται θήρῃ πλέον ἠέ περ ἱδρώς.

### book 1.25.5

ὅσσοι δ’ οἰωνοῖσιν ἐφοπλίζονται ὄλεθρον,

### book 1.30.1

ῥηϊδίη καὶ τοῖσι πέλει καὶ ὑπόψιος ἄγρη·

### book 1.30.2

τοὺς μὲν γὰρ κνώσσοντας ἐληΐσσαντο καλιῆς

### book 1.30.3

κρύβδην· τοὺς δὲ δόναξιν ὑπέσπασαν ἰξοφόροισιν·

### book 1.30.4

οἱ δὲ τανυπλέκτοισιν ἐν ἕρκεσιν ἤριπον αὐτοὶ

### book 1.30.5

εὐνῆς χρηΐζοντες, ἀτερπέα δ’ αὖλιν ἔκυρσαν.

### book 1.35.1

τλησιπόνοις δ’ ἁλιεῦσιν ἀτέκμαρτοι μὲν ἄεθλοι,

### book 1.35.2

ἐλπὶς δ’ οὐ σταθερὴ σαίνει φρένας ἠΰτ’ ὄνειρος·

### book 1.35.3

οὐ γὰρ ἀκινήτου γαίης ὕπερ ἀθλεύουσιν,

### book 1.35.4

ἀλλ’ αἰεὶ κρυερῷ τε καὶ ἄσχετα μαργαίνοντι

### book 1.35.5

ὕδατι συμφορέονται, ὃ καὶ γαίηθεν ἰδέσθαι

### book 1.40.1

δεῖμα φέρει καὶ μοῦνον ἐν ὄμμασι πειρήσασθαι·

### book 1.40.2

δούρασι δ’ ἐν βαιοῖσιν ἀελλάων θεράποντες

### book 1.40.3

πλαζόμενοι, καὶ θυμὸν ἐν οἴδμασιν αἰὲν ἔχοντες,

### book 1.40.4

αἰεὶ μὲν νεφέλην ἰοειδέα παπταίνουσιν,

### book 1.40.5

αἰεὶ δὲ τρομέουσι μελαινόμενον πόρον ἅλμης·

### book 1.45.1

οὐδέ τι φοιταλέων ἀνέμων σκέπας, οὐδέ τιν’ ὄμβρων

### book 1.45.2

ἀλκήν, οὐ πυρὸς ἄλκαρ ὀπωρινοῖο φέρονται.

### book 1.45.3

πρὸς δ’ ἔτι καὶ βλοσυρῆς δυσδερκέα δείματα λίμνης

### book 1.45.4

κήτεα πεφρίκασι, τά τε σφίσιν ἀντιόωσιν,

### book 1.45.5

εὖτ’ ἂν ὑποβρυχίης ἄδυτον περόωσι θαλάσσης·

### book 1.1

οὐ μέν τις σκυλάκων ἁλίην ὁδὸν ἡγεμονεύει

### book 1.2

ἰχθυβόλοις· ἴχνη γὰρ ἀείδελα νηχομένοισιν·

### book 1.3

οὐδ’ οἵ γ’ εἰσορόωσιν ὅπῃ σχεδὸν ἵξεται ἄγρης

### book 1.4

ἀντιάσας, οὐ γάρ τι μίην ὁδὸν ἔρχεται, ἰχθύς·

### book 1.5

θριξὶ δ’ ἐν ἠπεδανοῖσι παλιγνάμπτοιό τε χαλκοῦ

### book 1.55.1

χείλεσι καὶ δονάκεσσι λίνοισί τε κάρτος ἔχουσιν.

### book 1.55.2

Οὐ μὴν τερπωλῆς ἀπολείπεαι, αἴ κ’ ἐθέλῃσθα

### book 1.55.3

τέρπεσθαι, γλυκερὴ δὲ πέλει βασιλήϊος ἄγρη.

### book 1.55.4

νῆα μὲν εὐγόμφωτον, ἐΰζυγον, ἔξοχα κούφην,

### book 1.55.5

αἰζηοὶ κώπῃσιν ἐπειγομένῃς ἐλόωσι,

### book 1.60.1

νῶτον ἁλὸς θείνοντες· ὁ δ’ ἐν πρύμνῃσιν ἄριστος

### book 1.60.2

ἰθυντὴρ ἀλίαστον ἄγει καὶ ἀμεμφέα νῆα

### book 1.60.3

χῶρον ἐς εὐρύαλόν τε καὶ εὔδια πορφύροντα·

### book 1.60.4

ἔνθα δὲ δαιτυμόνων νεπόδων ἀπερείσια φῦλα

### book 1.60.5

φέρβεται, οὓς θεράποντες ἀεὶ κομέουσιν, ἐδωδῇ

### book 1.65.1

πολλῇ πιαίνοντες, ἑτοιμότατον χορὸν ἄγρης

### book 1.65.2

σοί τε, μάκαρ, καὶ παιδὶ μεγαυχέϊ, πώεα θήρης.

### book 1.65.3

αὐτίκα γὰρ χειρὸς μὲν ἐΰπλοκον εἰς ἅλα πέμπεις

### book 1.65.4

ὁρμιήν, ὁ δὲ ῥίμφα γένυν κατεδέξατο χαλκοῦ

### book 1.65.5

ἰχθὺς ἀντιάσας, τάχα δ’ ἕλκεται ἐκ βασιλῆος

### book 1.70.1

οὐκ ἀέκων, σέο δ’ ἦτορ ἰαίνεται, ὄρχαμε γαίης·

### book 1.70.2

πολλὴ γὰρ βλεφάροισι καὶ ἐν φρεσὶ τέρψις ἰδέσθαι

### book 1.70.3

παλλόμενον καὶ ἑλισσόμενον πεπεδημένον ἰχθύν.

### book 1.1

Ἀλλά μοι ἱλήκοις μὲν ἁλὸς πόρῳ ἐμβασιλεύων

### book 1.2

εὐρυμέδων Κρονίδης γαιηόχος, ἠδὲ Θάλασσα

### book 1.75.1

αὐτή, καὶ ναετῆρες ἐριγδούποιο θαλάσσης

### book 1.75.2

δαίμονες, ὑμετέρας τ’ ἀγέλας καὶ ἁλίτροφα φῦλα

### book 1.75.3

εἰπέμεν αἰνήσαιτε· σὺ δ’ ἰθύνειας ἕκαστα,

### book 1.75.4

πότνα Θεά, καὶ πατρὶ καὶ υἱέϊ παμβασιλῆος

### book 1.75.5

θυμήρη τάδε δῶρα τεῆς πόρσυνον ἀοιδῆς.

### book 1.80.1

Μυρία μὲν δὴ φῦλα καὶ ἄκριτα βένθεσι πόντου

### book 1.80.2

ἐμφέρεται πλώοντα· τὰ δ’ οὔ κέ τις ἐξονομήναι

### book 1.80.3

ἀτρεκέως· οὐ γάρ τις ἐφίκετο τέρμα θαλάσσης·

### book 1.80.4

ἀλλὰ τριηκοσίων ὀργυιῶν ἄχρι μάλιστα

### book 1.80.5

ἀνέρες ἴσασίν τε καὶ ἔδρακον Ἀμφιτρίτην.

### book 1.85.1

πολλὰ δ’ (ἀπειρεσίη γὰρ ἀμετροβαθής τε θάλασσα,)

### book 1.85.2

κέκρυπται, τά κεν οὔ τις ἀείδελα μυθήσαιτο

### book 1.85.3

θνητὸς ἐών· ὀλίγος δὲ νόος μερόπεσσι καὶ ἀλκή.

### book 1.85.4

οὐ μὲν γὰρ γαίης πολυμήτορος ἔλπομαι ἅλμην

### book 1.85.5

παυροτέρας ἀγέλας οὔτ’ ἔθνεα μείονα φέρβειν.

### book 1.90.1

ἀλλ’ εἴτ’ ἀμφήριστος ἐν ἀμφοτέρῃσι γενέθλη

### book 1.90.2

εἴθ’ ἑτέρη προβέβηκε, θεοὶ σάφα τεκμαίρονται,

### book 1.90.3

ἡμεῖς δ’ ἀνδρομέοισι νοήμασι μέτρα φέροιμεν.

### book 1.90.4

Ἰχθύσι μὲν γενεή τε καὶ ἤθεα καὶ πόρος ἅλμης

### book 1.90.5

κέκριται, οὐδέ τι πᾶσι νομαὶ νεπόδεσσιν ὁμοῖαι·

### book 1.95.1

οἱ μὲν γὰρ χθαμαλοῖσι παρ’ αἰγιαλοῖσι νέμονται,

### book 1.95.2

ψάμμον ἐρεπτόμενοι καὶ ὅς’ ἐν ψαμάθοισι φύονται,

### book 1.1

ἵπποι κόκκυγές τε θοοὶ ξανθοί τ’ ἐρυθῖνοι

### book 1.2

καὶ κίθαροι καὶ τρίγλα καὶ ἀδρανέες μελάνουροι

### book 1.3

τραχούρων τ’ ἀγέλαι βούγλωσσά τε καὶ πλατύουροι

### book 1.1

ταινίαι ἀβληχραὶ καὶ μορμύρος, αἰόλος ἰχθύς,

### book 1.2

σκόμβροι κυπρῖνοί τε καὶ οἳ φίλοι αἰγιαλοῖσιν.

### book 1.1

Ἄλλοι δ’ αὖ πηλοῖσι καὶ ἐν τενάγεσσι θαλάσσης

### book 1.2

φέρβονται, βατίδες τε βοῶν θ’ ὑπέροπλα γένεθλα

### book 1.3

τρυγών τ’ ἀργαλέη καὶ ἐτήτυμον οὔνομα νάρκη,

### book 1.105.1

ψῆτται καλλαρίαι καὶ τριγλίδες ἔργα τ’ ὀνίσκων

### book 1.105.2

σαῦροί τε σκέπανοί τε καὶ ὅσς’ ἐνιτέτροφε πηλοῖς.

### book 1.105.3

Θῖνα δ’ ἀνὰ πρασόεσσαν ὑπὸ χλοεραῖς βοτάνῃσι

### book 1.1

βόσκονται μαινῖδες ἰδὲ τράγοι ἠδ’ ἀθερῖναι

### book 1.2

καὶ σμαρίδες καὶ βλέννος ἰδὲ σπάροι ἀμφότεροί τε

### book 1.110.1

βῶκες ὅσοις τ’ ἄλλοισι φίλον πράσον ἀμφινέμεσθαι.

### book 1.110.2

Κεστρέες αὖ κέφαλοί τε, δικαιότατον γένος ἅλμης,

### book 1.110.3

λάβρακές τ’ ἀμίαι τε θρασύφρονες ἠδὲ χρέμητες

### book 1.110.4

πηλαμύδες γόγγροι τε καὶ ὃν καλέουσιν ὄλισθον

### book 1.110.5

γείτονα ναιετάουσιν ἀεὶ ποταμοῖσι θάλασσαν

### book 1.115.1

ἢ λίμναις, ὅθι λαρὸν ὕδωρ μεταπαύεται ἅλμης,

### book 1.115.2

πολλή τε πρόχυσις συμβάλλεται ἰλυόεσσα,

### book 1.115.3

ἑλκομένη δίνῃσιν ἀπὸ χθονός· ἔνθα νέμονται

### book 1.115.4

φορβὴν ἱμερτὴν γλυκερῇ θ’ ἁλὶ πιαίνονται.

### book 1

λάβραξ δ’ οὐδ’ αὐτῶν ποταμῶν ἀπολείπεται ἔξω,

### book 1.120.1

ἐκ δ’ ἁλὸς ἐς προχοὰς ἀνανήχεται· ἐγχέλυες δὲ

### book 1.120.2

ἐκ ποταμῶν πλαταμῶσιν ἐνιχρίμπτουσι θαλάσσης.

### book 1.120.3

Πέτραι δ’ ἀμφίαλοι πολυειδέες· αἱ μὲν ἔασι

### book 1.120.4

φύκεσι μυδαλέαι, περὶ δὲ μνία πολλὰ πέφυκε·

### book 1.120.5

τὰς ἦτοι πέρκαι καὶ ἰουλίδες ἀμφί τε χάννοι

### book 1.125.1

φέρβονται σάλπαι τε μετὰ σφίσιν αἰολόνωτοι

### book 1.125.2

καὶ κίχλαι ῥαδιναὶ καὶ φυκίδες οὕς θ’ ἁλιῆες

### book 1.125.3

ἀνδρὸς ἐπωνυμίην θηλύφρονος ηὐδάξαντο.

### book 1.125.4

Ἄλλαι δὲ χθαμαλαὶ ψαμαθώδεος ἄγχι θαλάσσης

### book 1.125.5

λεπράδες, ἃς κίρρις τε σύαινά τε καὶ βασιλίσκοι

### book 1.130

ἐν δὲ μύλοι τρίγλης τε ῥοδόχροα φῦλα νέμονται.

### book 1.1

Ἄλλαι δ’ αὖ ποιῇσιν ἐπίχλοοι ὑγρὰ μέτωπα

### book 1.2

πέτραι σαργὸν ἔχουσιν ἐφέστιον ἠδὲ σκίαιναν

### book 1.3

χαλκέα καὶ κορακῖνον ἐπώνυμον αἴθοπι χροιῇ,

### book 1.4

καὶ σκάρον, ὃς δὴ μοῦνος ἐν ἰχθύσι πᾶσιν ἀναύδοις

### book 1.135.1

φθέγγεται ἰκμαλέην λαλαγὴν καὶ μοῦνος ἐδητὺν

### book 1.135.2

ἄψορρον προΐησιν ἀνὰ στόμα, δεύτερον αὖτις

### book 1.135.3

δαινύμενος, μήλοισιν ἀναπτύσσων ἴσα φορβήν.

### book 1.135.4

Ὅσσαι δ’ αὖ χήμῃσι περίπλεοι ἢ λεπάδεσσιν,

### book 1.135.5

ἐν δέ σφιν θαλάμαι τε καὶ αὔλια δύμεναι ἰχθῦς,

### book 1.140

τῇσι δὲ καὶ φάγροι καὶ ἀναιδέες ἀγριόφαγροι

### book 1.1

κέρκουροί τε μένουσι καὶ ὀψοφάγοι καὶ ἀνιγραὶ

### book 1.2

μύραιναι σαῦροί τε καὶ ὀψιμόρων γένος ὀρφῶν,

### book 1.3

οἳ πάντων περίαλλα κατὰ χθόνα δηθύνουσι

### book 1.4

ζωοὶ καὶ τμηθέντες ἔτι σπαίρουσι σιδήρῳ.

### book 1.145.1

Ἄλλοι δ’ ἐν βένθεσσιν ὑπόβρυχα μιμνάζουσι

### book 1.145.2

φωλειοῖς, πρόβατόν τε καὶ ἥπατοι ἠδὲ πρέποντες,

### book 1.145.3

ἴφθιμοι μεγάλοι τε φυήν, νωθροὶ δὲ κέλευθα

### book 1.145.4

εἱλεῦνται· τὸ καὶ οὔποθ’ ἑὴν λείπουσι χαράδρην,

### book 1.145.5

ἀλλ’ αὐτοῦ λοχόωσι παραὶ μυχόν, ὅς κε πελάσσῃ,

### book 1.1

χειροτέροις ἀΐδηλον ἐπ’ ἰχθύσι πότμον ἄγοντες·

### book 1.2

ἐν καὶ ὄνος κείνοις ἐναρίθμιος, ὃς περὶ πάντων

### book 1.1

πτήσσει ὀπωρινοῖο κυνὸς δριμεῖαν ὁμοκλήν,

### book 1.2

μίμνει δ’ ἐγκαταδὺς σκότιον μυχόν, οὐδὲ πάροιθεν

### book 1.3

ἔρχεται, ὅσσον ἄησιν ἐπὶ χρόνον ἄγριος ἀστήρ.

### book 1.155.1

Ἔστι δέ τις πέτρῃσιν ἁλικλύστοισι μεμηλώς,

### book 1.155.2

ξανθὸς ἰδεῖν, κεστρεῦσι φυὴν ἐναλίγκιος ἰχθύς,

### book 1.155.3

τὸν μερόπων ἕτεροι μὲν ἐπικλείουσιν ἄδωνιν,

### book 1.155.4

ἄλλοι δ’ ἐξώκοιτον ἐφήμισαν, οὕνεκα κοίτας

### book 1.155.5

ἐκτὸς ἁλὸς τίθεται, μοῦνος δ’ ἐπὶ χέρσον ἀμείβει,

### book 1.160.1

ὅσσοι γε βράγχη, στόματος πτύχας, ἀμφὶς ἔχουσιν.

### book 1.160.2

εὖτε γὰρ εὐνήσῃ χαροπῆς ἁλὸς ἔργα γαλήνη,

### book 1.160.3

αὐτὰρ ὅ γ’ ἐσσυμένοισι συνορμηθεὶς ῥοθίοισι,

### book 1.160.4

πέτραις ἀμφιταθεὶς ἀμπαύεται εὔδιον ὕπνον.

### book 1.160.5

ὀρνίθων δ’ ἁλίων τρομέει γένος, οἵ οἱ ἔασι

### book 1.165.1

δυσμενέες· τῶν ἤν τιν’ ἐσαθρήσῃ πελάσαντα,

### book 1.165.2

πάλλεται ὀρχηστῆρι πανείκελος, ὄφρα ἑ πόντου

### book 1.165.3

προπροκυλινδόμενον σπιλάδων ἄπο χεῦμα σαώσῃ.

### book 1.1

Οἱ δὲ καὶ ἐν πέτρῃσι καὶ ἐν ψαμάθοισι νέμονται,

### book 1.2

ἀγλαΐῃ χρύσοφρυς ἐπώνυμος ἠδὲ δράκοντες

### book 1.170.1

σῖμοί τε γλαῦκοί τε καὶ ἀλκησταὶ συνόδοντες,

### book 1.170.2

σκορπίος ἀϊκτήρ, δίδυμον γένος, ἀμφότεραί τε

### book 1.170.3

σφύραιναι δολιχαὶ ῥαφίδες θ’ ἅμα τῇσιν ἀραιαί·

### book 1.170.4

ἐν δὲ χάραξ κοῦφοί τε κυβιστητῆρες ἔασι

### book 1.170.5

κωβιοί· ἐν δὲ μυῶν χαλεπὸν γένος, οἳ περὶ πάντων

### book 1.175.1

θαρσαλέοι νεπόδων καί τ’ ἀνδράσιν ἀντιφέρονται,

### book 1.175.2

οὔτι τόσοι περ ἐόντες· ἐπὶ στερεῇ δὲ μάλιστα

### book 1.175.3

ῥινῷ καὶ πυκινοῖσι πεποιθότες ἔνδον ὀδοῦσι,

### book 1.1

ἰχθύσι καὶ μερόπεσσιν ἀρειοτέροισι μάχονται.

### book 1.2

Οἱ δ’ ἐν ἀμετρήτοισιν ἄλην πελάγεσσιν ἔχουσι,

### book 1.180.1

τηλοῦ ἀπὸ τραφερῆς οὐδ’ ᾐόσιν εἰσὶν ἑταῖροι,

### book 1.180.2

θύννοι μὲν θύνοντες, ἐν ἰχθύσιν ἔξοχοι ὁρμήν,

### book 1.180.3

κραιπνότατοι, ξιφίαι τε φερώνυμοι ἠδ’ ὑπέροπλος

### book 1.180.4

ὀρκύνων γενεὴ καὶ πρημάδες ἠδὲ κυβεῖαι,

### book 1.180.5

καὶ κολίαι σκυτάλαι τε καὶ ἱππούροιο γένεθλα.

### book 1.185.1

ἐν τοῖς καὶ κάλλιχθυς ἐπώνυμος, ἱερὸς ἰχθύς·

### book 1.185.2

ἐν κείνοις νέμεται καὶ πομπίλος, ὃν πέρι ναῦται

### book 1.185.3

ἅζονται, πομπῇ δ’ ἐπεφήμισαν οὔνομα νηῶν·

### book 1.1

ἔξοχα γὰρ νήεσσι γεγηθότες ὑγρὰ θεούσαις

### book 1.2

ἕσπονται πομπῆες ὁμόστολοι, ἄλλοθεν ἄλλος

### book 1.190.1

ἀμφιπερισκαίροντες ἐΰζυγον ἅρμα θαλάσσης

### book 1.190.2

τοίχους τ’ ἀμφοτέρους περί τε πρυμναῖα χαλινὰ

### book 1.190.3

οἰήκων, ἄλλοι δὲ περὶ πρώρην ἀγέρονται·

### book 1.190.4

οὐδέ κεν αὐτόμολον κείνων πλόον, ἀλλ’ ὑπὸ δεσμῷ

### book 1.190.5

φαίης εὐγόμφοισιν ἐνισχομένους πινάκεσσιν

### book 1.195.1

ἑλκομένους ἀέκοντας ἀναγκαίῃσιν ἄγεσθαι.

### book 1.195.2

τόσσον ἔρως γλαφυρῇσιν ἐφ’ ὁλκάσιν ἑσμὸν ἀγείρει.

### book 1.195.3

οἷον δὴ βασιλῆα φερέπτολιν ἠέ τιν’ ἄνδρα

### book 1.195.4

ἀθλοφόρον, θαλλοῖσι νεοστέπτοισι κομῶντα,

### book 1.195.5

παῖδές τ’ ἠΐθεοί τε καὶ ἀνέρες ἀμφιέποντες

### book 1.1

ὃν δόμον εἰσανάγουσι καὶ ἀθρόοι αἰὲν ἕπονται,

### book 1.2

εἰσόκεν εὐερκῆ μεγάρων ὑπὲρ οὐδὸν ἀμείψῃ·

### book 1.3

ὣς οἵ γ’ ὠκυπόροισιν ἀεὶ νήεσσιν ἕπονται,

### book 1.4

ὄφρ’ οὔτις γαίης ἐλάει φόβος· ἀλλ’ ὅτε χέρσον

### book 1.5

φράσσωνται, τραφερὴν δὲ μέγ’ ἐχθαίρουσιν ἄρουραν,

### book 1.205.1

αὖτις ἀφορμηθέντες ἀολλέες ἠΰτε νύσσης

### book 1.205.2

πάντες ἀποθρώσκουσι καὶ οὐκέτι νηυσὶν ἕπονται.

### book 1.205.3

σῆμα τόδε πλωτῆρσιν ἐτήτυμον ἐγγύθι γαίης

### book 1.205.4

ἔμμεναι, εὖτε λιπόντας ὁμοπλωτῆρας ἴδωνται.

### book 1.205.5

πομπίλε, ναυτιλίῃσι τετιμένε, σοὶ δέ τις ἀνὴρ

### book 1.210.1

εὐκραεῖς ἀνέμων τεκμαίρεται ἐλθέμεν αὔρας·

### book 1.210.2

εὔδια γὰρ στέλλῃ τε καὶ εὔδια σήματα φαίνεις.

### book 1.210.3

Καὶ μὲν δὴ πελάγεσσιν ὁμῶς ἐχενηῒς ἑταίρη·

### book 1.1

ἡ δ’ ἦτοι ταναὴ μὲν ἰδεῖν, μῆκος δ’ ἰσόπηχυς,

### book 1.2

χροιὴ δ’ αἰθαλόεσσα, φυὴ δέ οἱ ἐγχελύεσσιν

### book 1.215.1

εἴδεται, ὀξὺ δέ οἱ κεφαλῆς στόμα νέρθε νένευκε

### book 1.215.2

καμπύλον, ἀγκίστρου περιηγέος εἴκελον αἰχμῇ.

### book 1.215.3

θαῦμα δ’ ὀλισθηρῆς ἐχενηΐδος ἐφράσσαντο

### book 1.215.4

ναυτίλοι· οὐ μὲν δή τις ἐνὶ φρεσὶ πιστώσαιτο

### book 1.215.5

εἰσαΐων· αἰεὶ γὰρ ἀπειρήτων νόος ἀνδρῶν

### book 1.220.1

δύσμαχος, οὐδ’ ἐθέλουσι καὶ ἀτρεκέεσσι πιθέσθαι·

### book 1.220.2

νῆα τιταινομένην ἀνέμου ζαχρηέος ὁρμῇ,

### book 1.220.3

λαίφεσι πεπταμένοισιν ἁλὸς διὰ μέτρα θέουσαν,

### book 1.220.4

ἰχθὺς ἀμφιχανὼν ὀλίγον στόμα νέρθεν ἐρύκει,

### book 1.220.5

πᾶσαν ὑποτρόπιος βεβιημένος· οὐδ’ ἔτι τέμνει

### book 1.225.1

κῦμα καὶ ἱεμένη, κατὰ δ’ ἔμπεδον ἐστήρικται,

### book 1.225.2

ἠΰτ’ ἐν ἀκλύστοισιν ἐεργομένη λιμένεσσι.

### book 1.225.3

καὶ τῆς μὲν λίνα πάντα περὶ προτόνοισι μέμυκε,

### book 1.225.4

ῥοχθεῦσιν δὲ κάλωες, ἐπημύει δὲ κεραίη,

### book 1.225.5

ῥιπῇ ἐπειγομένη, πρύμνῃ δ’ ἔπι πάντα χαλινὰ

### book 1.230.1

ἰθυντὴρ ἀνίησιν, ἐπισπέρχων ὁδὸν ἅλμης·

### book 1.230.2

ἡ δ’ οὔτ’ οἰήκων ἐμπάζεται οὔτ’ ἀνέμοισι

### book 1.230.3

πείθεται, οὐ ῥοθίοισιν ἐλαύνεται, ἀλλὰ παγεῖσα

### book 1.230.4

μίμνει τ’ οὐκ ἐθέλουσα καὶ ἐσσυμένη πεπέδηται,

### book 1.230.5

ἰχθύος οὐτιδανοῖο κατὰ στόμα ῥιζωθεῖσα·

### book 1.235.1

ναῦται δὲ τρομέουσιν, ἀείδελα δεσμὰ θαλάσσης

### book 1.235.2

δερκόμενοι καὶ θάμβος ἴσον λεύσσοντες ὀνείρῳ.

### book 1.235.3

ὡς δ’ ὅτ’ ἐνὶ ξυλόχοισιν ἀνὴρ λαιψηρὰ θέουσαν

### book 1.235.4

θηρητὴρ ἔλαφον δεδοκημένος ἄκρον ὀϊστῷ

### book 1.235.5

κῶλον ὑπὸ πτερόεντι βαλὼν ἐπέδησεν ἐρωῆς·

### book 1.240.1

ἡ δὲ καὶ ἐσσυμένη περ ἀναγκαίῃς ὀδύνῃσιν

### book 1.240.2

ἀμφιπαγεῖς’ ἀέκουσα μένει θρασὺν ἀγρευτῆρα·

### book 1.240.3

τοίην νηῒ πέδην περιβάλλεται αἰόλος ἰχθὺς

### book 1.1

ἀντιάσας· τοίων δὲ φερωνυμίην λάχεν ἔργων.

### book 1.2

Χαλκίδες αὖ θρίσσαι τε καὶ ἀβραμίδες φορέονται

### book 1.245.1

ἀθρόαι, ἄλλοτε δ’ ἄλλον ἁλὸς πόρον, ἢ περὶ πέτρας

### book 1.245.2

ἢ πελάγη, δολιχοῖσί τ’ ἐπέδραμον αἰγιαλοῖσιν,

### book 1.245.3

αἰὲν ἀμειβόμεναι ξείνην ὁδὸν ἠΰτ’ ἀλῆται.

### book 1.245.4

Ἀνθιέων δὲ μάλιστα νομαὶ πέτρῃσι βαθείαις

### book 1.245.5

ἔμφυλοι· ταῖς δ’ οὔτι παρέστιοι αἰὲν ἔασι,

### book 1.1

πάντῃ δὲ πλάζονται, ὅπῃ γένυς, ἔνθα κελεύει

### book 1.2

γαστὴρ καὶ λαίμαργος ἔρως ἀκόρητος ἐδωδῆς·

### book 1.3

ἔξοχα γὰρ παρὰ πάντας ἀδηφάγος οἶστρος ἐλαύνει

### book 1.4

κείνους καὶ νωδόν περ ὑπὸ στόμα χῶρον ἔχοντας.

### book 1.5

τέσσαρα δ’ ἀνθιέων μεγακήτεα φῦλα νέμονται,

### book 1.255.1

ξανθοί τ’ ἀργεννοί τε τὸ δὲ τρίτον αἷμα κελαινοί·

### book 1.255.2

ἄλλους δ’ εὐωπούς τε καὶ αὐλωποὺς καλέουσιν,

### book 1.255.3

οὕνεκα τοῖς καθύπερθεν ἑλισσομένη κατὰ κύκλον

### book 1.1

ὀφρὺς ἠερόεσσα περίδρομος ἐστεφάνωται.

### book 1.2

Δοιοὶ δὲ σκληροῖσιν ἀρηρότα γυῖα χιτῶσι

### book 1.260.1

φραξάμενοι κόλποισιν ἐνιπλώουσι θαλάσσης,

### book 1.260.2

κάραβος ὀξυπαγὴς ἠδ’ ἀστακός· οἱ δὲ καὶ ἄμφω

### book 1.260.3

πέτραις ἐνναίουσι καὶ ἐν πέτρῃσι νέμονται.

### book 1.260.4

ἄστακος αὖ πέρι δή τι καὶ οὐ φατὸν οἷον ἔρωτα

### book 1.260.5

οἰκείης θαλάμης κεύθει φρεσίν, οὐδέ ποτ’ αὐτῆς

### book 1.265.1

λείπεθ’ ἑκών, ἀλλ’ εἴ μιν ἀναγκαίῃ τις ἐρύσσας

### book 1.265.2

τῆλε φέρων ἑτέρωσε πάλιν πόντονδε μεθείη,

### book 1.265.3

αὐτὰρ ὅγ’ οὐ μετὰ δηρὸν ἑὴν νόστησε χαράδρην

### book 1.265.4

σπεύδων, οὐδ’ ἐθέλει ξεῖνον μυχὸν ἄλλον ἑλέσθαι,

### book 1.265.5

οὐδ’ ἑτέρης πέτρης ἐπιβάλλεται, ἀλλὰ διώκει

### book 1.270.1

καὶ δόμον ὃν κατέλειπε καὶ ἤθεα καὶ νομὸν ἅλμης

### book 1.270.2

κείνης ἥ μιν ἔφερβε καὶ οὐκ ἤχθηρε θάλασσαν,

### book 1.270.3

τῆς μιν ἀπεξείνωσαν ἁλίπλοοι ἀγρευτῆρες.

### book 1.270.4

ὣς ἄρα καὶ πλωτοῖσιν ἑὸς δόμος ἠδὲ θάλασσα

### book 1.270.5

πατρῴη καὶ χῶρος ἐφέστιος, ἔνθ’ ἐγένοντο,

### book 1.275.1

στάζει ἐνὶ κραδίῃ γλυκερὸν γάνος, οὐδ’ ἄρα μούνοις

### book 1.275.2

πατρὶς ἐφημερίοισι πέλει γλυκερώτατον ἄλλων·

### book 1.275.3

οὐδ’ ἀλεγεινότερον καὶ κύντερον, ὅς κεν ἀνάγκῃ

### book 1.275.4

φυξίπολιν πάτρης τελέσῃ βίον ἀλγινόεντα,

### book 1.275.5

ξεῖνος ἐν ἀλλοδαποῖσιν ἀτιμίης ζυγὸν ἕλκων.

### book 1.280.1

Ἐν κείνῃ γενεῇ καὶ καρκίνοι εἰσὶν ἀλῆται

### book 1.280.2

καρίδων τε νομαὶ καὶ ἀναιδέα φῦλα παγούρων,

### book 1.280.3

οἵτε καὶ ἀμφιβίοις ἐναρίθμιον αἶσαν ἔχουσι.

### book 1.280.4

Πάντες δ’ οἷσί τε κῶλον ὑπ’ ὀστράκῳ ἐστήρικται,

### book 1.280.5

ὄστρακον ἐκδύνουσι γεραίτερον, ἄλλο δ’ ἔνερθε

### book 1.285.1

σαρκὸς ὑπὲκ νεάτης ἀνατέλλεται· οἱ δὲ πάγουροι,

### book 1.285.2

ἡνίκα ῥηγνυμένοιο βίην φράσσωνται ἐλύτρου,

### book 1.285.3

πάντῃ μαιμώωσιν ἐδητύος ἰσχανόωντες,

### book 1.285.4

ῥηϊτέρη ῥινοῖο διάκρισις ὄφρα γένηται

### book 1.285.5

πλησαμένων· εὖτ’ ἂν δὲ διατμαγὲν ἕρκος ὀλίσθῃ,

### book 1.290.1

οἱ δ’ ἦτοι πρῶτον μὲν ἐπὶ ψαμάθοισι τέτανται

### book 1.290.2

αὔτως, οὔτε βορῆς μεμνημένοι οὔτε τευ ἄλλου,

### book 1.290.3

ἐλπόμενοι φθιμένοισι μετέμμεναι οὐδ’ ἔτι θερμὸν

### book 1.290.4

ἐμπνείειν, ῥινῷ δὲ περιτρομέουσιν ἀραιῇ

### book 1.290.5

ἀρτιφύτῳ· μετὰ δ’ αὖτις ἀγειρόμενοι νόον ἤδη

### book 1.295.1

βαιὸν θαρσήσαντες ἀπὸ ψαμάθοιο πάσαντο·

### book 1.295.2

τόφρα δὲ θυμὸν ἔχουσιν ἀμήχανον ἀδρανέοντες,

### book 1.295.3

ὄφρα περὶ μελέεσσι νέον σκέπας ἀμφιπαγείη.

### book 1.295.4

ὡς δέ τις ἰητὴρ νουσαχθέα φῶτα κομίζων

### book 1.295.5

ἤμασι μὲν πρώτοισι βορῆς ἀπόπαστον ἐρύκει,

### book 1.1

πήματος ἀμβλύνων μαλερὸν σθένος, αὐτὰρ ἔπειτα

### book 1.2

τυτθὰ βορῆς ὤρεξε νοσήλια, μέχρις ἅπασαν

### book 1.3

ἄτην γυιοβόρους τε δύας ὀδύνας τε καθήρῃ·

### book 1.4

ὣς οἵγ’ ἀρτιφύτοισιν ἀναΐσσουσιν ἐλύτροις

### book 1.5

δειδιότες νούσοιο κακὰς ὑπὸ κῆρας ἀλύξαι.

### book 1.305

Ἄλλοι δ’ ἑρπυστῆρες ἁλὸς ναίουσιν ἐναύλους,

### book 1.1

πουλύποδες σκολιοὶ καὶ κορδύλος ἠδ’ ἁλιεῦσιν

### book 1.2

ἐχθομένη σκολόπενδρα καὶ ὀσμύλος· οἱ δὲ καὶ αὐτοὶ

### book 1.3

ἀμφίβιοι· καί πού τις ἀνὴρ ἴδεν ἀγροιώτης

### book 1.4

γηπόνος, ἀγχιάλοισι φυτηκομίῃσι μεμηλώς,

### book 1.310.1

ὀσμύλον εὐκάρποις ἢ πούλυπον ἀμφὶ κράδῃσι

### book 1.310.2

πλεγνύμενον γλυκερόν τε φυτῶν ἀπὸ καρπὸν ἔδοντα.

### book 1.310.3

τοῖς δὲ μεθ’ ἑρπυστῆρσιν ἴσον λάχεν οἶμα δολόφρων

### book 1.310.4

σηπίη· ἄλλα δὲ φῦλα μετ’ οἴδμασιν ὀστρακόρινα,

### book 1.310.5

πολλὰ μὲν ἐν πέτρῃσι, τὰ δ’ ἐν ψαμάθοισι νέμονται,

### book 1.315.1

νηρῖται στρόμβων τε γένος καὶ πορφύραι αὐταὶ

### book 1.315.2

κήρυκές τε μύες τε καὶ ἀτρεκὲς οὔνομα σωλὴν

### book 1.315.3

ὄστρεά θ’ ἑρσήεντα καὶ ὀκριόεντες ἐχῖνοι·

### book 1.315.4

τοὺς εἴ τις καὶ τυτθὰ διατμήξας ἐνὶ πόντῳ

### book 1

ῥίψῃ, συμφυέες τε παλίνζωοί τε νέμονται.

### book 1.320

Καρκινάσιν δ’ αὐταῖς μὲν ἐπ’ ὄστρακον οὔτι

### book 1.320.1

πέφυκεν

### book 1.320.2

ἐκ γενετῆς, γυμναὶ δὲ καὶ ἀσκεπέες καὶ ἀφαυραὶ

### book 1.320.3

τίκτονται, κτητοὺς δὲ δόμους ἐπιμηχανόωνται,

### book 1.320.4

ἀβληχροῖς μελέεσσι νόθον σκέπας ἀμφιβαλοῦσαι·

### book 1.320.5

εὖτε γὰρ ἀθρήσωσι λελειμμένον ὀρφανὸν αὔτως

### book 1.325.1

ὄστρακον, οἰκητῆρος ἀνέστιον οἰχομένοιο,

### book 1.325.2

αἵδ’ εἴσω καταδῦσαι ὑπ’ ἀλλοτρίοισιν ἐλύτροις

### book 1.325.3

ἑζόμεναι ναίουσι καὶ ὃν κτήσαντο μέλαθρον·

### book 1.325.4

τῷ δὲ συνερπύζουσι καὶ ἔνδοθεν ἕρκος ἄγουσιν,

### book 1.325.5

εἴτε τι νηρίτης ἔλιπε σκέπας εἴτε τι κῆρυξ

### book 1.330.1

ἢ στρόμβος· στρόμβων δὲ δύσεις φιλέουσι μάλιστα,

### book 1.330.2

οὕνεκεν εὐρεῖαί τε μένειν κοῦφαί τε φέρεσθαι.

### book 1.330.3

ἀλλ’ ὅτ’ ἀεξομένη πλήσῃ μυχὸν ἔνδον ἐοῦσα

### book 1.330.4

καρκινάς, οὐκέτι κεῖνον ἔχει δόμον, ἀλλὰ λιποῦσα

### book 1.330.5

δίζεται εὐρύτερον κόχλου κύτος ἀμφιβαλέσθαι.

### book 1.335.1

πολλάκι δὲ γλαφυρῆς κύμβης πέρι καρκινάδεσσιν

### book 1.335.2

ἀλκὴ καὶ μέγα νεῖκος ἐγείρεται, ἐκ δ’ ἐλάσασα

### book 1.335.3

κρείττων χειροτέρην δόμον ἄρμενον ἀμφέθετ’ αὐτή.

### book 1.335.4

Ἔστι δέ τις γλαφυρῷ κεκαλυμμένος ὀστράκῳ

### book 1.338.1

ἰχθύς,

### book 1.338.2

μορφὴν πουλυπόδεσσιν ἀλίγκιος, ὃν καλέουσι

### book 1.340.1

ναυτίλον, οἰκείῃσιν ἐπικλέα ναυτιλίῃσι·

### book 1.340.2

ναίει μὲν ψαμάθοις, ἀνὰ δ’ ἔρχεται ἄκρον ἐς ὕδωρ

### book 1.1

πρηνής, ὄφρα κε μή μιν ἐνιπλήσειε θάλασσα·

### book 1.2

ἀλλ’ ὅτ’ ἀναπλώσῃ ῥοθίων ὕπερ Ἀμφιτρίτης,

### book 1.3

αἶψα μεταστρεφθεὶς ναυτίλλεται, ὥστ’ ἀκάτοιο

### book 1.345.1

ἴδρις ἀνήρ· δοιοὺς μὲν ἄνω πόδας ὥστε κάλωας

### book 1.345.2

ἀντανύει, μέσσος δὲ διαρρέει ἠΰτε λαῖφος

### book 1.345.3

λεπτὸς ὑμήν, ἀνέμῳ τε τιταίνεται· αὐτὰρ ἔνερθε

### book 1.345.4

δοιοὶ ἁλὸς ψαύοντες, ἐοικότες οἰήκεσσι,

### book 1.345.5

πομποί τ’ ἰθύνουσι δόμον καὶ νῆα καὶ ἰχθύν.

### book 1.1

ἀλλ’ ὅτε ταρβήσῃ σχεδόθεν κακόν, οὐκέτ’ ἀήταις

### book 1.2

φεύγει ἐπιτρέψας, σὺν δ’ ἔσπασε πάντα χαλινά,

### book 1.3

ἱστία τ’ οἴηκάς τε, τὸ δ’ ἀθρόον ἔνδον ἔδεκτο

### book 1.4

κῦμα βαρυνόμενός τε καθέλκεται ὕδατος ὁρμῇ.

### book 1.5

ὦ πόποι, ὃς πρώτιστος ὄχους ἁλὸς εὕρατο νῆας,

### book 1.355.1

εἴτ’ οὖν ἀθανάτων τις ἐπεφράσατ’ εἴτε τις ἀνὴρ

### book 1.355.2

τολμήεις πρώτιστος ἐπεύξατο κῦμα περῆσαι,

### book 1.355.3

ἦ που κεῖνον ἰδὼν πλόον ἰχθύος εἴκελον ἔργον

### book 1.355.4

δουροπαγὲς τόρνωσε, τὰ μὲν πνοιῇσι πετάσσας

### book 1.355.5

ἐκ προτόνων, τὰ δ’ ὄπισθε χαλινωτήρια νηῶν.

### book 1.360.1

Κήτεα δ’ ὀβριμόγυια, πελώρια, θαύματα πόντου,

### book 1.360.2

ἀλκῇ ἀμαιμακέτῳ βεβριθότα, δεῖμα μὲν ὅσσοις

### book 1.360.3

εἰσιδέειν, αἰεὶ δ’ ὀλοῇ κεκορυθμένα λύσσῃ,

### book 1.360.4

πολλὰ μὲν εὐρυπόροισιν ἐνιστρέφεται πελάγεσσιν,

### book 1.360.5

ἔνθα Ποσειδάωνος ἀτέκμαρτοι περιωπαί,

### book 1.365.1

παῦρα δὲ ῥηγμίνων σχεδὸν ἔρχεται, ὅσσα φέρουσιν

### book 1.365.2

ἠϊόνες βαρύθοντα καὶ οὐκ ἀπολείπεται ἅλμης·

### book 1.1

τῶν ἦτοι κρυερός τε λέων βλοσυρή τε ζύγαινα

### book 1.2

πορδάλιές τ’ ὀλοαὶ καὶ φύσαλοι αἰθυκτῆρες·

### book 1.3

ἐν δὲ μέλαν θύννων ζαμενὲς γένος, ἐν δὲ δαφοινὴ

### book 1.370.1

πρῆστις ἀταρτηρῆς τε δυσαντέα χάσματα λάμνης,

### book 1.370.2

μάλθη τ’ οὐ μαλακῇσιν ἐπώνυμος ἀδρανίῃσι,

### book 1.370.3

κριοί τ’ ἀργαλέοι καὶ ἀπαίσιον ἄχθος ὑαίνης

### book 1.370.4

καὶ κύνες ἁρπακτῆρες ἀναιδέες· ἐν δὲ κύνεσσι

### book 1.370.5

τριχθαδίη γενεή· τὸ μὲν ἄγριον ἐν πελάγεσσι

### book 1.375.1

κήτεσι λευγαλέοις ἐναρίθμιον· ἄλλα δὲ φῦλα

### book 1.375.2

διπλόα καρτίστοισι μετ’ ἰχθύσι δινεύονται

### book 1.375.3

πηλοῖς ἐν βαθέεσσι· τὸ μὲν κέντροισι κελαινοῖς

### book 1.375.4

κεντρίναι αὐδώωνται ἐπώνυμοι· ἄλλο δ’ ὁμαρτῇ

### book 1

κλείονται γαλεοί· γαλεῶν δ’ ἑτερότροπα φῦλα

### book 1.380.1

σκύμνοι καὶ λεῖοι καὶ ἀκανθίαι· ἐν δ’ ἄρα τοῖσι

### book 1.380.2

ῥῖναι ἀλωπεκίαι καὶ ποικίλοι· εἴκελα δ’ ἔργα

### book 1.380.3

πᾶσιν ὁμοῦ φορβή τε σὺν ἀλλήλοις τε νέμονται.

### book 1.380.4

Δελφῖνες δ’ ἀκταῖς τε πολυρραθάγοισι γάνυνται

### book 1.380.5

καὶ πελάγη ναίουσι, καὶ οὔποθι νόσφι θάλασσα

### book 1.385.1

δελφίνων· περὶ γάρ σφε Ποσειδάων ἀγαπάζει·

### book 1.385.2

οὕνεκά οἱ κούρην κυανώπιδα Νηρηΐνην

### book 1.385.3

μαιομένῳ φεύγουσαν ἑὸν λέχος Ἀμφιτρίτην

### book 1.385.4

φρασσάμενοι δελφῖνες ἐν Ὠκεανοῖο δόμοισι

### book 1.385.5

κευθομένην ἤγγειλαν· ὁ δ’ αὐτίκα κυανοχαίτης

### book 1.390.1

παρθένον ἐξήρπαξεν ἀναινομένην τε δάμασσε.

### book 1.390.2

καὶ τὴν μὲν παράκοιτιν, ἁλὸς βασίλειαν, ἔθηκε,

### book 1.390.3

ἀγγελίης δ’ ᾔνησεν ἐνηέας οὓς θεράποντας,

### book 1.390.4

κλήρῳ δ’ ἐν σφετέρῳ περιώσιον ὤπασε τιμήν.

### book 1.390.5

Ἔστι δ’ ἀμειλίκτοις ἐνὶ κήτεσιν ἅσσα καὶ ἅλμης

### book 1.395

ἐκτὸς ἐπὶ τραφερῆς φυσίζοον ἔρχεται οὖδας·

### book 1.1

δηρὸν δ’ ἠϊόνεσσι καὶ ἀγχιάλοισιν ἀρούραις

### book 1.2

μίσγοντ’ ἐγχέλυές τε καὶ ἀσπιδόεσσα χελώνη

### book 1.3

καστορίδες τ’ ὀλοαὶ δυσπενθέες, αἵ τ’ ἀλεγεινὴν

### book 1.4

ὄσσαν ἐπὶ κροκάλῃσιν ἀπαίσιον ὠρύονται

### book 1.1

ἀνδράσιν· ὃς δέ κε γῆρυν ἐν οὔασιν ἀλγινόεσσαν

### book 1.2

δέξηται στυγερῆς τ’ ἐνοπῆς κωκυτὸν ἀκούσῃ,

### book 1.3

οὐ τηλοῦ θανάτοιο τάχ’ ἔσσεται, ἀλλά οἱ ἄτην

### book 1.4

καὶ μόρον αἰνοτάτη κείνη μαντεύεται αὐδή.

### book 1.5

ναὶ μὴν καὶ φάλαιναν ἀναιδέα φασὶ θαλάσσης

### book 1.405.1

ἐκβαίνειν χέρσονδε καὶ ἠελίοιο θέρεσθαι.

### book 1.405.2

φῶκαι δ’ ἐννύχιαι μὲν ἀεὶ λείπουσι θάλασσαν,

### book 1.405.3

πολλάκι δ’ ἠμάτιαι πέτραις ἐνὶ καὶ ψαμάθοισιν

### book 1.405.4

εὔκηλοι μίμνουσι καὶ ἔξαλον ὕπνον ἔχουσι.

### book 1.405.5

Ζεῦ πάτερ, ἐς δὲ σὲ πάντα καὶ ἐκ σέθεν ἐρρίζωνται·

### book 1.410

εἴτ’ οὖν αἰθέρος οἶκον ὑπέρτατον εἴτ’ ἄρα πάντῃ

### book 1.1

ναιετάεις· θνητῷ γὰρ ἀμήχανον ἐξονομῆναι.

### book 1.2

οἵῃ σὺν φιλότητι διακρίνας ἐκέδασσας

### book 1.3

αἰθέρα τ’ αἰγλήεντα καὶ ἠέρα καὶ χυτὸν ὕδωρ

### book 1.4

καὶ χθόνα παμμήτειραν, ἀπ’ ἀλλήλων μὲν ἕκαστα,

### book 1.415.1

πάντα δ’ ἐν ἀλλήλοισιν ὁμοφροσύνης ὑπὸ δεσμῷ

### book 1.415.2

ἀρρήκτῳ συνέδησας, ἀναγκαίῃ δ’ ἐπέρεισας

### book 1.415.3

ἀστεμφῆ πάγκοινον ὑπὸ ζυγόν· οὔτε γὰρ αἰθὴρ

### book 1.415.4

ἠέρος οὔτ’ ἀὴρ ἄτερ ὕδατος, οὐδὲ μὲν ὕδωρ

### book 1.415.5

γαίης νόσφι τέτυκται, ἐν ἀλλήλοις δὲ φύονται,

### book 1.420.1

πάντα δ’ ὁδὸν μίαν εἶσι, μίαν δ’ ἀνελίσσετ’ ἀμοιβήν.

### book 1.420.2

τοὔνεκα καὶ ξυνῇσιν ὁμηρεύουσι γενέθλαις

### book 1.420.3

ἀμφιβίων· καὶ τοὶ μὲν ἀναστείχους’ ἐπὶ γαῖαν

### book 1.420.4

ποντόθεν, ἄλλοι δ’ αὖτε κατ’ ἠέρος Ἀμφιτρίτῃ

### book 1.420.5

μίσγονται, κοῦφοί τε λάροι στονόεντά τε φῦλα

### book 1.425.1

ἁλκυόνων κρατεροί θ’ ἁλιαίετοι ἁρπακτῆρες

### book 1.425.2

ἄλλα θ’ ὅς’ ἰχθυάᾳ διερῆς τ’ ἐπιβάλλεται ἄγρης.

### book 1.425.3

ἠέρα δ’ αὖ τέμνουσι καὶ εἰνάλιοί περ ἐόντες

### book 1.425.4

τευθίδες ἱρήκων τε γένος βυθίη τε χελιδών·

### book 1.425.5

οἱ δ’ ὅτε ταρβήσωσιν ὑπέρτερον ἐγγύθεν ἰχθύν,

### book 1.430.1

ἐξ ἁλὸς ἀνθρώσκουσι καὶ ἠέριοι ποτέονται.

### book 1.430.2

ἀλλ’ αἱ μὲν καὶ τῆλε καὶ ὑψόθι ταρσὸν ἱεῖσι

### book 1.430.3

τευθίδες· ἦτε κεν ὄρνιν ὀΐσσεαι οὐδὲ μὲν ἰχθὺν

### book 1.430.4

εἰσοράαν, ἀγεληδὸν ὅθ’ ὁρμήσωσι πέτεσθαι·

### book 1.430.5

αἱ δ’ ἄρα τῶν ὑπένερθε χελιδόνες οἶμον ἔχουσι·

### book 1.435.1

ἵρηκες δ’ αὐτῆς ἅλμης σχεδὸν ἠερέθονται,

### book 1.435.2

ἄκρον ἐπιψαύοντες ἁλὸς πόρον, ὅσσον ἰδέσθαι

### book 1.435.3

ἄμφω νηχομένοισι καὶ ἱπταμένοισιν ὁμοῖοι.

### book 1.435.4

Αἵδε μὲν ὥστε πόληες ἐν ἰχθύσιν, οἵδε θ’ ὅμιλοι

### book 1.435.5

κεκριμένοι γεγάασιν ἁλιπλάγκτοιο γενέθλης.

### book 1.440.1

τῶν δ’ οἱ μὲν πλάζονται ἀολλέες, αἰόλα φῦλα,

### book 1.440.2

πώεσιν ἢ στρατιῇσιν ἐοικότες, οἵ τ’ ἀγελαῖοι

### book 1.440.3

κέκληνται· τοὶ δ’ αὖτε κατὰ στίχας· οἱ δὲ λόχοισιν

### book 1.440.4

εἴκελοι ἢ δεκάδεσσιν· ὁ δ’ ἔρχεται οἶος ἀπ’ ἄλλων

### book 1.440.5

μουναδὸν ὁρμηθείς· περόωσι δὲ δίζυγες ἄλλοι·

### book 1.445.1

οἱ δ’ αὐτοῦ θαλάμῃσιν ἐν οἰκείῃσι μένουσι.

### book 1.445.2

Χείματι μὲν δὴ πάντες ἀελλάων στροφάλιγγας

### book 1.445.3

σμερδαλέας αὐτοῦ τε δυσηχέος οἴδματα πόντου

### book 1.445.4

ἔξοχα δειμαίνουσιν· ἐπεὶ περιώσιον ἄλλων

### book 1.445.5

ἰχθυόεντα γένεθλα φίλην πέφρικε θάλασσαν

### book 1.1

μαινομένην· τότε δ’ οἱ μὲν ἀμησάμενοι πτερύγεσσι

### book 1.2

ψάμμον ὑποπτήσσουσιν ἀνάλκιδες· οἱ δ’ ὑπὸ πέτραις

### book 1.3

εἰλόμενοι δύνουσιν ἀολλέες· οἱ δὲ βάθιστα

### book 1.4

ἐς πελάγη φεύγουσι κάτω μυχάτην ὑπὸ βύσσαν·

### book 1.5

κεῖνα γὰρ οὔτε λίην προκυλίνδεται οὔθ’ ὑπ’ ἀήταις

### book 1.455

πρυμνόθεν εἱλεῖται, διὰ δ’ ἔσσυται οὔτις ἄελλα

### book 1.1

ῥίζαν ἁλὸς νεάτην· μέγα δέ σφισι βένθος ἐρύκει

### book 1.2

ῥιγεδανὰς ὀδύνας καὶ ἀπηνέα χείματος ὁρμήν.

### book 1.3

ἀλλ’ ὁπότ’ ἀνθεμόεσσαι ἐπὶ χθονὸς εἴαρος ὧραι

### book 1.4

πορφύρεον γελάσωσιν, ἀναπνεύσῃ δὲ θάλασσα

### book 1.460.1

χείματος εὐδιόωσα γαληναίη τε γένηται

### book 1.460.2

ἤπια κυμαίνουσα, τότ’ ἰχθύες ἄλλοθεν ἄλλοι

### book 1.460.3

πανσυδίῃ φοιτῶσι γεγηθότες ἐγγύθι γαίης.

### book 1.460.4

ὡς δὲ πολυρραίσταο νέφος πολέμοιο φυγοῦσα

### book 1.460.5

ὀλβίη ἀθανάτοισι φίλη πόλις, ἥν ῥά τε δηρὸν

### book 1.465.1

δυσμενέων πάγχαλκος ἐπεπλήμμυρε θύελλα,

### book 1.465.2

ὀψὲ δ’ ἀπολλήξασα καὶ ἀμπνεύσασα μόθοιο

### book 1.465.3

ἀσπασίως γάνυταί τε καὶ εἰρήνης καμάτοισι

### book 1.465.4

τέρπεται ἁρπαλέοισι καὶ εὔδιος εἰλαπινάζει,

### book 1.465.5

ἀνδρῶν τε πλήθουσα χοροιτυπίης τε γυναικῶν·

### book 1.470.1

ὣς οἱ λευγαλέους τε πόνους καὶ φρῖκα θαλάσσης

### book 1.470.2

ἀσπασίως προφυγόντες, ὑπεὶρ ἅλα καγχαλόωντες,

### book 1.470.3

θρώσκοντες θύνουσι χοροιτυπέουσιν ὁμοῖοι.

### book 1.470.4

εἴαρι δὲ γλυκὺς οἶστρος ἀναγκαίης Ἀφροδίτης

### book 1.470.5

καὶ γάμοι ἡβώωσι καὶ ἀλλήλων φιλότητες

### book 1.475.1

πᾶσιν, ὅσοι γαῖάν τε φερέσβιον οἵ τ’ ἀνὰ κόλπους

### book 1.475.2

ἠέρος οἵ τ’ ἀνὰ πόντον ἐριβρύχην δονέονται.

### book 1.475.3

εἴαρι δὲ πλεῖστον νεπόδων γένος Εἰλείθυιαι

### book 1.475.4

ὠοφόρων παύουσι βαρυνομένων ὠδίνων.

### book 1.475.5

αἱ μὲν γὰρ γενεῆς κεχρημέναι ἠδὲ τόκοιο

### book 1.480.1

θήλεες ἐν ψαμάθοισιν ἀποθλίβουσιν ἀραιὰς

### book 1.480.2

γαστέρας· οὐ γὰρ ῥεῖα διΐσταται, ἀλλ’ ἐνέχονται

### book 1.480.3

ὠὰ μετ’ ἀλλήλοισιν ἀρηρότα νηδύος εἴσω,

### book 1.480.4

φύρδην συμπεφυῶτα· τὰ δ’ ἀθρόα πῶς κε τέκοιεν;

### book 1.480.5

στεινόμεναι δ’ ὀδύνῃσι μόγις κρίνουσι γενέθλην.

### book 1.485.1

ὡς οὐ ῥηϊδίην γενεὴν οὐδ’ ἰχθύσι Μοῖραι

### book 1.485.2

ὤπασαν, οὐδ’ ἄρα μοῦνον ἐπιχθονίῃσι γυναιξὶν

### book 1.485.3

ἄλγεα, πάντῃ δ’ εἰσὶν ἐπαχθέες Εἰλείθυιαι.

### book 1.1

ἄρσενες αὖτ’ ἄλλοι μὲν ἐπ’ ἰχθύσι κῆρας ἄγοντες

### book 1.2

δαιτυμόνες ῥηγμῖσιν ἐπειγόμενοι πελάουσιν·

### book 1.490.1

ἄλλοι δ’ αὖ μετόπισθε διωκόμενοι προθέουσι

### book 1.490.2

θηλυτέραις ἀγέλῃσιν, ἐπεὶ φιλότητος ἔρωτι

### book 1.490.3

ἑλκόμεναι σπεύδουσι μετ’ ἄρσενας ἀσχέτῳ ὁρμῇ.

### book 1.490.4

ἔνθ’ οἱ μὲν σφετέρας ἐπὶ γαστέρας ἀλλήλοισι

### book 1.490.5

τριβόμενοι θορὸν ὑγρὸν ἀπορραίνουσιν ὄπισθεν,

### book 1.495.1

αἱ δ’ οἴστρῳ μεμαυῖαι ἐπαΐγδην στομάτεσσι

### book 1.495.2

κάπτουσιν· τοίῳ δὲ γάμῳ πλήθουσι γόνοιο.

### book 1.495.3

πλεῖστος μὲν νόμος οὗτος ἐν ἰχθύσιν· οἱ δὲ καὶ

### book 1.497.1

εὐνὰς

### book 1.497.2

καὶ θαλάμους ἀλόχους τε διακριδὸν ἀμφὶς ἔχουσι

### book 1.497.3

ζευξάμενοι· πολλὴ γὰρ ἐν ἰχθύσιν ἔστ’ Ἀφροδίτη

### book 1.1

Οἶστρός τε Ζῆλός τε, βαρὺς θεός, ὅσσα τε τίκτει

### book 1.2

θερμὸς Ἔρως, ὅτε λάβρον ἐνὶ φρεσὶ κῶμον ὀρίνει.

### book 1.3

πολλοὶ δ’ ἀλλήλοισι διασταδὸν εἵνεκεν εὐνῆς

### book 1.4

μάρνανται, μνηστῆρσιν ἐοικότες, οἳ περὶ νύμφην

### book 1.5

πολλοὶ ἀγειρόμενοι καὶ ὁμοίϊοι ἀντιφέρονται

### book 1.505.1

ὄλβῳ τ’ ἀγλαΐῃ τε· τὰ δ’ ἰχθύσιν οὐ παρέασιν,

### book 1.505.2

ἀλλ’ ἀλκὴ γένυές τε καὶ ἔνδοθι κάρχαρον ἕρκος,

### book 1.505.3

τοῖσιν ἀεθλεύουσι καὶ ἐς γάμον ὁπλίζονται·

### book 1.505.4

τοῖσι δ’ ὅ κεν προβάληται, ὁμοῦ γάμον εὕρατο νίκῃ.

### book 1.505.5

καὶ τοὶ μὲν πλεόνεσσιν ὁμευναίαις ἀλόχοισι

### book 1.510.1

τέρπονται, σάργων τε γένος καὶ κόσσυφος αἴθων·

### book 1.510.2

τοὶ δὲ μίαν στέργουσι καὶ ἀμφιέπουσιν ἄκοιτιν,

### book 1.1

κάνθαροι αἰτναῖοί τε, καὶ οὐ πλεόνεσσι γάνυνται.

### book 1.2

Ἀλλ’ οὐκ ἐγχελύεσσιν ὁμοίϊον οὔτε χελώναις

### book 1.3

οὔτ’ οὖν πουλυπόδεσσι γάμου τέλος οὔτε κελαινῇ

### book 1.515.1

μυραίνῃ, λεχέων δὲ παράτροπον αἶσαν ἔχουσιν·

### book 1.515.2

αἱ μὲν γὰρ σπειρηδὸν ἐν ἀλλήλῃσι χυθεῖσαι

### book 1.515.3

ἐγχέλυες δέμας ὑγρὸν ἀναστρωφῶσι θαμειαὶ

### book 1.515.4

πλεγνύμεναι, τάων δὲ κατείβεται εἴκελος ἀφρῷ

### book 1.515.5

ἰχώρ, ἐν ψαμάθοις τε καλύπτεται· ἡ δέ μιν ἰλὺς

### book 1.520.1

δεξαμένη κυέει τε καὶ ἐγχελύων τέκεν ὁλκούς.

### book 1.520.2

τοίη καὶ γόγγροισιν ὀλισθηροῖσι γενέθλη.

### book 1.520.3

Αἱ δὲ μέγα τρομέουσι καὶ ἐχθαίρουσι χελῶναι

### book 1.520.4

ὃν γάμον· οὐ γὰρ τῇσιν ἐφίμερος οἷα καὶ ἄλλοις

### book 1.520.5

τερπωλὴ λεχέων, πολὺ δὲ πλέον ἄλγος ἔχουσι·

### book 1.525.1

σκληρὸν γὰρ μάλα κέντρον ἐν ἄρσεσιν εἰς Ἀφροδίτην,

### book 1.525.2

ὀστέον οὐκ ἐπιεικτόν, ἀτερπέϊ θήγεται εὐνῇ.

### book 1.525.3

τοὔνεκα μάρνανταί τε παλιγνάμπτοισί τ’ ὀδοῦσιν

### book 1.525.4

ἀλλήλους δάπτουσιν, ὅτε σχεδὸν ἀντιάσωσιν,

### book 1.525.5

αἱ μὲν ἀλευόμεναι τρηχὺν γάμον, οἱ δ’ ἀεκουσῶν

### book 1.530.1

εὐνῆς ἱμείροντες ἑκούσιοι, εἰσόκεν ἀλκῇ

### book 1.530.2

νικήσας ζεύξῃ μιν ἀναγκαίῃ φιλότητι,

### book 1.530.3

ἠΰτε ληϊδίην, πολέμου γέρας. εἴκελα δ’ εὐνῆς

### book 1.530.4

ἔργα κυσὶ χθονίοισι καὶ εἰναλίῃσι χελώναις·

### book 1.530.5

εἴκελα καὶ φώκῃσιν· ἐπεὶ μάλα δηρὸν ἕκαστοι

### book 1.535.1

ἐξόπιθεν συνέχονται, ἀρηρότες ἠΰτε δεσμῷ.

### book 1.535.2

Πουλύποδος δ’ ὀλοοί τε γάμοι καὶ πικρὸς ὄλεθρος

### book 1.1

συμφέρεται, ξυνὸν δὲ τέλος θανάτοιο καὶ εὐνῆς·

### book 1.2

οὐ γὰρ πρὶν φιλότητος ἀπίσχεται οὐδ’ ἀπολήγει,

### book 1.3

πρίν μιν ἀπὸ μελέων προλίπῃ σθένος ἀδρανέοντα,

### book 1.540.1

αὐτὸς δ’ ἐν ψαμάθοισι πεσὼν ἀμενηνὸς ὄληται·

### book 1.540.2

πάντες γάρ μιν ἔδουσιν, ὅσοι σχεδὸν ἀντιάσωσι,

### book 1.540.3

καρκινάδες δειλαὶ καὶ καρκίνοι ἠδὲ καὶ ἄλλοι

### book 1.540.4

ἰχθύες, οὓς πάρος αὐτὸς ἐδαίνυτο ῥεῖα μεθέρπων·

### book 1.540.5

τοῖς ὑπὸ καὶ ζωός περ ἐὼν ἔτι κείμενος αὔτως,

### book 1.545.1

οὐδὲν ἀμυνόμενος, δαιτρεύεται, ὄφρα θάνῃσι.

### book 1.545.2

τοίῳ δυστερπεῖ φιλοτησίῳ ὄλλυτ’ ὀλέθρῳ.

### book 1.545.3

ὣς δ’ αὔτως καὶ θῆλυς ὑπ’ ὠδίνων μογέουσα

### book 1.545.4

ὄλλυται· οὐ γὰρ τῇσιν ἀποκριδὸν οἷα καὶ ἄλλοις

### book 1.545.5

ὠὰ διαθρώσκουσιν, ἀρηρότα δ’ ἀλλήλοισι

### book 1.1

βοτρυδὸν στεινοῖο μόγις διανίσσεται αὐλοῦ.

### book 1.2

τοὔνεκα καὶ λυκάβαντος ὑπέρτερον οὔποτε μέτρον

### book 1.3

πουλύποδες ζώουσιν· ἀποφθινύθουσι γὰρ αἰεὶ

### book 1.4

αἰνοτάτοισι γάμοισι καὶ αἰνοτάτοισι τόκοισιν.

### book 1.5

Ἀμφὶ δὲ μυραίνης φάτις ἔρχεται οὐκ ἀΐδηλος,

### book 1.555.1

ὥς μιν ὄφις γαμέει τε καὶ ἐξ ἁλὸς ἔρχεται αὐτὴ

### book 1.555.2

πρόφρων, ἱμείρουσα παρ’ ἱμείροντα γάμοιο.

### book 1.555.3

ἤτοι ὁ μὲν φλογέῃ τεθοωμένος ἔνδοθι λύσσῃ

### book 1.555.4

μαίνεται εἰς φιλότητα καὶ ἐγγύθι σύρεται ἀκτῆς

### book 1.555.5

πικρὸς ἔχις· τάχα δὲ γλαφυρὴν ἐσκέψατο πέτρην,

### book 1.560.1

τῇ δ’ ἔνι λοίγιον ἰὸν ἀπήμεσε, πάντα δ’ ὀδόντων

### book 1.560.2

ἔπτυσε πευκεδανόν, ζαμενῆ χόλον, ὄλβον ὀλέθρου,

### book 1.560.3

ὄφρα γάμῳ πρηΰς τε καὶ εὔδιος ἀντιάσειε.

### book 1.560.4

στὰς δ’ ἄρ’ ἐπὶ ῥηγμῖνος ἑὸν νόμον ἐρροίζησε

### book 1.560.5

κικλήσκων φιλότητα· θοῶς δ’ ἐσάκουσε κελαινὴ

### book 1.565.1

ἰϋγὴν μύραινα καὶ ἔσσυτο θᾶσσον ὀϊστοῦ.

### book 1.565.2

ἡ μὲν ἄρ’ ἐκ πόντοιο τιταίνεται, αὐτὰρ ὁ πόντου

### book 1.565.3

ἐκ γαίης πολιοῖσιν ἐπεμβαίνει ῥοθίοισιν·

### book 1.565.4

ἄμφω δ’ ἀλλήλοισιν ὁμιλῆσαι μεμαῶτε

### book 1.565.5

συμπεσέτην, ἔχιος δὲ κάρη κατέδεκτο χανοῦσα

### book 1.570.1

νύμφη φυσιόωσα· γάμῳ δ’ ἐπιγηθήσαντες

### book 1.570.2

ἡ μὲν ἁλὸς πάλιν εἶσι μετ’ ἤθεα, τὸν δ’ ἐπὶ χέρσον

### book 1.570.3

ὁλκὸς ἄγει, κρυερὸν δὲ πάλιν μεταχεύεται ἰὸν

### book 1.570.4

λάπτων, ὃν πάρος ἧκε καὶ ἐξήφυσσεν ὀδόντων.

### book 1.570.5

ἢν δ’ ἄρα μή τι κίχῃ κεῖνον χόλον, ὅνπερ ὁδίτης,

### book 1.575.1

ἀτρεκέως ἐσιδών μιν, ἀπέκλυσεν ὕδατι λάβρῳ,

### book 1.575.2

αὐτὰρ ὅ γ’ ἀσχαλόων ῥίπτει δέμας, εἰσόκε μοῖραν

### book 1.575.3

λευγαλέοιο λάβῃσιν ἀνωΐστου θανάτοιο,

### book 1.575.4

αἰδόμενος, ὅτ’ ἄναλκις ὅπλων γένεθ’ οἷς ἐπεποίθει,

### book 1.575.5

ἔμμεν’ ὄφις, πέτρῃ δὲ συνώλεσε καὶ δέμας ἰῷ.

### book 1.580.1

Δελφῖνες δ’ ἄνδρεσσιν ὁμῶς γάμον ἐντύνονται

### book 1.580.2

μήδεά τ’ ἀνδρομέοισι πανείκελα καρτύνονται·

### book 1.580.3

οὐδ’ αἰεὶ προφανὴς πόρος ἄρσενος, ἀλλά οἱ εἴσω

### book 1.580.4

κέκρυπται, λεχέων δὲ κατὰ χρέος ἕλκεται ἔξω.

### book 1.580.5

Τοῖαι μὲν φιλότητες ἐν ἰχθύσιν ἠδὲ καὶ εὐναί.

### book 1.585.1

ἄλλος δ’ ἀλλοίῃ λεχέων ἱμείρεται ὥρῃ,

### book 1.585.2

καὶ γενεὴν προφέρει· τοῖς μὲν θέρος, οἷσι δὲ χεῖμα,

### book 1.585.3

τοῖς δ’ ἔαρ ἢ φθινύθουσα τόκον προὔφηνεν ὀπώρη.

### book 1.1

καὶ τοὶ μὲν λυκάβαντι μίαν μογέουσι γενέθλην

### book 1.2

οἱ πλεῖστοι, λάβραξ δὲ δὶς ἄχθεται Εἰλειθυίαις·

### book 1.590.1

τρίγλαι δὲ τριγόνοισιν ἐπώνυμοί εἰσι γονῇσι·

### book 1.590.2

σκορπίος αὖ τετόρεσσι φέρει βέλος ὠδίνεσσι·

### book 1.590.3

πέντε δὲ κυπρίνοισι γοναὶ μούνοισιν ἔασιν·

### book 1.590.4

οἴου δ’ οὔποτέ φασι γένος φράσσασθαι ὀνίσκου,

### book 1.590.5

ἀλλ’ ἔτι τοῦτ’ ἀΐδηλον ἐν ἀνθρώποισι τέτυκται.

### book 1.595.1

Εὖτ’ ἂν δ’ εἰαρινοῖο περιπλήθωσι γόνοιο

### book 1.595.2

ἰχθύες ὠοτόκοι, τοὶ μὲν κατὰ χῶρον ἕκαστοι

### book 1.595.3

εὔκηλοι μίμνουσιν ἐνὶ σφετέροισι δόμοισι·

### book 1.595.4

πολλοὶ δ’ ἀγρόμενοι ξυνὴν ὁδὸν ὁρμώωνται

### book 1.595.5

Εὔξεινον μετὰ πόντον, ἵν’ αὐτόθι τέκνα τέκωνται.

### book 1.1

κεῖνος γὰρ πάσης γλυκερώτερος Ἀμφιτρίτης

### book 1.2

κόλπος, ἀπειρεσίοισι καὶ εὐΰδροις ποταμοῖσιν

### book 1.3

ἀρδόμενος, μαλακαὶ δὲ πολυψάμαθοί τ’ ἐπιωγαί·

### book 1.4

ἐν δέ οἱ εὐφυέες τε νομαὶ καὶ ἀκύμονες ἀκταὶ

### book 1.5

πέτραι τε γλαφυραὶ καὶ χηραμοὶ ἰλυόεντες

### book 1.605.1

ἄκραι τε σκιεραὶ καὶ ὅς’ ἰχθύσι φίλτατ’ ἔασιν·

### book 1.605.2

ἐν δέ οἱ οὔτε τι κῆτος ἀνάρσιον οὔτε τι πῆμα

### book 1.605.3

ἐντρέφεται νεπόδεσσιν ὀλέθριον οὐδὲ μὲν ὅσσοι

### book 1.1

δυσμενέες γεγάασιν ἐπ’ ἰχθύσι βαιοτέροισιν

### book 1.2

ὁλκοὶ πουλυπόδων οὐδ’ ἀστακοὶ οὐδὲ πάγουροι·

### book 1.610.1

παῦροι μὲν δελφῖνες, ἀκιδνότεροι δὲ καὶ αὐτοὶ

### book 1.610.2

κητείης γενεῆς καὶ ἀκήδεες ἐννεμέθονται.

### book 1.610.3

τοὔνεκεν ἰχθύσι κεῖνο πέλει κεχαρισμένον ὕδωρ

### book 1.610.4

ἐκπάγλως καὶ πολλὸν ἐπισπεύδουσι νέεσθαι.

### book 1.610.5

στέλλονται δ’ ἅμα πάντες ὁμιλαδόν, ἄλλοθεν ἄλλος

### book 1.615.1

εἰς ἓν ἀγειρόμενοι, μία δέ σφισι πᾶσι κέλευθος

### book 1.615.2

πομπή τε ῥιπή τε καὶ αὖ παλινόστιμος ὁρμή.

### book 1.615.3

Θρηΐκιον δ’ ἀνύουσι Βοὸς Πόρον αἰολόφυλοι

### book 1.615.4

ἑσμοὶ Βεβρυκίην τε παρὲξ ἅλα καὶ στόμα Πόντου

### book 1.615.5

στεινὸν ἀμειβόμενοι δολιχὸν δρόμον Ἀμφιτρίτης.

### book 1.620.1

ὡς δ’ ὅτ’ ἀπ’ Αἰθιόπων τε καὶ Αἰγύπτοιο ῥοάων

### book 1.620.2

ὑψιπετὴς γεράνων χορὸς ἔρχεται ἠεροφώνων,

### book 1.1

Ἄτλαντος νιφόεντα πάγον καὶ χεῖμα φυγοῦσαι

### book 1.2

Πυγμαίων τ’ ὀλιγοδρανέων ἀμενηνὰ γένεθλα·

### book 1.3

τῇσι δ’ ἄρ’ ἱπταμένῃσι κατὰ στίχας εὐρέες ἑσμοὶ

### book 1.625.1

ἠέρα τε σκιάουσι καὶ ἄλλυτον ὄγμον ἔχουσιν·

### book 1.625.2

ὣς τότε μυριόφυλοι ἁλὸς τέμνουσι φάλαγγες

### book 1.625.3

Εὔξεινον μέγα κῦμα· περιπλήθει δὲ θάλασσα

### book 1.625.4

πυκνὸν ὑποφρίσσουσα λατυσσομένη πτερύγεσσιν,

### book 1.625.5

εἰσόκ’ ἐπειγόμενοι δολιχὸν στόλον ἀμπαύσωσι

### book 1.630.1

καὶ τόκον. ἀλλ’ ὅτε μέτρα παραστείχῃσιν ὀπώρης,

### book 1.630.2

νόστου μιμνήσκονται, ἐπεὶ κρυερώτερον ἄλλων

### book 1.630.3

χεῖμα κατασπέρχει κείνην ἅλα δινήεσσαν·

### book 1.630.4

οὐ γὰρ τηλεβαθής, ῥέα δὲ στυφελίζετ’ ἀήταις,

### book 1.630.5

οἵ μιν ἐπιρρήσσουσιν ὑπερφίαλοί τ’ ὀλοοί τε.

### book 1.635.1

τοὔνεκ’ ἀλυσκάζοντες Ἀμαζονίης ἀπὸ λίμνης

### book 1.635.2

αὖτις ὁμοῦ τεκέεσσιν ὑποτροπάδην φορέονται,

### book 1.635.3

κίδνανται δ’ ἀνὰ πόντον, ὅπῃ θρέψονται ἕκαστοι.

### book 1.1

Ἀλλ’ ὅσα μὲν μαλάκεια φατίζεται, οἷσί τ’ ἀναίμων

### book 1.2

ἐστὶ φυὴ μελέων καὶ ἀνόστεος, ὅσσα τε φῦλα

### book 1.640.1

ἢ λεπίσιν πυκινῇσι καλύπτεται, ἢ φολίδεσσι

### book 1.640.2

φρακτά, τὰ δ’ ὠοφόροισιν ὁμῶς ὠδῖσι μέλονται·

### book 1.640.3

ἐκ δὲ κυνὸς λάβροιο καὶ αἰετοῦ ὅσσα τε φῦλα

### book 1.640.4

κλῄζονται σελάχεια καὶ ἰχθυνόμων βασιλήων

### book 1.640.5

δελφίνων φώκης τε βοώπιδος αὐτίκα παῖδες

### book 1.645.1

ἐκ γενετῆς ἀνέχουσιν ἐοικότες οἷσι τοκεῦσιν.

### book 1.645.2

Οἱ δ’ ἦ τοι πάντες μέν, ὅσοι ναίουσι θάλασσαν

### book 1.645.3

ζωοτόκοι, φιλέουσι καὶ ἀμφιέπουσι γενέθλην,

### book 1.645.4

δελφίνων δ’ οὔπω τι θεώτερον ἄλλο τέτυκται·

### book 1

ὡς ἐτεὸν καὶ φῶτες ἔσαν πάρος ἠδὲ πόληας

### book 1.1

ναῖον ὁμοῦ μερόπεσσι, Διωνύσοιο δὲ βουλῇ

### book 1.2

πόντον ὑπημείψαντο καὶ ἰχθύας ἀμφεβάλοντο

### book 1.3

γυίοις· ἀλλ’ ἄρα θυμὸς ἐναίσιμος εἰσέτι φωτῶν

### book 1.4

ῥύεται ἀνδρομέην ἠμὲν φρόνιν ἠδὲ καὶ ἔργα.

### book 1.5

εὖτε γὰρ ὠδίνων δίδυμον γένος ἐς φάος ἔλθῃ,

### book 1.655.1

αὐτίχ’ ὁμοῦ τ’ ἐγένοντο περὶ σφετέρην τε τεκοῦσαν

### book 1.655.2

νηχόμενοι σκαίρουσι καὶ ἐνδύνουσιν ὀδόντων

### book 1.655.3

εἴσω καὶ μητρῷον ὑπὸ στόμα δηθύνουσιν·

### book 1.655.4

ἡ δὲ φιλοφροσύνῃσιν ἀνίσχεται ἀμφί τε παισὶ

### book 1.655.5

στρωφᾶται γανόωσα καὶ ἔξοχα καγχαλόωσα.

### book 1.660.1

μαζὸν δ’ ἀμφοτέροισι παρίσχεται, οἶον ἑκάστῳ,

### book 1.660.2

θήσασθαι γάλα λαρόν· ἐπεί ῥά οἱ ὤπασε δαίμων

### book 1.660.3

καὶ γάλα καὶ μαζῶν ἰκέλην φύσιν οἷα γυναικῶν.

### book 1.660.4

τόφρα μὲν οὖν τοίῃσι τιθηνείῃσι μέμηλεν·

### book 1.660.5

ἀλλ’ ὅτε κουρίζωσιν ἑὸν σθένος, αὐτίκα τοῖσι

### book 1.665.1

μήτηρ ἡγήτειρα κατέρχεται εἰς ὁδὸν ἄγρης

### book 1.665.2

ἱεμένοις θήρην τε διδάσκεται ἰχθυόεσσαν,

### book 1.665.3

οὐδὲ πάρος τεκέων ἑκὰς ἵσταται οὐδ’ ἀπολείπει,

### book 1.665.4

πρίν γ’ ὅταν ἡβήσωσι τελεσφόρα γυῖα καὶ ἀλκήν,

### book 1.665.5

ἀλλ’ αἰεὶ ῥυτῆρες ἐπίσκοποι ἐγγὺς ἕπονται.

### book 1.670.1

οἷον δὴ τότε θαῦμα μετὰ φρεσὶ θηήσαιο

### book 1.670.2

τερπωλήν τ’ ἐρόεσσαν, ὅτε πλώων ἐσίδηαι

### book 1.670.3

αὔρῃ ἐν εὐκραεῖ δεδοκημένος ἠὲ γαλήνῃ

### book 1.670.4

δελφίνων ἀγέλας εὐειδέας, ἵμερον ἅλμης·

### book 1

οἱ μὲν γὰρ προπάροιθεν ἀολλέες ἠΰτε κοῦροι

### book 1.675.1

ἠΐθεοι στείχουσι, νέον γένος, ὥστε χοροῖο

### book 1.675.2

κύκλον ἀμειβόμενοι πολυειδέα ποικιλοδίνην·

### book 1.675.3

τοὶ δ’ ὄπιθεν μεγάλοι τε καὶ ἔξοχοι οὐδ’ ἀπάτερθεν

### book 1.675.4

ἔρχονται τεκέων, φρουρὸς στρατός, ὥσθ’ ἁπαλοῖσι

### book 1.675.5

φερβομένοις ἕσπονται ἐν εἴαρι ποιμένες ἀμνοῖς.

### book 1.680.1

ὡς δ’ ὅτε μουσοπόλων ἔργων ἄπο παῖδες ἴωσιν

### book 1.680.2

ἀθρόοι, οἱ δ’ ἄρ’ ὄπισθεν ἐπίσκοποι ἐγγὺς ἕπονται

### book 1.680.3

αἰδοῦς τε πραπίδων τε νόου τ’ ἐπιτιμητῆρες

### book 1.680.4

πρεσβύτεροι· γῆρας γὰρ ἐναίσιμον ἄνδρα τίθησιν·

### book 1.680.5

ὣς ἄρα καὶ δελφῖνες ἑοῖς παίδεσσι τοκῆες

### book 1.685.1

ἕσπονται, μή τί σφιν ἀνάρσιον ἀντιβολήσῃ.

### book 1.685.2

Ναὶ μὴν καὶ φώκη κομέει γένος οὔτι χέρειον·

### book 1.685.3

καὶ γὰρ τῇ μαζοί τε καὶ ἐν μαζοῖσι γάλακτος

### book 1.685.4

εἰσὶ ῥοαί· τῇ δ’ οὔτι μετ’ οἴδμασιν ἀλλ’ ἐπὶ χέρσου

### book 1.685.5

λύετ’ ἀνερχομένῃ γαστρὸς μόγος, ὥριος ὠδίς·

### book 1.690.1

μίμνει δ’ ἤματα πάντα δυώδεκα σὺν τεκέεσσιν

### book 1.690.2

αὐτοῦ ἐνὶ τραφερῇ· τρισκαιδεκάτῃ δὲ σὺν ἠοῖ

### book 1.690.3

σκύμνους ἀγκὰς ἔχουσα νεαλδέας εἰς ἅλα δύνει,

### book 1.690.4

παισὶν ἀγαλλομένη, πάτρην ἅτε σημαίνουσα.

### book 1.690.5

ὡς δὲ γυνὴ ξείνης γαίης ἔπι παῖδα τεκοῦσα

### book 1.695.1

ἀσπασίως πάτρην τε καὶ ὃν δόμον εἰσαφικάνει,

### book 1.695.2

παῖδα δ’ ἐν ἀγκοίνῃσι πανηματίη φορέουσα,

### book 1.695.3

δώματα δεικνυμένη, μητρὸς νομόν, ἀμφαγαπάζει,

### book 1.695.4

τερπωλὴν ἀκόρεστον· ὁ δ’ οὐ φρονέων περ ἕκαστα

### book 1.695.5

παπταίνει, μέγαρόν τε καὶ ἤθεα πάντα τοκήων·

### book 1.1

ὣς ἄρα καὶ κείνη σφέτερον γένος εἰναλίη θὴρ

### book 1.2

ἐς πόντον προφέρει καὶ δείκνυται ἔργα θαλάσσης.

### book 1.3

Δαίμονες, οὐκ ἄρα μοῦνον ἐν ἀνδράσι τέκνα

### book 1.702.1

πέλονται

### book 1.702.2

φίλτατα, καὶ φάεος γλυκερώτερα καὶ βιότοιο,

### book 1.702.3

ἀλλὰ καὶ οἰωνοῖσιν ἀμειλίκτοισί τε θηρσὶν

### book 1.705.1

ἰχθύσι τ’ ὠμηστῇσιν ἀμήχανος αὐτοδίδακτος

### book 1.705.2

ἐντρέφεται τεκέων δριμὺς πόθος· ἀμφὶ δὲ παισὶ

### book 1.705.3

καὶ θανέειν καὶ πᾶσαν ὀϊζυρὴν κακότητα

### book 1.705.4

πρόφρονες, οὐκ ἀέκοντες, ἀναπλῆσαι μεμάασιν.

### book 1.705.5

ἤδη τις κατ’ ὄρεσφιν ἐριβρύχην ἐνόησε

### book 1.710.1

θηρητὴρ τεκέεσσιν ὑπερβεβαῶτα λέοντα,

### book 1.710.2

μαρνάμενον σφετέρης γενεῆς ὕπερ· οὐδ’ ὅ γε πυκνῆς

### book 1.710.3

χερμάδος ἱπταμένης οὐδ’ αἰγανέης ἀλεγίζει,

### book 1.710.4

ἀλλ’ αὔτως ἄτρεστον ἔχει θάρσος τε μένος τε,

### book 1.710.5

βαλλόμενος καὶ ἐρεικόμενος πάσῃσι βολῇσιν·

### book 1.715.1

οὐδ’ ὅ γε πρὶν θανέειν ἀναδύεται, ἀλλ’ ἐπὶ παισὶν

### book 1.715.2

ἡμιθανὴς προβέβηκε, μέλει δέ οἱ οὔτι μόροιο

### book 1.715.3

τόσσον, ὅσον μὴ παῖδας ὑπ’ ἀγρευτῆρσιν ἰδέσθαι

### book 1.715.4

ἑρχθέντας θήρειον ὑπ’ αὐτοκμῆτα καλιήν.

### book 1.715.5

ἤδη δ’ ἀρτιτόκοιο κυνὸς σκυλακοτρόφῳ εὐνῇ

### book 1.720.1

ποιμὴν ἐγχρίμψας, εἰ καὶ πάρος ἦεν ἑταῖρος,

### book 1.720.2

χάσσατο, ταρβήσας μητρὸς χόλον ὑλακόεντα,

### book 1.720.3

οἷον ὑπὲρ τεκέων προφυλάσσεται, οὐδέ τιν’ αἰδῶ

### book 1.720.4

γιγνώσκει, πᾶσιν δὲ πέλει κρυόεσσα πελάσσαι.

### book 1.720.5

οἷον δ’ ἑλκομένας περὶ πόρτιας ἀσχαλόωσαι

### book 1.725.1

μητέρες οὐκ ἀπάτερθε γυναικείων στενάχουσι

### book 1.725.2

κωκυτῶν, αὐτοὺς δὲ συναλγύνουσι νομῆας.

### book 1.725.3

καὶ μέν τις φήνης ἀδινὸν γόον ἔκλυεν ἀνὴρ

### book 1.1

ὄρθριον ἀμφὶ τέκεσς’, ἢ ἀηδόνος αἰολοφώνου,

### book 1.2

ἠὲ καὶ εἰαρινῇσι χελιδόσιν ἐγγὺς ἔκυρσε

### book 1.730.1

μυρομέναις ἑὰ τέκνα, τά τε σφίσι ληΐσσαντο

### book 1.730.2

ἐξ εὐνῆς ἢ φῶτες ἀπηνέες ἠὲ δράκοντες.

### book 1.730.3

ἰχθύσι δ’ αὖ δελφὶς μὲν ἀριστεύει φιλότητι

### book 1.730.4

παίδων, ὣς δὲ καὶ ἄλλοι ἑὸν γένος ἀμφιέπουσι.

### book 1.730.5

Θαῦμα δ’ ἁλιπλάγκτοιο κυνὸς τόδε· τῇ γὰρ ἕπονται

### book 1.735.1

τέκνα νεοβλαστῆ καί σφιν σάκος ἔπλετο μήτηρ·

### book 1.735.2

ἀλλ’ ὅτε ταρβήσωσι τά τ’ ἄσπετα δείματ’ ἔασιν

### book 1.735.3

ἐν πόντῳ, τότε παῖδας ἔσω λαγόνεσσιν ἔδεκτο

### book 1.735.4

αὐτὴν εἰσίθμην, αὐτὴν ὁδόν, ἔνθεν ὄλισθον

### book 1.735.5

γεινόμενοι· τοῖον δὲ πόνον μογέουσά περ ἔμπης

### book 1.740.1

ἀσπασίως τέτληκε, πάλιν δ’ ὑπεχεύατο παῖδας

### book 1.740.2

σπλάγχνοις, ἂψ δ’ ἀνέηκεν, ὅτ’ ἀμπνεύσωσι φόβοιο.

### book 1.740.3

Τοίην καὶ ῥίνη τεκέων πορσύνεται ἀλκήν,

### book 1.740.4

ἀλλ’ οὐκ εἰς νηδὺν κείνῃ δύσις, οἷα κύνεσσιν,

### book 1.740.5

ἀλλά οἱ ἐν πλευρῇσι διασφάγες ἀμφοτέρωθεν

### book 1.745.1

εἰσὶν ὑπὸ πτερύγων, οἵη γένυς ἰχθύσιν ἄλλοις,

### book 1.745.2

τῇσιν ἀτυζομένων τέκνων φόβον ἀμφικαλύπτει.

### book 1.745.3

Ἄλλοι δ’ αὖθ’ ἑὰ τέκνα διὰ στόμα ταρβήσαντα

### book 1.745.4

δεξάμενοι ῥύονται ἅτ’ ἐς δόμον ἠὲ καλιήν·

### book 1.745.5

οἷον δὴ καὶ γλαῦκος, ὃς ἔξοχα τέκν’ ἀγαπάζει

### book 1

πάντων, ὅσσοι ἔασιν ἐν ἰχθύσιν ὠοτοκῆες·

### book 1.1

κεῖνος γὰρ μίμνει τε παρήμενος, ὄφρα γένωνται

### book 1.2

παῖδες ὑπωάδιοι, καί σφιν παρανήχεται αἰεί·

### book 1.3

τοὺς δ’ ὅτε κεν τρομέοντας ἴδῃ κρατερώτερον ἰχθύν,

### book 1.4

ἀμφιχανὼν κατέδεκτο διὰ στόμα, μέσφα κε δεῖμα

### book 1.755.1

χάσσηται, τότε δ’ αὖτις ἀνέπτυσε λευκανίηθεν.

### book 1.755.2

Θύννης δ’ οὔτιν’ ἔγωγ’ ἀθεμίστερον ἔλπομαι ἰχθὺν

### book 1.755.3

οὐδὲ κακοφροσύνῃ προβεβηκότα ναιέμεν ἅλμην·

### book 1.755.4

ὠὰ γὰρ εὖτε τέκῃσι, φύγῃ δ’ ὠδῖνα βαρεῖαν,

### book 1.755.5

αὐτὴ γειναμένη καταδαίνυται ὅσσα κίχῃσι,

### book 1.760.1

νηλής, ἥ θ’ ἑὰ τέκνα φυγῆς ἔτι νηΐδ’ ἐόντα

### book 1.760.2

ἐσθίει, οὐδέ μιν οἶκτος ἐσέρχεται οἷο τόκοιο.

### book 1.760.3

Ἔστι δ’ ὅς’ οὔτε γάμοισι φυτεύεται οὔτε γονῇσι

### book 1.760.4

τίκτεται, αὐτοτέλεστα καὶ αὐτόρρεκτα γένεθλα,

### book 1.760.5

ὄστρεα δὴ σύμπαντα, τά γ’ ἰλύϊ τίκτεται αὐτῇ·

### book 1.765.1

κείνων δ’ οὔτε τι θῆλυ πέλει γένος, οὔτ’ ἐπ’ ἀμοιβῆς

### book 1.765.2

ἄρσενες, ἀλλ’ ὁμόφυλα καὶ εἴκελα πάντα τέτυκται.

### book 1.765.3

Ὣς δὲ καὶ ἠπεδανῆς ἀφύης ὀλιγηπελὲς ἔθνος

### book 1.765.4

οὔτινος ἐκγεγάασιν ἀφ’ αἵματος οὐδὲ τοκήων·

### book 1.765.5

εὖτε γὰρ ἐκ νεφέων Ζηνὸς νόος ὄμβρον ἀφύξῃ

### book 1.770.1

λάβρον ὑπὲρ πόντοιο καὶ ἄσχετον, αὐτίκα πᾶσα

### book 1.770.2

μισγομένη δίνῃσι παλιμπνοίῃσι θάλασσα

### book 1.1

σίζει τ’ ἀφριάᾳ τε καὶ ἵσταται οἰδαίνουσα,

### book 1.2

αἱ δ’ ἐν ἀτεκμάρτοισι καὶ ἀσκέπτοισι γάμοισιν

### book 1.3

ἀθρόαι ἔκ τ’ ἐγένοντο καὶ ἔτραφον ἔκ τ’ ἐφάνησαν

### book 1.775.1

μυρίαι, ἀβληχραί, πολιὸν γένος· ἐκ δὲ γενέθλης

### book 1.775.2

οὔνομ’ ἐπικλήδην ἀφρίτιδες αὐδώωνται.

### book 1.775.3

ἄλλαι δ’ ἰλυόεντος ὑπὲκ φλοίσβοιο φύονται·

### book 1.775.4

εὖτε γὰρ ἐν δίνῃσι παλιρροίῃς τε θαλάσσης

### book 1.775.5

βράσσηται πάμφυρτος ἀφυσγετὸς ἐξ ἀνέμοιο

### book 1.780.1

σπερχομένου, τότε πᾶσα συνίσταται εἰς ἓν ἰοῦσα

### book 1.780.2

ἰλὺς εὐρώεσσα, γαληναίης δὲ ταθείσης

### book 1.780.3

ἐξαυτῆς ψάμαθός τε καὶ ἄσπετα φύρματα πόντου

### book 1.780.4

πύθεται, ἐκ δὲ φύονται ἀθέσφατοι, εἴκελοι εὐλαῖς.

### book 1.780.5

οὐ μέν πού τι τέτυκται ἀκιδνότερον γένος ἄλλο

### book 1.785.1

δειλαίης ἀφύης· νεπόδεσσι δὲ πᾶσιν ἔασι

### book 1.785.2

δαῖς ἀγαθή· κεῖναι δὲ δέμας περιλιχμάζουσιν

### book 1.785.3

ἀλλήλων· τό γε δέ σφι βορὴ βίοτός τε τέτυκται·

### book 1.785.4

κεῖναι δ’ εὖτε θάλασσαν ἀολλήδην ἐφέπωσιν,

### book 1.785.5

ἠέ νύ που πέτρην ἀμφίσκιον ἠὲ θαλάσσης

### book 1.790.1

διζόμεναι κευθμῶνας ὑποβρυχίην τ’ ἀλεωρήν,

### book 1.790.2

πᾶσα τότε γλαυκὴ λευκαίνεται Ἀμφιτρίτη.

### book 1.790.3

ὡς δ’ ὁπότ’ εὐρύπεδον σκιάσῃ νιφάδεσσιν ἀλωὴν

### book 1.790.4

ἑσπερίου Ζεφύροιο θοὸν μένος, οὐδέ τι γαίης

### book 1.790.5

κυανέης ἰδέειν ὑποφαίνεται, ἀλλ’ ἄρα πᾶσα

### book 1.795.1

ἀργεννὴ χιόνεσσιν ἐπασσυτέραις κεκάλυπται·

### book 1.795.2

ὣς τότ’ ἀπειρεσίῃσι περιπληθὴς ἀγέλῃσι

### book 1

φαίνεται ἀργινόεσσα Ποσειδάωνος ἀλωή.

### book 2.1

Ὧδε μὲν ἰχθύβοτοί τε νομαὶ καὶ φῦλα θαλάσσης

### book 2.2

πλάζονται· τοιῷδε γάμῳ, τοιῇδε γενέθλῃ

### book 2.3

τέρπονται· τὰ δέ πού τις ἐπιχθονίοισιν ἅπαντα

### book 2.4

ἀθανάτων σήμηνε· τί γὰρ μερόπεσσιν ἀνυστὸν

### book 2.5.1

νόσφι θεῶν; οὐδ’ ὅσσον ὑπὲκ ποδὸς ἴχνος ἀεῖραι,

### book 2.5.2

οὐδ’ ὅσον ἀμπετάσαι βλεφάρων περιφαέα κύκλα·

### book 2.5.3

ἀλλ’ αὐτοὶ κρατέουσι καὶ ἰθύνουσιν ἕκαστα,

### book 2.5.4

τηλόθεν ἐγγὺς ἐόντες· ἀναγκαίη δ’ ἀτίνακτος

### book 2.5.5

πείθεσθαι· τὴν δ’ οὔτι πέλει σθένος οὐδέ τις ἀλκὴ

### book 2.10.1

τρηχείαις γενύεσσιν ὑπερφιάλως ἐρύσαντα

### book 2.10.2

ἐκφυγέειν, ἅτε πῶλον ἀποπτυστῆρα χαλινῶν·

### book 2.10.3

ἀλλ’ αἰεὶ μάκαρες πανυπέρτατοι ἡνία πάντη

### book 2.10.4

κλίνους’, ᾗ κ’ ἐθέλωσιν, ὁ δ’ ἕσπεται ὅστε σαόφρων,

### book 2.10.5

πρὶν χαλεπῇ μάστιγι καὶ οὐκ ἐθέλων ἐλάηται.

### book 2.15.1

κεῖνοι καὶ τέχνας πολυκερδέας ἀνθρώποισιν

### book 2.15.2

δῶκαν ἔχειν καὶ πᾶσαν ἐπιφροσύνην ἐνέηκαν.

### book 2.15.3

ἄλλος δ’ ἀλλοίοισιν ἐπώνυμος ἔπλετο δαίμων

### book 2.15.4

ἔργοις, οἷσιν ἕκαστος ἐπίσκοπον ἤρατο τιμήν.

### book 2

Δηὼ μὲν ζεύγλης τε βοῶν ἀρότοιό τε γαίης

### book 2.20.1

πυρῶν τ’ εὐκάρποιο φέρει γέρας ἀμητοῖο.

### book 2.20.2

δοῦρα δὲ τεκτήνασθαι ἀναστῆσαί τε μέλαθρα,

### book 2.20.3

φάρεά τ’ ἀσκῆσαι μήλων εὐανθέϊ καρπῷ

### book 2.20.4

Παλλὰς ἐπιχθονίους ἐδιδάξατο· δῶρα δ’ Ἄρηος

### book 2.20.5

φάσγανα χάλκειοί τε περὶ μελέεσσι χιτῶνες

### book 2.25.1

καὶ κόρυθες καὶ δοῦρα καὶ οἷς ἐπιτέρπετ’ Ἐνυώ.

### book 2.25.2

δῶρα δὲ Μουσάων τε καὶ Ἀπόλλωνος ἀοιδαί.

### book 2.25.3

Ἑρμείης δ’ ἀγορήν τε καὶ ἀλκήεντας ἀέθλους

### book 2.25.4

ὤπασεν. Ἡφαίστῳ δὲ μέλει ῥαιστήριος ἱδρώς.

### book 2.25.5

καὶ τάδε τις πόντοιο νοήματα καὶ τέλος ἄγρης

### book 2.30.1

πληθύν θ’ ὑγροπόρων θεὸς ὤπασε τεκμήρασθαι

### book 2.30.2

ἀνδράσιν, ὃς καὶ πρῶτα μεσορραγέας κενεῶνας

### book 2.30.3

γαίης ἀγρομένοισιν ἐνιπλήσας ποταμοῖσι

### book 2.30.4

πευκεδανὴν ἀνέχευε καὶ ἐξέστεψε θάλασσαν,

### book 2.30.5

ὀφρύσι καὶ ῥηγμῖσι περίδρομον ἀμφιπεδήσας,

### book 2.35.1

εἴτε μιν εὐρυμέδοντα Ποσειδάωνα καλέσσαι,

### book 2.35.2

εἴτ’ ἄρα καὶ Νηρῆα παλαίφατον, εἴτ’ ἄρα Φόρκυν

### book 2.35.3

βέλτερον, εἴτε τιν’ ἄλλον ἁλὸς θεὸν ἰθυντῆρα.

### book 2.35.4

ἀλλ’ οἱ μὲν μάλα πάντες, ὅσοι τ’ Οὔλυμπον ἔχουσι

### book 2.35.5

δαίμονες οἵ τε θάλασσαν ὅσοι τ’ ἐΰδωρον ἄρουραν

### book 2.40.1

ἠέρα τ’ ἐνναίουσι, πανίλαον ἦτορ ἔχοιεν

### book 2.40.2

σοί τε, μάκαρ σκηπτοῦχε, καὶ ἀγλαόπαιδι γενέθλῃ

### book 2.40.3

καὶ λαοῖς σύμπασι καὶ ἡμετέρῃσιν ἀοιδαῖς.

### book 2.40.4

Ἰχθύσι δ’ οὔτε δίκη μεταρίθμιος οὔτε τις αἰδώς,

### book 2.40.5

οὐ φιλότης· πάντες γὰρ ἀνάρσιοι ἀλλήλοισι

### book 2.45

δυσμενέες πλώουσιν· ὁ δὲ κρατερώτερος αἰεὶ

### book 2.1

δαίνυτ’ ἀφαυροτέρους, ἄλλῳ δ’ ἐπινήχεται ἄλλος

### book 2.2

πότμον ἄγων, ἕτερος δ’ ἑτέρῳ πόρσυνεν ἐδωδήν.

### book 2.3

οἱ μὲν γὰρ γενύεσσι καὶ ἠνορέῃ βιόωνται

### book 2.4

χειροτέρους· τοῖς δ’ ἰὸν ἔχει στόμα· τοῖσι δ’ ἄκανθαι

### book 2.1

τύμμασι λευγαλέοισιν ἀμυνέμεναι πεφύασι,

### book 2.2

πικραί τ’ ὀξεῖαί τε χόλου πυρόεντος ἀκωκαί.

### book 2.3

ὅσσοις δ’ οὔτε βίην θεὸς ὤπασεν οὔτε τι κέντρον

### book 2.4

θήγεται ἐκ μελέων, τοῖς δ’ ἐκ φρενὸς ὅπλον ἔφυσε

### book 2.5

βουλὴν κερδαλέην, πολυμήχανον, οἵ τε δόλοισι

### book 2.55.1

πολλάκι καὶ κρατερὸν καὶ ὑπέρτερον ὤλεσαν ἰχθύν.

### book 2.55.2

Οἷον καὶ νάρκῃ τερενόχροϊ φάρμακον ἀλκῆς

### book 2.55.3

ἕσπεται αὐτοδίδακτον ἐν οἰκείοισι μέλεσσιν.

### book 2.55.4

ἡ μὲν γὰρ μαλακή τε δέμας καὶ πᾶς’ ἀμενηνὴ

### book 2.55.5

νωθής τε βραδυτῆτι βαρύνεται, οὐδέ κε φαίης

### book 2.60.1

νηχομένην ὁράαν· μάλα γὰρ δύσφραστα κέλευθα

### book 2.60.2

εἱλεῖται πολιοῖο δι’ ὕδατος ἑρπύζουσα·

### book 2.60.3

ἀλλά οἱ ἐν λαγόνεσσιν ἀναλκείης δόλος ἀλκή·

### book 2.60.4

κερκίδες ἐμπεφύασι παρὰ πλευραῖς ἑκάτερθεν

### book 2.60.5

ἀμφίδυμοι· τῶν εἴ τις ἐπιψαύσειε πελάσσας,

### book 2.65.1

αὐτίκα οἱ μελέων σθένος ἔσβεσεν, ἐν δέ οἱ αἷμα

### book 2.65.2

πήγνυται, οὐδ’ ἔτι γυῖα φέρειν δύνατ’, ἀλλά οἱ ἀλκὴ

### book 2.65.3

ἦκα μαραινομένοιο παρίεται ἄφρονι νάρκῃ.

### book 2.65.4

ἡ δ’ εὖ γινώσκουσα θεοῦ γέρας οἷον ἔδεκτο,

### book 2.65.5

ὕπτιον ἀγκλίνασα μένει δέμας ἐν ψαμάθοισι·

### book 2.70.1

κεῖται δ’ ἀστεμφὴς οἵη νέκυς· ὃς δέ κεν ἰχθὺς

### book 2.70.2

ἐγχρίμψῃ λαγόνεσσιν, ὁ μὲν λύτο, κάππεσε δ’ αὕτως

### book 2.70.3

ἀδρανίης βαθὺν ὕπνον, ἀμηχανίῃσι πεδηθείς·

### book 2.70.4

ἡ δὲ θοῶς ἀνόρουσε καὶ οὐ κραιπνή περ ἐοῦσα,

### book 2.70.5

γηθοσύνη, ζωὸν δὲ κατεσθίει ἶσα θανόντι.

### book 2.75.1

πολλάκι καὶ κατὰ λαῖτμα μετ’ ἰχθύσιν ἀντιάσασα

### book 2.75.2

νηχομένοις κραιπνὴν μὲν ἐπειγομένων σβέσεν ὁρμὴν

### book 2.75.3

ἐγγὺς ἐπιψαύσασα καὶ ἐσσυμένους ἐπέδησεν·

### book 2.75.4

ἔσταν δ’ αὐαλέοι καὶ ἀμήχανοι, οὔτε κελεύθων

### book 2.75.5

δύσμοροι οὔτε φυγῆς μεμνημένοι· ἡ δὲ μένουσα

### book 2.80.1

οὐδὲν ἀμυνομένους καταδαίνυται οὐδ’ ἀΐοντας.

### book 2.80.2

οἷον δ’ ὀρφναίοισιν ἐν εἰδώλοισιν ὀνείρων

### book 2.80.3

ἀνδρὸς ἀτυζομένοιο καὶ ἱεμένοιο φέβεσθαι

### book 2.80.4

θρώσκει μὲν κραδίη, τὰ δὲ γούνατα παλλομένοιο

### book 2.80.5

ἀστεμφὴς ἅτε δεσμὸς ἐπειγομένοιο βαρύνει,

### book 2.85

τοίην γυιοπέδην τεχνάζεται ἰχθύσι νάρκη.

### book 2.1

Βάτραχος αὖ νωθὴς μὲν ὁμῶς καὶ μαλθακὸς ἰχθύς,

### book 2.2

αἴσχιστος δ’ ἰδέειν· στόμα δ’ οἴγεται εὐρὺ μάλιστα·

### book 2.3

ἀλλ’ ἄρα καὶ τῷ μῆτις ἀνεύρατο γαστέρι φορβήν.

### book 2.4

αὐτὸς μὲν πηλοῖο κατ’ εὐρώεντος ἐλυσθεὶς

### book 2.90.1

κέκλιται ἀτρεμέων, ὀλίγην δ’ ἀνὰ σάρκα τιταίνει,

### book 2.90.2

ἥ ῥά οἱ ἐκ γένυος νεάτης ὑπένερθε πέφυκε

### book 2.90.3

λεπτή τ’ ἀργεννή τε, κακὴ δέ οἱ ἐστὶν ἀϋτμή·

### book 2.90.4

τὴν θαμὰ δινεύει, δόλον ἰχθύσι βαιοτέροισιν·

### book 2.90.5

οἵ ῥά μιν εἰσορόωντες ἐφορμώωσι λαβέσθαι.

### book 2.95.1

αὐτὰρ ὁ τὴν ἂψ αὖτις ἐφέλκεται ἀτρέμας εἴσω,

### book 2.95.2

ἦκα μάλ’ ἀσπαίρουσαν ὑπὸ στόμα, τοὶ δ’ ἐφέπονται

### book 2.95.3

οὐδὲν ὀϊόμενοι κρυπτὸν δόλον, ὄφρα λάθωσι

### book 2.95.4

βατράχου εὐρείῃσιν ἔσω γενύεσσι μιγέντες.

### book 2.95.5

ὡς δ’ ὅτε τις κούφοισι πάγην ὄρνισι τιτύσκων,

### book 2.1

πυροὺς τοὺς μὲν ἔρηνε δόλου προπάροιθε πυλάων,

### book 2.2

ἄλλους δ’ ἔνδον ἔθηκεν, ὑπεστήριξε δὲ τέχνην·

### book 2.3

τοὺς δὲ λιλαιομένους ἕλκει πόθος ὀξὺς ἐδωδῆς,

### book 2.4

εἴσω δὲ προγένοντο, καὶ οὐκέτι νόστος ἑτοῖμος

### book 2.5

ἐκδῦναι, δαιτὸς δὲ κακὴν εὕραντο τελευτήν·

### book 2.105.1

ὣς κείνους ἀμενηνὸς ἐπέσπασεν ἠπεροπεύσας

### book 2.105.2

βάτραχος, οὐδ’ ἐνόησαν ἑὸν σπεύδοντες ὄλεθρον.

### book 2.105.3

τοῖα καὶ ἀγκυλόμητιν ἐπέκλυον ἐντύνασθαι

### book 2.105.4

κερδώ· ὅτ’ οἰωνῶν ἀγέλην πλήθουσαν ἴδηται,

### book 2.105.5

δοχμίη ἀγκλινθεῖσα, τανυσσαμένη θοὰ κῶλα,

### book 2.110.1

ὄμματ’ ἐπιμύει, σὺν δὲ στόμα πάμπαν ἐρείδει·

### book 2.110.2

φαίης κ’ εἰσορόων ἤ μιν βαθὺν ὕπνον ἰαύειν,

### book 2.110.3

ἠὲ καὶ ἀτρεκέως κεῖσθαι νέκυν· ὧδε γὰρ ἄπνους

### book 2.110.4

αἰόλα βουλεύουσα παραβλήδην τετάνυσται·

### book 2.110.5

οἱ δέ μιν εἰσορόωντες ἀολλέες ἰθὺς ἵενται

### book 2.115

ὄρνιθες, λάχνην δὲ διαψαίρουσι πόδεσσιν,

### book 2.1

ἠΰτε κερτομέοντες· ἐπὴν δέ οἱ ἐγγὺς ὀδόντων

### book 2.2

ἔλθωσιν, τότ’ ἔπειτα δόλου πετάσασα θύρετρα,

### book 2.3

ἐξαπίνης συνέμαρψε καὶ ἔσπασεν εὐρὺ χανοῦσα

### book 2.4

ἄγρην κερδαλέην, ὅσσην ἕλεν οἰμήσασα.

### book 2.120.1

Καὶ μὲν δὴ δολόμητις ἐπίκλοπον εὕρατο θήρην

### book 2.120.2

σηπίη· ἐκ γάρ οἱ κεφαλῆς πεφύασιν ἀραιοὶ

### book 2.120.3

ἀκρέμονες προτενεῖς, ὥστε πλόκοι, οἷσι καὶ αὐτὴ

### book 2.120.4

ὥστε περ ὁρμιῇσιν ἐφέλκεται ἰχθύας ἄγρῃ,

### book 2.120.5

πρηνὴς ἐν ψαμάθοισιν ὑπ’ ὀστράκῳ εἰλυθεῖσα.

### book 2.125.1

κείναις δὲ πλοκαμῖσι καὶ ἡνίκα κύματα θύει

### book 2.125.2

χείματι πετράων ἀντίσχεται, ἠΰτε τις νηῦς

### book 2.125.3

πείσματ’ ἐπ’ ἀκταίῃσιν ἀναψαμένη σπιλάδεσσι.

### book 2.125.4

Καρῖδες δ’ ὀλίγαι μὲν ἰδεῖν, ἴση δὲ καὶ ἀλκὴ

### book 2.125.5

γυίοις, ἀλλὰ δόλοισι καὶ ἄλκιμον ὤλεσαν ἰχθύν,

### book 2.130.1

λάβρακα, σφετέρῃσιν ἐπικλέα λαβροσύνῃσιν.

### book 2.130.2

οἱ μὲν γὰρ σπεύδουσι καὶ ἰθύουσι λαβέσθαι

### book 2.130.3

καρίδων, ταῖς δ’ οὔτε φυγεῖν σθένος οὔτε μάχεσθαι,

### book 2.130.4

ὀλλύμεναι δ’ ὀλέκουσι καὶ οὓς πέφνουσι φονῆας.

### book 2

εὖτε γὰρ ἀμφιχανόντες ἔσω μάρψωσιν ὀδόντων,

### book 2.135.1

αἵδε θαμὰ θρώσκουσι καὶ ἐς μεσάτην ὑπερῴην

### book 2.135.2

ὀξὺ κέρας χρίμπτουσι, τό τε σφίσι τέλλεται ἄκρης

### book 2.135.3

ἐκ κεφαλῆς· λάβραξ δὲ φίλης κεκορημένος ἄγρης

### book 2.135.4

νύγματος οὐκ ἀλέγει· τὸ δέ μιν νέμεταί τε καὶ ἕρπει,

### book 2.135.5

εἰσόκε τρυχόμενόν μιν ἕλῃ μόρος ἐξ ὀδυνάων·

### book 2.140.1

ὀψὲ δὲ γινώσκει νέκυος δεδαϊγμένος αἰχμῇ.

### book 2.140.2

Ἔστι δέ τις πηλοῖσιν ἐφέστιος ὠμοφάγος βοῦς,

### book 2.140.3

εὐρύτατος πάντεσσι μετ’ ἰχθύσιν· ἦ γάρ οἱ εὖρος

### book 2.140.4

πολλάκις ἑνδεκάπηχυ δυωδεκάπηχύ τ’ ἐτύχθη·

### book 2.140.5

οὐτιδανὸς δὲ βίην καί οἱ δέμας ἄμμορον ἀλκῆς,

### book 2.145.1

μαλθακόν· ἐν δέ οἱ εἰσὶν ἀείδελοι ἔνδον ὀδόντες

### book 2.145.2

βαιοί τ’ οὐ κρατεροί τε· βίῃ δέ κεν οὔτι δαμάσσαι,

### book 2.145.3

ἀλλὰ δόλῳ καὶ φῶτας ἐπίφρονας εἷλε πεδήσας·

### book 2.145.4

δαιτὶ γὰρ ἀνδρομέῃ ἐπιτέρπεται, ἔξοχα δ’ αὐτῷ

### book 2.145.5

ἀνθρώπων κρέα τερπνὰ καὶ εὐάντητος ἐδωδή.

### book 2.1

εὖτέ τιν’ ἀθρήσῃ νεάτην ὑπὸ βύσσαν ἰόντα

### book 2.2

ἀνθρώπων, ὅσσοισιν ὑποβρύχιος πόνος ἅλμης

### book 2.3

μέμβλεται, αὐτὰρ ὁ κοῦφος ὑπὲρ κεφαλῆφιν ἀερθεὶς

### book 2.4

νήχεται ἀστεμφής, μεγάρων ὀρόφοισιν ἐοικώς,

### book 2.5

ἄτροπος ἀμφιταθείς, σὺν δ’ ἔρχεται, ᾗ κεν ἴῃσι

### book 2.155.1

δειλὸς ἀνήρ, μίμνοντι δ’ ἐφίσταται ἠΰτε πῶμα.

### book 2.155.2

ὡς δὲ πάϊς δολόεντα μόρον λίχνοισι μύεσσιν

### book 2.1

ἔστησεν· τὸν δ’ οὔτι πάγης λόχον ὁρμαίνοντα

### book 2.2

γαστὴρ ἔνδον ἔλασσε, θοῶς δέ οἱ ἄγγος ὕπερθε

### book 2.3

κοῖλον ἐπεσμαράγησεν, ὁ δ’ οὐκέτι πολλὰ μενοινῶν

### book 2.160.1

ἐκφυγέειν δύναται στιβαρὸν σκέπας, ὄφρα ἑ κοῦρος

### book 2.160.2

μάρψῃ τε κτείνῃ τε, γέλων δ’ ἐπιθήσεται ἄγρῃ·

### book 2.160.3

ὣς ὅ γ’ ὑπὲρ κεφαλῆς βροτέης ὀλοφώϊος ἰχθὺς

### book 2.160.4

πέπτατ’ ἐρητύων ἀναδύμεναι, εἰσόκ’ ἀϋτμὴ

### book 2.160.5

φῶτα λίπῃ, ψυχὴν δὲ μετεκπνεύσῃ ῥοθίοισιν·

### book 2.165.1

ἔνθα ἑ τεθνηῶτα δυσώνυμος ἀμφιέπει βοῦς

### book 2.165.2

δαινύμενος, τέχνῃσιν ἑλὼν δυσμήχανον ἄγρην.

### book 2.165.3

Καὶ μέν τις μνιαροῖσιν ἐπὶ πλαταμῶσι νοήσας

### book 2.165.4

καρκίνον αἰνήσει καὶ ἀγάσσεται εἵνεκα τέχνης

### book 2.165.5

κερδαλέης· καὶ τῷ γὰρ ἐπιφροσύνην πόρε δαίμων

### book 2.170.1

ὄστρεα φέρβεσθαι, γλυκερὴν καὶ ἄμοχθον ἐδωδήν.

### book 2.170.2

ὄστρεα μὲν κληῗδας ἀναπτύξαντα θυρέτρων

### book 2.170.3

ἰλὺν λιχμάζουσι καὶ ὕδατος ἰσχανόωντα

### book 2.170.4

πέπταται, ἀγκοίνῃσιν ἐφήμενα πετραίῃσι·

### book 2.170.5

καρκίνος αὖ ψηφῖδα παρὰ ῥηγμῖνος ἀείρας

### book 2.175.1

λέχριος ὀξείῃσι φέρει χηλῇσι μεμαρπώς,

### book 2.175.2

λάθρη δ’ ἐμπελάει, μέσσῳ δ’ ἐνεθήκατο λᾶαν

### book 2.175.3

ὀστρέῳ· ἔνθεν ἔπειτα παρήμενος εἰλαπινάζει

### book 2.175.4

δαῖτα φίλην· τὸ δ’ ἄρ’ οὔτι καὶ ἱέμενόν περ ἐρεῖσαι

### book 2.175.5

ἀμφιδύμους πλάστιγγας ἔχει σθένος, ἀλλ’ ὑπ’

### book 2.179

ἀνάγκης

### book 2.180

οἴγεται, ὄφρα θάνῃ τε καὶ ἀγρευτῆρα κορέσσῃ.

### book 2.1

Τῷ δ’ ἴσα τεχνάζουσι καὶ ἀστέρες ἑρπυστῆρες

### book 2.2

εἰνάλιοι· καὶ τοῖς γὰρ ἐπ’ ὄστρεα μῆτις ὀπηδεῖ·

### book 2.3

ἀλλ’ οὐ λᾶαν ἄγουσι συνέμπορον οὐδ’ ἐπίκουρον

### book 2.4

κεῖνοι, τρηχὺ δὲ κῶλον ἐνηρείσαντο μέσοισι

### book 2.185.1

πεπταμένοις· τὰ μὲν ὧδε πιέζεται, οἱ δὲ νέμονται.

### book 2.185.2

Ὄστρακον αὖ βυθίας μὲν ἔχει πλάκας, ἐν δέ οἱ

### book 2.186.1

ἰχθὺς

### book 2.186.2

πίννη ναιετάει κεκλημένος· ἡ μὲν ἄναλκις

### book 2.186.3

οὔτε τι μητίσασθαι ἐπίσταται οὔτε τι ῥέξαι,

### book 2.186.4

ἀλλ’ ἄρα οἱ ξυνόν τε δόμον ξυνήν τε καλύπτρην

### book 2.190.1

καρκίνος ἐνναίει, φέρβει δέ μιν ἠδὲ φυλάσσει·

### book 2.190.2

τῷ καὶ πιννοφύλαξ κικλήσκεται· ἀλλ’ ὅτε κόχλου

### book 2.190.3

ἰχθὺς ἔνδον ἵκηται, ὁ δ’ οὐ φρονέουσαν ἀμύξας

### book 2.190.4

δήγματι κερδαλέῳ πίννην ἕλεν· ἡ δ’ ὀδύνῃσιν

### book 2.190.5

ὄστρακα συμπλατάγησε καὶ ἔνδον ἐφράσσατο ἄγρην

### book 2.195.1

αὑτῇ τ’ ἠδ’ ἑτάρῳ, ξυνόν θ’ ἅμα δεῖπνον ἕλοντο.

### book 2.195.2

ὣς ἄρα καὶ πλωτῆρσιν ἐν ὑγροπόροισιν ἔασι

### book 2.195.3

τοὶ μὲν κερδαλέοι, τοὶ δ’ ἄφρονες, οἷα καὶ ἡμῖν

### book 2.195.4

ἀνδράσιν, οὐδέ τι πᾶσιν ἐναίσιμόν ἐστι νόημα.

### book 2.195.5

Φράζεο δ’ ἀφραδίῃ προφερέστατον ἡμεροκοίτην

### book 2.1

ἰχθύν, ὃν παρὰ πάντας ἀεργότατον τέκεν ἅλμη.

### book 2.2

τοῦ δ’ ἤτοι κεφαλῆς μὲν ἄνω τέτραπται ὕπερθεν

### book 2.3

ὄμματα, καὶ στόμα λάβρον ἐν ὀφθαλμοῖσι μέσοισιν·

### book 2.4

αἰεὶ δ’ ἐν ψαμάθοισι πανημέριος τετάνυσται

### book 2.5

εὕδων, νυκτὶ δὲ μοῦνον ἀνέγρεται ἠδ’ ἀλάληται·

### book 2.205.1

τοὔνεκα κέκληται καὶ νυκτερίς· ἀλλά μιν ἄτη

### book 2.205.2

γαστρὸς ἀτεκμάρτοιο κακὴ λάχεν· οὐ γὰρ ἐδωδῆς

### book 2.205.3

ἢ κόρον ἠέ τι μέτρον ἐπίσταται, ἀλλ’ ἀτέλεστον

### book 2.205.4

λυσσομανῆ βούβρωστιν ἀναιδέϊ γαστρὶ φυλάσσει·

### book 2.205.5

οὐδέ ποτ’ ἂν λήξειεν ἐδητύος ἐγγὺς ἐούσης,

### book 2.210.1

εἰσόκεν οἱ νηδύς τε μέση διὰ πᾶσα ῥαγείη,

### book 2.210.2

αὐτός τε προταθεὶς πέσῃ ὕπτιος, ἠέ τις ἄλλος

### book 2.210.3

πέφνῃ μιν νεπόδων πυμάτης ἔμφορτον ἐδωδῆς.

### book 2.1

σῆμα δέ τοι τόδε γαστρὸς ἀειμάργοιο πιφαύσκω·

### book 2.2

εἰ γάρ τίς μιν ἑλὼν θήρης ἀποπειρήσαιτο

### book 2.215.1

χειρὶ βορὴν ὀρέγων, ὁ δὲ δέξεται, εἰσόκεν αὐτοῦ

### book 2.215.2

λαβροτάτου στόματος νηήσεται ἄχρις ἐδωδή.

### book 2.215.3

κλῦτε, γοναὶ μερόπων, οἷον τέλος ἀφραδίῃσι

### book 2.215.4

λαιμάργοις, ὅσον ἄλγος ἀδηφαγίῃσιν ὀπηδεῖ·

### book 2.215.5

τῷ τις ἀεργίην δυστερπέα τῆλε διώκοι

### book 2.220.1

καὶ κραδίης καὶ χειρός, ἔχοι δέ τι μέτρον ἐδωδῆς·

### book 2.220.2

μηδ’ ἐπὶ πανθοίνοισι νόον τέρποιτο τραπέζαις·

### book 2.220.3

πολλοὶ γὰρ τοῖοι καὶ ἐν ἀνδράσιν, οἷσι λέλυνται

### book 2.220.4

ἡνία, γαστρὶ δὲ πάντας ἐπιτρωπῶσι κάλωας·

### book 2.220.5

ἀλλά τις εἰσορόων φεύγοι τέλος ἡμεροκοίτου.

### book 2.225.1

Ἔστι καὶ ὀξυκόμοισι νόος καὶ μῆτις ἐχίνοις,

### book 2.225.2

οἵ τ’ ἀνέμων ἴσασι βίας ζαμενεῖς τε θυέλλας

### book 2.225.3

ὀρνυμένας, νώτοισι δ’ ἀνοχλίζουσιν ἕκαστος

### book 2.225.4

λᾶαν, ὅσον βαρύθοντα περὶ σφετέρῃσιν ἀκάνθαις

### book 2.225.5

ῥηϊδίως φορέοιεν, ἵν’ ἀντία κύματος ὁρμῇ

### book 2.230.1

βριθόμενοι μίμνωσι· τὸ γὰρ τρομέουσι μάλιστα,

### book 2.230.2

μὴ σφὰς ἐπ’ ἠιόνεσσι κυκώμενον οἶδμα κυλίσῃ.

### book 2.1

Πουλυπόδων δ’ οὔπω τιν’ ὀΐομαι ἔμμεν’ ἄπυστον

### book 2.2

τέχνης, οἳ πέτρῃσιν ὁμοίϊοι ἰνδάλλονται,

### book 2.3

τήν κε ποτιπτύξωσι περὶ σπείρῃς τε βάλωνται.

### book 2.235.1

ἄνδρας δ’ ἀγρευτῆρας ὁμῶς καὶ κρέσσονας ἰχθῦς

### book 2.235.2

ῥηϊδίως ἀπάτῃσι παραπλάγξαντες ἄλυξαν.

### book 2.235.3

ἀλλ’ ὅτε χειρότερός τις ἐπισχεδὸν ἀντιβολήσῃ,

### book 2.235.4

αὐτίκα πουλύποδές τε καὶ ἰχθύες ἐξεφάνησαν,

### book 2.235.5

μορφῆς πετραίης ἐξάλμενοι, ἐκ δὲ δόλοιο

### book 2.240.1

φορβήν τ’ ἐφράσσαντο καὶ ἐξήλυξαν ὄλεθρον.

### book 2.240.2

χείματι δ’ οὔποτε φασὶν ἐπιστείχειν ἁλὸς ὕδωρ

### book 2.240.3

πουλύποδας· ζαμενεῖς γὰρ ὑποτρομέουσιν ἀέλλας·

### book 2.240.4

ἀλλ’ οἵ γε γλαφυρῇσιν ἐνιζόμενοι θαλάμῃσι

### book 2.240.5

πτήξαντες δαίνυνται ἑοὺς πόδας, ἠΰτε σάρκας

### book 2.245.1

ἀλλοτρίας· οἱ δ’ αὖτις ἑοὺς κορέσαντες ἄνακτας

### book 2.245.2

φύονται· τόδε πού σφι Ποσειδάων ἐπένευσε.

### book 2.245.3

τοῖον καὶ βλοσυρῇσιν ἀειμάργοισι νόημα

### book 2.245.4

ἄρκτοις· χειμερίην γὰρ ἀλυσκάζουσαι ὁμοκλήν,

### book 2.245.5

δῦσαι φωλειοῖο μυχὸν κατὰ πετρήεντα

### book 2.1

ὃν πόδα λιχμάζουσιν, ἐδητύος ἔργον ἄπαστον,

### book 2.2

μαιόμεναι δαίτην ἀνεμώλιον, οὐδ’ ἐθέλουσι

### book 2.3

προβλώσκειν, εὐκραὲς ἕως ἔαρ ἡβήσειεν.

### book 2.4

Ἔξοχα δ’ ἀλλήλοισιν ἀνάρσιον ἔχθος ἔχουσι

### book 2.5

κάραβος ἀϊκτὴρ μύραινά τε πουλύποδές τε,

### book 2.255.1

ἀλλήλους δ’ ὀλέκουσιν ἀμοιβαίοισι φόνοισιν.

### book 2.255.2

αἰεὶ δ’ ἰχθυόεσσα μετὰ σφίσιν ἵστατ’ ἐνυὼ

### book 2.255.3

καὶ μόθος, ἄλλου δ’ ἄλλος ἑὴν ἐνεπλήσατο νηδύν.

### book 2.255.4

ἡ μὲν ὑπὲκ πέτρης ἁλιμυρέος ὁρμηθεῖσα

### book 2.255.5

φοιταλέη μύραινα διέσσυται οἴδματα πόντου,

### book 2.260.1

φορβὴν μαιομένη, τάχα δ’ εἴσιδε πούλυπον ἀκτῆς

### book 2.260.2

ἄκρα διερπύζοντα καὶ ἀσπασίην ἐπὶ θήρην

### book 2.260.3

ἔσσυτο γηθομένη· τὸν δ’ οὐ λάθεν ἐγγὺς ἐοῦσα·

### book 2.260.4

ἀλλ’ ἤτοι πρῶτον μὲν ἀτυζόμενος δεδόνηται

### book 2.260.5

ἐς φόβον, οὐδ’ ἄρα μῆχος ἔχει μύραιναν ἀλύξαι

### book 2.265.1

ἕρπων νηχομένην τε καὶ ἄσχετα μαιμώωσαν.

### book 2.265.2

αἶψα δέ μιν κατέμαρψε γένυν τ’ ἐνέρεισε δαφοινήν·

### book 2.265.3

πούλυπος αὖτ’ ἀέκων ὀλοῆς ὑπὸ μάρνατ’ ἀνάγκης,

### book 2.265.4

ἀμφὶ δέ οἱ μελέεσσιν ἑλίσσεται, ἄλλοτε ἄλλας

### book 2.265.5

παντοίας στροφάλιγγας ὑπὸ σκολιοῖσιν ἱμᾶσι

### book 2.270.1

τεχνάζων, εἴ πώς μιν ἐρητύσειε βρόχοισιν

### book 2.270.2

ἀμφιβαλών· ἀλλ’ οὔτι κακῶν ἄκος οὔτ’ ἀλεωρή·

### book 2.270.3

ῥεῖα γὰρ ἀμφιπεσόντος ὀλισθηροῖς μελέεσσιν

### book 2.270.4

ὀτραλέη μύραινα διαρρέει οἷάπερ ὕδωρ·

### book 2.270.5

αὐτὰρ ὅ γ’ ἄλλοτε νῶτα παναίολα, ἄλλοτε δειρὴν

### book 2.275.1

οὐρήν τ’ ἀκροτάτην περιβάλλεται, ἄλλοτε δ’ αὖτε

### book 2.275.2

ἐμπίπτει στόματός τε πύλαις γενύων τε μυχοῖσιν.

### book 2.275.3

ὡς δὲ παλαισμοσύνης γυιαλκέος ἴδμονες ἄνδρες

### book 2.1

δηρὸν ἐπ’ ἀλλήλοισιν ἑὴν ἀναφαίνετον ἀλκήν,

### book 2.2

ἤδη δ’ ἐκ μελέων λιαρὸς καὶ ἀθέσφατος ἱδρὼς

### book 2.280.1

χεύεται ἀμφοτέροισι· τὰ δ’ αἰόλα κέρδεα τέχνης

### book 2.280.2

πλάζονται, χεῖρές τε περὶ χροῒ κυμαίνονται·

### book 2.280.3

ὣς καὶ πουλύποδος κοτυληδόνες οὐ κατὰ κόσμον

### book 2.280.4

πλαζόμεναι κενεῇσι παλαισμοσύναις μογέουσιν.

### book 2.280.5

ἡ δέ μιν ὀξυτόμοισιν ὑπὸ ῥιπῇσιν ὀδόντων

### book 2.285.1

δαρδάπτει· μελέων δὲ τὰ μὲν κατεδέξατο γαστήρ,

### book 2.285.2

ἄλλα δ’ ἔτ’ ἐν γενύεσσι θοοὶ τρίβουσιν ὀδόντες,

### book 2.285.3

ἄλλα δέ τ’ ἀσπαίρει καὶ ἑλίσσεται ἡμιδάϊκτα,

### book 2.285.4

εἰσέτι παιφάσσοντα καὶ ἐκφυγέειν ἐθέλοντα.

### book 2.285.5

ὡς δ’ ὅτ’ ἀνὰ ξυλόχους ὀφίων στίβον ἐξερεείνων

### book 2.290.1

βριθόκερως ἔλαφος ῥινήλατον ἴχνος ἀνεῦρε,

### book 2.290.2

χειὴν δ’ εἰσαφίκανε καὶ ἑρπετὸν εἴρυσεν ἔξω

### book 2.290.3

δάπτει τ’ ἐμμενέως· ὁ δ’ ἑλίσσεται ἀμφί τε γοῦνα,

### book 2.290.4

δειρήν τε στέρνον τε· τὰ δ’ ἡμίβρωτα κέχυνται

### book 2.290.5

ἅψεα, πολλὰ δ’ ὀδόντες ὑπὸ στόμα δαιτρεύουσιν·

### book 2.295.1

ὣς καὶ πουλύποδος δνοπαλίζεται αἰόλα γυῖα

### book 2.295.2

δυσμόρου· οὐδέ ἑ μῆτις ἐπιφροσύνης ἐσάωσε

### book 2.295.3

πετραίης· εἰ γάρ ποτ’ ἀλευόμενος περὶ πέτρην

### book 2.295.4

πλέξηται, χροιήν τε πανείκελον ἀμφιέσηται,

### book 2.295.5

ἀλλ’ οὐ μυραίνης ἔλαθεν κέαρ, ἀλλά ἑ μούνη

### book 2.1

φράζεται, ἄπρηκτον δὲ πέλει κείνοιο νόημα.

### book 2.2

ἔνθα μιν οἰκτείρειας ἀκοσμοτάτοιο μόροιο,

### book 2.3

ὡς ὁ μὲν ἐν πέτρῃσιν ὑφέζεται, ἡ δέ οἱ ἄγχι

### book 2.4

ἠΰτ’ ἐπεγγελόωσα παρίσταται· ὧδέ κε φαίης

### book 2.5

μυθεῖσθαι μύραιναν ἀπηνέα κερτομέουσαν·

### book 2.305.1

τί πτώσσεις δολομῆτα; τίν’ ἔλπεαι ἠπεροπεύειν;

### book 2.305.2

ἦ τάχα καὶ πέτρης πειρήσομαι, ἤν σε καὶ εἴσω

### book 2.305.3

δέξηται σπιλὰς ἥδε καὶ ἠμύσασα καλύψῃ.

### book 2.305.4

αὐτίκα δ’ ἀγκύλον ἕρκος ἐνιπλήξασα λαφύσσει,

### book 2.305.5

χοιράδος αὖ ἐρύουσα περίτρομον· αὐτὰρ ὅ γ’ οὔτι,

### book 2.310.1

οὐδὲ δαϊζόμενος, λείπει πάγον οὐδ’ ἀνίησιν,

### book 2.310.2

ἀλλ’ ἔχεται πέτρης εἱλιγμένος, εἰσόκεν αὐταὶ

### book 2.310.3

λείπωνται μοῦναι κοτυληδόνες ἐμπεφυυῖαι.

### book 2.310.4

ὡς δ’ ὅτε περθομένης δηΐων ὑπὸ χερσὶ πόληος,

### book 2.310.5

ἑλκομένων παίδων τε δορυκτήτων τε γυναικῶν,

### book 2.315.1

κοῦρον ἀνὴρ δειρῇ τε καὶ ἀγκάσιν ἐμπεφυῶτα

### book 2.315.2

γειναμένης ἐρύσῃ πολέμου νόμῳ, αὐτὰρ ὁ χεῖρας

### book 2.315.3

πλέγδην οὐκ ἀνίησιν ἀπ’ αὐχένος, οὐδέ ἑ μήτηρ

### book 2.315.4

κωκυτῷ προΐησιν, ὁμοῦ δέ οἱ ἕλκεται αὐτή·

### book 2.315.5

ὣς καὶ πουλύποδος δειλὸν δέμας ἑλκομένοιο

### book 2.320.1

λισσάδι μυδαλέῃ περιφύεται, οὐδ’ ἀνίησι.

### book 2.320.2

Κάραβος αὖ μύραιναν ἀπηνέα περ μάλ’ ἐοῦσαν

### book 2.320.3

ἐσθίει, αὐτοφόνοισιν ἀγηνορίῃσι δαμεῖσαν.

### book 2.320.4

ἦ γὰρ ὁ μὲν πέτρης σχεδὸν ἵσταται, ᾗ ἔνι ναίει

### book 2.320.5

ὀτραλέη μύραινα· δύω δ’ ἀνὰ κέντρα τιτήνας

### book 2.325.1

δήϊα φυσιόων προκαλίζεται ἐς μόθον ἐλθεῖν,

### book 2.325.2

ἶσος ἀριστῆϊ προμάχῳ στρατοῦ, ὅς ῥά τε χειρῶν

### book 2.325.3

ἠνορέῃ πολέμου τε δαημοσύνῃσι πεποιθὼς

### book 2.325.4

ἔντεσι καρτύνας βριαρὸν δέμας, ὀξέα πάλλων

### book 2.325.5

ἔγχεα, δυσμενέων προκαλίζεται ὅς κ’ ἐθέλῃσιν

### book 2.330.1

ἀντιάαν· τάχα δ’ ἄλλον ἀριστήων ὀροθύνει·

### book 2.330.2

ὣς ὅ γε μυραίνης θήγει φρένας, οὐδ’ ἐπὶ μῶλον

### book 2.330.3

δηθύνει, θαλάμης δὲ διαΐξασα κελαινή,

### book 2.330.4

αὐχένα γυρώσασα, χόλῳ μέγα παιφάσσουσα

### book 2.330.5

ἀντιάᾳ· τὸν δ’ οὔτι περισπέρχουσά περ αἰνῶς

### book 2.335.1

βλάπτει τρηχὺν ἐόντα, γένυν δ’ ἀνεμώλιον αὔτως

### book 2.335.2

ἐγχρίμπτει, στερεοῖσι δ’ ἐτώσια μαίνετ’ ὀδοῦσιν·

### book 2.1

οἱ δὲ πάλιν γενύεσσιν ἀπηνέος ὡς ἀπὸ πέτρης

### book 2.2

παλλόμενοι κάμνουσι καὶ ἀμβλύνονται ἐρωῆς.

### book 2.3

τῆς δὲ μέγα φλεγέθει καὶ ὀρίνεται ἄγριον ἦτορ,

### book 2.340.1

εἰσόκε μιν χηλῇσιν ἐπαΐξας δολιχῇσιν

### book 2.340.2

κάραβος αὐχενίοιο λάβῃ μέσσοιο τένοντος·

### book 2.340.3

ἴσχει δ’ ἐμπεφυὼς χαλκείῃ ὥστε πυράγρῃ,

### book 2.340.4

νωλεμές, οὐδ’ ἀνίησι καὶ ἐσσυμένην περ ἀλύξαι·

### book 2.340.5

ἡ δὲ βίῃ μογέουσα καὶ ἀσχαλόως’ ὀδύνῃσι,

### book 2.345.1

πάντῃ δινεύει σκολιὸν δέμας, αἶψα δὲ νῶτα

### book 2.345.2

καράβου ὀξυβελῆ περιβάλλεται ἀμφιχυθεῖσα,

### book 2.345.3

ἐν δ’ ἐπάγη σκώλοισι καὶ ὀξείῃσιν ἀκωκαῖς

### book 2.345.4

ὀστράκου, ὠτειλαῖς δὲ περιπλήθουσα θαμειαῖς

### book 2.345.5

ὄλλυται αὐτοδάϊκτος, ὑπ’ ἀφραδίῃσι θανοῦσα.

### book 2.1

ὡς δ’ ὅτε θηροφόνων τις ἀνὴρ δεδαημένος ἔργων,

### book 2.2

λαῶν ἀμφιδόμοισιν ἐναγρομένων ἀγορῇσι,

### book 2.3

πόρδαλιν οἰστρηθεῖσαν ἐνὶ ῥοίζοισιν ἱμάσθλης

### book 2.4

ἐγχείῃ δέχεται ταναήκεϊ δοχμὸς ὑποστάς·

### book 2.5

ἡ δὲ καὶ εἰσορόωσα γένυν θηκτοῖο σιδήρου

### book 2.355.1

ἄγρια κυμαίνουσα κορύσσεται, ἐν δ’ ἄρα λαιμῷ

### book 2.355.2

ἠΰτε δουροδόκῃ χαλκήλατον ἔσπασεν αἰχμήν·

### book 2.355.3

ὣς ἄρα καὶ μύραιναν ἕλεν χόλος ἀφραδίῃσι

### book 2.355.4

δύσμορον, αὐτοτύποισιν ὑπ’ ὠτειλῇσι δαμεῖσαν.

### book 2.355.5

τοίην που τραφερῆς γαίης ἔπι δῆριν ἔθεντο

### book 2.360.1

ἄμφω ἐνὶ ξυλόχοισιν ὄφις καὶ τρηχὺς ἐχῖνος

### book 2.360.2

ἀντόμενοι· καὶ τοῖς γὰρ ἀνάρσιος αἶσα μέμηλεν.

### book 2.360.3

ἤτοι ὁ μὲν προϊδὼν ὀλοφώϊον ἑρπυστῆρα,

### book 2.360.4

φραξάμενος πυκινῇσιν ὑπὸ προβλῆσιν ἀκάνθαις

### book 2.360.5

εἱλεῖται σφαιρηδόν, ὑφ’ ἕρκεϊ γυῖα φυλάσσων,

### book 2.365

ἔνδοθεν ἑρπύζων· ὁ δέ οἱ σχεδὸν αὐτίκα θύνων

### book 2.1

πρῶτα μὲν ἰοτόκοισιν ἐπισπέρχει γενύεσσιν,

### book 2.2

ἀλλ’ αὔτως μογέει κενεὸν πόνον· οὐ γὰρ ἱκάνει

### book 2.3

χρωτὸς ἔσω μαλεροῖσι καὶ ἱέμενός περ ὀδοῦσι·

### book 2.4

τοίη μιν λάχνη δυσπαίπαλος ἀμφιβέβηκεν·

### book 2.370.1

αὐτὰρ ὁ κυκλοτερὴς ὁλοότροχος αἰόλα γυῖα

### book 2.370.2

δινεύων, πυκινῇσι κυλινδόμενος στροφάλιγξιν,

### book 2.370.3

ἐμπίπτει σπείρῃσι καὶ οὐτάζει βελέεσσι

### book 2.370.4

χαίτης ὀξυτόμοισιν· ὁ δ’ ἄλλοθεν εἴβεται ἄλλος

### book 2.370.5

ἰχὼρ αἱματόεις, τὸν δ’ ἕλκεα πόλλ’ ἀνιάζει.

### book 2.375.1

ἔνθα μιν ἀμφιβαλὼν περιηγέϊ πάντοθεν ὁλκῷ

### book 2.375.2

ὑγρὸς ὄφις χαλεποῖσι περιπλέγδην ὑπὸ δεσμοῖς

### book 2.375.3

ἴσχει τ’ ἐμπρίει τε χόλῳ τ’ ἐνερείδεται ἀλκήν.

### book 2.375.4

τοῦ δ’ εἴσω τάχα πᾶσαι ὀλισθαίνουσιν ἄκανθαι

### book 2.375.5

ὀξέα πεφρικυῖαι· ὁ δ’ ἐν σκολόπεσσι πεπηγὼς

### book 2.380.1

οὔτε βίην ἀνίησι καὶ οὐκ ἐθέλων πεπέδηται,

### book 2.380.2

ἀλλὰ μένει γόμφοισιν ἅτε κρατεροῖσιν ἀρηρώς,

### book 2.380.3

ὄφρα θάνῃ, σὺν δ’ αὐτὸν ἀπέφθισε θῆρα πιέζων

### book 2.380.4

πολλάκις, ἀλλήλοις δὲ μόρος καὶ πῆμα γένοντο·

### book 2.380.5

πολλάκι δ’ ἐξήλυξε καὶ ἔκφυγε δεινὸς ἐχῖνος,

### book 2.385.1

ἐκδὺς ἑρπυστῆρος ἀλυκτοπέδης τε κελαινῆς,

### book 2.385.2

εἰσέτι τεθνηῶτος ἔχων περὶ σάρκας ἀκάνθαις.

### book 2.385.3

τοίη καὶ μύραινα κακόφρονι δάμναται ἄτῃ,

### book 2.385.4

καράβῳ ἁρπαλέη τε καὶ εὐάντητος ἐδωδή.

### book 2.385.5

Κάραβον αὖ καὶ τρηχὺν ὁμῶς καὶ κραιπνὸν ἐόντα

### book 2.390.1

δαίνυτ’ ἀφαυρότερός περ ἐὼν καὶ νωθρὸς ἐρωὴν

### book 2.390.2

πούλυπος· ἡνίκα γάρ μιν ὑπὸ σπιλάδεσσι νοήσῃ

### book 2.1

αὔτως ἀτρεμέοντα καὶ ἥμενον, αὐτὰρ ὁ λάθρη

### book 2.2

νῶτον ἐπαΐξας περιβάλλεται αἰόλα δεσμά,

### book 2.3

ἰφθίμων δολιχῇσι ποδῶν σειρῇσι πιέζων,

### book 2.395.1

σὺν δέ οἱ ἀκραίῃς κοτυληδόσι θερμὸν ἐρείδει

### book 2.395.2

αὐλὸν ἐπισφίγγων στόματος μέσον, οὐδ’ ἀνίησι

### book 2.395.3

πνοιὴν ἠερίην οὔτ’ ἔνδοθεν οὔθ’ ἑτέρωθεν·

### book 2.395.4

καὶ γὰρ καὶ νεπόδεσσι παλίρροος ἕλκεται ἀήρ·

### book 2.395.5

ἀλλ’ ἔχει ἀμφιπεσών· ὁ δὲ νήχεται, ἄλλοτε μίμνει,

### book 2.1

ἄλλοτε δ’ ἀσπαίρει, ποτὲ δὲ προβλῆσιν ὑπ’ ἄκραις

### book 2.2

ῥήγνυται· αὐτὰρ ὅ γ’ οὔτι βίης μεθίησιν ἄεθλον,

### book 2.3

ὄφρα ἑ τεθνηῶτα λίπῃ ψυχή τε καὶ ἀλκή.

### book 2.4

δὴ τότε μιν προπεσόντα παρήμενος ἐν ψαμάθοισι

### book 2.5

δαίνυται, ἠΰτε κοῦρος ὑπὲκ μαζοῖο τιθήνης

### book 2.405.1

χείλεσιν αὖ ἐρύει λαρὸν γλάγος· ὣς ὅ γε σάρκας

### book 2.405.2

λάπτων ὀξυπόροιο κατέσπασεν ἄγγεος ἔξω

### book 2.405.3

μυζήσας, γλυκερῆς δὲ βορῆς ἐνεπλήσατο νηδύν.

### book 2.405.4

ὡς δέ τις ἡμερόκοιτος ἀνὴρ ληΐστορι τέχνῃ

### book 2.405.5

ὁρμαίνων ἀΐδηλα, δίκης σέβας οὔποτ’ ἀέξων,

### book 2.410.1

ἑσπέριος στεινῇσι καταπτήξας ἐν ἀγυιαῖς,

### book 2.410.2

ἄνδρα παραστείχοντα μετ’ εἰλαπίνην ἐλόχησε·

### book 2.410.3

καί ῥ’ ὁ μὲν οἰνοβαρὴς ἕρπει πάρος, ὑγρὸν ἀείδων,

### book 2.1

οὐ μάλα νηφάλιον κλάζων μέλος· αὐτὰρ ὁ λάθρη

### book 2.2

ἐξόπιθε προὔτυψε καὶ αὐχένα χερσὶ δαφοιναῖς

### book 2.415.1

εἷλεν ἐπιβρίσας, κλῖνέν τέ μιν ἄγριον ὕπνον

### book 2.415.2

οὐ τηλοῦ θανάτοιο καὶ εἵματα πάντ’ ἐναρίξας

### book 2.415.3

ᾤχετο, δυσκερδῆ τε φέρων καὶ ἀνέστιον ἄγρην·

### book 2.415.4

τοιάδε καὶ πινυτοῖσι νοήματα πουλυπόδεσσιν.

### book 2.415.5

Οἵδε μὲν ἀντίβιοι καὶ ἀνάρσιοι ἔξοχ’ ἔασιν

### book 2.420.1

εἰναλίων· μοῦνοι δὲ μετ’ ἰχθύσιν αἰολοφύλοις

### book 2.420.2

ποινητῆρες ἔασι καὶ ἀλλήλων ὀλετῆρες.

### book 2.420.3

Ἄλλοι δ’ ἰοφόροι νεπόδων, στομάτεσσι δ’ ἀεικὴς

### book 2.420.4

ἰὸς ἐνιτρέφεται στυγερός τ’ ἐπὶ δήγμασιν ἕρπει.

### book 2.420.5

τοῖον καὶ σκολόπενδρα, δυσώνυμον ἑρπετὸν ἅλμης,

### book 2.425.1

ἶσον ἐπιχθονίῳ δέμας ἑρπετῷ· ἀλλὰ τό γ’ ἄτην

### book 2.425.2

κύντερον· εἰ γάρ οἱ τις ἐπιψαύσειε πελάσσας,

### book 2.425.3

αὐτίκα οἱ κνῆστις μὲν ἐπὶ χροῒ θερμὸν ἔρευθος

### book 2.425.4

φοινίσσει, σμώδιξ δὲ διατρέχει ἠΰτε ποίης,

### book 2.425.5

τὴν κνίδα κικλήσκουσιν, ἐπωνυμίην ὀδυνάων.

### book 2.430.1

ἐχθρὴ δὲ σκολόπενδρα πανέξοχον ἀσπαλιεῦσι

### book 2.430.2

ἐμπελάαν· εἰ γάρ ποτ’ ἐπιψαύσειε δελέτρου,

### book 2.430.3

οὐκ ἄν τις νεπόδων κείνου πέλας ἀγκίστροιο

### book 2.430.4

ἔλθοι· τοῖον γάρ οἱ ἀπεχθέα μίσγεται ἰόν.

### book 2

Τοίη καὶ βαλιῇσιν ἰουλίσι τέτροφεν ἄτη

### book 2.435.1

ἂν στόμα· τὰς δὲ μάλιστα βυθῶν διφήτορες ἄνδρες

### book 2.435.2

δύπται σπογγοτόμοι τε δυηπαθέες στυγέουσιν·

### book 2.435.3

εὖτε γὰρ ἀθρήσωσιν ἐρευνητῆρα θαλάσσης

### book 2.435.4

σπερχόμενον ποτὶ βυσσὸν ὑποβρυχίοισι πόνοισιν,

### book 2.435.5

αἳ δ’ ἀπὸ πετράων μάλα μυρίαι ὁρμηθεῖσαι

### book 2.440.1

ἄνδρα περιπροθέουσι καὶ ἀθρόαι ἀμφιχέονται

### book 2.440.2

καί μιν ὁδοῦ βλάπτουσι πονεύμενον, ἄλλοθεν ἄλλαι

### book 2.440.3

κνίζουσαι στομάτεσσιν ἀναιδέσιν· αὐτὰρ ὁ κάμνει

### book 2.440.4

ὕδατι καὶ στυγερῇσιν ἰουλίσιν ἀντιβολήσας,

### book 2.440.5

χερσὶ δ’, ὅσον σθένος ἐστίν, ἐπειγομένοις τε πόδεσσι

### book 2.445.1

σεύει ἀμυνόμενος διερὸν στρατόν· αἱ δ’ ἐφέπονται

### book 2.445.2

ἀστεμφεῖς, μυίαις ἐναλίγκιοι, αἵ ῥά τ’ ἐπ’ ἔργοις

### book 2.445.3

ἀνέρας ἀμητῆρας ὀπωρινὸν μογέοντας

### book 2.445.4

πάντος’ ἀνιηραὶ θέρεος στίχες ἀμφιπέτονται.

### book 2.445.5

οἱ δ’ ἅμα μὲν καμάτῳ τε καὶ ἀκρήτοισι βολῇσιν

### book 2.1

ἠέρος ἱδρώουσιν, ἀνιάζουσί τε μυίαις

### book 2.2

ἐκπάγλως· αἱ δ’ οὐδὲν ἀναιδείης χαλόωσι,

### book 2.3

πρὶν θανέειν ἢ ξουθὸν ἀπ’ ἀνέρος αἷμα πάσασθαι.

### book 2.4

τόσσος ἔρως καὶ τοῖσιν ἐν ἰχθύσιν αἵματος ἀνδρῶν.

### book 2

Οὐ μὴν θὴν ἀβληχρὸν ἔχει δάκος εὖτε χαράξῃ

### book 2.455.1

πούλυπος ἑρπυστὴρ ἢ σηπίη, ἀλλὰ καὶ αὐτοῖς

### book 2.455.2

ἐντρέφεται βαιὸς μὲν ἀτὰρ βλαπτήριος ἰχώρ.

### book 2.455.3

κέντρα δὲ πευκήεντα μετ’ ἰχθύσιν ὡπλίσσαντο

### book 2.455.4

κωβιός, ὃς ψαμάθοισι, καὶ ὃς πέτρῃσι γέγηθε

### book 2.455.5

σκορπίος, ὠκεῖαί τε χελιδόνες ἠδὲ δράκοντες

### book 2.460

καὶ κύνες οἳ κέντροισιν ἐπώνυμοι ἀργαλέοισι,

### book 2.1

πάντες ἀταρτηροῖς ὑπὸ νύγμασιν ἰὸν ἱέντες.

### book 2.2

Τρυγόνι δὲ ξιφίῃ τε θεὸς κρατερώτατα δῶρα

### book 2.3

γυίοις ἐγκατέθηκεν, ὑπέρβιον ὅπλον ἑκάστῳ

### book 2.4

καρτύνας· καὶ τῷ μὲν ὑπὲρ γένυν ἐστήριξεν

### book 2.465.1

ὄρθιον, αὐτόρριζον, ἀκάχμενον, οὔτι σιδήρου

### book 2.465.2

φάσγανον, ἀλλ’ ἀδάμαντος ἰσόσθενες ὄβριμον ἆορ.

### book 2.465.3

οὐ κείνου κρυόεσσαν ἐπιβρίσαντος ἀκωκὴν

### book 2.465.4

οὐδὲ μάλα στερεὴ τλαίη λίθος οὐτηθεῖσα·

### book 2.465.5

τοίη οἱ ζαμενής τε πέλει πυρόεσσά τ’ ἐρωή.

### book 2.470.1

Τρυγόνι δ’ ἐκ νεάτης ἀνατέλλεται ἄγριον οὐρῆς

### book 2.470.2

κέντρον ὁμοῦ χαλεπόν τε βίῃ καὶ ὀλέθριον ἰῷ.

### book 2.470.3

οὐδέ κεν οὐ ξιφίαι, οὐ τρυγόνες ἐν γενύεσσι

### book 2.470.4

φορβὴν πρόσθε πάσαιντο, πάρος βελέεσσι δαφοινοῖς

### book 2.470.5

οὐτῆσαι ζωόν τε καὶ ἄπνοον ὅττι παρείη.

### book 2.475.1

ἀλλ’ ἤτοι ξιφίην μὲν ἐπὴν προλίπῃσιν ἀϋτμή,

### book 2.475.2

αὐτίκα οἱ κἀκεῖνο συνέφθιτο καρτερὸν ἆορ,

### book 2.475.3

αὐτῷ δ’ ὅπλον ἄνακτι συνέσβετο, καδδὲ λέλειπται

### book 2.475.4

ὀστέον οὐδενόσωρον, ἀμήχανον ὅσσον ἰδέσθαι

### book 2.475.5

φάσγανον· οὐδέ κεν ἄν τι καὶ ἱέμενος τελέσειας.

### book 2.480.1

τρυγονίου δ’ οὔπω τι κακώτερον ἔπλετο πῆμα

### book 2.480.2

τρώματος, οὐδ’ ὅσα χεῖρες ἀρήϊα τεχνήσαντο

### book 2.480.3

χαλκήων, οὐδ’ ὅσσα φερεπτερύγων ἐπ’ ὀϊστῶν

### book 2.480.4

Πέρσαι φαρμακτῆρες ὀλέθρια μητίσαντο·

### book 2.480.5

τρυγόνι γὰρ ζωῇ τε βέλος ῥίγιστον ὀπηδεῖ

### book 2.485

ζαφλεγές, οἷόν πού τις ἀνὴρ πέφρικεν ἀκούων,

### book 2.1

ζώει τε φθιμένης καὶ ἀτειρέα ῥύεται ἀλκὴν

### book 2.2

ἄτροπον· οὐδ’ ἄρα μοῦνον ἐνὶ ζῴοις ἀΐδηλον

### book 2.3

ἄτην, ὅσσα βάλῃσιν, ἐρεύγεται, ἀλλὰ καὶ ἔρνος

### book 2.4

καὶ πέτρην ἐκάκωσε, καὶ εἴ ποθι κεῖνο πελάσσῃ.

### book 2.490.1

εἰ γάρ τίς κ’ ἐριθηλὲς ἀεξόμενον φυτὸν ὥραις,

### book 2.490.2

θαλλοῖς τ’ εὐφυέεσσι καὶ εὐκάρποισι γονῇσι,

### book 2.490.3

νέρθεν ὑπὸ ῥίζῃσιν ἀναιδέϊ τύμματι κείνῳ

### book 2.490.4

οὐτήσῃ, τόδ’ ἔπειτα κακῇ βεβολημένον ἄτῃ

### book 2.490.5

λήγει μὲν πετάλων, κατὰ δὲ ῥέει ἠΰτε νούσῳ·

### book 2.495.1

πρῶτον ἀπ’ ἀγλαΐης δὲ μαραίνεται, οὐδέ τι τηλοῦ

### book 2.495.2

αὖόν τ’ οὐτιδανόν τε καὶ ἄχλοον ὄψεαι ἔρνος.

### book 2.495.3

Κεῖνό ποτ’ αἰγανέῃ δολιχήρεϊ κωπηέσσῃ

### book 2.495.4

Κίρκη Τηλεγόνῳ πολυφάρμακος ὤπασε μήτηρ,

### book 2.495.5

αἰχμάζειν δηΐοις ἅλιον μόρον· αὐτὰρ ὁ νήσῳ

### book 2.1

αἰγιβότῳ προσέκελσε, καὶ οὐ μάθε πώεα πέρθων

### book 2.2

πατρὸς ἑοῦ, γεραρῷ δὲ βοηδρομέοντι τοκῆϊ

### book 2.3

αὐτῷ, τὸν μάστευε, κακὴν ἐνεμάξατο κῆρα.

### book 2.4

ἔνθα τὸν αἰολόμητιν Ὀδυσσέα, μυρία πόντου

### book 2.5

ἄλγεα μετρήσαντα πολυκμήτοισιν ἀέθλοις,

### book 2.505.1

τρυγὼν ἀλγινόεσσα μιῇ κατενήρατο ῥιπῇ.

### book 2.505.2

Θύννῳ δὲ ξιφίῃ τε συνέμπορον αἰὲν ὀπηδεῖ

### book 2.1

πῆμα· τὸ δ’ οὔποτ’ ἔχουσιν ἀπότροπον οὔτε μεθέσθαι

### book 2.2

οὔτε φυγεῖν, πτερύγεσσιν ἐνήμενον ἄγριον οἶστρον,

### book 2.3

ὅς σφισι, καυστηροῖο κυνὸς νέον ἱσταμένοιο,

### book 2.510.1

κέντρου πευκεδανοῖο θοὴν ἐνερείδεται ἀλκήν,

### book 2.510.2

ὀξὺ μάλ’ ἐγχρίμπτων, χαλεπὴν δ’ ἐπὶ λύσσαν ὀρίνει,

### book 2.510.3

θωρήξας ὀδύνῃσιν· ἐπισπέρχει δ’ ἀέκοντας

### book 2.510.4

φοιταλέῃ μάστιγι χορευέμεν· οἱ δὲ κελαινῷ

### book 2.510.5

τύμματι παιφάσσουσι μεμηνότες, ἄλλοτε δ’ ἄλλῃ

### book 2.515.1

κῦμα καθιππεύουσιν, ἀνήνυτον ἄλγος ἔχοντες.

### book 2.515.2

πολλάκι καὶ νήεσσιν ἐϋκραίροις ἐνόρουσαν

### book 2.515.3

ῥιπῇ ἐλαυνόμενοι δυσκραέϊ· πολλάκι δ’ ἅλμης

### book 2.515.4

ἔκθορον ἐς γαῖάν τε κατέδραμον ἀσπαίροντες

### book 2.515.5

καὶ μόρον ἠμείψαντο πολυκμήτων ὀδυνάων·

### book 2.520.1

τοῖον γὰρ δάκος αἰνὸν ἐπιρρέπει οὐδ’ ἀνίησι.

### book 2.520.2

καὶ γάρ τοι καὶ βουσὶν ἀνάρσιος εὖτε πελάσσῃ

### book 2.520.3

οἶστρος, ἐνιχρίμψῃ δὲ βέλος λαγόνεσσιν ἀραιαῖς,

### book 2.520.4

οὔτε τι βουφόρβων μέλεται σέβας οὔτε νομοῖο,

### book 2.520.5

οὔτ’ ἀγέλης ποίην δὲ καὶ αὔλια πάντα λιπόντες

### book 2.525.1

σεύονται λύσσῃ τεθοωμένοι· οὐδέ τις αὐτοῖς

### book 2.525.2

οὐ ποταμῶν, οὐ πόντος ἀνέμβατος, οὐδὲ χαράδραι

### book 2.525.3

ῥωγάδες, οὐ πέτρη τις ἀφοίτητος κατερύκει

### book 2.525.4

ῥιπὴν ταυρείην, ὅτ’ ἐπιζέσῃ ὀξὺ κελεύων

### book 2.525.5

βουτύπος, ὀτρηρῇσιν ἐπισπέρχων ὀδύνῃσι·

### book 2.530.1

πάντῃ δὲ βρυχή, πάντῃ δέ οἱ ἅλματα χηλῆς

### book 2.530.2

εἱλεῖται· τοίη μιν ἄγει δριμεῖα θύελλα.

### book 2.530.3

καὶ τὸ μὲν ἰχθύσιν ἄλγος ὁμοίϊον ἠδὲ βόεσσι.

### book 2.1

Δελφῖνες δ’ ἀγέλῃσιν ἁλὸς μέγα κοιρανέουσιν,

### book 2.2

ἔξοχον ἠνορέῃ τε καὶ ἀγλαΐῃ κομόωντες

### book 2.535.1

ῥιπῇ τ’ ὠκυάλῳ· διὰ γὰρ βέλος ὥστε θάλασσαν

### book 2.535.2

ἵπτανται· φλογόεν δὲ σέλας πέμπουσιν ὀπωπαῖς

### book 2.535.3

ὀξύτατον· καί πού τιν’ ὑποπτήσσοντα χαράδραις

### book 2.535.4

καί τιν’ ὑπὸ ψαμάθοις εἰλυμένον ἔδρακον ἰχθύν.

### book 2.535.5

ὅσσον γὰρ κούφοισι μετ’ οἰωνοῖσιν ἄνακτες

### book 2.540.1

αἰετοὶ ἢ θήρεσσι μετ’ ὠμηστῇσι λέοντες,

### book 2.540.2

ὅσσον ἀριστεύουσιν ἐν ἑρπυστῆρσι δράκοντες,

### book 2.540.3

τόσσον καὶ δελφῖνες ἐν ἰχθύσιν ἡγεμονῆες.

### book 2.540.4

τοῖς δ’ οὔτ’ ἐρχομένοις πελάσαι σχεδὸν οὔτε τις ἄντην

### book 2.540.5

ὄσσε βαλεῖν τέτληκεν, ὑποπτώσσουσι δ’ ἄνακτος

### book 2.545.1

τηλόθεν ἅλματα δεινὰ καὶ ἄσθματα φυσιόωντος.

### book 2.545.2

οἱ δ’ ὁπότ’ ἰθύσωσι λιλαιόμενοι μετὰ φορβήν,

### book 2.545.3

πάντ’ ἄμυδις κλονέουσιν ἀθέσφατα πώεα λίμνης,

### book 2.545.4

παμφύγδην ἐλόωντες· ἐνέπλησαν δὲ φόβοιο

### book 2.545.5

πάντα πόρον· σκιεροὶ δὲ μυχοὶ χθαμαλαί τε χαράδραι

### book 2.1

στείνονται λιμένες τε καὶ ἠϊόνων ἐπιωγαὶ

### book 2.2

πάντοθεν εἰλομένων· ὁ δὲ δαίνυται ὅν κ’ ἐθέλῃσι,

### book 2.3

κρινάμενος τὸν ἄριστον ἀπειρεσίων παρεόντων.

### book 2.4

Ἀλλ’ ἔμπης καὶ τοῖσιν ἀνάρσιοι ἀντιφέρονται

### book 2.5

ἰχθύες, οὓς ἀμίας κικλήσκομεν· οὐδ’ ἀλέγουσι

### book 2.555

δελφίνων, μοῦναι δὲ κατ’ ἀντία δηριόωνται.

### book 2.1

ταῖς μὲν ἀφαυρότερον θύννων δέμας, ἀμφὶ δὲ σάρκες

### book 2.2

ἀβληχραί, θαμέες δὲ διὰ στόμα λάβρον ὀδόντες

### book 2.3

ὀξέα πεφρίκασι· τὸ καὶ μέγα θάρσος ἔχουσιν,

### book 2.4

οὐδὲ καταπτώσσουσιν ὑπέρβιον ἡγητῆρα.

### book 2.560.1

εὖτε γὰρ ἀθρήσωσιν ἀπόσσυτον οἶον ἀπ’ ἄλλων

### book 2.560.2

δελφίνων ἀγέλης, αἱ δ’ ἀθρόαι ἄλλοθεν ἄλλαι,

### book 2.560.3

ἠΰθ’ ὑπ’ ἀγγελίης στρατὸς ἄσπετος, εἰς ἕν’ ἰοῦσαι

### book 2.560.4

στέλλονται ποτὶ μῶλον ἀθαμβέες, ὥστ’ ἐπὶ πύργον

### book 2.560.5

δυσμενέων θύνοντες ἀρήϊοι ἀσπιστῆρες.

### book 2.565.1

δελφὶς δ’ ἠϋγένειος ὑπαντιόωντος ὁμίλου

### book 2.565.2

πρῶτα μὲν οὐκ ἀλέγει, μετὰ δ’ ἔσσυται, ἄλλοτε ἄλλην

### book 2.565.3

ἁρπάγδην ἐρύων, μενοεικέα δαῖτα κιχήσας.

### book 2.565.4

ἀλλ’ ὅτε μιν πολέμοιο περιστέψωσι φάλαγγες

### book 2.565.5

πάντοθεν, ἀμφὶ δέ μιν στῖφος μέγα κυκλώσωνται,

### book 2.570.1

δὴ τότε οἱ καὶ μόχθος ὑπὸ φρένα δύεται ἤδη·

### book 2.570.2

ἔγνω δ’ αἰπὺν ὄλεθρον ἀπειρεσίοις ἔνι μοῦνος

### book 2.570.3

ἑρχθεὶς δυσμενέεσσι· πόνος δ’ ἀναφαίνεται ἀλκῆς.

### book 2.570.4

αἱ μὲν γὰρ λυσσηδὸν ἀολλέες ἀμφιχυθεῖσαι

### book 2.570.5

δελφῖνος μελέεσσι βίην ἐνέρεισαν ὀδόντων·

### book 2.575.1

πάντῃ δὲ πρίουσι καὶ ἄτροποι ἐμπεφύασι,

### book 2.575.2

πολλαὶ μὲν κεφαλῆς δεδραγμέναι, αἱ δὲ γενείων

### book 2.575.3

γλαυκῶν, αἱ δ’ αὐτῇσιν ἐνὶ πτερύγεσσιν ἔχονται,

### book 2.575.4

πολλαὶ δ’ ἐν λαγόνεσσι γένυν πήξαντο δαφοινήν,

### book 2.575.5

ἄλλαι δ’ ἀκροτάτην οὐρὴν ἕλον, αἱ δ’ ὑπένερθε

### book 2.580.1

νηδύν, αἱ δ’ ἄρ’ ὕπερθεν ὑπὲρ νώτοιο νέμονται,

### book 2.580.2

ἄλλαι δ’ ἐκ λοφιῆς, αἱ δ’ αὐχένος ᾐώρηνται.

### book 2.580.3

αὐτὰρ ὁ παντοίοισι περιπληθὴς καμάτοισι

### book 2.580.4

πόντον ἐπαιγίζει, σφακέλῳ δέ οἱ ἔνδον ὀρεχθεῖ

### book 2.580.5

μαινομένη κραδίη, φλεγέθει δέ οἱ ἦτορ ἀνίῃ,

### book 2.585.1

πάντῃ δὲ θρώσκει καὶ ἑλίσσεται ἄκριτα θύων,

### book 2.585.2

παφλάζων ὀδύνῃσι· κυβιστητῆρι δ’ ἐοικὼς

### book 2.585.3

ἄλλοτε μὲν βαθὺ κῦμα διατρέχει ἠΰτε λαίλαψ,

### book 2.1

ἄλλοτε δ’ ἐς νεάτην φέρεται βρύχα, πολλάκι δ’ ἅλμης

### book 2.2

ἀφρὸν ὑπερθρώσκων ἀναπάλλεται, εἴ ἑ μεθείη

### book 2.590.1

ἐσμὸς ὑπερφιάλων νεπόδων θρασύς· αἱ δ’ ἀλίαστοι

### book 2.590.2

οὔτι βίης μεθιᾶσιν, ὁμῶς δέ οἱ ἐμπεφύασι,

### book 2.590.3

καί οἱ δυομένῳ τε μίαν δύνουσι κέλευθον,

### book 2.590.4

αὖτις δ’ ἀνθρώσκοντι σὺν ἔξαλοι ἀΐσσουσιν

### book 2.590.5

ἑλκόμεναι· φαίης κε νέον τέρας Ἐννοσιγαίῳ

### book 2.595.1

τίκτεσθαι δελφῖσι μεμιγμένον ἠδ’ ἀμίῃσιν·

### book 2.595.2

ὧδε γὰρ ἀργαλέῃ ξυνοχῇ πεπέδηται ὀδόντων.

### book 2.595.3

ὡς δ’ ὅταν ἰητὴρ πολυμήχανος, ἕλκος ἀφύσσων

### book 2.595.4

οἰδαλέον, τῷ πολλὸν ἀνάρσιον ἔνδοθεν αἷμα

### book 2.595.5

ἐντρέφεται, διεράς τε γονάς, κυανόχροα λίμνης

### book 2.1

ἑρπετά, τειρομένοιο κατὰ χροὸς ἐστήριξε,

### book 2.2

δαίνυσθαι μέλαν αἷμα· τὰ δ’ αὐτίκα γυρωθέντα

### book 2.3

κυρτοῦται καὶ λύθρον ἐφέλκεται οὐδ’ ἀνίησιν,

### book 2.4

εἰσόκεν αἱμοβαρῆ ζωρὸν πότον αὖ ἐρύσαντα

### book 2.5

ἐκ χροὸς αὐτοκύλιστα πέσῃ μεθύουσιν ὁμοῖα·

### book 2.605.1

ὣς ἀμίαις οὐ πρόσθε χαλᾷ μένος, εἰσόκε σάρκα

### book 2.605.2

κείνην, ἥν ποτ’ ἔμαρψαν, ὑπὸ στόμα δαιτρεύσωνται.

### book 2.605.3

ἀλλ’ ὅτε μιν προλίπωσιν, ἀναπνεύσῃ δὲ πόνοιο

### book 2.605.4

δελφίς, δὴ τότε λύσσαν ἐσόψεαι ἡγητῆρος

### book 2.605.5

χωομένου· κρυερὴ δ’ ἀμίαις ἀναφαίνεται ἄτη.

### book 2.610.1

αἱ μὲν γὰρ φεύγουσιν, ὁ δ’ ἐξόπιθεν κεραΐζων,

### book 2.610.2

εἰδόμενος πρηστῆρι δυσηχέϊ, πάντ’ ἀμαθύνει,

### book 2.610.3

δάπτων ἐμμενέως, κατὰ δ’ αἵματι πόντον ἐρεύθει

### book 2.1

αἰχμάζων γενύεσσι, παθὼν δ’ ἀπετίσατο λώβην.

### book 2.2

ὧδε καὶ ἐν ξυλόχοισιν ἔχει φάτις ἀγρευτήρων

### book 2.615.1

θῶας ὑπερφιάλους ἔλαφον πέρι ποιπνύεσθαι

### book 2.615.2

ἀγρομένους· οἱ μὲν γὰρ ἐπαΐγδην γενύεσσι

### book 2.615.3

σάρκας ἀφαρπάζουσι καὶ ἀρτιχύτοιο φόνοιο

### book 2.615.4

θερμὸν ἔαρ λάπτουσιν· ὁ δ’ αἱμάσσων ὀδύνῃσι,

### book 2.615.5

βεβρυχὼς ὀλοῇσι περίπλεος ὠτειλῇσιν,

### book 2.620.1

ἄλλοτ’ ἐπ’ ἀλλοίων ὀρέων διαπάλλεται ἄκρας·

### book 2.620.2

οἱ δέ μιν οὐ λείπουσιν, ἀεὶ δέ οἱ ἐγγὺς ἕπονται

### book 2.620.3

ὠμησταί, ζωὸν δὲ διαρταμέοντες ὀδοῦσι

### book 2.620.4

ῥινὸν ἀποσχίζουσι, πάρος θανάτοιο κυρῆσαι,

### book 2.620.5

δαῖτα κελαινοτάτην τε καὶ ἀλγίστην πονέοντες.

### book 2.625.1

ἀλλ’ ἤ τοι θῶες μὲν ἀναιδέες οὔτιν’ ἔτισαν

### book 2.625.2

ποινήν, ἐκ δ’ ἐγέλασσαν ἐπὶ φθιμένοις ἐλάφοισιν,

### book 2.625.3

θαρσαλέαι δ’ ἀμίαι τάχα κύντερα δηρίσαντο.

### book 2.625.4

Δελφίνων κἀκεῖνο πανέξοχον ἔργον ἀκούων

### book 2.625.5

ἠγασάμην· τοῖς εὖτ’ ἂν ὀλέθριος ἐγγὺς ἵκηται

### book 2.630.1

νοῦσος ἀταρτηρή, τοὺς δ’ οὐ λάθεν, ἀλλ’ ἐδάησαν

### book 2.630.2

τέρμα βίου· πέλαγος δὲ καὶ εὐρέα βένθεα λίμνης

### book 2.630.3

φεύγοντες κούφοισιν ἐπ’ αἰγιαλοῖσιν ἔκελσαν·

### book 2.630.4

ἔνθα δ’ ἀποπνείουσι καὶ ἐν χθονὶ μοῖραν ἕλοντο,

### book 2.630.5

ὄφρα τις ἢ μερόπων ἱερὸν τρόχιν Ἐννοσιγαίου

### book 2.635.1

κείμενον αἰδέσσαιτο χυτῇ τ’ ἐπὶ θινὶ καλύψαι,

### book 2.635.2

μνησάμενος φιλότητος ἐνηέος, ἠὲ καὶ αὐτὴ

### book 2.635.3

βρασσομένη ψαμάθοισι δέμας κρύψειε θάλασσα,

### book 2.635.4

μηδέ τις εἰναλίων ἐσίδοι νέκυν ἡγητῆρα,

### book 2.635.5

μηδέ τις οἰχομένῳ περ ἐνὶ χροῒ λωβήσαιτο

### book 2.640

δυσμενέων· ἀρετὴ δὲ καὶ ὀλλυμένοισιν ὀπηδεῖ

### book 2.1

καὶ κράτος, οὐδ’ ᾔσχυναν ἑὸν κλέος οὐδὲ θανόντες.

### book 2.2

Κεστρέα δ’ ἐν πάντεσσιν ἁλὸς νεπόδεσσιν ἀκούω

### book 2.3

φέρβειν πρηΰτατόν τε δικαιότατόν τε νόημα·

### book 2.4

μοῦνοι γὰρ κεστρῆες ἐνηέες οὔθ’ ὁμόφυλον

### book 2.645.1

οὔτέ τιν’ ἀλλοίης γενεῆς ἄπο πημαίνουσιν·

### book 2.645.2

οὐδέ ποτε ψαύουσιν ὑπὸ στόμα σαρκὸς ἐδωδῆς,

### book 2.645.3

οὐδὲ φόνου λάπτουσιν, ἀπημοσύνῃ δὲ νέμονται,

### book 2.645.4

αἵματος ἄχραντοι καὶ ἀκηδέες, ἁγνὰ γένεθλα·

### book 2.645.5

φέρβονται δ’ ἢ χλωρὸν ἁλὸς μνίον ἠὲ καὶ αὐτὴν

### book 2.1

ἰλύν, ἀλλήλων τε δέμας περιλιχμάζουσι.

### book 2.2

τοὔνεκα καί τιν’ ἔχουσι μετ’ ἰχθύσι τίμιον αἰδῶ·

### book 2.3

οὐ γάρ τις κείνων νεαρὸν τόκον οἷα καὶ ἄλλων

### book 2.4

σίνεται, ὠμοφάγων δὲ βίην ἀπέχουσιν ὀδόντων.

### book 2.5

ὣς αἰεὶ μετὰ πᾶσι Δίκης πρεσβήϊα κεῖται

### book 2.655.1

αἰδοίης, πάντῃ δὲ γεράσμιον ἤρατο τιμήν.

### book 2.655.2

οἱ δ’ ἄλλοι μάλα πάντες ὀλέθριοι ἀλλήλοισιν

### book 2.655.3

ἔρχονται· τὸ καὶ οὔποτ’ ἐσόψεαι ὑπνώοντας

### book 2.655.4

ἔλλοπας, ἀλλ’ ἄρα τοῖσι καὶ ὄμματα καὶ νόος αἰὲν

### book 2.655.5

ἐγρήσσει πανάϋπνος· ἐπεὶ τρομέουσι μὲν αἰεὶ

### book 2.660.1

φέρτερον ἀντιόωντα, χερειότερον δ’ ὀλέκουσι.

### book 2.660.2

μοῦνον δ’ οὔποτε φασὶν ἀνὰ κνέφας ἀσπαλιῆες

### book 2.660.3

εἰς ἄγρην πεσέειν ἁπαλὸν σκάρον, ἀλλά που ὕπνον

### book 2.660.4

ἐννύχιον κοίλοισιν ὑπὸ κευθμῶσιν ἰαύειν.

### book 2.660.5

Οὐ μέντοι τό γε θαῦμα Δίκην ἀπάτερθε θαλάσσης

### book 2.665.1

ναιετάειν· οὐ γάρ τι πάλαι πρέσβειρα θεάων

### book 2.665.2

οὐδὲ μετὰ θνητοῖσιν ἔχε θρόνον, ἀλλὰ κυδοιμοὶ

### book 2.665.3

δυσκέλαδοι καὶ θοῦρος Ἄρευς φθισήνορος ἄτη

### book 2.665.4

μαῖά τ’ ἐρικλαύστων πολέμων Ἔρις ἀλγεσίδωρος

### book 2.665.5

ἔφλεγον ἡμερίων δειλὸν γένος· οὐδέ τι θηρῶν

### book 2.670.1

κεκριμένοι πολέες μερόπων ἔσαν, ἀλλὰ λεόντων

### book 2.670.2

αἰνότεροι πύργους τ’ εὐτείχεας ἠδὲ μέλαθρα

### book 2.670.3

νηούς τ’ ἀθανάτων εὐώδεας αἵματι φωτῶν

### book 2.670.4

καπνῷ τ’ αἰθαλόεντι κατείνυον Ἡφαίστοιο,

### book 2.670.5

εἰσόκε ῥαιομένην γενεὴν ᾤκτειρε Κρονίων,

### book 2.675.1

ὑμῖν δ’ Αἰνεάδῃσιν ἐπέτραπε γαῖαν ἀνάψας.

### book 2.675.2

ἀλλ’ ἔτι καὶ προτέροισιν ἐν Αὐσονίων βασιλεῦσι

### book 2.675.3

θῦνεν Ἄρης, Κελτούς τε καὶ αὐχήεντας Ἴβηρας

### book 2.675.4

θωρήσσων Λιβύης τε πολὺν πόρον ἔργα τε Ῥήνου

### book 2.675.5

Ἴστρον τ’ Εὐφρήτην τε· τί μοι τάδε δούρατος ἔργα

### book 2.680.1

μεμνῆσθαι; νῦν γάρ σε, Δίκη θρέπτειρα πολήων,

### book 2.680.2

γινώσκω μερόπεσσι συνέστιον ἠδὲ σύνοικον,

### book 2.1

ἐξ οὗ μοι κραίνουσι μέγαν θρόνον ἐμβεβαῶτες

### book 2.2

ἄμφω θεσπέσιός τε πατὴρ καὶ φαίδιμος ὄρπηξ·

### book 2.3

ἐκ τῶν μοι γλυκὺς ὅρμος ἀνακτορίης πεπέτασται.

### book 2.685.1

τούς μοι καὶ ῥύοισθε καὶ ἔμπεδον ἰθύνοιτε

### book 2.685.2

πολλαῖς ἐν δεκάδεσσιν ἑλισσομένων ἐνιαυτῶν,

### book 2.685.3

Ζεῦ τε καὶ Οὐρανίδαι, Ζηνὸς χορός, εἴ τις ἀμοιβὴ

### book 2

εὐσεβίης· σκήπτρῳ δὲ τελεσφόρον ὄλβον ἄγοιτε.

### book 3.1

Νῦν δ’ ἄγε μοι, σκηπτοῦχε, παναίολα δήνεα τέχνης

### book 3.2

ἰχθυβόλου φράζοιο καὶ ἀγρευτῆρας ἀέθλους,

### book 3.3

θεσμόν τ’ εἰνάλιον ξυμβάλλεο, τέρπεο δ’ οἴμῃ

### book 3.4

ἡμετέρῃ· σοῖς μὲν γὰρ ὑπὸ σκήπτροισι θάλασσα

### book 3.5.1

εἰλεῖται καὶ φῦλα Ποσειδάωνος ἐναύλων,

### book 3.5.2

ἔργα δέ τοι ξύμπαντα μετ’ ἀνδράσι πορσύνονται,

### book 3.5.3

σοὶ δ’ ἐμὲ τερπωλήν τε καὶ ὑμνητῆρ’ ἀνέηκαν

### book 3.5.4

δαίμονες ἐν Κιλίκεσσιν ὑφ’ Ἑρμαίοις ἀδύτοισι.

### book 3.5.5

Ἑρμεία, σὺ δέ μοι πατρώϊε, φέρτατε παίδων

### book 3.10.1

Αἰγιόχου, κέρδιστον ἐν ἀθανάτοισι νόημα,

### book 3.10.2

φαῖνέ τε καὶ σήμαινε καὶ ἄρχεο, νύσσαν ἀοιδῆς

### book 3.10.3

ἰθύνων· βουλὰς δὲ περισσονόων ἁλιήων

### book 3.10.4

αὐτός, ἄναξ, πρώτιστος ἐμήσαο καὶ τέλος ἄγρης

### book 3.10.5

παντοίης ἀνέφηνας, ἐπ’ ἰχθύσι κῆρας ὑφαίνων.

### book 3.15

Πανὶ δὲ Κωρυκίῳ βυθίην παρακάτθεο τέχνην,

### book 3.1

παιδὶ τεῷ, τὸν φασὶ Διὸς ῥυτῆρα γενέσθαι,

### book 3.2

Ζηνὸς μὲν ῥυτῆρα, Τυφαόνιον δ’ ὀλετῆρα.

### book 3.3

κεῖνος γὰρ δείπνοισιν ἐπ’ ἰχθυβόλοισι δολώσας

### book 3.4

σμερδαλέον Τυφῶνα παρήπαφεν, ἔκ τε βερέθρου

### book 3.20.1

δύμεναι εὐρωποῖο καὶ εἰς ἁλὸς ἐλθέμεν ἀκτήν·

### book 3.20.2

ἔνθα μιν ὀξεῖαι στεροπαὶ ῥιπαί τε κεραυνῶν

### book 3.20.3

ζαφλεγέες πρήνιξαν· ὁ δ’ αἰθόμενος πυρὸς ὄμβροις

### book 3.20.4

κρᾶθ’ ἑκατὸν πέτρῃσι περιστυφελίζετο πάντῃ

### book 3.20.5

ξαινόμενος· ξανθαὶ δὲ παρ’ ἠϊόνεσσιν ἔτ’ ὄχθαι

### book 3.25.1

λύθρῳ ἐρευθιόωσι Τυφαονίων ἀλαλητῶν.

### book 3.25.2

Ἑρμεία κλυτόβουλε, σὲ δ’ ἔξοχον ἱλάσκονται

### book 3.25.3

ἰχθυβόλοι· τῷ καί σε σὺν ἀγροίοισιν ἀΰσας

### book 3.25.4

δαίμοσιν εὐθήροιο μετὰ κλέος ἔρχομαι οἴμης.

### book 3.25.5

Πρῶτα μὲν ἀσπαλιῆϊ δέμας καὶ γυῖα παρείη

### book 3.30.1

ἀμφότερον καὶ κραιπνὰ καὶ ἄλκιμα, μήτε τι λίην

### book 3.30.2

πίονα μήτε τι σαρκὶ λελειμμένα· δὴ γὰρ ἀνάγκη

### book 3.30.3

πολλάκι μιν κρατεροῖσιν ἀνελκομένοισι μάχεσθαι

### book 3.30.4

ἰχθύσιν, οἷς ὑπέροπλον ἔνι σθένος, εἰσόκεν ἅλμης

### book 3.30.5

μητρὸς ἐν ἀγκοίνῃσιν ἑλισσόμενοι δονέονται.

### book 3.35.1

χρειὼ δ’ ἐκ πέτρης τε θορεῖν πέτρην τ’ ἀνοροῦσαι

### book 3.35.2

ῥηϊδίως· χρειὼ δὲ πόνου βυθίοιο ταθέντος

### book 3.35.3

ῥίμφα διϊχνεῦσαι δολιχὸν πόρον ἔς τε βάθιστα

### book 3.35.4

δῦναι καὶ μίμνοντα μετ’ οἴδμασιν ὡς ἐπὶ γαίης

### book 3.35.5

δηθύνειν ἔργοισι πονεύμενον, οἷς ἐνὶ πόντῳ

### book 3.40.1

ἄνδρες ἀεθλεύουσι ταλάφρονα θυμὸν ἔχοντες.

### book 3.40.2

ψυχὴν δ’ ἀσπαλιεὺς πολυπαίπαλος ἠδὲ νοήμων

### book 3.40.3

εἴη· ἐπεὶ μάλα πολλὰ καὶ αἰόλα μηχανόωνται

### book 3.40.4

ἰχθύες ἐγκύρσαντες ἀνωΐστοισι δόλοισι.

### book 3.40.5

τολμήεις δὲ μάλιστα καὶ ἄτρομος ἠδὲ σαόφρων

### book 3.45.1

εἴη, μηδ’ ὕπνου φιλέοι κόρον· ὀξὺ δὲ λεύσσοι

### book 3.45.2

ἐγρήσσων κραδίῃ τε καὶ ὄμμασι πεπταμένοισιν.

### book 3.45.3

εὖ δὲ φέροι καὶ χεῖμα Διὸς καὶ δίψιον ὥρην

### book 3.45.4

Σειρίου· ἱμείροι δὲ πόνων, ἐράοι δὲ θαλάσσης·

### book 3.45.5

ὧδε γὰρ εὐάγρης τε καὶ Ἑρμείᾳ φίλος εἴη.

### book 3.1

Θήρη δ’ ἑσπερίη μὲν ὀπωρινῇσιν ἐν ὥραις

### book 3.2

καρτίστη τελέθει καὶ ἑωσφόρος εὖτ’ ἀνατέλλῃ·

### book 3.3

χείματι δ’ ἠελίοιο βολαῖς ἅμα κιδναμένῃσι

### book 3.4

στέλλεσθαι· πᾶν δ’ ἦμαρ ἐν εἴαρι τηλεθόωντι

### book 3.5

ἄγραις παντοίῃσιν ὀφέλλεται, ἦμος ἅπαντες

### book 3.55.1

ἔλλοπες ἠϊόνεσσιν ἐφέστιοι ἐγγύθι γαίης

### book 3.55.2

ἕλκονται τοκετῶν τε μόγῳ δίψῃ τ’ Ἀφροδίτης.

### book 3.55.3

αἰεὶ δ’ εἰς ἄνεμον παπταινέμεν, ὅς κεν ἄῃσιν

### book 3.55.4

ἤπιος, εὐδιόων, μαλακὴν ἅλα κοῦφα κυλίνδων·

### book 3.55.5

λάβρους γὰρ τρομέουσι καὶ ἐχθαίρουσιν ἀήτας

### book 3.60.1

ἰχθύες, οὐδ’ ἐθέλουσιν ὑπεὶρ ἅλα δινεύεσθαι·

### book 3.60.2

εὐκραεῖ δ’ ἀνέμῳ περιδέξιος ἵσταται ἄγρη.

### book 3.60.3

πάντες δὲ πνοιῇσιν ἐναντία καὶ ῥοθίοισι

### book 3.60.4

πλῶτες ἁλὸς θύνουσιν, ἐπεὶ σφίσιν ὧδε κέλευθος

### book 3.60.5

ῥηϊτέρη στείχουσιν ἐπ’ ᾐόνας, οὐδ’ ὑπ’ ἀνάγκης

### book 3.65.1

ἐξόπιθε ῥιπῇσιν ἐλαυνόμενοι μογέουσιν.

### book 3.65.2

ἀλλ’ ἁλιεὺς στέλλοιτο λίνον πνοιῇσι πετάσσας

### book 3.65.3

οὔριον, ἐς Βορέην μέν, ἐπὴν Νότος ὑγρὸς ἄῃσιν·

### book 3.65.4

ἐς Νοτίην δὲ θάλασσαν ἐπειγομένου Βορέαο·

### book 3.65.5

Εὔρου δ’ ἱσταμένοιο ποτὶ Ζεφύροιο κέλευθα·

### book 3.70.1

πρὸς δ’ Εὖρον Ζέφυρος φορέοι σκάφος· ὧδε γὰρ ἑσμοὶ

### book 3.70.2

ἄσπετοι ἀντήσουσι καὶ εὔβολος ἔσσεται ἄγρη.

### book 3.70.3

Τέτραχα δ’ εἰναλίης θήρης νόμον ἐφράσσαντο

### book 3.70.4

ἰχθυβόλοι· καὶ τοὶ μὲν ἐπ’ ἀγκίστροισι γάνυνται,

### book 3.70.5

τῶν δ’ οἱ μὲν δονάκεσσιν ἀναψάμενοι δολιχοῖσιν

### book 3.75.1

ὁρμιὴν ἵππειον ἐΰπλοκον ἀγρώσσουσιν·

### book 3.75.2

οἱ δ’ αὔτως θώμιγγα λινόστροφον ἐκ παλαμάων

### book 3.75.3

δησάμενοι πέμπουσιν· ὁ δ’ ἢ καθέτοισι γέγηθεν

### book 3.75.4

ἢ πολυαγκίστροισιν ἀγάλλεται ὁρμιῇσι.

### book 3.75.5

δίκτυα δ’ αὖτ’ ἄλλοισι μέλει πλέον ἐντύνεσθαι·

### book 3.80.1

τῶν τὰ μὲν ἀμφίβληστρα, τὰ δὲ γρῖφοι καλέονται,

### book 3.80.2

γάγγαμά τ’ ἠδ’ ὑποχαὶ περιηγέες ἠδὲ σαγῆναι·

### book 3.1

ἄλλα δὲ κικλήσκουσι καλύμματα, σὺν δὲ σαγήναις

### book 3.2

πέζας καὶ σφαιρῶνας ὁμοῦ σκολιόν τε πάναγρον·

### book 3.3

μυρία δ’ αἰόλα τοῖα δολορραφέων λίνα κόλπων.

### book 3.85.1

ἄλλοι δ’ αὖ κύρτοισιν ἐπὶ φρένα μᾶλλον ἔχουσι,

### book 3.85.2

κύρτοις, οἳ κνώσσοντας ἑοὺς ηὔφρηναν ἄνακτας

### book 3.85.3

εὐκήλους· βαιῷ δὲ πόνῳ μέγα κέρδος ὀπηδεῖ.

### book 3.85.4

ἄλλοι δ’ οὐτάζουσι τανυγλώχινι τριαίνῃ

### book 3.85.5

ἔλλοπας ἐκ χέρσου τε καὶ ἐκ νεός, ὡς ἐθέλουσι.

### book 3.90.1

τῶν πάντων καὶ μέτρον ὅσον καὶ κόσμον ἑκάστου

### book 3.90.2

ἀτρεκέως ἴσασιν, ὅσοι τάδε τεκταίνονται.

### book 3.90.3

Ἰχθύσι δ’ οὐκ ἄρα μοῦνον ἐπ’ ἀλλήλοισι νόημα

### book 3.90.4

πυκνὸν ἔην καὶ μῆτις ἐπίκλοπος, ἀλλὰ καὶ αὐτοὺς

### book 3.90.5

πολλάκις ἐξεπάφησαν ἐπίφρονας ἀγρευτῆρας

### book 3.95.1

καὶ φύγον ἀγκίστρων τε βίας λαγόνας τε πανάγρων,

### book 3.95.2

ἤδη ἐνισχόμενοι, παρὰ δὲ φρένας ἔδραμον ἀνδρῶν,

### book 3.95.3

βουλῇ νικήσαντες, ἄχος δ’ ἁλιεῦσι γένοντο.

### book 3.95.4

Κεστρεὺς μὲν πλεκτῇσιν ἐν ἀγκοίνῃσι λίνοιο

### book 3.95.5

ἑλκόμενος δόλον οὔτι περίδρομον ἠγνοίησεν,

### book 3.1

ὕψι δ’ ἀναθρώσκει, λελιημένος ὕδατος ἄκρου,

### book 3.2

ὀρθὸς ἄνω σπεύδων ὅσσον σθένος ἅλματι κούφῳ

### book 3.3

ὁρμῆσαι, βουλῆς δὲ σαόφρονος οὐκ ἐμάτησε·

### book 3.1

πολλάκι γὰρ ῥιπῇσι καὶ ὕστατα πείσματα φελλῶν

### book 3.2

ῥηϊδίως ὑπερᾶλτο καὶ ἐξήλυξε μόροιο.

### book 3.105.1

ἢν δ’ ὅ γ’ ἀνορμηθεὶς πρῶτον στόλον αὖτις ὀλίσθῃ

### book 3.105.2

ἐς βρόχον, οὐκέτ’ ἔπειτα βιάζεται οὐδ’ ἀνορούει

### book 3.105.3

ἀχνύμενος, πείρῃ δὲ μαθὼν ἀποπαύεται ὁρμῆς.

### book 3.105.4

ὡς δ’ ὅτε τις νούσῳ πολυκηδέϊ δηρὸν ἀλύων

### book 3.105.5

πρῶτα μὲν ἱμείρων τε καὶ ἱέμενος βιότοιο

### book 3.110.1

πάντα μάλ’ ἰητῆρσιν ἐφέσπεται, ὅσσα κέλονται

### book 3.110.2

ῥέζων· ἀλλ’ ὅτε κῆρες ἐπικρατέωσιν ἄφυκτοι

### book 3.110.3

Ἄϊδος, οὐκέτ’ ἔπειτα μέλει βίου, ἀλλὰ τανυσθεὶς

### book 3.110.4

κεῖται ἐπιτρέψας θανάτῳ κεκαφηότα γυῖα,

### book 3.110.5

ἤδη λοίσθιον ἦμαρ ὁρώμενος ἐγγύθι πότμου·

### book 3.115.1

ὣς ἄρα καὶ κεστρεὺς ἐδάη τέλος οἷον ἱκάνει,

### book 3.115.2

κεῖται δὲ προπεσών, μίμνων μόρον ἀγρευτῆρος.

### book 3.115.3

Μύραιναι δ’ ὅτε κέν ποτ’ ἐνιπλήξωσι λίνοισι,

### book 3.115.4

διζόμεναι βρόχον εὐρὺν ἐν ἕρκεϊ δινεύονται,

### book 3.115.5

τοῦ δὲ διαΐγδην ὀφίων νόμον ὁρμηθεῖσαι

### book 3.120.1

πᾶσαι ὀλισθηροῖσι διεξέπεσον μελέεσσι.

### book 3.120.2

Λάβραξ δὲ πτερύγεσσι διὰ ψαμάθοιο λαχήνας

### book 3.120.3

βόθρον ὅσον δέξασθαι ἑὸν δέμας ἠΰτ’ ἐς εὐνὴν

### book 3.120.4

ἐκλίνθη· καὶ τοὶ μὲν ἐπ’ ἠϊόνας κατάγουσι

### book 3.120.5

δίκτυον ἀσπαλιῆες, ὁ δ’ ἰλύϊ κείμενος αὔτως

### book 3.125.1

ἀσπασίως ἤλυξε καὶ ἔκφυγεν ἄρκυν ὀλέθρου.

### book 3.125.2

Τοῖα δὲ τεχνάζει καὶ μορμύρος· εὖτ’ ἂν ἐς ἄγρην

### book 3.125.3

φράσσηται προπεσών, ὁ δὲ δύεται ἐν ψαμάθοισι.

### book 3.125.4

Λάβραξ δ’ ἀγκίστροιο τυπεὶς εὐκαμπέος αἰχμῇ

### book 3.125.5

ὑψός’ ἀναθρώσκων κεφαλὴν ἀζηχὲς ἐρείδει

### book 3.130.1

αὐτῇ ἐν ὁρμιῇ βεβιημένος, ὄφρα οἱ ἕλκος

### book 3.130.2

εὐρύτερόν τε γένοιτο καὶ ἐκφυγέῃσιν ὄλεθρον.

### book 3.130.3

Τοῖα καὶ ὄρκυνοι μεγακήτεες ἐφράσσαντο·

### book 3.130.4

εὖτε γὰρ ἁρπάξωσι γένυν γναμπτοῖο δόλοιο,

### book 3.130.5

ῥίμφα τιταινόμενοι νεάτην ὑπὸ βύσσαν ἵενται,

### book 3.135.1

χεῖρα βιαζόμενοι θηρήτορος· ἢν δ’ ἀνύσωσιν

### book 3.135.2

ἐς πέδον, αὐτίκ’ ἔπειτα κάρη θείνοντες ἐς οὖδας

### book 3.135.3

ὠτειλὴν ἔρρηξαν, ἀποπτύουσι δ’ ἀκωκήν.

### book 3.135.4

Ἀλλ’ ὁπόταν καθέτοισι πελώριοι ἀμφιχάνωσιν

### book 3.135.5

ἰχθύες, οἷα βοῶν τε πέλει προβάτων τε γένεθλα

### book 3.140.1

ἢ βατὶς ἢ καὶ ὄνων νωθρὸν γένος, οὐκ ἐθέλουσιν

### book 3.140.2

ἕσπεσθαι, ψαμάθοισι δ’ ἐπὶ πλατὺ σῶμα βαλόντες

### book 3.140.3

ἀθρόοι ἐμβαρύθουσι, μόγον θ’ ἁλιεῦσιν ἔθηκαν.

### book 3.1

πολλάκι δ’ ἐξώλισθον ἀπ’ ἀγκίστροιο λυθέντες.

### book 3.2

Λαιψηραὶ δ’ ἀμίαι καὶ ἀλώπεκες εὖτ’ ἂν ἔχωνται,

### book 3.145.1

εὐθὺς ἄνω σπεύδουσιν ὑποφθαδόν, αἶψα δὲ μέσσην

### book 3.145.2

ὁρμιὴν ὑπ’ ὀδοῦσι διέτμαγον ἠὲ καὶ ἄκρας

### book 3.145.3

χαίτας· τοὔνεκα τῇσιν ἐχαλκεύσανθ’ ἁλιῆες

### book 3.145.4

καυλὸν ἐπ’ ἀγκίστρῳ δολιχώτερον, ἄρκος ὀδόντων.

### book 3.145.5

Ναὶ μὴν καὶ νάρκη σφέτερον νόον οὐκ ἀπολείπει

### book 3.1

πληγῇ ἀνιάζουσα· τιταινομένη δ’ ὀδύνῃσιν

### book 3.2

ὁρμιῇ λαγόνας προσπτύσσεται· αἶψα δὲ χαίτης

### book 3.3

ἱππείης δόνακός τε διέδραμεν ἔς θ’ ἁλιῆος

### book 3.4

δεξιτερὴν ἔσκηψε φερώνυμον ἰχθύος ἄλγος·

### book 3.5

πολλάκι δ’ ἐκ παλάμης κάλαμος φύγεν ὅπλα τε

### book 3.154

θήρης.

### book 3.155.1

τοῖος γὰρ κρύσταλλος ἐνίζεται αὐτίκα χειρί.

### book 3.155.2

Σηπίαι αὖ τοίῃσι δολοφροσύνῃσι μέλονται.

### book 3.155.3

ἔστι τις ἐν μήκωσι θολὸς κείνῃσι πεπηγὼς

### book 3.155.4

κυάνεος, πίσσης δνοφερώτερος, ἀχλύος ὑγρῆς

### book 3.155.5

φάρμακον ἀπροτίοπτον, ὅ τε σφίσιν ἄλκαρ ὀλέθρου

### book 3.160.1

ἐντρέφεται· τὰς δ’ εὖτ’ ἂν ἕλῃ φόβος, αὐτίκα κείνου

### book 3.160.2

ὀρφναίας ῥαθάμιγγας ἀνήμεσαν, ἀμφὶ δὲ πόντου

### book 3.160.3

πάντα πέριξ ἐμίηνε καὶ ἠμάλδυνε κέλευθα

### book 3.160.4

ἰχὼρ ἀχλυόεις, ἀνὰ δ’ ἔτραπε πᾶσαν ὀπωπήν·

### book 3.160.5

αἱ δὲ διὰ θολόεντος ἄφαρ φεύγουσι πόροιο

### book 3.165.1

ῥηϊδίως καὶ φῶτα καὶ εἴ ποθι φέρτερον ἰχθύν.

### book 3.165.2

Ταῖς δ’ ἴσα τεχνάζουσι καὶ ἠερόφοιτα γένεθλα

### book 3.165.3

τευθίδος· οὐ δ’ ἄρα τῇσι μέλας θολὸς ἀλλ’ ὑπερευθὴς

### book 3.165.4

ἐντρέφεται, μῆτιν δὲ πανείκελον ἐντύνονται.

### book 3.165.5

Τοίοις μὲν φρονέουσι νοήμασιν· ἀλλὰ καὶ ἔμπης

### book 3.170.1

ὄλλυνται πυκινῇσιν ἐπιφροσύναις ἁλιήων.

### book 3.170.2

τοὺς μὲν δὴ πελάγεσσιν ἐν ἠλιβάτοισι θέοντας

### book 3.170.3

ῥηϊδίως ἐρύουσιν· ἐπεὶ σφίσιν οὔτι νόημα

### book 3.170.4

ποικίλον· ἤδη γάρ τις ἐπέσπασε καὶ κρομύοισι

### book 3.170.5

γυμνοῖς τ’ ἀγκίστροισιν ἑλὼν πελαγοστρόφον ἰχθύν.

### book 3.175

ὅσσοι δ’ αὖ γαίης ἁλιερκέος ἄγχι νέμονται,

### book 3.1

τοῖσι μὲν ὀξύτερος πέλεται νόος, ἀλλὰ καὶ αὐτῶν

### book 3.2

βαιοὶ μὲν καρῖσιν ἀφαυροτέραις ἐρύονται,

### book 3.3

πουλυπόδων θυσάνοις ἢ καρκίνῳ ἀμφιχανόντες

### book 3.4

καρκινάσιν τ’ ὀλίγῃσι καὶ εἰ κρέας ἁλμυρὸν ἅπτοις

### book 3.180.1

πετραίαις θ’ ἑλμῖσι καὶ ὅττι τοι ἄγχι παρείη

### book 3.180.2

ἰχθυόεν· βαιοὺς δ’ ἐπὶ μείζοσιν ὁπλίζοιο·

### book 3.180.3

δείπνοις γὰρ γελόωντες ἐπισπεύδουσιν ὄλεθρον·

### book 3.180.4

ἦ γὰρ ἀεὶ πλωτῶν σιφλὸν γένος ὑγρὰ θεόντων.

### book 3.180.5

θύννον μὲν κορακῖνος ἄγει, λάβρακα δὲ καρὶς

### book 3.185.1

πιαλέη, χάννος δὲ φίλον φάγροισι δέλετρον

### book 3.185.2

καὶ βῶκες συνόδοντι καὶ ἱππούροισιν ἴουλοι·

### book 3.185.3

τρίγλη δ’ ὀρφὸν ἔπεφνε καὶ ἔσπασε κιρρίδα πέρκη,

### book 3.185.4

μαινίδι δὲ χρύσοφρυς ἀνέλκεται· αὐτὰρ ἀνιγραὶ

### book 3.185.5

μύραιναι μετὰ σάρκας ἐπειγόμεναι φορέονται

### book 3.190.1

πουλυπόδων· ὅσσοι δὲ δέμας περίμετρον ἔχουσι,

### book 3.190.2

θύννῳ μὲν κάλλιχθυς ἰαίνεται, αὐτὰρ ὀνίσκοις

### book 3.190.3

ὄρκυνος, λάβρακα δ’ ἐπ’ ἀνθίῃ ὁπλίζοιο,

### book 3.1

ἵππουρον ξιφίῃ, γλαύκῳ δ’ ἔπι κεστρέα πείροις·

### book 3.2

ἄλλῳ δ’ ἀλλοίην γενεὴν ἐπιτεχνάζοιο,

### book 3.195.1

κρέσσονι χειροτέρην· ἐπεὶ ἦ μάλα πάντες ἔασιν

### book 3.195.2

ἀλλήλοις φορβή τε φίλη καὶ λίχνος ὄλεθρος.

### book 3.195.3

ὣς οὐδὲν λιμοῖο κακώτερον οὐδὲ βαρείης

### book 3.195.4

γαστέρος, ἣ κρατέει μὲν ἐν ἀνθρώποισιν ἀπηνὴς

### book 3.195.5

καὶ χαλεπὴ δέσποινα συνέστιος, οὔποτε δασμῶν

### book 3.1

ληθομένη, πολλοὺς δὲ παρασφήλασα νόοιο

### book 3.2

εἰς ἄτην ἐνέηκε καὶ αἴσχεσιν ἐγκατέδησε·

### book 3.3

γαστὴρ δὲ θήρεσσι καὶ ἑρπυστῆρσιν ἀνάσσει

### book 3.4

ἠερίῃς τ’ ἀγέλῃσι, τὸ δὲ πλέον ἐν νεπόδεσσι

### book 3.5

κάρτος ἔχει· κείνοις γὰρ ἀεὶ μόρος ἔπλετο γαστήρ.

### book 3.205.1

Ἀνθιέων δὲ πρῶτα περίφρονα πεύθεο θήρην,

### book 3.205.2

οἵην ἡμετέρης ἐρικυδέος ἐντύνονται

### book 3.205.3

πάτρης ἐνναετῆρες ὑπὲρ Σαρπηδόνος ἀκτῆς

### book 3.205.4

ὅσσοι θ’ Ἑρμείαο πόλιν, ναυσίκλυτον ἄστυ

### book 3.205.5

Κωρύκιον, ναίουσι καὶ ἀμφιρύτην Ἐλεοῦσαν.

### book 3.210.1

πέτρας μὲν κείνας τεκμαίρεται ἐγγύθι γαίης

### book 3.210.2

ἴδρις ἀνήρ, οἵῃσιν ὑπ’ ἀνθίαι αὐλίζονται,

### book 3.210.3

ἀντροφυεῖς, κευθμῶσι διαρρῶγας θαμέεσσι·

### book 3.210.4

δουρὶ δ’ ἀναπλώσας πινάκων ἐριηχέα τεύχει

### book 3.210.5

δοῦπον ἐπικροτέων· πατάγῳ τ’ ἐπιτέρπεται ἦτορ

### book 3.215.1

ἀνθιέων· καί πού τις ἀνέδραμεν αὐτίκα λίμνης,

### book 3.215.2

παπταίνων ἄκατόν τε καὶ ἀνέρα· τῷ δ’ ἄρ’ ἑτοίμας

### book 3.1

πέρκας εὐθὺς ἵησιν ἐν οἴδμασιν ἢ κορακίνους

### book 3.2

ἀσπαλιεύς, πρώτης ὀρέγων ξεινήϊα φορβῆς.

### book 3.3

αὐτὰρ ὅ γ’ ἁρπάγδην κεχαρημένος εἰλαπινάζει

### book 3.220.1

δαῖτα φίλην σαίνει τε δολόφρονα θηρητῆρα.

### book 3.220.2

ὡς δὲ φιλοξείνοιο μετ’ ἀνέρος οἰκία κέλσῃ

### book 3.220.3

κλεινὸς ἀνὴρ ἢ χειρὸς ἐν ἔργμασιν ἠὲ νόοιο,

### book 3.220.4

ἀσπασίως δ’ ὅ μιν εἶδεν ἐφέστιον, εὖ δέ ἑ δώροις

### book 3.220.5

εὖ τέ μιν εἰλαπίναις τε φιλοφροσύναις τ’ ἀγαπάζει

### book 3.225.1

παντοίαις· ἄμφω δὲ γεγηθότες ἀμφὶ τραπέζῃ

### book 3.225.2

τέρπονται κρητῆρος ἀμοιβαίοις δεπάεσσιν·

### book 3.225.3

ὣς ὁ μὲν ἀσπαλιεὺς κεχαρημένος ἐλπωρῇσι

### book 3.225.4

μειδιάᾳ, δείπνοις δὲ νέοις ἐπιτέρπεται ἰχθύς.

### book 3.225.5

ἔνθεν ἔπειθ’ ὁ μὲν αἰὲν ἐπημάτιος ποτὶ πέτρην

### book 3.230.1

στέλλεται, οὐδ’ ἀνίησιν ἑὸν πόνον οὐδ’ ἀπολείπει

### book 3.230.2

δαῖτα φέρων· οἱ δ’ αὐτίκ’ ἀολλέες ἀμφαγέρονται

### book 3.230.3

δαιτυμόνες κατὰ χῶρον, ἅτε κλητῆρος ἄγοντος.

### book 3.230.4

αἰεὶ δὲ πλεόνεσσιν ἑτοιμοτέροις τε παρίσχει

### book 3.230.5

φορβὴν ἁρπαλέην· οὐδέ σφισιν ἄλλα κέλευθα

### book 3.235.1

οὐδ’ ἄλλοι κευθμῶνες ἐνὶ φρεσίν, ἀλλὰ μένοντες

### book 3.235.2

αὐτοῦ δηθύνουσιν, ἅτε σταθμοῖσι νομήων

### book 3.235.3

πώεα χειμερίοισιν ἐν ἤμασιν αὐλίζονται,

### book 3.235.4

οὐδ’ ὀλίγον σηκοῖο λιλαιόμενα προνέεσθαι.

### book 3.235.5

οἱ δ’ ὅτ’ ἐσαθρήσωσιν ἀειρομένην ἀπὸ χέρσου

### book 3.240.1

σπερχομένην τ’ ἐλάταις ἄκατον τρόφον, αὐτίκα πάντες

### book 3.240.2

ὀρθοὶ καγχαλόωντες ὑπεὶρ ἅλα δινεύοντες

### book 3.240.3

ἱμερόεν παίζουσι καὶ ἀντιόωσι τιθήνῃ.

### book 3.240.4

ὡς δ’ ὁπότ’ ἀπτήνεσσι φέρῃ βόσιν ὀρταλίχοισι

### book 3.240.5

μήτηρ, εἰαρινοῦ ζεφύρου πρωτάγγελος ὄρνις,

### book 3.245

οἱ δ’ ἁπαλὸν τρύζοντες ἐπιθρώσκουσι καλιῇ

### book 3.1

γηθόσυνοι περὶ μητρὶ καὶ ἱμείροντες ἐδωδῆς

### book 3.2

χεῖλος ἀναπτύσσουσιν, ἅπαν δ’ ἐπὶ δῶμα λέληκεν

### book 3.3

ἀνδρὸς ξεινοδόκοιο λίγα κλάζουσα νεοσσοῖς·

### book 3.4

ὣς οἵ γε θρεπτῆρος ἐναντίον ἐρχομένοιο

### book 3.1

γηθόσυνοι θρώσκουσι, χοροιτύπον ὥστ’ ἀνὰ κύκλον.

### book 3.2

τοὺς δ’ ἁλιεὺς βρώμῃσιν ἐπασσυτέρῃσι λιπαίνων

### book 3.3

χειρί τ’ ἐπιψαύων χειρός τ’ ἄπο δῶρα τιταίνων

### book 3.4

πρηΰνει φίλον ἦτορ· ἄφαρ δέ οἱ ἠΰτ’ ἄνακτι

### book 3.5

πείθονται, καὶ χειρὸς ὅπη νεύσειε μύωπι

### book 3.255.1

ῥίμφα διαΐσσουσιν· ὁ δ’ ἄλλοτε νηὸς ὄπισθεν

### book 3.255.2

ἄλλοτε δὲ πρόσσω, ποτὲ δὲ σχεδὸν ἠπείροιο

### book 3.255.3

πέμπει δεξιτερήν· τοὺς δ’ ὄψεαι ἠΰτε παῖδας

### book 3.255.4

ἀνδρὸς ἐπιφροσύνῃσι παλαισμοσύνης ἀνὰ χῶρον

### book 3.255.5

τῇ καὶ τῇ θύνοντας, ἐπίσκοπος ἔνθα κελεύει.

### book 3.260.1

ἀλλ’ ὅτε οἱ κομιδῆς μὲν ἅλις, θήρη δὲ μέληται,

### book 3.260.2

δή ῥα τόθ’ ὁρμιὴν μὲν ἀναψάμενος χερὶ λαιῇ

### book 3.260.3

ἕζεται, ἀγκίστρου δὲ βέλος κρατερόν τε θοόν τε

### book 3.260.4

ὁπλίζει, καὶ τοὺς μὲν ἀπέτραπε χειρὶ κελεύων

### book 3.260.5

πάντας ὁμῶς ἢ λᾶαν ἑλὼν ἔρριψε καθ’ ὕδωρ·

### book 3.265.1

οἱ δ’ ἐπὶ τῷ δύνουσιν, ὀϊόμενοι βόσιν εἶναι·

### book 3.265.2

τῶν δ’ ἕνα μοῦνον ἔλειπεν ἀπόκριτον, ὅν κ’ ἐθέλῃσι,

### book 3.265.3

δύσμορον, ὑστατίοισι κεχαρμένον ἐν δείπνοισι·

### book 3.265.4

ἄγκιστρον μὲν ὄρεξεν ὑπεὶρ ἁλός· αὐτὰρ ὅ γ’ ἄτην

### book 3.265.5

καρπαλίμως ἥρπαξεν, ὁ δ’ ἔσπασεν ἀμφοτέρῃσι

### book 3.270.1

θερμὸς ἀνήρ, ὠκεῖαν ἑλὼν καὶ ἐπίκλοπον ἄγρην·

### book 3.270.2

λήθει δ’ ἀνθιέων ἄλλον χορόν· ἢν γὰρ ἴδωνται

### book 3.270.3

ἢ σμαραγὴν ἀΐωσι δυσαγρέος ἑλκομένοιο,

### book 3.270.4

οὐκέτι οἱ τόσα δεῖπνα παρέσσεται, ὥς κεν ἵκοιντο

### book 3.270.5

αὖτις ὑποτροπάδην, ἀπὸ δ’ ἔπτυσαν ἐχθήραντες

### book 3.275.1

καὶ κομιδὴν καὶ χῶρον ὀλέθριον· ἀλλά τις εἴη

### book 3.275.2

ἴφθιμος, κρατερῶς δὲ βιησάμενός μιν ἀνέλκοι,

### book 3.275.3

ἢ καὶ δεύτερος ἄλλος ἐφαπτέσθω καμάτοιο·

### book 3.275.4

ὧδε γὰρ οὐ φρονέοντες ἑὴν δολομήχανον ἄτην

### book 3.275.5

αὐτοὶ πιανθέντες ἐοικότα πιαίνουσιν·

### book 3.280.1

αἰεὶ δ’, εὖτ’ ἐθέλῃσθα, παρέσσεται εὔστοχος ἄγρη.

### book 3.280.2

Ἄλλοι δ’ ἰφθίμῳ τε βίῃ καὶ κάρτεϊ γυίων

### book 3.280.3

πειθόμενοι μέγαν ἆθλον ἐπ’ ἀνθίῃ ὁπλίζονται,

### book 3.280.4

οὐ φιλίην, οὐ σῖτα πονεύμενοι, ἀλλ’ ἐς ἀκωκὴν

### book 3.280.5

ἀγκίστρου σπεύδουσι καὶ ἠνορέῃ βιόωνται.

### book 3.285.1

χαλκοῦ μὲν σκληροῖο τετυγμένον ἠὲ σιδήρου

### book 3.285.2

ἄγκιστρον πέλεται, δίχα δὲ γλωχῖνες ἔχουσιν

### book 3.285.3

ἀμφίδυμοι μέγα πεῖσμα λινόστροφον· ἀμφὶ δ’ ἄρ’

### book 3.287.1

αὐτῷ

### book 3.287.2

λάβρακα ζώοντα παρήλασαν, εἴ σφι παρείη·

### book 3.287.3

εἰ δὲ θάνοι, τάχα οἵ τις ὑπὸ στόμα θῆκε μόλιβδον,

### book 3.290.1

δελφῖν’ ὃν καλέουσιν· ὁ δὲ βρίθοντι μολίβδῳ

### book 3.290.2

κλίνει τ’ ἀγκλίνει τε κάρη ζώοντι ἐοικώς.

### book 3.290.3

θώμιξ δὲ κρατερή τε καὶ εὔπλοκος· ἀλλ’ ὅτε δοῦπον

### book 3.290.4

ἀνθίαι εἰσαΐοντες ἀναθρώξωσι θαλάσσης,

### book 3.290.5

ἄλλοις μὲν μέλεται κώπης πόνος, αὐτὰρ ὅ γ’ ἄκρης

### book 3.295.1

ἐκ πρύμνης ἁλιεὺς δόλον ἀγκύλον εἰς ἅλα πέμπει,

### book 3.295.2

ἦκ’ ἀναδινεύων· οἱ δ’ αὐτίκα πάντες ἕπονται

### book 3.295.3

νηΐ τε καὶ φεύγοντι δεδορκότες εἴκελον ἰχθὺν

### book 3.295.4

σπεύδοντες μετὰ δαῖτα παραφθαδὸν ἀΐσσουσιν

### book 3.295.5

ἀλλήλων· φαίης κεν ἐπ’ ἀνέρα δήϊον ἄνδρα

### book 3.1

γούνατ’ ἐλαφρίζειν πεφοβημένον· οἱ δ’ ἄρα νίκης

### book 3.2

ἐσθλῆς ἱμείρουσιν· ὁ δ’ ἔξοχον ὅν κεν ἴδηται

### book 3.3

ἀσπαλιεύς, τῷ δαῖτα παρέσχεθεν· αὐτὰρ ὁ λάβρως

### book 3.4

δῶρα χανὼν δύσδωρα μετέδραμεν· ἔνθεν ἔπειτα

### book 3.5

ἀλκὴν ἀμφοτέρων θηήσεαι, οἷος ἄεθλος

### book 3.305

μαρναμένων ἀνδρός τε καὶ ἰχθύος ἑλκομένοιο·

### book 3.1

τοῦ μὲν γὰρ σθεναροί τε βραχίονες ἠδὲ μέτωπα

### book 3.2

ὦμοί τ’ αὐχένιοί τε παρασφύριοί τε τένοντες

### book 3.3

ἀλκῇ κυμαίνουσι καὶ ἠνορέῃ τανύονται·

### book 3.4

αὐτὰρ ὅ γ’ ἀσχαλόων ὀδύνης ὕπο μάρναται ἰχθύς,

### book 3.310.1

ἕλκων αὖ ἐρύοντα, βιώμενος εἰς ἅλα δῦναι,

### book 3.310.2

ἄσχετα μαιμώων· ὁ δὲ κέκλεται ἄνδρας ἑταίρους

### book 3.310.3

ἐμπίπτειν ἐλάτῃσι· διωκομένης δ’ ἀκάτοιο

### book 3.310.4

ἔμπαλιν ἐκ πρύμνης ὅλος ἕλκεται ἰχθύος ὁρμῇ·

### book 3.310.5

κλάζει δ’ ὁρμιή, χειρὸς δ’ ἀπολείβεται αἷμα

### book 3.315.1

πριομένης· ὁ δ’ ἄρ’ οὔτι βαρὺν μεθίησιν ἀγῶνα.

### book 3.315.2

ὡς δὲ δύω μεμαῶτες ὑπέρβιοι ἀνέρες ἀλκὴν

### book 3.315.3

ἅμματ’ ἐπ’ ἀλλήλοισι τιταινόμενοι βιόωνται

### book 3.315.4

ἑλκῦσαι, ῥιπῇσιν ὀπισθοφόροις ἐρύοντες,

### book 3.315.5

δηρόν τ’ ἀμφότεροι καμάτων ἴσα μέτρα φέροντες

### book 3.320.1

ἐμμενέως ἕλκουσι καὶ ἐμμενέως ἐρύονται·

### book 3.320.2

ὣς τοῖς, ἰχθυβόλῳ τε καὶ ἰχθύϊ, νεῖκος ὄρωρε,

### book 3.320.3

τοῦ μὲν ἀπαΐξαι, τοῦ δ’ ἑλκέμεν ἱμείροντος.

### book 3.320.4

οὐ μέν μιν λείπουσιν ἐν ἄλγεσιν ἰχθύες ἄλλοι

### book 3.320.5

ἀνθίαι ἀλλ’ ἐθέλουσιν ἀμυνέμεν, ἐν δέ οἱ αὐτῷ

### book 3.325.1

νῶτα βίῃ χρίμπτουσι καὶ ἐμπίπτουσιν ἕκαστος,

### book 3.325.2

ἄφρονες, οὐδ’ ἐνόησαν ἑὸν τείροντες ἑταῖρον.

### book 3.325.3

πολλάκι καὶ θώμιγγα λιλαιόμενοι γενύεσσι

### book 3.325.4

ῥῆξαι ἀμηχανόωσιν, ἐπεὶ στόμα τοῖσιν ἄοπλον.

### book 3.325.5

ὀψὲ δέ μιν καμάτῳ τε καὶ ἄλγεσι μοχθίζοντα

### book 3.330.1

πυκναῖς τ’ εἰρεσίῃσι βιώμενος ἔσπασεν ἀνήρ·

### book 3.330.2

εἰ δ’ ἄρα οἱ καὶ τυτθὸν ὑπείξεται, οὔ μιν ἔπειτα

### book 3.330.3

ἑλκύσει· τοῖον γὰρ ὑπερφίαλον σθένος αὐτῷ.

### book 3.330.4

πολλάκι δ’ ὀξύπρωρον ὑπὲρ ῥάχιν ἔτμαγε δάψας

### book 3.330.5

ὁρμιήν, ἀπὸ δ’ ᾖξε λιπὼν κενὸν ἀγρευτῆρα.

### book 3.335.1

τοῖον καὶ κάλλιχθυς ἔχει σθένος ἠδὲ γενέθλη

### book 3.335.2

ὀρκύνων ὅσσοι τε δέμας κητώδεες ἄλλοι

### book 3.335.3

πλάζονται· τοίοις δὲ βραχίοσιν ἀγρώσσονται.

### book 3.335.4

Ἄλλους δ’ αὖ βρώμῃσι καὶ εἰλαπίνῃσι δολώσας

### book 3.335.5

ἀγρώσσει ἁλιεύς· ἀγαθὸς δέ οἱ ἔσσεται ἰχθὺς

### book 3.340.1

κάνθαρος, ὃς πέτρῃσιν ἀεὶ λεπρῇσι γέγηθε.

### book 3.340.2

κύρτον δὲ πλέξαιο περίδρομον ὅττι μέγιστον,

### book 3.340.3

τεύχων ἢ σπάρτοισιν Ἰβηρίσιν ἠὲ λύγοισι,

### book 3.340.4

ῥάβδους ἀμφιβαλών· λευρὴ δέ οἱ εἴσοδος ἔστω

### book 3.340.5

γαστήρ τ’ εὐρυχανής· δέλεαρ δέ οἱ ἔνδον ἐνείης

### book 3.345.1

πούλυπον ἑρπυστὴν ἢ κάραβον, ἐκ πυρὸς ἄμφω

### book 3.345.2

ὀπταλέους· κνίσση γὰρ ἐφέλκεται ἰχθύας εἴσω.

### book 3.345.3

ὧδε μὲν ἐντύνας πλεκτὸν δόλον ἐγγύθι πέτρης

### book 3.345.4

δόχμιον ἀγκλίνοις, ὕφαλον λόχον· αὐτίκα δ’ ὀδμὴ

### book 3.345.5

κάνθαρον ὀτρυνέει τε καὶ ἵξεται ἔνδοθι κύρτου,

### book 3.1

οὐ μάλα θαρσαλέος πρώτην ὁδόν, ἀλλὰ τάχιστα

### book 3.2

δαισάμενος παλίνορσος ἀπέδραμεν· ἔνθεν ἔπειτα

### book 3.3

κυρτεὺς μὲν κείνοισιν ἀεὶ νεοτερπέα φορβὴν

### book 3.4

ἐντίθεται· τοὺς δ’ αἶψα δυσώνυμος ἐντὸς ἀγείρει

### book 3.5

γαστήρ, ἄλλον δ’ ἄλλος ἄγει σύνδορπον ἑταῖρον.

### book 3.355

ἤδη δ’ ἀτρομέοντες ἀολλέες ἔνδοθι κύρτου

### book 3.1

ἀγρόμενοι πρόπαν ἦμαρ ἐνήμενοι, ὥστε μέλαθρον

### book 3.2

κτησάμενοι, μίμνουσι, κακὴν δ’ εὕροντο καλιήν.

### book 3.3

ὡς δ’ ὁπότ’ ὀρφανικοῖο μετ’ ἠιθέοιο μέλαθρον

### book 3.4

οὔτι σαοφροσύνῃσι μεμηλότες ἥλικες ἄλλοι

### book 3.360.1

κλητοί τ’ αὐτόμολοί τε πανήμεροι ἀγερέθωνται,

### book 3.360.2

κτῆσιν ἀεὶ κείροντες ἀσημάντοιο δόμοιο,

### book 3.360.3

οἷα νέους ἀνίησι χαλίφρονας ἄκριτος ἥβη,

### book 3.360.4

ἐν δὲ κακοφροσύνῃσι κακὴν εὕραντο τελευτήν·

### book 3.360.5

ὣς τοῖς ἀγρομένοισι παρασχεδὸν ἵσταται ἄτη.

### book 3.365.1

ἡνίκα γὰρ πολλοί τε καὶ εὐλιπέες τελέθωσι,

### book 3.365.2

δὴ τότ’ ἀνὴρ κύρτοιο περὶ στόμα πῶμα καλύπτει

### book 3.365.3

εὖ ἀραρός· τοὺς δ’ ἔνδον ἐν ἕρκεϊ πεπτηῶτας

### book 3.365.4

ὑστάτιον κνώσσοντας ἀνείρυσεν· ὀψὲ δ’ ὄλεθρον

### book 3.365.5

φρασσάμενοι σπαίρουσι καὶ ἐκδῦναι μεμάασι,

### book 3.370.1

νήπιοι, οὐδ’ ἔτι κύρτον ὁμῶς εὔοικον ἔχουσιν.

### book 3.370.2

Ἄδμωσιν δ’ ἐπὶ κύρτον ὀπωρινὸν ὁπλίζονται

### book 3.370.3

ὀΐσυνον, μέσσοισι δ’ ἐν οἴδμασιν ὁρμίζουσι,

### book 3.370.4

νέρθεν ἀναψάμενοι τρητὸν λίθον εὐναστῆρα·

### book 3.370.5

φελλοὶ δ’ ὀχμάζουσιν ἄνω δόλον· ἐν δέ οἱ αἰεὶ

### book 3.375.1

τέσσαρας ἀκταίους διεροὺς κάχληκας ἱεῖσι·

### book 3.375.2

τοῖς δὲ διαινομένοισι περιτρέφεται γλαγόεσσα

### book 3.375.3

μύξα θαλασσαίη, τῆς ἵμερος ἰχθύας ἕλκει

### book 3.375.4

βαιούς, οὐτιδανούς, λίχνον γένος· οἱ δ’ ἀγέρονται

### book 3.375.5

κύρτον ἐπιπροθέοντες ἐν ἀγκοίνῃς τε μένουσιν.

### book 3.380.1

ἄδμωες δ’ ὁρόωντες ἔσω κοίλοιο μυχοῖο

### book 3.380.2

ἀγρομένους τάχα πάντες ἐπί σφισιν ὡρμήθησαν,

### book 3.380.3

δαιτὸς ἐελδόμενοι· τοὺς δ’ οὐ κίχον, ἀλλ’ ὑπόλισθον

### book 3.380.4

ῥηϊδίως· οἱ δ’ οὔτι καὶ ἱέμενοί περ ἔχουσιν

### book 3

αὖτις ὑπεκδῦναι πλεκτὸν λόχον, ἀλλ’ ἑτέροισι

### book 3.385.1

πήματα πορσύνοντες ἐπί σφισιν εὗρον ὄλεθρον.

### book 3.385.2

ὡς δέ τις ἐν ξυλόχοισιν ὀρέστερος ἀγροιώτης

### book 3.385.3

θηρὶ πάγην ἤρτυνεν, ἀπηνέϊ δ’ ἔνδοθι θυμῷ

### book 3.385.4

δῆσε κυνὸς σφίγγων ἄπο μήδεα· τοῦ δ’ ὀδύνῃσιν

### book 3.385.5

ἠχήεις ὀρυμαγδὸς ἀπόπροθι τειρομένοιο

### book 3.390.1

ἔρχεται, ἀμφὶ δέ οἱ στένεται δρίος· ἡ δ’ ἀΐουσα

### book 3.390.2

πόρδαλις ἰάνθη τε καὶ ἔσσυται, ἴχνος ἀϋτῆς

### book 3.390.3

μαιομένη· τάχα δ’ ἷξε καὶ ἔνθορε· τὸν μὲν ἔπειτα

### book 3.390.4

ὑψός’ ἀναρπάζει κρυπτὸς δόλος, ἡ δ’ ἐνὶ βόθρῳ

### book 3.390.5

εἰλεῖται προπεσοῦσα, μέλει δέ οἱ οὐκέτι δαιτός,

### book 3.395.1

ἀλλὰ φόβου· τῇ δ’ οὔτις ὑπέκδυσίς ἐστιν ἑτοίμη·

### book 3.395.2

τοῖα καὶ ἄδμωες δειλοὶ πάθον, ἀντὶ δὲ φορβῆς

### book 3.395.3

πότμον ἐφωρμήσαντο καὶ Ἄϊδος ἕρκος ἄφυκτον.

### book 3.395.4

Καὶ μέν τις θρίσσῃσιν ὁμῶς καὶ χαλκίσιν ἄγρην

### book 3.395.5

φράσσατ’ ὀπωρινήν, καὶ λαρινὸν εἷλε καὶ ἔθνη

### book 3.1

τραχούρων, κύρτον μὲν ὑπὸ σπάρτοισιν ὑφήνας

### book 3.2

εὐπαγέως, φρυκτῶν δ’ ὀρόβων ἐνεθήκατο μάζαν,

### book 3.3

οἴνῳ μυδαλέην εὐώδεϊ, μίξε δὲ κούρης

### book 3.4

δάκρυον Ἀσσυρίης Θειαντίδος, ἥν ποτέ φασι

### book 3.5

πατρὸς ἐρασσαμένην δυσμήχανον ἔργον ἀνύσσαι

### book 3.405.1

ἐλθεῖν τ’ ἐς φιλότητα χολωσαμένης Ἀφροδίτης·

### book 3.405.2

ἀλλ’ ὅτε μιν καὶ δένδρον ἐπώνυμον ἐρρίζωσεν

### book 3.405.3

αἶσα θεῶν, γοάει τε καὶ ἣν ὀλοφύρεται ἄτην,

### book 3.405.4

δάκρυσι δευομένη λέκτρου χάριν· ἧς ἐνιμίσγων

### book 3.405.5

θεῖον ὀπὸν κύρτον μὲν ἐνορμίζει ῥοθίοισιν,

### book 3.410.1

ὀδμὴ δ’ αἶψα θάλασσαν ἐπέδραμε λειριόεσσα,

### book 3.410.2

κικλήσκους’ ἀγέλας πολυειδέας· οἱ δ’ ἐφέπονται

### book 3.410.3

πνοιῇ νηδυμίῃ δεδονημένοι, ὦκα δὲ κύρτος

### book 3.410.4

πίμπλαται, ἀγρευτῆρι φέρων εὔθηρον ἀμοιβήν.

### book 3.410.5

Σάλπαι δ’ ἰκμαλέοις μὲν ἀεὶ φύκεσσι μάλιστα

### book 3.415.1

τέρπονται, κείνῃ δὲ καὶ ἀγρώσσονται ἐδωδῇ.

### book 3.415.2

πλώει μὲν προτέροισιν ἐν ἤμασιν εἰς ἕνα χῶρον

### book 3.415.3

ἀσπαλιεύς, αἰεὶ δὲ μετ’ οἴδμασι λᾶας ἵησι

### book 3.415.4

χερμάδας, ἁψάμενος πέρι φύκια τηλεθόωντα.

### book 3.415.5

ἀλλ’ ὅτε δὴ πέμπτη μὲν ἴδῃ πόνον ἠριγένεια

### book 3.420.1

σάλπαι δ’ ἀγρόμεναι κεῖνον πόρον ἀμφινέμωνται,

### book 3.420.2

τῆμος ἐπεντύνει κύρτου δόλον· ἐν δέ οἱ εἴσω

### book 3.420.3

φύκεσιν εἰλομένους λᾶας βάλεν, ἀμφὶ δὲ ποίας

### book 3.420.4

εἰναλίας στομίοισιν ἐδήσατο, τῇσι γάνυνται

### book 3.420.5

σάλπαι τ’ ἠδ’ ὅσσοι βοτανηφάγοι ἰχθύες ἄλλοι·

### book 3.425.1

οἳ τότ’ ἀγειρόμενοι ποίας φάγον, αὐτὰρ ἔπειτα

### book 3.425.2

ἐς μυχὸν ἠΐχθησαν· ὁ δ’ αὐτίκα κύρτον ἀνέλκει

### book 3.425.3

ῥίμφα μεταπλώσας· σιγῇ δέ οἱ ἄνυται ἔργον,

### book 3.425.4

ἀνδράσι τ’ ἀφθόγγοισι καὶ ἀσμαράγοις ἐλάτῃσι·

### book 3

σιγὴ γὰρ πάσαις μὲν ὀφέλσιμος ἔπλετο θήραις,

### book 3.430.1

ἔξοχα δ’ ἐν σάλπῃσιν· ἐπεὶ μάλα τῇσι νόημα

### book 3.430.2

πτοιαλέον· πτοίη δὲ πόνον δύσθηρον ἔθηκε.

### book 3.430.3

Τρίγλης δ’ οὔτινα, φημί, χερειοτέρῃσιν ἐδωδαῖς

### book 3.430.4

τέρπεσθαι· πᾶσαν γὰρ ἄσιν ἁλός, ἥν κε κίχῃσι,

### book 3.430.5

φέρβεται· ἱμείρει δὲ δυσαέος ἔξοχα δαιτός·

### book 3.435.1

σώμασι δ’ ἐκπάγλως ἐπιτέρπεται ἀνδρομέοισι

### book 3.435.2

πυθομένοις, εὖτ’ ἄν τιν’ ἕλῃ στονόεσσα θάλασσα.

### book 3.435.3

τῷ καί μιν δελέασσιν ἀποπνείουσιν ἀϋτμὴν

### book 3.435.4

ῥηϊδίως ἕλκουσιν, ὅσα πνέει ἐχθρὸν ἄημα.

### book 3.435.5

εἴκελα δὲ τρίγλῃσιν ὕεσσί τε, φημί, τετύχθαι

### book 3.440.1

ἤθεα, φυρομένοισιν ἀεὶ περὶ γαστέρος ὁρμήν·

### book 3.440.2

ἄμφω δ’ αἱ μὲν ἔασι διάκριτοι ἐν νεπόδεσσιν,

### book 3.440.3

οἱ δ’ ἐνὶ χερσαίῃσιν ἀριστεύους’ ἀγέλῃσιν.

### book 3.440.4

Οὐ μὲν δὴ μελάνουρον ἀποίσεαι οὔτ’ ἐνὶ κύρτῳ

### book 3.440.5

ῥηϊδίως ἀπαφῶν οὔτ’ ἐν λινοεργέϊ κύκλῳ·

### book 3.445.1

ἔξοχα γὰρ μελάνουρος ἐν ἰχθύσιν ἠμὲν ἄναλκις

### book 3.445.2

ἠδὲ σαοφρονέων, λίχνη δέ οἱ οὔποτ’ ἐδωδὴ

### book 3.445.3

θυμήρης· αἰεὶ δὲ γαληναίης μὲν ἐούσης

### book 3.445.4

κέκλιται ἐν ψαμάθοισι καὶ οὐκ ἀναδύεται ἅλμης·

### book 3.445.5

ἀλλ’ ὅτε κυμαίνουσα περισπέρχῃσι θάλασσα

### book 3.1

λάβρων ἐξ ἀνέμων, τότε δὴ μοῦνοι μελάνουροι

### book 3.2

κῦμα διαΐσσουσιν ἀολλέες, οὔτε τιν’ ἀνδρῶν

### book 3.3

οὔτε τιν’ εἰναλίων πεφρικότες· οἱ μὲν ἅπαντες

### book 3.4

ἐς νεάτην κρηπῖδα φόβῳ δύνουσι θαλάσσης,

### book 3.5

οἱ δὲ τότ’ ἠϊόνας τε πολυφλοίσβους ἐφέπουσι

### book 3.455.1

πέτραις τ’ ἐμπελάουσιν ἀλήμονες, εἴ τιν’ ἐδητὺν

### book 3.455.2

κοπτομένη δείξειεν ὑπὸ ῥιπῇσι θάλασσα·

### book 3.455.3

νήπιοι, οὐδ’ ἐδάησαν ὅσον πινυτώτεροι ἄνδρες,

### book 3.1

οἳ κείνους καὶ πάμπαν ἀλευομένους ἕλον ἄγρῃ.

### book 3.2

χειμερίη πλημμυρὶς ὅταν ζέῃ Ἀμφιτρίτης,

### book 3.460.1

ἵστατ’ ἐπὶ προὔχουσαν ἀνὴρ ἁλιηγέα πέτρην,

### book 3.460.2

ὀξύτατον τόθι κῦμα περὶ σπιλάδεσσι μέμυκεν·

### book 3.460.3

εἴδατα δ’ ἀγνυμένοισιν ἐπισπείρει ῥοθίοισι,

### book 3.460.4

τυρὸν ὁμοῦ Δήμητρι μεμιγμένον· οἱ δ’ ἐπὶ φορβὴν

### book 3.460.5

ἀσπασίην θρώσκουσιν ἐπειγόμενοι μελάνουροι.

### book 3.465.1

ἀλλ’ ὅτε οἱ παρέασιν ἀολλέες ἐς βόλον ἄγρης,

### book 3.465.2

αὐτὸς μὲν τρέπεται λοξὸν δέμας, ὄφρα οἱ ὕδωρ

### book 3.465.3

μήτι κατασκιάοιτο καὶ ἰχθύσι τάρβος ἐνείη·

### book 3.465.4

ἔστι δέ οἱ λεπτός τε δόναξ μετὰ χερσὶν ἑτοῖμος

### book 3.465.5

λεπτή θ’ ὁρμιὴ κούφης τριχός, ἄπλοκος αὔτως·

### book 3.470.1

λεπτοῖς δ’ ἀγκίστροισιν ἀναπλέκεται θαμέεσσι·

### book 3.470.2

τοῖς ἐπέθηκε δέλετρον, ὃ καὶ πάρος ἧκε καθ’ ὕδωρ,

### book 3.470.3

πέμπει δ’ ἐς βαθὺ κῦμα κυκώμενον· οἱ δ’ ὁρόωντες

### book 3.470.4

αὐτίκ’ ἐπιθρώσκουσι καὶ ἁρπάζουσιν ὄλεθρον.

### book 3.470.5

οὐδ’ ἁλιεὺς εὔκηλον ἔχει χέρα, πυκνὰ δ’ ἀνέλκει

### book 3.475.1

ἐκ δίνης ἄγκιστρα, καὶ εἰ κενὰ πολλάκις εἴη·

### book 3.475.2

οὐ γὰρ βρασσομένης κεν ἐπιφράσσαιτο θαλάσσης

### book 3.475.3

ἀτρεκέως, εἴτ’ οὖν τις ἐνίσχεται εἴτε μιν αὔτως

### book 3.475.4

κύματ’ ἀνακλονέουσιν· ἐπὴν δέ τις ἀμφιχάνῃσι,

### book 3.475.5

ῥίμφα μιν ἐξείρυσσε πάρος δόλον ἐν φρεσὶ θέσθαι,

### book 3.480

πρὶν φόβον οὐτιδανοῖσιν ἐνιπλῆξαι μελανούροις.

### book 3.1

τοίην χειμερίην πανεπίκλοπον ἤνυσεν ἄγρην.

### book 3.2

Ναὶ μὴν καὶ κεστρῆα, καὶ οὐ λίχνον περ ἐόντα,

### book 3.3

ἤπαφον, ἀγκίστροισι περὶ στεινοῖσιν ἕσαντες

### book 3.4

εἶδαρ ὁμοῦ Δήμητρι μεμιγμένον ἠδὲ γάλακτος

### book 3.485.1

πηκτοῖσι δώροισιν· ἐφυρήσαντο δὲ ποίην

### book 3.485.2

τοῖσιν ὁμοῦ μίνθην εὐώδεα, τήν ποτε κούρην

### book 3.485.3

φασὶν ὑπουδαίην ἔμεναι, Κωκυτίδα Νύμφην·

### book 3.485.4

κλίνατο δ’ εἰς εὐνὴν Ἀϊδωνέος· ἀλλ’ ὅτε κούρην

### book 3.485.5

Περσεφόνην ἥρπαξεν ἀπ’ Αἰτναίοιο πάγοιο,

### book 3.490.1

δὴ τότε μιν κλάζουσαν ὑπερφιάλοις ἐπέεσσι,

### book 3.490.2

ζήλῳ μαργαίνουσαν ἀτάσθαλα, μηνίσασα

### book 3.490.3

Δημήτηρ ἀμάθυνεν ἐπεμβαίνουσα πεδίλοις·

### book 3.490.4

φῆ γὰρ ἀγαυοτέρη τε φυὴν καὶ κάλλος ἀμείνων

### book 3.490.5

Περσεφόνης ἔμεναι κυανώπιδος, ἐς δέ μιν αὐτὴν

### book 3.495.1

εὔξατο νοστήσειν Ἀϊδωνέα, τὴν δὲ μελάθρων

### book 3.495.2

ἐξελάσειν· τοίη οἱ ἐπὶ γλώσσης θόρεν ἄτη.

### book 3.495.3

ποίη δ’ οὐτιδανὴ καὶ ἐπώνυμος ἔκθορε γαίης,

### book 3.495.4

τὴν ἐνιφυρήσαντες ἐπ’ ἀγκίστροισι βάλοντο.

### book 3.495.5

κεστρεὺς δ’ οὐ μετὰ δηρόν, ἐπεί ῥά μιν ἷξεν ἀϋτμή,

### book 3

ἀντιάσας πρῶτον μὲν ἀποσταδὸν ἀγκίστροιο

### book 3.1

λοξὸν ὑπ’ ὀφθαλμοῖς ὁράᾳ δόλον, εἴκελος ἀνδρὶ

### book 3.2

ξείνῳ, ὃς ἐν τριόδοισι πολυτρίπτοισι κυρήσας

### book 3.3

ἔστη ἐφορμαίνων, κραδίη τέ οἱ ἄλλοτε λαιήν,

### book 3.4

ἄλλοτε δεξιτερὴν ἐπιβάλλεται ἀτραπὸν ἐλθεῖν·

### book 3.505.1

παπταίνει δ’ ἑκάτερθε, νόος δέ οἱ ἠΰτε κῦμα

### book 3.505.2

εἱλεῖται, μάλα δ’ ὀψὲ μιῆς ὠρέξατο βουλῆς·

### book 3.505.3

ὣς ἄρα καὶ κεστρῆϊ παναίολα μερμηρίζει

### book 3.505.4

θυμὸς ὀϊομένῳ τε δόλον καὶ ἀπήμονα φορβήν·

### book 3.505.5

ὀψὲ δέ μιν νόος ὦρσε καὶ ἤγαγεν ἐγγύθι πότμου·

### book 3.510.1

αὐτίκα δὲ τρέσσας ἀνεχάσσατο· πολλάκι δ’ ἤδη

### book 3.510.2

εἷλε φόβος ψαύοντα καὶ ἔμπαλιν ἔτραπεν ὁρμήν.

### book 3.510.3

ὡς δ’ ὅτε νηπίαχος κούρη πάϊς, ἐκτὸς ἐούσης

### book 3.510.4

μητέρος, ἢ βρώμης λελιημένη ἠέ τευ ἄλλου,

### book 3.510.5

ψαῦσαι μὲν τρομέει μητρὸς χόλον, οὐδ’ ἀναδῦναι

### book 3.515.1

ἐλδομένη τέτληκεν· ἐφερπύζουσα δὲ λάθρῃ

### book 3.515.2

αὖτις ὑποτρέπεται, κραδίῃ δέ οἱ ἄλλοτε θάρσος,

### book 3.515.3

ἄλλοτε δ’ ἐμπίπτει δεινὸς φόβος· ὄμματα δ’ αἰὲν

### book 3.515.4

ὀξέα παπταίνοντα ποτὶ προθύροισι τέτανται·

### book 3.515.5

ὣς τότ’ ἐπεμβαίνων ἀνελίσσεται ἤπιος ἰχθύς.

### book 3.520.1

ἀλλ’ ὅτε θαρσήσας πελάσῃ σχεδόν, οὐ μάλ’ ἑτοίμως

### book 3.520.2

ψαῦσε βορῆς, οὐρῇ δὲ πάρος μάστιξεν ἐγείρων

### book 3.520.3

ἄγκιστρον, μή πού τις ἐνὶ χροῒ θέρμετ’ ἀϋτμή·

### book 3.520.4

ζωοῦ γὰρ κεστρεῦσιν ἀπώμοτόν ἐστι πάσασθαι.

### book 3.520.5

ἔνθεν ἔπειτ’ ἄκροισι διακνίζει στομάτεσσι

### book 3.525.1

δαῖτα περιξύων· ἁλιεὺς δέ μιν αὐτίκα χαλκῷ

### book 3.525.2

πεῖρεν ἀνακρούων, ὥστε θρασὺν ἵππον ἐέργων

### book 3.525.3

ἡνίοχος σκληρῇσιν ἀναγκαίῃσι χαλινοῦ,

### book 3.1

ἂν δ’ ἔρυσε, σπαίροντα δ’ ἐπὶ χθονὶ κάββαλεν ἐχθρῇ.

### book 3.2

Καὶ ξιφίην ὀλοοῖσι παρήπαφον ἀγκίστροισιν.

### book 3.530.1

ἀλλ’ οὐ μὲν ξιφίῃ τοῖος μόρος, οὐδ’ ἴσος ἄλλοις·

### book 3.530.2

οὐ γὰρ ἐπ’ ἀγκίστροισι κατεντύνουσιν ἐδωδήν,

### book 3.530.3

ἀλλὰ τὸ μὲν γυμνόν τε καὶ ἄκλοπον ᾐώρηται,

### book 3.530.4

μηρίνθου διπλῇσιν ἀκαχμένου ἔμπαλιν αἰχμαῖς·

### book 3.530.5

τοῦ δ’ ὅσσον τριπάλαιστον ἀναψάμενοι καθύπερθε

### book 3.535.1

μαλθακὸν ἀργεννῶν νεπόδων ἕνα χείλεος ἄκρου

### book 3.535.2

δῆσαν ἐπισταμένως· ξιφίης δ’ ὅτε θοῦρος ἵκηται,

### book 3.535.3

αὐτίκα δαιτρεύει δέμας ἰχθύος ἄορι λάβρῳ·

### book 3.535.4

τοῦ δὲ δαϊζομένοιο καταρρέει ἅψεα δεσμοῦ,

### book 3.535.5

αὐταῖς δ’ ἀγκίστροιο περιστρέφεται γενύεσσιν·

### book 3.540.1

αὐτὰρ ὅ γ’ οὐκ ἐδάη γναμπτὸν δόλον, ἀλλὰ βαρεῖαν

### book 3.540.2

δαῖτα χανὼν ἀγρευτὸς ἀνέλκεται ἀνέρος ἀλκῇ.

### book 3.540.3

Πολλὰ δ’ ἐπὶ ξιφίῃ θηρήτορες ὁπλίζονται,

### book 3.540.4

ἔξοχα δ’ οἳ Τυρσηνὸν ἁλὸς πόρον ἀγρώσσουσιν

### book 3.540.5

ἀμφί τε Μασσαλίην, ἱερὴν πόλιν, ἀμφί τε Κελτούς·

### book 3.545.1

κεῖθι γὰρ ἔκπαγλοί τε καὶ ἰχθύσιν οὐδὲν ὁμοῖοι

### book 3.545.2

ἄπλατοι ξιφίαι μεγακήτεες ἐννεμέθονται.

### book 3.545.3

οἱ δ’ ἀκάτους αὐτοῖσιν ἐϊσκομένας ξιφίῃσι

### book 3.545.4

καὶ δέμας ἰχθυόεν καὶ φάσγανα τεκτήναντες

### book 3.545.5

ἀντίον ἰθύνουσι· ὁ δ’ οὐκ ἀναδύεται ἄγρην,

### book 3.1

ἐλπόμενος μὴ νῆας ἐϋσέλμους ὁράασθαι,

### book 3.2

ἀλλ’ ἑτέρους ξιφίας, ξυνὸν γένος, ὄφρα μιν ἄνδρες

### book 3.3

πάντῃ κυκλώσωνται· ὁ δ’ ἐφράσαθ’ ὕστερον ἄτην,

### book 3.4

αἰχμῇ τριγλώχινι πεπαρμένος, οὐδέ οἱ ἀλκὴ

### book 3.5

φεύγειν ἱεμένῳ περ, ἀναγκαίῃ δὲ δαμῆναι.

### book 3.555.1

πολλάκι μὲν καὶ νηὸς ἀμυνόμενος κενεῶνα

### book 3.555.2

φασγάνῳ ἀντετόρησε διαμπερὲς ἄλκιμος ἰχθύς,

### book 3.555.3

οἱ δὲ θοῶς βουπλῆγος ὑπ’ εὐχάλκοιο τυπῇσιν

### book 3.555.4

ἐκ γενύων ἤραξαν ἅπαν ξίφος· ἐν δ’ ἄρα νηὸς

### book 3.555.5

ἕλκεϊ γόμφος ἄρηρεν· ὁ δ’ ἕλκεται ὀρφανὸς ἀλκῆς.

### book 3.560.1

ὡς δ’ ὅτε δυσμενέεσσι δόλον τεύχοντες ἄρηος,

### book 3.560.2

ἱέμενοι πύργων τε καὶ ἄστεος ἔνδον ἱκέσθαι,

### book 3.560.3

ἔντεα συλήσαντες ἀρηϊφάτων ἀπὸ νεκρῶν

### book 3.560.4

αὐτοὶ θωρήξαντο καὶ ἔδραμον ἄγχι πυλάων·

### book 3.560.5

οἱ δ’ ὥστε σφετέροισιν ἐπειγομένοις πολιήταις

### book 3.565.1

ἀγκλίνουσι θύρετρα καὶ οὐ γήθησαν ἑταίροις·

### book 3.565.2

ὣς ἄρα καὶ ξιφίην ἴκελον δέμας ἤπαφε νηῶν.

### book 3.565.3

Καὶ μὲν δὴ σκολιῇσιν ἐν ἀγκοίνῃσι λίνοιο

### book 3.565.4

κυκλωθεὶς ξιφίης μέγα νήπιος ἀφροσύνῃσιν

### book 3.565.5

ὄλλυται, ὃς θρώσκει μὲν ὑπεκδῦναι μενεαίνων,

### book 3.570.1

ἐγγύθι δὲ τρομέων πλεκτὸν δόλον αὖτις ὀπίσσω

### book 3.570.2

χάζεται· οὐδέ οἱ ὅπλον ἐνὶ φρεσίν, οἷον ἄρηρεν

### book 3.570.3

ἐκ γενύων, δειλὸς δὲ μένει κεκαφηότι θυμῷ,

### book 3.570.4

ὄφρα μιν ἐξερύσωσιν ἐπ’ ᾐόνας· ἔνθα δὲ δούροις

### book 3.570.5

ἄνδρες ἐπασσυτέροισι καταΐγδην ἐλόωντες

### book 3.575

κρᾶτα συνηλοίησαν, ὁ δ’ ὄλλυται ἄφρονι πότμῳ.

### book 3.1

Ἀφροσύνη καὶ σκόμβρον ἕλεν καὶ πίονα θύννον

### book 3.2

καὶ ῥαφίδας καὶ φῦλα πολυσπερέων συνοδόντων.

### book 3.3

σκόμβροι μὲν λεύσσοντες ἐν ἕρκεϊ πεπτηῶτας

### book 3.4

ἄλλους ἠράσσαντο λίνου πολύωπον ὄλεθρον

### book 3.580.1

ἐσδῦναι· τοίη τις ἐσέρχεται εἰσορόωντας

### book 3.580.2

τερπωλή· παίδεσσιν ἀπειρήτοισιν ὁμοῖοι,

### book 3.580.3

οἵ τε πυρὸς λεύσσοντες ἀναιθομένοιο φαεινὴν

### book 3.580.4

μαρμαρυγὴν ἀκτῖσιν ἰαινόμενοι γελόωσι

### book 3.580.5

ψαῦσαί θ’ ἱμείρουσι καὶ ἐς φλόγα χεῖρ’ ὀρέγουσι

### book 3.585.1

νηπιέην· τάχα δέ σφιν ἀνάρσιον ἐξεφάνη πῦρ·

### book 3.585.2

ὣς οἵ γ’ ἱμείρουσιν ἀνοστήτοιο λόχοιο

### book 3.585.3

ἐσπεσέειν κευθμῶνα, κακοῦ δ’ ἤντησαν ἔρωτος.

### book 3.585.4

ἔνθ’ οἱ μὲν κέλσαντες ἐν εὐρυτέροισι βρόχοισι

### book 3.585.5

ἔκθορον, οἱ δ’ ἑρχθέντες ἐνὶ στεινοῖσι πόροισι

### book 3.590.1

πικρὸν ἀνέτλησαν σφιγκτὸν μόρον ἐξανύσαντες.

### book 3.590.2

πολλοὺς δ’ ἠϊόνεσσιν ἐφελκομένοιο λίνοιο

### book 3.590.3

ὄψεαι ἀμφοτέρωθεν ἀρηρότας ἠΰτε γόμφοις,

### book 3.590.4

τοὺς μὲν ἔτι φρονέοντας ἐσελθέμεν ἄρκυν ὀλέθρου,

### book 3.590.5

τοὺς δ’ ἤδη μεμαῶτας ὑπεκδῦναι κακότητος,

### book 3.595.1

ἔνδοθεν ἰκμαλέῃσιν ἐνισχομένους βροχίδεσσι.

### book 3.595.2

Θύννοι δ’ αὖ σκόμβροις μὲν ἴσον πόνον ἀθλεύουσιν

### book 3.595.3

ἀφροσύνῃ· καὶ τοῖς γὰρ ὁμοίιος ἵμερος ἄτης

### book 3.595.4

ἐμπίπτει δολίοιο λίνου λαγόνεσσι μιγῆναι·

### book 3.595.5

ἀλλ’ οὐ μὲν κείνοισιν ὑπόβρυχα γαστέρος εἴσω

### book 3.1

ἐσδύνειν, σκολιοῖσι δ’ ἐπαΐσσουσιν ὀδοῦσι,

### book 3.2

σώματι μηδόμενοι πόρον ἄρκιον· ἐν δ’ ἄρ’ ὀδοῦσιν

### book 3.3

ὑγρὸν ἐρειδομένοις τέταται λίνον· οὐδέ τι μῆχος

### book 3.4

ἐκφυγέειν, δεσμῷ δὲ περιστομίῳ μογέοντες

### book 3.5

ἕλκονται ποτὶ χέρσον ὑπ’ ἀφραδίῃσιν ἁλόντες.

### book 3.605

Καὶ μὲν δὴ ῥαφίδων τοῖος νόος· αἳ δ’ ὅτε κόλπον

### book 3.1

δικτύου ἐκπροφύγωσι, πόνου δ’ ἔκτοσθε γένωνται,

### book 3.2

αὖτις ἐπιστρωφῶσι, λίνῳ δ’ ἐπιμηνίουσαι

### book 3.3

δήγματ’ ἐνιπρίουσι· τὸ δέ σφισι δύεται εἴσω

### book 3.4

ἴσχει τ’ ἐμμενέως πυκινοὺς ἔντοσθεν ὀδόντας.

### book 3.610.1

Αὐτὰρ τοὶ συνόδοντες ἴσοι στείχουσι λόχοισι

### book 3.610.2

κεκριμένοι· τοῖς δ’ εὖτ’ ἂν ἀνὴρ ἄγκιστρον ἐφείη,

### book 3.610.3

οἱ μὲν ἀποτροπάδην λοξὸν φάος ἀλλήλοισι

### book 3.610.4

πάντες ἐπικλίνουσι καὶ οὐκ ἐθέλουσι πελάσσαι·

### book 3.610.5

ἀλλ’ ὅτε τις προθορὼν ἑτέρης στιχὸς αἶψα δέλετρον

### book 3.615.1

ἁρπάξῃ, τότε καί τις ἐνὶ φρεσὶ θάρσος ἔδεκτο

### book 3.615.2

ἀγκίστρῳ τ’ ἐπέλασσε καὶ ἕλκεται· οἱ δ’ ὁρόωντες

### book 3.615.3

ἀλλήλους, περὶ δαιτὶ γεγηθότες, ἰαίνονται

### book 3.615.4

ἑλκόμενοι, σπεύδουσι δ’ ὑποφθαδόν, ὅς κε θάνῃσι

### book 3.615.5

πρῶτος ἁλούς, ἅτε παῖδες ἀθύρμασι καγχαλόωντες.

### book 3.620.1

Θύννων δ’ αὖ γενεὴ μὲν ἀπ’ εὐρυπόροιο τέτυκται

### book 3.620.2

Ὠκεανοῦ· στείχουσι δ’ ἐς ἡμετέρης ἁλὸς ἔργα

### book 3.620.3

εἰαρινοῦ μετὰ λύσσαν ὅτ’ οἰστρήσωσι γάμοιο.

### book 3.1

τοὺς δ’ ἤτοι πρῶτον μὲν Ἰβηρίδος ἔνδοθεν ἅλμης

### book 3.2

ἀνέρες ἀγρώσσουσι βίῃ κομόωντες Ἴβηρες·

### book 3.625.1

δεύτερα δὲ Ῥοδανοῖο παρὰ στόμα θηρητῆρες

### book 3.625.2

Κελτοὶ Φωκαίης τε παλαίφατοι ἐνναετῆρες·

### book 3.625.3

τὸ τρίτον ἀγρώσσουσιν ὅσοι Τρινακρίδι νήσῳ

### book 3.625.4

ἐνναέται πόντου τε παρ’ οἴδμασι Τυρσηνοῖο.

### book 3.625.5

ἔνθεν ἀπειρεσίοις ἐνὶ βένθεσιν ἄλλοθεν ἄλλος

### book 3.630.1

κίδνανται καὶ πᾶσαν ἐπιπλώουσι θάλασσαν.

### book 3.630.2

πολλὴ δ’ ἔκπαγλός τε παρίσταται ἰχθυβόλοισιν

### book 3.630.3

ἄγρη, ὅτ’ εἰαρινὸς θύννων στρατὸς ὁρμήσωνται.

### book 3.630.4

χῶρον μὲν πάμπρωτον ἐπεφράσσαντο θαλάσσης

### book 3.630.5

οὔτε λίην στεινωπὸν ἐπηρεφέεσσιν ὑπ’ ὄχθαις

### book 3.635.1

οὔτε λίην ἀνέμοισιν ἐπίδρομον, ἀλλὰ καὶ αἴθρῃ

### book 3.635.2

καὶ σκεπανοῖς κευθμῶσιν ἐναίσιμα μέτρα φέροντα.

### book 3.635.3

ἔνθ’ ἤτοι πρῶτον μὲν ἐπ’ ὄρθιον ὕψι κολωνὸν

### book 3.635.4

ἴδρις ἐπαμβαίνει θυννοσκόπος, ὅστε κιούσας

### book 3

παντοίας ἀγέλας τεκμαίρεται, αἵ τε καὶ ὅσσαι,

### book 3.640.1

πιφαύσκει δ’ ἑτάροισι· τὰ δ’ αὐτίκα δίκτυα πάντα

### book 3.640.2

ὥστε πόλις προβέβηκεν ἐν οἴδμασιν· ἐν δὲ πυλωροὶ

### book 3.640.3

δικτύῳ, ἐν δὲ πύλαι, μύχατοί τ’ αὐλῶνες ἔασιν.

### book 3.640.4

οἱ δὲ θοῶς σεύονται ἐπὶ στίχας, ὥστε φάλαγγες

### book 3.640.5

ἀνδρῶν ἐρχομένων καταφυλαδόν· οἱ μὲν ἔασιν

### book 3.645.1

ὁπλότεροι, τοὶ δ’ εἰσὶ γεραίτεροι, οἱ δ’ ἐνὶ μέσσῃ

### book 3.645.2

ὥρῃ· ἀπειρέσιοι δὲ λίνων ἔντοσθε ῥέουσιν,

### book 3.645.3

εἰσόκεν ἱμείρωσι καὶ ἀγρομένους ἀνέληται

### book 3

δίκτυον· ἀφνειὴ δὲ καὶ ἔξοχος ἵσταται ἄγρη.

### book 4.1

Ἄλλους δ’ ἀγρευτῆρσιν ὑπήγαγε ληΐδα θήρης

### book 4.2

ὑγρὸς ἔρως· ὀλοῶν δὲ γάμων, ὀλοῆς τ’ Ἀφροδίτης

### book 4.3

ἠντίασαν, σπεύδοντες ἑὴν φιλοτήσιον ἄτην.

### book 4.4

ἀλλὰ σύ μοι, κάρτιστε πολισσούχων βασιλήων,

### book 4.5.1

αὐτός τ’, Ἀντωνῖνε, καὶ υἱέος ἠγάθεον κῆρ,

### book 4.5.2

πρόφρονες εἰσαΐοιτε καὶ εἰναλίῃσι γάνυσθε

### book 4.5.3

τερπωλαῖς, οἵῃσιν ἐμὸν νόον ἠπιόδωροι

### book 4.5.4

Μοῦσαι κοσμήσαντο καὶ ἐξέστεψαν ἀοιδῆς

### book 4.5.5

δώρῳ θεσπεσίῳ καί μοι πόρον ὑμετέροισι

### book 4.10.1

κίρνασθαι γλυκὺ νᾶμα καὶ οὔασι καὶ πραπίδεσσι.

### book 4.10.2

Σχέτλι’ Ἔρως, δολομῆτα, θεῶν κάλλιστε μὲν ὄσσοις

### book 4.10.3

εἰσιδέειν, ἄλγιστε δ’ ὅτε κραδίην ὀροθύνεις,

### book 4.10.4

ἐμπίπτων ἀδόκητος, ὑπὸ φρένα δ’ ὥστε θύελλα

### book 4.10.5

μίσγεαι, ἀσθμαίνεις δὲ πυρὸς δριμεῖαν ὁμοκλήν,

### book 4.15.1

παφλάζων ὀδύνῃσι καὶ ἀκρήτοισιν ἀνίαις·

### book 4.15.2

δάκρυ δέ σοι προβαλεῖν λαρὸν γάνος ἠδ’ ἐσακοῦσαι

### book 4.15.3

βυσσόθεν οἰμωγὴν σπλάχνοις θ’ ὑπὸ θερμὸν ἔρευθος

### book 4.15.4

φοινίξαι χρωτός τε παράτροπον ἄνθος ἀμέρσαι

### book 4.15.5

ὄσσε τε κοιλῆναι παρά τε φρένα πᾶσαν ἀεῖραι

### book 4.20.1

μαινομένην· πολλοὺς δὲ καὶ ἐς μόρον ἐξεκύλισας,

### book 4.20.2

ὅσσοις χειμέριός τε καὶ ἄγριος ἀντεβόλησας

### book 4.1

λύσσαν ἄγων· τοίαις γὰρ ἀγάλλεαι εἰλαπίνῃσιν.

### book 4.2

εἴτ’ οὖν ἐν μακάρεσσι παλαίτατος ἐσσὶ γενέθλῃ,

### book 4.3

ἐκ Χάεος δ’ ἀνέτειλας ἀμειδέος, ὀξέϊ πυρσῷ

### book 4.25.1

λαμπόμενος, πρῶτος δὲ γάμων ἐζεύξαο θεσμούς,

### book 4.25.2

πρῶτος δ’ εὐναίοις ἀρότοις ἐπεθήκαο τέκμωρ·

### book 4.25.3

εἴτε σε καὶ πτερύγεσσιν ἀειρόμενον θεὸν ὄρνιν

### book 4.25.4

τίκτε Πάφου μεδέουσα πολυφράδμων Ἀφροδίτη,

### book 4.25.5

εὐμενέοις, πρηΰς τε καὶ εὔδιος ἄμμιν ἱκάνοις

### book 4.30.1

μέτρον ἄγων· οὐ γάρ τις ἀναίνεται ἔργον ἔρωτος.

### book 4.30.2

πάντῃ μὲν κρατέεις, πάντῃ δέ σε καὶ ποθέουσι

### book 4.30.3

καὶ μέγα πεφρίκασιν· ὁ δ’ ὄλβιος, ὅστις ἔρωτα

### book 4.30.4

εὐκραῆ κομέει τε καὶ ἐν στέρνοισι φυλάσσει·

### book 4.30.5

σοὶ δ’ οὔτ’ οὐρανίης γενεῆς ἅλις οὔτε τι φύτλης

### book 4.35.1

ἀνδρομέης· οὐ θῆρας ἀναίνεαι οὐδ’ ὅσα βόσκει

### book 4.35.2

ἀὴρ ἀτρύγετος, νεάτης δ’ ὑπὸ κεύθεσι λίμνης

### book 4.35.3

δύνεις, ὁπλίζῃ δὲ καὶ ἐν νεπόδεσσι κελαινοὺς

### book 4.35.4

ἀτράκτους, ὡς μή τι τεῆς ἀδίδακτον ἀνάγκης

### book 4.35.5

λείπηται, μηδ’ ὅστις ὑπόβρυχα νήχεται ἰχθύς.

### book 4.40.1

Οἵην μὲν φιλότητα μετ’ ἀλλήλοισι ῥύονται

### book 4.40.2

καὶ πόθον ὀξυβελῆ στικτοὶ σκάροι, οὐδ’ ἐνὶ μόχθοις

### book 4.40.3

ἀλλήλους λείπουσιν, ἀλεξητῆρι δὲ θυμῷ

### book 4.1

πολλάκι μὲν πληγέντος ὑπ’ ἀγκίστροιο δαφοινοῦ

### book 4.2

ἄλλος ἐπαΐξας πρόμαχος σκάρος ἰχθὺς ὀδοῦσιν

### book 4.45.1

ὁρμιὴν ἀπέκερσε καὶ ἐξεσάωσεν ἑταῖρον

### book 4.45.2

καὶ δόλον ἠμάλδυνε καὶ ἀσπαλιῆ’ ἀκάχησεν.

### book 4.45.3

ἤδη δ’ ἐν κύρτοισι παλιμπλεκέεσσιν ἁλόντα

### book 4.45.4

ἄλλος ὑπεξέκλεψε καὶ ἐξείρυσσεν ὀλέθρου·

### book 4.45.5

εὖτε γὰρ ἐς κύρτοιο πέσῃ λόχον αἰόλος ἰχθύς,

### book 4.1

αὐτίκ’ ἐπεφράσθη τε καὶ ἐκδῦναι κακότητος

### book 4.2

πειρᾶται, τρέψας δὲ κάτω κεφαλήν τε καὶ ὄσσε

### book 4.3

ἔμπαλιν εἰς οὐρὴν ἀνανήχεται ἕρκος ἀμείβων·

### book 4.4

ταρβεῖ γὰρ σχοίνους ταναηκέας, αἳ πυλεῶνι

### book 4.5

ἀμφιπεριφρίσσουσι καὶ οὐτάζουσιν ὀπωπὰς

### book 4.55.1

ἀντίον ἐρχομένοιο, φυλακτήρεσσιν ὁμοῖαι.

### book 4.55.2

οἱ δέ μιν εἰσορόωντες ἀμήχανα δινεύοντα

### book 4.55.3

ἔκτοθεν ἀντιόωσιν ἀρηγόνες, οὐδ’ ἐλίποντο

### book 4.55.4

τειρόμενον· καί πού τις ἑὴν ὤρεξε διασχὼν

### book 4.55.5

οὐρὴν ἠΰτε χεῖρα λαβεῖν ἔντοσθεν ἑταίρῳ·

### book 4.60.1

αὐτὰρ ὀδὰξ μὲν ἔρεισεν, ὁ δ’ ἔσπασεν ἄϊδος ἔξω

### book 4.60.2

οὐρὴν ἡγήτειραν ὑπὸ στόμα δεσμὸν ἔχοντα.

### book 4.60.3

πολλάκι δὲ προβαλόντος ἑὴν ἔντοσθεν ἁλόντος

### book 4.60.4

οὐρὴν ἄλλος ἔμαρψε καὶ ἐξείρυσσε θύραζε

### book 4.60.5

ἑσπόμενον· τοιοῖσδε νοήμασι πότμον ἄλυξαν.

### book 4.65.1

ὡς δ’ ὅτε παιπαλόεσσαν ἀναστείχωσι κολώνην

### book 4.65.2

φῶτες ὑπὸ σκιερῆς νυκτὸς κνέφας, ἡνίκα μήνη

### book 4.1

κέκρυπται, νεφέων δὲ κελαινιόωσι καλύπτραι,

### book 4.2

οἱ δ’ ὄρφνῃ μογέουσι καὶ ἀτρίπτοισι κελεύθοις

### book 4.3

πλαζόμενοι, χεῖράς τε μετ’ ἀλλήλοισιν ἔχουσιν,

### book 4.70.1

ἑλκόμενοί θ’ ἕλκουσι, πόνων ἐπίκουρον ἀμοιβήν·

### book 4.70.2

ὣς οἵ γ’ ἀλλήλοισιν ἀμοιβαίῃ φιλότητι

### book 4.70.3

ἀλκτῆρες γεγάασι· τὸ δέ σφισι μήσατ’ ὄλεθρον

### book 4.70.4

δειλαίοις, ὀλοοῦ δὲ καὶ ἀλγινόεντος ἔρωτος

### book 4.70.5

ἠντίασαν, βλαφθέντες ἐπιφροσύναις ἁλιήων.

### book 4.75.1

τέσσαρες ἐμβεβάασι θοὸν σκάφος ἀγρευτῆρες,

### book 4.75.2

τῶν ἤτοι δοιοὶ μὲν ἐπηρέτμοισι πόνοισι

### book 4.75.3

μέμβλονται, τρίτατος δὲ δολόφρονα μῆτιν ὑφαίνει.

### book 4.75.4

θῆλυν ἀναψάμενος σύρει σκάρον ἀκροτάτοιο

### book 4.75.5

χείλεος ἐν δίνῃσι λινοζεύκτῳ ὑπὸ δεσμῷ·

### book 4.80.1

ζωὴν μὲν κέρδιστον ἀνελκέμεν· ἢν δὲ θάνῃσι,

### book 4.80.2

δελφῖνος μολίβοιο μετὰ στόμα δέξατο τέχνην.

### book 4.80.3

μηρίνθου δ’ ἑτέρωθεν ἐλήλαται ἄλλος ὄπισθεν

### book 4.80.4

δινωτὸς μολίβοιο βαρὺς κύβος ἅμματος ἄκρου·

### book 4.80.5

καί ῥ’ ἡ μὲν ζωῇ ἐναλίγκιος ἐν ῥοθίοισιν

### book 4.85.1

ἑλκομένη θήλεια τιταίνεται ἐξ ἁλιῆος.

### book 4.85.2

τέτρατος αὖ κύρτοιο βαθὺν δόλον ἀντίον ἕλκει

### book 4.85.3

ἐγγύθεν· οἱ δ’ ὁρόωντες ἀολλέες ἰθὺς ἵενται

### book 4.85.4

κραιπνὸν ἐπειγόμενοι βαλιοὶ σκάροι, ὄφρα ῥύωνται

### book 4.85.5

ἑλκομένην, ἀπάτην δὲ περιπροθέουσιν ἁπάντῃ,

### book 4.90.1

οἴστρῳ θηλυμανεῖ βεβιημένοι· οἱ δ’ ἐλάτῃσι

### book 4.90.2

νῆα κατασπέρχουσιν ὅσον σθένος· οἱ δ’ ἐφέπονται

### book 4.1

ἐσσυμένως· τάχα δέ σφι πανύστατος ἔπλετ’ ἀρωγή.

### book 4.2

εὖτε γὰρ ἀγρομένους τε καὶ ἄσχετα μαιμώοντας

### book 4.3

θηλείης ἐπὶ λύσσαν ἴδῃ νόος ἀσπαλιῆος,

### book 4.95.1

ἐν κύρτῳ κατέθηκεν ὁμοῦ λίνον ἠδὲ μόλιβδον,

### book 4.95.2

ὃς σκάρον ἐμβαρύθων εἴσω σπάσεν· οἱ δ’ ἄρ’ ὁμαρτῆ,

### book 4.95.3

ὡς ἴδον, ὡς ἐκέχυντο παραφθαδόν, Ἄϊδος ἕρκος

### book 4.95.4

πλεκτὸν ἐπισπεύδοντες, ἐπειγομένοις δὲ λόχοισι

### book 4.95.5

στείνονται προβολαί τε λύγων καὶ χάσμα πυλάων

### book 4.1

ἀργαλέον· τοῖοι γὰρ ἐπισπέρχουσι μύωπες.

### book 4.2

ὡς δὲ ποδωκείης μεμελημένοι ἄνδρες ἀέθλων,

### book 4.3

στάθμης ὁρμηθέντες ἀπόσσυτοι, ὠκέα γυῖα

### book 4.4

προπροτιταινόμενοι, δολιχὸν τέλος ἐγκονέουσιν

### book 4.5

ἐξανύσαι· πᾶσιν δὲ πόθος νύσσῃ τε πελάσσαι

### book 4.105.1

νίκης τε γλυκύδωρον ἑλεῖν κράτος ἔς τε θύρετρα

### book 4.105.2

ἀΐξαι καὶ κάρτος ἀέθλιον ἀμφιβαλέσθαι·

### book 4.105.3

τόσσος ἔρως καὶ τοῖσιν ἐς Ἄϊδος ἡγεμονεύει

### book 4.105.4

ἐσθορέειν κευθμῶνας ἀνοστήτοιο λόχοιο.

### book 4.105.5

κύντατα δ’ ἐς φιλότητα καὶ ὕστατον οἶστρον ἔχοντες

### book 4.110.1

αὐτόμολοι πιμπλᾶσιν ἐφίμερον ἀνδράσιν ἄγρην.

### book 4.110.2

Ἄλλοι δ’ αὖ θήλειαν ἔσω κύρτοιο κελαινοῦ

### book 4.110.3

ζωὴν ἐγκαθιέντες ὑπὸ σπιλάδεσσι τίθενται

### book 4.110.4

κείναις, ᾗσι μέλει γλαγόεις σκάρος· οἱ δ’ ὑπ’ ἔρωτος

### book 4.110.5

αὔρῃ θελγόμενοι φιλοτησίῃ ἀμφαγέρονται,

### book 4.115.1

ἀμφί τε λιχμάζουσι καὶ ἐξερέουσιν ἁπάντῃ

### book 4.115.2

μαιόμενοι κύρτοιο κατήλυσιν· αἶψα δ’ ἵκοντο

### book 4.115.3

εἰσίθμην εὐρεῖαν ἀνέκβατον ἕρκος ἔχουσαν,

### book 4.115.4

ἐς δ’ ἔπεσον ἅμα πάντες ὁμιλαδόν, οὐδέ τι μῆχος

### book 4.115.5

ἐκδῦναι, στυγερὴν δὲ πόθων εὕροντο τελευτήν.

### book 4.120.1

ὡς δέ τις οἰωνοῖσι μόρον δολόεντα φυτεύων

### book 4.120.2

θήλειαν θάμνοισι κατακρύπτει λασίοισιν

### book 4.120.3

ὄρνιν, ὁμογλώσσοιο συνέμπορον ἠθάδα θήρης·

### book 4.120.4

ἡ δὲ λίγα κλάζει ξουθὸν μέλος, οἱ δ’ ἀΐοντες

### book 4.120.5

πάντες ἐπισπέρχουσι, καὶ ἐς βρόχον αὐτοὶ ἵενται,

### book 4.125.1

θηλυτέρης ἐνοπῇσι παραπλαγχθέντες ἰωῆς·

### book 4.125.2

τοῖς κεῖνοι κύρτοιο πέσον λαγόνεσσιν ὁμοῖοι.

### book 4.125.3

Τοίην δ’ αὖ κεφάλοισιν ἔρως περιβάλλεται ἄτην·

### book 4.125.4

καὶ γὰρ τοὺς θήλεια παρήπαφεν ἐν ῥοθίοισιν

### book 4.125.5

ἑλκομένη· θαλερὴ δὲ πέλοι λιπόωσά τε γυῖα·

### book 4.130.1

ὧδε γὰρ εἰσορόωντες ἀπείρονες ἀμφαγέρονται·

### book 4.130.2

κάλλεϊ δ’ ἐκπάγλως βεβιημένοι οὐκ ἐθέλουσι

### book 4.130.3

λείπεσθαι, πάντῃ δὲ πόθων ἴϋγγες ἄγουσι

### book 4.130.4

θαλπομένους, εἰ καί σφιν ἀνάρσιον ἡγεμονεύοις

### book 4.130.5

χέρσον ὑπεξερύων θῆλυν δόλον· οἱ δ’ ἐφέπονται

### book 4.135.1

ἀθρόοι, οὔτε δόλων μεμνημένοι οὔθ’ ἁλιήων·

### book 4.135.2

ἀλλ’ ὥστ’ ἠΐθεοι περικαλλέος ὄμμα γυναικὸς

### book 4.135.3

φρασσάμενοι πρῶτον μὲν ἀποσταδὸν αὐγάζονται,

### book 4.1

εἶδος ἀγαιόμενοι πολυήρατον, ἄγχι δ’ ἔπειτα

### book 4.2

ἤλυθον, ἐκ δ’ ἐλάθοντο καὶ οὐκέτι κεῖνα κέλευθα

### book 4.140.1

ἔρχονται τὰ πάροιθεν, ἐφεσπόμενοι δὲ γάνυνται

### book 4.140.2

θελγόμενοι λιαρῇσιν ὑπὸ ῥιπῇς Ἀφροδίτης·

### book 4.140.3

ὣς κείνων οἰστρηδὸν ἐπόψεαι ὑγρὸν ὅμιλον

### book 4.140.4

εἰλομένων· τάχα δέ σφιν ἀπεχθέες ἦλθον ἔρωτες·

### book 4.140.5

αἶψα γὰρ ἀμφίβληστρον ἀνὴρ εὐεργὲς ἀείρας

### book 4.145.1

κόλπον ἐπιπροέηκε καὶ ἄσπετον ἔσπασε θήρην,

### book 4.145.2

ῥηϊδίως ἁψῖσι περίσχετον ἀμφικαλύψας.

### book 4.145.3

Σηπίαι αὖ δυσέρωτες ἐπὶ πλέον ἔδραμον ἄτης·

### book 4.145.4

οὐ γὰρ τοῖς οὐ κύρτον ὀλέθριον οὔτε λίνοιο

### book 4.145.5

ἀμφιβολὰς ἐφέηκαν ἁλίστονοι ἀγρευτῆρες,

### book 4.1

ἀλλ’ αὔτως ἐρύουσιν ἀναψάμενοι μίαν οἴην

### book 4.2

ἐν ῥοθίοις· αἱ δ’ εὖτ’ ἂν ἀπόπροθεν ἀθρήσωσιν,

### book 4.3

αἶψα μάλ’ ἀντιόωσι, περιπλέγδην δ’ ἐνέχονται

### book 4.4

ἐμφύμεναι σπείρῃσιν, ἅτε ξείνηθεν ἰδοῦσαι

### book 4.5

παρθενικαὶ δηναιὸν ἀδελφεὸν ἢ γενετῆρα

### book 4.155.1

ἤπιον ἐν μεγάροισιν ἀπήμονα νοστήσαντα·

### book 4.155.2

ἠὲ νέον ζεύγλῃσιν ὑπ’ εὐναίης Ἀφροδίτης

### book 4.155.3

κούρη ληϊσθεῖσα γάμων εὐαγρέϊ δεσμῷ

### book 4.155.4

νυμφίον ἀμφέπλεξεν, ἐπ’ αὐχένι πάννυχα δεσμὰ

### book 4.155.5

ἀργεννοῖς ἑκάτερθε βραχίοσι γυρώσασα·

### book 4.160.1

ὣς τότε κερδαλέαι περὶ σηπίαι εἱλίσσονται

### book 4.160.2

ἀλλήλαις· οὐδέ σφι μεθίεται ἔργον ἔρωτος,

### book 4.160.3

εἰσόκεν ἐξερύσωσιν ἐπὶ σκάφος ἀσπαλιῆες·

### book 4.160.4

αἱ δ’ ἔτι συμπεφύασι, πόθῳ δ’ ἅμα πότμον ἕλοντο.

### book 4

Τὰς μὲν καὶ κύρτοισι παρήπαφον εἴαρος ὥρῃ·

### book 4.165.1

κύρτους γὰρ σκιάσαντες ὑπὸ πτόρθοισι μυρίκης

### book 4.165.2

ἢ κομάρου πετάλοισι τεθηλόσιν ἠὲ καὶ ἄλλῃ

### book 4.165.3

λάχνῃ, ἐπ’ ἠϊόνεσσι πολυψαμάθοισιν ἔθηκαν·

### book 4.165.4

αἱ δ’ ἅμα μὲν γενεῆς κεχρημέναι ἠδὲ καὶ εὐνῆς

### book 4.165.5

κύρτον ἔσω σπεύδουσι καὶ ἥμεναι ἐν πετάλοισιν

### book 4.170.1

αὐτοῦ μὲν παύσαντο πόθου, παύσαντο δὲ δειλῆς

### book 4.170.2

ζωῆς, ἀγρευτῆρσιν ἀνελκόμεναι πινυτοῖσιν.

### book 4.170.3

Ἔξοχα δ’ ἐκ πάντων νεπόδων ἀλγεινὸν ἔρωτα

### book 4.170.4

κόσσυφος ἀθλεύει, κίχλῃς δ’ ἐπιδαίεται ἦτορ,

### book 4.170.5

οἴστρῳ τε ζήλῳ τε, βαρύφρονι δαίμονι, θύων.

### book 4.175.1

κοσσύφῳ οὔτ’ εὐνὴ μία σύννομος, οὐ δάμαρ οἴη,

### book 4.175.2

οὐ θάλαμος, πολλαὶ δ’ ἄλοχοι, πολλαὶ δὲ χαράδραι

### book 4.175.3

κεκριμέναι κεύθουσιν ἐφέστια λέκτρα γυναικῶν·

### book 4.175.4

τῇσιν ἀεὶ πᾶν ἦμαρ ὑπὸ γλαφυροῖσι μυχοῖσι

### book 4.175.5

κίχλαι ναιετάουσιν, ἀλίγκιαι ἀρτιγάμοισι

### book 4.180.1

νύμφαις, ἃς οὐκ ἄν τις ἴδοι θαλάμοιο πάροιθεν

### book 4.180.2

ἐρχομένας· ἐν δέ σφι γαμήλιος αἴθεται αἰδώς·

### book 4.180.3

ὣς αἵ γ’ ἐνδόμυχοι θαλάμων ἔντοσθεν ἑκάστη

### book 4.180.4

αἰεὶ δηθύνουσιν, ὅπῃ πόσις αὐτὸς ἀνώγει.

### book 4.180.5

κόσσυφος αὖ πέτρῃσι παρήμενος οὔποτε λείπει,

### book 4.185

αἰὲν ἔχων φυλακὴν λεχέων ὕπερ, οὐδέ ποτ’ ἄλλῃ

### book 4.1

τέτραπται, πᾶν δ’ ἦμαρ ἑλίσσεται, ἄλλοτε δ’ ἄλλους

### book 4.2

παπταίνει θαλάμους καί οἱ νόος οὔτ’ ἐπὶ φορβὴν

### book 4.3

στέλλεται οὔτε τιν’ ἄλλον ἔχει πόνον, ἀλλ’ ἐπὶ

### book 4.188.1

νύμφαις

### book 4.188.2

μοχθίζει δύσζηλος ἀειφρούροισι πόνοισι·

### book 4.190.1

νυκτὶ δέ οἱ βρώμης τε μέλει καὶ παύεται ἔργων

### book 4.190.2

τυτθὸν ὅσον φυλακῆς ἀζηχέος· ἀλλ’ ὅτε κίχλαι

### book 4.190.3

ὃν τόκον ὠδίνωσιν, ὃ δ’ ἄσχετα τῆμος ἀΐσσει

### book 4.190.4

ἀμφιπεριτρομέων, ἐπὶ δ’ ἔρχεται ἄλλοτε ἄλλην

### book 4.190.5

εἰς ἄλοχον, μέγα δή τι περιτρομέοντι ἐοικὼς

### book 4.195.1

ὠδίνων. οἷον δὲ μετὰ φρεσὶν ἄχθος ἀλύει

### book 4.195.2

μήτηρ, τηλυγέτοιο θοὴν ὠδῖνα θυγατρὸς

### book 4.195.3

πρωτολεχοῦς φρίσσουσα· τὸ γὰρ μέγα δεῖμα γυναι‐

### book 4.197.1

κῶν·

### book 4.197.2

αὐτὴν δ’ οὔτι χέρειον ἱκάνεται Εἰλειθυίης

### book 4.197.3

κῦμα πόνων, πάντῃ δὲ διὲκ θαλάμων δεδόνηται

### book 4.1

εὐχομένη, στενάχουσα, μετήορον ἦτορ ἔχουσα,

### book 4.2

εἰσόκε λυσιπόνοιο βοῆς ἔντοσθεν ἀκούσῃ·

### book 4.3

ὣς ὁ περιτρομέων ἀλόχοις μέγα δαίεται ἦτορ.

### book 4.4

τοῖόν που λεχέων ἀΐω νόμον ἐντύνεσθαι

### book 4.5

Ἀσσυρίους, οἳ Τίγριν ὑπὲρ πόρον ἄστε’ ἔχουσι,

### book 4.205.1

Βάκτρων τ’ ἐνναετῆρας, ἑκηβόλον ἔθνος ὀϊστῶν·

### book 4.205.2

καὶ γὰρ τοῖς πλέονές τε γαμήλια λέκτρα γυναῖκες

### book 4.205.3

κεκριμέναι μεθέπουσι καὶ εὐνάζονται ἅπασαι

### book 4.205.4

νύκτας ἀμειβόμεναι· μετὰ δέ σφισι κέντρον ὀπηδεῖ

### book 4.205.5

ζήλου ἀνιαροῖο, περὶ ζήλῳ δ’ ὀλέκονται,

### book 4.210.1

αἰὲν ἐπ’ ἀλλήλοισι βαρὺν θήγοντες ἄρηα.

### book 4.210.2

ὣς οὐδὲν ζήλοιο κακώτερον ἀνδράσιν ἄλγος

### book 4.210.3

ἐντρέφεται, πολλοὺς δὲ γόους, πολλὰς δὲ τίθησιν

### book 4.210.4

οἰμωγάς· λύσσης γὰρ ἀναιδέος ἐστὶν ἑταῖρος·

### book 4.210.5

λύσσῃ δ’ ἀσπασίως ἐπιμίσγεται, ἐς δὲ βαρεῖαν

### book 4.215

ἄτην ἐξεχόρευσε, τέλος δέ οἱ ἔπλετ’ ὄλεθρος.

### book 4.1

ὃς καὶ τὸν δύστηνον ὑπήγαγε κόσσυφον ἄτῃ

### book 4.2

δμηθῆναι, χαλεπῆς δὲ γάμων ἤντησεν ἀμοιβῆς.

### book 4.3

εὖτε γὰρ ἀθρήσῃ σπιλάδων ἔπι δινεύοντα

### book 4.4

ἰχθὺν ἀσπαλιεύς, ἀλόχοις πέρι μόχθον ἔχοντα,

### book 4.220.1

ἀγκίστρῳ κρατερῷ περιβάλλεται ὅττι τάχιστα

### book 4.220.2

καρῖδα ζώουσαν, ἐπ’ ἀγκίστροιο δ’ ὕπερθε

### book 4.220.3

βριθὺς ἀνήρτηται μολίβου κύβος· αὐτὰρ ὁ λάθρῃ

### book 4.220.4

πρὸς πέτραις ἀφέηκε βαρὺν δόλον, ἐγγύθι δ’ αὐτῶν

### book 4.220.5

δινεύει θαλάμων· ὁ δ’ ἐσέδρακεν, αἶψα δ’ ὀρινθεὶς

### book 4.225.1

ὡρμήθη, καρῖδα δόμων ἔντοσθεν ἱκάνειν

### book 4.225.2

ἐλπόμενος λεχέεσσιν ἀνάρσιον ἠδ’ ἀλόχοισιν·

### book 4.225.3

αἶψα δ’ ἐπιθύσας ὁ μὲν ἔλπεται ἐν γενύεσσι

### book 4.225.4

τίνυσθαι καρῖδος ἐπήλυσιν, οὐδ’ ἐνόησεν

### book 4.225.5

ὃν μόρον ἀμφιχανών· ἁλιεὺς δέ μιν αἶψα δοκεύσας

### book 4.230.1

χαλκείαις ξυνέπειρεν ἀνακρούων γενύεσσιν

### book 4.230.2

εἴρυσέ τ’ ἀσχαλόωντα καὶ ὕστατον ἀσπαίροντα,

### book 4.230.3

καί πού μιν τοίοισιν ἐνίπαπε κερτομίοισι·

### book 4.230.4

νῦν δή, νῦν ἀλόχους τε περιφρούρευε φυλάσσων,

### book 4.230.5

ὦ τάλαν, ἐν θαλάμοις τε μένων ἐπιτέρπεο νύμφαις·

### book 4.235.1

οὐ γάρ τοι μία Κύπρις ἐφήνδανεν οὐδὲ μί’ εὐνή,

### book 4.235.2

ἀλλὰ μάλ’ ἐν τόσσῃσιν ἀγάλλεο μοῦνος ἀκοίτης

### book 4.235.3

εὐναῖς· ἀλλ’ ἴθι δεῦρο, γάμος δέ τοί ἐστιν ἑτοῖμος,

### book 4.235.4

νυμφίε, χερσαίοιο πυρὸς λευκάμπυκος αὐγή.

### book 4.235.5

τοιάδε που νείκεσσε καὶ οὐκ ἀΐοντι πιφαύσκων.

### book 4.240.1

κίχλαι δ’, εὖτε θάνῃ φρουρὸς πόσις, ἐκτὸς ἰοῦσαι

### book 4.240.2

πλάζονται θαλάμων, ξυνὸν δ’ ἕλον ἀνέρι πότμον.

### book 4.240.3

Καὶ μὴν δὴ φιλότητι καὶ ἀλλήλων ἐπαρωγῇ

### book 4.240.4

ὄλλυνται γαλεοί τε κύνες καὶ φῦλα κελαινῶν

### book 4.240.5

κεντροφόρων· λευκὸς μὲν ἐπ’ ἀγκίστρῳ πεπέδηται

### book 4.245

ἰχθύς, ἀσπαλιεὺς δὲ κιών, ὅθι πηλὸς ἀϊδνὴς

### book 4.1

ἐμβύθιος δολιχῇσιν ὑφίζεται ὀργυιῇσιν,

### book 4.2

ἄγκιστρον καθέηκε, θοῶς δέ τις ἔσπασεν ἄτην

### book 4.3

ἀντιάσας· ὁ μὲν αὐτίκ’ ἀνέλκεται, οἱ δέ μιν ἄλλοι

### book 4.4

φρασσάμενοι μάλα πάντες ἀολλέες ἐγγὺς ἕπονται,

### book 4.1

ὄφρ’ αὐτὴν ἐπὶ νῆα καὶ ἀγρευτῆρας ἵκωνται.

### book 4.2

δὴ τότε τοὺς μὲν ἕλοις ὑποχῆς περιηγέϊ κύκλῳ,

### book 4.3

τοὺς δὲ σιδηρείοισι καταΐγδην στυφελίζων

### book 4.4

αἰχμαῖς τριγλώχισι καὶ ἀλλοίοισι δόλοισιν·

### book 4.5

οὐ γὰρ πρὶν φεύγουσιν ἀπότροποι, εἰσόχ’ ἑταῖρον

### book 4.255.1

ἑλκόμενον λεύσσωσιν, ὁμοῦ δ’ ἐθέλουσιν ὀλέσθαι.

### book 4.255.2

οἷον δ’ ἀρτιφάτου παιδὸς νέκυν ἐκ μεγάροιο

### book 4.255.3

τύμβον ἐς ἀμφίκλαυτον ἑοὶ στέλλουσι τοκῆες

### book 4.255.4

τηλυγέτου, τῷ πολλὰ μάτην περιμοχθήσωσι·

### book 4.255.5

δρυπτόμενοι δ’ ὀδύνῃσι τέκος περικωκύοντες

### book 4.260.1

ἠρίῳ ἐμπεφύασι καὶ οὐκ ἐθέλουσι μέλαθρα

### book 4.260.2

νοστῆσαι, ξυνῇ δὲ θανεῖν δυσπενθέϊ νεκρῷ·

### book 4.260.3

ὣς οἵ γ’ οὐκ ἐθέλουσιν ἀνελκομένοιο λιπέσθαι,

### book 4.260.4

εἰσόκεν αὐτὸν ὄλεθρον ὑπ’ ἀγρευτῆρσιν ὄλωνται.

### book 4.260.5

Ἄλλους δὲ ξεῖνός τε καὶ οὐκ ἐνδήμιος ἅλμης

### book 4.265.1

εἷλεν ἔρως, χερσαῖον ἐπ’ ἰχθύσιν οἶστρον ἐγείρων

### book 4.265.2

ἔξαλον· ἀλλοδαπῆς φιλίης βέλος οἷον ἱκάνει

### book 4.265.3

πουλύποδας σαργῶν τε γένος πέτρῃσιν ἑταῖρον.

### book 4.265.4

ἤτοι πουλύποδες μὲν Ἀθηναίης φιλέουσιν

### book 4.265.5

ἔρνεα καὶ θαλλοῖσιν ἐπὶ γλαυκοῖσιν ἔρωτα

### book 4.270

ἔσπασαν· ἦ μέγα θαῦμα πόθῳ φρένα δενδρήεντι

### book 4.1

ἕλκεσθαι λιπαροῦ τε φυτοῦ πτόρθοισι γάνυσθαι.

### book 4.2

ἔνθα γὰρ ἀγλαόκαρπος ἁλὸς σχεδόν ἐστιν ἐλαίη,

### book 4.3

γείτοσιν ἐν γουνοῖσιν ἐπακταίη τεθαλυῖα,

### book 4.4

κεῖθι δὲ πουλύποδος νόος ἕλκεται, ἠΰτ’ ἐπ’ ἴχνος

### book 4.275.1

Κνωσίου εὐρίνοιο κυνὸς μένος, ὅστ’ ἐν ὄρεσσι

### book 4.275.2

θηρὸς ἀνιχνεύει σκολιὴν βάσιν ἐξερεείνων

### book 4.275.3

ῥινὸς ὑπ’ ἀγγελίῃ νημερτέϊ καί τέ μιν ὦκα

### book 4.275.4

μάρψε καὶ οὐκ ἐμάτησεν ἑὸν δ’ ἐπέλασσεν ἄνακτα·

### book 4.275.5

ὣς καὶ τηλεθόωσαν ἄφαρ μάθεν ἐγγὺς ἐλαίην

### book 4.280.1

πούλυπος, ἐκδύνει δὲ βυθῶν καὶ γαῖαν ἀνέρπει

### book 4.280.2

καγχαλόων, πρέμνοισι δ’ Ἀθηναίης ἐπέλασσεν·

### book 4.280.3

ἔνθ’ ἤτοι πρῶτον μὲν ἀγαλλόμενος περὶ ῥίζης

### book 4.280.4

πυθμένας εἰλεῖται στρωφώμενος, ἠΰτε κοῦρος,

### book 4.280.5

ὅστε νέον προμολοῦσαν ἑὴν τροφὸν ἀμφαγαπάζει,

### book 4.285.1

ἀμφὶ δέ οἱ πλέκεται, κόλποις δ’ ἐπὶ χεῖρας ἀείρει,

### book 4.285.2

ἱμείρων δειρήν τε καὶ αὐχένα πηχύνασθαι·

### book 4.285.3

ὣς ὁ περὶ πρέμνοισιν ἑλίσσεται ἔρνεϊ χαίρων.

### book 4.285.4

ἔνθεν ἔπειτ’ ἄκρῃσιν ἐρειδόμενος κοτύλῃσιν

### book 4.285.5

ὑψός’ ἀνερπύζει λελιημένος, ἀμφὶ δὲ χαίτας

### book 4.290.1

πτύσσεται, ἄλλοτε ἄλλον ἔχων κλάδον, οἷά τις ἀνὴρ

### book 4.290.2

νοστήσας ξείνηθεν ἑοὺς ἀσπάζεθ’ ἑταίρους

### book 4.290.3

ἀθρόον ἀντιόωντας ἑλισσόμενος περὶ δειρήν·

### book 4.290.4

ἢ ὥστε βλωθρῇσιν ἑλίσσεται ἀμφ’ ἐλάτῃσιν

### book 4.290.5

ὑγρὸς ἕλιξ κισσοῖο, τιταινόμενος δ’ ἀπὸ ῥίζης

### book 4.295.1

ἑρπύζει, πάντῃ δὲ περιρρέει ἀκρεμόνεσσιν·

### book 4.295.2

ὣς ὅ γε γηθόσυνος λιπαροὺς περιβάλλετ’ ἐλαίης

### book 4.295.3

ὄρπηκας, κυνέοντι πανείκελος· ἀλλ’ ὅτ’ ἔρωτος

### book 4.295.4

λωφήσῃ, πάλιν αὖτις ἁλὸς μετὰ κόλπον ἀφέρπει,

### book 4.295.5

πλησάμενος φιλότητος ἐλαιηροῦ τε πόθοιο.

### book 4

τοῦ δή μιν καὶ ἔρωτος ἕλεν δόλος, ὡς ἐδάησαν

### book 4.1

ἰχθυβόλοι· θαλλοὺς γὰρ ὁμοῦ δήσαντες ἐλαίης

### book 4.2

ὅττι μάλ’ εὐφυέας μόλιβον μέσον ἐγκατέθηκαν,

### book 4.3

ἐκ δ’ ἀκάτου σύρουσιν· ὁ δ’ οὐκ ἀμέλησε νοήσας

### book 4.4

πούλυπος ἀλλ’ ἤϊξε καὶ ἀμφέπλεξεν ἑταίρους

### book 4.305.1

πτόρθους· οὐδ’ ἔτ’ ἔπειτα καὶ ἑλκόμενός περ ἐς ἄγρην

### book 4.305.2

δεσμὰ πόθων ἀνίησιν, ἕως ἔντοσθε γένηται

### book 4.305.3

νηός· ὁ δ’ οὐκ ἤχθηρε καὶ ὀλλύμενός περ ἐλαίην.

### book 4.305.4

Σαργοὶ δ’ αἰγείοισι πόθοις ἐπὶ θυμὸν ἔχουσιν,

### book 4.305.5

αἰγῶν δ’ ἱμείρουσιν, ὀρειαύλοις δὲ βοτοῖσιν

### book 4.310.1

ἐκπάγλως χαίρουσι καὶ εἰνάλιοί περ ἐόντες.

### book 4.310.2

ἦ σέβας οὐκ ἐπίελπτον, ὁμόφρονα φῦλα τεκέσθαι

### book 4.310.3

ἀλλήλοις ὀρέων τε πάγους χαροπήν τε θάλασσαν.

### book 4.310.4

εὖτε γὰρ αἰγονομῆες ἐπὶ ῥηγμῖνος ἄγωσι

### book 4.310.5

μηκάδας, ἐν δίνῃσι λοεσσομένας ἁλίῃσιν

### book 4.315.1

ἐνδίους, ὅτε θερμὸς Ὀλύμπιος ἵσταται ἀστήρ,

### book 4.315.2

οἳ δὲ τότε βληχήν τε παρακταίην ἀΐοντες

### book 4.315.3

αὐδήν τ’ αἰπολίων βαρυηχέα πάντες ὁμαρτῇ

### book 4.315.4

καὶ νωθεῖς περ ἐόντες ἐπειγόμενοι φορέονται

### book 4.315.5

σαργοὶ καὶ θρώσκουσιν ἐπ’ ἀνδήροισι θαλάσσης,

### book 4.320.1

γηθόσυνοι, κεραὸν δὲ περισαίνουσιν ὅμιλον

### book 4.320.2

ἀμφί τε λιχμάζουσι καὶ ἀθρόοι ἀμφιχέονται,

### book 4.320.3

πυκνὰ κατασκαίροντες· ἔχει δ’ ἄρα θαῦμα νομῆας

### book 4.1

πρωτοδαεῖς· αἶγες δὲ φίλον χορὸν οὐκ ἀέκουσαι

### book 4.2

δέχνυνται· τοὺς δ’ οὔτις ἔχει κόρος εὐφροσυνάων.

### book 4.325.1

οὐ τόσον ἐν σταθμοῖσι κατηρεφέεσσι νομήων

### book 4.325.2

μητέρας ἐκ βοτάνης ἔριφοι περικαγχαλόωντες

### book 4.325.3

πολλῇ γηθοσύνῃ τε φιλοφροσύνῃ τε δέχονται,

### book 4.325.4

ἦμος ἅπας περὶ χῶρος ἀγαλλομένῃσιν ἰωῇς

### book 4.325.5

νηπιάχων κέκληγε, νόος δ’ ἐγέλασσε βοτήρων,

### book 4.330.1

ὣς κεῖνοι κεραῇσι περισπέρχους’ ἀγέλῃσιν.

### book 4.330.2

εὖτ’ ἂν δ’ εἰναλίων ἄδδην ἴσχωσι λοετρῶν,

### book 4.330.3

αἱ δὲ πάλιν στείχωσιν ἐς αὔλια, δὴ τότε σαργοὶ

### book 4.330.4

ἀχνύμενοι μάλα πάντες ἀολλέες ἐγγὺς ἕπονται,

### book 4.330.5

κύματος ἀκροτάτοιο γέλως ὅθι χέρσον ἀμείβει.

### book 4.335.1

ὡς δ’ ὅτε τηλύγετον μήτηρ γόνον ἢ καὶ ἀκοίτην

### book 4.335.2

εὐνέτις ἀλλοδαπὴν τηλέχθονα γαῖαν ἰόντα

### book 4.335.3

ἀχνυμένη στέλλῃσι, νόος δέ οἱ ἔνδον ἀλύει,

### book 4.335.4

ὅσση οἱ μεσσηγὺς ἁλὸς χύσις, ὅσσα τε κύκλα

### book 4.335.5

μηνῶν· ἀκροτάτοισι δ’ ἐπεμβαίνουσα θαλάσσης

### book 4.340.1

κύμασι δακρυόεσσαν ὑπὸ στόμα γῆρυν ἵησι,

### book 4.340.2

σπεύδειν λισσομένη καί μιν πόδες οὐκέτ’ ὀπίσσω

### book 4.340.3

ἱεμένην φορέουσιν, ἔχει δ’ ἐπὶ πόντον ὀπωπάς·

### book 4.340.4

ὣς κείνους καί κέν τις ὑπ’ ὄμμασι δάκρυα φαίη

### book 4.340.5

στάζειν οἰωθέντας ἐλαυνομένων πάλιν αἰγῶν.

### book 4.345.1

σαργὲ τάλαν· τάχα γάρ σε κακὸν πόθον αἰπολίοισι

### book 4.345.2

φημὶ συνοίσεσθαι· τοῖος νόος ἀσπαλιήων

### book 4.345.3

εἰς ἀπάτην καὶ κῆρα τεοὺς ἔτρεψεν ἔρωτας.

### book 4.345.4

πέτρας μὲν κείνας τεκμαίρεται ἐγγύθι γαίης

### book 4.345.5

πρῶτον ἀνὴρ διδύμοισιν ἀνισταμένας κροτάφοισιν

### book 4.1

ἐγγύθεν, αἳ στεινωπὸν ἁλὸς διὰ χῶρον ἔχουσιν,

### book 4.2

αἰθέρος ἀκτίνεσσι διαυγέας, αἷς ἔνι σαργοὶ

### book 4.3

πολλοὶ ναιετάουσιν, ὁμόκτιτον αὖλιν ἔχοντες·

### book 4.4

ἔξοχα γὰρ πυρσοῖσιν ἐπ’ ἠελίοιο γάνυνται.

### book 4.5

ἐνθάδ’ ἀνὴρ μελέεσσιν ἐφεσσάμενος δέρος αἰγός,

### book 4.355.1

δοιὰ κέρα κροτάφοισι περὶ σφετέροισιν ἀνάψας,

### book 4.355.2

στέλλεται ὁρμαίνων νόμιον δόλον, ἐς δ’ ἅλα βάλλει

### book 4.355.3

κρείασιν αἰγείοισιν ὁμοῦ κνίσσῃ τε λιπήνας

### book 4.355.4

ἄλφιτα· τοὺς δ’ ὀδμή τε φίλη δολόεσσά τ’ ἐσωπὴ

### book 4.355.5

φορβή τ’ εὐδώρητος ἐφέλκεται, οὐδέ τιν’ ἄτην

### book 4.360.1

ἐν φρεσὶν ὁρμαίνουσιν, ἀγαλλόμενοι δὲ μένουσιν

### book 4.360.2

αἰγὶ περισαίνοντες ἐοικότα δήϊον ἄνδρα·

### book 4.360.3

δύσμοροι, ὡς ὀλοοῖο τάχ’ ἀντιόωσιν ἑταίρου,

### book 4.360.4

οὐ φρεσὶν αἰγείῃσιν ἀρηρότος· αὐτίκα γάρ σφιν

### book 4.360.5

ῥάβδον τε κραναὴν ὁπλίζεται ἠδὲ λίνοιο

### book 4.365.1

ὁρμιὴν πολιοῖο, βάλεν δ’ ὑπὲρ ἀγκίστροιο

### book 4.365.2

χηλῆς αἰγείης κρέας ἔμφυτον· οἱ μὲν ἐδωδὴν

### book 4.365.3

ἐσσυμένως ἥρπαξαν, ὁ δ’ ἔσπασε χειρὶ παχείῃ

### book 4.365.4

αὖ ἐρύων· εἰ γάρ τις ὀΐσεται ἔργα δόλοιο,

### book 4.365.5

οὐκ ἂν ἔτ’ ἐμπελάσειε καὶ εἰ λασιότριχας αὐτὰς

### book 4.370.1

αἶγας ἄγοι, φεύγουσι δ’ ἀποστύξαντες ὁμαρτῇ

### book 4.370.2

καὶ μορφὴν καὶ δαῖτα καὶ αὐτῆς ἔνδια πέτρης·

### book 4.370.3

εἰ δὲ λάθοι καὶ κραιπνὸν ἔχοι πόνον, οὔ κέ τις ἄγρης

### book 4.370.4

λειφθείη, πάντας δὲ δαμάσσεται αἰγὸς ὀπωπή.

### book 4.370.5

Ἄλλος δ’ αὖ σαργοῖσι μέλει πόθος εἴαρος ὥρῃ

### book 4.375.1

ἀλλήλων, εὐνῆς δὲ γάμων πέρι δηριόωνται·

### book 4.375.2

πολλαῖς δ’ εἷς ἀλόχοις πέρι μάρναται· ὃς δέ κεν ἀλκῇ

### book 4.375.3

νικήσῃ, πάσῃσιν ἐπάρκιος ἔπλετ’ ἀκοίτης,

### book 4.375.4

πέτρας δ’ εἰσελάει θῆλυν στόλον· ἔνθ’ ἁλιῆες

### book 4

κύρτον ἐτεχνήσαντο βαθύν, περιηγέα πάντῃ·

### book 4.380.1

τὸν δὲ φυτῶν λάχνῃσι περὶ στόμα πάντα πύκασσαν,

### book 4.380.2

μύρτων ἢ δάφνης εὐώδεος ἠέ τευ ἄλλου

### book 4.380.3

πτόρθοισιν θαλεροῖσιν ἐπισταμένως σκιάσαντες.

### book 4.380.4

τοὺς δ’ οἶστρος ποτὶ μῶλον ἐπώρορεν εὐνητῆρας

### book 4.380.5

μάρνασθαι, πολλὴ δὲ γαμήλιος ἵστατ’ Ἐνυώ.

### book 4.385.1

ἀλλ’ ὅτ’ ἀριστεύσας τις ἕλῃ κράτος, αὐτίκα πέτρην

### book 4.385.2

παπταίνει γλαφυρήν, ἀλόχοις δόμον, ἐς δ’ ἴδε κύρτον

### book 4.385.3

κείμενον, εὐφύλλοισιν ἐπηρεφὲ ἀκρεμόνεσσιν,

### book 4.385.4

ἔνθ’ ἐλάει νυμφεῖον ἑὸν χορόν· αἱ μὲν ἔπειτα

### book 4.385.5

κύρτον ἔσω δύνουσιν, ὁ δ’ ἔκτοθι πάντας ἐρύκει

### book 4.390.1

ἄρσενας, οὐδέ τιν’ ἄλλον ἐᾷ νύμφῃσι πελάσσαι.

### book 4.390.2

ἀλλ’ ὅταν ἐμπλήσῃ πλεκτὸν δόλον, ὕστατος αὐτὸς

### book 4.390.3

ἐς θάλαμον προὔτυψεν, ἀνέκβατον Ἄϊδος εὐνήν.

### book 4.390.4

ὡς δ’ ὅτε μηλονόμος τις ἀνὴρ βοτάνηθεν ἐλαύνων

### book 4.390.5

εἰροπόκους ἀγέλας ἀνάγει πάλιν, ἐν δὲ θυρέτροις

### book 4.395.1

ἱστάμενος σταθμοῖο νόῳ πεμπάζεται οἰῶν

### book 4.395.2

πληθὺν εὖ διέπων, εἴ οἱ σόα πάντα πέλονται,

### book 4.395.3

πώεσι δ’ εἰλομένοισι περιπλήθουσα μὲν αὐλὴ

### book 4.395.4

στείνεται, ὑστάτιος δὲ μετά σφισιν ἔσσυτο ποιμήν·

### book 4.395.5

ὣς αἱ μὲν προπάροιθεν ἔσω κοίλοιο μυχοῖο

### book 4.1

θηλύτεραι κατέδυσαν, ὁ δ’ ὕστερος ἔνθορ’ ἀκοίτης,

### book 4.2

δειλαίῃς ἅμα δειλὸς ἐπισπεύδων ἀλόχοισι.

### book 4.3

τοῖα μὲν ἐν νεπόδεσσιν ἔρως ἐστήσατ’ ἄεθλα,

### book 4.4

τοίαις δ’ ἐξαπάτῃσιν ἐρωμανέεσσιν ὄλοντο.

### book 4.5

Ἵππουροι δ’ ὅτε κέν τι μετ’ οἴδμασιν ἀθρήσωσι

### book 4.405.1

πλαζόμενον, τῷ πάντες ἀολλέες ἐγγὺς ἕπονται·

### book 4.405.2

ἔξοχα δ’, ὁππότε νῆα διαραισθεῖσαν ἀέλλαις,

### book 4.405.3

αἰνὰ Ποσειδάωνος ἀμειλίκτοιο τυχοῦσαν,

### book 4.1

δασσάμενον μέγα κῦμα διακριδὸν ἄλλοθεν ἄλλα

### book 4.2

δοῦρα φέρῃ λώβῃσι πολυσχιδέεσσι λυθέντα.

### book 4.410.1

τῆμος δ’ ἱππούρων ἀγέλαι πινάκεσσι θεούσαις

### book 4.410.2

ἑσπόμεναι μεθέπουσιν· ὁ δ’ ἐγκύρσας ἁλιήων

### book 4.410.3

πολλὴν ῥηϊδίως ἄγρην ἕλεν ἠδ’ ἀμέγαρτον.

### book 4.410.4

ἀλλὰ τὸ μὲν ναύτῃσιν ἀλεξήσειε Κρονίων

### book 4.410.5

ἐμβύθιος, νῆες δὲ διὰ πλατὺ κῦμα θέοιεν

### book 4.415.1

αὔραις εὐκήλοισιν ἀπήμονες ἠδ’ ἀτίνακτοι,

### book 4.415.2

φόρτον ἀμοιβαίοισι μετερχόμεναι καμάτοισιν,

### book 4.415.3

ἱππούροις δ’ ἀλλοῖα νοήματα τεχνήσασθαι

### book 4.415.4

ἐστίν, ἀπημοσύνῃ δὲ νεῶν μεταβαινέμεν ἄγρην.

### book 4.415.5

Συμφερτοὺς δονάκων φακέλους ἅμα γυρώσαντες

### book 4.420.1

δίναις ἐγκατέθηκαν, ἔνερθε δὲ λᾶαν ἔδησαν

### book 4.420.2

βριθὺν ὑφορμιστῆρα· τὰ μὲν μάλα πάντα καθ’ ὕδωρ

### book 4.420.3

ἀτρέμα δινεύουσι· φιλόσκια δ’ αὐτίκα φῦλα

### book 4.420.4

ἱππούρων ἀγεληδὸν ἀγείρεται, ἀμφὶ δὲ νῶτα

### book 4.420.5

τερπόμενοι δονάκεσσιν ἀνατρίβουσι μένοντες·

### book 4.425.1

τοῖς δὲ τότ’ ἀσπαλιῆες ἐπιπλώουσιν ἑτοίμην

### book 4.425.2

εἰς ἄγρην, ἄγκιστρα δ’ ὑπ’ εἴδασιν ὁπλίσσαντες

### book 4.425.3

πέμπους’, οἱ δ’ ἐρύουσιν ἅμα σπεύδοντες ὄλεθρον.

### book 4.425.4

ὡς δὲ κύνας βρώμῃσιν ἀνὴρ ἐπὶ μῶλον ὀρίνει

### book 4.425.5

δινεύων μέσσοισιν ἑλώρια, τοὶ δ’ ἐπὶ γαστρὶ

### book 4.430.1

ἔξοχα μαργαίνοντες ὑποφθαδὸν ἅρπαγι λύσσῃ

### book 4.430.2

ἀλλήλους προθέουσι καὶ ἐς χέρα παπταίνουσιν

### book 4.430.3

ἀνδρός, ὅπῃ ῥίψειεν, ἔρις δ’ ἀναφαίνετ’ ὀδόντων·

### book 4.430.4

ὣς οἵ γ’ ἀγκίστροισιν ἐπαΐσσουσιν ἑτοίμως.

### book 4.430.5

ῥηϊδίως δ’ ἀγρευτὸν ἐρύσσεαι ἄλλον ἐπ’ ἄλλῳ

### book 4.435.1

κραιπνὸς ἐών· αὐτοὶ γὰρ ἐπισπεύδους’ ἁλιήων

### book 4.435.2

μᾶλλον, ὑπ’ ἀφραδίῃσιν ἑὸν μόρον ἐγκονέοντες.

### book 4.435.3

Τοίῃ ἐπιφροσύνῃ καὶ πομπίλον ἀγρώσσονται·

### book 4.435.4

καὶ γὰρ τοῖς ἴσον ἦτορ ἐπὶ σκιεροῖσι πόθοισι.

### book 4

Τευθίσι δ’ ἄτρακτόν τις ἀνὴρ ἐπιμηχανόῳτο,

### book 4.440.1

ἐντύνων κλωστῆρι πανείκελον· ἀμφὶ δ’ ἄρ’ αὐτῷ

### book 4.440.2

πυκνὰ καταζεύξειεν ἀνακλίνων γενύεσσιν

### book 4.440.3

ἄγκιστρ’ ἀλλήλοισι παρασχεδόν, οἷς ἔπι σῶμα

### book 4.440.4

ποικίλον ἐμπείρειεν ἰουλίδος, ὕπτια χαλκοῦ

### book 4.440.5

δήγματ’ ἐπικρύπτων, γλαυκοῖς δ’ ἐνὶ βένθεσι λίμνης

### book 4.445.1

τοῖον ἀναψάμενος σύροι δόλον· ἡ δ’ ἐσιδοῦσα

### book 4.445.2

τευθὶς ἐφωρμήθη τε καὶ ἀμφιέπουσα πιέζει

### book 4.445.3

ἰκμαλέοις θυσάνοις, ἐπάγη δ’ ἐνὶ χείλεσι χαλκοῦ·

### book 4.445.4

οὐδ’ ἔτι καὶ μεμαυῖα λιπεῖν δύνατ’, ἀλλ’ ἀέκουσα

### book 4.445.5

ἕλκεται, αὐτόπλεκτον ἑὸν δέμας ἀμφιβαλοῦσα.

### book 4.1

Καὶ μέν τις λιμένεσσι παρ’ ἀκλύστοισι θαλάσσης

### book 4.2

ἄγρην ἐγχελύων τεχνήσατο κοῦρος ἀθύρων.

### book 4.3

ἔντερον οἰὸς ἑλὼν περιμήκετον ἧκε καθ’ ὕδωρ

### book 4.4

ἐκτάδιον, δολιχῇσιν ἀλίγκιον ὁρμιῇσιν·

### book 4.5

ἡ δ’ ἐσιδοῦς’ ἐπόρουσε καὶ ἔσπασε· τὴν δὲ χανοῦσαν

### book 4.455.1

ἔγνω καὶ μήλειον ἄφαρ κύρτωσεν ἀϋτμῇ

### book 4.455.2

ἔγκατον ἐμπνείων· τὸ δ’ ἀνίσταται ἄσθματι λάβρῳ

### book 4.455.3

οἰδαλέον, πλῆσεν δὲ τιταινόμενον στόμα δειλῆς

### book 4.455.4

ἐγχέλυος· πνοιῇ δὲ περιστένεται μογέουσα

### book 4.455.5

ἀνδρομέῃ, δέδεται δὲ καὶ ἱεμένη περ ἀλύξαι,

### book 4.460.1

εἰσόκεν οἰδαίνουσα καὶ ἄσχετον ἀσθμαίνουσα

### book 4.460.2

ὑψός’ ἀναπλώσῃ καὶ ὑπ’ ἀγρευτῆρι γένηται.

### book 4.460.3

ὡς δ’ ὅτε τις πλείου πειρώμενος ἀμφιφορῆος

### book 4.460.4

αὐλὸν ἔχων ἤρεισεν ὑπὸ στόμα φυσητῆρα,

### book 4.460.5

ἄσθματι δ’ αὖ ἐρύει μέθυος ποτὸν ἔμπαλιν ἕλκων

### book 4.465.1

χείλεσιν ἀκροτάτοις, τὸ δ’ ἀνατρέχει ἀνδρὸς ἀϋτμῇ·

### book 4.465.2

ὣς αἵ γ’ ἐγχέλυες πνοιῆς ὕπο κυμαίνουσαι

### book 4.465.3

ἕλκονται δολίοιο ποτὶ στόμα φυσητῆρος.

### book 4.465.4

Ἔστι δέ τις νεπόδων δειλὸς καὶ ἄκικυς ὅμιλος,

### book 4.465.5

ἀβληχρῆς ἀφύης ἀδινὸν γένος, αἳ καλέονται

### book 4.470.1

ἐγγραύλεις· ἀγαθὴ δὲ βόσις πάντεσσιν ἔασιν

### book 4.470.2

ἰχθύσιν· αἰεὶ δέ σφιν ἐνὶ φρεσὶ φῦζα δέδηε,

### book 4.470.3

πάντα δ’ ὑποτρομέουσι, σὺν ἀλλήλαις δὲ χυθεῖσαι

### book 4.470.4

σωρηδὸν μίμνουσι καὶ ἀθρόαι ἐμπεφύασιν,

### book 4.470.5

ἠΰτ’ ἀναγκαίοιο βίην δεσμοῖο φέρουσαι·

### book 4.475.1

οὐδέ κε μητίσαιο διάκρισιν εὐρέος ἐσμοῦ

### book 4.475.2

οὐδὲ λύσιν· τοῖον γὰρ ἐν ἀλλήλῃσιν ἔχονται.

### book 4.475.3

πολλάκι μὲν καὶ νῆες ἐν ἕρμασιν ἠΰτ’ ἔκελσαν

### book 4.475.4

κείναις, πολλάκι δέ σφιν ἐνιπλήσσουσιν ἐρετμοῖς

### book 4.475.5

κληΐδων ἐλατῆρες, ἐνέσχετο δ’ ἱεμένη περ

### book 4.480.1

κώπη, πετραίης ἅτε χοιράδος ἀντιτυχοῦσα·

### book 4.480.2

καί πού τις βουπλῆγα βαρύστομον ἰθὺς ἀείρας

### book 4.480.3

ἐγγραύλεις ἐτίναξε καὶ οὐ διέκερσε σιδήρῳ

### book 4.480.4

στῖφος ἅπαν, βαιὴν δ’ ἀγέλης ἀπεδάσσατο μοῖραν·

### book 4.480.5

καὶ τῆς μὲν κεφαλὴν πέλεκυς τάμε, τὴν δ’ ἐκόλουσεν

### book 4.485.1

οὐρῆς, τὴν δ’ ἤμησε μέσην, τὴν δ’ εἷλεν ἅπασαν.

### book 4.485.2

οἰκτρὸν ἰδεῖν μογεροῖσιν ἐοικότα σώματα νεκροῖς.

### book 4.485.3

αἱ δ’ οὐδ’ ὣς ἐλάθοντο καὶ οὐκ ἀνέηκαν ἔχουσαι

### book 4.1

δεσμὸν ἑόν· τοῖός τις ἐπί σφισι γόμφος ἄρηρε.

### book 4.2

καί κέν τις παλάμῃσιν ἅτε ψαμάθοιο βαθείης

### book 4.490.1

ἀντιάσας κείνῃσιν ἐπ’ ἰχθύσιν ἀμήσαιτο.

### book 4.490.2

τὰς δ’ ὁπότε φράσσωνται ἐπί σφισι πεπτηυίας

### book 4.490.3

ἰχθυβόλοι, κοίλῃσι περιπτύσσουσι σαγήναις

### book 4.490.4

ἀσπασίως, πολλὴν δὲ ποτὶ ῥηγμῖνας ἄγουσιν

### book 4.490.5

ἄγρην νόσφι πόνοιο καὶ ἄγγεα πάντ’ ἀφύῃσιν

### book 4.495.1

ἔν τ’ ἀκάτους ἔπλησαν, ἐπ’ ἠϊόσι δὲ βαθείαις

### book 4.495.2

θημῶνας νήησαν, ἀπειρεσίην χύσιν ἄγρης.

### book 4.495.3

οἷον δ’ ἐργατίναι Δηοῦς πόνον ἐκτελέσαντες,

### book 4.495.4

πνοιῇς χερσαίοις τε διακρίναντες ἐρετμοῖς

### book 4.495.5

καρπόν, ἐϋτροχάλοιο μέσον κατὰ χῶρον ἀλωῆς

### book 4.1

πολλὸν ἐνηήσαντο, περιπλήθουσα δὲ πάντῃ

### book 4.2

πυροδόκος στεφάνη λευκαίνεται ἔνδον ἀλωῆς·

### book 4.3

ὣς τότ’ ἀπειρεσίῃσι περιπληθὴς ἀφύῃσιν

### book 4.4

ὀφρὺς ἀγχιάλου λευκαίνεται αἰγιαλοῖο.

### book 4.5

Φῦλα δὲ πηλαμύδων ἐκ μὲν γένος εἰσὶ θαλάσσης

### book 4.505.1

Εὐξείνου, θύννης δὲ βαρύφρονος εἰλείθυιαι·

### book 4.505.2

κεῖναι γάρ, Μαιῶτις ὅπῃ ξυμβάλλεται ἅλμῃ,

### book 4.505.3

ἀγρόμεναι λιμναῖον ὑπὸ στόμα καὶ δονακῆας

### book 4.505.4

ὑδρηλοὺς ὠδῖνος ἐπαλγέος ἐμνήσαντο·

### book 4.505.5

καὶ τὰ μὲν ὅσσα κίχωσι μεταδρομάδην κατέδουσιν

### book 4.510.1

ὠά, τὰ δ’ ἐν δονάκεσσι καὶ ἐν σχοίνοισι μένοντα

### book 4.510.2

πηλαμύδων ἀγέλας ὥρῃ τέκεν· αἱ δ’ ὅτε κῦμα

### book 4.510.3

πρῶτον ἐπιψαίρωσι πόροιο τε πειρήσωνται,

### book 4.1

ξεῖνον ἁλὸς σπεύδουσι μετὰ πλόον, οὐδ’ ἐθέλουσι

### book 4.2

μίμνειν ἔνθ’ ἐγένοντο καὶ ἠβαιαί περ ἐοῦσαι.

### book 4.515.1

Θρηΐκιος δέ τίς ἐστιν ἁλὸς πόρος, ὅντε βάθιστον

### book 4.515.2

φασὶ Ποσειδάωνος ἐνὶ κλήροισι τετύχθαι·

### book 4.515.3

ἐκ τοῦ καί τε Μέλας κικλήσκεται, οὐδέ ἑ λάβροι

### book 4.515.4

λίην οὐδ’ ὑπέροπλοι ἐπιθρώσκουσιν ἀῆται·

### book 4.515.5

ἐν δ’ ἄρα οἱ κευθμῶνες ὑποβρύχιοι πεφύασι

### book 4.520.1

κοῖλοι, πηλώεντες, ἀθέσφατοι, οἷς ἔνι πολλὰ

### book 4.520.2

τίκτεται, ἠβαιοῖσιν ὅς’ ἰχθύσι δαῖτας ὀφέλλει.

### book 4.520.3

ἔνθα καὶ ἀρτιγόνοισι πέλει πρώτιστα κέλευθα

### book 4.520.4

πηλαμύδων ἑσμοῖσιν, ἐπεὶ περιώσιον ἄλλων

### book 4.520.5

εἰναλίων φρίσσουσι δυσαέα χείματος ὁρμήν·

### book 4.525.1

χεῖμα δὲ πηλαμύδεσσιν ἀπαμβλύνει φάος ὄσσων.

### book 4.525.2

ἔνθα δ’ ἐν εὐρωποῖσιν ἁλὸς λαγόνεσσι πεσοῦσαι

### book 4.525.3

αὔτως δηθύνουσιν, ἀεξόμεναι δὲ μένουσι

### book 4.525.4

λαρὸν ἔαρ· τῇ δέ σφι καὶ ἵμερος ἄνεται εὐνῆς·

### book 4.525.5

πλησάμεναι δὲ τόκοιο παλίμποροι αὖτις ἵενται

### book 4.530.1

πατρῷον μετὰ κῦμα, μόγον δ’ ἀπὸ γαστρὸς ἔθεντο.

### book 4.530.2

Τὰς δ’ ἤτοι Μέλανος μὲν ὑπὲρ βαθὺ λαῖτμα πόροιο

### book 4.530.3

Θρήϊκες ἀγρώσσουσιν ἀπηνέϊ χείματος ὥρῃ,

### book 4.530.4

θήρην ἀργαλέην καὶ ἀτερπέα, δηϊοτῆτος

### book 4.530.5

θεσμὸν ὑφ’ αἱματόεντα καὶ ἄγριον αἶσαν ὀλέθρου.

### book 4.535.1

ἔστι τις οὐ δολιχὴ μὲν ἀτὰρ πάχος ὅττι μεγίστη,

### book 4.535.2

μῆκος ὅσον πῆχυς, στιβαρὴ δοκίς· ἐν δέ οἱ ἄκρῃ

### book 4.535.3

πολλὴ μὲν μολίβοιο χύσις, πολλαὶ δὲ σιδήρου

### book 4.535.4

αἰχμαὶ τριγλώχινες ἐπασσύτεραι πεφύασι·

### book 4

πεῖσμα δέ μιν περίμηκες ἐΰπλοκον ἀμφιβέβηκε.

### book 4.540.1

δουρὶ δ’ ἀναπλώσαντες, ἁλὸς πόρος ἔνθα βάθιστος,

### book 4.540.2

ἐς βυθὸν ἠερόεντα περικρατὲς ἧκαν ἔνερθε

### book 4.540.3

πυθμένος εἰλατίνου κρατερὸν σθένος· αἶψα δὲ ῥιπῇ

### book 4.540.4

σπερχόμενον, μολίβῳ τε καταρρεπὲς ἠδὲ σιδήρῳ,

### book 4.540.5

σεύεται ἐς νεάτας ῥίζας ἁλός, ἔνθ’ ἀμενηναῖς

### book 4.545.1

πηλαμύσι προὔτυψεν ἐν ἰλύσι πεπτηυίαις·

### book 4.545.2

σὺν δ’ ἕλε σύν τ’ ἐτόρησεν ὅσον κίχε δειλὸν ὅμιλον.

### book 4.545.3

οἱ δὲ θοῶς ἀνέρυσσαν ἐληλαμένας περὶ χαλκῷ

### book 4.545.4

παλλομένας ἐλεεινὰ σιδηρείῃς ὀδύνῃσι.

### book 4.545.5

τὰς δέ τις εἰσορόων καί κεν θρασυκάρδιος ἀνὴρ

### book 4.1

οἰκτείραι θήρης τε δυσαγρέος ἠδὲ μόροιο·

### book 4.2

τῆς μὲν γὰρ λαγόνεσσιν ἐλήλατο δουρὸς ἀκωκή,

### book 4.3

τῆς δὲ κάρη ξυνέπειρε θοὸν βέλος, ἡ δ’ ὑπὲρ οὐρὴν

### book 4.4

οὔτασται, νηδὺν δ’ ἑτέρης, ἄλλης δ’ ἕλε νῶτα

### book 4.5

δριμὺς ἄρης, ἄλλη δὲ μέσον κενεῶνα πέπαρται.

### book 4.555.1

ὡς δ’ ὁπότε, κρινθέντος ἐνυαλίοιο κυδοιμοῦ,

### book 4.555.2

δουριφάτους κονίης τε καὶ αἵματος ἐξανελόντες

### book 4.555.3

εὐνὴν ἐς πυρόεσσαν ἑοὶ στέλλωσιν ἑταῖροι

### book 4.555.4

μυρόμενοι· τὰ δὲ πολλὰ καὶ αἰόλα σώμασι νεκρῶν

### book 4.555.5

ἕλκεα παντοῖαί τε βολαὶ πλήθουσιν Ἄρηος·

### book 4.560.1

ὣς καὶ πηλαμύδεσσιν ἐπιπρέπει ἕλκεα πάντῃ,

### book 4.560.2

εἴδωλον πολέμοιο, φίλον γε μὲν ἀσπαλιεῦσιν.

### book 4.560.3

Ἄλλοι δ’ αὖ κούφοισι λίνοις ἕλον ἔθνε’ ἀφαυρῶν

### book 4.560.4

πηλαμύδων· αἰεὶ γὰρ ἀνὰ κνέφας, ὅττι κεν ἅλμῃ

### book 4.560.5

ἐμπίπτῃ, τρομέουσι, φόβον δ’ ὀρφναῖον ἔχουσιν·

### book 4.565.1

ὄρφνῃ δ’ ἀγρώσσονται, ἀτυζόμεναι κατὰ βένθος.

### book 4.565.2

δίκτυα γὰρ μάλα κοῦφα λίνων στήσαντες ἐλαφρῶν

### book 4.565.3

κυκλόσε δινεύουσι, βίῃ θείνοντες ἐρετμοῖς

### book 4.565.4

νῶτον ἁλός, κοντοῖς τε καταΐγδην κτυπέουσιν·

### book 4.565.5

αἱ δ’ ὑπὸ μαρμαρυγῆς ταχυήρεος ἠδ’ ὁμάδοιο

### book 4.570.1

φυζαλέαι θρώσκουσι, λίνου δ’ εἰς κόλπον ἵενται

### book 4.570.2

ἀτρέμας ἑστηῶτος, ὀιόμεναι σκέπας εἶναι,

### book 4.570.3

νήπιαι, αἳ δούποιο φόβῳ μόρον εἰσεπέρησαν.

### book 4.570.4

ἔνθ’ οἱ μὲν σχοίνοισιν ἐπισπέρχους’ ἑκάτερθε,

### book 4.570.5

δίκτυον ἐξερύοντες ἐπ’ ᾐόνας· αἱ δ’ ὁρόωσαι

### book 4.575.1

σχοίνους κινυμένας, ἀνεμώλια δείματ’ ἔχουσαι,

### book 4.575.2

εἰλόμεναι πτήσσουσι καὶ ἀθρόαι ἐσπείρηνται.

### book 4.575.3

πολλά κεν ἀγραίοισι τότ’ ἀρήσαιτο θεοῖσι

### book 4.575.4

δικτυβόλος, μήτ’ οὖν τι θορεῖν ἔκτοσθε λίνοιο,

### book 4.575.5

μήτε τι κινύμενον δεῖξαι πόρον· ἢν γὰρ ἴδωνται

### book 4.580.1

πηλαμύδες, τάχα πᾶσαι ὑπὲρ κούφοιο λίνοιο

### book 4.580.2

ἐς βυθὸν ἀΐσσουσι καὶ ἄπρηκτον λίπον ἄγρην.

### book 4.580.3

εἰ δ’ οὔ σφι μακάρων τις ἁλιπλάγκτων νεμεσήσει,

### book 4.580.4

πολλάκι καὶ τραφερῆς ὑπὲρ ᾐόνος ἑλκυσθεῖσαι

### book 4.580.5

ἔξαλοι οὐκ ἐθέλουσι λιπεῖν λίνον, ἀλλ’ ἐνέχονται,

### book 4.585.1

αὐτὴν μήρινθον πολυδινέα πεφρικυῖαι.

### book 4.585.2

ὧδε καὶ ἐν ξυλόχοισιν ὀρέστεροι ἀγρευτῆρες

### book 4.585.3

εἷλον ἀναλκείην ἐλάφων εὐαγρέϊ τέχνῃ,

### book 4.585.4

μηρίνθῳ στέψαντες ἅπαν δρίος· ἀμφὶ δὲ κούφων

### book 4.585.5

ὀρνίθων δήσαντο θοὰ πτερά· ταὶ δ’ ἐσορῶσαι

### book 4.590.1

ἠλέματα πτώσσουσι κενὸν φόβον, οὐδὲ πελάσσαι

### book 4.590.2

μαψιδίως πτερύγεσσιν ἀτυζόμεναι μεμάασιν,

### book 4.590.3

εἰσόκε θηρητῆρες ἐπαΐξαντες ἕλωσι.

### book 4.590.4

Καὶ μέν τις δύπτης ἁλίων εὐμήχανος ἔργων

### book 4.590.5

νόσφι δόλου παλάμῃσιν ἐπαΐξας ἕλεν αὐταῖς

### book 4.595.1

ἰχθῦς, ἠΰτε χέρσον ἀμειβόμενος πόρον ἅλμης,

### book 4.595.2

σαργόν τε τρέσσαντα φόβῳ δειλήν τε σκίαιναν.

### book 4.595.3

σαργοὶ μὲν δείσαντες ἀολλέες ἐς μυχὸν ἅλμης

### book 4.595.4

εἰλόμενοι πτήσσουσιν, ἐπ’ ἀλλήλαις δὲ κέχυνται,

### book 4

δόχμιαι ἀμφιπεσόντες, ἀναφρίσσουσι δ’ ἀκάνθαις

### book 4.1

νῶτα μετακλίνοντες, ἅτε σκολόπεσσιν ἁπάντῃ

### book 4.2

φραξάμενοι πυκινῇσι περίδρομον ἕρκος ἀλωῆς

### book 4.3

ἀγρονόμοι, σίντῃσι μέγαν πόνον· οὐδέ κεν ἄν τις

### book 4.4

ἐσβαίη· σκῶλοι γὰρ ἐρητύουσι κέλευθα·

### book 4.5

ὣς κείνοις οὐκ ἄν τις ἐνιχρίμψειεν ἑτοίμως,

### book 4.605.1

οὐδ’ ἐπὶ χεῖρα βάλοι· περὶ γὰρ φρίσσουσι κελαιναὶ

### book 4.605.2

πρόκροσσαι πυκινῇσιν ὑπὸ σταλίκεσσιν ἄκανθαι.

### book 4.605.3

ἀλλά τις ἰδμοσύνῃσιν ἀνὴρ ὑπὸ κεύθεα πόντου

### book 4.605.4

ἐσσυμένως δύοιτο, περιφράζοιτο δὲ πάντῃ

### book 4.605.5

σαργούς, ἔνθα κάρη τε καὶ οὐραίη κλίσις αὐτῶν·

### book 4.610.1

χεῖρα δ’ ὑπὲρ κεφαλῇσι βαλὼν καθύπερθεν ἀκάνθας

### book 4.610.2

ἦκα καταρρέξειεν ἐπικλίνοι τε πιέζων·

### book 4.610.3

οἱ δ’ αὔτως μίμνουσιν ἀρηρότες ἀλλήλοισιν

### book 4.610.4

ἀστεμφεῖς, προβολῇσι πεποιθότες ὀξείῃσιν·

### book 4.610.5

ἔνθα δύω παλάμῃσιν ἀνὴρ ἑκάτερθεν ἀείρας

### book 4.615.1

αὖτις ἀναπλώει τελέσας πανεπίκλοπον ἔργον.

### book 4.615.2

Πετραίην δὲ σκίαιναν ἐπὴν φόβος ἦτορ ἵκηται,

### book 4.615.3

ἐσσυμένως σπιλάδεσσιν ἐπέσσυτο καί τινα κοίλην

### book 4.615.4

χειὴν εἰσεπέρησε περίδρομον ἠὲ χαράδρην,

### book 4.615.5

ἢ ποίαις ἁλίῃσιν ὑπέδραμεν, ἠὲ καὶ ὑγροῖς

### book 4.620.1

φύκεσιν· οὐ γάρ οἵ τι μέλει σκέπας, οἷον ἅπασαν

### book 4.620.2

δεξάμενον ῥύσαιτο, κάρη δ’ ἄρα δίζεται οἶον

### book 4.620.3

φράξασθαι, κεφαλὴν δὲ κατακρύψασα καὶ ὄσσε

### book 4.620.4

ἔλπεται οὐχ ὁρόωσα λαθεῖν ὁρόωντος ἐφορμήν.

### book 4.620.5

ὡς δέ τις ὠμηστῆρος ἐπεσσυμένοιο λέοντος

### book 4.625.1

βουβαλὶς ἐν λόχμῃσι κάτω τρέψασα κάρηνον

### book 4.625.2

μαψιδίην φυλακὴν προτιβάλλεται, οὔθ’ ὁράασθαι

### book 4.625.3

ἔλπεται, εἰσόκε δή μιν ἐπαΐξας ὀλοὸς θὴρ

### book 4.1

δαρδάψῃ· τῆς δ’ ἦτορ ὁμοίϊον, οὐδὲ κάρηνον

### book 4.2

ἀγκλίνει, δοκέει δὲ καὶ ὀλλυμένη περ ἀλύξαι.

### book 4.630.1

τοῖα δὲ καὶ Λιβύης πτερόεν βοτὸν ἀγκυλόδειρον

### book 4.630.2

νήπια τεχνάζει· μελέη δέ οἱ ἔπλετο τέχνη·

### book 4.630.3

ὣς ἀταλὴ μελέῃσιν ὑπ’ ἐλπωρῇσι σκίαινα

### book 4.630.4

κέκρυπται· τάχα γάρ μιν ἐρυσσάμενος παλάμῃσιν

### book 4.630.5

ἀγρευτὴρ ἀνέδυ τε καὶ ἀφραίνουσαν ἔφηνε.

### book 4.635.1

Τόσσα μὲν ἰχθυβόλων ἐδάην ἁλιεργέα τέχνης

### book 4.635.2

δήνεα, καὶ τόσσοισιν ἐπ’ ἰχθύσι πικρὸν ὄλεθρον·

### book 4.635.3

τοὺς δ’ ἄλλους ξύμπαντας ὁμοίϊος αἶσα κιχάνει

### book 4.635.4

κύρτων τ’ ἀγκίστρων τε βαθυπλεκέος τε λίνοιο

### book 4.635.5

ῥιπῆς τε τριόδοντος, ὅς’ ἀνδράσιν ἔντεα τέχνης.

### book 4.640.1

τοὺς μὲν ὑπηματίους, τοὺς δ’ ἕσπερος εἷλε δαμέντας,

### book 4.640.2

εὖτ’ ἂν ὑπὸ πρῶτον νυκτὸς κνέφας ἀσπαλιῆες

### book 4.640.3

πυρσὸν ἀναψάμενοι, γλαφυρὸν σκάφος ἰθύνοντες,

### book 4.640.4

ἰχθύσιν ἀτρεμέουσιν ἀείδελον αἶσαν ἄγωσιν.

### book 4.640.5

ἔνθ’ οἱ μὲν πεύκης λιπαρῇ φλογὶ καγχαλόωντες

### book 4.645.1

ἀμφ’ ἀκάτῳ θύνουσι, κακὸν δ’ ἴδον ἑσπέριον πῦρ,

### book 4.645.2

ῥιπῆς τριγλώχινος ἀμειλίκτοιο τυχόντες.

### book 4.1

Ἔστι δέ τις θήρης ἕτερος νόμος ἰχθυβόλοισι

### book 4.2

φαρμάκταις, οἳ λυγρὸν ἐπ’ ἰχθύσι μητίσαντο

### book 4.3

φάρμακον, ὠκύμορον δὲ τέλος νεπόδεσσιν ἔθηκαν.

### book 4.1

οἱ δ’ ἤτοι πρῶτον μὲν ἐπασσυτέραις βολίδεσσι

### book 4.2

κοντῶν τε ῥιπῇσι καὶ αἰκίῃσιν ἐρετμῶν

### book 4.3

εἱλεῦσιν νεπόδων δειλὰς στίχας εἰς ἕνα χῶρον

### book 4.4

κοιλοφυῆ, κευθμῶσιν ὑπαγνύμενον θαμέεσσιν·

### book 4.5

ἔνθ’ οἱ μὲν δύνουσιν ὑπὸ γλαφυρῇς σπιλάδεσσι,

### book 4.655.1

τοὶ δὲ περιστήσαντο λίνων εὐερκέα πάντῃ

### book 4.655.2

δίκτυα κυκλώσαντες, ἅτ’ ἀνδράσι δυσμενέεσσι

### book 4.655.3

διπλὰ περιπροβαλόντες ἀνάρσια τείχεα πέτρης.

### book 4.655.4

καὶ τότ’ ἀνὴρ ἄργιλον ὁμοῦ πίειραν ἀείρας

### book 4.655.5

ῥίζαν θ’, ἣν κυκλάμινον ἐφήμισαν ἰητῆρες,

### book 4.660.1

μίξας ἐν παλάμῃσι δύω φυρήσατο μάζας·

### book 4.660.2

πόντῳ δ’ ἐγκατέπαλτο λίνων ὕπερ, ἀμφὶ δ’ ἄρ’

### book 4.661

αὐταῖς

### book 4.1

κοιλάσι καὶ θαλάμῃσι δυσαέα φάρμακ’ ἄλειψε

### book 4.2

χρίσματος ἐχθοδοποῖο καὶ ἐξεμίηνε θάλασσαν.

### book 4.3

καὶ τὸν μὲν παλίνορσον ὀλέθρια φαρμάξαντα

### book 4.665.1

δέξατο ναῦς· τοὺς δ’ αἶψα κακὴ καὶ ἀνάρσιος ὀδμὴ

### book 4.665.2

πρῶτα μὲν ἐν θαλάμῃσιν ἱκάνεται· ἀχλύϊ δ’ ὄσσε

### book 4.665.3

καὶ κεφαλὴ καὶ γυῖα βαρύνεται, οὐδὲ δύνανται

### book 4.665.4

μίμνειν ἐν κευθμῶσιν, ἀτυζόμενοι δὲ χέονται

### book 4.665.5

ἐκτὸς ἀπὸ σπιλάδων· ἡ δέ σφισι πουλὺ θάλασσα

### book 4.670.1

πικροτέρη· τοῖον γὰρ ἐν οἴδμασι πῆμα πέφυρται.

### book 4.670.2

οἱ δ’ ὥστ’ οἰνοβαρεῖς, ὀλοῇ μεθύοντες ἀϋτμῇ,

### book 4.670.3

πάντῃ δινεύουσι καὶ οὔποθι χῶρον ἔχουσι

### book 4.670.4

λειπόμενον κακότητος, ἐπαΐγδην δὲ λίνοισι

### book 4.670.5

σπερχόμενοι πίπτουσι, διεκθορέειν μεμαῶτες·

### book 4.675.1

ἀλλ’ οὔ τις χαλεπῆς ἄτης λύσις οὐδ’ ἀλεωρή·

### book 4.675.2

πολλῇ δὲ ῥιπῇ τε καὶ ἅλματι κυμαίνονται

### book 4.675.3

τειρόμενοι· τὸ δὲ πολλὸν ἐπιτρέχει Ἀμφιτρίτῃ

### book 4.675.4

ὀλλυμένων φύσημα, τό τ’ ἰχθύσιν ἔπλετο δειλοῖς

### book 4.675.5

οἰμωγή· τοὶ δ’ ἐκτὸς ἐπ’ ἄλγεσιν ἀσπαλιῆες

### book 4.680.1

τερπόμενοι μίμνουσιν ἀκηδέες, εἰσόκε σιγὴ

### book 4.680.2

πόντον ἕλῃ, φλοίσβου τε καὶ ἀργαλέοιο κυδοιμοῦ

### book 4.680.3

παύσωνται, στονόεσσαν ἀποπνεύσαντες ἀϋτμήν.

### book 4.680.4

καὶ τότ’ ἀπειρέσιον νεκύων ἐρύουσιν ὅμιλον

### book 4.680.5

ξυνῷ τεθνηῶτας ὁμοῦ λωβήτορι πότμῳ.

### book 4.685.1

ὡς δ’ ὅτε δυσμενέεσσιν ἐπιστήσωνται Ἄρηα,

### book 4.685.2

φροῦδον ἐελδόμενοι ῥαῖσαι πόλιν, οὐδ’ ἀνιεῖσι

### book 4.685.3

πήματα βουλεύοντες ἐπί σφισιν, ἀλλὰ καὶ ὕδωρ

### book 4.1

κρηνάων φάρμαξαν ὀλέθριον· οἱ δ’ ἐπὶ πύργοις

### book 4.2

λιμῷ τ’ ἀργαλέῳ καὶ ὀϊζύϊ μοχθίζοντες

### book 4.690.1

ὕδατί τ’ ἐχθοδοπῷ στυγερὸν καὶ ἀεικέα πότμον

### book 4.690.2

ὄλλυνται, νεκύων δὲ πόλις πέπληθεν ἅπασα·

### book 4.690.3

ὣς οἱ λευγαλέῳ τε μόρῳ καὶ ἀδευκέϊ πότμῳ

### book 4

ἀνδράσι φαρμάκτῃσιν ὑποδμηθέντες ὄλοντο.

### book 5.1

Ἔνθεν ἔπειτ’ ἀΐων τεκμαίρεο, κοίρανε γαίης,

### book 5.2

ὡς οὐδὲν μερόπεσσιν ἀμήχανον, οὐκ ἐνὶ γαίῃ

### book 5.3

μητρὶ καμεῖν, οὐ κόλπον ἀν’ εὐρώεντα θαλάσσης·

### book 5.4

ἀλλά τις ἀτρεκέως ἰκέλην μακάρεσσι γενέθλην

### book 5.5.1

ἀνθρώπους ἀνέφυσε, χερείονα δ’ ὤπασεν ἀλκήν,

### book 5.5.2

εἴτ’ οὖν Ἰαπετοῖο γένος, πολυμῆτα Προμηθεύς,

### book 5.5.3

ἀντωπὸν μακάρεσσι κάμεν γένος, ὕδατι γαῖαν

### book 5.5.4

ξυνώσας, κραδίην δὲ θεῶν ἔχρισεν ἀλοιφῇ,

### book 5.5.5

εἴτ’ ἄρα καὶ λύθροιο θεορρύτου ἐκγενόμεσθα

### book 5.10.1

Τιτήνων· οὐ γάρ τι πέλει καθυπέρτερον ἀνδρῶν

### book 5.10.2

νόσφι θεῶν· μούνοισι δ’ ὑπείξομεν ἀθανάτοισιν.

### book 5.10.3

ὅσσους μὲν κατ’ ὄρεσφι βίην ἄτρεστον ἔχοντας

### book 5.10.4

θῆρας ὑπερφιάλους βροτὸς ἔσβεσεν· ὅσσα δὲ φῦλα

### book 5.10.5

οἰωνῶν νεφέλῃσι καὶ ἠέρι δινεύοντα

### book 5.15

εἷλε, χαμαίζηλόν περ ἔχων δέμας· οὐδὲ λέοντα

### book 5.1

ῥύσατ’ ἀγηνορίη δμηθήμεναι, οὐδ’ ἐσάωσεν

### book 5.2

αἰετὸν ἠνεμόεις πτερύγων ῥόθος, ἀλλὰ καὶ Ἰνδὸν

### book 5.3

θῆρα κελαινόρινον ὑπέρβιον ἄχθος ἀνάγκῃ

### book 5.4

κλῖναν ἐπιβρίσαντες, ὑπὸ ζεύγλῃσι δ’ ἔθηκαν

### book 5.20.1

οὐρήων ταλαεργὸν ἔχειν πόνον ἑλκυστῆρα.

### book 5.20.2

κήτεα δ’ ὅσσα πέλωρα Ποσειδάωνος ἐναύλοις

### book 5.20.3

ἐντρέφεται, τὰ μὲν οὔτι χερείονα φημὶ θάλασσαν

### book 5.20.4

τίκτειν ὠμοφάγων τεκέων χθονός, ἀλλὰ καὶ ἀλκὴν

### book 5.20.5

καὶ μέγεθος προβέβηκεν ἀναιδέα δείματα πόντου.

### book 5.25.1

ἔστιν ἐν ἠπείρῳ χελύων γένος, οὐδέ τιν’ ἀλκὴν

### book 5.25.2

οὐδ’ ἄτην ἴσασι· θαλασσαίῃ δὲ χελώνῃ

### book 5.25.3

οὐ μάλα θαρσαλέος τις ἐν οἴδμασιν ἀντιβολήσει.

### book 5.25.4

εἰσὶ δ’ ἐνὶ τραφερῇ λάβροι κύνες, ἀλλὰ κύνεσσιν

### book 5.25.5

εἰναλίοις οὐκ ἄν τις ἀναιδείην ἐρίσειε.

### book 5.30.1

πορδαλίων γαίης ὀλοὸν δάκος, ἀλλὰ θαλάσσης

### book 5.30.2

αἰνότερον. χέρσον μὲν ἐπιστείχουσιν ὕαιναι,

### book 5.30.3

πολλῷ δ’ ἐν ῥοθίοις κρυερώτεραι. οἱ μὲν ἔασι

### book 5.30.4

κριοὶ μηλονόμων τιθασὸν βοτόν, οὐ δὲ θαλάσσης

### book 5

κριοῖς μειλιχίοισι συνοίσεται, ὅς κε πελάσσῃ.

### book 5.35.1

τίς δὲ τόσον χλούνης φορέει σθένος, ὅσσον ἄαπτοι

### book 5.35.2

λάμναι; τίς δὲ λέοντος ἐνὶ φρεσὶν αἴθεται ἀλκή,

### book 5.35.3

ὅσση ῥιγεδανῇσιν ἀνισώσαιτο ζυγαίναις;

### book 5.35.4

φώκην δὲ βλοσυρὴν καὶ ἐπὶ χθονὶ χαιτήεσσαι

### book 5.35.5

ἄρκτοι πεφρίκασι καὶ ἐς μόθον ἀντιόωσαι

### book 5.40.1

δάμνανται· τοίοισι μέλει θήρεσσι θάλασσα.

### book 5.40.2

ἀλλ’ ἔμπης καὶ τοῖσιν ἐπεφράσσαντο βαρεῖαν

### book 5.40.3

ἄτην ἡμερίων ἄμαχον γένος, ἐκ δ’ ἁλιήων

### book 5.40.4

ὄλλυνται, κήτειον ὅτ’ ἐς μόθον ὁρμήσωνται.

### book 5.40.5

τῶν ἐρέω θήρης βριθὺν πόνον· ἀλλ’ ἀΐοιτε

### book 5.45.1

εὐμενέται βασιλῆες, Ὀλύμπια τείχεα γαίης.

### book 5.45.2

Κήτεα μεσσοπόροις μὲν ἐνιτρέφεται πελάγεσσι

### book 5.45.3

πλεῖστά τε καὶ περίμετρα· τὰ δ’ οὐκ ἀναδύεται ἅλμης

### book 5.45.4

δηθάκις, ἀλλ’ ὑπένερθεν ἔχει κρηπῖδα θαλάσσης

### book 5.45.5

βριθοσύνῃ, μαιμᾷ δὲ βορῆς ἀζηχέϊ λύσσῃ

### book 5.1

αἰεὶ πεινώοντα καὶ οὔποτε νηδύος αἰνῆς

### book 5.2

μαργοσύνην ἀνιέντα· τί γὰρ τόσον ἔσσεται εἶδαρ,

### book 5.3

ὅσσον ἐνιπλῆσαι γαστρὸς χάος, ὅσσον ἄαπτον

### book 5.4

ἐς κόρον ἀμπαῦσαι κείνων γένυν; οἱ δὲ καὶ αὐτοὶ

### book 5.5

ἀλλήλους ὀλέκουσι, χερείονα φέρτερος ἀλκῇ

### book 5.55.1

πέφνων, ἀλλήλοις δὲ βορὴ καὶ δαῖτες ἔασι.

### book 5.55.2

πολλάκι καὶ νήεσσιν ἄγει δέος ἀντιόωντα

### book 5.55.3

ἑσπέριον κατὰ πόντον Ἰβηρικόν, ἔνθα μάλιστα

### book 5.1

γείτονος Ὠκεανοῖο λελοιπότ’ ἀθέσφατον ὕδωρ

### book 5.2

εἰλεῖται, νήεσσιν ἐεικοσόροισιν ὁμοῖα.

### book 5.60.1

πολλάκι δὲ πλαγχθέντα καὶ ᾐόνος ἐγγὺς ἱκάνει

### book 5.60.2

ἀγχιβαθοῦς, ὅτε κέν τις ἐπί σφισιν ὁπλίζοιτο.

### book 5.60.3

Πᾶσι δ’ ὑπερφυέεσσι πέλει θήρεσσι θαλάσσης

### book 5.60.4

νόσφι κυνῶν βαρύγυια καὶ οὐκ εὔπρηκτα κέλευθα·

### book 5.60.5

οὔτε γὰρ εἰσορόωσιν ἀπόπροθεν οὔτε θάλασσαν

### book 5.65.1

πᾶσαν ἐπιστείχουσι βαρυνόμενοι μελέεσσιν

### book 5.65.2

ἠλιβάτοις, μάλα δ’ ὀψὲ κυλινδόμενοι φορέονται.

### book 5.65.3

τοὔνεκα καὶ πάντεσσιν ὁμόστολος ἔρχεται ἰχθὺς

### book 5.65.4

φαιὸς ἰδεῖν δολιχός τε δέμας, λεπτὴ δέ οἱ οὐρή,

### book 5.65.5

ἔξοχος ὃς προπάροιθεν ἁλὸς πόρον ἡγεμονεύει

### book 5.70.1

σημαίνων· τῷ καί μιν ἐφήμισαν Ἡγητῆρα.

### book 5.70.2

κήτει δ’ ἐκπάγλως κεχαρισμένος ἐστὶν ἑταῖρος

### book 5.70.3

πομπός τε φρουρός τε· φέρει δέ μιν ᾗ κ’ ἐθέλῃσι

### book 5.70.4

ῥηϊδίως· κείνῳ γὰρ ἐφέσπεται ἰχθύϊ μούνῳ

### book 5.70.5

πιστῷ πιστὸν ἔχων αἰεὶ νόον· ἐγγύθι δ’ αὐτοῦ

### book 5.75.1

στρωφᾶται, τανύει δὲ παρασχεδὸν ὀφθαλμοῖσιν

### book 5.75.2

οὐρήν, ἥ οἱ ἕκαστα πιφαύσκεται, εἴτε τιν’ ἄγρην

### book 5.1

ἐστὶν ἑλεῖν, εἴτ’ οὖν τι κορύσσεται ἐγγύθι πῆμα,

### book 5.2

εἴτ’ ὀλίγη πόντοιο πέλει χύσις, ἣν ἀλεείνειν

### book 5.3

βέλτερον· αὐδήεσσα δ’ ὅπως ἐνδείκνυται οὐρὴ

### book 5.80.1

πάντα μάλ’ ἀτρεκέως· τὸ δὲ πείθεται ὕδατος ἄχθος·

### book 5.80.2

κεῖνος γὰρ πρόμαχός τε καὶ οὔατα καὶ φάος ἰχθὺς

### book 5.80.3

θηρὶ πέλει· κείνῳ δ’ ἀΐει, κείνῳ δὲ δέδορκεν,

### book 5.80.4

ἡνί’ ἐπιτρέψας σφετέρου βιότοιο φυλάσσειν.

### book 5.80.5

ὡς δὲ πάϊς γενετῆρα παλαίτερον ἀμφαγαπάζει,

### book 5.85.1

φροντίσι γηροκόμοισιν ἀπὸ θρεπτήρια τίνων,

### book 5.85.2

τὸν δ’ ἤδη μελέεσσι καὶ ὄμμασιν ἀδρανέοντα

### book 5.85.3

ἐνδυκέως μεθέπων προσπτύσσεται, ἔν τε κελεύθοις

### book 5.85.4

χεῖρ’ ὀρέγων καὶ πᾶσιν ἐν ἔργμασιν αὐτὸς ἀμύνων·

### book 5.85.5

πατρὶ δὲ γηράσκοντι νέον σθένος υἷες ἔασιν·

### book 5.90.1

ὣς κεῖνος φιλότητι περιπτύσσει δάκος ἅλμης

### book 5.90.2

ἰχθύς, ἠΰτε νῆα νέμων οἴηκι χαλινῷ.

### book 5.90.3

ἦ πού οἱ γενεῆς πρώτης ἄπο σύμφυτον αἷμα

### book 5.90.4

ἔλλαχεν, ἠέ μιν αὐτὸς ἑλὼν ἑταρίσσατο θυμῷ.

### book 5.90.5

ὣς οὔτ’ ἠνορίης οὔτ’ εἴδεος ἔπλετ’ ὄνειαρ

### book 5.95.1

τόσσον, ὅσον πραπίδων· ἀλκὴ δ’ ἀνεμώλιος ἄφρων·

### book 5.95.2

καί τε μέγα βριάοντα κατέσβεσεν ἠδ’ ἐσάωσε

### book 5.95.3

βαιὸς ἀνὴρ εὔμητις· ἐπεὶ καὶ κῆτος ἄαπτον

### book 5.95.4

ἀπλάτων μελέων ὀλίγον προτιβάλλεται ἰχθύν.

### book 5

τοὔνεκά τις πάμπρωτον ἕλοι σκοπὸν Ἡγητῆρα

### book 5.1

κεῖνον, ὑπ’ ἀγκίστροιο βίῃ καὶ δαιτὶ δολώσας·

### book 5.2

οὐ γάρ κε ζώοντος ἐπιβρίσας δαμάσαιο

### book 5.3

κνώδαλον, οἰχομένου δὲ θοώτερος ἔσσετ’ ὄλεθρος.

### book 5.4

οὐ γὰρ ἔτ’ οὔθ’ ἅλμης ἰοειδέος οἶδε κέλευθα

### book 5.5

ἀτρεκέως, οὐ πῆμα παρασχεδὸν ἐξαλέασθαι,

### book 5.105.1

ἀλλ’ αὔτως, ἅτε φορτὶς ὀλωλότος ἰθυντῆρος,

### book 5.105.2

πλάζεται ἀπροφύλακτον, ἀμήχανον, ᾗ κεν ἄγῃσι

### book 5.105.3

γλαυκὸν ὕδωρ, σκοτίοις δὲ καὶ ἀφράστοισι πόροισιν

### book 5.105.4

ἐμφέρεται, χηρωθὲν ἀρηγόνος ἡνιόχοιο.

### book 5.105.5

πολλάκι καὶ πέτρῃσι καὶ ἠϊόνεσσιν ἔκελσε

### book 5.110.1

πλαζόμενον· τοίη οἱ ἐπ’ ὄμμασι πέπταται ἀχλύς.

### book 5.110.2

δή ῥα τότ’ ὀτρηροῖσι νοήμασιν ἐς πόνον ἄγρης

### book 5.110.3

ἰχθυβόλοι σπεύδουσιν, ἐπευξάμενοι μακάρεσσι

### book 5.110.4

κητοφόνοις ἀλεγεινὸν ἑλεῖν τέρας Ἀμφιτρίτης.

### book 5.110.5

ὡς δ’ ὅτε δυσμενέων βριαρὸς λόχος ἀντιβίοισι

### book 5.115.1

λάθριος ἐμπελάσῃ, μεσάτην ἐπὶ νύκτα δοκεύσας,

### book 5.115.2

εὕδοντας δ’ ἐκίχησε φυλακτῆρας πρὸ πυλάων,

### book 5.115.3

Ἄρεος εὐμενέοντος, ἐνιπλήξας δ’ ἐδάμασσεν·

### book 5.115.4

ἔνθεν ἔπειτ’ ἄκρην τε πόλιν καὶ τύρσιν ἐπ’ αὐτὴν

### book 5.115.5

θαρσαλέοι σπεύδουσι, πυρὸς βέλος, ἄστεος ἄτην,

### book 5.120.1

δαλὸν ἐϋδμήτων μεγάρων ῥαιστῆρα φέροντες·

### book 5.120.2

ὣς τότε θαρσαλέως ἁλιεὺς στρατὸς ἐγκονέουσιν

### book 5.120.3

ἄφρακτον μετὰ θῆρα, πεφασμένου ἰθυντῆρος.

### book 5.120.4

τοῦ δ’ ἤτοι πρῶτον μὲν ἐνὶ φρεσὶ τεκμαίρονται

### book 5.120.5

ἄχθος ὅσον μέγεθός τε· τὰ δ’ ἔπλετο σήματα γυίων·

### book 5.125.1

εἰ μὲν γὰρ πόντοιο κυλινδόμενον μετὰ δίναις

### book 5.125.2

βαιὸν ὑπερτέλλοιτο ῥάχιν λοφιήν τε φαεῖνον

### book 5.125.3

ἄκρην, ἦ μέγα κεῖνο καὶ ἔξοχον· οὐδὲ γὰρ αὐτὴ

### book 5.125.4

ῥηϊδίως φορέει μιν ἀνοχλίζουσα θάλασσα·

### book 5

εἰ δέ τι καὶ νώτοιο φαείνεται, οὐ τόσον ἄχθος

### book 5.130.1

ἀγγέλλει· κοῦφαι γὰρ ἀφαυροτέροισι κέλευθοι.

### book 5.130.2

τοῖσιν δ’ ὁρμιὴ μὲν ἐπασσυτέραις ἀραρυῖα

### book 5.130.3

θωμίγγων ξυνοχῇσι πολυστρεφέεσσι τέτυκται,

### book 5.130.4

ὅσσος τε πρότονος νηὸς πέλει οὔτε βαθείης

### book 5.130.5

οὔτ’ ὀλίγης· μῆκος δὲ τιταίνεται ἄρκιον ἄγρῃ·

### book 5.135.1

ἄγκιστρον δ’ εὐεργὲς ἐπημοιβαῖς κεχάρακται

### book 5.135.2

γλωχίνων προβολῇσιν ἀκαχμένον ἀμφοτέρωθεν,

### book 5.135.3

οἷον καὶ πέτρην ἑλέειν καὶ ῥωγάδα πεῖραι,

### book 5.135.4

τόσσον ἴτυν κρυερήν, ὅσσον περὶ χάσμα καλύψαι.

### book 5.135.5

δινωτὴ δ’ ἅλυσις περιβάλλεται ἄκρα κελαινοῦ

### book 5.140.1

ἀγκίστρου, στιβαρή, χαλκήλατος, ἥ κεν ὀδόντων

### book 5.140.2

λευγαλέην ἀνέχοιτο βίην καὶ χάσματος αἰχμάς·

### book 5.140.3

δεσμῷ δ’ ἐν μεσάτῳ τροχοειδέα κύκλα τέτυκται

### book 5.140.4

πυκνὰ παρ’ ἀλλήλοισιν, ἅ κεν στροφάλιγγας ἐρύκοι

### book 5.140.5

φοιταλέας, μηδ’ ἰθὺς ἀπορρήξειε σίδηρον

### book 5.145.1

αἱμάσσων, ὀλοῇσι περισπερχὴς ὀδύνῃσιν,

### book 5.145.2

ἀλλὰ περιστροφάδην πλαγκτὸν δρόμον εἱλίσσοιτο.

### book 5.145.3

δαῖτα δ’ ἐπ’ ἀγκίστρῳ δυστερπέα πορσύνουσι

### book 5.145.4

ταύρειον μέλαν ἧπαρ ἀπόκριτον ἠὲ καὶ ὦμον

### book 5.145.5

ταύρειον γενύεσσιν ἐοικότα δαινυμένοιο.

### book 5.1

πολλαὶ δ’ ἀγρευτῆρσιν ὁμόστολοι ὥστ’ ἐς Ἄρηα

### book 5.2

θήγονται κρατεραί τ’ ἀκίδες στιβαραί τε τρίαιναι,

### book 5.3

ἅρπαι, βουπλῆγές τε βαρύστομοι, ὅσσα τε τοῖα

### book 5.4

ἄκμοσι δυσκελάδοις ῥαιστήρια χαλκεύονται·

### book 5.5

ἐσσυμένως δ’ ἀκάτοισιν ἐϋσέλμοις ἐπιβάντες,

### book 5.155.1

σιγῇ νευστάζοντες ὅ τι χρέος ἀλλήλοισι,

### book 5.155.2

στέλλονται, κώπῃσι δ’ ὑπ’ εὐκήλοισι θάλασσαν

### book 5.155.3

ἀτρέμα λευκαίνουσι, φυλασσόμενοι μάλα δοῦπον,

### book 5.155.4

μή τι μάθοι μέγα κῆτος ἀλευόμενόν τε νέοιτο

### book 5.155.5

βυσσὸν ὑποβρυχίην, ἅλιον δέ κε μόχθον ἄροιντο.

### book 5.160

ἀλλ’ ὅτε οἱ πελάσωσιν ὁμαιχμήσωσί τ’ ἀέθλῳ,

### book 5.1

δὴ τότε θαρσαλέως πρώρης ἄπο θηρὶ πελώρῳ

### book 5.2

πῆμα δόλου προὔθηκαν· ὁ δ’ ὡς ἴδε δαῖτα βαρεῖαν,

### book 5.3

ἆλτο καὶ οὐκ ἀμέλησεν ἀναιδέϊ γαστρὶ πιθήσας·

### book 5.4

μάρψε δ’ ἐπιθύσας γναμπτὸν μόρον, αὐτίκα δ’ εἴσω

### book 5.165.1

ἄγκιστρον κατέδυ τεθοωμένον εὐρέϊ λαιμῷ,

### book 5.165.2

ἐν δ’ ἐπάγη γλωχῖσιν· ὁ δ’ ἕλκεϊ θυμὸν ὀρινθεὶς

### book 5.165.3

πρῶτα μὲν ἀσχαλόων ὀλοὴν γένυν ἀντία πάλλει,

### book 5.165.4

χαλκείην θώμιγγα διαρραῖσαι μενεαίνων·

### book 5.165.5

ἀλλ’ ἄρα οἱ κενεὸς τέταται πόνος· ἔνθεν ἔπειτα

### book 5.170.1

σπερχόμενος φλογέῃσιν ἐποχθίζων ὀδύνῃσι

### book 5.170.2

δύεται ἐν κόλποισιν ὑποβρυχίοισι θαλάσσης·

### book 5.170.3

τῷ δὲ τάχ’ ἀσπαλιῆες ἐπιτρωπῶσιν ἅπασαν

### book 5.170.4

ὁρμιήν· οὐ μὲν γὰρ ἔνι σθένος ἀνθρώποισιν

### book 5.170.5

ὅσσον τ’ αὖ ἐρύσαι καὶ ἀναινόμενον δαμάσασθαι

### book 5.175.1

βριθὺ πέλωρ· ῥέα γάρ σφε σὺν αὐτοῖς σέλμασι νηῶν

### book 5.175.2

ἑλκύσει ποτὶ βυσσόν, ὅθ’ ὁρμήσειε φέρεσθαι.

### book 5.175.3

οἱ δέ οἱ ὁρμιῇ προσαρηρότας εὐρέας ἀσκοὺς

### book 5.175.4

πνοιῆς ἀνδρομέης πεπληθότας εὐθὺς ἐς ὕδωρ

### book 5.175.5

δυομένῳ πέμπουσιν· ὁ δ’ ὀχθίζων ὀδύνῃσι

### book 5.180.1

ῥινῶν οὐκ ἀλέγει, κατὰ δ’ ἔσπασεν οὐκ ἐθέλοντας

### book 5.180.2

ῥηϊδίως ἄκροιο λιλαιομένους ἁλὸς ἀφροῦ.

### book 5.180.3

ἀλλ’ ὁπότ’ ἐς δάπεδον πελάσῃ μεμογηότι θυμῷ,

### book 5.180.4

στῆ ῥα μέγ’ ἀφριόων, τετιημένος· ὡς δέ τις ἵππος

### book 5.180.5

ἱδρῶτ’ ἐξανύσας καματώδεα τέρματος ἄκρου

### book 5.185

ἀφρῷ ὑφ’ αἱματόεντι γένυν σκολιοῖσι χαλινοῖς

### book 5.1

ἐμπρίει, θερμὸν δὲ διὰ στόμα κίδναται ἆσθμα,

### book 5.2

ὣς ὁ μέγ’ ἀσθμαίνων ἀμπαύεται, οὐδέ οἱ ἀσκοὶ

### book 5.3

μίμνειν ἱεμένῳ περ ἐπιτρωπῶσιν ἔνερθεν,

### book 5.4

αἶψα δ’ ἄνω σπεύδουσι καὶ ἔξαλοι ἀΐσσουσι

### book 5.190.1

πνοιῇ ἀειρόμενοι· τῷ δ’ ἵσταται ἄλλος ἄεθλος.

### book 5.190.2

ἔνθ’ ἤτοι πρῶτον μὲν ἐπαΐσσει γενύεσσι

### book 5.190.3

ῥιπὴν μαψιδίην, λελιημένος αὖ ἐρύοντα

### book 5.190.4

δέρματ’ ἀμύνεσθαι· τὰ δ’ ἀνίπταται οὐδέ ἑ μίμνει,

### book 5.190.5

φεύγει δὲ ζωοῖσιν ἀλευομένοισιν ὁμοῖα·

### book 5.195.1

αὐτὰρ ὅ γ’ ἀσχαλόων μυχάτην πάλιν ἵεται ἅλμην,

### book 5.195.2

πολλὰς δὲ στροφάλιγγας ἑλίσσεται, ἄλλοτ’ ἀνάγκῃ,

### book 5.195.3

ἄλλοθ’ ἑκών, ἕλκων τε καὶ ἑλκόμενος παλίνορσος.

### book 5.195.4

ὡς δ’ ὅτε δουροτόμοι ξυνὸν πόνον ἀθλεύωσι

### book 5.195.5

πρίονος ἐγκονέοντες, ὅτε τρόπιν ἠέ τιν’ ἄλλην

### book 5.1

χρειὼ πλωτήρεσσιν ἐπισπεύδουσι τελέσσαι,

### book 5.2

ἄμφω δὲ τρηχεῖαν ἐρειδομένοιο σιδήρου

### book 5.3

ἀλκὴν αὖ ἐρύουσι καὶ οὔποτε ταρσὸς ὀδόντων

### book 5.4

τέτραπται μίαν οἶμον, ἐπειγόμενος δ’ ἑκάτερθεν

### book 5.5

κλάζει τε πρίει τε καὶ ἔμπαλιν ἕλκεται αἰεί,

### book 5.205.1

τοῖον καὶ ῥινοῖσι πέλει καὶ θηρὶ δαφοινῷ

### book 5.205.2

νεῖκος ἀνελκομένῳ τε βιαζομένοις θ’ ἑτέρωθεν.

### book 5.205.3

πολλὴν δ’ αἱματόεσσαν ὑπεὶρ ἁλὸς ἔπτυσεν ἄχνην

### book 5.205.4

παφλάζων ὀδύνῃσιν, ὑποβρύχιον δὲ μέμυκε

### book 5.205.5

μαινομένου φύσημα, περιστένεται δέ οἱ ὕδωρ

### book 5.210.1

ἀμβολάδην· φαίης κεν ὑπ’ οἴδμασι πᾶσαν ἀϋτμὴν

### book 5.210.2

κευθομένην Βορέαο δυσαέος αὐλίζεσθαι.

### book 5.210.3

τόσσον ἀνασθμαίνει λάβρον μένος, ἀμφὶ δὲ πυκναὶ

### book 5.210.4

δίναις οἰδαλέῃσιν ἑλισσόμεναι στροφάλιγγες

### book 5

οἴδματα κοιλαίνουσι διϊσταμένοιο πόροιο.

### book 5.215.1

οἷον δ’ Ἰονίοιο παρὰ στόμα καὶ κελάδοντος

### book 5.215.2

Τυρσηνοῦ πόντοιο μέση πορθμοῖο διαρρὼξ

### book 5.215.3

εἰλεῖται, λάβροισιν ὑπ’ ἄσθμασι Τυφάωνος

### book 5.215.4

μαινομένη, δειναὶ δὲ τιταινόμεναι στροφάλιγγες

### book 5.215.5

κῦμα θοὸν κάμπτουσι, περιστρέφεται δὲ κελαινὴ

### book 5.220.1

ἑλκομένη δίνῃσι παλιρροίβδοισι Χάρυβδις,

### book 5.220.2

ὣς τότε κητείοισιν ὑπ’ ἄσθμασι χῶρος ἁπάντῃ

### book 5.220.3

ξαινόμενος βέμβικας ἑλίσσεται Ἀμφιτρίτης.

### book 5.220.4

ἔνθα τις ἰχθυβόλων γλαφυρὸν σκάφος ὠκὺς ἐρέσσων

### book 5.220.5

ἐς χέρσον κατάγοιτο καὶ ἀκταίης ἀπὸ πέτρης

### book 5.225.1

ὁρμιὴν ἅψαιτο καὶ αὐτίκα νοστήσειε,

### book 5.225.2

πρυμναίοις ἅτε νῆα κατοχμάσσας ὑπὸ δεσμοῖς.

### book 5.225.3

τὸν δ’ ὅτε παιφάσσοντα λάβῃ κόρος, ἐκ δ’ ὀδυνάων

### book 5.225.4

θὴρ ὀλοὸς μεθύῃ, καμάτῳ δέ οἱ ἄγριον ἦτορ

### book 5.225.5

κλίνηται, ῥέψῃ δὲ μόρου στυγεροῖο τάλαντα,

### book 5.230.1

ἀσκὸς μὲν πρώτιστος ἀνέδραμε πείρατα νίκης

### book 5.230.2

ἀγγέλλων, μέγα δ’ ἦτορ ἐν ἀγρευτῆρσιν ἄειρεν.

### book 5.230.3

οἷον δ’ ἀλγινόεντος ἀνερχόμενον πολέμοιο

### book 5.230.4

κήρυκ’ ἀργυφέοισιν ἐν εἵμασιν ἠδὲ προσώπῳ

### book 5.230.5

φαιδρῷ καγχαλόωντες ἑοὶ μεθέπουσιν ἑταῖροι,

### book 5.235.1

αἴσιον ἀγγελίην ποτιδεγμένοι αὐτίκ’ ἀκοῦσαι,

### book 5.235.2

ὣς οἱ καγχαλόωσιν ἐσαθρήσαντες ἔνερθε

### book 5.1

ῥινὸν ἀνερχομένην εὐάγγελον· αὐτίκα δ’ ἄλλοι

### book 5.2

ἀσκοὶ ἐπαντέλλουσι καὶ ἀνδύνουσι θαλάσσης,

### book 5.3

βριθὺ πέλωρ σύροντες· ὁ δ’ ἕλκεται οὐλόμενος θὴρ

### book 5.240.1

οὐκ ἐθέλων, μόχθῳ τε καὶ ἕλκεϊ θυμὸν ἀλύων.

### book 5.240.2

ἔνθα τότ’ ἰχθυβόλων θράσος ἔγρεται, ἄγχι δὲ νῆας

### book 5.240.3

εὐκώπους ἐλόωσιν ἐπειγομένοισιν ἐρετμοῖς·

### book 5.240.4

πολλὴ δὲ σμαραγή, πολλὴ δ’ ἀνὰ πόντον ἀϋτὴ

### book 5.240.5

σπερχομένων τέτρηχε καὶ ἀλλήλους ἐς ἄεθλον

### book 5.245.1

κεκλομένων· φαίης κεν ἐνυάλιον πόνον ἀνδρῶν

### book 5.245.2

δέρκεσθαι· τοίη γὰρ ἐνὶ φρεσὶν ἵσταται ἀλκή,

### book 5.245.3

τόσσος δὲ φλοῖσβός τε καὶ ἵμερος ἰωχμοῖο.

### book 5.245.4

τῶν μέν τις καὶ τῆλε δυσηχέα δοῦπον ἀκούσας

### book 5.245.5

αἰπόλος ἢ βαθύμαλλον ἐν ἄγκεσι πῶϋ κομίζων,

### book 5.1

ἢ δρυτόμος πεύκης ὀλετὴρ ἢ θῆρας ἐναίρων

### book 5.2

θαμβήσας πόντου τε καὶ ᾐόνος ἐγγὺς ἱκάνει,

### book 5.3

στὰς δὲ κατὰ προβλῆτος ὑπερφίαλον πόνον ἀνδρῶν

### book 5.4

φυλόπιδος βυθίης θηήσατο καὶ τέλος ἄγρης

### book 5.5

εὐπάγλου· τοὺς δ’ ὑγρὸς Ἄρης ἄσβεστος ὀρίνει.

### book 5.255.1

ἔνθ’ ὁ μὲν ἐν παλάμῃσι τανυγλώχινα τρίαιναν

### book 5.255.2

πάλλει, ὁ δ’ ὀξείης ἀκίδος βέλος, οἱ δὲ φέρουσιν

### book 5.255.3

εὐκαμπῆ δρεπάνην, ὁ δέ τις βουπλῆγα τιταίνει

### book 5.255.4

ἀμφιτόμον· πᾶσιν δὲ πόνος, πᾶσιν δὲ σιδήρου

### book 5.255.5

χεῖρας ἐφοπλίζει βριαρὴ γένυς, ἄγχι δὲ θῆρα

### book 5.260.1

βάλλους’, οὐτάζουσι, καταΐγδην ἐλόωντες.

### book 5.260.2

αὐτὰρ ὅ γ’ ἠνορέης μὲν ὑπερφιάλοιο λέλησται,

### book 5.260.3

οὐδ’ ἔτ’ ἔχει γενύεσσι καὶ ἱέμενός περ ἐρύκειν

### book 5.260.4

νῆας ἐπεσσυμένας, πτερύγων δ’ ὑπεραχθέϊ ῥιπῇ

### book 5.260.5

ἄκρῃ τ’ ἀλκαίῃ βύθιον διὰ κῦμα λαχαίνων

### book 5.265.1

ἔμπαλιν ἐς πρύμνας ὠθεῖ νέας, ἔργα δ’ ἐρετμῶν

### book 5.265.2

ἀνδρῶν τ’ ἠνορέην γνάμπτει πάλιν, ἠΰτ’ ἀήτης

### book 5.265.3

ἀντίβιος πρώρῃσιν ἐναντία κῦμα κυλίνδων·

### book 5.265.4

τῶν δ’ ἐνοπὴ κέκληγεν ἐφιεμένων πονέεσθαι,

### book 5

κῦμα δ’ ἅπαν λύθροιο φορύσσεται ἐκχυμένοιο

### book 5.270.1

ὠτειλαῖς ὀλοῇσι· τὸ δὲ ζέει ἄπλετον ὕδωρ

### book 5.270.2

αἵματι κητείῳ, γλαυκὴ δ’ ἐρυθαίνεται ἅλμη.

### book 5.270.3

ὡς δ’ ὅτε χειμερίοιο κατερχομένου ποταμοῖο

### book 5.270.4

κόλπον ἐς οἰδματόεντα λόφων ἀπὸ μιλτοκαρήνων

### book 5.270.5

ἰλὺς αἱματόεσσα κυλίνδεται ὕδατος ὁρμῇ,

### book 5.275.1

κιρναμένη δίνῃσιν· ἑκὰς δ’ ἐρυθαίνεται ὕδωρ

### book 5.275.2

ξανθῆς ἐκ κονίης, λύθρος δ’ ἔχει ὥστε θάλασσαν,

### book 5.275.3

ὣς τότε κητείοιο πόρος λύθροιο πέφυρται

### book 5.275.4

φοίνιος ἐν προχοῇσι δαϊζομένου βελέεσσιν.

### book 5.275.5

ἐν δέ οἱ ὠτειλῇσιν ἀφυσσάμενοι ῥόον ἄντλου

### book 5.280.1

πευκεδανὸν στάζους’· ἡ δ’ ἕλκεσι μισγομένη ἃλς

### book 5.280.2

ἠΰτε πυρκαϊὴ ὀλοώτατον ἧψεν ὄλεθρον.

### book 5.280.3

ὡς δὲ Διὸς μάστιγι βαλεῖ τρόπιν αἰθέριον πῦρ

### book 5.280.4

πόντον ἀμειβομένην, νέμεται δέ μιν αἰθαλόεσσα

### book 5.280.5

ῥιπή, τὴν δ’ ἔτι μᾶλλον ἐποτρύνουσα κορύσσει

### book 5.285.1

μισγομένη δίοισιν ὁμοῦ πυρσοῖσι θάλασσα,

### book 5.285.2

ὣς κείνου χαλεπάς τε βολὰς ὀδύνας τε κορύσσει

### book 5.285.3

ἄντλου πυθομένοιο δυσαέος ἄγριον ὕδωρ.

### book 5.285.4

ἀλλ’ ὅτε μιν δμηθέντα πολυτμήτοις ὀδύνῃσιν

### book 5.285.5

ἤδη λευγαλέοιο παρὰ προθύροις θανάτοιο

### book 5.290.1

μοῖρα φέρῃ, τότε δή μιν ἀναψάμενοι ποτὶ χέρσον

### book 5.290.2

γηθόσυνοι σύρουσιν· ὁ δ’ ἕλκεται οὐκ ἐθέλων περ,

### book 5.290.3

πολλῇσι γλωχῖσι πεπαρμένος ἠΰτε γόμφοις,

### book 5.290.4

νευστάζων ὀλοοῖο μόρου τέλος οἰνοβαρείων·

### book 5.290.5

οἱ δὲ μέγαν νίκης παιήονα κυδαίνοντες,

### book 5.295.1

εἰρεσίῃ σπέρχοντες ἐπικλάζουσι θαλάσσῃ,

### book 5.295.2

ὀξὺν ἐπειγομέναις ἐλάταις νόμον ἀείδοντες.

### book 5.295.3

ὡς δ’ ὁπότ’ εἰναλίοιο διακρινθέντος Ἄρηος

### book 5.295.4

νῆας ἀναψάμενοι νηῶν ἐπιβήτορας ἄνδρας

### book 5

δυσμενέας ποτὶ χέρσον ἐπειγόμενοι κατάγωσι

### book 5.1

γηθόσυνοι, νίκης δὲ διαπρύσιον βοόωσι

### book 5.2

ναυμάχον εἰρεσίης παιήονα· τοὶ δ’ ἀέκοντες

### book 5.3

ἀχνύμενοι δηΐοισιν ἀναγκαίῃ ξυνέπονται,

### book 5.4

ὣς οἵ γ’ αἰνοπέλωρον ἀναψάμενοι δάκος ἅλμης

### book 5.5

γηθόσυνοι κατάγουσιν ἐπ’ ᾐόνας· ἀλλ’ ὅτε χέρσῳ

### book 5.305.1

ἐμπελάσῃ, τότε δή μιν ἐτήτυμος ὦρσεν ὄλεθρος

### book 5.305.2

λοίσθιος ἀσπαίρει τε διαξαίνει τε θάλασσαν

### book 5.305.3

σμερδαλέαις πτερύγεσσιν, ἅτ’ εὐτύκτῳ περὶ βωμῷ

### book 5.305.4

ὄρνις ἑλισσομένη θανάτου στροφάλιγγι κελαινῇ,

### book 5.305.5

δύσμορος· ἦ μάλα πολλὰ λιλαίεται οἴδμαθ’ ἱκέσθαι,

### book 5.310.1

ἀλλά οἱ ἠνορέης λέλυται σθένος, οὐδέ τι γυῖα

### book 5.310.2

πείθεται, ἐς χέρσον δὲ καθέλκεται αἰνὸν ἀΐσθων,

### book 5.310.3

φορτὶς ὅπως εὐρεῖα πολύζυγος, ἥν τε θαλάσσης

### book 5.310.4

ἀνέρες ἐξερύουσιν ἐπὶ τραφερὴν ἀνάγοντες

### book 5.310.5

χείματος ἱσταμένοιο μεταπνεῦσαι καμάτοιο

### book 5.315.1

ποντοπόρου· βριθὺς δὲ πόνος ναύτῃσι μέμηλεν·

### book 5.315.2

ὣς οἵ γ’ ὀβριμόγυιον ἐπὶ χθόνα κῆτος ἄγουσι·

### book 5.315.3

πλῆσεν δ’ ᾐόνα πᾶσαν ὑπ’ ἀπλάτοις μελέεσσι

### book 5.315.4

κεκλιμένοις, τέταται δὲ νέκυς ῥίγιστος ἰδέσθαι.

### book 5.315.5

τοῦ μέν τις φθιμένοιο καὶ ἐν χθονὶ πεπταμένοιο

### book 5.320.1

εἰσέτι δειμαίνει πελάσαι δυσδερκέϊ νεκρῷ

### book 5.320.2

ταρβεῖ τ’ οὐκέτ’ ἐόντα καὶ οἰχομένοιό περ ἔμπης

### book 5.320.3

πεφρικὼς αὐτοῖσιν ἐνὶ γναθμοῖσιν ὀδόντας.

### book 5.320.4

ὀψὲ δὲ θαρσήσαντες ἀολλέες ἀμφαγέρονται,

### book 5.320.5

θάμβεϊ παπταίνοντες ἐρείπιον ὠμηστῆρος.

### book 5.325

ἔνθ’ οἱ μὲν γενύων ὀλοὰς στίχας ἠγάσσαντο,

### book 5.1

δεινοὺς χαυλιόδοντας, ἀναιδέας, ἠΰτ’ ἄκοντας

### book 5.2

τριστοιχεὶ πεφυῶτας ἐπασσυτέρῃσιν ἀκωκαῖς·

### book 5.3

ἄλλοι δ’ ὠτειλὰς πολυδηρίτοιο πελώρου

### book 5.4

χαλκοτόρους ἀφόωσιν· ὁ δ’ ὀξύπρωρον ἄκανθαν

### book 5.330.1

θηεῖται σμερδνοῖσιν ἀνισταμένην σκολόπεσσιν·

### book 5.330.2

ἄλλοι δ’ ἀλκαίην, ἕτεροι πολυχανδέα νηδὺν

### book 5.330.3

καὶ κεφαλὴν ἀπέλεθρον ὁρώμενοι ἠγάσσαντο.

### book 5.330.4

καί τις ἀνὴρ ὁρόων βλοσυρὸν δάκος Ἀμφιτρίτης

### book 5.330.5

ἤθεσιν ἐν τραφεροῖσι πολὺ πλέον ἠὲ νέεσσι

### book 5.335.1

δηθύνων ἑτάροισι μετέννεπεν ἐγγὺς ἐοῦσι·

### book 5.335.2

Γαῖα, φίλη θρέπτειρα, σὺ μὲν τέκες ἠδ’ ἐκόμισσας

### book 5.335.3

φορβῇ χερσαίῃ· κόλποις δ’ ἐνὶ σεῖο θάνοιμι,

### book 5.335.4

ἦμαρ ὅτ’ ἀντήσειε τὸ μόρσιμον· ἔργα δὲ πόντου

### book 5.335.5

εὐμενέοι, χέρσῳ δὲ Ποσειδάωνα σέβοιμι·

### book 5.340.1

μηδέ μ’ ἐν ἀργαλέοις ὀλίγον δόρυ κύμασι πέμποι,

### book 5.340.2

μηδ’ ἀνέμους νεφέλας τε κατ’ ἠέρα παπταίνοιμι·

### book 5.340.3

οὐ γὰρ ἁλὸς ῥοθίων τόσσος φόβος οὐδ’ ἀλεγεινῆς

### book 5.340.4

ἀνδράσι ναυτιλίης καὶ ὀϊζύος ἣν μογέουσιν,

### book 5.340.5

αἰεὶ δυσκελάδοισι συνιππεύοντες ἀέλλαις,

### book 5.345.1

οὐδ’ ἅλις ὀλλυμένοις διερὸς μόρος, ἀλλ’ ἔτι τοίους

### book 5.345.2

δαιτυμόνας μίμνουσιν, ἀτυμβεύτου δὲ τάφοιο

### book 5.1

θηρείου λαιμοῖο μυχοὺς πλήσαντο τυχόντες·

### book 5.2

δειμαίνω τοίων ἀχέων τροφόν· ἀλλά, θάλασσα,

### book 5.3

χαῖρέ μοι ἐκ γαίης, ἕκαθεν δ’ ἐμοὶ ἤπιος εἴης.

### book 5.1

Κήτεα μὲν τοίοισιν ἐδῃώσαντο πόνοισιν

### book 5.2

ὅσσα δέμας προβέβηκεν ὑπερφυές, ἄχθεα πόντου.

### book 5.3

ὅσσα δὲ βαιοτέρων μελέων λάχε, τοῖσι καὶ ἄγρη

### book 5.4

βαιοτέρη, θήρεσσι δ’ ἐοικότα τεύχε’ ἔασι,

### book 5.5

μείονες ὁρμιαί, μείων γένυς ἀγκίστροιο,

### book 5.355.1

φορβὴ παυροτέρη, γενύων δόλος, ἀντὶ δὲ ῥινῶν

### book 5.355.2

αἰγοδόρων ἁψῖδες ἀναπτόμεναι κολοκύντης

### book 5.355.3

ἀζαλέης θήρειον ἄνω δέμας αὖ ἐρύουσι.

### book 5.355.4

Λάμνης δὲ σκύμνοισιν ὅτ’ ἀντήσως’ ἁλιῆες,

### book 5

πολλάκι καὶ τροπὸν αὐτόν, ἐπαρτέα δεσμὸν ἐρετμοῦ,

### book 5.360.1

λυσάμενοι προὔτειναν ἐν οἴδμασιν· ἡ δ’ ἐσιδοῦσα

### book 5.360.2

ἔσσυτο καὶ γενύων προΐει μένος, αἶψα δὲ σειρῇ

### book 5.360.3

ἐνσχόμενοι μίμνουσιν ἅτ’ ἐν δεσμοῖσιν ὀδόντες

### book 5.360.4

ἀγκύλοι· ἔνθεν ἔπειτα πόνος ῥήϊστος ὀλέσσαι

### book 5.360.5

λάμνην τριγλώχινος ὑπὸ ῥιπῇσι σιδήρου.

### book 5.365.1

Ἔξοχα δ’ ἐχθοδοποῖς ἐνὶ κήτεσι μαργαίνουσι

### book 5.365.2

λαιμῷ λαβροσύνῃ τε κυνῶν ὑπέροπλα γένεθλα·

### book 5.365.3

ἔξοχα δ’ ὑβρισταὶ καὶ ἀγήνορες, οὐδέ κεν ἄν τι

### book 5.365.4

ἀντόμενοι τρέσσειαν, ἀναιδείην ἀχάλινον

### book 5.365.5

αἰεὶ κυμαίνουσαν ἐπὶ φρεσὶ λύσσαν ἔχοντες·

### book 5.370.1

πολλάκι δ’ ἰχθυβόλοισι καὶ ἐς λίνον ἀΐξαντες

### book 5.370.2

κύρτοις τ’ ἐμπελάσαντες ἐδηλήσανθ’ ἁλιεῦσιν

### book 5.370.3

ἄγρην ἰχθυόεσσαν, ἑὴν φρένα πιαίνοντες.

### book 5.370.4

τοὺς δέ τις ἀσπαλιεὺς δεδοκημένος ἰχθύσιν αὐτοῖς,

### book 5.370.5

πείρας ἀγκίστρῳ, μενοεικέα ληΐδα θήρης,

### book 5.375.1

ῥηϊδίως ἐρύσει περὶ γαστέρα μαιμώοντας.

### book 5.375.2

Φώκῃ δ’ οὐκ ἄγκιστρα τετεύχαται οὔτε τις αἰχμὴ

### book 5.375.3

τρίγλυφος ἥ κεν ἕλοι κείνης δέμας· ἔξοχα γάρ μιν

### book 5.375.4

ῥινὸς ὑπὲρ μελέων στερεὴ λάχεν, ὄβριμον ἕρκος·

### book 5.375.5

ἀλλ’ ὅτ’ ἐϋπλεκέεσσι λίνοις περικυκλώσωνται

### book 5.380.1

φώκην ἀσπαλιῆες ἐν ἰχθύσιν οὐκ ἐθέλοντες,

### book 5.380.2

δὴ τότε τοῖς κραιπνοί τε πόνοι σπουδή τε καθέλκειν

### book 5.380.3

δίκτυον ἐς ῥηγμῖνας, ἐπεὶ φώκην μεμαυῖαν

### book 5.380.4

οὐκ ἂν ἐρητύσειε καὶ εἰ μάλα πολλὰ παρείη

### book 5.380.5

δίκτυα, ῥηϊδίως δὲ βίῃ τ’ ὀνύχων θ’ ὑπ’ ἀκωκαῖς

### book 5.385.1

ῥήξει τ’ ἀΐξει τε καὶ ἔσσεται ἰχθύσιν ἄλκαρ

### book 5.385.2

εἰλομένοις, μέγα δ’ ἄλγος ἐνὶ φρεσὶν ἀσπαλιήων.

### book 5.385.3

ἀλλ’ ἤν μιν καθέλωσιν ὑποφθαδὸν ἐγγύθι γαίης,

### book 5.385.4

ἔνθα δὲ καὶ τριόδοντι καὶ ἰφθίμοις ῥοπάλοισι

### book 5

δούρασί τε στιβαροῖσι καταΐγδην ἐλόωντες

### book 5.390.1

ἐς κροτάφους πέφνουσιν· ἐπεὶ φώκῃσιν ὄλεθρος

### book 5.390.2

ὀξύτατος κεφαλῆφιν ἱκάνεται οὐταμένῃσι.

### book 5.390.3

Ναὶ μὴν καὶ χέλυες μάλα πολλάκις ἀντιόωσαι

### book 5.390.4

θήρην λωβήσαντο καὶ ἀνδράσι πῆμα γένοντο.

### book 5.390.5

τάων δ’ ἔπλετο μόχθος ἑλεῖν ῥήϊστος ἁπάντων

### book 5.395.1

ἀνέρι θαρσαλέῳ καὶ ἀταρβέα θυμὸν ἔχοντι·

### book 5.395.2

εἰ γάρ τις καταδὺς κραναὴν χέλυν ἐν ῥοθίοισιν

### book 5.395.3

ὕπτιον ἀνστρέψειεν ἐπ’ ὄστρακον, οὐκέτι κείνη

### book 5.395.4

πολλὰ καὶ ἱεμένη δύναται μόρον ἐξαλεείνειν·

### book 5.395.5

ὕψι δ’ ἀναπλώει κοῦφον πλόον ἀσπαίρουσα

### book 5.1

ποσσίν, ἁλὸς μεμαυῖα· γέλως δ’ ἔχει ἀγρευτῆρας.

### book 5.2

τὴν δ’ ὁτὲ μὲν θείνουσι σιδηρείῃσι βολῇσιν,

### book 5.3

ἄλλοτε δ’ ἐν βροχίδεσσιν ἀναψάμενοι μεθέπουσιν.

### book 5.4

ὡς δ’ ὅτε νηπίαχα φρονέων πάϊς οὐρεσίφοιτον

### book 5.5

ἀνστρέψῃ τρηχεῖαν ἑλὼν χέλυν, ἡ δ’ ἐπὶ νῶτα

### book 5.405.1

κεκλιμένη μάλα πολλὰ λιλαίεται οὖδας ἱκέσθαι,

### book 5.405.2

ῥικνὰ ποδῶν σείουσα καὶ ἀγκύλα γούνατα, μόχθῳ

### book 5.405.3

πυκνὸν ἐπασπαίρουσα, γέλως δ’ ἔχει ὅς κεν ἴδηται,

### book 5.405.4

ὣς κείνης ὁμόφυλον ἁλὸς δάκος ὕπτιον ἅλμῃ

### book 5.405.5

ἐμφέρεται λωβητὸν ὑπ’ ἀνδράσιν ἰχθυβόλοισι.

### book 5.410.1

Πολλάκι δ’ ἐς τραφερὴν ἀνανίσσεται, ἐκ δὲ βολάων

### book 5.410.2

ἠελίου φολίδας περιδαίεται, αὖα δὲ γυῖα

### book 5.410.3

ἐς πόντον φορέει, τὴν δ’ οὐκέτι καὶ μεμαυῖαν

### book 5.410.4

κῦμα μέλαν δέχεται, φορέει δέ μιν ἠδὲ κυλίνδει

### book 5.410.5

ὕψι μάλ’ ἱεμένην νεάτης ἁλός· οἱ δ’ ἐσιδόντες

### book 5.415.1

ἰχθυβόλοι μάλα ῥεῖα καὶ ἀσπασίως ἐδάμασσαν.

### book 5.415.2

Δελφίνων δ’ ἄγρη μὲν ἀπότροπος, οὐδὲ θεοῖσι

### book 5.415.3

κεῖνος ἔτ’ ἐμπελάσειε θυτὴρ φίλος οὐδέ κε βωμῶν

### book 5.415.4

εὐαγέως ψαύσειεν, ὁμωροφίους δὲ μιαίνει,

### book 5.415.5

ὅς κεν ἑκὼν δελφῖσιν ἐπιφράσσηται ὄλεθρον.

### book 5.420.1

ἶσα γὰρ ἀνδρομέοισιν ἀπεχθαίρουσι φόνοισι

### book 5.420.2

δαίμονες εἰναλίων ὀλοὸν μόρον ἡγητήρων·

### book 5.420.3

ἶσα γὰρ ἀνθρώποισι νοήματα καὶ προπόλοισι

### book 5.420.4

Ζηνὸς ἁλιγδούποιο· τὸ καὶ φιλότητι γενέθλης

### book 5.420.5

κέχρηνται, μέγα δ’ εἰσὶ συνάρθμιοι ἀλλήλοισιν.

### book 5.425.1

ἤδη γὰρ δελφῖνες ἐνηέες ἀνδράσιν οἵην

### book 5.425.2

ἄγρην εὐθήρητον ἐπ’ ἰχθύσιν ὡπλίσσαντο

### book 5.425.3

νήσῳ ἐν Εὐβοίῃ μετὰ κύμασιν Αἰγαίοισιν·

### book 5.1

εὖτε γὰρ ἑσπερίης θήρης πόνον ἐγκονέωσιν

### book 5.2

ἰχθυβόλοι, νεπόδεσσι πυρὸς φορέοντες ὁμοκλήν,

### book 5.430.1

ἴπνου χαλκείοιο θοὸν σέλας, οἱ δ’ ἐφέπονται

### book 5.430.2

δελφῖνες, σύνθηρον ἐπισπεύδοντες ὄλεθρον.

### book 5.430.3

ἔνθ’ οἱ μὲν τρομέοντες ἀποτροπάδην ἀλέονται

### book 5.430.4

ἰχθύες, οἱ δ’ ἔκτοσθεν ἐπαΐσσοντες ὁμαρτῆ

### book 5.430.5

δελφῖνες φοβέουσι καὶ ἱεμένους ἐπὶ βύσσαν

### book 5.435.1

τρωπᾶσθαι ποτὶ χέρσον ἀνάρσιον ἐξελόωσι,

### book 5.435.2

πυκνὸν ἐπιθρώσκοντες, ἅτ’ ἀνδράσι θηρητῆρσι

### book 5.435.3

θῆρα κύνες σεύοντες ἀμοιβαίῃς ὑλακῇσι.

### book 5.435.4

τοὺς δ’ ἀγχοῦ ποτὶ χέρσον ἀτυζομένους ἁλιῆες

### book 5.435.5

ῥηϊδίως βάλλουσιν ἐϋγλώχινι τριαίνῃ.

### book 5.440.1

τοῖσι δ’ ἄφυκτα κέλευθα, διορχεῦνται δ’ ἐνὶ πόντῳ,

### book 5.440.2

καὶ πυρὶ καὶ δελφῖσιν ἐλαυνόμενοι βασιλεῦσιν.

### book 5.1

ἀλλ’ ὁπόταν θήρης εὐαγρέος ἔργον ἄνηται,

### book 5.2

δὴ τότ’ ἀπαιτίζουσι παρασχεδὸν ἐμπελάσαντες

### book 5.3

μισθὸν ὁμοφροσύνης, θήρης ἀποδάσμιον αἶσαν·

### book 5.445.1

οἱ δ’ οὐκ ἠνήναντο, πόρον δ’ εὐαγρέα μοῖραν

### book 5.445.2

ἀσπασίως· ἢν γάρ τις ὑπερφιάλως ἀλίτηται,

### book 5.445.3

οὐκέτι οἱ δελφῖνες ἀρηγόνες εἰσὶν ἐπ’ ἄγρην.

### book 5.445.4

Καὶ μέν τις Λέσβοιο παλαίφατον ἔργον ἀοιδοῦ

### book 5.445.5

ἔκλυεν, ὡς δελφῖνος ὀχησάμενος περὶ νώτῳ

### book 5.1

κῦμα μέλαν περάασκε καθήμενος, ἄτρομος ἦτορ,

### book 5.2

ἀείδων, καὶ πότμον ὑπέκφυγε ληϊστήρων

### book 5.3

Ταιναρίῃ τ’ ἐπέλασσεν ἐπὶ προβολῇσι Λακώνων.

### book 5.4

καί πού τις Λίβυος κούρου πόθον οἶδεν ἀκούων,

### book 5.5

τοῦ ποτε ποιμαίνοντος ἐράσσατο θερμὸν ἔρωτα

### book 5.455.1

δελφίς, σὺν δ’ ἤθυρε παρ’ ᾐόσι, καὶ κελαδεινῇ

### book 5.455.2

τερπόμενος σύριγγι λιλαίετο πώεσιν αὐτοῖς

### book 5.1

μίσγεσθαι πόντον τε λιπεῖν ξυλόχους τ’ ἀφικέσθαι.

### book 5.2

ἀλλ’ οὐδ’ ἠϊθέοιο πόθους ἐπὶ πᾶσα λέλησται

### book 5.3

Αἰολίς· οὔτι παλαιόν, ἐφ’ ἡμετέρῃ δὲ γενέθλῃ·

### book 5.460.1

δελφὶς ὥς ποτε παιδὸς ἐράσσατο νησαίοιο·

### book 5.460.2

νήσῳ δ’ ἐνναίεσκεν, ἀεὶ δ’ ἔχε ναύλοχον ὅρμον,

### book 5.460.3

ἀστὸς ὅπως, ἕταρον δὲ λιπεῖν ἠναίνετο θυμῷ,

### book 5.460.4

ἀλλ’ αὐτοῦ μίμναζε παρέστιος ἐξέτι τυτθοῦ,

### book 5.460.5

σκύμνος ἀεξηθείς, ὀλίγον βρέφος, ἤθεσι παιδὸς

### book 5.465.1

σύντροφος· ἀλλ’ ὅθ’ ἵκοντο τέλος γυιαλκέος ἥβης,

### book 5.465.2

καί ῥ’ ὁ μὲν ἠϊθέοισι μετέπρεπεν, αὐτὰρ ὁ πόντῳ

### book 5.465.3

ὠκύτατος δελφὶς ἑτέρων προφερέστατος ἦεν,

### book 5.465.4

δή ῥα τότ’ ἔκπαγλόν τε καὶ οὐ φατὸν οὐδ’ ἐπίελπτον

### book 5.465.5

θάμβος ἔην ξείνοισι καὶ ἐνναέτῃσιν ἰδέσθαι·

### book 5.470.1

πολλοὺς δ’ ὤρορε φῆμις ἰδεῖν σέβας ὁρμηθέντας,

### book 5.470.2

ἠΐθεον δελφῖνι συνηβώοντας ἑταίρους·

### book 5.470.3

πολλαὶ δ’ ἠϊόνων ἀγοραὶ πέλας ἦμαρ ἐπ’ ἦμαρ

### book 5.470.4

ἱεμένων ἵσταντο σέβας μέγα θηήσασθαι.

### book 5.470.5

ἔνθ’ ὁ μὲν ἐμβεβαὼς ἄκατον κοίλοιο πάροιθεν

### book 5.475.1

ὅρμου ἀναπλώεσκε, κάλει δέ μιν οὔνομ’ ἀΰσας

### book 5.475.2

κεῖνο, τό μιν φήμιξεν ἔτι πρώτης ἀπὸ φύτλης·

### book 5.475.3

δελφὶς δ’ ἠΰτ’ ὀϊστός, ἐπεὶ κλύε παιδὸς ἰωήν,

### book 5.475.4

κραιπνὰ θέων ἀκάτοιο φίλης ἄγχιστος ἵκανε,

### book 5.475.5

σαίνων τ’ οὐραίῃ κεφαλήν τ’ ἀνὰ γαῦρος ἀείρων,

### book 5.480.1

παιδὸς ἐπιψαῦσαι λελιημένος· αὐτὰρ ὁ χερσὶν

### book 5.480.2

ἦκα καταρρέζεσκε, φιλοφροσύνῃσιν ἑταῖρον

### book 5.1

ἀμφαγαπαζόμενος, τοῦ δ’ ἵετο θυμὸς ἱκέσθαι

### book 5.2

αὐτὴν εἰς ἄκατον παιδὸς πέλας· ἀλλ’ ὅτ’ ἐς ἅλμην

### book 5.3

κοῦφα κυβιστήσειεν, ὃ δ’ ἐγγύθι νήχετο κούρου,

### book 5.485.1

αὐτῇσι πλευρῇσιν ἀνὰ πλευρὰς παρενείρων,

### book 5.485.2

αὐτῇσι γενύεσσι πέλας γένυν, ἠδὲ καρήνῳ

### book 5.485.3

ἐγχρίμπτων κεφαλήν· φαίης κέ μιν ἱμείροντα

### book 5.485.4

κῦσσαι καὶ στέρνοισι περιπτύξαι μενεαίνειν

### book 5.485.5

ἠΐθεον· τοίῃ γὰρ ὀπάονι νήχετο ῥιπῇ.

### book 5.490.1

ἀλλ’ ὅτε καὶ πελάσειε παρ’ ᾐόσιν, αὐτίκα κοῦρος

### book 5.490.2

ἁψάμενος λοφιῆς διερῶν ἐπεβήσατο νώτων·

### book 5.490.3

αὐτὰρ ὅ γ’ ἀσπασίως παιδὸς δέμας ἔμφρονι θυμῷ

### book 5.490.4

δεξάμενος φοίτασκεν, ὅπῃ νόος ἠϊθέοιο

### book 5.490.5

ἤλαεν, εἴτ’ ἄρα πόντον ἐπ’ εὐρέα τῆλε κελεύοι

### book 5.495.1

στέλλεσθ’, εἴθ’ αὔτως λιμένος διὰ χῶρον ἀμείβειν,

### book 5.495.2

ἢ χέρσῳ πελάειν, ὁ δ’ ἐπείθετο πᾶσαν ἐφετμήν.

### book 5.495.3

οὔτε τις ἡνιόχῳ πῶλος τόσον ἐν γενύεσσι

### book 5.495.4

μαλθακὸς εὐγνάμπτοισιν ἐφέσπεται ὧδε χαλινοῖς,

### book 5.495.5

οὔτε τις ἀγρευτῆρι κύων ἐθὰς ὀτρύνοντι

### book 5.1

τόσσον ὑπεικαθέων ἐπιπείθεται, ᾗ κεν ἄγῃσιν,

### book 5.2

οὔτ’ ἔτι κεκλομένοιο τόσον θεράποντες ἄνακτος

### book 5.3

πειθόμενοι ῥέζουσιν ἑκούσιον ἔργον ἑκόντες,

### book 5.4

ὅσσον ὑπ’ ἠϊθέῳ δελφὶς φίλος ὀτρύνοντι

### book 5.5

πείθετ’ ἄνευ ζεύγλης τε βιαζομένων τε χαλινῶν.

### book 5.505.1

οὐ μέν μιν μοῦνον φορέειν θέλεν, ἀλλὰ καὶ ἄλλῳ

### book 5.505.2

πείθετο, τῷ μιν ἄνωγεν ἄναξ ἑός, ἂν δ’ ἐκόμιζε

### book 5.505.3

νώτοις, οὔτινα μόχθον ἀναινόμενος φιλότητι.

### book 5.505.4

τοίη μὲν ζωῷ φιλίη πέλεν· ἀλλ’ ὅτε παῖδα

### book 5.505.5

πότμος ἕλε, πρῶτον μὲν ὀδυρομένῳ ἀτάλαντος

### book 5.510.1

δελφὶς ἠϊόνεσσιν ἐπέδραμεν, ἥλικα κοῦρον

### book 5.510.2

μαστεύων· φαίης κεν ἐτήτυμον ὄσσαν ἀκούειν

### book 5.510.3

μυρομένου· τοῖόν μιν ἀμήχανον ἄμπεχε πένθος·

### book 5.510.4

οὐδ’ ἔτι κικλήσκουσιν ἐπείθετο πολλάκις ἀστοῖς

### book 5

νησαίοις, οὐ βρῶσιν ὀρεγνυμένην ἐθέλεσκε

### book 5.515.1

δέχνυσθαι, μάλα δ’ αἶψα καὶ ἐξ ἁλὸς ἔπλετ’ ἄϊστος

### book 5.515.2

κείνης, οὐδέ τις αὐτὸν ἐπεφράσατ’, οὐδ’ ἔτι χῶρον

### book 5.515.3

ἵκετο· τὸν μέν που παιδὸς πόθος οἰχομένοιο

### book 5.515.4

ἔσβεσε, σὺν δὲ θανόντι θανεῖν ἔσπευσεν ἑταίρῳ.

### book 5.515.5

Ἀλλ’ ἔμπης καὶ τόσσον ἐνηείῃ προφέροντας

### book 5.520.1

καὶ τόσον ἀνθρώποισιν ὁμόφρονα θυμὸν ἔχοντας

### book 5.520.2

Θρήϊκες ὑβρισταὶ καὶ ὅσοι Βύζαντος ἔχουσιν

### book 5.520.3

ἄστυ σιδηρείοισι νοήμασιν ἀγρώσσουσιν·

### book 5.520.4

ἦ μέγ’ ἀταρτηροὶ καὶ ἀτάσθαλοι· οὐδέ κε παίδων,

### book 5.520.5

οὐ πατέρων φείσαιντο, κασιγνήτους τ’ ὀλέκοιεν

### book 5.525.1

ῥηϊδίως· τοῖος δὲ νόμος δυστερπέος ἄγρης.

### book 5.525.2

μητρὶ μὲν αἰνοτόκῳ δίδυμον γένος ἐγγὺς ὀπηδεῖ

### book 5.525.3

δελφίνων, ἀταλοῖσιν ἀλίγκιον ἠϊθέοισι·

### book 5.525.4

Θρήϊκες αὖ ἐπὶ τοῖσιν ἀπηνέες ἐντύνονται,

### book 5.525.5

στειλάμενοι δόρυ κοῦφον ἀτάσθαλον ἐς πόνον ἄγρης.

### book 5.530.1

οἱ μὲν δὴ λεύσσοντες ἐπειγόμενον σκάφος ἄντην

### book 5.530.2

ἀτρεμέες μίμνουσι καὶ ἐς φόβον οὐχ ὁρόωσιν,

### book 5.530.3

οὔ τιν’ ὀϊόμενοι μερόπων δόλον, οὐδέ τιν’ ἄτην

### book 5.530.4

ἵξεσθαι, σαίνουσι δ’ ἐνηέας ἠΰθ’ ἑταίρους

### book 5.530.5

γηθόσυνοι, χρίμπτοντες ἑὸν χαίροντες ὄλεθρον.

### book 5.535.1

οἱ δὲ θοῶς ἐλάσαντες ἀκοντιστῆρι τριαίνῃ

### book 5.535.2

τήν τ’ ἀκίδα κλείουσι, βέλος κρυερώτατον ἄγρης,

### book 5.535.3

δελφίνων ἕνα κοῦρον ἀνωΐστῳ βάλον ἄτῃ·

### book 5.535.4

αὐτὰρ ὅ γ’ ἰδνωθείς, ὀδύνης ὕπο πικρὸν ἀχεύων,

### book 5.535.5

αὐτίχ’ ὑποβρυχίης εἴσω καταδύεται ἅλμης,

### book 5.540.1

ὀχθίζων σφακέλῳ τε καὶ ἀργαλέῃσιν ἀνίαις·

### book 5.540.2

οἱ δέ μιν οὐκ ἐρύουσι βιώμενοι· ἦ γὰρ ἂν ἄγρης

### book 5.1

μαψιδίως ἅλιον καὶ ἐτώσιον ἔργον ἄροιντο·

### book 5.2

ἀλλά οἱ ἱεμένῳ δολιχὴν ἐφιᾶσιν ἄγεσθαι

### book 5.3

μήρινθον καὶ νῆα κατασπέρχουσιν ἐρετμοῖς,

### book 5.545.1

ἑσπόμενοι δελφῖνος ἀτυζομένοιο κελεύθοις.

### book 5.545.2

ἀλλ’ ὅτε λευγαλέῃσι κακηπελέων ὀδύνῃσι

### book 5.545.3

κάμνῃ καὶ γλωχῖσι περισκαίρῃσι σιδήρου,

### book 5.545.4

δή ῥα τότ’ ἀδρανέων ἀναδύεται, ἄλκιμα γυῖα

### book 5.545.5

κεκμηκώς, κούφοισιν ἀειρόμενος ῥοθίοισιν,

### book 5.1

ὕστατα φυσιόων· μήτηρ δέ μιν οὔποτε λείπει,

### book 5.2

ἀλλ’ αἰεὶ μογέοντι συνέσπεται, ἔκ τ’ ἀνιόντι

### book 5.3

βυσσόθεν, ἀχνυμένῃ τε καὶ αἰνότατον στεναχούσῃ

### book 5.4

εἰδομένη· φαίης κεν ὀδυρομένην ὁράασθαι

### book 5.5

μητέρα περθομένης πόλιος περὶ δυσμενέεσσι

### book 5.555.1

παίδων θ’ ἑλκομένων ὑπὸ ληΐδα δουρὸς ἀνάγκῃ·

### book 5.555.2

ὣς ἥ γ’ αἴν’ ἀχέουσα δαϊζομένῳ περὶ παιδί,

### book 5.555.3

ὥστ’ αὐτὴ μογέουσα καὶ οὐτηθεῖσα σιδήρῳ,

### book 5.555.4

δινεύει· τὸν δ’ ἄλλον ἑῆς ἀπὸ παῖδα κελεύθου

### book 5.555.5

στέλλει ἐπεμπίπτουσα καὶ ὀτρύνουσα διώκει·

### book 5.560.1

φεῦγε, τέκος· μέροπες γὰρ ἀνάρσιοι, οὐκέθ’ ἑταῖροι

### book 5.560.2

ἡμῖν, ἀλλὰ σίδηρον ἐφοπλίζουσι καὶ ἄγρην·

### book 5.560.3

ἤδη καὶ δελφῖσιν ἐπεντύνουσιν Ἄρηα,

### book 5.560.4

σπονδάς τ’ ἀθανάτων καὶ ὁμοφροσύνην ἀλιτόντες

### book 5.560.5

ἡμετέρην, τὴν πρόσθεν ἐπ’ ἀλλήλοις ἐθέμεσθα.

### book 5.565.1

τοῖα καὶ ἄφθογγός περ ὅμως τεκέεσσιν ἑοῖσι

### book 5.565.2

μυθεῖται· καὶ τὸν μὲν ἀπέτρεπε τῆλε φέβεσθαι,

### book 5.565.3

τῷ δ’ ἑτέρῳ κρυερῶς μεμογηότι συμμογέουσα

### book 5.565.4

αὐτῆς ἄγχ’ ἀκάτοιο συνέσπεται, οὐδ’ ἀπολείπει·

### book 5.565.5

οὐδέ τις ἱέμενός περ ἀποτρέψειε τεκοῦσαν

### book 5.570.1

οὔτε βαλὼν οὔτ’ ἄλλο φέρων δέος· ἀλλ’ ἅμα παιδὶ

### book 5.570.2

ἑλκομένῳ δύστηνος ἀνέλκεται, ὄφρα πελάσσῃ

### book 5.570.3

δυσμενέων ὑπὸ χεῖρας· ἀνάρσιοι, ἦ μέγ’ ἀλιτροὶ

### book 5.570.4

οἵδ’, οὔτ’ οἰκτείρουσιν ἀτυζομένην ὁρόωντες

### book 5

οὔτε νόον γνάμπτουσι σιδήρεον, ἀλλὰ καὶ αὐτὴν

### book 5.575.1

χαλκείαις ἀκίδεσσι καταΐγδην ἐλάσαντες

### book 5.575.2

παῖδά τε καὶ γενέτειραν ὁμῇ συναπέφθισαν ἄτῃ·

### book 5.575.3

ἔφθισαν οὐκ ἀέκουσαν, ἐπεὶ περὶ παιδὶ θανόντι

### book 5.575.4

μήτηρ καὶ φρονέουσα καὶ ἱεμένη δεδάϊκται.

### book 5.575.5

ὡς δ’ ὁπότ’ ὀρταλίχοισι χελιδόσι νηπιάχοισι

### book 5.580.1

νέρθεν ὑπὲξ ὀρόφοιο τυχὼν ὄφις ἄγχι πελάσσῃ,

### book 5.580.2

καὶ τοὺς μὲν κατέπεφνε καὶ ἔσπασεν ἔνδον ὀδόντων,

### book 5.580.3

μήτηρ δὲ πρῶτον μὲν ἀτυζομένη δεδόνηται

### book 5.580.4

λοίγια τετριγυῖα φόνου γόον· ἀλλ’ ὅτε παῖδας

### book 5.580.5

ἀθρήσῃ φθιμένους, ἣ δ’ οὐκέτι φύξιν ὀλέθρου

### book 5.585.1

δίζεται, ἀλλ’ αὐτῇσιν ὑπαὶ γενύεσσι δράκοντος

### book 5.585.2

εἱλεῖται, μέσφ’ ὄρνιν ἕλῃ παιδοκτόνος ἄτη·

### book 5.585.3

ὣς ἄρα καὶ δελφῖνι νέῳ συναπέφθιτο μήτηρ,

### book 5.585.4

χεῖρας ἐς ἰχθυβόλων αὐτάγρετος ἀντήσασα.

### book 5.585.5

Ἔθνεα δ’ ὀστρακόρινα, τά θ’ ἑρπύζουσι θαλάσσῃ,

### book 5.590.1

πάντα φάτις μήνης μὲν ἀεξομένης κατὰ κύκλον

### book 5.590.2

σαρκὶ περιπλήθειν καὶ πίονα ναιέμεν οἶκον·

### book 5.590.3

φθινούσης δ’ ἐξαῦτις ἀφαυροτέροις μελέεσσι

### book 5.590.4

ῥικνοῦσθαι· τοίη τις ἐνί σφισιν ἐστὶν ἀνάγκη.

### book 5.590.5

τῶν δὲ τὰ μὲν δύνοντες ὑπόβρυχα χερσὶ λέγονται

### book 5.595.1

ἀνέρες ἐκ ψαμάθοιο, τὰ δ’ ἐκ σπιλάδων ἐρύουσι

### book 5.595.2

νωλεμὲς ἐμπεφυῶτα, τὰ δ’ ᾐόσιν ἔπτυσαν αὐταῖς

### book 5.595.3

κύματα καὶ βόθροισι λαχαινομένης ψαμάθοιο.

### book 5.595.4

Πορφύραι αὖ πέρι δή τι μετ’ ὀστρείοισιν ἔασι

### book 5.595.5

λίχναι· τοίη δέ σφιν ἐτήτυμος ἵσταται ἄγρη.

### book 5.1

κυρτίδες ἠβαιαὶ ταλάροις γεγάασιν ὁμοῖαι,

### book 5.2

πυκνῇσι σχοίνοισι τετυγμέναι· ἐν δ’ ἄρα τῇσι

### book 5.3

στρόμβους συγκέλσαντες ὁμοῦ χήμῃσι τίθενται·

### book 5.4

αἱ δ’ ὅταν ἐμπελάσωσι βορῆς μεθύουσαι ἔρωτι,

### book 5.5

γλῶσσαν ὑπὲκ θαλάμης δολιχὴν βάλον· ἡ δὲ τέτυκται

### book 5.605.1

λεπτή τ’ ὀξείη τε, διὰ σχοίνων δ’ ἐτάνυσσαν

### book 5.605.2

φορβῆς ἱέμεναι, χαλεπῆς δ’ ἤντησαν ἐδωδῆς·

### book 5.605.3

γλῶσσα γὰρ ἐν σχοίνοισιν ἐρειδομένη πυκινῇσιν

### book 5.605.4

οἰδάνεται, στείνει δὲ λύγων βρόχος, οὐδ’ ἔτ’ ὀπίσσω

### book 5.605.5

ἀνδύνει μεμαυῖα, μένει δ’ ὀδύνῃσι ταθεῖσα,

### book 5.610.1

εἰσόκεν αὖ ἐρύσωσι περὶ γλώσσῃ μεμαυίας,

### book 5.610.2

πορφυρέοις κάλλιστον ὑφάσμασιν ἄνθος ἄγοντες.

### book 5.610.3

Σπογγοτόμων δ’ οὔ φημι κακώτερον ἄλλον ἄεθλον

### book 5.610.4

ἔμμεναι, οὐδ’ ἄνδρεσσιν ὀϊζυρώτερον ἔργον.

### book 5.610.5

οἱ δ’ ἤτοι πρῶτον μέν, ὅτ’ ἐς πόνον ὁπλίζωνται,

### book 5.615.1

βρώμῃ τ’ ἠδὲ ποτοῖσιν ἀφαυροτέροισι μέλονται,

### book 5.615.2

ὕπνῳ τ’ οὐχ ἁλιεῦσιν ἐοικότι μαλθάσσονται.

### book 5.615.3

ὡς δ’ ὅτ’ ἀνὴρ εὔγηρυν ἐφοπλίζητ’ ἐς ἀγῶνα,

### book 5.615.4

μολπῆς εὐφόρμιγγος ἔχων Φοιβήϊον εὖχος,

### book 5.615.5

πᾶσα δέ οἱ μέλεται κομιδή, πάντῃ δὲ φυλάσσει,

### book 5.620.1

πιαίνων ἐς ἄεθλα λιγυφθόγγου μέλος αὐδῆς,

### book 5.620.2

ὣς οἵ γ’ ἐνδυκέως κομιδὴν εὔφρουρον ἔχουσι,

### book 5.620.3

ὄφρα σφι πνοιή τε μένῃ ποτὶ βυσσὸν ἰοῦσιν

### book 5.1

ἀσκηθής, προτέροιο δ’ ἀναψύξωσι πόνοιο.

### book 5.2

ἀλλ’ ὅτ’ ἀεθλεύωσι μέγαν πόνον ἐξανύοντες,

### book 5.625.1

εὐχόμενοι μακάρεσσιν ἁλὸς μεδέουσι βαθείης

### book 5.625.2

ἀρῶνται κήτειον ἀλεξῆσαί σφισι πῆμα,

### book 5.625.3

μήτε τιν’ ἀντιάσαι λώβην ἁλός· ἢν δ’ ἐσίδωνται

### book 5.625.4

κάλλιχθυν, τότε δή σφι νόον μέγα θάρσος ἱκάνει·

### book 5.625.5

οὐ γάρ πω κείνῃσι νομαῖς ἔνι κῆτος ἄαπτον,

### book 5.630.1

οὐ δάκος, οὐδέ τι πῆμα θαλάσσιον ἄλλο φαάνθη,

### book 5.630.2

ἀλλ’ αἰεὶ καθαροῖσιν ἀπημάντοις τε πόροισι

### book 5.630.3

τέρπονται· τῷ καί μιν ἐφήμισαν ἱερὸν ἰχθύν.

### book 5.630.4

τῷ δ’ ἐπιγηθήσαντες ἐπισπεύδουσι πόνοισι.

### book 5.630.5

πείσματι μηκεδανῷ μεσάτης ὑπὲρ ἰξύος ἀνὴρ

### book 5.635.1

ἔζωσται, παλάμῃσι δ’ ἐν ἀμφοτέρῃσιν ἀείρει

### book 5.635.2

τῇ μὲν ἐριβριθῆ μολίβου χύσιν ἀμφιμεμαρπώς,

### book 5.635.3

δεξιτερῇ δ’ ἅρπην εὐήκεα χειρὶ τιταίνει·

### book 5.635.4

φρουρεῖ δ’ ἐν γενύεσσιν ὑπὸ στόμα λευκὸν ἄλειφαρ·

### book 5.635.5

στὰς δ’ ἄρ’ ὑπὲρ πρώρης ἐσκέψατο πόντιον οἶδμα

### book 5.640.1

ὁρμαίνων βριθύν τε πόνον καὶ ἀθέσφατον ὕδωρ.

### book 5.640.2

οἱ δέ μιν ὀτρύνουσιν ἐπισπέρχουσί τε μύθοις

### book 5.640.3

θαρσαλέοις ἐπὶ μόχθον, ἅτ’ ἐν νύσσῃ βεβαῶτα

### book 5.640.4

ἄνδρα ποδωκείης δεδαημένον· ἀλλ’ ὅτε θυμῷ

### book 5.640.5

θαρσήσῃ, δίναις μὲν ἐνήλατο, τὸν δὲ καθέλκει

### book 5.645.1

ἱέμενον πολιοῦ μολίβου βεβριθότος ὁρμή.

### book 5.645.2

αὐτὰρ ὅ γ’ ἐς βυσσὸν προμολὼν ἐξέπτυς’ ἀλοιφήν·

### book 5.645.3

ἡ δὲ μέγα στίλβει τε καὶ ὕδατι μίσγεται αὐγή,

### book 5.645.4

ὄρφνης ἠΰτε πυρσὸς ἀνὰ κνέφας ὄμμα φαείνων·

### book 5

πέτραις δ’ ἐμπελάσας σπόγγους ἴδεν· οἱ δὲ φύονται

### book 5.1

ἐν νεάτοις πλαταμῶσιν, ἀρηρότες ἐν σπιλάδεσσι·

### book 5.2

καί σφισι καὶ πνοιὴν φάτις ἔμμεναι, οἷα καὶ ἄλλοις,

### book 5.3

ὅσσα πολυρραθάγοισιν ἐνὶ σπιλάδεσσι φύονται.

### book 5.4

αἶψα δ’ ἐπαΐξας δρεπάνῃ τάμε χειρὶ παχείῃ

### book 5.5

ὥστε τις ἀμητὴρ σπόγγων δέμας, οὐδέ τι μέλλει

### book 5.655.1

δηθύνων, σχοῖνον δὲ θοῶς κίνησεν, ἑταίροις

### book 5.655.2

σημαίνων κραιπνῶς μιν ἀνελκέμεν· αἷμα γὰρ ἐχθρὸν

### book 5.655.3

αὐτίκ’ ἀπὸ σπόγγων ῥαθαμίζεται, ἀμφὶ δ’ ἄρ’ ἀνδρὶ

### book 5.655.4

εἱλεῖται, πνοιῇ δὲ δυσαέϊ πολλάκι φῶτα

### book 5.655.5

ἔσβεσε μυκτήρεσσιν ἐνισχόμενος βαρὺς ἰχώρ.

### book 5.660.1

τοὔνεκα λαιψηρῶς ἀναδύεται ὥστε νόημα

### book 5.660.2

ἑλκόμενος· τὸν μέν τις ἰδὼν προφυγόντα θαλάσσης

### book 5.660.3

ἄμφω γηθήσειε καὶ οἰκτείρων ἀκάχοιτο·

### book 5.660.4

ὧδε γὰρ ἠπεδανοῖσι παριεμένου μελέεσσι

### book 5.660.5

δείματι καὶ καμάτῳ θυμαλγέϊ γυῖα λέλυνται.

### book 5.665.1

πολλάκι δ’ ἐχθίστης τε τυχὼν καὶ ἀπηνέος ἄγρης

### book 5.665.2

ἅλμενος ἐς πόντοιο βαθὺν πόρον οὐκέτ’ ἀνέσχε,

### book 5.665.3

δύσμορος, ἀντιάσας δυσδερκέϊ θηρὶ πελώρῳ·

### book 5.665.4

καί ῥ’ ὁ μὲν οἷς ἑτάροισιν ἐπισείων θαμὰ δεσμὸν

### book 5

κέκλεται αὖ ἐρύειν, τὸ δέ οἱ δέμας ἡμιδάϊκτον

### book 5.670.1

κητείη τε βίη καὶ ὁμόστολοι ἔσπασαν ἄνδρες,

### book 5.670.2

οἰκτρὸν ἰδεῖν, ἔτι νηὸς ἐφιέμενον καὶ ἑταίρων·

### book 5.670.3

οἱ δὲ θοῶς κεῖνόν τε πόρον καὶ λυγρὸν ἄεθλον

### book 5.670.4

ἀχνύμενοι λείπουσι καὶ ἐς χέρσον κατάγονται

### book 5.670.5

λείψανα δυστήνοιο περικλαίοντες ἑταίρου.

### book 5.675.1

Τόσς’ ἐδάην, σκηπτοῦχε διοτρεφές, ἔργα θαλάσσης.

### book 5.675.2

σοὶ δ’ αἰεὶ νῆες μὲν ἀπήμονες ἰθύνοιντο,

### book 5.675.3

πεμπόμεναι λιαροῖσι καὶ ἰθυπόροισιν ἀήταις,

### book 5.675.4

αἰεὶ δ’ ἰχθυόεσσα περιπλήθοιτο θάλασσα,

### book 5.675.5

γαίης δ’ ἀστυφέλικτα Ποσειδάων ἐρύοιτο

### book 5.680

Ἀσφάλιος ῥιζοῦχα θεμείλια νέρθε φυλάσσων.

## License and provenance

This text is licensed CC0 1.0 Universal. The canonical record is the JSON at https://eulogikon.org/data/works/grc/oppian-of-anazarbus-halieutica-qta-aa.json (sha256:e4f3d24d25c9dd27ff8a768d568cc008c037056b048ad98e61a4c5174bd90d45). Cite as `eul_wid: qta-aa`.
